[1] Δῶρόν τοι καὶ ἐγώ, τέκνον φίλε Ῥοῦφε Μελίτιε, τοῦτο δίδωμι, καθάπερ ἡ παρ' Ὁμήρῳ φησὶν Ἑλένη ξενίζουσα τὸν Τηλέμαχον, πρώτην ἡμέραν ἄγοντι ταύτην γενέθλιον, ἀφ' οὗ παραγέγονας εἰς ἀνδρὸς ἡλικίαν. πέμπω δὲ κτῆμα τὸ αὐτὸ καὶ χρῆμα πρὸς πάσας τὰς ἐν τῷ βίῳ χρείας, ὁπόσαι γίνονται διὰ λόγων ὠφελίμων.
Διττῆς γὰρ οὔσης ἀσκήσεως περὶ πάντας ὡς εἰπεῖν τοὺς λόγους, τῆς περὶ τὰ νοήματα καὶ τὴν λέξιν, ὧν ἣ μὲν τοῦ πραγματικοῦ τόπου μᾶλλον ἐφάπτεσθαι δόξειεν ἄν, ἣ δὲ τοῦ λεκτικοῦ, καὶ πάντων ὅσοι τοῦ λέγειν εὖ στοχάζονται περὶ ἀμφοτέρας τὰς θεωρίας τοῦ λόγου ταύτας σπουδαζόντων ἐξ ἴσου, ἡ μὲν ἐπὶ τὰ πράγματα καὶ τὴν ἐν τούτοις φρόνησιν ἄγουσα ἡμᾶς ἐπιστήμη βραδεῖα ἐστὶ καὶ χαλεπὴ νέοις, μᾶλλον δὲ ἀδύνατος εἰς ἀγενείων καὶ μειρακίων πεσεῖν ἡλικίαν· ἀκμαζούσης γὰρ ἤδη συνέσεως ἐστὶν ἡ τούτων κατάληψις πολλῇ μὲν ἱστορίᾳ λόγων τε καὶ ἔργων, πολλῇ δὲ πείρᾳ καὶ συμφορᾷ παθῶν οἰκείων τε καὶ ἀλλοτρίων συναυξομένη. τὸ δὲ περὶ τὰς λέξεις φιλόκαλον καὶ ταῖς νεαραῖς συνανθεῖν εἴωθεν οὐχ ἧττον ἡλικίαις· ἐπτόηται γὰρ ἅπασα νέου ψυχὴ περὶ τὸν τῆς ἑρμηνείας ὡραϊσμόν, ἀλόγους τινὰς καὶ ὥσπερ ἐνθουσιώδεις ἐπὶ τοῦτο λαμβάνουσα τὰς ὁρμάς· οἷς πολλῆς πάνυ καὶ ἔμφρονος δεῖ τῆς πρώτης ἐπιστάσεώς τε καὶ ἀγωγῆς, εἰ μέλλουσι μὴ πᾶν, ὅ τι κεν ἐπ' ἀκαιρίμαν γλῶσσαν ἔπος ἔλθοι, λέγειν μηδ' εἰκῇ συνθήσειν τὰ προστυχόντα ἀλλήλοις, ἀλλ' ἐκλογῇ κεχρῆσθαι καθαρῶν ἅμα καὶ γενναίων ὀνομάτων, καὶ συνθέσει ταῦτα κοσμήσειν μεμιγμένον ἐχούσῃ τῷ σεμνῷ τὸ ἡδύ.
[2] Ἡ δὲ σύνθεσις ἔστι μὲν ὥσπερ καὶ αὐτὸ δηλοῖ τοὔνομα, ποιά τις θέσις παράλληλος τῶν τοῦ λόγου μορίων· ἃ δὴ καὶ στοιχεῖα τινὲς τῆς λέξεως καλοῦσιν. ἡ δὲ τῶν τοιούτων μερῶν πλοκὴ καὶ παράθεσις τὰ λεγόμενα ποιεῖ κῶλα· ἔπειθ' ἡ τούτων ἁρμονία τὰς καλουμένας συμπληροῖ περιόδους· αὗται δὲ τὸν σύμπαντα τελειοῦσι λόγον.
Ἔστι δὴ τῆς συνθέσεως ἔργα τά τε ὀνόματα οἰκείως θεῖναι παρ' ἄλληλα καὶ τοῖς κώλοις ἀποδοῦναι τὴν προσήκουσαν ἁρμονίαν καὶ ταῖς περιόδοις διαλαβεῖν εὖ τὸν λόγον. δευτέρα δ' οὖσα μοῖρα τῶν περὶ τὸν λεκτικὸν τόπον θεωρημάτων κατανοοῦντι τὴν τάξιν (ἡγεῖται γὰρ ἡ τῶν ὀνομάτων ἐκλογὴ καὶ προὑφίσταται ταύτης κατὰ φύσιν) ἡδονὴν καὶ πειθὼ καὶ κράτος ἐν τοῖς λόγοις οὐκ ὀλίγῳ κρεῖττον ἐκείνης ἔχει. καὶ γὰρ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν, ὅσαι διαφόρους ὕλας λαμβάνουσαι συμφορητὸν ἐκ τούτων ποιοῦσι τὸ τέλος, ὡς οἰκοδομικὴ καὶ τεκτονικὴ καὶ πολιτική, τὸ αὐτὸ συμβαίνει· αἱ γὰρ συνθετικαὶ δυνάμεις τῇ μὲν τάξει δεύτεραι τῶν λεκτικῶν εἰσι, τῇ δὲ δυνάμει πρότεραι.
[3] Ἔστι τοίνυν πᾶσα λέξις, ᾗ σημαίνομεν τὰς νοήσεις, ἣ μὲν ἄμετρος, ἣ δ' ἔμμετρος· ὧν ἑκατέρα καλῆς μὲν ἁρμονίας τυχοῦσα καλὸν οἵα τε ἐστὶ ποιεῖν καὶ τὸ μέτρον καὶ τὸν λόγον· ἀνεπιστάτως δὲ καὶ ὡς ἔτυχε ῥιπτομένη προσαπόλλυσι καὶ τὸ ἐν τῇ διανοίᾳ χρήσιμον. πολλοὶ γοῦν καὶ ποιηταὶ καὶ συγγραφεῖς, φιλόσοφοί τε καὶ ῥήτορες λέξεις πάνυ καλὰς καὶ πρεπούσας τοῖς ὑποκειμένοις ἐκλέξαντες ἐπιμελῶς, ἁρμονίαν δὲ αὐταῖς ἀποδόντες εἰκαίαν τινὰ καὶ ἄμουσον, οὐδὲν χρηστὸν ἀπέλαυσαν ἐκείνου τοῦ πόνου· ἕτεροι δ' εὐκαταφρόνητα καὶ ταπεινὰ λαβόντες ὀνόματα, συνθέντες δ' αὐτὰ ἰδίως καὶ περιττῶς, πολλὴν τὴν ἀφροδίτην τῷ λόγῳ περιέθηκαν. καὶ σχεδὸν ἀνάλογόν τι πεπονθέναι δόξειεν ἂν ἡ σύνθεσις πρὸς τὴν ἐκλογήν, ὃ πάσχει τὰ ὀνόματα πρὸς τὰ νοήματα. ὥσπερ γὰρ οὐδὲν ὄφελός ἐστι διανοίας χρηστῆς, εἰ μή τις αὐτῇ κόσμον ἀποδώσει καλῆς ὀνομασίας, οὕτω καὶ ἐνταῦθα οὐδέν ἐστι προὔργου λέξιν εὑρεῖν καθαρὰν καὶ καλλιρήμονα, εἰ μὴ καὶ κόσμον αὐτῇ τις ἁρμονίας τὸν προσήκοντα περιθήσει.
Ὅτι δὲ κρεῖττον ἄσκημα καὶ τελειότερον τῆς ἐκλογῆς ἡ σύνθεσις, Ὅμηρος καὶ Ἡρόδοτος μαρτυρήσει· Ὅμηρος μὲν ἐν οἷς φησί·
Τὼ δ' αὖτ' ἐν κλισίῃσ' Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς
ἐντύνοντ' ἄριστον ἅμ' ἠοῖ κηαμένω πῦρ,
ἐκπέμψαντε νομῆας ἅμ' ἀγρομένοισι σύεσσι.
Τηλέμαχον δὲ περίσαινον κύνες ὑλακόμωροι·
οὐδ' ὕλαον προσιόντα. νόησε δὲ δῖος Ὀδυσσεὺς
σαίνοντάς τε κύνας· ὑπὸ δὲ κτύπος ἦλθε ποδοῖιν·
αἶψα δ' ἄρ' Εὔμαιον προσεφώνεεν ἐγγὺς ἐόντα·
Εὔμαι', ἦ μάλα τίς σοι ἐλεύσεται ἐνθάδ' ἑταῖρος,
ἢ καὶ γνώριμος ἄλλος· ἐπεὶ κύνες οὐχ ὑλάουσιν,
ἀλλὰ περισαίνουσι· ποδῶν δ' ὑπὸ δοῦπον ἀκούω.
Οὔπω πᾶν εἴρητο ἔπος, ὅτέ οἱ φίλος υἱὸς
ἔστη ἐπὶ προθύροισι. ταφὼν δ' ἀνόρουσε συβώτης·
ἐκ δ' ἄρα οἱ χειρῶν πέσεν ἄγγεα, τοῖς ἐπονεῖτο
κιρνὰς αἴθοπα οἶνον. ὃ δ' ἀντίος ἔδραμ' ἄνακτος·
κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ
χεῖράς τ' ἀμφοτέρας· θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ.
ταῦτα γὰρ οὐ διὰ τὴν ἐκλογὴν τῶν ὀνομάτων τὴν τῆς ἑρμηνείας ἀρετὴν ἔχει· διὰ γὰρ τῶν εὐτελεστάτων καὶ ταπεινοτάτων πέπλεκται, καὶ οἷς ἂν καὶ γεωργὸς καὶ θαλαττουργὸς ἐξ ἑτοίμου ἐχρήσατο. ὅθεν καὶ λυθέντος τοῦ μέτρου φαῦλα φανήσεται καὶ ἄζηλα. οὔτε γὰρ μεταφοραί τινές εἰσιν εὐγενεῖς ἐν αὐτοῖς οὔτε ὑπαλλαγαὶ οὔτε καταχρήσεις οὔτέ τινα τοιαῦτα. ὁ δὲ Ἡρόδοτος, ἔνθα τὰ περὶ τοῦ Κανδαύλου καὶ τῆς αὐτοῦ γυναικὸς διέξεισι· πρᾶγμα οὐχ ὅτι σεμνὸν ἢ καλλιλογεῖσθαι δυνάμενον, ἀλλὰ καὶ ταπεινὸν καὶ ἐπικίνδυνον καὶ τοῦ αἰσχροῦ μᾶλλον ἢ τοῦ καλοῦ ἐγγυτέρω· ἀλλ' εἴρηται σφόδρα δεξιῶς, καὶ κρεῖττον γέγονεν ἀκουσθῆναι λεγόμενον ἢ ὀφθῆναι γινόμενον. καλὴν δὲ κἀνταῦθα πεποίηκε τὴν φράσιν ἡ συνθήκη, ἀλλ' οὐχ ἡ σεμνότης τῶν ὀνομάτων· ἀνεπιτήδευτα γάρ ἐστι καὶ ἀνέκλεκτα, οἷα ἡ φύσις τέθεικε σύμβολα τοῖς [4] πράγμασι. τὸ δὲ αὐτὸ δύναται καὶ ἡ πεζὴ λέξις παθεῖν τῇ ἐμμέτρῳ· μενόντων γὰρ τῶν αὐτῶν ὀνομάτων, ἀλλαττομένης δὲ τῆς συνθέσεως, καταφανὲς τὸ ἐν αὐτῇ ἄμουσόν τε καὶ ἀκαλλώπιστον· οἷον 'Κροῖσος ἦν Λυδὸς μὲν γένος, παῖς δὲ Ἀλυάττεω, τύραννος δὲ ἐθνῶν τῶν ἐντὸς Ἅλυος ποταμοῦ'· εἰ γὰρ ὑπαλλάξεις, ἔφθαρται ἡ σύνθεσις· οἷον 'Κροῖσος ἦν Ἀλυάττου μὲν παῖς, γένος δὲ Λυδός, τύραννος δὲ τῶν ἐντὸς Ἅλυος ποταμοῦ ἐθνῶν'. ὅτι τοίνυν μείζονα ἰσχὺν ἔχει τῆς ἐκλογῆς ἡ σύνθεσις, φανερόν. καί μοι οὐ δοκεῖ τις ἁμαρτεῖν εἰκάσας αὐτὴν τῇ Ὁμηρικῇ Ἀθηνᾷ· ἐκείνη τε γὰρ τὸν Ὀδυσσέα τὸν αὐτὸν ὄντα ἄλλοτε ἀλλοῖον ἐποίει φαίνεσθαι· τοτὲ μὲν μικρὸν καὶ ῥυσὸν καὶ αἰσχρὸν
πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι,
τοτὲ δὲ τῇ αὐτῇ ῥάβδῳ πάλιν ἐφαψαμένη
μείζονά τ' εἰσιδέειν καὶ πάσσονα θῆκεν ἰδέσθαι,
καδ δὲ κάρητος
οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.
αὐτή τε τὰ αὐτὰ λαμβάνουσα ὀνόματα τοτὲ μὲν ἄμορφα καὶ ταπεινὰ καὶ πτωχὰ ποιεῖ φαίνεσθαι τὰ νοήματα, τοτὲ δ' ὑψηλὰ καὶ πλούσια καὶ ἁδρὰ καὶ καλά. καὶ τοῦτ' ἦν σχεδὸν ᾧ μάλιστα διαλλάττει ποιητής τε ποιητοῦ καὶ ῥήτωρ ῥήτορος, τὸ συντιθέναι δεξιῶς τὰ ὀνόματα.
[5] καὶ δὴ καὶ τοῖς ἀρχαίοις πολλὴ πρόνοια τῆς ἰδέας ἦν ταύτης· καὶ οὔτε τὰ ὀνόματα τοῖς ὀνόμασιν οὔτε τὰ κῶλα τοῖς κώλοις οὔτε τὰς περιόδους ἀλλήλαις εἰκῇ συνάπτειν ᾤοντο δεῖν· τέχνη δέ τις ἦν παρ' αὐτοῖς καὶ θεωρήματα, οἷς χρώμενοι συνετίθεσαν εὖ.
[6] Δοκεῖ δέ μοι τῆς συνθετικῆς ταύτης ἐπιστήμης τρία εἶναι τὰ ἔργα· ἓν μὲν ἰδεῖν, τί μετὰ τίνος ἁρμοζόμενον πέφυκε καλὴν καὶ ἡδεῖαν λήψεσθαι συζυγίαν· ἕτερον δὲ γνῶναι τῶν ἁρμόττεσθαι μελλόντων πρὸς ἄλληλα πῶς ἂν ἕκαστον σχηματισθὲν κρείττονα ποιήσειε φαίνεσθαι τὴν ἁρμονίαν· τρίτον δέ, τί δεῖται μετασκευῆς τῶν λαμβανομένων· ἀφαιρέσεως λέγω καὶ προσθέσεως καὶ ἀλλοιώσεως· ὥσπέρ που καὶ οἰκοδόμος ὕλην παραλαβὼν τρία πραγματεύεται ταῦτα· ποίῳ δεῖ λίθῳ τε καὶ ξύλῳ καὶ πλίνθῳ ποῖον ἁρμόσαι λίθον ἢ ξύλον ἢ πλίνθον· ἔπειτα πῶς τῶν ἁρμοζομένων ἕκαστον καὶ ἐπὶ ποίας πλευρᾶς ἑδράσαι· καὶ τρίτον, εἴ τι δύσεδρόν ἐστιν, ἀποκροῦσαι καὶ περικόψαι, καὶ τὸ αὐτὸ τοῦτο εὔεδρον ποιῆσαι. δεῖ τοίνυν πρῶτον μὲν σκοπεῖν, ποῖον ὄνομα ἢ ῥῆμα ἢ τῶν ἄλλων τι μορίων ποίῳ συνταχθὲν ἐπιτηδείως ἔσται κείμενον, καὶ πῶς οὐκ ἄμεινον· οὐ γὰρ δὴ πάντά γε μετὰ πάντων τιθέμενα πέφυκεν ὁμοίως διατιθέναι τὰς ἀκοάς· ἔπειτα διακρίνειν, πῶς σχηματισθὲν τοὔνομα ἢ τὸ ῥῆμα ἢ τῶν ἄλλων ὁτιδήποτε χαριέστερον ἱδρυνθήσεται καὶ πρὸς τὰ ὑποκείμενα πρεπωδέστερον· λέγω δὲ ἐπὶ μὲν τῶν ὀνομάτων, πότερον ἑνικῶς ἢ πληθυντικῶς λαμβανόμενα κρείττονα λήψεται συζυγίαν· καὶ πότερα κατὰ τὴν ὀρθὴν ἐκφερόμενα πτῶσιν ἢ κατὰ τῶν πλαγίων τινά· καὶ εἴ τινα πέφυκεν ἐξ ἀρρένων γίνεσθαι θηλυκὰ ἢ ἐκ θηλυκῶν ἀρρενικὰ ἢ οὐδέτερα ἐκ τούτων, πῶς ἂν ἄμεινον σχηματισθείη· καὶ πάντα τὰ τοιαῦτα. ἐπί τε τῶν ῥημάτων, πότερα κρείττω ἔσται λαμβανόμενα, τὰ ὀρθὰ ἢ τὰ ὕπτια· καὶ κατὰ ποίας ἐγκλίσεις ἐκφερόμενα κρατίστην ἕδραν λήψεται· καὶ ποίας παρεμφαίνοντα διαφορὰς χρόνων, καὶ εἴ τινα τοῖς ῥήμασιν ἄλλα παρακολουθεῖ. τὰ δ' αὐτὰ λέγω καὶ ἐπὶ τῶν ἄλλων τοῦ λόγου μερῶν. ἐπὶ δὲ τούτοις τὰ ληφθέντα διακρίνειν, εἴ τι δεῖται μετασκευῆς ὄνομα ἢ ῥῆμα, ὡς ἂν ἐναρμονιώτερόν τε καὶ εὐεδρότερον γένοιτο. τοῦτο τὸ στοιχεῖον ἐν μὲν ποιητικῇ δαψιλέστερόν ἐστιν, ἐν δὲ λόγοις πεζοῖς σπανιώτερον· πλὴν γίνεται καὶ ἐν τούτοις, ἐφ' ὅσον ἂν ἐγχωρῇ. ὅ τε γὰρ λέγων 'εἰς τουτονὶ τὸν ἀγῶνα' προστέθεικέ τι τῇ ἀντωνυμίᾳ γράμμα, τῆς συνθέσεως στοχαζόμενος· ἄρτιον γὰρ ἦν 'εἰς τοῦτον τὸν ἀγῶνα' εἰπεῖν. καὶ πάλιν ὁ λέγων 'κατιδὼν Νεοπτόλεμον τὸν ὑποκριτήν' τῇ προθέσει παρηύξηκε τοὔνομα· τὸ γὰρ Ἰδὼν ἀπέχρη. καὶ ὁ γράφων 'μήτ' ἰδίας ἔχθρας μηδεμιᾶς ἕνεχ' ἥκειν' ταῖς συναλοιφαῖς ἠλάττωκε τὰ μόρια τοῦ λόγου καὶ περικέκρουκε τινὰ τῶν γραμμάτων· καὶ ὁ ἀντὶ τοῦ Ἐποίησεν Ἐποίησε λέγων χωρὶς τοῦ ν, καὶ Ἀφαιρήσομαι ἀντὶ τοῦ Ἀφαιρεθήσομαι, καὶ πάντα τὰ τοιαῦτα· ὅ τ' Ἐχωροφίλησε λέγων τὸ Ἐφιλοχώρησε καὶ Λελύσεται τὸ Λυθήσεται καὶ τὰ τοιουτότροπα μετασκευάζει τὰς λέξεις, ἵν' αὐτῷ γένοιντο ἁρμοσθῆναι καλλίονες καὶ ἐπιτηδειότεραι.
[7] Μία μὲν δὴ θεωρία τῆς συνθετικῆς ἐπιστήμης ἡ περὶ αὐτὰ τὰ πρῶτα μόρια καὶ τὰ στοιχεῖα τῆς λέξεως ἥδε· ἑτέρα δὲ ἡ περὶ τὰ κῶλα, ποικιλωτέρας δεομένη πραγματείας καὶ μείζονος· καὶ γὰρ ταῦτα ἁρμόσαι πρὸς ἄλληλα δεῖ, ὥστε οἰκεῖα φαίνεσθαι καὶ φίλα· καὶ σχηματίσαι ὡς ἂν ἐνδέχηται κράτιστα, προκατασκευάσαι τε εἴ πού τι δέοι μειώσει καὶ πλεονασμῷ καὶ εἰ δή τινι ἄλλῃ κατασκευῇ. τούτων δ' ἕκαστα ἡ πεῖρα αὐτὴ διδάσκει· πολλάκις γὰρ τουτὶ τὸ κῶλον τούτου μὲν προτεθὲν ἢ ἐπὶ τούτῳ τεθὲν εὐστομίαν τινὰ ἐμφαίνει καὶ σεμνότητα, ἑτέραν δέ τινα συζυγίαν λαβὸν ἄχαρι φαίνεται καὶ ἄσεμνον· οἷον τὸ τοῦ Θουκυδίδου 'ἡμεῖς τε, ὦ Λακεδαιμόνιοι, ἡμῶν ἡ ἐλπίς, δεδίαμεν, μὴ οὐ βέβαιοι ἦτε' εἴ τις μεθαρμόσας οὕτως ἐρεῖ 'ἡμεῖς τε, ὦ Λακεδαιμόνιοι, δεδίαμεν, μὴ οὐ βέβαιοι ἦτε, ἡμῶν ἡ ἐλπίς', οὐ τὴν αὐτὴν χάριν ἢ τὸ αὐτὸ πάθος φυλάξει· καὶ τὸ τοῦ Δημοσθένους 'τὸ λαβεῖν οὖν τὰ διδόμενα ὁμολογῶν ἔννομον εἶναι, τὸ χάριν τούτων ἀποδοῦναι παρανόμων γράφῃ' εἴ τις μεταθεὶς ἐρεῖ 'ὁμολογῶν οὖν ἔννομον εἶναι τὸ λαβεῖν τὰ διδόμενα, παρανόμων γράφῃ τὸ τούτων χάριν ἀποδοῦναι', οὐχ ὁμοίως ἔσται δικανικὴ καὶ στρογγύλη ἡ περίοδος.
[8] Ἡ μὲν δὴ περὶ τὴν ἁρμογὴν τῶν κώλων θεωρία τοιαύτη· ἡ δὲ περὶ τὸν σχηματισμὸν ποταπή; οὐκ ἔστιν εἷς τρόπος τῆς ἐκφορᾶς ἁπάντων τῶν νοημάτων, ἀλλὰ τὰ μὲν ὡς ἀποφαινόμενοι λέγομεν, τὰ δ' ὡς πυνθανόμενοι, τὰ δ' ὡς εὐχόμενοι, τὰ δ' ὡς ἐπιτάττοντες, τὰ δ' ὡς διαποροῦντες, τὰ δ' ὡς ὑποτιθέμενοι, τὰ δὲ ἄλλως πως σχηματίζοντες· οἷς ἀκολούθως καὶ τὴν λέξιν πειρώμεθα σχηματίζειν. πολλοὶ δὲ δή που σχηματισμοὶ καὶ τῆς λέξεως εἰσίν, ὥσπερ καὶ τῆς διανοίας· οὓς οὐχ οἷόν τε κεφαλαιωδῶς περιλαβεῖν. οὐ γὰρ δὴ τὸ αὐτὸ δύναται ποιεῖν τὸ αὐτὸ κῶλον οὕτω σχηματισθὲν ἢ οὕτως. ἐρῶ δὲ ἐπὶ παραδείγματος· εἰ τοῦτον ἐξήνεγκε τὸν τρόπον ὁ Δημοσθένης τὴν λέξιν ταύτην 'ταῦτ' εἴπας ἔγραψα· γράψας δὲ ἐπρέσβευσα· πρεσβεύσας δὲ ἔπεισα Θηβαίους', ἆρ' οὕτως ἂν συνέκειτο χαριέντως, ὡς νῦν σύγκειται 'καὶ οὐκ εἶπον μὲν ταῦτα, οὐκ ἔγραψα δέ· οὐδὲ ἔγραψα μέν, οὐκ ἐπρέσβευσα δέ· οὐδὲ ἐπρέσβευσα μέν, οὐκ ἔπεισα δὲ Θηβαίους';
[9] Ἀλλὰ μὴν ὅτι γε καὶ μετασκευὰς δέχεται τῶν κώλων ἔνια, τοτὲ μὲν προσθήκας λαμβάνοντα οὐκ ἀναγκαίας ὡς πρὸς τὸν νοῦν, τοτὲ δὲ ἀφαιρέσεις ἀτελῆ ποιούσας τὴν διάνοιαν ἕνεκα τοῦ τὴν ἁρμονίαν ἡδεῖαν καὶ καλὴν γενέσθαι, φανερόν. τίς γὰρ οὐκ ἂν ὁμολογήσειεν ἐν τῷ τοῦ Δημοσθένους τῷ 'ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην, ταῦτα πράττων καὶ κατασκευαζόμενος, οὗτος ἐμοὶ πολεμεῖ, κἂν μήπω βάλλῃ μηδὲ τοξεύῃ' οὐχὶ τοῦ ἀναγκαίου χάριν προσκεῖσθαι τὸ 'μηδὲ τοξεύῃ', ἀλλ' ἵνα τὸ τελευταῖον κῶλον τὸ 'κἂν μήπω βάλλῃ' τραχύτερον τοῦ δέοντος ὂν καὶ οὐχ ἡδὺ ἀκουσθῆναι τῇ προσθήκῃ ταύτῃ γένηται χαριέστερον; καὶ ἔτι ἐν τῷ ἐπιταφίῳ τοῦ Πλάτωνος, ἔνθα φησίν· 'ἔργων γὰρ εὖ πραχθέντων λόγῳ καλῶς ῥηθέντι μνήμη καὶ κόσμος γίνεται τοῖς πράξασι παρὰ τῶν ἀκουσάντων'· ἐνταῦθα γὰρ τὸ 'παρὰ τῶν ἀκουσάντων' παραπλήρωμα τῆς λέξεως πρὸς οὐδὲν ἀναγκαῖον λέγεται, ἀλλ' ἵνα τὸ τελευταῖον κῶλον 'τοῖς πράξασι' πάρισόν τε καὶ ἐφάμιλλον τοῖς πρὸ αὐτοῦ γένηται. καὶ δὴ καὶ τὸ τοῦ Αἰσχίνου 'ἐπὶ σεαυτὸν καλεῖς, ἐπὶ τοὺς νόμους καλεῖς, ἐπὶ τὴν δημοκρατίαν καλεῖς', τρίκωλον πάνυ ἐπαινούμενον, τῆς αὐτῆς ἰδέας ἔχεται· ὃ γὰρ οἷόν τε ἦν ἑνὶ κώλῳ περιληφθῆναι τόνδε τὸν τρόπον 'ἐπὶ σεαυτὸν καὶ τοὺς νόμους καὶ τὴν δημοκρατίαν καλεῖς', τοῦτο εἰς τρία διῄρηται. τῆς μὲν δὴ προσθέσεως ἐν τοῖς κώλοις οὗτος ὁ τρόπος· τῆς δὲ ἀφαιρέσεως, ὅταν τῶν ἀναγκαίων τι λεχθῆναι λυπεῖν μέλλῃ καὶ διοχλεῖν τὴν ἀκρόασιν, ἀφαιρεθὲν χαριεστέραν ποιεῖ τὴν ἁρμονίαν· οἷα ἐστὶν ἐν μὲν τοῖς μέτροις τὰ Σοφόκλεια ταυτί·
Μύω τε καὶ δέδορκα κἀξανίσταμαι,
πλέον φυλάσσων αὐτὸς ἢ φυλάσσομαι·
ἐνταυθοῖ γὰρ ὁ δεύτερος στίχος ἐκ δυεῖν σύγκειται κώλων οὐχ ὅλων· τελεία γὰρ ἡ λέξις ἦν οὕτως ἐξενεχθεῖσα· 'πλεῖον φυλάσσων αὐτὸς ἑτέρους ἢ φυλασσόμενος ὑφ' ἑτέρων'· τὸ δὲ μέτρον ἠδικεῖτο, καὶ οὐκ ἂν ἔσχεν ἣν νυνὶ χάριν ἔχει. ἐν δὲ τοῖς πεζοῖς λόγοις τὰ τοιαῦτα· 'ἐγὼ δ' ὅτι μέν τινων κατηγοροῦντα πάντας ἀφαιρεῖσθαι τὴν ἀτέλειαν τῶν ἀδίκων ἐστίν, ἐάσω'· μεμείωται γὰρ κἀνταῦθα τῶν πρώτων δυεῖν κώλων ἑκάτερον· αὐτοτελῆ δὲ ἂν ἦν, εἴ τις αὐτὰ οὕτως ἐξήνεγκεν· 'ἐγὼ δ' ὅτι μέν τινων κατηγοροῦντα ὡς οὐκ ἐπιτήδειοι ἔχειν τὴν ἀτέλειαν, πάντας ἀφαιρεῖσθαι καὶ τοὺς δικαίως αὐτῆς τυχόντας τῶν ἀδίκων ἐστίν, ἐάσω'· ἀλλ' οὐκ ἐδόκει τῷ Δημοσθένει πλείονα ποιεῖσθαι πρόνοιαν τῆς ἀκριβείας τῶν κώλων ἢ τῆς εὐρυθμίας.
Τὰ δ' αὐτὰ εἰρήσθω μοι καὶ περὶ τῶν καλουμένων περιόδων· καὶ γὰρ ταύτας χρὴ ταῖς τε προηγουμέναις καὶ ταῖς ἑπομέναις οἰκείως συναρμόττειν, ὅταν ἐν περιόδοις προσήκῃ τὸν λόγον ἐκφέρειν. οὐ γὰρ δὴ πανταχῇ γε τὸ ἐμπερίοδον χρήσιμον.
[10] Διωρισμένων δὴ τούτων, ἀκόλουθον ἂν εἴη λέγειν, τίνα ἐστὶν ὧν δεῖ στοχάζεσθαι τὸν βουλόμενον συντιθέναι τὴν λέξιν εὖ, καὶ διὰ τίνων θεωρημάτων τυγχάνοι τις ὧν ἂν βούληται. δοκεῖ δή μοι δύο ταῦτ' εἶναι γενικώτατα ὧν ἐφίεσθαι δεῖ τοὺς συντιθέντας μέτρα τε καὶ λόγους, ἥ τε ἡδονὴ καὶ τὸ καλόν· ἀμφότερα γὰρ ἐπιζητεῖ ταῦτα ἡ ἀκοή, ὅμοιόν τι πάσχουσα τῇ ὁράσει· καὶ γὰρ ἐκείνη πλάσματα καὶ γραφὰς καὶ γλυφὰς ὁρῶσα, ὅταν εὑρίσκῃ ταῦτα ἐν αὐτοῖς, ἀρκεῖται καὶ οὐδὲν ἔτι ποθεῖ. καὶ παράδοξον οὐδέν, εἰ δύο ποιῶ τέλη καὶ χωρίζω τὸ καλὸν ἀπὸ τῆς ἡδονῆς, καὶ ἡγοῦμαί τινα λέξιν ἡδέως μὲν συγκεῖσθαι, μὴ καλῶς δέ, ἢ καλῶς μέν, οὐ μὴν καὶ ἡδέως. ἡ γάρ τοι Θουκυδίδου λέξις καὶ Ἀντιφῶντος τοῦ Ῥαμνουσίου καλῶς μὲν σύγκειται νὴ Δία· οὐ μὴν ἡδέως γε πάνυ· ἡ δέ γε τοῦ Κνιδίου Κτησίου καὶ ἡ τοῦ Σωκρατικοῦ Ξενοφῶντος ἡδέως μέν, οὐ μὴν καλῶς γε ἐφ' ὅσον ἔδει· λέγω δὲ κοινότερον, ἀλλ' οὐχὶ καθάπαξ· ἐπεὶ καὶ παρ' ἐκείνοις ἥρμοσταί τινα ἡδέως, ὡς καὶ παρὰ τούτοις καλῶς. ἡ δὲ Ἡροδότου σύνθεσις ἀμφότερα ταῦτα ἔχει· καὶ γὰρ ἡδεῖα ἐστὶ καὶ καλή.
[11] Ἐξ ὧν δ' οἶμαι γενέσθαι λέξιν ἡδεῖαν καὶ καλήν, τέτταρά ἐστι τὰ κυριώτατα· μέλος καὶ ῥυθμὸς καὶ μεταβολὴ καὶ τὸ παρακολουθοῦν τοῖς τρισὶ τούτοις, τὸ πρέπον. τάττω δὲ ὑπὸ μὲν τὴν ἡδονὴν τήν τε ὥραν καὶ τὴν χάριν καὶ τὴν εὐστομίαν καὶ τὴν γλυκύτητα καὶ τὸ πιθανὸν καὶ πάντα τὰ τοιαῦτα· ὑπὸ δὲ τὸ καλὸν τήν τε μεγαλοπρέπειαν καὶ τὸ βάρος καὶ τὴν σεμνολογίαν καὶ τὸ ἀξίωμα καὶ τὸ πιθανὸν καὶ τὰ τούτοις ὅμοια.
Ἥδεται δὲ ἡ ἀκοὴ τοῖς τέτρασι τούτοις· τίς γάρ ἐστιν, ὃς οὐχ ὑπὸ μὲν ταύτης τῆς μελῳδίας ἄγεται καὶ γοητεύεται, ὑφ' ἑτέρας δέ τινος οὐδὲν πάσχει τοιοῦτον; καὶ ὑπὸ μὲν τῶν ῥυθμῶν τούτων οἰκειοῦται, ὑπὸ τούτων δὲ διοχλεῖται; τὸ δ' αὐτὸ συμβαίνει καὶ ἐν μεταβολαῖς καὶ τῷ πρέποντι· τίς γὰρ οὐκ ἂν ὁμολογήσειεν ὅτι καὶ τῆς ὀργανικῆς μούσης καὶ τῆς ἐν ᾠδῇ καὶ τῆς ἐν ὀρχήσει χάριτος ἐν ἅπασι μὲν εὐστοχούσης, μεταβολὰς δὲ μὴ ποιησαμένης εὐκαίρους ἢ τοῦ πρέποντος ἀποπλανηθείσης βαρὺς μὲν ὁ κόρος, ἀηδὲς δὲ τὸ μὴ τοῖς ὑποκειμένοις ἁρμόττον φαίνεται; καὶ οὐκ ἀλλοτρίᾳ κέχρημαι τοῦ πράγματος εἰκόνι· μουσικὴ γάρ τις ἦν καὶ ἡ τῶν πολιτικῶν λόγων ἐπιστήμη, τῷ ποσῷ διαλλάττουσα τῆς ἐν ᾠδαῖς καὶ ὀργάνοις· καὶ γὰρ ἐν ταύτῃ καὶ μέλος ἔχουσιν αἱ λέξεις καὶ ῥυθμοὺς καὶ μεταβολὴν καὶ πρέπον· ὥστε καὶ ἐπὶ ταύτης ἡ ἀκοὴ τέρπεται μὲν τοῖς μέλεσιν, ἄγεται δὲ τοῖς ῥυθμοῖς, ἀσπάζεται δὲ τὰς μεταβολάς, ποθεῖ δ' ἐπὶ πάντων τὸ οἰκεῖον· ἡ δὲ διαλλαγὴ κατὰ τὸ μᾶλλον καὶ τὸ ἧττον.
Διαλέκτου μὲν οὖν μέλος ἑνὶ μετρεῖται διαστήματι τῷ λεγομένῳ διὰ πέντε ὡς ἔγγιστα· καὶ οὔτε ἐπιτείνεται πέρα τριῶν τόνων καὶ ἡμιτονίου ἐπὶ τὸ ὀξύ, οὔτε ἀνίεται τοῦ χωρίου τούτου πλέον ἐπὶ τὸ βαρύ. οὐ μὴν ἅπασα λέξις ἡ καθ' ἓν μόριον λόγου ταττομένη ἐπὶ τῆς αὐτῆς λέγεται τάσεως, ἀλλὰ ἣ μὲν ἐπὶ τῆς ὀξείας, ἣ δ' ἐπὶ τῆς βαρείας, αἳ δ' ἐπ' ἀμφοῖν. τῶν δὲ ἀμφοτέρας τὰς τάσεις ἐχουσῶν αἳ μὲν κατὰ μίαν συλλαβὴν συνδιεφθαρμένον ἔχουσι τῷ ὀξεῖ τὸ βαρύ, ἃς δὴ περισπωμένας καλοῦμεν· αἳ δὲ ἐν ἑτέρᾳ καὶ ἑτέρᾳ χωρὶς ἑκάτερον ἐφ' ἑαυτοῦ τὴν οἰκείαν φυλάττον φύσιν· καὶ ταῖς μὲν δισυλλάβοις οὐδὲν τὸ διὰ μέσου χωρίον βαρύτητός τε καὶ ὀξύτητος· ταῖς δὲ πολυσυλλάβοις, ἡλίκαι ἂν ὦσιν, ἡ τὸν ὀξὺν τόνον ἔχουσα μία ἐν πολλαῖς ταῖς ἄλλαις βαρείαις ἔνεστιν. ἡ δὲ ὀργανική τε καὶ ᾠδικὴ μοῦσα διαστήμασί τε χρῆται πλείοσιν, οὐ τῷ διὰ πέντε μόνον, ἀλλ' ἀπὸ τοῦ διὰ πασῶν ἀρξαμένη καὶ τὸ διὰ πέντε μελῳδεῖ καὶ τὸ διὰ τεττάρων καὶ τὸ διάτονον καὶ τὸ ἡμιτόνιον, ὡς δέ τινες οἴονται, καὶ τὴν δίεσιν αἰσθητῶς· τάς τε λέξεις τοῖς μέλεσιν ὑποτάττειν ἀξιοῖ, καὶ οὐ τὰ μέλη ταῖς λέξεσιν, ὡς ἐξ ἄλλων τε πολλῶν δῆλον καὶ μάλιστα ἐκ τῶν Εὐριπίδου μελῶν, ἃ πεποίηκε τὴν Ἠλέκτραν λέγουσαν ἐν Ὀρέστῃ πρὸς τὸν χορόν·
Σίγα, σίγα· λευκὸν ἴχνος ἀρβύλης
τιθεῖτε, μὴ κτυπεῖτε·
ἄπο πρόβατ' ἐκεῖσε· ἄπο πρό μοι κοίτας·
ἐν γὰρ δὴ τούτοις τὸ 'σίγα, σίγα· λευκὸν' ἐφ' ἑνὸς φθόγγου μελῳδεῖται, καίτοι τῶν τριῶν λέξεων ἑκάστη βαρείας τε τάσεις ἔχει καὶ ὀξείας· καὶ τὸ 'ἀρβύλης' τῇ μέσῃ συλλαβῇ τὴν τρίτην ὁμότονον ἔχει, ἀμηχάνου ὄντος ἓν ὄνομα δύο λαβεῖν ὀξείας· καὶ τοῦ 'τιθεῖτε' βαρυτέρα μὲν ἡ πρώτη γίνεται, δύο δὲ μετὰ ταύτην ὀξύτονοί τε καὶ ὁμόφωνοι· τοῦ τε 'κτυπεῖτε' ὁ περισπασμὸς ἠφάνισται· μιᾷ γὰρ αἱ δύο συλλαβαὶ λέγονται τάσει· καὶ τὸ 'ἄπο πρόβατε' οὐ λαμβάνει τὴν τῆς μέσης συλλαβῆς προσῳδίαν ὀξεῖαν, ἀλλ' ἐπὶ τὴν τετάρτην συλλαβὴν μεταβέβηκεν ἡ τάσις ἡ τῆς τρίτης. τὸ δ' αὐτὸ γίνεται καὶ περὶ τοὺς ῥυθμούς· ἡ μὲν γὰρ πεζὴ λέξις οὐδενὸς οὔτε ὀνόματος οὔτε ῥήματος βιάζεται τοὺς χρόνους οὔτε μετατίθησιν, ἀλλ' οἵας παρείληφε τῇ φύσει τὰς συλλαβὰς τάς τε μακρὰς καὶ τὰς βραχείας, τοιαύτας φυλάττει· ἡ δὲ μουσική τε καὶ ῥυθμικὴ μεταβάλλουσιν αὐτὰς μειοῦσαι καὶ παραύξουσαι, ὥστε πολλάκις εἰς τἀναντία μεταχωρεῖν· οὐ γὰρ ταῖς συλλαβαῖς ἀπευθύνουσι τοὺς χρόνους, ἀλλὰ τοῖς χρόνοις τὰς συλλαβάς. καὶ ταῦτα μὲν οὕτως· πῶς δ' ἂν γένοιτο λέξις πολιτικὴ παρ' αὐτὴν τὴν σύνθεσιν ἡδύνουσα τὴν ἀκρόασιν κατὰ τὰ πορρηθέντα τέτταρα κεφάλαια, γνοίημεν ἂν οὕτως.
[12] Οὐχ ἅπαντα πέφυκε τὰ μέρη τῆς λέξεως ὁμοίως διατιθέναι τὴν ἀκοήν, ὥσπερ οὐδὲ τὴν γευστικὴν τὰ γευστὰ οὐδὲ τὰς ἄλλας αἰσθήσεις τὰ κινοῦντα ἑκάστην· ἀλλὰ καὶ γλυκαίνουσιν αὐτὴν τινὲς ἦχοι καὶ πικραίνουσι, καὶ τραχύνουσι καὶ λεαίνουσι, καὶ πολλὰ ἄλλα πάθη ποιοῦσι περὶ αὐτήν· αἰτία δὲ ἡ τῶν γραμμάτων φύσις, ἐξ ὧν ἡ φωνὴ συνέστηκε, πολλὰς καὶ διαφόρους ἔχουσα δυνάμεις, καὶ ἡ τῶν συλλαβῶν πλοκὴ παντοδαπῶς σχηματιζομένη. τοιαύτην δὲ ἤδη δύναμιν ἐχόντων τῶν τῆς λέξεως μορίων, ἐπειδὴ μεταθεῖναι τὴν ἑκάστου φύσιν οὐχ οἷόν τε, λείπεται τὸ τῇ μίξει καὶ κράσει καὶ παραθέσει συγκρύπτειν τὴν παρακολουθοῦσαν αὐτῶν τισιν ἀτοπίαν, τραχέσι λεῖα μίσγοντα καὶ σκληροῖς μαλακὰ καὶ κακοφώνοις εὔφωνα καὶ δυσεκφόροις εὐπρόφορα καὶ βραχέσι μακρὰ καὶ τἆλλα τὸν αὐτὸν τρόπον εὐκαίρως συντιθέντα, καὶ μήτ' ὀλιγοσύλλαβα πολλὰ ἑξῆς λαμβάνοντα (κόπτεται γὰρ ἡ ἀκρόασις), μήτε πολυσύλλαβα πλείω τῶν ἱκανῶν, μηδὲ ὁμοιότονα παρ' ὁμοιοτόνοις, μηδὲ ὁμοιόχρονα παρ' ὁμοιοχρόνοις. χρὴ δὲ καὶ τὰς πτώσεις τῶν ὀνοματικῶν ταχὺ μεταλαμβάνειν· καὶ τὴν ὁμοιότητα διαλύειν συνεχῶς, ὀνομάτων τε τινῶν ἑξῆς τιθεμένων πολλῶν καὶ ῥημάτων καὶ ἄλλων μερῶν τὸν κόρον φυλασσομένους· σχήμασί τε μὴ ἐπὶ τοῖς αὐτοῖς ἀεὶ μένειν, μηδὲ τρόπους τοὺς αὐτοὺς ἐπιφέρειν, μηδὲ ἄρχεσθαι πολλάκις ἀπὸ τῶν αὐτῶν μηδὲ λήγειν ἐς τὰ αὐτά.
Καὶ μηδεὶς οἰηθῇ με καθάπαξ ταῦτα παραγγέλλειν, ὡς ἡδονῆς αἴτια διαπαντὸς ἐσόμενα ἢ τἀναντία ὀχλήσεως· οὐχ οὕτως ἀνόητός εἰμι. οἶδα γὰρ ἐξ ἀμφοῖν γινομένην πολλάκις ἡδονήν, τοτὲ μὲν ἐκ τῶν ὁμοιογενῶν, τοτὲ δὲ ἐκ τῶν ἀνομοιογενῶν. ἀλλ' ἐπὶ πάντων οἴομαι δεῖν τὸν καιρὸν ὁρᾶν· οὗτος γὰρ ἡδονῆς καὶ ἀηδίας κράτιστον μέτρον· ὃς οὐκ ἔστι θηρατὸς ἐπιστήμῃ, ἀλλὰ δόξῃ.
Φημὶ δὴ τὸν μέλλοντα διαθήσειν τὴν ἀκοὴν ἡδέως ἢ τὰ ἐμμελῆ καὶ εὔρυθμα καὶ εὔφωνα ὀνόματα, ὑφ' ὧν γλυκαίνεται ἡ αἴσθησις, ἀλλήλοις συναρμόττειν, ἢ τὰ μὴ τοιαῦτα ἐγκαταπλέκειν αὐτοῖς· ὥσπερ καὶ στρατηγοὶ τὰ ἀσθενῆ τοῖς ἰσχυροῖς ἐπικρύπτουσι καὶ γίνεται αὐτοῖς οὐδὲν τῆς δυνάμεως ἄχρηστον. διαναπαύειν δὲ τὴν ταὐτότητα φημὶ δεῖν, μεταβολὰς εὐκαίρους εἰσφέροντα· μεταβολὴ γὰρ πάντων ἡδύ. τελευταῖον δὲ ὃ καὶ πάντων κράτιστον, οἰκείαν ἀποδιδόναι τοῖς ὑποκειμένοις καὶ πρέπουσαν ἁρμονίαν· δυσωπεῖσθαι δ' οὐδὲν οἴομαι δεῖν οὔτε ὄνομα οὔτε ῥῆμα ὅ τι καὶ τέτριπται, μὴ σὺν αἰσχύνῃ λέγεσθαι μέλλον· οὐδὲν γὰρ οὕτω ταπεινὸν ἢ ῥυπαρὸν ἢ ἄλλην τινὰ δυσχέρειαν ἔχον ἔσεσθαι φημὶ λόγου μόριον, ᾧ σημαίνεταί τι σῶμα ἢ πρᾶγμα, ὃ μηδεμίαν ἕξει χώραν ἐπιτηδείαν ἐν λόγοις. παρακελεύομαι δὲ τῇ συνθέσει πιστεύοντας ἀνδρείως πάνυ καὶ τεθαρρηκότως αὐτὰ ἐκφέρειν, Ὁμήρῳ τε παραδείγματι χρωμένους, παρ' ᾧ καὶ τὰ εὐτελέστατα κεῖται τῶν ὀνομάτων, καὶ Δημοσθένει καὶ Ἡροδότῳ καὶ τοῖς ἄλλοις. καὶ περὶ μὲν ἡδείας συνθέσεως ταῦτα.
[13] Καλὴ δ' ἐκ τίνων γίνεται εἴ τις ἔροιτο, ἐκ τῶν αὐτῶν ἂν φαίην καὶ οὐχ ἑτέρων· τὰ γὰρ αὐτὰ ποιητικὰ ἀμφοῖν· μέλος εὐγενές, ῥυθμὸς ἀξιωματικός, μεταβολὴ μεγαλοπρεπής, τὸ πᾶσι τούτοις παρακολουθοῦν πρέπον· αἰτία δὲ καὶ ἐνταῦθα ἥ τε τῶν γραμμάτων φύσις καὶ ἡ τῶν συλλαβῶν δύναμις, ἐξ ὧν πλέκεται τὰ ὀνόματα· ὑπὲρ ὧν καιρὸς ἂν εἴη λέγειν.
[14] Ἀρχαὶ μὲν οὖν εἰσι τῆς ἀνθρωπίνης φωνῆς καὶ ἐνάρθρου μηκέτι δεχόμεναι διαίρεσιν, ἃς καλοῦμεν στοιχεῖα καὶ γράμματα· τούτων δὲ οὐ μία πάντων φύσις· διαφορὰ δὲ αὐτῶν πρώτη μέν, ὡς Ἀριστόξενος ὁ μουσικὸς ἀποφαίνεται, καθ' ἣν τὰ μὲν φωνὰς ἀποτελεῖ ὡς τὰ φωνήεντα, τὰ δὲ ψόφους ὡς τὰ λοιπὰ πάντα· δευτέρα δέ, καθ' ἣν τῶν μὴ φωνηέντων ἃ μὲν καθ' ἑαυτὰ ψόφους ὁποίους δή τινας ἀποτελεῖν πέφυκεν, ῥοῖζον ἢ σιγμὸν ἢ μυγμὸν ἢ τοιούτων τινῶν ἄλλων ἤχων δηλωτικά· ἃ δ' ἐστὶν ἁπάσης ἄμοιρα φωνῆς καὶ ψόφου, καὶ οὐχ οἷά τε ἠχεῖσθαι καθ' ἑαυτά· διὸ δὴ ταῦτα μὲν ἄφωνα τινὲς ἐκάλεσαν, θάτερα δὲ ἡμίφωνα. οἳ δὲ τριχῇ νείμαντες τὰ πάντα, φωνήεντα μὲν ἐκάλεσαν ὅσα καὶ καθ' ἑαυτὰ φωνεῖται καὶ μεθ' ἑτέρων, καὶ ἔστιν αὐτοτελῆ· ἡμίφωνα δ' ὅσα μετὰ μὲν φωνηέντων αὐτὰ ἑαυτῶν κρεῖττον ἐκφέρεται, καθ' ἑαυτὰ δὲ χεῖρον καὶ οὐκ αὐτοτελῶς· ἄφωνα δ' ὅσα οὔτε τὰς τελείας οὔτε τὰς ἡμιτελεῖς φωνὰς ἔχει καθ' ἑαυτά, μεθ' ἑτέρων δὲ ἐκφωνεῖται. ἀρκτέον τοίνυν ἀπὸ τῶν φωνηέντων.
Ἔστι δὴ ταῦτα τὸν ἀριθμὸν ἑπτά· δύο μὲν βραχέα τό τε ε καὶ τὸ ο· δύο δὲ μακρὰ τό τε η καὶ τὸ ω· τρία δὲ δίχρονα τό τε α καὶ τὸ ι καὶ τὸ υ· καὶ γὰρ ἐκτείνεται ταῦτα καὶ συστέλλεται. ἐκφωνεῖται δὲ πάντα παρὰ τῆς ἀρτηρίας συνεχούσης τὸ πνεῦμα, καὶ τοῦ στόματος ἁπλῶς σχηματισθέντος, τῆς τε γλώττης οὐδὲν πραγματευομένης ἀλλ' ἠρεμούσης. πλὴν καὶ τὰ μακρὰ καὶ τῶν διχρόνων ἃ μακρῶς λέγεται, τεταμένον λαμβάνει καὶ διηνεκῆ τὸν αὐλὸν τοῦ πνεύματος· τὰ δὲ βραχέα ἢ βραχέως λεγόμενα ἐξ ἀποκοπῆς τε καὶ μιᾷ πληγῇ πνεύματος καὶ τῆς ἀρτηρίας ἐπὶ βραχὺ κινηθείσης ἐκφέρεται. τούτων δὴ κράτιστα μέν ἐστι καὶ φωνὴν ἡδίστην ἀποτελεῖ τά τε μακρὰ καὶ τῶν διχρόνων ὅσα μηκύνεται, ὅτι πολὺν ἠχεῖται χρόνον καὶ τὸν τοῦ πνεύματος οὐκ ἀποκόπτει χρόνον· χείρω δὲ τὰ βραχέα ἢ βραχέως λεγόμενα, ὅτι μικρόφωνά τε ἐστὶ καὶ σπανίζει τὸν ἦχον. αὐτῶν δὲ τῶν μακρῶν πάλιν εὐφωνότατον μὲν τὸ α, ὅταν ἐκτείνηται· λέγεται γὰρ ἀνοιγομένου τοῦ στόματος ἐπὶ πλεῖστον καὶ τοῦ πνεύματος ἀναφερομένου πρὸς τὸν οὐρανόν· δεύτερον δὲ τὸ η, διότι κάτω περὶ τὴν βάσιν τῆς γλώττης ἐρείδει τὸν ἦχον, ἀλλ' οὐκ ἄνω, καὶ μετρίως ἀνοιγομένου τοῦ στόματος· τρίτον δὲ τὸ ω· στρογγυλίζεται γὰρ ἐν αὐτῷ τὸ στόμα καὶ περιστέλλεται τὰ χείλη, τήν τε πληγὴν τὸ πνεῦμα περὶ τὸ ἀκροστόμιον ποιεῖται. ἔστι δ' ἧττον τούτου τὸ υ· περὶ γὰρ αὐτὰ τὰ χείλη συστολῆς γινομένης ἀξιολόγου πνίγεται καὶ στενὸς ἐκπίπτει ὁ ἦχος. ἔσχατον δὲ πάντων τὸ ι· περὶ τοὺς ὀδόντας γὰρ ἡ κρίσις τοῦ πνεύματος γίνεται μικρὸν ἀνοιγομένου τοῦ στόματος καὶ οὐκ ἐπιλαμπρυνόντων τῶν χειλέων τὸν ἦχον. τῶν δὲ βραχέων οὐδέτερον μὲν εὔμορφον, ἧττον δὲ δυσειδὲς τὸ ε· διίστησι γὰρ τὸ στόμα κρεῖττον θατέρου, καὶ τὴν πληγὴν λαμβάνει περὶ τὴν ἀρτηρίαν μᾶλλον.
Φωνηέντων μὲν οὖν γραμμάτων αὕτη φύσις· ἡμιφώνων δὲ τοιάδε· ὀκτὼ γὰρ τὸν ἀριθμὸν ὄντων αὐτῶν, πέντε μὲν ἐστὶν ἁπλᾶ λ μ ν ρ σ, διπλᾶ δὲ τρία ζ ξ ψ. διπλᾶ δὲ λέγονται διὰ τὸ ἕκαστον αὐτῶν ἐκ δυοῖν ἁπλῶν συνεφθαρμένων ἀλλήλοις συγκεῖσθαι καὶ ἰδίαν φωνὴν λαμβάνειν, ἢ διὰ τὸ χώραν ἐπέχειν δυεῖν γραμμάτων ἐν ταῖς συλλαβαῖς· τούτων δὴ κρείττω μέν ἐστι τὰ διπλᾶ τῶν ἁπλῶν, ἐπειδὴ μείζονά ἐστι τῶν ἑτέρων καὶ μᾶλλον ἐγγίζειν δοκεῖ τοῖς τελείοις· ἥττω δὲ τὰ ἁπλᾶ διὰ τὸ εἰς βραχυτέρους αὐτῶν τόνους συνάγεσθαι τὸν ἦχον. φωνεῖται δὲ αὐτῶν ἕκαστον τοιόνδέ τινα τρόπον· τὸ μὲν λ τῆς γλώττης πρὸς τὸν οὐρανὸν ἱσταμένης καὶ τῆς ἀρτηρίας συνηχούσης· τὸ δὲ μ τοῦ μὲν στόματος τοῖς χείλεσι πιεσθέντος, τοῦ δὲ πνεύματος διὰ τῶν ῥωθώνων μεριζομένου· τὸ δὲ ν τῆς γλώττης τὴν φορὰν τοῦ πνεύματος ἀποκλειούσης καὶ μεταφερούσης ἐπὶ τὸν ῥώθωνα τὸν ἦχον· τὸ δὲ ρ τῆς γλώττης ἄκρας ἀπορραπιζούσης τὸ πνεῦμα καὶ πρὸς τὸν οὐρανὸν ἐγγὺς τῶν ὀδόντων ἀνισταμένης· τὸ δὲ σ τῆς μὲν γλώττης προαγομένης ἄνω πρὸς τὸν οὐρανὸν ὅλης, τοῦ δὲ πνεύματος διὰ μέσου αὐτοῦ φερομένου καὶ περὶ τοὺς ὀδόντας λεπτὸν καὶ στενὸν ἐξωθοῦντος τὸ σύριγμα. τρία δὲ τὰ λοιπὰ ἡμίφωνα μικτὸν λαμβάνει τὸν ψόφον, ἐξ ἑνὸς μὲν τῶν ἡμιφώνων τοῦ σ, τριῶν δὲ ἀφώνων τοῦ τε δ καὶ τοῦ κ καὶ τοῦ π. Δύναται δ' οὐχ ὁμοίως κινεῖν τὴν ἀκοὴν ἅπαντα· ἡδύνει μὲν γὰρ αὐτὴν τὸ λ, καὶ ἔστι τῶν ἡμιφώνων γλυκύτατον· τραχύνει δὲ τὸ ρ, καὶ ἔστι τῶν ὁμογενῶν γενναιότατον· μέσως δέ πως διατίθησι τὰ διὰ τῶν ῥωθώνων συνηχούμενα, τό τε μ καὶ τὸ ν, κερατοειδεῖς ἀποτελοῦντα τοὺς ἤχους· ἄχαρι δὲ καὶ ἀηδὲς τὸ σ, καὶ πλεονάσαν σφόδρα λυπεῖ· θηριώδους γὰρ καὶ ἀλάλου μᾶλλον ἢ λογικῆς ἐφάπτεσθαι δοκεῖ φωνῆς ὁ συριγμός· τῶν γοῦν παλαιῶν τινὲς σπανίως ἐχρῶντο αὐτῷ καὶ πεφυλαγμένως· εἰσὶ δ' οἳ καὶ ἀσίγμους ὅλας ᾠδὰς ἐποίουν· δηλοῖ δὲ τοῦτο καὶ Πίνδαρος ἐν οἷς φησι· 'πρὶν μὲν ἤριπε σχοινοτενῆ φωνήεντα διθυράμβων· καὶ τὸ σᾶν κίβδηλον ἀνθρώποις'. τῶν δὲ διπλῶν μᾶλλον ἡδύνει τὴν ἀκοὴν τὸ ζ ἡσυχῇ τῷ πνεύματι δασυνόμενον· τὸ γάρ τοι ξ διὰ τοῦ κ καὶ τὸ ψ διὰ τοῦ π, ψιλῶν ὄντων ἀμφοτέρων, συριγμὸν ἀποδίδωσι.
Τῶν δὲ ἀφώνων ἐννέα ὄντων τρία μέν ἐστι ψιλὰ κ π τ, τρία δὲ δασέα θ φ χ, τρία δὲ μεταξὺ τούτων καὶ κοινὰ ἀμφοῖν β γ δ· φωνεῖται δὲ αὐτῶν τρία μὲν ἀπὸ τῶν χειλέων ἄκρων, τὸ π καὶ τὸ φ καὶ τὸ β, ὅταν τοῦ στόματος πιεσθέντος τὸ προβαλλόμενον ἐκ τῆς ἀρτηρίας πνεῦμα λύσῃ τὸν δεσμὸν αὐτοῦ· ὁμοίῳ δὲ σχήματι ταῦτα λεγόμενα ψιλότητι καὶ δασύτητι διαφέρουσιν, ὥσπερ καὶ τὰ ῥηθησόμενα. τρία δὲ λέγεται ἄλλα τῆς γλώττης ἄκρῳ τῷ στόματι προσερειδομένης κατὰ τοὺς μετεώρους ὀδόντας, ἔπειθ' ὑπὸ τοῦ πνεύματος ἀπορραπιζομένης καὶ τὴν διέξοδον αὐτῶν κάτω περὶ τοὺς ὀδόντας ἀποδιδούσης, τὸ τ καὶ τὸ θ καὶ τὸ δ. τρία δὲ τὰ λοιπὰ λέγεται μὲν τῆς γλώττης ἀνισταμένης πρὸς τὸν οὐρανὸν ἐγγὺς τοῦ φάρυγγος, τῆς δὲ ἀρτηρίας ὑπηχούσης τῷ πνεύματι, τὸ κ καὶ τὸ χ καὶ τὸ γ. τούτων κράτιστα μέν ἐστιν, ὅσα τῷ πνεύματι πολλῷ λέγεται· δεύτερα δὲ ὅσα μέσῳ· κάκιστα δὲ ὅσα ψιλῷ· ταῦτα μὲν γὰρ τὴν ἑαυτῶν δύναμιν ἔχει μόνην, τὰ δὲ δασέα καὶ τὴν τοῦ πνεύματος προσθήκην, ὡς ἐγγὺς τοῦ τελειότερα εἶναι.
[15] Ἐκ δὴ τῶν γραμμάτων τούτων αἱ καλούμεναι γίνονται συλλαβαί. τούτων δὲ εἰσὶ μακραὶ μὲν ὅσαι συνεστήκασιν ἐκ φωνηέντων μακρῶν ἢ διχρόνων μακρῶς ἐκφερομένων, καὶ ὅσαι λήγουσιν εἰς μακρὸν ἢ μακρῶς λεγόμενον γράμμα ἤ τι τῶν ἡμιφώνων τε καὶ ἀφώνων· βραχεῖαι δὲ αἱ ἐκ βραχέος φωνήεντος ἢ βραχέως λαμβανομένου. μήκους δὲ καὶ βραχύτητος συλλαβῶν οὐ μία φύσις, ἀλλὰ καὶ μακρότεραί τινές εἰσι τῶν μακρῶν καὶ βραχύτεραι τῶν βραχειῶν. ἔσται δὲ τοῦτο φανερὸν ἐπὶ τῶν παραδειγμάτων.
Ὁμολογεῖται δὴ βραχεῖα εἶναι συλλαβή, ἣν ποιεῖ φωνῆεν γράμμα βραχὺ τὸ ο, ὡς λέγεται Ὁδός. ταύτῃ προστεθήτω γράμμα ἓν τῶν ἡμιφώνων τὸ ρ, καὶ γενέσθω Ῥόδος· μένει μὲν ἔτι βραχεῖα ἡ συλλαβή, πλὴν οὐχ ὁμοίως, ἀλλ' ἕξει τινὰ παραλλαγὴν παρὰ τὴν προτέραν· ἔτι προστεθήτω ταύτῃ τῶν ἀφώνων γραμμάτων ἓν τὸ τ, καὶ γενέσθω Τρόπος· μείζων αὕτη τῶν προτέρων ἔσται συλλαβῶν, καὶ ἔτι βραχεῖα μένει· τρίτον ἔτι γράμμα τῇ αὐτῇ συλλαβῇ προστεθήτω τὸ σ, καὶ γενέσθω Στρόφος· τρισὶν αὕτη προσθήκαις ἀκουσταῖς μακροτέρα γενήσεται τῆς βραχυτάτης μένουσα ἔτι βραχεῖα. οὐκοῦν τέσσαρες αὗται βραχείας συλλαβῆς διαφοραὶ τὴν ἄλογον αἴσθησιν ἔχουσαι τῆς παραλλαγῆς μέτρον. ὁ δ' αὐτὸς λόγος καὶ ἐπὶ τῆς μακρᾶς· ἡ γὰρ ἐκ τοῦ η γινομένη συλλαβὴ μακρὰ τὴν φύσιν οὖσα, τεττάρων γραμμάτων προσθήκαις παραυξηθεῖσα, τριῶν μὲν προταττομένων, ἑνὸς δὲ ὑποταττομένου, καθ' ἣν λέγεται Σπλήν, μείζων ἂν δήπου λέγοιτο εἶναι τῆς προτέρας ἐκείνης τῆς μονογραμμάτου μειουμένη τε αὖ πάλιν καθ' ἕκαστον τῶν προστεθέντων γραμμάτων τὰς ἐπὶ τοὔλαττον παραλλαγὰς αἰσθητὰς ἂν ἔχοι.
Πρῶτον μὲν δὴ θεώρημα τοῦτο τῶν ἐν ταῖς συλλαβαῖς παθῶν· ἕτερον δὲ τοιόνδε. τῶν γραμμάτων πολλὰς ἐχόντων διαφορὰς οὐ μόνον περὶ τὰ μήκη καὶ τὰς βραχύτητας, ἀλλὰ καὶ περὶ τοὺς ἤχους, ὑπὲρ ὧν ὀλίγῳ πρότερον εἴρηκα, ἀνάγκη καὶ τὰς ἐκ τούτων συνισταμένας συλλαβὰς ἅμα τήν τε ἰδίαν ἑκάστου σώζειν δύναμιν καὶ τὴν κοινὴν ἁπάντων, ἣ γίνεται διὰ τῆς κράσεώς τε καὶ παραθέσεως αὐτῶν· ἐξ ὧν μαλακαί τε φωναὶ καὶ σκληραί, καὶ λεῖαι καὶ τραχεῖαι, γλυκαίνουσαί τε τὴν ἀκοὴν καὶ πικραίνουσαι, καὶ στύφουσαι καὶ διαχέουσαι, καὶ πᾶσαν ἄλλην κατασκευάζουσαι διάθεσιν φυσικήν· αὗται δέ εἰσι μυρίαι τὸ πλῆθος.
Ταῦτα ἤδη καταμαθόντες οἱ χαριέστατοι ποιητῶν τε καὶ συγγραφέων τὰ μὲν αὐτοὶ κατασκευάζουσιν ὀνόματα, συμπλέκοντες ἐπιτηδείως ἀλλήλοις τὰ γράμματα, καὶ τὰς συλλαβὰς δὲ οἰκείας οἷς ἂν βούλωνται παραστῆσαι πάθεσι ποικίλως φιλοτεχνοῦσιν· ὡς Ὅμηρος ποιεῖ, ἐπὶ μὲν τῶν προσηνέμων αἰγιαλῶν τῇ παρεκτάσει τῶν συλλαβῶν τὸν ἄπαυστον ἐκφαίνειν βουλόμενος ἦχον·
Ἠιόνες βοόωσιν, ἐρευγομένης ἁλὸς ἔξω·
ἐπὶ δὲ τοῦ τετυφλωμένου Κύκλωπος τό τε τῆς ἀλγηδόνος μέγεθος καὶ τὴν διὰ τῶν χειρῶν βραδεῖαν ἔρευναν τῆς τοῦ σπηλαίου θύρας·
Κύκλωψ δὲ στενάχων τε καὶ ὠδίνων ὀδύνῃσι
χερσὶ ψηλαφόων· καὶ ἄλλοθί που δέησιν ἐνδείξασθαι βουλόμενος πολλὴν καὶ κατεσπουδασμένην·
Οὐδ' εἴ κεν μάλα πολλὰ πάθῃ ἑκάεργος Ἀπόλλων,
προπροκυλινδόμενος πατρὸς Διός· καὶ μυρία τοιαῦτα.
[16] Πολλὰ δὲ καὶ παρὰ τῶν ἔμπροσθεν λαμβάνουσιν ὡς ἐκεῖνοι κατεσκεύασαν, ὅσα μιμητικὰ τῶν πραγμάτων ἐστίν, ὡς ἔχει ταυτί·
Ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο.
Αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο.
Αἰγιαλῷ μεγάλῳ βρέμεται, σμαραγεῖ δέ τε πόντος.
Σκέπτετ' ὀιστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων.
μεγάλη δὲ τούτων ἀρχὴ καὶ διδάσκαλος ἡ φύσις, ἡ ποιοῦσα μιμητικοὺς καὶ θετικοὺς ἡμᾶς τῶν ὀνομάτων, οἷς δηλοῦται τὰ πράγματα κατά τινας εὐλόγους καὶ κινητικὰς τῆς διανοίας ὁμοιότητας· ὑφ' ὧν ἐδιδάχθημεν ταύρων τε μυκήματα λέγειν καὶ χρεμετισμοὺς ἵππων καὶ φριμαγμοὺς τράγων, πυρός τε βρόμον καὶ πάταγον ἀνέμων καὶ συριγμὸν κάλων καὶ ἄλλα τούτοις ὅμοια, τὰ μὲν φωνῆς μιμήματα, τὰ δὲ μορφῆς, τὰ δὲ ἔργων, τὰ δὲ πάθους, τὰ δὲ κινήσεως, τὰ δ' ἠρεμίας, τὰ δ' ἄλλου τινός.
Τί δὴ τὸ κεφάλαιον τοῦ λόγου; ὅτι παρὰ μὲν τὰς τῶν γραμμάτων συμπλοκὰς ἡ τῶν συλλαβῶν γίνεται σύνθεσις ποικίλη, παρὰ δὲ τὴν τῶν συλλαβῶν σύνθεσιν ἡ τῶν ὀνομάτων φύσις παντοδαπή, παρὰ δὲ τὰς τῶν ὀνομάτων ἁρμονίας πολύμορφος ὁ λόγος· ὥστε πολλὴ ἀνάγκη καλὴν μὲν εἶναι λέξιν ἐν ᾗ καλά ἐστιν ὀνόματα· κάλλους δὲ ὀνομάτων συλλαβάς τε καὶ γράμματα καλὰ αἴτιον εἶναι· ὁμοίως δὲ καὶ ἡδεῖαν διάλεκτον ἐκ τούτων ἡδυνόντων γίνεσθαι. Ὅμηρος γοῦν ὅταν μὲν ὥραν ὄψεως εὐμόρφου ἐπιδείξασθαι βούληται, τῶν τε φωνηέντων τοῖς κρατίστοις χρήσεται καὶ τῶν ἡμιφώνων τοῖς μαλακωτάτοις· καὶ οὐ καταπυκνώσει τοῖς ἀφώνοις τὰς συλλαβὰς οὐδὲ συγκόψει τοὺς ἤχους παρατιθεὶς ἀλλήλοις τὰ δυσέκφορα· πραεῖαν δέ τινα ποιήσει τὴν ἁρμονίαν τῶν γραμμάτων καὶ ῥέουσαν ἀλύπως διὰ τῆς ἀκοῆς, ὡς ἔχει ταυτί·
Ἡ δ' ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,
Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσῇ Ἀφροδίτῃ.
Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ
φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα.
Καὶ Χλῶριν εἶδον περικαλλέα, τήν ποτε Νηλεὺς
γῆμεν ἑὸν διὰ κάλλος, ἐπεὶ πόρε μυρία ἕδνα.
ὅταν δ' οἰκτρὰν ἢ φοβερὰν ἢ ἀγέρωχον ὄψιν εἰσάγῃ, τῶν φωνηέντων οὐ τὰ κράτιστα θήσει, ἀλλὰ τῶν ψοφοειδῶν ἢ ἀφώνων τὰ δυσεκφορώτατα· καὶ καταπυκνώσει τούτοις τὰς συλλαβάς·
Σμερδαλέος δ' αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ.
Τῇ δ' ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις ἐστεφάνωτο
δεινὸν δερκομένη· περὶ δὲ Δεῖμός τε Φόβος τε.
ποταμῶν δέ γε σύρρυσιν εἰς χωρίον ἓν καὶ πάταγον ὑδάτων ἀναμισγομένων ἐκμιμήσασθαι τῇ λέξει βουλόμενος οὐκέτι λείας συλλαβάς, ἀλλ' ἰσχυρὰς καὶ ἀντιτύπους θήσει·
Ὡς δ' ὅτε χείμαρροι ποταμοὶ κατ' ὄρεσφι ῥέοντες
ἐς μισγάγκειαν συμβάλλετον ὄμβριμον ὕδωρ· καὶ μυρία τοιαῦτα. εἰ μὲν οὖν ἐγχωροίη πάντ' εἶναι τὰ μόρια τῆς λέξεως, ὑφ' ὧν μέλλει δηλοῦσθαι τὸ πρᾶγμα, εὔφωνά τε καὶ καλλιρρήμονα, μανίας ἔργον ζητεῖν τὰ χείρω· εἰ δὲ ἀδύνατον εἴη τοῦτο, ὥσπερ ἐπὶ πολλῶν ἔχει, τῇ πλοκῇ καὶ μίξει καὶ παραθέσει πειρατέον ἀφανίζειν τὴν τῶν χειρόνων φύσιν· καὶ γὰρ καὶ τὰ ἐν τῇ Βοιωτίᾳ ὀνόματα Ὑρία καὶ Μυκαλησσὸς καὶ Γραία καὶ Ἐτεωνὸς καὶ τὰ τοιαῦτα οὐδεμίαν ἔχει καλλιλογίαν· ἀλλ' οὕτως αὐτὰ καλῶς Ὅμηρος συνύφαγκε καὶ παραπληρώμασιν εὐφώνοις διείληφεν, ὥστε μεγαλοπρεπέστερα φαίνεσθαι πάντων ὀνομάτων.
[17] Ἵνα δὲ μηδεὶς εἰκῇ με δόξῃ λέγειν ῥυθμοὺς καὶ μέτρα μουσικῆς οἰκεῖα θεωρίας εἰς οὐ ῥυθμικὴν οὐδ' ἔμμετρον εἰσάγοντα διάλεκτον (ἔφην γὰρ τοὺς ῥυθμοὺς οὐ μικρὰν μοῖραν ἔχειν τῆς ἀξιωματικῆς θέσεως), ἀποδώσω καὶ τὸν ὑπὲρ τούτων λόγον. ἔχει δ' οὕτως. πᾶν μέρος λόγου, ὃ μὴ μονοσύλλαβόν ἐστιν, ἐν ῥυθμῷ τινι λέγεται· τὸ δ' αὐτὸ καλῶ πόδα καὶ ῥυθμόν. Δισυλλάβου μὲν οὖν λέξεως διαφοραὶ τέσσαρες, σπονδεῖος, πυρρίχιος, ἴαμβος, τροχαῖος. ὁ μὲν οὖν πυρρίχιος οὔτε μεγαλοπρεπής ἐστιν οὔτε σεμνός· σχῆμα δὲ αὐτοῦ τοιόνδε
Λέγε δὲ σὺ κατὰ πόδα νεόχυτα μέλεα. ὁ δὲ σπονδεῖος ἀξίωμα ἔχει καὶ σεμνότητα πολλήν· παράδειγμα δὲ αὐτοῦ τόδε
Ποίαν δῆθ' ὁρμάσω· ταύταν, ἢ κείναν· ἢ ταύταν;
ὁ δ' ἴαμβος οὐκ ἀγεννής, οἷον
Ἐπεὶ σχολὴ πάρεστι, παῖ Μενοιτίου.
ὁ δὲ τροχαῖος μαλακώτερος τούτου καὶ ἀγεννέστερος, οἷον
Θυμὲ θύμ' ἀμηχάνοισι κήδεσιν κυκώμενε.
Δισυλλάβων μὲν δὴ ῥυθμοὶ καὶ σχήματα τοσαῦτα.
τρισυλλάβων δὲ σχήματα ὀκτώ· ὁ μὲν γὰρ ἐξ ἁπασῶν βραχειῶν χορεῖος ταπεινός τε καὶ ἄσεμνος καὶ ἀγεννής, οἷον
Βρόμιε δορατοφόρ' ἐνυάλιε πολέμοιο κέλαδε·
ὁ δ' ἐξ ἁπασῶν μακρῶν μολοττὸς ὑψηλὸς καὶ ἀξιωματικός, οἷον
Ὦ Ζηνὸς καὶ Λήδας κάλλιστοι σωτῆρες.
ὁ δὲ ἀμφίμακρος καὶ οὗτος τῶν εὖ ἐχόντων, οἷον
Οἳ δ' ἐπείγοντο πλωταῖς ἀπήναισι χαλκεμβόλοις.
ὁ δὲ ἀμφίβραχυς οὐ σφόδρα τῶν εὐσχήμων ἐστίν, ἀλλὰ κέκλασται πρὸς τὸ θῆλυ, οἷον
Ἴακχε διθύραμβε· σὺ τῶνδε χοραγέ.
ὁ δὲ ἀνάπαιστος σεμνότητα ἔχει πολλήν, ἐπιτήδειος μεγέθει ἢ πάθει, οἷον
Βαρύ μοι κεφαλᾶς ἐπίκρανον ἔχει·
ὁ δὲ δάκτυλος πάνυ σεμνὸς καὶ εἰς τὸ κάλλος τῆς ἑρμηνείας ἀξιολογώτατος· καὶ τό γε ἡρωϊκὸν μέτρον τούτῳ κοσμεῖται, οἷον
Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν.
ὁ δὲ βακχεῖος ἀνδρώδης πάνυ καὶ εἰς σεμνολογίαν ἐπιτήδειος, οἷον
Σοὶ Φοῖβε Μοῦσαί τε σύμβωμοι.
ὁ δὲ παλιμβάκχειος καὶ οὗτος ὅμοιος τῷ βακχείῳ, οἷον
Τίν' ἀκτάν, τίν' ὕλαν δράμω; ποῖ πορευθῶ;
οὗτοι δώδεκα ῥυθμοί τε καὶ πόδες εἰσὶν οἱ πρῶτοι καταμετροῦντες ἅπασαν ἔμμετρόν τε καὶ ἄμετρον λέξιν· ἐξ ὧν γίνονται στίχοι τε καὶ κῶλα. οἱ γὰρ ἄλλοι πόδες καὶ ῥυθμοὶ πάντες ἐκ τούτων εἰσὶ σύνθετοι. ἁπλοῦς δὲ ῥυθμὸς ἢ ποὺς οὔτ' ἐλάττων ἔσται δύο [18] συλλαβῶν οὔτε μείζων τριῶν. ἔνθέν τοι καὶ Θουκυδίδης ἀξιωματικῶς συγκεῖσθαι τὴν ἐν τῷ ἐπιταφίῳ λέξιν βουλόμενος οὕτω φησίν· 'Οἱ μὲν πολλοὶ τῶν ἐνθάδε ἤδη εἰρηκότων ἐπαινοῦσι τὸν προσθέντα τῷ νόμῳ τὸν λόγον τόνδε, ὡς καλὸν ἐπὶ τοῖς ἐκ τῶν πολέμων θαπτομένοις ἀγορεύεσθαι αὐτόν'· διόλου γὰρ ταυτὶ τὰ κῶλα ἐκ σπονδείων καὶ ἀναπαίστων καὶ κρητικῶν εἴτ' οὖν ἀμφιμάκρων καὶ δακτύλων καὶ τῶν τοιούτων ἃ τὴν σεμνότητα ποιεῖ σύγκειται. καὶ μυρία τοιαῦτα καὶ παρὰ Πλάτωνι ἔστιν εὑρεῖν. ὁ γὰρ ἀνὴρ ἐμμέλειάν τε καὶ εὐρυθμίαν συνιδεῖν δαιμονιώτατος· καὶ εἴ γε δεινὸς ἦν οὕτως ἐκλέξαι τὰ ὀνόματα, ὡς συνθεῖναι περιττός, καὶ νύ κεν ἢ παρήλασεν ἂν τὸν Δημοσθένην κάλλος ἑρμηνείας ἢ ἀμφήριστον ἔθηκε. νῦν δὲ περὶ μὲν τὴν ἐκλογὴν ἔστιν ὅτε διαμαρτάνει, καὶ μάλιστα ἐν οἷς ἂν τὴν ὑψηλὴν καὶ περιττὴν καὶ ἐγκατάσκευον διώκῃ φράσιν· συντίθησι δὲ τὰ ὀνόματα καὶ ἡδέως καὶ καλῶς νὴ Δία, καὶ οὐκ ἄν τις αὐτὸν ἔχοι κατὰ τοῦτο μέμψασθαι τὸ μέρος. ὁ δὲ Δημοσθένης ὅρος τίς ἐστιν ἐκλογῆς τε ὀνομάτων καὶ κάλλους συνθέσεως.
[19] Εἰρηκὼς δὴ καὶ περὶ τῶν ῥυθμῶν, ἐπὶ τὸ τρίτον θεώρημα τὴν μεταβολὴν μεταβήσομαι. Λέγω δ' οὐ τὴν ἐκ τῶν κρειττόνων ἐπὶ τὰ χείρω, ἀλλὰ τὴν ἐν τοῖς ὁμοειδέσι ποικιλίαν. κόρον γὰρ ἔχει καὶ τὰ καλὰ πάντα ὥσπερ καὶ τὰ ἡδέα ὄντα ἐν τῇ ταὐτότητι, ποικιλλόμενα δὲ ταῖς μεταβολαῖς ἀεὶ καινὰ μένει. τοῖς μὲν οὖν τὰ μέτρα καὶ τὰ μέλη γράφουσιν οὐχ ἅπαντα ἔξεστι μεταβάλλειν οὐδ' ἐφ' ὅσον βούλονται. αὐτίκα τοῖς μὲν ἐποποιοῖς μέτρον οὐκ ἔξεστι μεταβάλλειν, ἀλλ' ἀνάγκη πάντας εἶναι τοὺς στίχους ἑξαμέτρους· οὐδέ γε ῥυθμόν, ἀλλὰ τοῖς ἀπὸ μακρᾶς ἀρχομένοις συλλαβῆς χρήσονται. τοῖς δὲ τὰ μέλη γράφουσι τὸ μὲν τῶν στροφῶν τε καὶ ἀντιστρόφων οὐχ οἷόν τε ἀλλάξαι μέλος· ἀλλ' ἐάν τ' ἐναρμονίους ἐάν τε χρωματικὰς ἐάν τε διατόνους ὑποθῶνται μελῳδίας, ἐν πάσαις δεῖ ταῖς στροφαῖς καὶ ἀντιστρόφοις τὰς αὐτὰς ἀγωγὰς φυλάττειν· περὶ δὲ τὰς καλουμένας ἐπῳδοὺς ἀμφότερα κινεῖν ταῦτα ἔξεστι, τό τε μέλος καὶ τὸν ῥυθμὸν τά τε κῶλα ἐξ ὧν συνέστηκε περίοδος ἑκάστη, ἄλλοτε ἄλλα μεγέθη καὶ σχήματα αὐτοῖς περιτιθέντας.
Οἱ μὲν οὖν ἀρχαῖοι μελοποιοί, λέγω Ἀλκαῖόν τε καὶ Σαπφώ, μικρὰς ἐποιοῦντο στροφάς, ὥστ' ἐν ὀλίγοις τοῖς κώλοις οὐ πολλὰς εἰσῆγον μεταβολάς· οἱ δὲ περὶ Στησίχορόν τε καὶ Πίνδαρον μείζους ἐργασάμενοι τὰς περιόδους εἰς πολλὰ μέτρα καὶ κῶλα διένειμαν αὐτὰς μεταβολῆς ἔρωτι. οἱ δέ γε διθυραμβοποιοὶ καὶ τοὺς τρόπους μετέβαλλον, Δωρίους τε καὶ Φρυγίους καὶ Λυδίους ἐν τῷ αὐτῷ ᾄσματι ποιοῦντες· καὶ τὰς μελῳδίας ἐξήλλαττον, τοτὲ μὲν ἐναρμονίους ποιοῦντες, τοτὲ δὲ χρωματικάς, τοτὲ δὲ διατόνους. ἡ δὲ πεζὴ λέξις ἅπασαν ἐλευθερίαν ἔχει ποικίλλειν ταῖς μεταβολαῖς τὴν σύνθεσιν ὅπως βούλεται.
Καὶ ἔστι λέξις κρατίστη πασῶν, ἥ τις ἂν ἔχοι πλείστας ἀναπαύλας τε καὶ μεταβολὰς ἐναρμονίους, ὅταν τουτὶ μὲν ἐν περιόδῳ λέγηται, τουτὶ δ' ἔξω περιόδου, καὶ ἥδε μὲν ἡ περίοδος ἐκ πλειόνων πλέκηται κώλων, ἥδε δ' ἐξ ἐλαττόνων, αὐτῶν δὲ τῶν κώλων τὸ μὲν βραχύτερον ᾖ, τὸ δὲ μακρότερον, καὶ τὸ μὲν γοργότερον, τὸ δὲ βραδύτερον, ῥυθμοί τε ἄλλοτε ἄλλοι, καὶ σχήματα παντοῖα, καὶ τάσεις φωνῆς αἱ καλούμεναι προσῳδίαι διάφοροι, κλέπτουσαι τῇ ποικιλίᾳ τὸν κόρον. ἔχει δὲ χάριν τὸ οὕτω συγκείμενον, ὥστε μὴ συγκεῖσθαι δοκεῖν. παράδειγμα δὲ τῆς τοιαύτης μεταβολῆς ποιοῦμαι πᾶσαν μὲν τὴν Ἡροδότου λέξιν, πᾶσαν δὲ τὴν Πλάτωνος, πᾶσαν δὲ τὴν Δημοσθένους· ἀδύνατον γὰρ εὑρεῖν τούτων ἑτέρους ἐπεισοδίοις τε πλείοσι καὶ ποικιλίαις εὐκαιροτέροις καὶ σχήμασι πολυειδεστέροις χρησαμένους· λέγω δὲ τὸν μὲν ὡς ἐν ἱστορίας σχήματι, τὸν δ' ὡς ἐν διαλόγων χάριτι, τὸν δ' ὡς ἐν λόγων ἐναγωνίων χρείᾳ. ἀλλ' οὐχ ἡ Ἰσοκράτους καὶ τῶν ἐκείνου γνωρίμων αἵρεσις ὁμοία ταύταις ἦν· ἀλλὰ καίπερ ἡδέως καὶ μεγαλοπρεπῶς πολλὰ συνθέντες οἱ ἄνδρες οὗτοι περὶ τὰς μεταβολὰς καὶ τὴν ποικιλίαν οὐ πάνυ εὐτυχοῦσιν· ἀλλ' ἔστι παρ' αὐτοῖς κύκλος τις, ὁμοειδὴς σχημάτων τάξις, φυλακὴ συμπλοκῆς φωνηέντων ἡ αὐτή, ἄλλα πολλὰ τοιαῦτα κόπτοντα τὴν ἀκρόασιν. καὶ αὐτῷ μὲν ἴσως τῷ Ἰσοκράτει πολλαὶ χάριτες ἐπήνθουν ἄλλαι ταύτην ἐπικρύπτουσαι τὴν ἀμορφίαν, παρὰ δὲ τοῖς μετ' ἐκεῖνον ἀπ' ἐλαττόνων τῶν ἄλλων κατορθωμάτων περιφανέστερον γίνεται τοῦτο τὸ ἁμάρτημα.
[20]
Ἔτι καταλείπεται ἡμῖν ὁ περὶ τοῦ πρέποντος λόγος. πρέπον δέ ἐστι τὸ τοῖς ὑποκειμένοις ἁρμόττον προσώποις καὶ πράγμασιν. ὥσπερ γὰρ ἔστι τις ἐκλογὴ νοημάτων ἣ μὲν πρέπουσα τοῖς ὑποκειμένοις, ἣ δὲ ἀπρεπής, οὕτω δή που καὶ σύνθεσις· οὐ γὰρ ὁμοίᾳ συνθέσει χρώμεθα ὀργιζόμενοι καὶ χαίροντες, οὐδὲ ὀλοφυρόμενοι καὶ φοβούμενοι, οὐδ' ἐν ἄλλῳ τινὶ πάθει ὄντες· καὶ μὴν καὶ οἱ αὐτοὶ ἄνθρωποι ἐν τῇ αὐτῇ καταστάσει τῆς ψυχῆς ὄντες, ὅταν ἀπαγγέλλωσι πράγματα οἷς ἂν παραγενόμενοι τύχωσιν, οὐχ ὁμοίᾳ χρῶνται συνθέσει περὶ πάντων· ἀλλὰ καὶ μιμητικοὶ γίνονται τῶν ἀπαγγελλομένων, οὐδὲν ἐπιτηδεύοντες, ἀλλὰ φυσικῶς ἐπὶ τοῦτο ἀγόμενοι. ταῦτα δὲ δεῖ παρατηροῦντα τὸν ἀγαθὸν ποιητὴν καὶ ῥήτορα μιμητικὸν εἶναι τῶν πραγμάτων ὑπὲρ ὧν ἂν τοὺς λόγους ἐκφέροι, μὴ μόνον κατὰ τὴν ἐκλογὴν τῶν ὀνομάτων, ἀλλὰ καὶ κατὰ τὴν σύνθεσιν. ὃ ποιεῖν εἴωθεν Ὅμηρος, καίπερ μέτρον ἔχων καὶ ῥυθμοὺς ὀλίγους, ἀλλ' ὅμως ἀεί τι καινουργῶν ἐν αὐτοῖς καὶ φιλοτεχνῶν, ὥστε μηδὲν ἡμῖν διαφέρειν γινόμενα τὰ πράγματα ἢ λεγόμενα ὁρᾶν. οἷον
Καὶ μὴν καὶ Σίσυφον εἶδον κρατέρ' ἄλγε' ἔχοντα,
λᾶαν βαστάζοντα πελώριον ἀμφοτέρῃσιν·
ἤτοι ὃ μὲν σκηριπτόμενος χερσί τε ποσίν τε
λᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον·
ἐνταῦθα γὰρ ἡ σύνθεσίς ἐστιν ἡ δηλοῦσα τῶν γινομένων ἕκαστον· τὸ βάρος τοῦ πέτρου, τὴν ἐπίπονον ἐκ τῆς γῆς κίνησιν, τὸν διερειδόμενον τοῖς κώλοις, τὸν ἀναβαίνοντα πρὸς τὸν ὄχθον, τὴν μόλις ἀνωθουμένην πέτραν· γέγονε δὲ παρὰ τὸ ἐν τοῖς δυσὶ στίχοις οἷς ἀνακυλίει τὴν πέτραν, ἔξω δυεῖν ῥημάτων τὰ λοιπὰ τῆς λέξεως μόρια πάντ' ἐστὶν ἤτοι δισύλλαβα ἢ μονοσύλλαβα· ἔπειτα τῷ ἡμίσει πλείους εἰσὶν αἱ μακραὶ συλλαβαὶ τῶν βραχειῶν, καὶ διαβεβήκασι πᾶσαι αἱ τῶν ὀνομάτων ἁρμονίαι καὶ διεστήκασιν αἰσθητῶς, ἢ τῶν φωνηέντων συγκρουομένων ἢ τῶν ἡμιφώνων τε καὶ ἀφώνων· ῥυθμοῖς τε καὶ δακτύλοις καὶ σπονδείοις σύγκειται. αἱ μὲν οὖν μονοσύλλαβοι καὶ δισύλλαβοι λέξεις, πολλοὺς τοὺς μεταξὺ χρόνους ἀλλήλων ἀπολείπουσαι, τὸ χρόνιον ἐμιμήσαντο τοῦ ἔργου· αἱ δὲ μακραὶ συλλαβαὶ στηριγμούς τινας ἔχουσαι καὶ ἐγκαθίσματα τὴν ἀντιτυπίαν καὶ τὸ βαρὺ καὶ τὸ μόλις· τὸ δὲ μεταξὺ τῶν ὀνομάτων ψύγμα καὶ ἡ τῶν τραχυνόντων γραμμάτων παράθεσις τὰ διαλείμματα τῆς ἐνεργείας καὶ τὰς ἐποχὰς καὶ τὸ τοῦ μόχθου μέγεθος· οἱ ῥυθμοὶ δ' ἐν μήκει θεωρούμενοι τὴν διέκτασιν τῶν μελῶν καὶ τὸν διελκυσμὸν τοῦ κυλίοντος καὶ τὴν τοῦ πέτρου ἔρεισιν. καὶ ὅτι ταῦτα οὐ φύσεώς ἐστιν αὐτοματιζούσης ἔργα, ἀλλὰ τέχνης μιμήσασθαι πειρωμένης τὰ γινόμενα, τὰ ἑξῆς δηλοῖ· τὴν γὰρ ἀπὸ τῆς κορυφῆς ἐπιστρέφουσαν πάλιν καὶ κατακυλιομένην πέτραν οὐ τὸν αὐτὸν ἡρμήνευκε τρόπον, ἀλλ' ἐπιταχύνας καὶ συστρέψας τὴν σύνθεσιν· προειπὼν γὰρ ἐν τῷ αὐτῷ σχήματι
ἀλλ' ὅτε μέλλοι
ἄκρον ὑπερβαλέειν,
ἐπιτίθησι τοῦτο
τότ' ἐπιστρέψασκε κραταιὶς
αὖτις· ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής·
οὐχὶ συγκυλίεται τῷ βάρει τῆς πέτρας ἡ τῶν ὀνομάτων σύνθεσις, μᾶλλον δὲ ἔφθακε τὴν τοῦ λίθου φορὰν τὸ τῆς ἀπαγγελίας τάχος; μονοσύλλαβον μὲν γὰρ οὐδεμίαν, δισυλλάβους δὲ δύο μόνας ἔχει λέξεις· καὶ οὐ διίστησι τοὺς χρόνους ἀλλ' ἐπιταχύνει· καὶ πλείους τῶν μακρῶν αἱ βραχεῖαι· καὶ οὔτε φωνήεντα διιστῶσιν ἀλλήλων τὰ ὀνόματα οὔτε ἡμιφώνῳ ἡμίφωνον ἢ ἄφωνον παράκειται, ἃ τραχύνει τὸν λόγον· ἀλλὰ συνολισθαίνουσιν ἀλλήλαις καὶ συγκαταφέρονται, καὶ τρόπον τινὰ μία ἐξ ἁπασῶν γίνεται διὰ τὴν τῶν ἁρμονιῶν ἀκρίβειαν· καὶ ῥυθμὸς οὐδεὶς σπονδεῖος ἐν αὐτοῖς.
[21] Διαφοραὶ δὲ συνθέσεως εἰδικαὶ μὲν σφόδρα πολλαὶ καὶ εἰς σύνοψιν ἐλθεῖν οὐ δυνάμεναι· οὐ γὰρ ὁμοίως τὰ αὐτὰ ὀνόματα συντίθεμεν ἅπαντες. τὰς μέντοι γενικὰς αὐτῆς διαφορὰς μόνας τρεῖς εἶναι πείθομαι, ἃς οὐκ ἔχων ὀνομάζειν μεταφορικοῖς ὀνόμασι καλῶ, τὴν μὲν αὐστηράν, τὴν δὲ γλαφυρὰν ἢ ἀνθηράν, τὴν δὲ τρίτην εὔκρατον εἴ τε κατὰ στέρησιν τῶν ἄκρων εἴ τε κατὰ μῖξιν εἴ τε κατὰ ἄνεσιν καὶ ἐπίτασιν τῶν ἐσχάτων ὅρων.
[22] Τῆς μὲν οὖν αὐστηρᾶς ἁρμονίας τοιόσδε ὁ χαρακτήρ· ἐρείδεσθαι βούλεται τὰ ὀνόματα ἀσφαλῶς καὶ στάσεις λαμβάνειν ἰσχυράς, ὥστ' ἐκ περιφανείας ἕκαστον ὄνομα ὁρᾶσθαι, ἀπέχειν τε ἀπ' ἀλλήλων τὰ μόρια διαστάσεις ἀξιολόγους αἰσθητοῖς χρόνοις διειργόμενα· τραχείαις τε χρῆσθαι πολλαχῇ καὶ ἀντιτύποις ταῖς συμβολαῖς· ῥυθμοὺς δὲ ἐπιτηδεύει τοὺς ἀξιωματικοὺς καὶ μεγαλοπρεπεῖς, καὶ οὔτε πάρισα βούλεται τὰ κῶλα ἀλλήλοις εἶναι οὔτε παρόμοια οὔτε ἀνάγκῃ δουλεύοντα, ἀκόλουθα δὲ καὶ εὐγενῆ καὶ λαμπρὰ καὶ ἐλεύθερα· φύσει τ' ἐοικέναι μᾶλλον αὐτὰ βούλεται ἢ τέχνῃ, καὶ κατὰ πάθος λέγεται μᾶλλον ἢ κατὰ ἦθος· περιόδους δὲ συντιθέναι συναπαρτιζούσας ἑαυταῖς τὸν νοῦν τὰ πολλὰ μὲν οὐδὲ βούλεται· εἰ δέ ποτ' αὐτομάτως ἐπὶ τοῦτο κατενεχθείη, τὸ ἀνεπιτήδευτον ἐμφαίνειν θέλει καὶ ἀφελές, οὔτε προσθήκαις τισὶν ὀνομάτων, ἵνα ὁ κύκλος ἐκπληρωθῇ, μηδὲν ὠφελούσαις τὸν νοῦν χρωμένη, οὔτε ὅπως αἱ βάσεις αὐτῶν γένοιντο θεατρικαί τινες ἢ γλαφυραί, οὐδ' ἵνα τῷ πνεύματι τοῦ λέγοντος ὦσιν αὐτάρκεις· οὐδέ τι τοιοῦτον· ἀλλὰ περὶ τὰς πτώσεις ποικίλη, περὶ τοὺς σχηματισμοὺς ὀλιγοσύνδεσμος, ἄναρθρος, ἐν πολλοῖς ὑπεροπτικὴ τῆς ἀκολουθίας, ἥκιστα ἀνθηρά, μεγαλόφρων, αὐθέκαστος, ἀκόμψευτος, τὸν ἀρχαϊσμὸν καὶ τὸν πῖνον ἔχουσα κάλλος. Ταύτης τῆς ἁρμονίας πολλοὶ μὲν ἐγένοντο ζηλωταί, διαφέροντες δὲ τῶν ἄλλων ἐν μὲν ποιήσει ὅ τε Κολοφώνιος Ἀντίμαχος καὶ Ἐμπεδοκλῆς ὁ φυσικός, ἐν δὲ μελοποιίᾳ Πίνδαρος, ἐν τραγῳδίᾳ δὲ Αἰσχύλος, ἐν ἱστορίᾳ δὲ Θουκυδίδης, ἐν δὲ πολιτικοῖς λόγοις Ἀντιφῶν. προκείσθω δὴ καὶ παραδείγματα· Πινδάρου μὲν διθύραμβός τις οὗ ἐστιν ἡ ἀρχή·
'Δεῦτ' ἐν χορὸν Ὀλύμπιοι
ἐπί τε κλυτὰν πέμπετε χάριν θεοί,
πολύβατον οἵ τ' ἄστεος ὀμφαλὸν θυόεντα
ἐν ταῖς ἱεραῖς Ἀθάναις
οἰχνεῖτε πανδαίδαλόν τ' εὐκλέ' ἀγοράν,
ἰοδέτων λαχεῖν στεφάνων τᾶν τ' ἐαριδρόπων ἀοιδᾶν·
Διόθεν τέ με σὺν ἀγλαΐᾳ
ἴδετε πορευθέντ' ἀοιδᾶν δεύτερον
ἐπὶ τὸν κισσοδόταν θεόν,
τὸν Βρόμιον ἐριβόαν τε βροτοὶ καλέομεν,
γόνον ὑπάτων νίν τε πατέρων μέλπομεν
γυναικῶν τε Καδμεϊᾶν Σεμέλαν.
Ἐναργέα τελέων σάματ' οὐ λανθάνει,
φοινικοεάνων ὁπότ' οἰχθέντος Ὡρᾶν θαλάμου
εὔοδμον ἐπάγῃσιν ἔαρ φυτὰ νεκτάρεα·
τότε βάλλεται, τότ' ἐπ' ἄμβροτον χέρσον ἐραταὶ
ἴων φόβαι ῥόδα τε κόμαισι μίγνυνται
ἀχεῖ τ' ὀμφαὶ μελέων σὺν αὐλοῖς
ἀχεῖ τε Σεμέλαν ἑλικάμπυκα χοροί.'
Ταῦθ' ὅτι μέν ἐστιν ἰσχυρὰ καὶ στιβαρὰ καὶ ἀξιωματικὰ καὶ πολὺ τὸ αὐστηρὸν ἔχει, τραχύνει τε ἀλύπως καὶ πικραίνει μετρίως τὰς ἀκοάς, πάντες ἂν εἴποιεν. γέγονε δὲ τοῦτο κατὰ τέχνην· τὸ γὰρ 'ἐν χορόν' καὶ ἀντίτυπον καὶ οὐκ εὐεπές, τοῦ μὲν συνδέσμου λήγοντος εἰς τὸ ν, τοῦ δὲ προσηγορικοῦ ἀρχομένου ἐξ ἀφώνου τοῦ χ· ἀσύμμικτα δὲ κατὰ μίαν συλλαβὴν προηγουμένου τοῦ ν φύσει ταῦτα τὰ στοιχεῖα καὶ ἀκόλλητα· ὥστε τὰ τῶν συλλαβῶν δύο μόρια οὐ συνάπτει τὸν ἦχον, ἀλλ' ἀνάγκη σιωπήν τινα γενέσθαι μέσοιν ἀμφοῖν τὴν διορίζουσαν ἑκατέρων τῶν γραμμάτων τὰς δυνάμεις. ἔτι καὶ τὸ 'κλυτάν' ἀντίτυπον πεποίηκε καὶ τραχεῖαν τὴν σύνθεσιν καὶ δυσεκφώνητον ἀναβολὴν καὶ ἐγκοπὴν τῆς ἁρμονίας. εἰ γοῦν τὸ κ τὶς ἀφέλοι τῆς συλλαβῆς καὶ ποιήσει 'ἐπί τε λυτάν', λυθήσεται καὶ τὸ τραχὺ τῆς ἁρμονίας. τοιοῦτον δὲ καὶ τὸ 'πέμπετε' τῷ 'κλυτάν' ἐπικείμενον οὐκ εὐκέραστον ἦχον ἔχει, ἀλλ' ἀνάγκη στηριχθῆναι τὸ ν, καὶ πιεσθέντος ἱκανῶς τοῦ στόματος τότε ἀκουστὸν γενέσθαι τὸ π· οὐ γὰρ ὑποτακτικὸν τῷ ν τὸ π· τούτου δ' αἴτιον ὁ τοῦ στόματος σχηματισμός, οὔτε κατὰ τὸν αὐτὸν τόπον οὔτε τῷ αὐτῷ τρόπῳ τῶν γραμμάτων τούτων ἐκφερομένων ὡς προδεδήλωταί μοι. καὶ πολλά τις ἂν εὕροι τοιαῦτα, ὅλην τὴν ᾠδὴν σκοπῶν.
Πινδάρου μὲν οὖν ἅλις ἔστω· Θουκυδίδου δὲ λαμβανέσθω λέξις ἡ ἐκ τοῦ προοιμίου ἥδε·
'Θουκυδίδης Ἀθηναῖος ξυνέγραψε τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων ὡς ἐπολέμησαν πρὸς ἀλλήλους, ἀρξάμενος εὐθὺς καθισταμένου, καὶ ἐλπίσας μέγαν τε ἔσεσθαι καὶ ἀξιολογώτατον τῶν προγεγενημένων, τεκμαιρόμενος ὅτι ἀκμάζοντες εἰς αὐτὸν ἦσαν ἀμφότεροι παρασκευῇ τῇ πάσῃ, καὶ τὸ ἄλλο Ἑλληνικὸν ὁρῶν ξυνιστάμενον πρὸς ἑκατέρους, τὸ μὲν εὐθύς, τὸ δὲ καὶ διανοούμενον· κίνησις γὰρ αὕτη μεγίστη δὴ τοῖς Ἕλλησιν ἐγένετο καὶ μέρει τινὶ τῶν βαρβάρων, ὡς δ' εἰπεῖν, καὶ ἐπὶ πλεῖστον ἀνθρώπων· τὰ γὰρ πρὸ αὐτῶν καὶ τὰ ἔτι παλαιότερα σαφῶς εὑρεῖν διὰ χρόνου πλῆθος ἀδύνατα ἦν'.
Αὕτη ἡ λέξις ὅτι μὲν οὐκ ἔχει λείας οὐδὲ συνεζευγμένας ἀκριβῶς τὰς ἁρμονίας, οὐδὲ ἔστιν εὐεπὴς καὶ μαλακή, ἀλλὰ πολὺ τὸ ἀντίτυπον καὶ στρυφνὸν ἐμφαίνει, οὐδὲν δέομαι λέγειν, ἄλλως τε καὶ αὐτοῦ τοῦ συγγραφέως ὁμολογήσαντος, ὅτι εἰς μὲν ἀκρόασιν ἧττον ἐπιτερπὴς ἡ γραφή ἐστι, 'κτῆμα δ' εἰς ἀεὶ μᾶλλον ἢ ἀγώνισμα εἰς τὸ παραυτίκα ἀκούειν σύγκειται'. τίνα δ' ἐστὶ τὰ θεωρήματα, οἷς χρησάμενος ὁ ἀνὴρ οὕτως αὐστηρὰν πεποίηκε τὴν ἁρμονίαν, δι' ὀλίγων σημανῶ.
Αὐτίκα ἐν ἀρχῇ τῷ Ἀθηναῖος τὸ 'ξυνέγραψεν' ἐπαγόμενον διίστησιν ἀξιολόγως τὴν ἁρμονίαν· οὐ γὰρ προτάττεται τὸ σ τοῦ ξ κατὰ συνεκφοράν, δεῖ δὲ τοῦ σ σιωπῇ καταληφθέντος τότε ἀκουστὸν γενέσθαι τὸ ξ· τοῦτο δὲ τραχύτητα ἐργάζεται καὶ ἀντιτυπίαν τὸ πάθος. ἔπειθ' αἱ μετὰ τοῦτο γινόμεναι συγκοπαὶ τῶν ἤχων, τοῦ τε ν καὶ τοῦ τ καὶ τοῦ π καὶ τοῦ κ, τετράκις ἑξῆς ἀλλήλαις παρακείμεναι, χαράττουσιν εὖ μάλα τὴν ἀκοὴν καὶ διασαλεύουσιν ἀξιολόγως τὰς ἁρμονίας, ὅταν φῇ 'τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων'· τούτων γὰρ τῶν μορίων τῆς λέξεως οὐθὲν ὅ τι οὐχὶ καταληφθῆναί τε δεῖ καὶ πιεσθῆναι πρότερον ὑπὸ τοῦ στόματος περὶ τὸ τελευταῖον γράμμα, ἵνα τὸ συναπτόμενον αὐτῷ τρανὴν καὶ καθαρὰν τὴν ἑαυτοῦ λάβῃ δύναμιν· ἔτι πρὸς τούτοις ἡ τῶν φωνηέντων παράθεσις ἐν τῷ 'καὶ Ἀθηναίων' διακέκρουκε τὸ συνεχὲς τῆς ἁρμονίας καὶ διέστηκε πάνυ αἰσθητὸν τὸν μεταξὺ λαβοῦσα χρόνον· ἀκέραστοι γὰρ αἱ φωναὶ τοῦ τε ι καὶ τοῦ α καὶ ἀποκόπτουσαι τὸν ἦχον· τὸ δ' εὐεπὲς οἱ συνεχεῖς τε καὶ οἱ συλλεαινόμενοι ποιοῦσιν ἦχοι. καὶ πολλὰ τοιαῦτα ἂν εὕροι τις.
[23] Ἡ δὲ γλαφυρὰ καὶ ἀνθηρὰ σύνθεσις χαρακτῆρα τοιόνδε ἔχει· οὐ ζητεῖ καθ' ἓν ἕκαστον ὄνομα ἐκ περιφανείας ὁρᾶσθαι, οὐδ' ἐν ἕδρᾳ πάντα βεβηκέναι πλατείᾳ καὶ ἀσφαλεῖ, οὐδὲ μακροὺς τοὺς μεταξὺ αὐτῶν εἶναι χρόνους, οὐδὲ τὸ βραδὺ καὶ σταθερὸν φίλον αὐτῇ, ἀλλὰ κεκινῆσθαι βούλεται τὴν ὀνομασίαν καὶ φέρεσθαι θάτερα κατὰ θατέρων ὀνομάτων ὥσπερ τὰ ῥέοντα, καὶ συνυφάνθαι τὰ μόρια, ὡς μιᾶς λέξεως ὄρεξιν διατελεῖν εἰς δύναμιν· τοῦτο δὲ ποιοῦσιν αἱ τῶν ἁρμονιῶν ἀκρίβειαι· χρόνον οὐδένα αἰσθητὸν μεταξὺ ὀνομάτων περιλαμβάνουσαι· ἔοικέ τε κατὰ μέρος εὐητρίοις ὑφαῖς ἢ γραφαῖς συνεφθαρμένα τὰ φωτεινὰ τοῖς σκιεροῖς ἐχούσαις· εὔφωνά τε εἶναι βούλεται πάντα τὰ ὀνόματα καὶ λεῖα καὶ μαλακὰ καὶ παρθενωπά. τραχείαις δὲ συλλαβαῖς καὶ ἀντιτύποις ἀπέχθειαί που· τὸ δὲ θρασὺ πᾶν καὶ παρακεκινδυνευμένον δι' εὐλαβείας ἔχει· καὶ τὰ κῶλα δὲ τοῖς κώλοις εὖ συνυφάνθαι βούλεται καὶ πάντα εἰς περίοδον τελευτᾶν ὁρίζουσαν κώλου τε μῆκος ὃ μὴ βραχύτερον ἔσται μηδὲ μεῖζον τοῦ μετρίου, καὶ περιόδου μέτρον οὗ πνεῦμα τέλειον ἀνδρὸς κρατήσει. χρῆται δὲ καὶ ῥυθμοῖς οὐ τοῖς μεγίστοις, ἀλλὰ τοῖς μέσοις τε καὶ βραχυτέροις· καὶ τῶν περιόδων τὰς τελευτὰς εὐρύθμους εἶναι βούλεται καὶ βεβηκυίας ὡς ἂν ἀπὸ στάθμης, τἀναντία ποιοῦσα ἐν ταῖς τούτων ἁρμογαῖς ἢ ταῖς τῶν ὀνομάτων· ἐκεῖνα μὲν γὰρ συναλείφει, ταύτας δὲ διίστησι καὶ ὥσπερ ἐκ περιόπτου βούλεται φανερὰς εἶναι. σχήμασί τε οὐ τοῖς ἀρχαιοπρεπεστάτοις, ἀλλὰ τοῖς τρυφεροῖς καὶ θεατρικοῖς χρῆται· καὶ ὅλως τοὐναντίον ἔχει σχῆμα τῆς προτέρας. ἐποποιῶν μὲν οὖν ἔμοιγε κάλλιστα τουτονὶ δοκεῖ τὸν χαρακτῆρα ἐξεργάσασθαι Ἡσίοδος· μελοποιῶν δὲ Σαπφὼ καὶ μετ' αὐτὴν Ἀνακρέων καὶ Σιμωνίδης· τραγῳδοποιῶν δὲ μόνος Εὐριπίδης· συγγραφέων δὲ ἀκριβῶς μὲν οὐδείς, μᾶλλον δὲ τῶν πολλῶν Ἔφορός τε καὶ Θεόπομπος· ῥητόρων δὲ Ἰσοκράτης. θήσω δὲ καὶ ταύτης παραδείγματα τῆς ἁρμονίας, ποιητῶν μὲν προχειρισάμενος Σαπφώ, ῥητόρων δὲ Ἰσοκράτην. ἄρξομαι δὲ ἀπὸ τῆς μελοποιοῦ.
Ποικιλόθρον' ἀθάνατ' Ἀφροδίτα,
παῖ Διὸς δολοπλόκε, λίσσομαί σε,
μή μ' ἄσαισι μηδ' ἀνίαισι δάμνα
πότνια θυμόν·
ἀλλὰ τύ δελφὲ πόκα τ' ἔρωτα
τὰς ἐμὰς αὐδὰς ἀίοις· ἀπόλυ
ἔκλυες· πατρὸς δὲ δόμον λιποῖσα,
χρύσειον ἦλθες
ἅρμ' ὑποζεύξασα· καλοὶ δέ σ' ἄγον
ὠκέες στρουθοὶ περὶ γᾶς μελαίνας
πυκνὰ δινεῦντες πτέρ' ἀπ' ὠρανὤθε ρος διὰ μέσω.
αἶψα δ' ἐξίκοντο· τὺ δ' ὦ μάκαιρα
μειδιάσασ' ἀθανάτω προσώπω
ἤρε' ὅ τι δ' ἦν τὸ πέπονθα, κὤτι
δεῦρο κάλημι·
κὤτι γ' ἐμῶ μάλιστα θέλω γενέσθω
μαινόλα θυμῶ· τίνα δηὖτε πειθὼ
καὶ σαγήνεσσαν φιλότητα· τίς ὦ
Σαπφὼ δίκη·
καὶ γὰρ εἰ φεύγει ταχέως διώξει·
αἰ δὲ δῶρα μὴ δὲ καί τ' ἄλλα δώσει·
αἰ δὲ μὴ φιλεῖ, ταχέως φιλήσει·
κὤ εἰ καὶ θέλεις.
ἐλθέ μοι καὶ νῦν· χαλεπᾶν δὲ λῦσον
ἐκ μεριμνᾶν· ὅσα δέ μοι τελέσαι
θυμὸς ἱμέρει τέλεσον, σὺ δ' αὐτᾶ
σύμμαχος ἔσσο.
ταύτης τῆς λέξεως ἡ εὐέπεια καὶ ἡ χάρις ἐν τῇ συνεχείᾳ καὶ λειότητι γέγονε τῶν ἁρμονιῶν· παράκειται γὰρ ἀλλήλοις τὰ ὀνόματα καὶ συνύφανται κατά τινας οἰκειότητας καὶ συζυγίας φυσικὰς τῶν γραμμάτων· τὰ γὰρ φωνήεντα τοῖς ἀφώνοις συνάπτεται μικροῦ διὰ πάσης τῆς ᾠδῆς, ὅσα προτάττεσθαι καὶ ὑποτάττεσθαι πέφυκεν ἀλλήλοις κατὰ μίαν συλλαβὴν συνεκφερόμενα· ἡμιφώνων τε πρὸς ἡμίφωνα καὶ ἀφώνων καὶ φωνηέντων πρὸς ἄλληλα συμπτώσεις, αἳ διασαλεύουσι τοὺς ἤχους, ὀλίγαι πάνυ ἔνεισιν. εἰκότως δὴ γέγονεν εὔρους τις ἡ λέξις καὶ μαλακή, τῆς ἁρμονίας τῶν ὀνομάτων μηδὲν ἀποκυματιζούσης τὸν ἦχον.
Καὶ Σαπφοῦς μὲν ταῦτα· Ἰσοκράτους δὲ ἐκ τοῦ Ἀρεοπαγιτικοῦ τάδε·
'Πολλοὺς ὑμῶν οἴομαι θαυμάζειν, ἥντινά ποτε γνώμην ἔχων περὶ σωτηρίας τὴν πρόσοδον ἐποιησάμην, ὥσπερ ἢ τῆς πόλεως ἐν κινδύνοις οὔσης ἢ σφαλερῶς αὐτῇ τῶν πραγμάτων καθεστώτων, ἀλλ' οὐ πλείους μὲν τριήρεις ἢ διακοσίας κεκτημένης, εἰρήνην δὲ τὰ περὶ τὴν χώραν ἀγούσης καὶ τῶν κατὰ θάλατταν ἀρχούσης, ἔτι δὲ συμμάχους ἐχούσης πολλοὺς μὲν τοὺς ἑτοίμους ἡμῖν ἤν τι δέῃ βοηθήσοντας, πολὺ δὲ πλείους τοὺς τὰς συντάξεις ὑποτελοῦντας καὶ τὸ προσταττόμενον ποιοῦντας. ὧν ὑπαρχόντων ἡμᾶς μὲν ἄν τις φήσειεν εἰκὸς εἶναι θαρρεῖν ὡς πόρρω τῶν κινδύνων ὄντας, τοῖς δ' ἐχθροῖς τοῖς ἡμετέροις προσήκειν δεδιέναι καὶ βουλεύεσθαι περὶ σωτηρίας. ὑμεῖς μὲν οὖν οἶδ' ὅτι τούτῳ χρώμενοι τῷ λογισμῷ καὶ τῆς ἐμῆς προσόδου καταφρονεῖτε καὶ πᾶσαν ἐλπίζετε τὴν Ἑλλάδα τῇ δυνάμει ταύτῃ κατασχήσειν· ἐγὼ δὲ δι' αὐτὰ ταῦτα τυγχάνω δεδιώς. ὁρῶ γὰρ τῶν πόλεων τὰς ἄριστα πράττειν οἰομένας κάκιστα βουλευομένας, καὶ τὰς μάλιστα θαρρούσας εἰς πλεῖστον κίνδυνον καθισταμένας. αἴτιον δὲ τούτων ἐστίν, ὅτι τῶν ἀγαθῶν καὶ τῶν κακῶν οὐδὲν αὐτὸ καθ' αὑτὸ παραγίνεται τοῖς ἀνθρώποις, ἀλλὰ συντέτακται καὶ συνακολουθεῖ τοῖς μὲν πλούτοις καὶ ταῖς δυναστείαις ἄνοια καὶ μετὰ ταύτης ἀκολασία, ταῖς δὲ ἐνδείαις καὶ ταῖς ταπεινότησιν καὶ σωφροσύνη καὶ πολλὴ μετριότης. ὥστε χαλεπὸν εἶναι διαγνῶναι, ποτέραν ἄν τις εὔξαιτο τῶν μερίδων τούτων τοῖς παισὶ τοῖς αὑτοῦ καταλιπεῖν· ἴδοι γὰρ ἂν ἐκ μὲν τῆς φαυλοτέρας εἶναι δοκούσης ἐπὶ τὸ βέλτιον ὡς ἐπὶ τὸ πολὺ τὰς πράξεις ἐπιδιδούσας, ἐκ δὲ τῆς κρείττονος φαινομένης ἐπὶ τὸ χεῖρον εἰθισμένας μεταπίπτειν.'
Ταῦθ' ὅτι συνείληπταί τε καὶ συγκέχρωσται, καὶ οὐδὲν ἕκαστον ὄνομα ἐν ἕδρᾳ περιφανεῖ καὶ πλατείᾳ βέβηκεν οὐδὲ μακροῖς τοῖς μεταξὺ χρόνοις διείργεται καὶ διαβέβηκεν ἀπ' ἀλλήλων, ἀλλ' ἐν κινήσει φαίνεται καὶ ῥύσει συνεχεῖ, πραεῖαί τέ εἰσι καὶ συνάπτουσαι τὴν λέξιν ἁρμονίαι, τὸ ἄλογον ἐπιμαρτυρεῖ τῆς ἀκοῆς πάθος. ὅτι δ' οὐκ ἄλλα τινὰ τούτων ἐστὶν αἴτια ἢ τὰ προειρημένα ὑπ' ἐμοῦ περὶ τῆς ἀγωγῆς ταύτης τῶν λόγων, ῥᾴδιον ἐξ ἐκείνων ἰδεῖν.
[24] Ἡ δὲ τρίτη καὶ μέση τῶν εἰρημένων ἁρμονιῶν σχῆμα μὲν ἴδιον οὐδὲν ἔχει, κεκέρασται δὲ ὡς ἐξ ἐκείνων μετρίως. καὶ ἔστιν ἐκλογή τις τῶν ἐν ἑκατέρᾳ κρατίστων. ὧν αὕτη δοκεῖ μοι τὰ πρωτεῖα ἐπιτηδεία εἶναι φέρεσθαι, ἐπειδὴ μεσότης μέν τις ἐστί· μεσότης δὲ ἡ ἀρετὴ καὶ βίων καὶ ἔργων. ὁρᾶται δὲ οὐ κατὰ ἀπαρτισμόν, ἀλλὰ ἐν πλάτει, καὶ τὰς εἰδικὰς ἔχει διαφορὰς πολλάς· οἵ τε χρησάμενοι αὐτῇ οὐ τὰ αὐτὰ πάντες οὐδ' ὁμοίως ἐπετήδευσαν.
Κορυφὴ μὲν οὖν ἁπάντων καὶ σκοπός,
ἐξ οὗ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα
καὶ πᾶσαι κρῆναι, δικαίως ἂν Ὅμηρος λέγοιτο· πᾶς γὰρ αὐτῷ τόπος, ὅτου τις ἂν ἅψοιτο, ταῖς τε αὐστηραῖς καὶ ἀνθηραῖς ἁρμονίαις εἰς ἄκρον διαπεποίκιλται. τῶν δὲ ἄλλων ὅσοι τὴν αὐτὴν μεσότητα ἐπετήδευσαν, ὕστεροι μέντοι Ὁμήρου μακρῷ παρ' ἐκεῖνον ἐξεταζόμενοι φαίνοιντ' ἄν· καθ' ἑαυτοὺς δὲ εἰ θεωροίη τις αὐτούς, ἀξιοθέατοι· μελοποιῶν μὲν Στησίχορός τε καὶ Ἀλκαῖος, τραγῳδοποιῶν δὲ Σοφοκλῆς, συγγραφέων δὲ Ἡρόδοτος, ῥητόρων δὲ Δημοσθένης, φιλοσόφων δὲ κατ' ἐμὴν δόξαν Δημόκριτός τε καὶ Πλάτων καὶ Ἀριστοτέλης. τούτων γὰρ ἑτέρους εὑρεῖν ἀμήχανον ἄμεινον κεράσαντας τοὺς λόγους.
[25] Ἐπὶ τούτοις ῥητέον, πῶς γίνεται λέξις ἄμετρος ὁμοία καλῷ ποιήματι ἢ μέλει, καὶ πῶς ποίημα ἢ μέλος πεζῇ λέξει καλῇ παραπλήσιον. ἔστω δὲ παράδειγμα Δημοσθένης, ὃν ἐν τοῖς μάλιστα οἶμαι τὴν ποιητικὴν ἐκμεμάχθαι φράσιν· τίς γὰρ οὐκ ἂν ὁμολογήσειε, τοῖς κρατίστοις ἐοικέναι ποιήμασί τε καὶ μέλεσι τοὺς Δημοσθένους λόγους, καὶ μάλιστα τοὺς φιλιππικοὺς καὶ τοὺς δικανικοὺς τοὺς δημοσίους; ὧν ἑνὸς τὸ προοίμιον τουτί·
'Μηδεὶς ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίσῃ με μήτ' ἰδίας ἔχθρας μηδεμιᾶς ἕνεχ' ἥκειν Ἀριστοκράτους κατηγορήσοντα τουτουί, μήτε μικρὸν ὁρῶντά τι καὶ φαῦλον ἁμάρτημα ἑτοίμως οὕτως ἐπὶ τούτῳ προάγειν ἐμαυτὸν εἰς ἀπέχθειαν· ἀλλ' εἴπερ ἆρ' ὀρθῶς ἐγὼ λογίζομαι καὶ σκοπῶ, περὶ τοῦ Χερόνησον ἔχειν ὑμᾶς ἀσφαλῶς καὶ μὴ παρακρουσθέντας ἀποστερηθῆναι πάλιν αὐτῆς, περὶ τούτου ἐστί μοι ἅπασα ἡ σπουδή'.
Πειρατέον δὲ καὶ περὶ τούτων λέγειν, ἃ φρονῶ. Πᾶσα λέξις ἡ δίχα μέτρου συγκειμένη ποιητικὴν ἢ μελικὴν οἶμαι χάριν οὐ δύναται προσλαβεῖν κατὰ γοῦν τὴν σύνθεσιν αὐτήν, ἐὰν μὴ περιέχῃ μέτρα καὶ ῥυθμούς τινας ἐγκατατεταγμένους ἀδήλους. οὐ μέντοι προσήκει γε ἔμμετρον οὐδ' ἔρρυθμον αὐτὴν εἶναι δοκεῖν· ποίημα γὰρ οὕτως ἔσται καὶ μέλος, ἀλλ' εὔρυθμον αὐτὴν χρὴ καὶ ἔμμετρον φαίνεσθαι μόνον. οὕτω γὰρ ἂν εἴη ποιητικὴ μέν, οὐ μὴν ποίημά γε· καὶ ἐμμελὴς μέν, οὐ μέλος δέ. ἡ μὲν γὰρ ὅμοια παραλαμβάνουσα μέτρα καὶ τεταγμένους σώζουσα ῥυθμοὺς καὶ κατὰ στίχον ἢ περίοδον ἢ στροφὴν διὰ τῶν αὐτῶν σχημάτων περαινομένη κἄπειτα πάλιν τοῖς αὐτοῖς ῥυθμοῖς καὶ μέτροις ἐπὶ τῶν ἑξῆς χρωμένη καὶ τοῦτο μέχρι πολλοῦ ποιοῦσα ἔρρυθμός ἐστι καὶ ἔμμετρος, καὶ ὀνόματα αὐτῇ μέτρον καὶ μέλος· ἡ δὲ πεπλανημένα μέτρα καὶ ἀτάκτους ῥυθμοὺς ἐμπεριλαμβάνουσα εὔρυθμος μέν ἐστιν, ἐπειδὴ διαπεποίκιλται τισὶ ῥυθμοῖς, οὐκ ἔρρυθμος δέ, ἐπειδὴ οὐ τοῖς αὐτοῖς οὐδὲ κατὰ τὸ αὐτό. τοιαύτην δή φημι πᾶσαν εἶναι λέξιν ἄμετρον, ἥτις ἐμφαίνει τὸ ποιητικὸν καὶ μελικόν· ᾗ δὴ καὶ τὸν Δημοσθένην κεχρῆσθαι φημί. αὐτίκα ἐπὶ τοῦ προτεθέντος παραδείγματος ἄρχεται μὲν ἀπὸ ἀναπαιστικοῦ στίχου τετραμέτρου· λείπεται δὲ ποδὶ τοῦ τελείου, παρ' ὃ καὶ λέληθε· 'Μηδεὶς ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίσῃ με'· τοῦτο γὰρ εἰ προσλάβοι πόδα, τέλειον ἀναπαιστικὸν ἔσται, ὃ καλοῦσι τινὲς Ἀριστοφάνειον· 'Μηδεὶς ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίσῃ με παρεῖναι'. τοῦτο δὲ οὐκ ἐκ ταὐτομάτου γέγονεν, ἀλλ' ἐξ ἐπιτηδεύσεως· καὶ γὰρ καὶ τὸ συναπτόμενον τούτῳ κῶλον, εἰ διαλύσειέ τις αὐτοῦ τὴν δευτέραν συναλοιφήν, ἣ πεποίηκεν αὐτὸ ἄσημον ἐπισυνάπτουσα τῷ τρίτῳ κώλῳ, πεντάμετρον ἐλεγειακὸν ἔσται συντετελεσμένον τουτί· 'μήτ' ἰδίας ἔχθρας μηδεμιᾶς ἕνεκα'. καὶ ἑνὸς δὲ τοῦ μεταξὺ κώλου συγκειμένου λεκτικῶς τοῦ 'ἥκειν Ἀριστοκράτους κατηγορήσαντα τουτουί', τὸ συμπλεκόμενον τούτῳ πάλιν κῶλον Ἀριστοφάνειον ἐστί· 'μήτε μικρὸν ὁρῶντά τι καὶ φαῦλον ἁμάρτημα ἑτοίμως οὕτως' τὸ δ' ἀκόλουθον ἴσον ἐστὶν ἰαμβικῷ τριμέτρῳ τὸν ἔσχατον ἀφῃρημένῳ πόδα· 'προάγειν ἐμαυτὸν εἰς ἀπέχθειαν'. καὶ τὸ προσεχὲς πάλιν ἰαμβεῖόν ἐστι, καὶ τοῦτο τρίμετρον ὀρθόν· 'ἀλλ' εἴπερ ἆρ' ὀρθῶς ἐγὼ λογίζομαι', τοῦ ἄρα συνδέσμου μακρὰν λαμβάνοντος τὴν προτέραν συλλαβήν· καὶ ἔτι τὸ 'καὶ σκοπῶ' παρεμπεσὸν ἐπισκοτούμενον τὸ μέτρον ἠφάνισε. καὶ μηδεὶς ἄτοπον λογίσαιτο, εἰ τοσαύτης δόξης ἀνὴρ ἐπὶ δεινότητι λόγων, ἔργα συνταττόμενος αἰώνια καὶ διδοὺς ἑαυτὸν ὑπεύθυνον τῷ πάντα βασανίζοντι χρόνῳ ἠβουλήθη μηδὲν εἰκῇ μήτε πρᾶγμα παραλαμβάνειν μήτ' ὄνομα, ἄλλως τε καὶ τῶν τότε ἀνθρώπων οὐ γραπτοῖς ἀλλὰ γλυπτοῖς καὶ τορευτοῖς ἐοικότας ἐκφερόντων λόγους, λέγω δὲ Ἰσοκράτους καὶ Πλάτωνος τῶν σοφιστῶν· ὃ μέν γε τὸν πανηγυρικὸν λόγον, ὡς οἱ τὸν ἐλάχιστον χρόνον γράφοντες, ἔτεσι δέκα συνετάξατο· ὁ δὲ Πλάτων τοὺς ἑαυτοῦ διαλόγους κτενίζων καὶ βοστρυχίζων καὶ πάντα τρόπον ἀναπλέκων οὐ διέλιπεν ὀγδοήκοντα γεγονὼς ἔτη· γνώρισμα δὲ τούτου τά τε ἄλλα, καὶ δὴ καὶ τὰ περὶ τὴν δέλτον, ἣν τελευτήσαντος αὐτοῦ λέγουσιν εὑρεθῆναι ποικίλως μετακειμένην τὴν ἀρχὴν τῆς Πολιτείας ἔχουσαν τήνδε· 'Κατέβην χθὲς εἰς Πειραιᾶ μετὰ Γλαύκωνος τοῦ Ἀρίστωνος'. πολὺ γὰρ μᾶλλον προσήκει τούτοις μηδενὸς τῶν ἐλαχίστων ὀλιγωρεῖν ἢ ζωγράφοις καὶ τορευταῖς περὶ τὰ φλεβία καὶ τὰ πτίλα καὶ τὸν χνοῦν καὶ τὰς τοιαύτας μικρολογίας κατατρίβειν τὴν τῆς τέχνης ἀκρίβειαν. μειράκιον μὲν οὖν ὄντα αὐτὸν καὶ νεωστὶ τοῦ μαθήματος ἁπτόμενον οὐκ ἄλογον πάντα περισκοπεῖν, ὅσα δυνατὰ ἦν εἰς ἐπιτήδευσιν ἀνθρωπίνην πεσεῖν· ἐπειδὴ δὲ ἡ χρόνιος ἄσκησις ἰσχὺν πολλὴν λαβοῦσα τύπους τινὰς ἐν τῇ διανοίᾳ παντὸς τοῦ μελετωμένου καὶ σφραγῖδας ἐνεποίησεν, ἐκ τοῦ ῥᾴστου καὶ ἀπὸ τῆς ἕξεως αὐτὰ ᾔδει ποιεῖν. οἷόν τι γίνεται κἀν ταῖς ἄλλαις τέχναις, ὧν ἐνέργειά τις ἡ ποίησις τὸ τέλος· καὶ ἡμεῖς δὲ τὰ γράμματα παιδευόμενοι πρῶτα μὲν τὰ ὀνόματα αὐτῶν ἐκμανθάνομεν, ἔπειτα τοὺς τύπους καὶ τὰς δυνάμεις, εἶθ' οὕτω τὰς συλλαβὰς καὶ τὰ ἐν ταύταις πάθη, καὶ μετὰ τοῦτο ἤδη τὰς λέξεις καὶ τὰ συμβεβηκότα αὐταῖς, ἐκτάσεις τε καὶ συστολὰς καὶ προσῳδίας καὶ τὰ παραπλήσια· ὅταν δὲ τούτων τὴν ἐπιστήμην λάβωμεν, τότε ἀρχόμεθα γράφειν τε καὶ ἀναγινώσκειν κατὰ συλλαβάς· καὶ βραδέως τὸ πρῶτον, ἐπειδὰν δὲ ὁ χρόνος ἀξιόλογος προσελθὼν τύπους ἰσχυροὺς αὐτῶν ἐν ταῖς ψυχαῖς ἡμῶν ποιήσῃ, τότε ἀπὸ τοῦ ῥᾴστου δρῶμεν αὐτά, καὶ πᾶν ὅ τι ἂν ἐπιδῷ τις βιβλίον, ἀπταίστως διερχόμεθα ἕξει τε καὶ τάχει ἀπίστῳ. τοιοῦτο δὴ καὶ περὶ τὴν σύνθεσιν τῶν ὀνομάτων γίνεται παρὰ τοῖς ἀθληταῖς τοῦ ἔργου· τοὺς δὲ τούτου ἀπείρους θαυμάζειν καὶ ἀπιστεῖν οὐκ ἄλογον.
[26] Περὶ δὲ τῆς ἐμμελοῦς καὶ ἐμμέτρου συνθέσεως τῆς ἐχούσης πολλὴν ὁμοιότητα πρὸς τὴν πεζὴν λέξιν, πρώτη μέν ἐστιν αἰτία κἀνταῦθα ἡ τῶν ὀνομάτων ἁρμογή· δευτέρα δὲ ἡ τῶν κώλων σύνθεσις· τρίτη δὲ ἡ τῶν περιόδων ἐμμετρία. τὸν δὴ βουλόμενον ἐν τούτῳ τῷ μέρει κατορθοῦν δεῖ τὰ τῆς λέξεως μόρια συμμέτρως μὴ συναπαρτίζοντα τοῖς στίχοις, ἀλλὰ διατέμνοντα τὸ μέτρον, ἄνισά τε ποιεῖν αὐτὰ καὶ ἀνόμοια· πολλάκις δὲ καὶ εἰς κόμματα συνάγειν βραχύτερα κώλων· τάς τε περιόδους μήτε ἰσομεγέθεις μήτε ὁμοιοσχήμονας τὰς γοῦν παρακειμένας ἀλλήλαις ἐργάζεσθαι· ἔγγιστα γὰρ φαίνεται λόγοις τὸ περὶ τοὺς ῥυθμοὺς καὶ τὰ μέτρα πεπλανημένον· παράδειγμα τούτων
Αὐτὰρ ὅ γ' ἐγ λιμένος προσέβη τρηχεῖαν ἀταρπόν·
ἓν μὲν δὴ τοῦτο κῶλον. ἕτερον δέ
χῶρον ἀν' ὑλήεντα
ἔλαττόν τε τοῦ προτέρου, καὶ δίχα τέμνον τὸν στίχον· τρίτον δέ
δι' ἄκριας
κομμάτιον τέταρτον δέ
οἷ οἱ Ἀθήνη
πέφραδε δῖον ὑφορβόν ἐξ ἡμιστιχίων δύο· ἔπειτα τὸ τελευταῖον
ὅ οἱ βιότοιο μάλιστα
κήδετο οἰκήων· οὓς κτήσατο δῖος Ὀδυσσεύς
ἀτελῆ μὲν τὸν τρίτον ποιοῦν στίχον, τοῦ δὲ τετάρτου τῇ προσθήκῃ τὴν ἀκρίβειαν ἀφῃρημένον. τὰ δ' αὐτὰ νοητέον κἀν τοῖς ἰαμβικοῖς καὶ τοῖς ἄλλοις μέτροις· ὧν παρὰ τοῖς τραγικοῖς μυρία τὰ παραδείγματα.
Τοιαῦτα δ' ἐστὶ τὰ ὅμοια τοῖς καλοῖς λόγοις μέτρα καὶ μέλη, διὰ ταύτας γινόμενα τὰς αἰτίας.