[1] *********************
δικανικοῖς μὲν οὖν οὐ περιέτυχον αὐτοῦ λόγοις, δημηγορικοῖς δὲ ὀλίγοις καί τισι καὶ τέχναις, τοῖς δὲ πλείοσιν ἐπιδεικτικοῖς. τῆς δὲ ἰδέας αὐτοῦ τῶν λόγων τοιοῦτος ὁ χαρακτήρ, ἐγκωμιάζει δὲ τοὺς ἐν πολέμοις ἀριστεύσαντας Ἀθηναίων· 'Τί γὰρ ἀπῆν τοῖς ἀνδράσι τούτοις, ὧν δεῖ ἀνδράσι προσεῖναι; τί δὲ προσῆν, ὧν δεῖ ἀπεῖναι; εἰπεῖν δυναίμην, ἃ βούλομαι, βουλοίμην δέ, ἃ δεῖ, λαθὼν μὲν τὴν θείαν νέμεσιν, φυγὼν δὲ τὸν ἀνθρώπινον φθόνον. οὗτοι γὰρ ἐκέκτηντο ἔνθεον μὲν τὴν ἀρετήν, ἀνθρώπινον δὲ τὸ θνητόν, ‹πολλὰ μὲν δὴ τὸ παρὸν ἐπιεικὲς τοῦ αὐθάδους δικαίου προκρίνοντες, πολλὰ δὲ νόμου ἀκριβείας λόγων ὀρθότητα›, τοῦτον νομίζοντες θειότατον καὶ κοινότατον νόμων τὸ δέον ἐν τῷ δέοντι καὶ λέγειν καὶ σιγᾶν καὶ ποιεῖν, ‹καὶ δισσὰ ἀσκήσαντες μάλιστα ὧν δεῖ, γνώμην ‹καὶ ῥώμην›, τὴν μὲν βουλεύοντες τὴν δ' ἀποτελοῦντες›, θεράποντες μὲν τῶν ἀδίκως δυστυχούντων, κολασταὶ δὲ τῶν ἀδίκως εὐτυχούντων, ‹αὐθάδεις πρὸς τὸ συμφέρον›, εὐόργητοι πρὸς τὸ πρέπον, τῷ φρονίμῳ τῆς γνώμης παύοντες τὸ ἄφρον, ὑβρισταὶ εἰς τοὺς ὑβρίζοντας, κόσμιοι εἰς τοὺς κοσμίους, ἄφοβοι εἰς τοὺς ἀφόβους, δεινοὶ ἐν τοῖς δεινοῖς. μαρτύρια δὲ τούτων τρόπαια ἐστήσαντο τῶν πολεμίων Διὸς μὲν ἀγάλματα τούτων δὲ ἀναθήματα, οὐκ ἄπειροι οὔτε ἐμφύτου Ἄρεως οὔτε νομίμων ἐρώτων οὔτε ἐνοπλίου ἔριδος οὔτε φιλοκάλου εἰρήνης, σεμνοὶ μὲν πρὸς τοὺς θεοὺς τῷ δικαίῳ, ὅσιοι δὲ πρὸς τοὺς τοκέας τῇ θεραπείᾳ, δίκαιοι δὲ πρὸς τοὺς ἀστοὺς τῷ ἴσῳ, εὐσεβεῖς δὲ πρὸς τοὺς φίλους τῇ πίστει. τοιγαροῦν αὐτῶν ἀποθανόντων ὁ πόθος οὐ συναπέθανεν, ἀλλ' ἀθάνατος ἐν οὐκ ἀθανάτοις σώμασι ζῇ οὐ ζώντων.' ‹'ἐστασίαζέ τε οὖν τὰ τῶν πόλε›ων, καὶ τὰ ἀφυστερίζοντά που πύστει τῶν προγενομένων πολὺ ἐπέφερε τὴν ὑπερβολὴν ἐς τὸ καινοῦσθαι τὰς διανοίας τῶν τ' ἐπιχειρήσεων περιτεχνήσει καὶ [τῇ] τῶν τιμωριῶν ἀτοπίᾳ. καὶ τὴν εἰωθυῖαν ἀξίωσιν τῶν ὀνομάτων ἐς τὰ ἔργα ἀντήλλαξαν τῇ δικαιώσει. τόλμα μὲν γὰρ ἀλόγιστος ἀνδρία φιλέταιρος ἐνομίσθη, μέλλησις δὲ προμηθὴς δειλία εὐπρεπής, τὸ δὲ σῶφρον τοῦ ἀνάνδρου πρόσχημα. καὶ τὸ πρὸς ἅπαν ξυνετὸν ἐπίπαν ἀργόν, τὸ δ' ἐμπλήκτως ὀξὺ ἀνδρὸς μοίρᾳ προσετέθη, ἀσφάλεια δὲ τὸ ἐπιβουλεύσασθαι, ἀποτροπῆς πρόφασις εὔλογος. καὶ ὁ μὲν χαλεπαίνων πιστὸς ἀεί, ὁ δὲ ἀντιλέγων αὐτῷ ὕποπτος. ἐπιβουλεύσας δέ τις τυχών τε ξυνετὸς καὶ ὑπονοήσας ἔτι δεινότερος. προβουλεύσας δέ, ὅπως μηδὲν αὐτῷ δεήσει, τῆς τε ἑταιρίας διαλυτὴς καὶ τοὺς ἐναντίους ἐκπεπληγμένος. ἁπλῶς δὲ ὁ φθάσας τὸν μέλλοντα κακόν τι δρᾶν ἐπῃνεῖτο καὶ ὁ ἐπικελεύσας τὸν μὴ διανοούμενον. καὶ μὴν καὶ τὸ ξυγγενὲς τοῦ ἑταιρικοῦ ἀλλοτριώτερον ἐγένετο, διὰ τὸ ἑτοιμότερον εἶναι ἀπροφασίστως τολμᾶν. οὐ γὰρ μετὰ τῶν κειμένων νόμων ὠφελείας αἱ τοιαῦται ξύνοδοι, ἀλλὰ παρὰ τοὺς καθεστῶτας πλεονεξίᾳ. καὶ τὰς ἐς σφᾶς αὐτοὺς πίστεις οὐ τῷ θείῳ καὶ νομίμῳ μᾶλλον ἐκρατύνοντο ἢ τῷ κοινῇ τι παρανομῆσαι· τά τε ἀπὸ τῶν ἐναντίων καλῶς λεγόμενα ἐνεδέχοντο ἔργων φυλακῇ, εἰ προὔχοιεν, καὶ οὐ γενναιότητι. ἀντιτιμωρήσασθαί τέ τινα περὶ πλείονος ἦν ἢ αὐτὸν μὴ προπαθεῖν. καὶ ὅρκοι εἴ που ἄρα γένοιντο ξυναλλαγῆς, ἐν τῷ αὐτίκα πρὸς τὸ ἄπορον ἑκατέρῳ διδόμενοι ἴσχυον οὐκ ἐχόντων ἄλλοθεν δύναμιν.' ἡ μὲν οὖν ἐξηλλαγμένη καὶ περιττὴ καὶ ἐγκατάσκευος καὶ τοῖς ἐπιθέτοις κόσμοις ἅπασι συμπεπληρωμένη λέξις, ἧς ὅρος καὶ κανὼν ὁ Θουκυδίδης, ὃν οὐθεὶς οὔθ' ὑπερεβάλετο τῶν ἐπιγινομένων οὔτε ‹εἰς ἄκρον› ἐμιμήσατο, τοιαύτη τις ἦν.
[2] ἡ δὲ ἑτέρα λέξις ἡ λιτὴ καὶ ἀφελὴς καὶ δοκοῦσα κατασκευήν τε καὶ ἰσχὺν τὴν πρὸς ἰδιώτην ἔχειν λόγον καὶ ὁμοιότητα πολλοὺς μὲν ἔσχε καὶ ἀγαθοὺς ἄνδρας προστάτας συγγραφεῖς τε καὶ φιλοσόφους καὶ ῥήτορας. καὶ γὰρ οἱ τὰς γενεαλογίας ἐξενέγκαντες καὶ οἱ τὰς τοπικὰς ἱστορίας πραγματευσάμενοι καὶ οἱ τὰ φυσικὰ φιλοσοφήσαντες καὶ οἱ τῶν ἠθικῶν διαλόγων ποιηταί, ὧν ἦν τὸ Σωκρατικὸν διδασκαλεῖον πᾶν ἔξω Πλάτωνος, καὶ οἱ τοὺς δημηγορικοὺς ἢ δικανικοὺς συνταττόμενοι λόγους ὀλίγου δεῖν πάντες ταύτης ἐγένοντο τῆς προαιρέσεως. ἐτελείωσε δ' αὐτὴν καὶ εἰς ἄκρον ἤγαγε τῆς ἰδίας ἀρετῆς Λυσίας ὁ Κεφάλου, κατὰ τοὺς αὐτοὺς χρόνους Γοργίᾳ τε καὶ Θουκυδίδῃ γενόμενος. τίς δὲ ἦν ἡ προαίρεσις αὐτοῦ καὶ τίς ἡ δύναμις, ἐν τῇ πρὸ ταύτης δεδήλωται γραφῇ καὶ οὐδὲν δεῖ νῦν πάλιν ὑπὲρ τῶν αὐτῶν λέγειν. ἀρκέσει δὲ τοσοῦτο μόνον εἰπεῖν, ὅτι τὴν διαπασῶν ἁρμονίαν οὗτοι πρὸς ἀλλήλους οἱ ἄνδρες ἡρμόσαντο, τὰς ἀκρότητας ἀμφοτέρας τῆς λέξεως, αἳ πλεῖστον ἀλλήλων ἀπέχουσι, δαιμονίᾳ σπουδῇ προελόμενοί τε καὶ τελειώσαντες. καὶ ὅνπερ ἡ νήτη πρὸς ὑπάτην ἐν μουσικῇ λόγον ἔχει, τοῦτον ἡ Λυσίου λέξις ἐν πολιτικῇ διαλέκτῳ πρὸς τὴν Θουκυδίδου. ἣ μὲν γὰρ καταπλήξασθαι δύναται τὴν διάνοιαν, ἣ δὲ ἡδῦναι, καὶ ἣ μὲν συστρέψαι καὶ συντεῖναι τὸν νοῦν, ἣ δὲ ἀνεῖναι καὶ μαλάξαι, καὶ εἰς πάθος ἐκείνη προαγαγεῖν, εἰς δὲ ἦθος αὕτη καταστῆσαι. πλὴν ἀλλὰ καὶ τὸ μὲν βιάσασθαι καὶ προσαναγκάσαι τι τῆς Θουκυδίδου λέξεως ἴδιον, τὸ δ' ἀπατῆσαι καὶ κλέψαι τὰ πράγματα τῆς Λυσίου. καὶ ἡ μὲν νεωτεροποιία καὶ τὸ τολμηρὸν τῆς τοῦ συγγραφέως οἰκεῖον ἰδέας, ἡ δ' ἀσφάλεια καὶ τὸ ἀκίνδυνον τῆς τοῦ ῥήτορος. . . . . . . . . ὅτι οὐκ ἐν ἐπιτηδεύσει φαίνεται . . . . . . . . . . . . . . . . . . . ἀνεπιτήδευτον εἶναι θέλει. κατεσκεύασται μὲν οὖν ἑκατέρα καὶ εἰς ἄκρον γε ἥκει τῆς ἰδίας κατασκευῆς· ῥέπει δὲ ἣ μὲν ἐπὶ τὸ μᾶλλον ἢ πέφυκεν εἶναι δοκεῖν, ἣ δὲ ἐπὶ τὸ ἧττον. παραδειγμάτων δὲ καὶ ταύτης τῆς λέξεως οὐθὲν ἐν τῷ παρόντι οἶμαι δεῖν. δύο μὲν δὴ χαρακτῆρες οὗτοι λέξεως, τοσοῦτον ἀλλήλων διάφοροι κατὰ τὰς ἀγωγάς, καὶ ἄνδρες οἱ πρωτεύσαντες ἐν αὐτοῖς, οὓς διεξῆλθον, δεινοὶ μὲν ἐν τοῖς αὑτῶν ἔργοις ἀμφότεροι, καθ' ὃ δὲ ἴσοι ἀλλήλων ἦσαν, ἀτελεῖς.
[3] τρίτη λέξεως ... ἦν ἡ μικτή τε καὶ σύνθετος ἐκ τούτων τῶν δυεῖν, ἣν ὁ μὲν πρῶτος ἁρμοσάμενος καὶ καταστήσας εἰς τὸν νῦν ὑπάρχοντα κόσμον εἴτε Θρασύμαχος ὁ Καλχηδόνιος ἦν, ὡς οἴεται Θεόφραστος, εἴτε ἄλλος τις, οὐκ ἔχω λέγειν. οἱ δὲ ἐκδεξάμενοι καὶ ἀναθρέψαντες καὶ οὐ πολὺ ἀποσχόντες τοῦ τελειῶσαι ῥητόρων μὲν Ἰσοκράτης ὁ Ἀθηναῖος ἐγένετο, φιλοσόφων δὲ Πλάτων ὁ Σωκρατικός· τούτων γὰρ ἀμήχανον εὑρεῖν τῶν ἀνδρῶν ἑτέρους τινὰς ἔξω Δημοσθένους ἢ τἀναγκαῖα καὶ χρήσιμα κρεῖττον ἀσκήσαντας ἢ τὴν καλλιλογίαν καὶ τὰς ἐπιθέτους κατασκευὰς βέλτιον ἀποδειξαμένους. ἡ μὲν οὖν Θρασυμάχου λέξις, εἰ δὴ πηγή τις ἦν ὄντως τῆς μεσότητος, αὐτὴν τὴν προαίρεσιν ἔοικεν ἔχειν σπουδῆς ἀξίαν· κέκραται γὰρ εὖ πως καὶ αὐτὸ τὸ χρήσιμον εἴληφεν ἑκατέρας. δυνάμει δὲ ὡς οὐκ ἴσῃ ‹τῇ› βουλήσει κέχρηται, παράδειγμα ἐξ ἑνὸς τῶν δημηγορικῶν λόγων τόδε· 'Ἐβουλόμην μέν, ὦ ἄνδρες Ἀθηναῖοι, μετασχεῖν ἐκείνου τοῦ χρόνου τοῦ παλαιοῦ καὶ τῶν πραγμάτων, ἡνίκα σιωπᾶν ἀπέχρη τοῖς νεωτέροις, τῶν τε πραγμάτων οὐκ ἀναγκαζόντων ἀγορεύειν καὶ τῶν πρεσβυτέρων ὀρθῶς τὴν πόλιν ἐπιτροπευόντων. ἐπειδὴ δ' εἰς τοιοῦτον ἡμᾶς ἀνέθετο χρόνον ὁ δαίμων, ὥστε . . . τῆς πόλεως ἀκούειν, τὰς δὲ συμφορὰς . . αὐτοὺς καὶ τούτων τὰ μέγιστα μὴ θεῶν ἔργα εἶναι μηδὲ τῆς τύχης ἀλλὰ τῶν ἐπιμεληθέντων, ἀνάγκη [δὲ] λέγειν. ἢ γὰρ ἀναίσθητος ἢ καρτερικώτατός ἐστιν, ὅστις ἐνεξαμαρτάνειν ἑαυτὸν ἔτι παρέξει τοῖς βουλομένοις καὶ τῆς ἑτέρων ἐπιβουλῆς τε καὶ κακίας αὐτὸς ὑποσχήσει τὰς αἰτίας. ἅλις γὰρ ἡμῖν ὁ παρελθὼν χρόνος καὶ ἀντὶ μὲν εἰρήνης ἐν πολέμῳ γενέσθαι καὶ κινδύνῳ, εἰς τόνδε τὸν χρόνον τὴν μὲν παρελθοῦσαν ἡμέραν ἀγαπῶσι, τὴν δ' ἐπιοῦσαν δεδιόσιν, ἀντὶ δ' ὁμονοίας εἰς ἔχθραν καὶ ταραχὰς πρὸς ἀλλήλους ἀφικέσθαι. καὶ τοὺς μὲν ἄλλους τὸ πλῆθος τῶν ἀγαθῶν ὑβρίζειν τε ποιεῖ καὶ στασιάζειν, ἡμεῖς δὲ μετὰ μὲν τῶν ἀγαθῶν ἐσωφρονοῦμεν, ἐν δὲ τοῖς κακοῖς ἐμάνημεν, ἃ τοὺς ἄλλους σωφρονίζειν εἴωθεν. τί δῆτα μέλλοι τις ἂν γεγωνίσκειν [εἰπεῖν], ὅτῳ γε ... λυπεῖσθαι ἐπὶ τοῖς παροῦσι καὶ νομίζειν ἔχειν τι τοιοῦτον, ὡς μηδὲν ἔτι τοιοῦτον ἔσται; πρῶτον μὲν οὖν τοὺς διαφερομένους πρὸς ἀλλήλους καὶ τῶν ῥητόρων καὶ τῶν ἄλλων ἀποδείξω γε παρὰ λόγον πεπονθότας πρὸς ἀλλήλους, ὅπερ ἀνάγκη τοὺς ἄνευ γνώμης φιλονικοῦντας πάσχειν· οἰόμενοι γὰρ ἐναντία λέγειν ἀλλήλοις οὐκ αἰσθάνονται τὰ αὐτὰ πράττοντες οὐδὲ τὸν τῶν ἑτέρων λόγον ἐν τῷ σφετέρῳ λόγῳ ἐνόντα. σκέψασθε γὰρ ἐξ ἀρχῆς, ἃ ζητοῦσιν ἑκάτεροι. πρῶτον μὲν ἡ πάτριος πολιτεία ταραχὴν αὐτοῖς παρέχει ῥᾴστη γνωσθῆναι καὶ κοινοτάτη τοῖς πολίταις οὖσα πᾶσιν. ὁπόσα μὲν οὖν ἐπέκεινα τῆς ἡμετέρας γνώμης ἐστίν, †ἀκούειν ἀνάγκη λέγειν τῶν παλαιοτέρων, ὁπόσα δ' αὐτοὶ ἐπεῖδον οἱ πρεσβύτεροι, ταῦτα δὲ παρὰ τῶν εἰδότων πυνθάνεσθαι.' τοιαύτη μὲν οὖν τις ἡ Θρασυμάχειος ἑρμηνεία, μέση τοῖν δυεῖν καὶ εὔκρατος καὶ εἰς ‹ἀμφο›τέρους τοὺς χαρακτῆρας ἐπίκαιρον ἀφετήριον.
[4] ‹ἡ δὲ Ἰσο›κράτους λέξις, ὃς μέγιστον ὄνομα ἐν τοῖς Ἕλλησιν ‹ἐκτήσατο ἐπὶ σοφίᾳ›, ἀγῶνα μὲν οὔτ' ἴδιον οὔτε δημόσιον οὐδένα ‹πώποτε τἀνδρὸς ἀγω› νισαμένου γραφὰς δὲ συνταξαμένου πολλὰς καὶ καλὰς εἰς ἅπασαν ἰδέαν λόγων, ὅντινα χαρακτῆρα ἔχειν ἐφαίνετό μοι, διὰ πλειόνων μὲν ἐδήλωσα πρότερον. οὐθὲν δὲ κωλύσει καὶ νῦν ἐπὶ κεφαλαίων αὐτὰ τὰ ἀναγκαιότατα εἰπεῖν· ὅτι τῆς μὲν Λυσιακῆς λέξεως τὸ καθαρὸν ἔχει καὶ τὸ ἀκριβές· οὔτε γὰρ ἀρχαίοις οὔτε πεποιημένοις οὔτε γλωττηματικοῖς ὀνόμασιν ἀλλὰ τοῖς κοινοτάτοις καὶ συνηθεστάτοις κέχρηται. ἠθική τε καὶ πιθανὴ καὶ ἡδεῖά ἐστι καὶ πέφευγε τὴν τροπικήν, ὥσπερ ἐκείνη, [τὴν ἁπλῆν] φράσιν, τῆς δὲ Θουκυδίδου καὶ Γοργίου τὴν μεγαλοπρέπειαν καὶ σεμνότητα καὶ καλλιλογίαν εἴληφε. καὶ εἰς μὲν τὸ διδάξαι τὸν ἀκροατὴν σαφέστατα, ὅ τι βούλοιτο, τὴν ἁπλῆν καὶ ἀκόσμητον ἑρμηνείαν ἐπιτηδεύει τὴν Λυσίου, εἰς δὲ τὸ καταπλήξασθαι τῷ κάλλει τῶν ὀνομάτων σεμνότητά τε καὶ μεγαληγορίαν περιθεῖναι τοῖς πράγμασι τὴν ἐπίθετον καὶ κατεσκευασμένην φράσιν τῶν περὶ Γοργίαν ἐκμέμακται. ἁμαρτάνει δὲ ἐν οἷς ὡραΐζεταί ποτε, τοὺς Γοργίου νεαροὺς σχηματισμοὺς ζηλοῦσα (τὰ γὰρ ἀντίθετά τε καὶ πάρισα καὶ τὰ παραπλήσια τούτοις οὔτε μετριάζοντα οὔτ' ἐν καιρῷ γινόμενα καταισχύνει τὴν μεγαλοπρέπειαν αὐτῆς), καὶ ἔτι μᾶλλον ἐν οἷς τὴν εὐέπειαν διώκουσα καὶ τὴν εὐρυθμίαν δι' εὐλαβείας μὲν λαμβάνει τὸ συγκροῦσαι τὰ φωνήεντα τῶν γραμμάτων δι' εὐλαβείας δὲ ποιεῖται τὸ χρήσασθαί τινι τῶν τραχυνόντων. διώκει δ' ἐκ παντὸς τρόπου τὴν περίοδον οὐδὲ ταύτην στρογγύλην καὶ πυκνὴν ἀλλ' ὑπαγωγικήν τινα καὶ πλατεῖαν καὶ πολλοὺς ἀγκῶνας, ὥσπερ οἱ μὴ κατ' εὐθείας ῥέοντες ποταμοὶ ποιοῦσιν, ἐγκολπιζομένην. ταῦτα μέντοι πολλαχῇ μακροτέραν τε αὐτὴν ποιεῖ κἀναληθεστέραν ἀπαθῆ τε καὶ ‹ἄψυχον› καὶ πανηγυρικὴν μᾶλλον ἢ ἐναγώνιον. τοῖς δὲ παραδείγμασιν ὀλίγον ὕστερον, ὅταν ὁ καιρὸς ἀπαιτῇ, χρήσομαι.
[5] ἡ δὲ δὴ Πλατωνικὴ διάλεκτος βούλεται μὲν εἶναι καὶ αὐτὴ μῖγμα ἑκατέρων τῶν χαρακτήρων, τοῦ τε ὑψηλοῦ καὶ ἰσχνοῦ, καθάπερ εἴρηταί μοι πρότερον, πέφυκε δ' οὐχ ὁμοίως πρὸς ἀμφοτέρους τοὺς χαρακτῆρας εὐτυχής. ὅταν μὲν οὖν τὴν ἰσχνὴν καὶ ἀφελῆ καὶ ἀποίητον ἐπιτηδεύῃ φράσιν, ἐκτόπως ἡδεῖά ἐστι καὶ φιλάνθρωπος. καθαρὰ γὰρ ἀποχρώντως γίνεται καὶ διαυγής, ὥσπερ τὰ διαφανέστατα τῶν ναμάτων, ἀκριβής τε καὶ λεπτὴ παρ' ἡντινοῦν ἑτέραν τῶν [εἰς] τὴν αὐτὴν διάλεκτον εἰργασμένων. τήν τε κοινότητα διώκει τῶν ὀνομάτων καὶ τὴν σαφήνειαν ἀσκεῖ, πάσης ὑπεριδοῦσα κατασκευῆς ἐπιθέτου. ὅ τε πίνος αὐτῇ [καὶ ὁ χνοῦς] ὁ τῆς ἀρχαιότητος ἠρέμα καὶ λεληθότως ἐπιτρέχει χλοερόν τέ τι καὶ τεθηλὸς καὶ μεστὸν ὥρας ἄνθος ἀναδίδωσι. καὶ ὥσπερ ἀπὸ τῶν εὐωδεστάτων λειμώνων αὖρά τις ἡδεῖα ἐξ αὐτῆς φέρεται. καὶ οὔτε τὸ λιγυρὸν ἔοικεν ἐμφαίνειν λάλον οὔτε τὸ κομψὸν θεατρικόν. ὅταν δὲ εἰς τὴν περιττολογίαν καὶ τὸ καλλιεπεῖν, ὃ πολλάκις εἴωθε ποιεῖν, ἄμετρον ὁρμὴν λάβῃ, πολλῷ χείρων ἑαυτῆς γίνεται· καὶ γὰρ ἀηδεστέρα [τῆς ἑτέρας] καὶ κάκιον ἑλληνίζουσα καὶ παχυτέρα φαίνεται μελαίνει τε τὸ σαφὲς καὶ ζόφῳ ποιεῖ παραπλήσιον ἕλκει τε μακρὸν ἀποτείνασα τὸν νοῦν, συστρέψαι δέον ἐν ὀνόμασιν ὀλίγοις. ἐκχεῖται δ' εἰς ἀπειροκάλους περιφράσεις πλοῦτον ὀνομάτων ἐπιδεικνυμένη κενόν, ὑπεριδοῦσά τε τῶν κυρίων καὶ ἐν τῇ κοινῇ χρήσει κειμένων τὰ πεποιημένα ζητεῖ καὶ ξένα καὶ ἀρχαιοπρεπῆ. μάλιστα δὲ χειμάζεται περὶ τὴν τροπικὴν φράσιν, πολλὴ μὲν ἐν τοῖς ἐπιθέτοις, ἄκαιρος δ' ἐν ταῖς μετωνυμίαις, σκληρὰ ‹δὲ καὶ› οὐ σῴζουσα τὴν ἀναλογίαν ἐν ταῖς ‹μεταφοραῖς›. ἀλληγορίας τε περιβάλλεται πολλὰς ‹καὶ μακράς›, οὔτε μέτρον ἐχούσας οὔτε καιρόν. σχήμασί τε ποιητικοῖς ἐσχάτην προσβάλλουσιν ἀηδίαν καὶ μάλιστα τοῖς Γοργιείοις ἀκαίρως καὶ μειρακιωδῶς ἐναβρύνεται. καὶ πολὺς ὁ τελέτης ἐν τοῖς τοιούτοις παρ' αὐτῷ, ὡς καὶ Δημήτριος ὁ Φαληρεὺς εἴρηκέ που καὶ ἄλλοι συχνοὶ πρότερον. οὐ γὰρ ἐμὸς ὁ μῦθος.
[6] μηδεὶς δέ με τὰ τοιαῦτα ὑπολάβῃ λέγειν ἁπάσης καταγινώσκοντα τῆς ἐξηλλαγμένης καὶ ἐγκατασκεύου λέξεως, ‹ᾗ› κέχρηται Πλάτων· μὴ γὰρ δὴ οὕτω σκαιὸς μηδ' ἀναίσθητος ἐγὼ γενοίμην, ὥστε ταύτην τὴν δόξαν ὑπὲρ ἀνδρὸς τηλικούτου λαβεῖν, ἐπεὶ πολλὰ περὶ πολλῶν οἶδα μεγάλα καὶ θαυμαστὰ καὶ ἀπὸ τῆς ἄκρας δυνάμεως ἐξενηνεγμένα ὑπ' αὐτοῦ· ἀλλ' ἐκεῖνο ἐνδείξασθαι βουλόμενον ὅτι ‹τὰ› τοιαῦτα ἁμαρτήματα ἐν ταῖς κατασκευαῖς εἴωθεν ἁμαρτάνειν καὶ χείρων μὲν αὐτὸς αὑτοῦ γίνεται, ὅταν τὸ μέγα διώκῃ καὶ περιττὸν ἐν τῇ φράσει, μακρῷ δέ τινι ἀμείνων, ὅταν τὴν ἰσχνὴν καὶ ἀκριβῆ καὶ δοκοῦσαν μὲν ἀποίητον εἶναι κατεσκευασμένην δ' ἀμωμήτῳ καὶ ἀφελεῖ κατασκευῇ διάλεκτον εἰσφέρῃ. ἢ γὰρ οὐδὲν ἁμαρτάνει καθάπαξ ἢ βραχύ τι κομιδῇ καὶ οὐκ ἄξιον κατηγορίας. ἐγὼ δὲ ἠξίουν τηλικοῦτον ἄνδρα πεφυλάχθαι πᾶσαν ἐπιτίμησιν. ταὐτὰ μέντοι καὶ οἱ κατ' αὐτὸν ἐκεῖνον γενόμενοι ὡς ἁμαρτάνοντι τῷ ἀνδρὶ ἐπιτιμῶσιν, ὧν τὰ ὀνόματα οὐθὲν δέομαι λέγειν, καὶ αὐτὸς ἑαυτῷ· τοῦτο γὰρ δὴ τὸ λαμπρότατον. ᾔσθετο γάρ, ὡς ἔοικεν, τῆς ἰδίας ἀπειροκαλίας καὶ ὄνομα ἔθετο αὐτῇ τὸ διθύραμβον, ὃ νῦν ἂν ᾐδέσθην ἐγὼ λέγειν ἀληθὲς ὄν. τοῦτο δὲ παθεῖν ἔοικεν, ὡς μὲν ἐγὼ νομίζω, τραφεὶς μὲν ἐν τοῖς Σωκρατικοῖς διαλόγοις ἰσχνοτάτοις ‹οὖσι› καὶ ἀκριβεστάτοις, οὐ μείνας δ' ἐν αὐτοῖς ἀλλὰ τῆς Γοργίου καὶ Θουκυδίδου κατασκευῆς ἐρασθείς. ὥστ' οὐθὲν ἔξω τοῦ εἰκότος ἔμελλε πείσεσθαι σπάσας τινὰ καὶ τῶν ἁμαρτημάτων ἅμα τοῖς ἀγαθοῖς, ὧν ἔχουσιν οἱ τῶν ἀνδρῶν ἐκείνων χαρακτῆρες.
[7] παράδειγμα δὲ ποιοῦμαι τῆς γε ὑψηλῆς λέξεως ἐξ ἑνὸς βυβλίου τῶν πάνυ περιβοήτων, ἐν ᾧ τοὺς ἐρωτικοὺς διατίθεται λόγους ὁ Σωκράτης πρὸς ἕνα τῶν γνωρίμων Φαῖδρον, ἀφ' οὗ τὴν ἐπιγραφὴν εἴληφε τὸ βυβλίον. ἐν γὰρ δὴ τῷ συγγράμματι τούτῳ πολλὴν μὲν ὥραν ἔχει καὶ χαρίτων ἐστὶ μεστὰ τὰ πρῶτα ταυτί· 'Ὦ φίλε Φαῖδρε, ποῖ δὴ καὶ πόθεν; Παρὰ Λυσίου, ὦ Σώκρατες, τοῦ Κεφάλου. πορεύομαι δὴ πρὸς περίπατον ἔξω τείχους. συχνὸν γὰρ ἐκεῖ διέτριψα χρόνον καθήμενος ἐξ ἑωθινοῦ' μέχρι τῆς ἀναγνώσεως τοῦ Λυσιακοῦ λόγου καὶ μετὰ τὴν ἀνάγνωσιν ἕως τινός. εἶθ', ὥσπερ ἐξ ἀέρος εὐδίου καὶ σταθεροῦ πολὺς ἄνεμος καταρραγείς, ταράττει τὸ καθαρὸν τῆς φράσεως ἐς ποιητικὴν ἐκφέρων ἀπειροκαλίαν, ἐνθένδ' ἀρξάμενος· 'Ἄγετε δή, Μοῦσαι, εἴτε δι' ᾠδῆς εἶδος λίγειαι εἴτε διὰ γένος τὸ Λιγύων μουσικὸν ταύτην ἔσχετε τὴν ἐπωνυμίαν, ξύμμοι λάβεσθε τοῦ μύθου.' ὅτι δὲ ψόφοι ταῦτ' εἰσὶ καὶ διθύραμβοι, κόμπον ὀνομάτων πολὺν νοῦν δὲ ὀλίγον ἔχοντες, αὐτὸς ἐρεῖ. διεξιὼν γάρ, ἀφ' ἧς αἰτίας ἔρως ἐτέθη τῷ πάθει τοὔνομα, καὶ τῇδε χρησάμενος· 'Ἡ γὰρ ἄνευ λόγου δόξης ἐπὶ τἀγαθὸν ὁρμώσης κρατήσασα ἐπιθυμία, πρὸς ἡδονὴν ἄγουσα κάλλους καὶ τῶν ἑαυτῆς συγγενῶν ἐπιθυμιῶν, ἐπὶ σωμάτων κάλλος ἐρρωμένως ῥωσθεῖσα νικήσασα ἀγωγὴ ἀπ' αὐτῆς τῆς ῥώμης ἐπωνυμίαν λαβοῦσα ἔρως ἐκλήθη' καὶ τοσαύτην ἐκμηκύνας περίφρασιν ὀλίγοις τοῖς ὀνόμασι δυναμένου περιληφθῆναι πράγματος ἐπιλαμβάνεται τῆς ἀκαιρίας τῆς αὐτὸς αὐτοῦ καί φησι· 'Σιγῇ τοίνυν μου ἄκουε. τῷ ὄντι γὰρ θεῖος εἶναι ἔοικεν ὁ τόπος. ὥστ' ἐὰν ἄρα πολλάκις νυμφόληπτος γένωμαι προἰόντος τοῦ λόγου, μὴ θαυμάσῃς. τὰ νῦν γὰρ ‹οὐκέ›τι πόρρω διθυράμβων τινῶν φθέγγομαι.' ‹τάδ' οὐχ ὑ›π' ἄλλων, ἀλλὰ τοῖς αὑτῶν λόγοις ἁλισκόμεσθα ‹κατὰ τὴν τραγῳδί›αν, δαιμονιώτατε Πλάτων, διθυράμβων ψόφους καὶ λήρους ἠγαπηκότες. ἃ δ' ἐν τῇ παλινῳδίᾳ τὸν ἔρωτα ἀφοσιούμενος αὖθις ὁ Σωκράτης εἴρηκεν ἐνθένδε ἀρξάμενος· 'Ὁ μὲν δὴ μέγας ἡγεμὼν ἐν οὐρανῷ Ζεὺς ἐλαύνων πτηνὸν ἅρμα, πρῶτος πορεύεται διακοσμῶν πάντα καὶ ἐπιμελούμενος. τῷ δ' ἕπεται στρατιὰ θεῶν καὶ δαιμόνων κατὰ ἕνδεκα μέρη κεκοσμημένη. μένει γὰρ Ἑστία ἐν θεῶν οἴκῳ μόνη. τῶν δ' ἄλλων, ὅσοι ἐν τῷ τῶν δώδεκα θεῶν ἀριθμῷ τεταγμένοι θεοὶ ἄρχοντες ἡγοῦνται κατὰ τάξιν, ἣν ἕκαστος ἐτάχθη, πολλαὶ μὲν οὖν καὶ μακάριαι θέαι τε καὶ ἔξοδοι ἐντὸς οὐρανοῦ, ἃς θεῶν γένος εὐδαιμόνων ἐπιστρέφεται, πράττων ἕκαστος δι' αὑτοῦ τὰ αὐτῶν. ἕπεται δ' αἰεὶ ὁ θέλων τε καὶ δυνάμενος· φθόνος γὰρ ἔξω θείου χοροῦ ἵσταται.' ταῦτα καὶ τὰ ὅμοια τούτοις, ἃ πολλά ἐστιν, εἰ λάβοι μέλη καὶ ῥυθμοὺς ὥσπερ οἱ διθύραμβοι καὶ τὰ ὑπορχήματα, τοῖς Πινδάρου ποιήμασιν ἐοικέναι δόξειεν ἂν τοῖς εἰς τὸν ἥλιον εἰρημένοις, ὥς γ' ἐμοὶ φαίνεται· 'Ἀκτὶς ἀελίου, τί πολύσκοπ' ἐμήσω θοῶν μᾶτερ ὀμμάτων; ἄστρον ὑπέρτατον, ἐν ἁμέρᾳ κλεπτόμενον ἔθηκας ἀμάχανον ἰσχὺν πτανὸν ἀνδράσι καὶ σοφίας ὁδόν, ἐπίσκοτον ἀτραπὸν ἐσσυμένα. ἐλαύνεις τι νεώτερον ἢ πάρος; ἀλλά σε πρὸς Διὸς ἱπποσόα θοάς, ἱκετεύω, ἀπήμονα ἐς οἶμον τινὰ τράποιο Θήβαις, ὦ πότνια, πάγκοινον τέρας. πολέμου δ' εἰ σᾶμα φέρεις τινὸς ἢ καρποῦ φθίσιν ἢ νιφετοῦ σθένος ὑπέρφατον ἢ στάσιν οὐλομέναν ἢ πόντου κενεῶσιν ἀμ πέδον ἢ παγετὸν χθονὸς ἢ νότιον θέρος ὕδατι ζακότῳ διερὸν ἢ γαῖαν κατακλύσαισα θήσεις ἀνδρῶν νέον ἐξ ἀρχᾶς γένος, ὀλοφύ‹ρομαι οὐ›δὲν ὅ,τι πάντων μέτα πείσομαι'. κἀνταῦθα οὐ‹κ ἄκαιρος ἡ ἀλ›ληγορία, ὡς παρὰ Πλάτωνι.
[8] ἀλλὰ γάρ, ἵνα μὴ ‹πέρα τοῦ δέοντος› ὁ λόγος μοι προβῇ, Πλάτωνα μὲν ἐάσω, πορεύσομαι δ' ἐπὶ τὸν Δημοσθένην, οὗ δὴ χάριν τούς τε χαρακτῆρας τῆς λέξεως, οὓς ἡγούμην εἶναι κρατίστους, καὶ τοὺς δυναστεύσαντας ἐν αὐτοῖς κατηριθμησάμην, οὐχ ἅπαντας· Ἀντιφῶν γὰρ δὴ καὶ Θεόδωρος καὶ Πολυκράτης Ἰσαῖός τε καὶ Ζωίλος καὶ Ἀναξιμένης καὶ οἱ κατὰ τοὺς αὐτοὺς γενόμενοι τούτοις χρόνους οὐθὲν οὔτε καινὸν οὔτε περιττὸν ἐπετήδευσαν, ἀλλὰ ἀπὸ τούτων τῶν χαρακτήρων καὶ παρὰ τούτους τοὺς κανόνας τὰς ἑαυτῶν λέξεις κατεσκεύασαν. τοιαύτην δὴ καταλαβὼν τὴν πολιτικὴν λέξιν ὁ Δημοσθένης οὕτω κεκινημένην ποικίλως, καὶ τηλικούτοις ἐπεισελθὼν ἀνδράσιν ἑνὸς μὲν οὐθενὸς ἠξίωσε γενέσθαι ζηλωτὴς οὔτε χαρακτῆρος οὔτε ἀνδρός, ἡμιέργους τινὰς ἅπαντας οἰόμενος εἶναι καὶ ἀτελεῖς, ἐξ ἁπάντων δ' αὐτῶν ὅσα κράτιστα καὶ χρησιμώτατα ἦν, ἐκλεγόμενος συνύφαινε καὶ μίαν ἐκ πολλῶν διάλεκτον ἀπετέλει, μεγαλοπρεπῆ λιτήν, περιττὴν ἀπέριττον, ἐξηλλαγμένην συνήθη, πανηγυρικὴν ἀληθινήν, αὐστηρὰν ἱλαράν, σύντονον ἀνειμένην, ἡδεῖαν πικράν, ἠθικὴν παθητικήν, οὐδὲν διαλλάττουσαν τοῦ μεμυθευμένου παρὰ τοῖς ἀρχαίοις ποιηταῖς Πρωτέως, ὃς ἅπασαν ἰδέαν μορφῆς ἀμογητὶ μετελάμβανεν, εἴτε θεὸς ἢ δαίμων τις ἐκεῖνος ἄρα ἦν παρακρουόμενος ὄψεις τὰς ἀνθρωπίνας εἴτε διαλέκτου ποικίλον τι χρῆμα ἐν ἀνδρὶ σοφῷ, πάσης ἀπατηλὸν ἀκοῆς, ὃ μᾶλλον ἄν τις εἰκάσειεν, ἐπειδὴ ταπεινὰς καὶ ἀσχήμονας ὄψεις οὔτε θεοῖς οὔτε δαίμοσι προσάπτειν ὅσιον. ἐγὼ μὲν ‹δὴ› τοιαύτην τινὰ δόξαν ὑπὲρ τῆς Δημοσθένους λέξεως ἔχω καὶ τὸν χαρακτῆρα τοῦτον ἀποδίδωμι αὐτῷ τὸν ἐξ ἁπάσης μικτὸν ἰδέας.
[9] εἰ δὲ τὰ προσήκοντα ἔγνωκα, πάρεστι τῷ βουλομένῳ σκοπεῖν ἐπ' αὐτῶν ποιουμένῳ τῶν ‹παραδειγ›μάτων τὴν ἐξέτασιν. ἃ μὲν οὖν παρὰ τὸν Θουκυδίδου χαρακτῆρα κατεσκεύασται τῷ ῥήτορι, ‹τοιάδε τινά ἐστιν·› 'Πολλῶν, ὦ ἄνδρες Ἀθηναῖοι, λόγων γινομένων ὀλίγου δεῖν καθ' ἑκάστην ἐκκλησίαν περὶ ὧν Φίλιππος, ἀφ' οὗ τὴν εἰρήνην ἐποιήσατο, οὐ μόνον ὑμᾶς ἀλλὰ καὶ τοὺς ἄλλους ‹Ἕλληνας› ἀδικεῖ, καὶ πάντων εὖ οἶδ' ὅτι φησάντων γ' ἄν, εἰ καὶ μὴ ποιοῦσι τοῦτο, καὶ λέγειν ‹δεῖν› καὶ πράττειν, ὅπως ἐκεῖνος παύσεται τῆς ὕβρεως καὶ δίκην δώσει, εἰς τοῦτο ὑπηγμένα πάντα τὰ πράγματα καὶ προειμένα ὁρῶ, ὥστε δέδοικα, μὴ βλάσφημον μὲν εἰπεῖν ἀληθὲς δὲ ᾖ· εἰ καὶ λέγειν ἅπαντες ἐβούλοντο οἱ παριόντες καὶ χειροτονεῖν ὑμεῖς, ἐξ ὧν ὡς φαυλότατα τὰ πράγματα ἤμελλεν ἕξειν, οὐκ ἂν ἡγοῦμαι δύνασθαι χεῖρον ἢ νῦν διατεθῆναι.' κατὰ τί δὴ ταύτην ἡγοῦμαι τὴν λέξιν ἐοικέναι τῇ Θουκυδίδου; καθ' ὃ κἀκείνην πείθομαι μάλιστα διαφέρειν τῶν ἄλλων. τουτὶ δ' ἔστι τὸ μὴ κατ' εὐθεῖαν ἑρμηνείαν ἐξενηνέχθαι τὰ νοήματα μηδ', ὡς ἔστι τοῖς ἄλλοις σύνηθες λέγειν, ἁπλῶς καὶ ἀφελῶς, ἀλλὰ ἐξηλλάχθαι καὶ ἀπεστράφθαι τὴν διάλεκτον ἐκ τῶν ἐν ἔθει καὶ κατὰ φύσιν εἰς τὰ μὴ συνήθη τοῖς πολλοῖς μηδ' ὡς ἡ φύσις ἀπαιτεῖ. ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν. ἁπλῶς ἂν ὁ λόγος ἦν καὶ κατ' εὐθεῖαν ἑρμηνείαν ἐκφερόμενος, εἴ τις οὕτως κατεσκεύασεν αὐτόν· 'πολλῶν, ὦ ἄνδρες Ἀθηναῖοι, λόγων γιγνομένων καθ' ἑκάστην σχεδὸν ἐκκλησίαν, περὶ ὧν ἀδικεῖ Φίλιππος ὑμᾶς τε καὶ τοὺς ‹ἄλλους› Ἕλληνας, ἀφ' οὗ τὴν εἰρήνην ἐποιήσατο.' νυνὶ δὲ τό τε ὀλίγου δεῖν παραληφθὲν ἀντὶ τοῦ σχεδὸν καὶ τὸ ἀδικεῖ Φίλιππος διαιρεθὲν καὶ διὰ μακροῦ τὴν ἀκολουθίαν κομισάμενον καὶ τὸ οὐ μόνον ὑμᾶς ἀλλὰ καὶ τοὺς ἄλλους Ἕλληνας, δυναμένου καὶ χωρὶς ἀποφάσεως διὰ τῆς συμπλοκῆς μόνης τὸ πρᾶγμα δηλῶσαι, τοῦ συνήθους ἐξηλλαγμένην καὶ περίεργον πεποίηκε τὴν λέξιν. ὁμοίως δὲ καὶ ‹τὸ› ἐπιλεγόμενον τούτῳ, εἰ μὲν ἁπλῶς καὶ ἀπεριέργως ἔδει ῥηθῆναι, τοῦτον ἂν δή που τὸν τρόπον ἀπήγ‹γελτο· 'κ›αὶ πάντων λεγόντων, καὶ εἴ τινες τοῦτο μὴ ποιοῦσιν, ὅτι δεῖ καὶ λέγειν καὶ πράττειν ταῦτα, ἐξ ὧν ἐκεῖνος παύσεται τῆς ὕβρεως καὶ δίκην δώσει.' οὕτω δὲ ἐξενεχθέν· 'καὶ πάντων εὖ οἶδ' ὅτι φησάντων γ' ἄν' οὐ σῴζει τὴν εὐθεῖαν τῆς λέξεως ὁδόν. τό τε γὰρ οἶδ' ὅτι χώραν οὐκ ἀναγκαίαν εἶχε, καὶ τὸ φησάντων γ' ἂν ἀντὶ τοῦ φασκόντων παρειλημμένον οὐ τὴν ἀφελῆ διάλεκτον ἀλλὰ τὴν ἐξηλλαγμένην καὶ περίεργον ἐμφαίνει. ὅμοια δὲ τούτοις ἐστὶ κἀκεῖνα· 'εἶτ' οἴεσθε, οἳ μὲν οὐδὲν ἂν αὐτὸν ἠδυνήθησαν ποιῆσαι κακόν, αὐτοὶ δὲ μὴ παθεῖν ἐφυλάξαντο ἂν ἴσως, τούτους μὲν ἐξαπατᾶν αἱρεῖσθαι μᾶλλον ἢ προλέγοντα βιάζεσθαι;' ἐνταυθοῖ γὰρ οὐθὲν ἂν εἶχε περίεργον ἡ λέξις οὐδὲ σκολιόν, εἰ τοῦτον ἐξήνεγκε τὸν τρόπον· 'εἶτ' οἴεσθε αὐτόν, οὓς μὲν ἑώρα μηδὲν δυναμένους αὐτὸν διαθεῖναι κάκιον, φυλαξαμένους δὲ ἂν ἴσως μὴ παθεῖν, τούτους μὲν ἐξαπατᾶν αἱρεῖσθαι μᾶλλον ἢ προλέγοντα βιάζεσθαι;' ἐναλλαγείσης δὲ τῆς πτώσεως καὶ τῶν συνδέσμων πολλῶν εἰς βραχὺ συναχθέντων, οἶμαι, περίεργός τε καὶ ἀσυνήθης καὶ ἐξηλλαγμένη γέγονεν ἡ διάλεκτος. ἔτι κἀκεῖνα τῆς αὐτῆς ἐστιν ἰδέας· 'νῦν δὲ τοῦτο μὲν οὐκ ἐποίησεν, ἐν ᾧ τὸν δῆμον ἐτίμησεν ἄν, οὐδ' ἐνεανιεύσατο τοιοῦτον οὐδέν. ἐμοὶ δέ, ὅς, εἴτε τις, ὦ ‹ἄνδρες› Ἀθηναῖοι, βούλεται νομίσαι μανίαν (μανία γὰρ ἴσως ἐστὶν ὑπὲρ δύναμίν τι ποιεῖν), εἴτε καὶ φιλοτιμίαν, χορηγὸς ὑπέστην, οὕτω φανερῶς ‹καὶ μιαρῶς› ἐπηρεάζων παρηκολούθησεν, ὥστε μηδὲ τῶν ἱερῶν ἱματίων μηδὲ τοῦ χοροῦ μηδὲ τοῦ σώματος τὼ χεῖρε τελευτῶν ἀποσχέσθαι μου.' τί δὴ πάλιν ἐστὶν ἐν τούτοις τὸ συνταράττον τὴν κατὰ φύσιν ἀπαγγελίαν; πρῶτον μὲν τό, πρὶν ἀπαρτίσαι τὸ ἡγούμενον εἴτε νόημα χρὴ λέγειν εἴτε κῶλον, ἕτερον παρεμβαλεῖν καὶ μηδὲ τοῦ δευτέρου τέλος ἔχοντος τὸ τρίτον ἐπιζεῦξαι, εἶτα τὴν τοῦ δευτέρου νοήματος ἀκολουθίαν ἐπὶ τῷ τρίτῳ τέλος εἰληφότι θεῖναι, κἄπειτα ἐπὶ πᾶσιν, ὃ τοῦ πρώτου μέρος ἦν, διὰ μακροῦ καὶ οὐκέ‹τι› τῆς διανοίας αὐτὸ προσδεχομένης ἀποδοῦναι. ‹Ἐμοὶ› δὲ ὃς ‑ οὔπω τοῦτο τέλος ἔχει ‑ εἴτε τις, ὦ ‹ἄνδρες› Ἀθηναῖοι, βούλεται νομίσαι μανίαν ‑ ἕτερον τοῦτο κεχωρισμένον τοῦ προτέρου ἀτελὲς καὶ αὐτό ‑ μανία γὰρ ἴσως ἐστὶν ὑπὲρ δύναμίν τι ποιεῖν ‑ οὐδετέρου τοῦτο πάλιν τῶν προειρημένων μέρος ἀλλ' αὐτὸ καθ' αὑτό· κεφαλαιώδης γάρ τίς ἐστιν ἀπόφασις ‑ ἢ φιλοτιμίαν ‑ τοῦτο δὲ τοῦ δευτέρου μέρος ἦν τοῦ εἴτε τις βούλεται νομίσαι μανίαν. τὸ δ' ἐπὶ τούτοις λεγόμενον ἅπασι τὸ χορηγὸς ὑπέστην τοῦ πρώτου μέρος ἦν τοῦ ἐμοὶ δέ, ὅς. μυρία τοιαῦτά ἐστι παρὰ Δημοσθένει καὶ μάλιστα ἐν τοῖς κατὰ Φιλίππου λόγοις, μᾶλλον δὲ .... μὴ οὕτως ἔχοντα πλὴν ἑνὸς λόγου τοῦ περὶ Ἁλοννήσου, πολλὰ δὲ καὶ ἐν τοῖς δικανικοῖς ἀγῶσι τοῖς γε οὖν δημοσίοις. καὶ σχεδὸν ἔν τε τούτοις καὶ ταῖς δημηγορίαις, ᾧπερ ἔφην, ἂν διαγνοίης σημείῳ προχειροτάτῳ τὸν Δημοσθένους χαρακτῆρα. τῷ δὲ ἧττον ἢ μᾶλλον αὐτοῖς κεχρῆσθαι τὸν ἄνδρα πρὸς τὰς φύσεις ἀποβλέποντα τῶν ὑποθέσεων καὶ τὰς ἀξιώσεις τῶν προσώπων πλανηθήσεταί τις· ὅπερ ἴσως οὐκ ἄλογον.
[10] φέρε δὴ καὶ τίνι διαλλάττει τῆς Θουκυδίδου λέξεως ἡ Δημοσθένους ἡ παρὰ τὸν αὐτὸν κατεσκευασμένη χαρακτῆρα, εἴπωμεν· ἀπαιτεῖ γὰρ ὁ λόγος. οὐχὶ τῷ ποιῷ μὰ Δία· τοῦτο μὲν γὰρ ὁμοίως ἐπιτηδεύουσιν ἀμφότεροι, λέγω δὲ τὸ ἐξαλλάττειν ἐκ τοῦ συνήθους καὶ μὴ τὸ κοινὸν ἀλλὰ τὸ περιττὸν διώκειν· τῷ δὲ ποσῷ καὶ ἔτι μᾶλλον τοῖς καιροῖς. ὃ μὲν γὰρ ἀταμιεύτως τῇ κατασκευῇ κέχρηται καὶ ἄγεται μᾶλλον ὑπ' αὐτῆς ἢ ‹αὐτὸς› ἄγει καὶ οὐδὲ τὸν καιρὸν αὐτῆς ἐπίσταται λαβεῖν δεξιῶς, ἀλλὰ καὶ παρὰ τοῦτον πολλάκις ἁμαρτάνει. καθ' ὃ ἡ μὲν ἀμετρία τῆς ἐξαλλαγῆς ἀσαφῆ ποιεῖ τὴν λέξιν αὐτοῦ, τὸ δὲ μὴ κρατεῖν τῶν καιρῶν ἀηδῆ. ὁ δὲ ῥήτωρ τοῦ τε ἀρκοῦντος στοχάζεται καὶ τοὺς καιροὺς συμμετρεῖται οὐκ εἰς ἀνάθημα καὶ κτῆμα κα‹τασκευάζων› τὴν λέξιν μόνον ὥσπερ ὁ συγγραφεύς, ἀλλὰ καὶ εἰς χρῆσιν. ὥστε οὔτε τὸ σαφὲς ἐκβέβηκεν, οὗ πρώτου τοῖς ἐναγωνίοις λόγοις δεῖ, τό τε δεινὸς εἶναι δοκεῖν, ἐφ' ᾧ μάλιστα φαίνεται σπουδάζων, προσείληφε. τοιαῦτα μὲν δή τινά ἐστιν, ἃ παρὰ τὸν ὑψηλὸν καὶ ἐγκατάσκευον καὶ ἐξηλλαγμένον τοῦ συνήθους χαρακτῆρα, οὗ τὸ κράτος ἅπαν ἦν ἐν τῇ δεινότητι, καὶ Θουκυδίδην τὸν ἐν αὐτῷ πρωτεύσαντα μιμούμενος ὁ Δημοσθένης κατεσκεύακεν.
[11] ἃ δὲ παρὰ τὸν ἰσχνόν τε καὶ ἀκριβῆ καὶ καθαρὸν καὶ ζηλωτὸν .... ‹ὃς› ἀπὸ τοῦ διαλάμψαντος ἐν αὐτῷ Λυσιακὸς δἂν εἰκότως λέγοιτο, τοιαῦτα. κωλύσει δ' οὐθέν, ἴσως δὲ καὶ χαριεστέραν ποιήσει τὴν θεωρίαν τεθεῖσα πρῶτον ἡ Λυσίου λέξις, ᾗ τὴν Δημοσθένους ἐοικέναι πείθομαι, διήγησίν τινα περιέχουσα ὑβριστικήν· 'Ἄρχιππος γὰρ οὑτοσί, ὦ ‹ἄνδρες› Ἀθηναῖοι, ἀπεδύσατο μὲν εἰς τὴν αὐτὴν παλαίστραν, οὗπερ καὶ Τῖσις ὁ φεύγων τὴν δίκην. ὀργῆς δὲ γενομένης ἐς σκώμματά τε αὑτοῖς καὶ ἀντιλογίαν καὶ ἔχθραν καὶ λοιδορίαν κατέστησαν. ἔστιν οὖν Πυθέας ἐραστὴς μὲν τοῦ μειρακίου (πάντα γὰρ εἰρήσεται τἀληθῆ πρὸς ὑμᾶς), ἐπίτροπος δὲ ὑπὸ τοῦ πατρὸς καταλελειμμένος. οὗτος, ἐπειδὴ Τῖσις πρὸς αὐτὸν τὴν ἐν τῇ παλαίστρᾳ λοιδορίαν διηγήσατο, βουλόμενος χαρίζεσθαι καὶ δοκεῖν δεινὸς καὶ ἐπίβουλος εἶναι, ἐκέλευσεν αὐτόν, ὡς ἡμεῖς ἔκ τε τῶν πεπραγμένων ᾐσθήμεθα καὶ τῶν εὖ εἰδότων ἐπυθόμεθα, ἐν μὲν τῷ παρόντι διαλλαγῆναι, σκοπεῖν δέ, ὅπως αὐτὸν μόνον που λήψεται. πεισθεὶς δὲ ταῦτα καὶ διαλλαγεὶς καὶ χρώμενος καὶ προσποιούμενος ἐπιτήδειος εἶναι εἰς τοῦτο μανίας τηλικοῦτος ὢν ἀφίστατο, .......... τ' ἐτύγχανε μὲν οὖσα ἱπποδρομία Ἀνακείων ......... δ' αὐτὸν μετ' ἐμοῦ παρὰ τὴν θύραν παριόντα· ‹γείτονες γὰρ› ἀλλήλων τυγχάνουσιν ὄντες· τὸ μὲν πρῶτον ‹συνδειπνεῖν› ἐκέλευεν, ἐπειδὴ δὲ οὐκ ἠθέλησεν . . . . . . . . . . . . . . ἐ›πὶ κῶμον, λέγων ὅτι μεθ' αὑτοῦ καὶ τὸ . . . . . . . . . . δειπνήσαντες οὖν ἤδη συσκοτάζοντος ἐλθόντες κόπτομεν τὴν θύραν. οἳ δ' ἡμᾶς ἐκέλευον εἰσιέναι. ἐπειδὴ δὲ ἔνδον ἐγενόμεθα, ἐμὲ μὲν ἐκβάλλουσιν ἐκ τῆς οἰκίας, τουτονὶ δὲ συναρπάσαντες ἔδησαν πρὸς τὸν κίονα, καὶ λαβὼν μάστιγα Τῖσις, ἐντείνας πολλὰς πληγάς, εἰς οἴκημα αὐτὸν καθεῖρξε. καὶ οὐκ ἐξήρκεσεν αὐτῷ ταῦτα μόνον ἐξαμαρτεῖν, ἀλλ' ἐζηλωκὼς μὲν τῶν νέων τοὺς πονηροτάτους ἐν τῇ πόλει, νεωστὶ δὲ τὰ πατρῷα παρειληφὼς καὶ προσποιούμενος νέος καὶ πλούσιος εἶναι, πάλιν τοὺς οἰκέτας ἐκέλευσεν ἡμέρας ἤδη γενομένης πρὸς τὸν κίονα αὐτὸν δήσαντας μαστιγοῦν. οὕτω δὲ τοῦ σώματος ἤδη πονήρως διακειμένου Ἀντίμαχον μεταπεμψάμενος τῶν μὲν γεγενημένων οὐθὲν εἶπεν. ἔλεγε δ' ὡς αὐτὸς μὲν δειπνῶν τύχοι, οὗτος δὲ μεθύων ἔλθοι, ἐκκόψας δὲ τὴν θύραν καὶ εἰσελθὼν κακῶς λέγοι αὐτὸν καὶ τὸν Ἀντίμαχον καὶ τὰς γυναῖκας αὐτῶν. Ἀντίμαχος δὲ ὠργίζετο μὲν αὐτοῖς ὡς μεγάλα ἡμαρτηκόσιν, ὅμως δὲ μάρτυρας παρακαλέσας ἠρώτα αὐτόν, πῶς εἰσέλθοι. ὃ δὲ κελεύσαντος Τίσιδος καὶ τῶν οἰκείων ἔφασκε. συμβουλευόντων δὲ τῶν εἰσελθόντων ὡς τάχιστα λῦσαι καὶ τὰ γεγενημένα δεινὰ νομιζόντων εἶναι ἀπέδοσαν αὐτὸν τοῖς ἀδελφοῖς. οὐ δυναμένου δὲ βαδίζειν, ἐκόμισαν αὐτὸν εἰς τὸ Δεῖγμα ἐν κλίνῃ καὶ ἐπέδειξαν πολλοῖς μὲν Ἀθηναίων πολλοῖς δὲ καὶ τῶν ἄλλων ξένων οὕτως διακείμενον, ὥστε τοὺς ἰδόντας μὴ μόνον τοῖς ποιήσασιν ὀργίζεσθαι ἀλλὰ καὶ τῆς πόλεως κατηγορεῖν, ὅτι οὐ δημοσίᾳ οὐδὲ παραχρῆμα τοὺς τὰ τοιαῦτα ἐξαμαρτάνοντας τιμωρεῖται.'
[12] αὕτη μὲν ἡ Λυσίου διήγησις ἐκ τοῦ κατὰ Τίσιδος λόγου. ἣν δὲ νῦν μέλλω λέγειν, Δημοσθένους ἐκ τοῦ κατὰ Κόνωνος, ἧς τὴν πραγματικὴν ὁμοιότητα ἐάσαντες . . . . . . . . . . . . . . . . τὴν ἐν τῇ λέξει σκοπῶμεν· 'Ἐξήλθομεν ἔτος τουτὶ τρίτον εἰς Πάνακτον φρουρᾶς ἡμῖν προγραφείσης. ἐσκήνωσαν οὖν οἱ υἱεῖς οἱ Κόνωνος τουτουὶ ἐγγὺς ἡμῶν, ὡς οὐκ ἂν ἐβουλόμην. ἡ γὰρ ἐξ ἀρχῆς ἔχθρα καὶ τὰ προσκρούματα ἐκεῖθεν ἡμῖν συνέβη· ἑξῆς δὲ ἀκούσεσθε. ἔπινον ἑκάστοτε οὗτοι τὴν ἡμέραν ὅλην, ἐπειδὴ τάχιστα ἀριστήσειαν, καὶ τοῦθ', ἕωσπερ ἦμεν ἐν τῇ φρουρᾷ, διετέλουν ποιοῦντες· ἡμεῖς δ', ὥσπερ ἐνθάδε εἰώθειμεν, οὕτω διήγομεν καὶ ἔξω. καὶ ἣν δειπνοποιεῖσθαι τοῖς ἄλλοις ὥραν συμβαίνοι, ταύτην ἂν οὗτοι ἐπαρῴνουν ἤδη, τὰ μὲν πολλὰ εἰς τοὺς παῖδας τοὺς ἀκολούθους ἡμῶν, τελευτῶντες δὲ καὶ εἰς ἡμᾶς αὐτούς. φήσαντες γὰρ καπνίζειν αὐτοὺς ὀψοποιουμένους τοὺς παῖδας ἢ κακῶς λέγειν, ὅ τι τύχοιεν, ἔτυπτον καὶ τὰς ἀμίδας κατεσκεδάννυσαν καὶ προσεούρουν καὶ ἀσελγείας καὶ ὕβρεως οὐδ' ὁτιοῦν ἀπέλειπον. ὁρῶντες δὲ ἡμεῖς ταῦτα καὶ λυπούμενοι τὸ μὲν πρῶτον ἀπεπεμψάμεθα· ὡς δ' ἐχλεύαζον ἡμᾶς καὶ οὐκ ἐπαύοντο, τῷ στρατηγῷ τὸ πρᾶγμα εἴπομεν κοινῇ πάντες οἱ σύσσιτοι προσελθόντες, οὐδὲν ἐγὼ τῶν ἄλλων ἔξω. λοιδορηθέντος δὲ αὐτοῖς ἐκείνου καὶ κακίσαντος αὐτούς, οὐ μόνον περὶ ὧν εἰς ἡμᾶς ἠσέλγαινον ἀλλὰ καὶ περὶ ὧν ἐποίουν ὅλως ἐν τῷ στρατοπέδῳ, τοσούτου ἐδέησαν παύσασθαι ἢ αἰσχυνθῆναι, ὥστε, ἐπειδὴ θᾶττον συνεσκότασεν, εὐθὺς ὡς ἡμᾶς εἰσεπήδησαν ταύτῃ τῇ ἑσπέρᾳ. καὶ τὸ μὲν πρῶτον κακῶς ἔλεγον, ἔπειτα δὲ καὶ πληγὰς ἐνέτειναν ἐμοὶ καὶ τοσαύτην κραυγὴν καὶ θόρυβον περὶ τὴν σκηνὴν ἐποίησαν, ὥστε καὶ τὸν στρατηγὸν καὶ τοὺς ταξιάρχους ἐλθεῖν καὶ τῶν ἄλλων τινὰς στρατιωτῶν, οἳ διεκώλυσαν μηδὲν ἡμᾶς ἀνήκεστον παθεῖν μηδ' αὐτοὺς ποιῆσαι παροινουμένους ὑπὸ τούτων. τοῦ δὲ πράγματος εἰς τοῦτο παρελθόντος, ὡς δεῦρο ἀνήλθομεν, ἦν ἡμῖν, οἷον εἰκός, ἐκ τούτων ὀργὴ καὶ ἔχθρα πρὸς ἀλλήλους. οὐ μὴν ἔγωγε ᾤμην δεῖν οὔτε δίκην λαχεῖν αὐτοῖς οὔτε λόγον ποιεῖσθαι τῶν συμβάντων. ἀλλ' ἐκεῖν' ἁπλῶς ἐγνώκειν τὸ λοιπὸν εὐλαβεῖσθαι καὶ φυλάττεσθαι μὴ πλησιάζειν ὡς τοὺς τοιούτους. πρῶτον μὲν οὖν, ὧν εἴρηκα, τούτων βούλομαι τὰς μαρτυρίας παρασχόμενος μετὰ ταῦτα, ὅσα ὑπὸ τούτου πέπονθα, ἐπιδεῖξαι, ἵνα εἰδῆτε, ὅτι ‹ᾧ› προσῆκε τοῖς τὸ πρῶτον ἁμαρτηθεῖσιν ἐπιτιμᾶν, οὗτος αὐτὸς πρὸς τούτοις πολλῷ δεινότερα διαπέπρακται. ‑ Μάρτυρες. ‑ Ὧν μὲν τοίνυν οὐθένα ᾤμην δεῖν λόγον ποιεῖσθαι, ταῦτά ἐστι. χρόνῳ δ' ὕστερον οὐ πολλῷ περιπατοῦντος ὥσπερ εἰώθειν ‹ἐσπέρας› ἐν ἀγορᾷ μου μετὰ Φανοστράτου τοῦ Κηφισέως τῶν ἡλικιωτῶν τινος παρέρχεται Κτησίας, ὁ υἱὸς ‹ὁ› τούτου μεθύων κατὰ τὸ Λεωκόριον ἐγγὺς ἰὼν Πυθοδώρου. κατιδὼν δὲ ἡμᾶς καὶ κραυγάσας καὶ διαλεχθείς τι πρὸς αὑτὸν οὕτως, ὡς ἂν μεθύων, ὥστε μὴ μαθεῖν, ὅ τι λέγει, παρῆλθε πρὸς Μελίτην ἄνω. ἔπινον δ' ἄρα ἐνταῦθα παρὰ Παμφίλῳ τῷ γναφεῖ Κόνων οὑτοσὶ Θεόδωρός τις Ἀλκιβιάδης Σπίνθαρος ὁ Εὐβούλου Θεογένης ὁ Ἀνδρομένους πολλοί τινες, οὓς ἐξαναστήσας ὁ Κτησίας ἐπορεύετο εἰς τὴν ἀγοράν. καὶ ἡμῖν συμβαίνει ἀναστρέφουσιν ἐκ τοῦ Φερρεφαττίου καὶ περιπατοῦσι πάλιν κατ' αὐτό πως τὸ Λεωκόριον εἶναι, καὶ τούτοις περιτυγχάνομεν. ὡς δ' ἀνεμίχθημεν, εἷς μὲν αὐτῶν ἀγνώς τις τῷ Φανοστράτῳ προσπίπτει καὶ κατεῖχεν ἐκεῖνον. Κόνων δὲ οὑτοσὶ καὶ ὁ υἱὸς αὐτοῦ καὶ ὁ Ἀνδρομένους υἱὸς ἐμοὶ περιπεσόντες τὸ μὲν πρῶτον ἐξέδυον, εἶτα ὑποσκελίσαντες καὶ ῥάξαντες εἰς τὸν βόρβορον οὕτω διέθηκαν ἐναλλόμενοι καὶ ὑβρίζοντες, ὥστε τὸ μὲν χεῖλος διακόψαι τοὺς δ' ὀφθαλμοὺς συγκλεῖσαι. οὕτω δὲ κακῶς ἔχοντα κατέλιπον, ὥστε μήτε ἀναστῆναι μήτε φθέγξασθαι δύνασθαι. κείμενος δ' αὐτῶν ἤκουον πολλὰ καὶ δεινὰ λεγόντων. καὶ τὰ μὲν ἄλλα βλασφημίας ἔχει τινάς, ἃς κἂν ὀνομάζειν ὀκνήσαιμι, ὃ δὲ τῆς ὕβρεώς ἐστι τῆς τούτου σημεῖον καὶ τεκμήριον, ὡς πᾶν τὸ πρᾶγμα ὑπὸ τούτου γενόμενον, τοῦθ' ὑμῖν ἐρῶ· ᾖδεν γὰρ τοὺς ἀλεκτρυόνας μιμούμενος τοὺς νενικηκότας, οἳ δὲ κροτεῖν αὐτὸν ἠξίουν τοῖς ἀγκῶσιν ἀντὶ πτερύγων τὰς πλευράς.'
[13] ταῦτ' οὐ καθαρὰ καὶ ἀκριβῆ καὶ σαφῆ καὶ διὰ τῶν κυρίων τε καὶ κοινῶν ὀνομάτων κατεσκευασμένα ὥσπερ τὰ Λυσίου; ἐμοὶ μὲν γὰρ ὑπάρχειν δοκεῖ. τί δέ; οὐχὶ σύντομα καὶ στρογγύλα καὶ ἀληθείας μεστὰ καὶ τὴν ἀφελῆ καὶ ἀκατάσκευον ἐπιφαίνοντα φύσιν, καθάπερ ἐκεῖνα; πάντων μὲν οὖν μάλιστα. οὐχὶ δὲ καὶ πιθανὰ καὶ ἐν ἤθει λεγόμενά τινι καὶ τὸ πρέπον τοῖς ὑποκειμένοις προσώποις τε καὶ πράγμασι φυλάττοντα; ἡδονῆς δὲ ἄρα καὶ πειθοῦς καὶ χαρίτων καιροῦ τε καὶ τῆς ἄλλης ἁπάσης τῆς τοῖς Λυσιακοῖς ἐπανθούσης ἀρετῆς οὐχὶ πολλὴ μοῖρα; οὐκ ἔνεστ' ἄλλως εἰπεῖν. εἰ γοῦν μὴ διὰ τῆς ἐπιγραφῆς, οὗ τινός ἐστιν, ἑκάτερος τῶν λόγων γνώριμος ἦν, ἀλλ' ἀνεπιγράφοις περιετύχομεν αὐτοῖς, οὐ πολλοὺς ἂν ἡμῶν οἴομαι διαγνῶναι ῥᾳδίως, πότερος Δημοσθένους ἐστὶν ἢ Λυσίου· τοσαύτην οἱ χαρακτῆρες ὁμοιότητα πρὸς ἀλλήλους ἔχουσι. τοιοῦτός ἐστι καὶ ὁ πρὸς Ἀπολλόδωρον ὑπὲρ Φορμίωνος καὶ ὁ κατ' Ὀλυμπιοδώρου [τῆς] βλάβης καὶ ὁ πρὸς Βοιωτὸν ὑπὲρ τοῦ ὀνόματος ἥ τε πρὸς Εὐβουλίδην ἔφεσις καὶ ἡ πρὸς Μακάρτατον διαδικασία καὶ οἱ ἄλλοι πάντες οἱ ἰδιωτικοὶ λόγοι οὐ πολλῷ πλείους τῶν εἴκοσιν ὄντες. οἷς γε δὴ κατὰ τὸ παρὸν ἐντετυχηκὼς γνώσῃ, ὁποῖα λέγω. καὶ τῶν δημοσίων δὲ ἀγώνων πολλὰ μέρη τούτῳ κατεσκεύασται τῷ χαρακτῆρι. ἔφερον δ' ἂν ἐξ ἑκάστου τὰ παραδείγματα, εἰ μὴ πλείων ἔμελλε τοῦ μετρίου γενήσεσθαι ὁ λόγος. ἐν οἷς δῆλός ἐστι περὶ καλλιλογίαν καὶ σεμνότητα καὶ πάσας τὰς ἐπιθέτους κατασκευὰς ‹οὐ› μᾶλλον ἐσπουδακὼς ἢ περὶ τὴν ἀκρίβειαν. ὁ δὲ πρὸς τὴν ἐπιστολὴν καὶ τοὺς πρέσβεις τοὺς παρὰ Φιλίππου ῥηθεὶς λόγος, ὃν ἐπιγράφει Καλλίμαχος ὑπὲρ Ἁλοννήσου, ὁ τὴν ἀρχὴν τήνδε ἔχων· 'Ὦ ἄνδρες Ἀθηναῖοι, οὐκ ἔστιν, ὅπως αἱ αἰτίαι, ἃς Φίλιππος αἰτιᾶται' ὅλος ἐστὶν ἀκριβὴς καὶ λεπτὸς καὶ τὸν Λυσιακὸν χαρακτῆρα ἐκμέμακται εἰς ὄνυχα, ἐξαλλαγῆς δὲ ἢ σεμνολογίας ἢ δεινότητος ἢ τῶν ἄλλων τινός, ἃ τῇ Δημοσθένους δυνάμει παρακολουθεῖν πέφυκεν, ὀλίγην ἐπίδειξιν ἔχει. τίς οὖν ἐστι κἀν τούτοις ἡ διαφορά; καὶ πῶς ἂν διαγνοίη τις, ὅταν εἰς τὸν ἀναγκαῖον καταβῇ χαρακτῆρα ὁ Δημοσθένης, πῇ κρείττων ἐστὶ Λυσίου καὶ κατὰ τὴν λέξιν; ἀξιοῖς γὰρ δὴ καὶ τοῦτο μαθεῖν. φυσική τις ἐπιτρέχει τοῖς Λυσίου λόγοις εὐστομία καὶ χάρις, ὥσπερ ἔφην καὶ πρότερον, ᾗ προὔχει πλὴν Δημοσθένους τῶν ἄλλων ῥητόρων. αὕτη μέντοι, καθάπερ νότιός τις αὖρα, μέχρι προοιμίου καὶ διηγήσεως αὐτὸν ἄγει, ὅταν δ' εἰς τοὺς ἀποδεικτικοὺς ἔλθῃ λόγους, ἀμυδρά τις γίνεται καὶ ἀσθενής, ἐν δὲ δὴ τοῖς παθητικοῖς εἰς τέλος ἀποσβέννυται· τόνος γὰρ οὐ πολὺς αὐτῇ πρόσεστιν οὐδ' ἰσχύς. παρὰ δὲ τῷ Δημοσθένει πολὺς μὲν ὁ τόνος, αὐτάρκης δ' ἡ χάρις, ὥστε κἀν ταύτῃ τῷ διαρκεῖ καὶ μετρίῳ νικᾶν κἀν ἐκείνῳ τῷ παντὶ προέχειν. τοῦτο παρατήρημα δεύτερον, ᾧ διαγνοίη τις ἂν τὴν Δημοσθένους διάλεκτον, ὅταν εἰς ταῦτα τἀναγκαῖα συνάγηται. οὐ γὰρ ὥσπερ τὴν ἐξαλλαγὴν καὶ περιττολογίαν καὶ πάντας τοὺς ἐπιθέτους ἐκδύεται κόσμους, οὕτως καὶ τὸ μέγεθος καὶ τὸν τόνον, ἀλλ' ἔστιν αὐτῆς ἀναφαίρετος οὗτος εἴτ' ἄρα συγγενὴς εἴτε ἀσκήσει παρὼν εἰς ῥῆσιν. ἐπιτάσεις μέντοι καὶ ἀνέσεις λαμβάνει τινὰς ἀναλόγους. καὶ ταῦτ' ἤδη γνώριμα οἷς λέγω, καὶ οὐθὲν δεόμεθα παραδειγμάτων.
[14] ὥστε περὶ μὲν τοῦ χαρακτῆρος ........ τοῦ δὲ ῥητορικοῦ γένους τοῦ μεταξὺ τῶν ἄκρων ἑκατέρων, ὃ ἀτελὲς παραλαβὼν ὁ Δημοσθένης παρ' Ἰσοκράτους τε καὶ ἔτι προτέρου Θρασυμάχου καὶ τελευταίου Πλάτωνος ἐτελείωσεν ὅσον ἦν ἀνθρωπίνῃ φύσει δυνατόν, πολλὰ μὲν ἄν τις ἐκ τῶν κατὰ Φιλίππου δημηγοριῶν πολλὰ δ' ἐκ τῶν ‹ἄλλων› δημοσίων λόγων παραδείγματα λάβοι, πλεῖστα δὲ καὶ κάλλιστα ἐκ τῆς ὑπὲρ Κτησιφῶντος ἀπολογίας· οὗτος γὰρ δή μοι δοκεῖ καλλίστῃ καὶ μετριωτάτῃ κατασκευῇ λέξεως κεχρῆσθαι ὁ λόγος. εἰ μὲν οὖν χρόνον ἀρκοῦντα εἶχον, καὶ τὰς λέξεις αὐτὰς ἂν παρετίθην. πολλῶν δέ μοι καὶ ἀναγκαίων ἔτι καταλειπομένων, τοῦτο μὲν ἐάσω, δείγμασι δὲ μόνον ἐν τῷ παρόντι χρήσομαι βραχυτάτοις ὡς ἐν εἰδόσι λέγων. ἔστι δὴ τὰ τοιαῦτα τοῦ μέσου χαρακτῆρος παραδείγματα ἐκ μὲν τῆς Αἰσχίνου κατηγορίας· 'Ἀεὶ μὲν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, προσήκει μισεῖν καὶ κολάζειν τοὺς προδότας καὶ δωροδόκους, μάλιστα δὲ νῦν ἐπὶ τοῦ καιροῦ τούτου γένοιτ' ἂν καὶ πάντας ὠφελήσειεν ἀνθρώπους κοινῇ. νόσημα γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, δεινὸν ἐμπέπτωκεν εἰς τὴν Ἑλλάδα καὶ χαλεπόν, ὃ πολλῆς τινος εὐτυχίας καὶ παρ' ὑμῶν ἐπιμελείας δεόμενον' καὶ ‹τὰ› ἑπόμενα τούτοις. ἐκ δὲ τῆς Ἀριστοκράτους κατηγορίας· 'Πολλὰ μὲν δὴ παρ' ἡμῖν ἐστι τοιαῦτα, οἷα οὐχ ἑτέρωθι, ἓν δ' οὖν ἰδιώτατον πάντων καὶ σεμνότατον τὸ ἐν Ἀρείῳ πάγῳ δικαστήριον, περὶ οὗ τοσαῦτά ἐστι καλὰ παραδεδομένα καὶ μυθώδη καὶ ὧν αὐτοὶ μάρτυρες ἐσμέν, ὅσα περὶ οὐδενὸς ἄλλου δικαστηρίου' καὶ τὰ ἑξῆς. ἐκ δὲ τοῦ περὶ τῶν ἀτελειῶν λόγου· 'Πρῶτον μὲν τοίνυν Κόνωνα σκοπεῖτε, εἰ ἄρα ἄξιον καταμεμψαμένους ἢ τὸν ἄνδρα ἢ τὰ πεπραγμένα ἄκυρόν τι ποιῆσαι τῶν ἐκείνῳ δοθέντων. οὗτος γάρ, ὡς ὑμῶν τινῶν ἔστιν ἀκοῦσαι τῶν κατὰ τὴν αὐτὴν ἡλικίαν ὄντων, μετὰ τὴν τοῦ δήμου κάθοδον τὴν ἐκ Πειραιέως ἀσθενοῦς ἡμῶν τῆς πόλεως οὔσης' καὶ τὰ ἀκόλουθα. ἐκ δὲ τῆς ὑπὲρ Κτησιφῶντος ἀπολογίας· 'Ἃ μὲν οὖν πρὸ τοῦ πολιτεύεσθαι ‹καὶ› δημηγορεῖν ἐμὲ προὔλαβε καὶ κατέσχε Φίλιππος, ἐάσω· οὐδὲν γὰρ ἡγοῦμαι τούτων εἶναι πρὸς ἐμέ· ἃ δὲ ἀφ' ἧς ἡμέρας ἐπὶ ταῦτα ἐπέστην ἐγώ, διεκώλυον λαβεῖν, ταῦτα ἀναμνήσω καὶ περὶ τούτων ὑφέξω λόγον, τοσοῦτον ὑπειπών· πλεονέκτημα, ὦ ἄνδρες Ἀθηναῖοι, μέγα ὑπῆρξε Φιλίππῳ. παρὰ γὰρ τοῖς Ἕλλησιν οὐ τισὶν ἀλλὰ πᾶσιν ὁμοίως φορὰ προδοτῶν καὶ δωροδόκων καὶ θεοῖς ἐχθρῶν ἀνθρώπων συνέβη, ὅσην οὐδεὶς τὸ πρότερον μέμνηται γεγονυῖαν' καὶ τὰ συναπτόμενα τούτοις.
[15] τοῦτον ἔγωγε τὸν χαρακτῆρα ................ εἴ τις μὴ μάλιστα ἀποδέχοιτο τὴν αἰτίαν, δι' ἣν οὔτε τὰ Θουκυδίδεια ἐκεῖνα περιττὰ καὶ ἐξηλλαγμένα τοῦ συνήθους κράτιστα ἡγοῦμαι οὔτ' ἐν τοῖς Λυσιακοῖς τοῖς ἰσχνοῖς καὶ συνεσπασμένοις τὴν τελείαν τῆς λέξεως ἀρετὴν τίθεμαι, τοῦτ' ἂν εἴποιμι πρὸς αὐτόν· οἱ συνιόντες εἰς τὰς ἐκκλησίας καὶ τὰ δικαστήρια καὶ τοὺς ἄλλους συλλόγους, ἔνθα πολιτικῶν δεῖ λόγων, οὔτε δεινοὶ καὶ περιττοὶ πάντες εἰσὶ καὶ τὸν Θουκυδίδου νοῦν ἔχοντες οὔθ' ἅπαντες ἰδιῶται καὶ κατασκευῆς λόγων γενναίων ἄπειροι, ἀλλ' οἳ μὲν ἀπὸ γεωργίας οἳ δ' ἀπὸ θαλαττουργίας οἳ δ' ἀπὸ τῶν βαναύσων τεχνῶν συνερρυηκότες, οἷς ἁπλούστερον καὶ κοινότερον διαλεγόμενος μᾶλλον ἄν τις ἀρέσαι. τὸ γὰρ ἀκριβὲς καὶ περιττὸν καὶ ξένον καὶ πᾶν, ὅ τι μὴ σύνηθες αὐτοῖς ἀκούειν τε καὶ λέγειν, ὀχληρῶς διατίθησιν αὐτούς, καὶ ὥσπέρ τι τῶν πάνυ ἀνιαρῶν ἐδεσμάτων ἢ ποτῶν ἀποστρέφει τοὺς στομάχους, οὕτως ἐκεῖνα ὀχληρῶς διατίθησι τὰς ἀκοάς. οἳ δὲ πολιτικοί τε καὶ ἀπ' ἀγορᾶς καὶ διὰ τῆς ἐγκυκλίου παιδείας ἐληλυθότες, οἷς οὐκ ἔνι τὸν αὐτὸν ὅνπερ ἐκείνοις διαλέγεσθαι τρόπον, ἀλλὰ δεῖ τὴν ἐγκατάσκευον καὶ περιττὴν καὶ ξένην διάλεκτον τούτοις προσφέρειν. εἰσὶ μὲν οὖν ἴσως ἐλάττους οἱ τοιοῦτοι τῶν ἑτέρων, μᾶλλον δὲ πολλοστὸν ἐκείνων μέρος, καὶ τοῦτο οὐθεὶς ἀγνοεῖ· οὐ μὴν καταφρονεῖσθαί γε διὰ ταῦτα ἄξιοι. ὁ μὲν οὖν τῶν ὀλίγων καὶ εὐπαιδεύτων στοχαζόμενος λόγος οὐκ ἔσται τῷ φαύλῳ καὶ ἀμαθεῖ πλήθει πιθανός, ὁ δὲ τοῖς πολλοῖς καὶ ἰδιώταις ἀρέσκειν ἀξιῶν καταφρονηθήσεται πρὸς τῶν χαριεστέρων, ὁ δ' ἀμφότερα τἀκροατήρια πείθειν ζητῶν ἧττον ἀποτεύξεται τοῦ τέλους. ἔστι δὲ οὗτος ὁ μεμιγμένος ἐξ ἀμφοτέρων τῶν χαρακτήρων. διὰ ταῦτα ἐγὼ τὴν οὕτως κατεσκευασμένην λέξιν μετριωτάτην εἶναι τῶν ἄλλων νενόμικα καὶ τῶν λόγων τούτους μάλιστα ἀποδέχομαι τοὺς πεφευγότας ἑκατέρου τῶν χαρακτήρων τὰς ὑπερβολάς.
[16] εἰρηκὼς δὲ κατ' ἀρχάς, ὅτι μοι δοκοῦσιν Ἰσοκράτης τε καὶ Πλάτων κράτιστα τῶν ἄλλων ἐπιτετηδευκέναι τοῦτο τὸ γένος τοῦ χαρακτῆρος καὶ προαγαγεῖν μὲν αὐτὸ ἐπὶ μήκιστον, οὐ μὴν καὶ τελειῶσαι, ὅσα δ' ἐνέλιπεν ἐκείνων ἑκάτερος, ταῦτα Δημοσθένην ἐξειργασμένον ἐπιδείξειν ὑποσχόμενος, ἐπὶ τοῦτ' ἤδη πορεύσομαι, τὰς ἄριστα δοκούσας ἔχειν παρ' ἑκατέρῳ τῶν ἀνδρῶν λέξεις προχειρισάμενος καὶ ἀντιπαραθεὶς αὐταῖς τὰς Δημοσθένους, ὅσαι περὶ τὰς αὐτὰς συνετάχθησαν ὑποθέσεις, ἵνα μᾶλλον αἱ τῶν ἀνδρῶν προαιρέσεις τε καὶ δυνάμεις γένωνται καταφανεῖς τὴν ἀκριβεστάτην [17] βάσανον ἐπὶ τῶν ὁμοίων ἔργων λαβοῦσαι. εἰσαγέσθω δὲ πρῶτος Ἰσοκράτης, καὶ τούτου λαμβανέσθω λέξις ἐκ τοῦ περὶ τῆς εἰρήνης λόγου χαριέστατα δοκοῦσα ἔχειν, ἣν αὐτὸς ἐν τῷ περὶ τῆς ἀντιδόσεως λόγῳ προφέρεται μέγα ἐπ' αὐτῇ φρονῶν, δι' ἧς συγκρίνει τὴν ἐπὶ τῶν προγόνων πολιτείαν τῇ τότε καθεστώσῃ καὶ τὰς πράξεις τὰς παλαιὰς ἀντιπαρατίθησι ταῖς νέαις, τὰς μὲν ἀρχαίας ἐπαινῶν τὰς δ' ἐν τῷ καθ' ἑαυτὸν χρόνῳ μεμφόμενος, τῆς τε μεταβολῆς τῆς ἐπὶ τὰ χείρω τοὺς δημαγωγοὺς ἀποφαίνων αἰτίους ὡς οὐ τὰ κράτιστα εἰσηγουμένους ἀλλὰ τὰ πρὸς ἡδονὴν τῷ πλήθει δημηγοροῦντας. μακροτέρας δ' οὔσης τῆς συγκρίσεως αὐτὰ τὰ κυριώτατα ὑπ' ἐμοῦ παρείληπται. ἔστι δὲ ταυτί· 'Τίς γὰρ ἂν ἄλλοθεν ἐπελθὼν καὶ μὴ συνδιεφθαρμένος ἡμῖν ἀλλ' ἐξαίφνης ἐπιστὰς τοῖς γιγνομένοις οὐκ ἂν μαίνεσθαι καὶ παραφρονεῖν ἡμᾶς νομίσειεν; οἳ φιλοτιμούμεθα μὲν ἐπὶ τοῖς τῶν προγόνων ἔργοις καὶ τὴν πόλιν ἐκ τῶν τότε πραχθέντων ἐγκωμιάζειν ἀξιοῦμεν, οὐδὲν δὲ τῶν αὐτῶν ἐκείνοις πράττομεν ἀλλὰ πᾶν τοὐναντίον. οἳ μὲν γὰρ ὑπὲρ τῶν Ἑλλήνων τοῖς βαρβάροις πολεμοῦντες διετέλεσαν, ἡμεῖς δὲ τοὺς ἐκ τῆς Ἀσίας τὸν βίον ποριζομένους ἐκεῖθεν ἀναστήσαντες ἐπὶ τοὺς Ἕλληνας ἠγάγομεν. κἀκεῖνοι μὲν ἐλευθεροῦντες τὰς πόλεις τὰς Ἑλληνίδας καὶ βοηθοῦντες αὐταῖς τῆς ἡγεμονίας ἠξιώθησαν, ἡμεῖς δὲ καταδουλούμενοι καὶ τἀναντία τοῖς τότε πράττοντες ἀγανακτοῦμεν, εἰ μὴ τὴν αὐτὴν τιμὴν ἐκείνοις ἕξομεν. οἳ τοσοῦτον ἀπολελείμμεθα καὶ τοῖς ἔργοις καὶ ταῖς διανοίαις τῶν κατ' ἐκεῖνον τὸν χρόνον γενομένων, ὅσον οἳ μὲν ὑπὲρ τῆς τῶν Ἑλλήνων σωτηρίας τήν τε πατρίδα τὴν ἑαυτῶν ἐκλιπεῖν ἐτόλμησαν καὶ μαχόμενοι καὶ ναυμαχοῦντες τοὺς βαρβάρους ἐνίκησαν, ἡμεῖς δ' οὐδ' ὑπὲρ τῆς ἡμετέρας πλεονεξίας κινδυνεύειν ἀξιοῦμεν, ἀλλ' ἄρχειν μὲν ἁπάντων ζητοῦμεν στρατεύειν δ' οὐκ ἐθέλομεν, καὶ πόλεμον μὲν μικροῦ δεῖν πρὸς πάντας ἀνθρώπους ἀναιρούμεθα, πρὸς δὲ τοῦτον οὐχ ἡμᾶς αὐτοὺς ἀσκοῦμεν ἀλλ' ἀνθρώπους τοὺς μὲν ἀπόλιδας τοὺς δ' αὐτομόλους τοὺς δ' ἐκ τῶν ἄλλων κακουργιῶν συνερρυηκότας, οἷς ὁπόταν τινὲς διδῶσι πλείω μισθόν, μετ' ἐκείνων ἐφ' ἡμᾶς ἀκολουθήσουσιν ἀλλ' ὅμως οὕτως αὐτοὺς ἀγαπῶμεν, ὥσθ' ὑπὲρ μὲν τῶν παίδων τῶν ἡμετέρων, εἴπερ τινὲς ἐξαμαρτάνοιεν, οὐκ ἂν ἐθελήσαιμεν δίκας ὑποσχεῖν, ὑπὲρ δὲ τῆς ἐκείνων ἁρπαγῆς καὶ βίας καὶ παρανομίας μελλόντων τῶν ἐγκλημάτων ἐφ' ἡμᾶς ἥκειν οὐχ ὅπως ἀγανακτοῦμεν ἀλλὰ καὶ χαίρομεν, ὅταν ἀκούσωμεν αὐτοὺς τοιοῦτόν τι διαπεπραγμένους. εἰς τοῦτο δὲ μωρίας ἐληλύθαμεν, ὥστ' αὐτοὶ μὲν ἐνδεεῖς ἐσμεν τῶν καθ' ἡμέραν, ξενοτροφεῖν δὲ ἐπικεχειρήκαμεν καὶ τοὺς συμμάχους τοὺς ἡμετέρους αὐτῶν ἰδίᾳ λυμαινόμεθα καὶ δασμολογοῦμεν, ἵνα τοῖς ἁπάντων κοινοῖς ἀνθρώπων ἐχθροῖς τὸν μισθὸν ἐκπορίζωμεν. τοσούτῳ δὲ [καὶ] χείρους ἐσμὲν τῶν προγόνων, οὐ μόνον τῶν εὐδοκιμησάντων ἀλλὰ καὶ τῶν μισηθέντων, ὅσον ἐκεῖνοι μὲν εἰ πολεμεῖν πρός τινας ψηφίσαιντο, μεστῆς οὔσης ἀργυρίου καὶ χρυσίου τῆς ἀκροπόλεως ὅμως ὑπὲρ τῶν δοξάντων τοῖς αὑτῶν σώμασιν ᾤοντο δεῖν κινδυνεύειν, ἡμεῖς δ' εἰς τοσαύτην ἀπορίαν ἐληλυθότες καὶ τοσοῦτοι τὸ πλῆθος ὄντες, ὥσπερ βασιλεὺς ὁ μέγας μισθωτοῖς χρώμεθα τοῖς στρατοπέδοις. καὶ τότε μέν, εἰ τριήρεις ἐπληροῦμεν, τοὺς μὲν ξένους καὶ τοὺς δούλους ναύτας ἐνεβιβάζομεν τοὺς δὲ πολίτας μεθ' ὅπλων ἐξεπέμπομεν, νῦν δὲ τοῖς μὲν ξένοις ὁπλίταις χρώμεθα τοὺς δὲ πολίτας ἐλαύνειν ἀναγκάζομεν, ὥσθ', ὁπόταν ἀποβαίνωσιν εἰς τὴν τῶν πολεμίων, οἱ μὲν ἄρχειν τῶν Ἑλλήνων ἀξιοῦντες ὑπηρέσιον ἔχοντες ἐκβαίνουσιν, οἱ δὲ τοιοῦτοι τὰς φύσεις ὄντες, οἵους ὀλίγῳ πρότερον διῆλθον, μεθ' ὅπλων κινδυνεύουσιν. ἀλλὰ γὰρ καὶ τὰ κατὰ τὴν πόλιν ἰδὼν ἄν τις καλῶς διοικούμενα καὶ περὶ τῶν ἄλλων θαρσήσειεν; ἀλλ' οὐκ ἂν ἐπ' αὐτοῖς τούτοις μάλιστ' ἀγανακτήσειεν; οἵτινες αὐτόχθονες μὲν εἶναι φαμὲν καὶ τὴν πόλιν ταύτην προτέραν οἰκισθῆναι τῶν ἄλλων, προσῆκον δ' ἡμᾶς εἶναι [τῶν ἄλλων] παράδειγμα τοῦ καλῶς τε καὶ τεταγμένως πολιτεύεσθαι χεῖρον καὶ ταραχωδέστερον τὴν ἡμετέραν αὐτῶν διοικοῦμεν τῶν ἄρτι τὰς πόλεις οἰκιζόντων. καὶ σεμνυνόμεθα μὲν καὶ μεγαλοφρονοῦμεν ἐπὶ τῷ βέλτιον τῶν ἄλλων γεγονέναι, ῥᾷον δὲ μεταδίδομεν τοῖς βουλομένοις ταύτης τῆς εὐγενείας ἢ Τριβαλλοί τε καὶ Λευκανοὶ τῆς δυσγενείας.'
[18] ἡ μὲν οὖν Ἰσοκράτους λέξις ἡ κάλλιστα τῶν ἄλλων δοκοῦσα ἔχειν τοιαύτη τίς ἐστι, πολλῶν μὲν ἕνεκα θαυμάζειν ἀξία· καθαρεύει τε γὰρ εἴ τις ἄλλη τοῖς ὀνόμασι καὶ τὴν διάλεκτόν ἐστιν ἀκριβής, φανερά τ' ἐστὶ καὶ κοινὴ καὶ τὰς ἄλλας ἀρετὰς ἁπάσας περιείληφεν, ἐξ ὧν ἂν μάλιστα γένοιτο διάλεκτος σαφής. πολλοὺς δὲ καὶ τῶν ἐπιθέτων κόσμων ἔχει· καὶ γὰρ ὑψηλὴ καὶ σεμνὴ καὶ ἀξιωματικὴ καλλιρρήμων τε καὶ ἡδεῖα καὶ εὔμορφος ἀποχρώντως ἐστίν, οὐ μὴν τελεία γε κατὰ τοῦτο τὸ μέρος, ἀλλ' ἔστιν ὧν ἄν τις αὐτὴν ὡς ἐλλειπόντων μέμψαιτο καὶ οὐ μὰ Δία τῶν φαυλοτάτων. πρῶτον μὲν τῆς συντομίας· στοχαζομένη γὰρ τοῦ σαφοῦς ὀλιγωρεῖ πολλάκις τοῦ μετρίου. ἐχρῆν δὲ ὁμοίως προνοεῖν ἀμφοτέρων. μετὰ τοῦτο τῆς συστροφῆς· ὑπτία γάρ ἐστι καὶ ὑπαγωγικὴ καὶ περιρρέουσα τοῖς νοήμασιν, ὥσπερ εἰσὶν αἱ τῶν ἱστορικῶν, ἡ δ' ἐναγώνιος στρογγύλη τε εἶναι βούλεται καὶ συγκεκροτημένη καὶ μηδὲν ἔχουσα κολπῶδες. ἔτι πρὸς τούτοις κἀκεῖνα πρόσεστι τῷ ἀνδρί. ἄτολμός ἐστι περὶ τὰς τροπικὰς κατασκευὰς καὶ ψοφοδεὴς καὶ οὐκ εἰσφέρεται τόνους κραταιούς. καίτοι γε τοῖς ἀθληταῖς τῆς ἀληθινῆς λέξεως ἰσχυρὰς τὰς ἁφὰς προσεῖναι δεῖ καὶ ἀφύκτους τὰς λαβάς. παθαίνειν τε οὐ δύναται τοὺς ἀκροωμένους, ὁπόσα βούλεται, τὰ πολλὰ δὲ οὐδὲ βούλεται, πείθεται δὲ ἀποχρῆν τῷ πολιτικῷ διάνοιαν ἀποδείξασθαι σπουδαίαν καὶ ἦθος ἐπιεικές. καὶ τυγχάνει μέντοι γε τούτων ἑκατέρου· δεῖ γὰρ τἀληθῆ μαρτυρεῖν. ἦν δὲ ἄρα πάντων ἰσχυρότατον τῷ μέλλοντι πείθειν δῆμον ἢ δικαστήριον, ἐπὶ τὰ πάθη τοὺς ἀκροατὰς ἀγαγεῖν. οὐδὲ δὴ τοῦ πρέποντος ἐν ἅπασιν ἐπιτυγχάνει, ἀνθηρὰν δὲ καὶ θεατρικὴν ἐκ παντὸς ἀξιῶν εἶναι τὴν διάλεκτον, ὡς τῆς ἡδονῆς ἅπαν ἐχούσης ἐν λόγοις τὸ κράτος, ἀπολείπεταί ποτε τοῦ πρέποντος. οὐχ ἅπαντα δέ γε τὰ πράγματα τὴν αὐτὴν ἀπαιτεῖ διάλεκτον, ἀλλ' ἔστιν ὥσπερ σώμασι πρέπουσά τις ἐσθής, οὕτως καὶ νοήμασιν ἁρμόττουσά τις ὀνομασία. τὸ δ' ἐκ παντὸς ἡδύνειν τὰς ἀκοὰς εὐφώνων τε καὶ μαλακῶν ὀνομάτων ἐκλογῇ καὶ πάντα ἀξιοῦν εἰς εὐρύθμους κατακλείειν περιόδων ἁρμονίας καὶ διὰ τῶν θεατρικῶν σχημάτων καλλωπίζειν τὸν λόγον οὐκ ἦν πανταχῇ χρήσιμον. ἀλλὰ τοῦτό γε διδάσκουσιν ἡμᾶς καὶ οἱ τὰ ἔπη καὶ οἱ τὰς τραγῳδίας καὶ οἱ τὰ μέλη τὰ σπουδαῖα γράψαντες, οὐ τοσαύτην ποιούμενοι τῆς ἡδονῆς δόσιν, ὅσην τῆς ἀληθείας.
[19] εἰ δὲ ὀρθῶς ἐπιλογίζομαι ταῦτ' ἐγὼ καὶ ἔστιν ἐν ταύταις ταῖς ἀρεταῖς ἐνδεέστερος ὁ ἀνήρ, πάρεστι τῷ βουλομένῳ σκοπεῖν ἐπὶ τῆς ἀρτίως παρατεθείσης λέξεως ποιουμένῳ τὴν ἐξέτασιν. εὐθέως γοῦν τὴν πρώτην διάνοιαν ὀλίγοις ὀνόμασιν ἐξενεχθῆναι δυναμένην μακρὰν ποιεῖ κυκλογραφῶν καὶ δὶς ἢ τρὶς τὰ αὐτὰ λέγων. ἐνῆν μὲν οὖν ἐν τῷ πρώτῳ κώλῳ τῷ 'τίς γὰρ ἂν ἄλλοθεν ἐπελθών' τὸ 'καὶ μὴ συνδιεφθαρμένος ἡμῖν, ἀλλ' ἐξαίφνης ἐπιστὰς τοῖς γινομένοις·' δυνάμει γὰρ ἄμφω ταὐτά. καὶ ἐν τῷ 'οἳ φιλοτιμούμεθα μὲν ἐπὶ τοῖς τῶν προγόνων ἔργοις' τὸ 'καὶ τὴν πόλιν ἐκ τῶν τότε πραχθέντων ἐγκωμιάζειν ἀξιοῦμεν'· τὸ γὰρ αὐτὸ φιλοτιμεῖσθαί τε καὶ ἐπαινεῖν. καὶ ἐν τῷ 'οὐδὲν δὲ τῶν αὐτῶν ἐκείνοις πράττομεν' τὸ 'ἀλλὰ πᾶν τοὐναντίον'· ἤρκει γὰρ αὐτῶν εἰρῆσθαι θάτερον. ἐξῆν δέ γε μίαν ἐκ τοῖν δυοῖν ποιῆσαι περίοδον καὶ συντομωτέραν καὶ χαριεστέραν· 'τίς γὰρ ἂν ἄλλοθεν ἐπελθὼν οὐκ ἂν μαίνεσθαι νομίσειεν ἡμᾶς, οἳ φιλοτιμούμεθα μὲν ἐπὶ τοῖς τῶν προγόνων ἔργοις, οὐδὲν δὲ τῶν αὐτῶν ἐκείνοις πράττομεν'; πολλὰ τοιαῦτά ἐστι παραπληρώματα καθ' ἑκάστην ὀλίγου δεῖν περίοδον οὐκ ἀναγκαίαν ἔχοντα χώραν, ἃ ποιεῖ τὴν ἑρμηνείαν ἀμετροτέραν, τὴν δὲ περίοδον κομψοτέραν. μακρὰ μὲν οὖν ἡ λέξις οὕτως ἐστὶν αὐτῷ, πλατεῖς δὲ καὶ ἀσυγκρότητος πῶς; 'κἀκεῖνοι μὲν ἐλευθεροῦντες τὰς πόλεις τὰς Ἑλληνίδας καὶ βοηθοῦντες αὐταῖς τῆς ἡγεμονίας ἠξιώθησαν, ἡμεῖς δὲ [καὶ] καταδουλούμενοι καὶ τἀναντία τοῖς τότε πράττοντες ἀγανακτοῦμεν, εἰ μὴ τὴν αὐτὴν τιμὴν ἐκείνοις ἕξομεν'. ταῦτα κεκολπωμένα σφίγξαι μᾶλλον ἐνῆν καὶ στρογγυλώτερα ὧδέ πως ποιῆσαι· 'κἀκεῖνοι μὲν ἐλευθεροῦντες τὴν Ἑλλάδα καὶ σῴζοντες ἐπὶ τὴν ἡγεμονίαν προῆλθον, ἡμεῖς δὲ καταδουλούμενοι καὶ διολλύντες ἀγανακτοῦμεν, εἰ μὴ τῶν ἴσων τευξόμεθα'. καὶ ἡ μετὰ ταῦτα διάνοια πλατέως τε εἴρηται καὶ ἀσυγκρότητός ἐστιν· 'οἳ τοσοῦτον ἀπολελείμμεθα καὶ ταῖς διανοίαις καὶ τοῖς ἔργοις τῶν κατ' ἐκεῖνον τὸν χρόνον γενομένων, ὅσον οἳ μὲν ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας τήν τε πατρίδα τὴν ἑαυτῶν ἐκλιπεῖν ἐτόλμησαν καὶ μαχόμενοι καὶ ναυμαχοῦντες τοὺς βαρβάρους ἐνίκησαν'. ἐξῆν δέ γε αὐτῆς ἐπιστρέψαι τὸ πλάτος οὕτως ἐξενέγκαντα· 'οἳ τοσούτῳ χείρους ἐσμὲν τῶν προγόνων, ὅσον οἳ μὲν ὑπὲρ τοῦ σῶσαι τοὺς Ἕλληνας τήν τε πατρίδα τὴν ἑαυτῶν ἐξέλιπον καὶ μαχόμενοι πρὸς τοὺς βαρβάρους ἐνίκησαν'. μυρία καὶ ταύτης ἐστὶ λαβεῖν τῆς ἀσθενείας δείγματα. ἔξω γὰρ ὀλίγων τινῶν, οἷς οὐκ ἐκ προνοίας μᾶλλον ἢ κατ' αὐτοματισμὸν συμβέβηκε τὸ συνεστράφθαι, τἆλλα ἐν πλάτει λέγεται.
[20] ἄτονος δὲ δὴ καὶ λαβὰς οὐ κραταιὰς ἔχουσα πῶς ἐστιν ἡ λέξις; τῷ ἐπιφέρειν τινὰ τοῖς εἰρημένοις διάνοιαν τοιαύτην· 'τοσοῦτον δὲ χείρους ἐσμὲν τῶν προγόνων οὐ μόνον τῶν εὐδοκιμησάντων ἀλλὰ καὶ τῶν μισηθέντων, ὅσον ἐκεῖνοι μὲν εἰ πολεμεῖν πρός τινα ψηφίσαιντο, μεστῆς οὔσης ἀργυρίου καὶ χρυσίου τῆς ἀκροπόλεως ὅμως ὑπὲρ τῶν δοξάντων τοῖς ἑαυτῶν σώμασιν ᾤοντο δεῖν κινδυνεύειν, ἡμεῖς δ' εἰς τοσαύτην ἀπορίαν ἐληλυθότες καὶ τοσοῦτοι τὸ πλῆθος ὄντες, ὥσπερ βασιλεὺς ὁ μέγας μισθωτοῖς χρώμεθα τοῖς στρατοπέδοις'. φέρε δὲ πῶς ἐνῆν αὐτὴν εἰπεῖν στρογγυλωτέραν; 'ἀλλὰ ταῦτα μὲν ἴσως χείρους ἐσμὲν τῶν προγόνων, τὰ δ' ἄλλα βελτίους, οὐ λέγω τῶν εὐδοκιμησάντων, πόθεν γάρ; ἀλλὰ τῶν μισηθέντων. καὶ τίς οὐκ οἶδεν, ὅτι ἐκεῖνοι μὲν πλείστων ποτὲ πληρώσαντες χρημάτων τὴν ἀκρόπολιν οὐ κατεμισθοφόρουν τὸν κοινὸν πλοῦτον εἰς τοὺς πολεμίους, ἀλλὰ ἀπὸ τῶν ἰδίων εἰσφέροντες ἔστιν ὅτε καὶ τοῖς ἑαυτῶν σώμασι κινδυνεύειν ἠξίουν; ἡμεῖς δὲ οὕτως ὄντες ἄποροι καὶ τοσοῦτοι τὸ πλῆθος μισθοφόροις τοῖς στρατεύμασι πολεμοῦμεν ὥσπερ καὶ βασιλεὺς ὁ μέγας'. ἀλλὰ μὴν ὅτι γε ἄψυχός ἐστιν ἡ διάλεκτος αὐτοῦ καὶ οὐ παθητικὴ πνεύματός τε, οὗ μάλιστα δεῖ τοῖς ἐναγωνίοις λόγοις, ἐλαχίστην ἔχουσα μοῖραν, οἴομαι μὲν ἔγωγε καὶ χωρὶς ὑπομνήσεως ἅπασιν εἶναι φανερόν. εἰ δὲ ἄρα καὶ παραδειγμάτων δεῖ, πολλῶν ὄντων, ἅ τις ἂν εἰπεῖν ἔχοι, μιᾷ διανοίᾳ χρησάμενος ἀρκεσθήσομαι. διαδέχεται δὴ τὴν ὀλίγῳ πρότερον ἐξετασθεῖσαν ἀντίθεσιν ἑτέρα τοιαύτη τις ἀντίθεσις· 'καὶ τότε μέν, εἰ τριήρεις ἐπληροῦμεν, τοὺς μὲν ξένους καὶ δούλους ναύτας ἐνεβιβάζομεν τοὺς δὲ πολίτας μεθ' ὅπλων ἐξεπέμπομεν, νῦν δὲ τοῖς μὲν ξένοις ὁπλίταις χρώμεθα τοὺς δὲ πολίτας ἐλαύνειν ἀναγκάζομεν, ὥσθ' ὁπόταν ἀποβαίνωσιν εἰς τὴν τῶν πολεμίων, οἱ μὲν ἄρχειν τῶν Ἑλλήνων ἀξιοῦντες ὑπηρέσιον ἔχοντες ἐκβαίνουσιν, οἱ δὲ τοιοῦτοι τὰς φύσεις ὄντες, οἵους ὀλίγῳ πρότερον εἶπον, μεθ' ὅπλων κινδυνεύουσιν'. ἐν τούτοις οὐ μέμφομαι τὸν ἄνδρα τοῦ λήματος (γενναία γὰρ ἡ διάνοια καὶ δυναμένη κινῆσαι πάθος), τὸ δὲ τῆς λέξεως λεῖον καὶ μαλακὸν αἰτιῶμαι. τραχεῖαν γὰρ ἔδει καὶ πικρὰν εἶναι καὶ πληγῇ τι παραπλήσιον ποιεῖν· ἣ δ' ἔστιν ὑγρὰ καὶ ὁμαλὴ καὶ ὥσπερ ἔλαιον ἀψοφητὶ διὰ τῆς ἀκοῆς ῥέουσα, θέλγειν γέ τοι καὶ ἡδύνειν ζητοῦσα τὴν ἀκοήν. ἀλλ' εὖ τοῖς σχήμασιν ἔχει πρὸς ἀγῶνας πολλοῖς οὖσι καὶ ποικίλοις καὶ διὰ τούτων παθαίνει τοὺς ἀκούοντας; πολλοῦ γε καὶ δεῖ. τὰ γὰρ ἐκλύοντα μάλιστα τὴν δύναμιν αὐτῆς καὶ ἀποστρέφοντα τὴν ἀκοὴν ταῦτ' ἔστι τὰ μειρακιώδη πάρισα καὶ τὰ ψυχρὰ ἀντίθετα καὶ τὰ παραπλήσια τούτοις. αὐτίκα ἐν αὐτῇ ταύτῃ τῇ λέξει, περὶ ἧς ὁ λόγος, τό τε πρᾶγμα ὅλον ἐστὶν ἀντίθεσις καὶ τὰ κατὰ μέρος αὐτοῦ νοήματα ἓν πρὸς ἓν ἀντίκειται καὶ τῶν περιόδων ἑκάστη δι' ἀντιθέτων κατεσκεύασται, ὥστ' ἀποκναίειν τοὺς ἀκούοντας ἀηδίᾳ καὶ κόρῳ. ὃ δὲ λέγω, τοιοῦτόν ἐστι. πάσης διανοίας καὶ περιόδου καὶ λήμματος αἵ τε ἀρχαὶ καὶ αἱ ἐπιφοραὶ τοιαῦταί εἰσιν· οἳ μὲν γὰρ ἡμεῖς δέ, ‹καί·› κἀκεῖνοι ‹μὲν ἡμεῖς δέ,› καί· τότε μὲν νῦν δέ, καί· ὅσον οἳ μὲν ἡμεῖς δέ, καί· τοῦτο μὲν τοῦτο δέ. ταῦτ' ἀπὸ τῆς ἀρχῆς ἕως τελευτῆς κεκύκλωκε. τροπαὶ δὲ καὶ μεταβολαὶ καὶ ποικιλίαι σχημάτων, ἃ πέφυκε λύειν τὸν τῆς διανοίας κόπον, οὐδαμοῦ. πολλὰ ἄν τις ἔχοι τοιαῦτα ἐπιτιμᾶν Ἰσοκράτει τῶν περὶ τὴν διάλεκτον ἐλλειμμάτων, ἀλλὰ καὶ ταῦθ' ἱκανά.
[21] εἰσαγέσθω δὴ μετὰ τοῦτον ὁ Δημοσθένης, καὶ λαμβανέσθω κἀκείνου λέξις ἐκ μιᾶς τῶν κατὰ Φιλίππου δημηγορίας, δι' ἧς καὶ αὐτὸς συγκρίνει τὰ καθ' ἑαυτὸν ἔργα τοῖς ἐπὶ τῶν προγόνων καὶ τοὺς νέους δημαγωγοὺς τοῖς παλαιοῖς, οὐ καθ' ἓν ἔργον ἕκαστον ἀρχαῖον ἔργῳ καινῷ παρατιθεὶς οὐδὲ πάντα μικρολογῶν συγκρίσει, ἀλλὰ ὅλῃ ‹τῇ θέσει› ποιούμενος ὅλην τὴν ἀντίθεσιν διεξοδικὴν οὕτως· 'Καίτοι σκέψασθε, ὦ ἄνδρες Ἀθηναῖοι, ἅ τις ἂν κεφάλαια εἰπεῖν ἔχοι τῶν τε ἐπὶ τῶν προγόνων ἔργων καὶ τῶν ἐφ' ὑμῶν. ἔσται δὲ βραχὺς καὶ γνώριμος ὑμῖν ὁ λόγος. οὐ γὰρ ἀλλοτρίοις χρωμένοις ὑμῖν παραδείγμασιν ἀλλ' οἰκείοις, ὦ ἄνδρες Ἀθηναῖοι, εὐδαίμοσιν ἔξεστι γίγνεσθαι. ἐκεῖνοι τοίνυν, οἷς οὐκ ἐχαρίζοντο οἱ λέγοντες, οὐδ' ἐφίλουν αὐτούς, ὥσπερ ὑμᾶς οὗτοι νῦν, πέντε μὲν καὶ τετταράκοντα ἔτη τῶν Ἑλλήνων ἦρξαν ἑκόντων· πλείω δ' ἢ μύρια τάλαντα εἰς τὴν ἀκρόπολιν συνήγαγον· ὑπήκουε δὲ ὁ ταύτην τὴν χώραν ἔχων αὐτοῖς βασιλεύς, ὥσπερ ἐστὶ προσῆκον βάρβαρον Ἕλλησι· πολλὰ δὲ καὶ καλὰ καὶ πεζῇ καὶ ναυμαχοῦντες ἔστησαν τρόπαια αὐτοὶ στρατευόμενοι· μόνοι δ' ἀνθρώπων κρείττω τὴν ἐπὶ τοῖς ἔργοις δόξαν τῶν φθονούντων κατέλιπον. ἐπὶ μὲν δὴ τῶν Ἑλληνικῶν ἦσαν τοιοῦτοι, ἐν δὲ τοῖς κατὰ τὴν πόλιν αὐτὴν θεάσασθε ὁποῖοι ἔν ‹τε› τοῖς κοινοῖς καὶ ἐν τοῖς ἰδίοις. δημόσια μὲν τοίνυν οἰκοδομήματα καὶ κάλλη τοσαῦτα καὶ τοιαῦτα κατεσκεύασαν ἡμῖν ἱερῶν καὶ τῶν ἐν τούτοις ἀναθημάτων, ὥστε μηδενὶ τῶν ἐπιγιγνομένων ὑπερβολὴν λειφθῆναι. ἰδίᾳ δὲ οὕτω σώφρονες ἦσαν καὶ σφόδρα ἐν τῷ τῆς πολιτείας ἤθει μένοντες, ὥστε τὴν Ἀριστείδου καὶ Μιλτιάδου καὶ τῶν τότε λαμπρῶν οἰκίαν εἴ τις ἄρ' οἶδεν ὑμῶν ὁποία ποτ' ἐστίν, ὁρᾷ τῆς τοῦ γείτονος οὐδὲν σεμνοτέραν οὖσαν. οὐ γὰρ εἰς περιουσίαν αὐτοῖς ἐπράττετο τὰ τῆς πόλεως, ἀλλὰ τὸ κοινὸν ἕκαστος αὔξειν ᾤετο δεῖν. ἐκ δὲ τοῦ τὰ μὲν Ἑλληνικὰ πιστῶς, τὰ δὲ πρὸς τοὺς θεοὺς εὐσεβῶς, τὰ δ' ἐν αὑτοῖς ἴσως διοικεῖν μεγάλην εἰκότως ἐκέκτηντο εὐδαιμονίαν. τότε μὲν δὴ τοῦτον τὸν τρόπον εἶχε τὰ πράγματα ἐκείνοις χρωμένοις, οἷς εἶπον, προστάταις. νυνὶ δὲ πῶς ἡμῖν ὑπὸ τῶν χρηστῶν τῶν νῦν τὰ πράγματα ἔχει; ἆρά γε ὁμοίως καὶ παραπλησίως; καὶ τὰ μὲν ἄλλα σιωπῶ πολλὰ ἔχων εἰπεῖν· ἀλλ' ὅσης πάντες ὁρᾶτε ἐρημίας ἐπειλημμένοι καὶ Λακεδαιμονίων μὲν ἀπολωλότων, Θηβαίων δ' ἀσχόλων ὄντων, τῶν δ' ἄλλων οὐδενὸς ὄντος ἀξιόχρεω περὶ τῶν πρωτείων ὑμῖν ἀντᾶραι, ἐξὸν ἡμῖν καὶ τὰ ἡμέτερα αὐτῶν ἀσφαλῶς ἔχειν καὶ τὰ τῶν ἄλλων δίκαια βραβεύειν, ἀπεστερήμεθα μὲν χώρας οἰκείας, πλείω δ' ἢ χίλια καὶ πεντακόσια τάλαντα ἀνηλώκαμεν εἰς οὐδὲν δέον, οὓς δὲ ἐν τῷ πολέμῳ συμμάχους ἐκτησάμεθα, εἰρήνης οὔσης ἀπολωλέκασιν οὗτοι, ἐχθρὸν δ' ἐφ' ἡμᾶς αὐτοὺς τηλικοῦτον ἠσκήκαμεν. ἢ φρασάτω τις ἐμοὶ παρελθών, πόθεν ἄλλοθεν ἰσχυρὸς γέγονεν ἢ παρ' ἡμῶν αὐτῶν ὁ Φίλιππος; ἀλλ' ὦ τᾶν εἰ ταῦτα φαύλως, τά γε ἐν αὐτῇ τῇ πόλει νῦν ἄμεινον ἔχει. καὶ τί ἂν εἰπεῖν τις ἔχοι τὰς ἐπάλξεις, ἃς κονιῶμεν, καὶ τὰς ὁδούς, ἃς ἐπισκευάζομεν, καὶ κρήνας καὶ λήρους; ἀποβλέψατε δὴ πρὸς τοὺς ταῦτα πολιτευομένους, ὧν οἳ μὲν ἐκ πτωχῶν πλούσιοι γεγόνασιν, οἳ δ' ἐξ ἀδόξων ἔντιμοι, ἔνιοι δὲ τὰς ἰδίας οἰκίας τῶν δημοσίων οἰκοδομημάτων σεμνοτέρας εἰσὶ κατεσκευασμένοι, ὅσῳ δὲ τὰ τῆς πόλεως ἐλάττω γέγονε, τοσούτῳ τὰ τούτων ηὔξηται. τί δὴ τὸ πάντων αἴτιον τούτων; καὶ τί δή ποτ' εἶχεν ἅπαντα καλῶς τότε καὶ νῦν οὐκ ὀρθῶς; ὅτι τὸ μὲν πρῶτον καὶ στρατεύεσθαι τολμῶν αὐτὸς ὁ δῆμος δεσπότης τῶν πολιτευομένων ἦν καὶ κύριος αὐτὸς ἁπάντων τῶν ἀγαθῶν, καὶ ἀγαπητὸν ἦν παρὰ τοῦ δήμου τῶν ἄλλων ἑκάστῳ καὶ τιμῆς καὶ ἀρχῆς καὶ ἀγαθοῦ τινος μεταλαβεῖν. νῦν δὲ τοὐναντίον κύριοι μὲν τῶν ἀγαθῶν οἱ πολιτευόμενοι καὶ διὰ τούτων ἅπαντα πράττεται, ὑμεῖς δὲ ὁ δῆμος ἐκνενευρισμένοι καὶ περιῃρημένοι χρήματα, συμμάχους ἐν ὑπηρέτου καὶ προσθήκης μέρει γεγένησθε, ἀγαπῶντες, ἂν μεταδῶσι θεωρικὸν ὑμῖν ἢ βοΐδια πέμψωσιν οὗτοι. καὶ τὸ πάντων ἀνανδρότατον· τῶν ὑμετέρων αὐτῶν χάριν προσοφείλετε. οἳ δ' ἐν αὐτῇ τῇ πόλει καθείρξαντες ὑμᾶς ἐπάγουσιν ἐπὶ ταῦτα καὶ τιθασεύουσι, χειροήθεις αὑτοῖς ποιοῦντες. ἔστι δ' οὐδέποτ', οἶμαι, μέγα καὶ νεανικὸν φρόνημα λαβεῖν μικρὰ καὶ φαῦλα πράττοντας. ὁποῖ' ἄττα γὰρ ἂν τὰ ἐπιτηδεύματα τῶν ἀνθρώπων ᾖ, τοιοῦτον ἀνάγκη καὶ τὸ φρόνημα ἔχειν. ταῦτα μὰ τὴν Δήμητρα οὐκ ἂν θαυμάσαιμι εἰ μείζων εἰπόντι μοι γένοιτο παρ' ὑμῶν βλάβη ‹ἢ› τῶν πεποιηκότων αὐτὰ ἑκάστῳ. οὐδὲ γὰρ παρρησία περὶ πάντων ἀεὶ παρ' ὑμῖν ἐστιν, ἀλλ' ἔγωγ' ὅτι καὶ νῦν γέγονε, θαυμάζω.' ταύτην τὴν διάλεξιν τίς οὐκ ἂν ὁμολογήσειε καὶ κατὰ τἆλλα μὲν πάντα διαφέρειν τῆς Ἰσοκράτους; καὶ γὰρ εὐγενέστερον ἐκείνης καὶ μεγαλοπρεπέστερον ἡρμήνευκε τὰ πράγματα καὶ ... περιείληφεν ὀνόμασι συγκεκρότηταί τε καὶ συνέσπασται καὶ περιτετόρνευται τοῖς νοήμασιν ἄμεινον ἰσχύϊ τε πλείονι κέχρηται καὶ τόνοις ἐμβριθεστέροις καὶ πέφευγε τὰ ψυχρὰ καὶ μειρακιώδη σχήματα, οἷς ἐκείνη καλλωπίζεται πέρα τοῦ μετρίου· μάλιστα δὲ κατὰ τὸ δραστήριον καὶ ἐναγώνιον καὶ ἐμπαθὲς ὅλῳ καὶ τῷ παντὶ κρεῖττον ἔχει ἐκείνης. ἐγὼ γοῦν, ὃ πρὸς ἀμφοτέρας πάσχω τὰς λέξεις, ἐρῶ· οἴομαι δὲ κοινόν τι πάθος ἁπάντων ἐρεῖν καὶ οὐκ ἐμὸν ἴδιον μόνου.
[22] ὅταν μέν τινα τῶν Ἰσοκράτους ἀναγινώσκω λόγων, εἴτε τῶν πρὸς τὰ δικαστήρια καὶ τὰς ἐκκλησίας γεγραμμένων ἢ τῶν ...... ἐν ἤθει σπουδαῖος γίνομαι καὶ πολὺ τὸ εὐσταθὲς ἔχω τῆς γνώμης, ὥσπερ οἱ τῶν σπονδείων αὐλημάτων ἢ τῶν Δωρίων τε κἀναρμονίων μελῶν ἀκροώμενοι. ὅταν δὲ ‹τῶν› Δημοσθένους τινὰ λάβω λόγων, ἐνθουσιῶ τε καὶ δεῦρο κἀκεῖσε ἄγομαι, πάθος ἕτερον ἐξ ἑτέρου μεταλαμβάνων, ἀπιστῶν, ἀγωνιῶν, δεδιώς, καταφρονῶν, μισῶν, ἐλεῶν, εὐνοῶν, ὀργιζόμενος, φθονῶν, ἅπαντα τὰ πάθη μεταλαμβάνων, ὅσα κρατεῖν πέφυκεν ἀνθρωπίνης γνώμης· διαφέρειν τε οὐδὲν ἐμαυτῷ δοκῶ τῶν τὰ μητρῷα καὶ τὰ κορυβαντικὰ καὶ ὅσα τούτοις παραπλήσιά ἐστι, τελουμένων, εἴτε ὀσμαῖς ἐκεῖνοί γε ... εἴτε ἤχοις εἴτε τῶν δαιμόνων πνεύματι αὐτῶν κινούμενοι τὰς πολλὰς καὶ ποικίλας ἐκεῖνοι λαμβάνουσι φαντασίας. καὶ δή ποτε καὶ ἐνεθυμήθην, τί ποτε τοὺς τότε ἀνθρώπους ἀκούοντας αὐτοῦ λέγοντος ταῦτα πάσχειν εἰκὸς ἦν. ὅπου γὰρ ἡμεῖς οἱ τοσοῦτον ἀπηρτημένοι τοῖς χρόνοις καὶ οὐθὲν πρὸς τὰ πράγματα πεπονθότες οὕτως ὑπαγόμεθα καὶ κρατούμεθα καί, ὅποι ποτ' ἂν ἡμᾶς ὁ λόγος ἄγῃ, πορευόμεθα, πῶς τότε Ἀθηναῖοί τε καὶ οἱ ἄλλοι Ἕλληνες ἤγοντο ὑπὸ τοῦ ἀνδρὸς ἐπὶ τῶν ἀληθινῶν τε καὶ ἰδίων ἀγώνων, αὐτοῦ λέγοντος ἐκείνου τὰ ἑαυτοῦ μετὰ τῆς ἀξιώσεως, ἧς εἶχε, τὴν αὐτοπάθειαν καὶ τὸ παράστημα τῆς ψυχῆς ἀποδεικνυμένου, κοσμοῦντος ἅπαντα καὶ χρωματίζοντος τῇ πρεπούσῃ ὑποκρίσει, ἧς δεινότατος ἀσκητὴς ἐγένετο, ὡς ἅπαντές τε ὁμολογοῦσι καὶ ἐξ αὐτῶν ἰδεῖν ἔστι τῶν λόγων, ὧν ἄρτι προηνεγκάμην, οὓς οὐκ ἔνι τῷ βουλομένῳ ἐν ἡδονῇ ὡς ἀνάγνωσμα διελθεῖν, ἀλλ' αὐτοὶ διδάσκουσι, πῶς αὐτοὺς ὑποκρίνεσθαι δεῖ, νῦν μὲν εἰρωνευόμενον, νῦν δὲ ἀγανακτοῦντα, νῦν δὲ νεμεσῶντα, δεδιττόμενόν τε αὖ καὶ θεραπεύοντα καὶ νουθετοῦντα καὶ παρορμῶντα καὶ πάνθ', ἃ βούλεται ποιεῖν ἡ λέξις, ἀποδεικνύμενον ἐπὶ τῆς προφορᾶς. εἰ δὴ τὸ διὰ τοσούτων ‹ἐτῶν› ἐγκαταμισγόμενον τοῖς βυβλίοις πνεῦμα τοσαύτην ἰσχὺν ἔχει καὶ οὕτως ἀγωγόν ἐστι τῶν ἀνθρώπων, ἦ που τότε ὑπερφυές τι καὶ δεινὸν χρῆμα ἦν ἐπὶ τῶν ἐκείνου λόγων.
[23] ἀλλὰ γάρ, ἵνα μὴ περὶ ταῦτα διατρίβων ἀναγκασθῶ παραλιπεῖν τι τῶν περιλειπομένων, Ἰσοκράτην μὲν καὶ τὸν χαρακτῆρα τῆς ἀγωγῆς ἐκείνης ἐάσω, περὶ δὲ Πλάτωνος ἤδη διαλέξομαι τά γ' ἐμοὶ δοκοῦντα μετὰ παρρησίας, οὐθὲν οὔτε τῇ δόξῃ τἀνδρὸς προστιθεὶς οὔτε τῆς ἀληθείας ἀφαιρούμενος, καὶ μάλιστα ἐπεί τινες ἀξιοῦσι πάντων αὐτὸν ἀποφαίνειν φιλοσόφων τε καὶ ῥητόρων ἑρμηνεῦσαι τὰ πράγματα δαιμονιώτατον παρακελεύονταί τε ἡμῖν ὅρῳ καὶ κανόνι χρῆσθαι καθαρῶν ἅμα καὶ ἰσχυρῶν λόγων τούτῳ τῷ ἀνδρί. ἤδη δέ τινων ἤκουσα ἐγὼ λεγόντων, ὡς, εἰ καὶ παρὰ θεοῖς διάλεκτός ἐστιν, ᾗ τὸ τῶν ἀνθρώπων κέχρηται γένος, οὐκ ἄλλως ὁ βασιλεὺς ὢν αὐτῶν διαλέγεται θεὸς ἢ ὡς Πλάτων. πρὸς δὴ τοιαύτας ὑπολήψεις καὶ τερατείας ἀνθρώπων ἡμιτελῶν περὶ λόγους, οἳ τὴν εὐγενῆ κατασκευὴν οὐκ ἴσασιν ἥ τίς ποτ' ἐστὶν οὐδὲ δύνανται, πᾶσαν εἰρωνείαν ἀφείς, ὡς πέφυκα, διαλέξομαι. ὃν δὲ ἀξιῶ τρόπον ποιήσασθαι τὴν ἐξέτασιν αὐτοῦ, βούλομαι προειπεῖν. ἐγὼ τὴν μὲν ἐν τοῖς διαλόγοις δεινότητα τοῦ ἀνδρὸς καὶ μάλιστα ἐν οἷς ἂν φυλάττῃ τὸν Σωκρατικὸν χαρακτῆρα, ὥσπερ ἐν τῷ Φιλήβῳ, πάνυ ἄγαμαί τε καὶ τεθαύμακα, τῆς δ' ἀπειροκαλίας αὐτὸν οὐδεπώποτ' ἐζήλωσα τῆς ἐν ταῖς ἐπιθέτοις κατασκευαῖς, ὥσπερ ἔφην καὶ πρότερον, καὶ πάντων ἥκιστα ἐν οἷς ἂν εἰς πολιτικὰς ὑποθέσεις συγκαθεὶς ἐγκώμια καὶ ψόγους κατηγορίας τε καὶ ἀπολογίας ἐπιχειρῇ γράφειν. ἕτερος γάρ τις αὑτοῦ γίνεται τότε καὶ καταισχύνει τὴν φιλόσοφον ἀξίωσιν. κἀμοί γε πολλάκις ἐπῆλθεν εἰπεῖν ἐπὶ τῶν τοιούτων αὐτοῦ λόγων, ὃ πεποίηται παρ' Ὁμήρῳ πρὸς τὴν Ἀφροδίτην ὁ Ζεὺς λέγων·
Οὔ τοι, τέκνον ἐμόν, δέδοται πολεμήια ἔργα,
ἀλλὰ σύ γ' ἱμερόεντα μετέρχεο ἔργα γάμοιο
Σωκρατικῶν διαλόγων, ταῦτα δὲ πολιτικοῖς καὶ ῥήτορσιν ἀνδράσι μελήσει. ποιοῦμαι δὲ τῆς ἐμαυτοῦ δόξης κοινοὺς κριτὰς τοὺς φιλολόγους ἅπαντας, ὑπεξαιρούμενος, εἴ τινές εἰσι φιλότιμοι καὶ πρὸς τὰς δόξας ἀλλὰ μὴ πρὸς τὴν ἀλήθειαν κρίνοντες τὰ πράγματα. τὸ μὲν οὖν ἐκλέγειν ἐξ ἁπάντων αὐτοῦ τῶν λόγων, εἴ τι κάκιστον εἴρηται, ὃ ποιοῦσιν ἕτεροί τινες, κἄπειτα τούτοις ἀντιπαρατιθέναι τὴν κράτιστα ἔχουσαν Δημοσθένους λέξιν οὐκ ἐδοκίμαζον, τὸ δ' ἐκ τῶν ἀμφοτέρων μάλιστα εὐδοκιμούντων, ταῦτα παρ' ἄλληλα θεὶς ἐξετάζειν τὰ κρείττω τοῦτ' ἔδοξ' εἶναι δίκαιον, καὶ ἐπ' αὐτὸ τοδὶ τρέψομαι τὸ μέρος. δικανικὸς μὲν οὖν λόγος εἷς ἐστι Πλάτωνι, Σωκράτους ἀπολογία, δικαστηρίου μὲν ἢ ἀγορᾶς οὐδὲ θύρας ἰδών, κατ' ἄλλην δέ τινα βούλησιν γεγραμμένος, οὔτ' ἐν λόγοις τόπον ἔχων οὔτ' ἐν διαλόγοις. τοῦτον μὲν οὖν ἐῶ. δημηγορία δὲ οὐδεμία, πλὴν εἴ τις ἄρα τὰς ἐπιστολὰς βούλεται δημηγορίας καλεῖν. ἀφείσθωσαν δὴ καὶ αὗται. ἐγκώμια δ' ἐν τῷ συμποσίῳ πολλὰ μὲν ἔρωτος, ὧν ἔνια οὐκ ἄξια σπουδῆς, ἓν δὲ Σωκράτους ὁποῖον δή ποτε· οὐθὲν γὰρ δέομαι νῦν γε περὶ τούτου λέγειν. κράτιστος δὴ πάντων τῶν πολιτικῶν λόγων ὁ Μενέξενος, ἐν ᾧ τὸν ἐπιτάφιον διεξέρχεται λόγον, ὡς μὲν ἐμοὶ δοκεῖ, Θουκυδίδην παραμιμούμενος, ὡς δὲ αὐτός φησιν, Ἀρχίνῳ καὶ Δίωνι ...... τοῦτον δὴ παραλήψομαι τὸν λόγον καὶ παρ' αὐτὸν ἐξετάσω Δημοσθένους λέξεις τινάς, οὐκ ἐκ τοῦ ‹ἐπιταφίου›· τοῦτον μὲν γὰρ οὐχ ἡγοῦμαι ὑπ' ἐκείνου τοῦ ἀνδρὸς γεγράφθαι· ἀλλ' ἐκ τῶν ἄλλων αὐτοῦ λόγων, ὅσοι περί τε τοῦ καλοῦ καὶ τῆς ἀρετῆς εἴρηνται, μᾶλλον δ' ἐξ ἑνὸς ἀγῶνος· οὐ γὰρ ἔχω καιρὸν ὅσοις βούλομαι παραδείγμασι χρήσασθαι, πάντων μάλιστα βουληθεὶς ἄν. τοιοῦτος μὲν δή τις ὁ τρόπος ἔσται μοι τῆς συγκρίσεως.
[24] λαμβανέσθω δὲ πρότερος Πλάτων, καὶ ἐπειδὴ μέγα φρονεῖν ἔοικεν ἐπί τε ἀκριβείᾳ καὶ σεμνότητι ὀνομάτων, ταῦτα ἐπὶ τῶν αὐτοῦ βασανίσω, ἀρξάμενος, ὅθεν περ κἀκεῖνος, τοῦ λόγου· 'Ἔργῳ μὲν ἡμῖν οἵδε ἔχουσι τὰ προσήκοντα σφίσιν αὐτοῖς, ὧν τυχόντες πορεύονται τὴν εἱμαρμένην πορείαν.' ἡ μὲν εἰσβολὴ θαυμαστὴ καὶ πρέπουσα τοῖς ὑποκειμένοις πράγμασι κάλλους τε ὀνομάτων ἕνεκα καὶ σεμνότητος καὶ ἁρμονίας, τὰ δ' ἐπιλεγόμενα οὐκέθ' ὅμοια τοῖς πρώτοις, αὐτίκα ‹τό›· 'προπεμφθέντες κοινῇ μὲν ὑπὸ τῆς πόλεως, ἰδίᾳ δὲ ὑπὸ τῶν οἰκείων.' ἐν γὰρ τῷ πάντα τὰ προσήκοντα σφίσιν αὐτοῖς ἔχειν τοὺς θαπτομένους ἐνῆν καὶ τὸ προπεμφθῆναι τὰ σώματ' αὐτῶν ἐπὶ τὰς ταφὰς δημοσίᾳ τε καὶ ἰδίᾳ. ὥστε ‹οὐκ› ἀναγκαῖον ἦν πάλιν ταὐτὸ λέγειν· εἰ μὴ κράτιστον ‹ἁπάντων› τῶν περὶ τὰς ταφὰς νομίμων τοῦτο ὑπελάμβανεν ὁ ἀνὴρ εἶναι, λέγω δὴ τὸ παρεῖναι πολλοὺς ταῖς ἐκκομιδαῖς, καὶ οὐθὲν ἄτοπον ἐδόκει ποιεῖν συμπεριλαβών τε αὐτὸ τοῖς ἄλλοις καὶ χωρὶς ὑπὲρ αὐτοῦ μόνου λέγων. ἠλίθιος ἄρα τις ἦν, εἰ τοῦτον ἐδόκει τοῖς τελευτήσασι λαμπρότατον εἶναι τῶν κόσμων, οἷς ἡ πόλις αὐτοὺς ἐκόσμει. ἵνα γὰρ ἀφῶ πάντα τὰ ἄλλα, τὸ δημοσίᾳ γηροτροφεῖσθαι τοὺς πατέρας αὐτῶν ἄχρι θανάτου καὶ παιδεύεσθαι τοὺς υἱεῖς ἕως ἥβης πόσῳ κρεῖττον ἦν τοῦ προπέμπεσθαι τὰ σώματα δημοσίᾳ; ἐμοὶ μὲν δοκεῖ μακρῷ. οὐκοῦν οὐκ ἀναγκαία, Πλάτων, ἥδε ἡ προσθήκη. ἀλλ' ἄρα γε εἰ μὴ τοῦ ἀναγκαίου, κάλλους γε ἢ τῶν ἄλλων τινὸς τῶν ἐπιθέτων ἕνεκα κόσμων παρείληπται τὸ κῶλον αὐτῷ τουτί; πολλοῦ γε καὶ δεῖ· πρὸς γὰρ τῷ μηδὲν ἔχειν σπουδῆς ἄξιον ‹μήτε κατὰ τὴν ἐκλογὴν τῶν ὀνομάτων› μήτε κατὰ τὴν σύνθεσιν προσδιαφθείρει καὶ τὴν πρὸ αὐτοῦ περίοδον, λυμαίνεται γοῦν τήν τε συμμετρίαν αὐτῆς καὶ τὴν εὐφωνίαν. νῦν μὲν γὰρ δυσὶ περιλαμβανομένη κώλοις σύμμετρός ἐστι καὶ ἐναρμόνιος καὶ στρογγύλη καὶ βάσιν εἴληφεν ἀσφαλῆ· ἐὰν δὲ προσλάβῃ τουτὶ τὸ κῶλον, ἅπαντα ταῦτα ἀπεκρίθησαν, καὶ μεταλήψεται τὸν ἱστορικὸν ἀντὶ τοῦ λογικοῦ τύπον. εἰ δὲ χωρίσαντες τοῦτο τὸ κῶλον ἀπὸ τῶν προηγουμένων αὐτὸ καθ' αὑτὸ ἐξοίσομεν, οὔτε περίοδος ἡμῖν γενήσεται καθ' ἑαυτὸ γενόμενον οὔτε ἦθος ἢ πάθος ἕξει μὰ Δία οὔτε ἄλλην πειθὼ καὶ χάριν οὐδεμίαν. εἰ δὴ μήτε τοῦ ἀναγκαίου χάριν ἡ προσθήκη παρείληπται μήτε τοῦ περιττοῦ (περὶ ταῦτα δὲ καὶ ἐν τούτοις ἡ τῆς λέξεως κατασκευή), τίς ἂν τοῦτο ἔτι ἕτερον ὀνομάσειεν εἰ μὴ τοῦθ' ὅπερ ἐστὶν ἀληθῶς, ἀκαιρίαν. τούτοις ἐκεῖνα ἐπιτίθησιν ὁ ἀνήρ· 'Λόγῳ δὲ δὴ τὸν λειπόμενον κόσμον ὅ τε νόμος προστάττει τούτοις ἀποδοῦναι τοῖς ἀνδράσι καὶ χρή.' τὸ καὶ χρὴ πάλιν ‹ἐνταῦθα› κείμενον ἐπὶ τελευτῆς τίνος ἕνεκα παρείληπται καὶ διὰ τί; πότερα σαφεστέραν ποιῆσαι τὴν λέξιν; ἀλλὰ καὶ χωρὶς τῆς προσθέσεως ταύτης ἐστὶ σαφής. εἴ γε οὖν οὕτως εἶχε· 'Λόγῳ δὲ δὴ τὸν λειπόμενον κόσμον ὁ νόμος ἀποδοῦναι προστάττει τοῖς ἀνδράσι,' τίς ἂν ταύτην ἐμέμψατο ὡς οὐ σαφῆ; ἀλλὰ τοῦτο ἥδιον ἀκουσθῆναι καὶ μεγαλοπρεπέστερον; πᾶν μὲν οὖν τοὐναντίον ἠφάνικεν αὐτῆς τὸ σεμνὸν καὶ λελύμανται. καὶ τοῦτο οὐ λόγῳ δεῖ μαθεῖν ἕκαστον, ἀλλ' ἐκ τῶν ἑαυτοῦ γνῶναι παθῶν. ταῖς γὰρ ἀλόγοις αἰσθήσεσιν ἅπαντα τὰ ὀχληρὰ καὶ ἡδέα κρίνεται, καὶ οὐθὲν δεῖ ταύταις οὔτε διδαχῆς οὔτε παραμυθίας.
[25] συκοφαντεῖς τὸ πρᾶγμα, τάχ' ἂν εἴποι τις, εὐέπειαν ἀπαιτῶν καὶ καλλιλογίαν παρὰ ἀνδρὸς οὐ ταῦτα σοφοῦ. τὰς νοήσεις ἐξέταζε, εἰ καλαὶ καὶ μεγαλοπρεπεῖς εἰσι καὶ παρ' οὐθενὶ τῶν ἄλλων κείμεναι. περὶ ταύτας ἐκεῖνος ἐσπούδαζεν, ἐν ταύταις δεινὸς ἦν. τούτων εὐθύνας παρ' αὐτοῦ λάμβανε, τὸν δὲ τρόπον τῆς λέξεως ἔα. καὶ πῶς ἔνι ταῦτ' εἰπεῖν; τοὐναντίον γὰρ ἅπαντες ἴσασιν, ὅτι πλείονι κέχρηται φιλοτιμίᾳ περὶ τὴν ἑρμηνείαν ὁ φιλόσοφος ἢ περὶ τὰ πράγματα. μυρία τούτου τεκμήρια φέρειν ἔχοι τις ἄν, ἀλλ' ἀπόχρη λόγος εἷς οὗτος ἐπιδείξασθαι τὴν κενοσπουδίαν τοῦ ἀνδρός, ᾗ κέχρηται περὶ τὸν περιττὸν καλλωπισμὸν τῆς ἀπαγγελίας. αὐτίκα γε οὖν τοῖς προειρημένοις ἐπιτιθεὶς διάνοιάν τινα οὔτε περιττὴν οὔτε θαυμαστὴν ἀλλ' ὑπὸ πολλῶν εἰρημένην καὶ πολλάκις (ὅτι γὰρ ὁ τῶν καλῶν ἔργων ἔπαινος ἀθανάτους τὰς τιμὰς καὶ τὰς μνήμας δύναται ποιεῖν τοῖς ἀγαθοῖς, μυρίοις τῶν ἔμπροσθεν εἴρηται), συνιδὼν οὐθὲν οὔτε σοφὸν οὔτε περιττὸν τὴν γνώμην ἔχουσαν, ὅπερ οἶμαι λοιπὸν ἦν, ‹τῷ κάλλει› τῆς ἑρμηνείας αὐτὴν ἡδύνειν βούλεται. ἔπειθ' ὥσπερ τὰ μειράκια καταβὰς ἀπὸ τῶν γενναίων καὶ μεγαλοπρεπῶν ὀνομάτων τε καὶ σχημάτων ἐπὶ τὰ θεατρικὰ τὰ Γοργίεια ταυτὶ παραγίνεται, τὰς ἀντιθέσεις καὶ τὰς παρισώσεις λέγω, καὶ διὰ τῶν λήρων τούτων κοσμεῖ τὴν φράσιν.
[26] ἀκούσωμεν δὲ αὐτοῦ, πῶς λέγει· 'Ἔργων γὰρ εὖ πραχθέντων λόγῳ καλῶς ῥηθέντι μνήμη καὶ κόσμος τοῖς πράξασι γίνεται παρὰ τῶν ἀκουσάντων.' ἐνταῦθα τοῖς μὲν ἔργοις ὁ λόγος ἀντίκειται, τῷ δὲ πραχθῆναι τὸ ῥηθῆναι, μετωνόμασται δὲ ἀντὶ τοῦ εὖ τὸ καλῶς, παρισοῦται δὲ τὰ τρία μόρια τοῦ λόγου τοῖς τρισί. τοῦ δὲ ἀσφαλῶς βῆναι τὴν περίοδον ἕνεκα καὶ οὐθενὸς ἀναγκαίου, τέλος ἤδη τῆς διανοίας ἐχούσης, προσείληπται τὸ παρὰ τῶν ἀκουσάντων. ἆρά γε ὁμοίως ἡρμήνευται ὁ αὐτὸς νοῦς οὑτοσὶ τοῖς ποιηταῖς, οὓς περιφρονεῖ καὶ ἀπελαύνει τῆς πολιτείας ὁ φιλόσοφος, ἢ κάλλιον καὶ γενναιότερον; 'Πρέπει δ' ἐσλοῖσιν ὑμνεῖσθαι ... καλλίσταις ἀοιδαῖς. τοῦτο γὰρ ἀθανάτοις τιμαῖσι ποτιψαύει μόνον· ῥηθὲν ... θνᾴσκει δὲ σιγαθὲν καλὸν ἔργον.' Πίνδαρος τοῦτο πεποίηκεν εἰς Ἀλέξανδρον τὸν Μακεδόνα, περὶ τὰ μέλη καὶ τοὺς ῥυθμοὺς μᾶλλον ἢ περὶ τὴν λέξιν ἐσπουδακώς. Πλάτων δέ, ὃς ἐπαγγέλλεται σοφίαν, τρυφεροῖς καλλωπίζει καὶ περιέργοις σχήμασι τὴν φράσιν. καὶ οὔπω τοῦθ'
ἱκανόν, ἀλλὰ καὶ ἐν τῇ μετ' αὐτὴν περιόδῳ τὰ αὐτὰ ποιῶν φανήσεται. φησὶ γάρ· 'Δεῖ δὴ τοιούτου τινὸς λόγου, ὅστις τοὺς μὲν τετελευτηκότας ἱκανῶς ἐπαινέσει, τοῖς δὲ ζῶσιν εὐμενῶς παραινέσει.' οὐκοῦν ἐπίρρημα ἐπιρρήματι ἀντιπαράκειται καὶ ῥήματι ῥῆμα, τὸ μὲν ἱκανῶς τῷ εὐμενῶς, τῷ δ' ἐπαινέσει τὸ παραινέσει, καὶ ταῦτα πάρισα· οὐ Λικύμνιοι ταῦτ' εἰσὶν οὐδ' Ἀγάθωνες οἱ λέγοντες 'ὕβριν ἤ ‹κύ›πριν μισθῷ ποθὲν ἢ μόχθον πατρίδων,' ἀλλ' ὁ δαιμόνιος ἑρμηνεῦσαι Πλάτων. καὶ οὐ τοῖς σχήμασιν ἐπιτιμῶ· φέρει γάρ ποτε καὶ ταῦτα τοῖς λόγοις ὥραν. οὗ χάρι‹ν οὐ ψέγω› οὐδ' αὐτὴν τὴν ἐπιτήδευσιν αὐτῶν καὶ τὴν ἀκαιρίαν ‹μόνην μέμφο›μαι καὶ μάλιστα ὅταν ὑπὸ τοιούτου γίνηται ἀνδρός, ᾧ κανόνι ὀρθοεπείας χρήσασθαι ἀξιοῦμεν. ἐν γὰρ δὴ τῷ αὐτῷ λόγῳ τούτῳ κἀκεῖνά ἐστιν· 'Ὧν δ' οὔτε ποιητής πω δόξαν ἀξίαν ἐπ' ἀξίοις λαβὼν ἔχει,' καὶ αὖθις· 'Τειχισαμένη καὶ ναυπηγησαμένη, ἐκδεξαμένη τὸν πόλεμον,' καὶ ἔτι· 'Ὧν ἕνεκα καὶ πρῶτον καὶ ὕστατον καὶ διὰ παντὸς πᾶσαν πάντως προθυμίαν πειρᾶσθε ἔχειν,' καὶ πάλιν· 'Φέροντες μὲν τὰς συμφορὰς ἀνδρείως δόξουσι τῷ ὄντι ἀνδρείων παίδων πατέρες εἶναι,' κἀκεῖνά γε ἔτι· 'Τοὺς μὲν παιδεύοντες κοσμίως, τοὺς δὲ γηροτροφοῦντες ἀξίως,' καὶ πάλιν που· 'Καὶ αὐτὸς δέομαι ὑπὲρ ἐκείνων, τῶν μὲν μιμεῖσθαι τοὺς ἑαυτῶν, τῶν δὲ καρτερεῖν ὑπὲρ ἑαυτῶν,' καὶ ταυτί· 'Πολιτεία γὰρ ἀνθρώπων τροφή 'στι καὶ ἡ μὲν ἀγαθὴ ἀγαθῶν, μὴ καλὴ δὲ κακῶν.' κἀκεῖνα δ' ἔτι· 'Νικήσαντες μὲν τοὺς πολεμίους, λυσάμενοι δὲ τοὺς φιλίους, ἀναξίου τύχης τυχόντες.' πολύς ἐστι τῶν τοιούτων σχημάτων ὄχλος δι' ὅλου τοῦ ἐπιταφίου. ἀλλ' ἐάσας τὸ περὶ τούτων ἀκριβολογεῖν ἐπ' ἐκεῖνά τ' ἐλεύσομαι καί μοι πάνυ μὲν αἰδουμένῳ καὶ ὀκνοῦντι εἰπεῖν, ὅμως δ' εἰρήσεται, ὅτι παχύτητος καὶ ἀδυνασίας ἔδοξεν εἶναι μηνύματ' αὐτά.
[27] προειπὼν γὰρ ὁ ἀνήρ, ποῖόν τι σχῆμα λαβεῖν ἁρμόττει τὸν λόγον, ἐπιτίθησι ταυτί· 'Ἐπὶ τούτοις τὴν τῶν ἔργων πρᾶξιν ἐπιδείξωμεν, ὡς καλὴν καὶ ἀξίαν τούτων ἀπεφήναντο.' ἔργων πρᾶξιν ἀξίαν ἀποφηναμένους οὐκ οἶδα εἴ τις ἂν ἠξίωσεν εἰπεῖν τῶν τὴν λεπτὴν καὶ ἀκριβῆ καὶ καθαρὰν διάλεκτον ἐπιτηδευόντων. πράττεται μὲν γὰρ τὰ πράγματα, ἐργάζεται δὲ τὰ ἔργα, ἀποφάνσεως ‹δὲ› ἀξιοῦται τὰ λεκτά. τουτὶ μὲν δὴ παχὺ εἴρηται, τὸ ‹δ' ἐπὶ› τούτῳ λεγόμενον ἐνθύμημα ἀσθενέστερον· διὰ μακροῦ τε γὰρ καὶ ἀκατάλληλον καὶ οὔτε δεινότητα ἔχον οὔτε σύνταξιν· 'Τῆς δ' εὐγενείας πρῶτον ὑπῆρξε τοῖσδε ἡ ‹τῶν προγόνων› γένεσις, οὐκ ἔπηλυς οὖσα οὐδὲ τοὺς ἐκγόνους τούτους ἀποφηναμένη μετοικοῦντας ἐν τῇ χώρᾳ, ἄλλοθεν σφῶν ἡκόντων, ἀλλ' αὐτόχθονας καὶ τῷ ὄντι πατρίδα οἰκοῦντας καὶ ζῶντας καὶ τρεφομένους οὐχ ὑπὸ μητρυιᾶς, ὡς οἱ ἄλλοι, ἀλλ' ὑπὸ μητρὸς τῆς χώρας, ἐν ᾗ ᾤκουν, καὶ νῦν κεῖσθαι τελευτήσαντας ἐν οἰκείοις τόποις τῆς τεκούσης τε καὶ θρεψάσης καὶ ὑποδεξαμένης.' ποῖον ἔθνος ἀνθρώπων καθαρᾷ διαλέκτῳ χρώμενον ἐρεῖ γένεσιν τὴν μὲν αὐτόχθονα τὴν δὲ ἐπήλυδα; ἡμῖν γὰρ δή τι συμβεβηκός ἐστι τὸ εἶναι αὐτόχθοσιν ἢ μὴ ἐπιχωρίοις, οὐχὶ τῇ γενέσει. δύναται γοῦν τις ἀλλαχῇ γενόμενος ἀνὴρ ἑτέρωσε μετοικῆσαι, ἡ δὲ γένεσις αὐτὴ τοῦτο παθεῖν οὐ δύναται. τίς δ' ἂν ἀξιώσειε τῶν εὖ διαλέγεσθαι σπουδαζόντων εἰπεῖν, ὅτι ἡ γένεσις ἡ τῶν προγόνων τοὺς ὕστερον γενησομένους ἀπεφήνατο αὐτόχθονας καὶ μὴ μετοίκους εἶναι τῆς χώρας, ἐν ᾗ ἐγένοντο; οὔτε γὰρ ἡ γένεσις αὐτή τι ἀποφαίνεσθαι φύσιν ἔχει, οὔτε μετοικεῖν τις, ἐν ᾗ ἂν γένηται· ἀλλ' ἀποφαινόμεθα μὲν ἡμεῖς τὰ λεκτά, μετοικοῦσι δ' οἱ ἐξ ἄλλης ἀφικόμενοι χώρας ἐν τῇ ὑποδεξαμένῃ. τίς δὲ βουλόμενος σῴζειν τὴν ἀκολουθίαν, εἰπὼν τὴν γένεσιν καὶ περὶ ταύτης τὸν λόγον ἀποδιδοὺς ἐπιζεύξειεν ἂν τὸ ἄλλοθεν σφῶν ἡκόντων, τὸ ἀρρενικὸν τῷ θηλυκῷ καὶ τῷ ἑνικῷ τὸ πληθυντικόν; ἦν γὰρ δή που κατάλληλος ὁ λόγος, εἰ πρὸς τὴν γένεσιν ἀναφέρων, ὑπὲρ ἧς ὁ λόγος ἦν, ἐπέθηκεν· 'ἄλλοθεν αὐτῆς ἡκούσης.' ἐπὶ δὲ τῶν ἀνδρῶν μέλλων ποιεῖσθαι τὸν λόγον ἐξ ἀρχῆς οὕτως ἂν κατεστήσατο τὴν φράσιν· 'τῆς δ' εὐγενείας πρῶτον ὑπῆρξαν τοῖσδε οἱ πρόγονοι, οὐχὶ ἐπήλυδες ὄντες οὐδὲ τοὺς ἐκγόνους τούτους ἀποφήναντες μετοικοῦντας ἐν τῇ χώρᾳ, ἄλλοθεν σφῶν ἡκόντων, ἀλλ' αὐτόχθονας.'
[28] ἄξιον δέ, ὃ καὶ περὶ τῆς εὐγενείας τῶν ἀνδρῶν εἴρηκε, τὴν χώραν πρῶτον ἐπαινῶν, ἐξ ἧς ἐγένοντο, μὴ παρέργως ἰδεῖν. φησὶ δὴ θεοφιλῆ αὐτὴν εἶναι καὶ παρέχεται τούτου μάρτυρας τοὺς ἀμφισβητήσαντας περὶ αὐτῆς θεούς, κοινόν τι πρᾶγμα καὶ ὑπὸ πάντων σχεδὸν τῶν ἐπαινεσάντων τὴν πόλιν εἰρημένον. καὶ οὐ τοῦτο συκοφαντεῖν ἄξιον, ἀλλά, πῶς ἡρμήνευκεν αὐτά, καταμαθεῖν· 'Μαρτυρεῖ δ' ἡμῖν τῷ λόγῳ ἡ τῶν ἀμφισβητησάντων περὶ αὐτῆς θεῶν ἔρις ‹τε καὶ κρίσις›. ἣν δὲ θεοὶ ἐπῄνεσαν, πῶς οὐχ ὑπ' ἀνθρώπων γε συμπάντων δικαία ἐπαινεῖσθαι;' ταπεινή μοι δοκεῖ καὶ ἄζηλος ἡ λέξις καὶ οὐδὲν ἔχουσα τῆς περιμαχήτου πόλεως ἄξιον, ὡς ἐμοὶ δοκεῖ. ποῖος γὰρ ἐνθάδε πλοῦτος ὀνομάτων; ποία σεμνότης; ποῖον ὕψος; τί οὐ μαλακώτερον τῆς ἀξίας; τί δ' οὐκ ἐνδεέστερον τῆς ἀληθείας; οὕτως ἐχρῆν ὑπὸ Πλάτωνος εἰρῆσθαι τὴν Ἀθηνᾶς καὶ Ποσειδῶνος ὑπὲρ τῆς Ἀττικῆς στάσιν ἔριν τε καὶ κρίσιν; οὕτως τὸν ἔρωτα, ὃν ἔσχον οἱ θεοὶ τῶν ἐν αὐτῇ τιμῶν, εἰς φαῦλόν τι καὶ μέτριον ῥῆμα ἀγαγεῖν 'ἣν δὲ θεοὶ ἐπῄνεσαν' εἰπόντα; ἀλλὰ γὰρ ἃ μετὰ ταῦτα ἐπιτίθησιν εἰς ἔπαινον τῆς γῆς, ὅτι γένος τε τὸ ἀνθρώπων πρώτη ἐγεννήσατο καὶ καρποὺς ἡμέρους αὐτῷ συνεξήνεγκεν, ἄξιον ἰδεῖν· 'Ἐξελέξατο δὲ τῶν ζῴων καὶ ἐγέννησεν ἄνθρωπον, ὃ συνέσει τε ὑπερέχει τῶν ἄλλων καὶ δίκην καὶ θεοὺς μόνον νομίζει.' οὐκ οἶδα, εἴ τι λαμπρότατον ἄλλο πρᾶγμα τούτου εὐτελέστερον εἴρηται Πλάτωνι καὶ ἰδιωτικώτερον. δῶμεν αὐτῷ τὸ τοῦ ἀνθρώπου ἐγκώμιον οὕτως εἰπεῖν ὀλιγώρως καὶ ἀσθενῶς· ἀλλὰ περί γε τῆς τροφῆς αὐτοῦ γενναίᾳ χρήσεται φράσει· 'Μόνη γὰρ ἐν τῷ τότε καὶ πρώτη τροφὴν ἀνθρωπείαν ἤνεγκεν τὸν τῶν πυρῶν καὶ κριθῶν καρπόν.' ὦ θεοὶ καὶ δαίμονες, ποῦ τὸ Πλατωνικὸν νᾶμα τὸ πλούσιον καὶ τὰς μεγάλας κατασκευὰς καχλάζον; οὕτως μικρολογεῖ καὶ κατὰ στράγγα ῥεῖ τὸ δωδεκάκρουνον ἐκεῖνο στόμα τοῦ σοφοῦ; ἐταμιεύσατο νὴ Δία καὶ ὑφῆκε τῆς κατασκευῆς ἑκών, ἴσως τις ἐρεῖ. καὶ πῶς; ὃς οὐκ οἴεται τὸ γάλα σεμνὸν εἶναι ὄνομα, ἀλλὰ πηγὴν τροφῆς αὐτὸ μετονομάζει διὰ τῶν ἑξῆς.
[29] ἐῶμεν καὶ τοῦτο, πῶς δὲ τῆς δωρεᾶς αὐτῆς εἶπε τὸ μέγεθος, ἐξετάσωμεν· 'Ὧι κάλλιστα καὶ ἄριστα τρέφεται τὸ ἀνθρώπειον γένος.' εἰ τῶν ἐπιγείων τις ἡμῶν καὶ χαμαὶ ἐρχομένων 'κάλλιστα καὶ ἄριστα' εἶπεν, ὅσον ἂν ἐκίνησε γέλωτα; πλὴν ἀφείσθω καὶ τοῦτο. 'Τούτου δὲ τοῦ καρποῦ οὐκ ἐφθόνησεν, ἀλλ' ἔνειμε καὶ τοῖς ἄλλοις.' εἴ τις βουλήσεται παράδειγμα λαβεῖν ......... μένης λέξεως, ἡ τοῦ καρποῦ μὴ φθονήσασα γῆ οὐχὶ πρώτη παρακείσεται; ἐμοὶ μὲν γὰρ δοκεῖ. ἡ δὲ μεταδοῦσα τῶν ἑαυτῆς ἀγαθῶν ἅπασιν ἀνθρώποις καὶ τηλικούτῳ κατασπείρασα πλούτῳ βάρβαρόν τε καὶ Ἑλλάδα γῆν τούτοις ἀξία κοσμεῖσθαι τοῖς ῥήμασιν, ὅτι οὐκ ἐφθόνησε τῶν σπερμάτων καὶ ὅτι ἔνειμεν αὐτὰ τοῖς ἄλλοις; οὐ τοῦ μὲν 'μὴ φθονῆσαι τοῖς πέλας' οὐδὲ μεμνῆσθαι [τοῖς πέλας] παντάπασιν ἐχρῆν, τὸ δὲ 'νεῖμαι τοῦ καρποῦ' σεμνοτέρῳ ὀνόματι δωρεᾶς ἢ χάριτος ἢ ἄλλου τινὸς τῶν τοιούτων περιλαβεῖν; ἐῶ ταῦτα. τὴν δὲ τῆς Ἀθηνᾶς δωρεὰν οὕτως εἴρηκεν· 'Μετὰ δὲ ταῦτα ἐλαίου γένεσιν, πόνων ἀρωγήν, ἀνῆκε τοῖς ἐκγόνοις.' περιφράσεις πάλιν ἐνταῦθα καὶ διθύραμβοι. καὶ τί δεῖ τὰ πλείω λέγειν; δι' ὅλου γὰρ ἄν τις εὕροι τοῦ λόγου πορευόμενος τὰ μὲν οὐκ ἀκριβῶς οὐδὲ λεπτῶς εἰρημένα, τὰ δὲ μειρακιωδῶς καὶ ψυχρῶς, τὰ δὲ οὐκ ἔχοντα ἰσχὺν καὶ τόνον, τὰ δὲ ἡδονῆς ἐνδεᾶ καὶ χαρίτων, τὰ δὲ διθυραμβώδη καὶ φορτικά. ἐγὼ δ' ἠξίουν πάντα γενναῖα εἶναι καὶ σπουδῆς ἄξια. Πλάτων γάρ ἐστιν ὁ ταῦτα γράφων, ὃς εἰ μὴ καὶ τὰ πρωτεῖα οἴσεται τῆς λέξεως, περί γε τῶν δευτερείων πολὺν ἀγῶνα παρέξει τοῖς διαμιλλησομένοις. ἀλλὰ περὶ μὲν τούτων ἅλις.
[30] ἃ δὲ δὴ κράτιστα εἰρῆσθαι τῷ ἀνδρὶ δοκοῦσί τινες ἐπὶ τῇ τελευτῇ τοῦ λόγου, κἀγὼ σύμφημι, ταῦτα παραθεὶς ἐπὶ τὸν Δημοσθένην τρέψομαι. ὁ δὴ τὸν ἔπαινον αὐτῶν διεξιὼν φησὶν ἐπισκῆψαι τοῖς παροῦσιν ἐν τῷ πολέμῳ τοὺς μέλλοντας τελευτᾶν, ἃ χρὴ πρὸς τοὺς ἑαυτῶν παῖδάς τε καὶ πατέρας ἀπαγγέλλειν, εἴ τι παθεῖν αὐτοὺς συμβαίη κατὰ τὴν μάχην. ἔστι δὲ τάδε· 'Φράσω δὲ ὑμῖν, ἅ τε ἤκουσα αὐτῶν ἐκείνων καὶ οἷα νῦν ἡδέως ‹ἂν› εἴποιεν ὑμῖν ἀναλαβόντες δύναμιν, τεκμαιρόμενος ἐξ ὧν τότ' ἔλεγον. ἀλλὰ χρὴ νομίζειν ἀκούειν αὐτῶν ἐκείνων, ἃ ἂν ἀπαγγέλλω. ἔστι δὲ τάδε· ὦ παῖδες, ὅτι μέν ἐστε πατέρων ἀγαθῶν, αὐτὸ μηνύει τὸ νῦν παρόν. ἡμῖν γὰρ ἐξὸν ζῆν μὴ καλῶς, ‹καλῶς› αἱρούμεθα μᾶλλον τελευτᾶν, πρὶν ὑμᾶς τε καὶ τοὺς ἔπειτα εἰς ὀνείδη καταστῆσαι καὶ πρὶν τοὺς ἡμετέρους πατέρας καὶ πᾶν τὸ πρόσθεν γένος αἰσχῦναι, ἡγούμενοι τῷ τοὺς αὑτοῦ αἰσχύνοντι ἀβίωτον εἶναι καὶ τῷ τοιούτῳ οὔτε τινὰ ἀνθρώπων οὔτε θεῶν φίλον εἶναι, οὔτ' ἐπὶ γῆς οὔθ' ὕστερον τελευτήσαντι. χρὴ οὖν μεμνημένους τῶν ἡμετέρων λόγων, ἤν τι καὶ ἄλλο ἀσκῆτε, ἀσκεῖν μετ' ἀρετῆς, εἰδότας ὅτι τούτου λειπόμενα πάντα καὶ κτήματα καὶ ἐπιτηδεύματα αἰσχρὰ καὶ κακά. οὔτε γὰρ πλοῦτος κάλλος φέρει τῷ κεκτημένῳ ἀνανδρίαν (ἄλλοις γὰρ ὁ τοιοῦτος πλουτήσει καὶ οὐχὶ ἑαυτῷ), οὔτε κάλλος σώματος οὔτ' ἰσχὺς δειλῷ καὶ κακῷ συνοικοῦντα πρέποντα φαίνεται, ἀλλ' ἀπρεπῆ καὶ ἐπιφανεστέραν ἔχοντα τὴν δειλίαν, πᾶσά τε ἐπιστήμη χωριζομένη δικαιοσύνης καὶ τῆς ἄλλης ἀρετῆς πανουργία, ἀλλ' οὐ σοφία φαίνεται. ὧν ἕνεκα ‹καὶ› πρῶτον καὶ ὕστατον καὶ διὰ παντὸς πᾶσαν πάντως προθυμίαν πειρᾶσθε ἔχειν, ὅπως μάλιστα μὲν ὑπερβαλεῖσθε καὶ ἡμᾶς καὶ τοὺς πρόσθεν εὐκλείᾳ, εἰ δὲ μή, ἴστε, ὡς ἡμῖν, ἂν μὲν νικῶμεν ὑμᾶς ἀρετῇ, ἡ νίκη αἰσχύνην φέρει, ἡ δὲ ἧττα, ἐὰν ἡττώμεθα, εὐδαιμονίαν. μᾶλλον δ' ἂν νικῴμεθα καὶ ὑμεῖς νικῴητε, εἰ παρασκευάσαισθε τῇ τῶν προγόνων δόξῃ μὴ καταχρησόμενοι μηδ' ἀναλώσοντες ταύτην, γνόντες ὅτι ἀνδρὶ οἰομένῳ τι εἶναι οὐκ ἔστιν αἴσχιον οὐδὲν ἢ παρέχειν ἑαυτὸν τιμώμενον μὴ δι' αὑτόν, ἀλλὰ διὰ δόξαν προγόνων. εἶναι μὲν γὰρ τιμὰς γονέων ἐκγόνοις καλὸς θησαυρὸς καὶ μεγαλοπρεπής, καταχρήσασθαι δὲ χρημάτων καὶ τιμῶν θησαυρῷ καὶ μὴ τοῖς ἐκγόνοις παραδιδόναι αἰσχρὸν καὶ ἄνανδρον ἀπορίᾳ ἰδίων αὐτοῦ κτημάτων τε καὶ εὐδοξιῶν. καὶ ἢν μὲν ταῦτα ἐπιτηδεύσητε, φίλοι παρὰ φίλους ἡμᾶς ἀφίξεσθε, ὅταν ὑμᾶς ἡ προσήκουσα μοῖρα κομίσῃ, ἀμελήσαντας δὲ ὑμᾶς καὶ κακισθέντας οὐδεὶς εὐμενῶς ὑποδέξεται. τοῖς μὲν οὖν παισὶ ταῦτ' εἰρήσθω. πατέρας δὲ ἡμῶν, οἷς εἰσι, καὶ μητέρας ἀεὶ χρὴ παραμυθεῖσθαι ὡς ῥᾷστα φέρειν τὴν συμφοράν, ἢν ἄρα συμβῇ γενέσθαι, καὶ μὴ συνοδύρεσθαι. οὐ γὰρ τοῦ λυπήσοντος προσδεήσονται· ἱκανὴ γὰρ ἔσται καὶ ἡ γενομένη τύχη τοῦτο πορίζειν. ἀλλ' ἰωμένους καὶ πραΰνοντας ἀναμιμνήσκειν αὐτούς, ὅτι, ὧν εὔχοντο, τὰ μέγιστα αὐτοῖς οἱ θεοὶ ἐπήκοοι γεγόνασιν. οὐ γὰρ ἀθανάτους σφίσι τοὺς παῖδας εὔχοντο γενέσθαι, ἀλλ' ἀγαθοὺς καὶ εὐκλεεῖς, ὧν ἔτυχον μεγίστων ἀγαθῶν ὄντων. πάντα δ' οὐ ῥᾴδιον θνητῷ ἀνδρὶ κατὰ νοῦν ἐν τῷ σφετέρῳ βίῳ ἐκβαίνειν. καὶ φέροντες μὲν τὰς συμφορὰς ἀνδρείως δόξουσι τῷ ὄντι ἀνδρείων παίδων πατέρες εἶναι καὶ αὐτοὶ τοιοῦτοι, ὑπείκοντες δ' ὑποψίαν παρέξουσιν ἢ μὴ ἡμέτεροι εἶναι ἢ ἡμῶν τοὺς ἐπαινοῦντας καταψεύδεσθαι. χρὴ δὲ οὐδέτερα τούτων, ἀλλ' ἐκείνους μάλιστα ἐπαινέτας ἡμῶν εἶναι ἔργῳ, παρέχοντας αὑτοὺς φαινομένους τῷ ὄντι πατέρας ὄντας ἄνδρας ἀνδρῶν. πάλαι γὰρ τὸ μηδὲν ἄγαν λεγόμενον καλῶς δοκεῖ λέγεσθαι· τῷ ὄντι γὰρ εὖ λέγεται. ὅτῳ γὰρ ἀνδρὶ εἰς ἑαυτὸν ἀνήρτηται πάντα τὰ πρὸς εὐδαιμονίαν φέροντα ἢ ἐγγὺς τούτου, καὶ μὴ ἐν ἄλλοις ἀνθρώποις αἰωρεῖται, ἐξ ὧν ἢ εὖ ἢ κακῶς πραξάντων πλανᾶσθαι ἠναγκάσθη καὶ τὰ ἐκείνου, τούτῳ ἄριστα παρεσκεύασται ζῆν, οὗτός ἐστιν ὁ σώφρων καὶ οὗτος ἀνδρεῖος καὶ φρόνιμος, οὗτος γιγνομένων παίδων καὶ χρημάτων καὶ διαφθειρομένων καὶ μάλιστα πείθεται τῇ παροιμίᾳ· οὔτε γὰρ χαίρων οὔτε λυπούμενος ἄγαν φανήσεται διὰ τὸ αὑτῷ πεποιθέναι. τοιούτους δὴ ἡμεῖς ἀξιοῦμεν καὶ τοὺς ἡμετέρους εἶναι καὶ βουλόμεθα καὶ φαμέν. καὶ ἡμᾶς αὐτοὺς νῦν παρέχομεν τοιούτους, οὐκ ἀγανακτοῦντας οὐδὲ φοβουμένους ἄγαν, εἰ δεῖ τελευτᾶν ἐν τῷ παρόντι. δεόμεθα δὲ καὶ πατέρων καὶ μητέρων, τῇ αὐτῇ ταύτῃ διανοίᾳ χρωμένους τὸν ἐπίλοιπον βίον διάγειν καὶ εἰδέναι, ὅτι οὐ θρηνοῦντες οὐδ' ὀλοφυρόμενοι ἡμᾶς ἡμῖν μάλιστα χαριοῦνται. ἀλλ' εἴ τίς ἐστι τοῖς τετελευτηκόσιν αἴσθησις τῶν ζώντων, οὕτως ἀχάριστοι εἶεν ἂν μάλιστα, ἑαυτούς τε κακοῦντες καὶ βαρέως φέροντες τὰς συμφοράς, κούφως δὲ καὶ μετρίως μάλιστ' ἂν χαρίζοιντο. τὰ μὲν γὰρ ἡμέτερα τελευτὴν ἤδη ἕξει, ἥπερ καλλίστη γίγνεται ἀνθρώποις· ὥστε πρέπει αὐτὰ μᾶλλον κοσμεῖν ἢ θρηνεῖν. γυναικῶν δὲ τῶν ἡμετέρων καὶ παίδων ἐπιμελούμενοι ‹καὶ τρέφοντες› καὶ ἐνταῦθα τὸν νοῦν τρέποντες τῆς τε τύχης μάλιστ' ἂν εἶεν ἐν λήθῃ καὶ ζῷεν κάλλιον καὶ ὀρθότερον καὶ ἡμῖν προσφιλέστερον. ταῦτα δὴ ἱκανὰ τοῖς ἡμετέροις παρ' ἡμῶν ἀπαγγέλλειν. τῇ δὲ πόλει παρακελευόμεθα, ὅπως ἡμῖν καὶ πατέρων καὶ υἱῶν ἐπιμελήσονται, τοὺς μὲν παιδεύοντες κοσμίως, τοὺς δὲ γηροτροφοῦντες ἀξίως. νῦν δ' ἴσμεν, ὅτι, κἂν μὴ ἡμεῖς παρακελευώμεθα, ἱκανῶς ἐπιμελήσεται. ταῦτ' οὖν, ὦ γονεῖς καὶ παῖδες τῶν τελευτησάντων, ἐκεῖνοί τ' ἐπέσκηπτον ὑμῖν ἀπαγγέλλειν κἀγὼ ὡς δύναμαι προθυμότατα ἀπαγγέλλω.' αὕτη δοκεῖ κάλλιστα ἔχειν Πλάτωνι ἡ λέξις ἐν τούτῳ τῷ λόγῳ. ἔχει μέντοι τὰ πλείω καλῶς (οὐ γὰρ δοκεῖ ψεύδεσθαι), πλὴν ὅτι πολιτικόν γε τὸ σχῆμα αὐτῆς ἐστιν, οὐκ ἐναγώνιον.
[31] ἀντιπαρεξετάσωμεν οὖν ταύτῃ Δημοσθένους λαβόντες λέξιν ἐκ τοῦ ὑπὲρ Κτησιφῶντος λόγου. ἔστι δ' οὐ παράκλησις Ἀθηναίων ἐπὶ τὸ καλὸν καὶ τὴν ἀρετήν, ὥσπερ παρὰ τῷ Πλάτωνι, ἀλλ' ἐγκώμιον τῆς πόλεως, ὅτι πάντα ἡγεῖται τἆλλα ἐλάττω τιμῆς καὶ δόξης, ἧς
φέρουσι καλαὶ πράξεις, κἂν εἰ μή τις αὐτὰς μέλλοι κατορθοῦν. ἔστι δ' ἡ λέξις ἥδε· 'Ἐπειδὴ δὲ πολὺς τοῖς συμβεβηκόσιν ἔγκειται, βούλομαί τι καὶ παράδοξον εἰπεῖν, καί μου, πρὸς Διὸς καὶ θεῶν, μηδεὶς τὴν ὑπερβολὴν θαυμάσῃ, ἀλλὰ μετ' εὐνοίας, ἃ λέγω, θεωρησάτω. εἰ γὰρ ἦν ἅπασι πρόδηλα τὰ μέλλοντα γενήσεσθαι καὶ προῄδεσαν ἅπαντες καὶ σὺ προὔλεγες καὶ διεμαρτύρου βοῶν καὶ κεκραγώς, ὃς οὐδ' ἐφθέγξω, οὐδ' οὕτως ἀποστατέον τῇ πόλει τούτων ἦν, εἴπερ δόξης ἢ προγόνων ἢ τοῦ μέλλοντος αἰῶνος εἶχε λόγον. νῦν μέν γε ἀποτυχεῖν δοκεῖ τῶν πραγμάτων, ὃ πᾶσι κοινόν ἐστιν ἀνθρώποις, ὅταν τῷ θεῷ ταῦτα δοκῇ· τότε δ' ἀξιοῦσα προεστάναι τῶν Ἑλλήνων, εἶτα ἀποστᾶσα τούτου, Φιλίππῳ προδεδωκέναι πάντως ἂν ἔσχεν αἰτίαν. εἰ γὰρ ταῦτα προεῖτο ἀκονιτί, περὶ ὧν οὐθένα κίνδυνον ὁντινοῦν οὐχ ὑπέμειναν οἱ πρόγονοι, τίς οὐχὶ κατέπτυσεν ἄν σου; μὴ γὰρ τῆς πόλεώς γε μηδ' ἐμοῦ. τίσι δ' ὀφθαλμοῖς, πρὸς Διός, ἑωρῶμεν ἂν τοὺς εἰς τὴν πόλιν ἀνθρώπους ἀφικνουμένους, εἰ τὰ μὲν πράγματα εἰς ὅπερ νυνὶ περιέστη, ἡγεμὼν δὲ καὶ κύριος ᾑρέθη Φίλιππος ἁπάντων, τὸν δ' ὑπὲρ τοῦ μὴ γενέσθαι ταῦτα ἀγῶνα ἕτεροί τινες χωρὶς ἡμῶν ἦσαν πεποιημένοι, καὶ ταῦτα μηδεπώποτε τῆς πόλεως ἐν τοῖς πρόσθε χρόνοις ἀσφάλειαν ἄδοξον μᾶλλον ἢ τὸν ὑπὲρ τῶν καλῶν κίνδυνον ᾑρημένης; τίς γὰρ οὐκ οἶδεν Ἑλλήνων, τίς δὲ βαρβάρων, ὅτι καὶ παρὰ ‹Θηβαίων καὶ παρὰ› τῶν τούτων ἔτι πρότερον ἰσχυρῶν γενομένων Λακεδαιμονίων καὶ παρὰ τοῦ Περσῶν βασιλέως μετὰ πολλῆς χάριτος τοῦτ' ἂν ἀσμένως ἐδόθη τῇ πόλει, ὅ τι βούλεται, λαβούσῃ καὶ τὰ ἑαυτῆς ἐχούσῃ τὸ κελευόμενον ποιεῖν καὶ ἐᾶν ἕτερον τῶν Ἑλλήνων προεστάναι; ἀλλ' οὐκ ἦν, ὡς ἔοικε, ταῦτα τοῖς τότε Ἀθηναίοις πάτρια οὐδ' ἀνεκτὰ οὐδ' ἔμφυτα, οὐδ' ἐδυνήθη πώποτε τὴν πόλιν οὐδεὶς ἐκ παντὸς τοῦ χρόνου πεῖσαι τοῖς ἰσχύουσι μὲν μὴ δίκαια δὲ πράττουσι προστιθεμένην ἀσφαλῶς δουλεύειν. ἀλλ' ἀγωνιζομένη περὶ πρωτείων καὶ τιμῆς καὶ δόξης κινδυνεύουσα πάντα τὸν αἰῶνα διετέλεσε. καὶ ταῦθ' οὕτως σεμνὰ καὶ καλὰ καὶ προσήκοντα τοῖς ὑμετέροις ἤθεσιν ὑμεῖς ὑπολαμβάνετε εἶναι, ὥστε καὶ τῶν προγόνων τοὺς ταῦτα πράξαντας μάλιστα ἐπαινεῖτε, εἰκότως. τίς γὰρ οὐκ ἂν ἀγάσαιτο τῶν ἀνδρῶν ἐκείνων τῆς ἀρετῆς, οἳ καὶ τὴν χώραν καὶ τὴν πόλιν ἐκλιπεῖν ὑπέμειναν, εἰς τὰς τριήρεις ἐμβάντες, ὑπὲρ τοῦ μὴ τὸ κελευόμενον ποιῆσαι, τὸν μὲν ταῦτα συμβουλεύσαντα Θεμιστοκλέα στρατηγὸν ἑλόμενοι, τὸν δ' ὑπακούειν ἀποφηνάμενον τοῖς ἐπιταττομένοις Κυρσίλον καταλιθώσαντες οὐ μόνον αὐτόν, ἀλλὰ καὶ αἱ γυναῖκες αἱ ὑμέτεραι τὴν γυναῖκα αὐτοῦ; οὐ γὰρ ἐζήτουν οἱ τότε Ἀθηναῖοι οὔτε ῥήτορα οὔτε στρατηγόν, δι' ὅτου δουλεύσουσιν εὐτυχῶς, ἀλλ' οὐδὲ ζῆν ἠξίουν, εἰ μὴ μετ' ἐλευθερίας ἐξέσται τοῦτο ποιεῖν. ἡγεῖτο γὰρ αὐτῶν ἕκαστος οὐχὶ τῷ πατρὶ καὶ τῇ μητρὶ μόνον γεγενῆσθαι, ἀλλὰ καὶ τῇ πατρίδι. διαφέρει δὲ τί; ὅτι ὁ μὲν τοῖς γονεῦσι μόνον γεγενῆσθαι νομίζων τὸν τῆς εἱμαρμένης καὶ τὸν αὐτόματον θάνατον περιμένει, ὁ δὲ καὶ τῇ πατρίδι, ὑπὲρ τοῦ μὴ ταύτην ἐπιδεῖν δουλεύουσαν ἀποθνῄσκειν ἐθελήσει καὶ φοβερωτέρας ἡγήσεται τοῦ θανάτου τὰς ὕβρεις καὶ τὰς ἀτιμίας, ἃς ἐν δουλευούσῃ τῇ πόλει φέρειν ἀνάγκη. εἰ μὲν τοίνυν τοῦτ' ἐπεχείρησα νῦν λέγειν, ὡς ἐγὼ προήγαγον ὑμᾶς ἄξια τῶν προγόνων φρονεῖν, τίς οὐκ ἂν εἰκότως ἐπετίμησέ μοι; νῦν δ' ἐγὼ μὲν ὑμετέρας τὰς τοιαύτας προαιρέσεις ἀποφαίνω καὶ δείκνυμι, ὅτι καὶ πρὸ ἐμοῦ τοῦτ' εἶχε τὸ φρόνημα ἡ πόλις. τῆς μέντοι διακονίας τῆς ἐφ' ἑκάστοις τῶν πεπραγμένων καὶ ἐμαυτῷ μετεῖναί φημι. οὗτος δὲ ὁ τῶν ὅλων κατηγορῶν καὶ κελεύων ὑμᾶς ἐμοὶ πικρῶς ἔχειν ὡς φόβων καὶ κινδύνων αἰτίῳ τῇ πόλει τῆς μὲν εἰς τὸ παρὸν τιμῆς ἐμὲ ἀποστερῆσαι γλίχεται, τὰ δ' εἰς ἅπαντα τὸν χρόνον ἐγκώμια ὑμῶν ἀφαιρεῖται. εἰ γὰρ ὡς οὐ τὰ βέλτιστα ἐμοῦ πολιτευσαμένου καταψηφιεῖσθε, διημαρτηκέναι δόξετε, οὐ τῇ τῆς τύχης ἀγνωμοσύνῃ τὰ συμβάντα παθεῖν. ἀλλ' οὐκ ἔστιν, ὅπως ἡμάρτετε, ἄνδρες Ἀθηναῖοι, τὸν ὑπὲρ τῆς ἁπάντων ἐλευθερίας καὶ σωτηρίας κίνδυνον ἀράμενοι οὐ μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας τῶν προγόνων καὶ τοὺς ἐν Πλαταιαῖς παραταξαμένους καὶ τοὺς ἐν Σαλαμῖνι ναυμαχήσαντας καὶ τοὺς ἐπ' Ἀρτεμισίῳ καὶ πολλοὺς ἑτέρους τοὺς ἐν τοῖς δημοσίοις μνήμασι κειμένους ἀγαθοὺς ἄνδρας, οὓς ἅπαντας ὁμοίως ἡ πόλις τῆς αὐτῆς ἀξιώσασα τιμῆς ἔθαψεν, Αἰσχίνη, οὐχὶ τοὺς κρατήσαντας αὐτῶν οὐδὲ τοὺς κατορθώσαντας μόνους, δικαίως. ὃ μὲν γὰρ ἦν ἀγαθῶν ἀνδρῶν ἔργον, ἅπασι πέπρακται, τῇ τύχῃ δέ, ἣν ὁ δαίμων ἔνειμεν ἑκάστοις, ταύτῃ κέχρηνται.'
[32] οὐθείς ἐστιν, ὃς οὐχ ὁμολογήσειεν, εἰ μόνον ἔχοι μετρίαν αἴσθησιν περὶ λόγους καὶ μήτε βάσκανος εἴη μήτε δύσερίς τις, τοσούτῳ διαφέρειν τὴν ἀρτίως παρατεθεῖσαν λέξιν τῆς προτέρας, ὅσῳ διαλλάττει πολεμιστήρια μὲν ὅπλα πομπευτηρίων, ἀληθιναὶ δὲ ὄψεις εἰδώλων, ἐν ἡλίῳ δὲ καὶ πόνοις τεθραμμένα σώματα τῶν σκιὰς καὶ ῥᾳστώνας διωκόντων. ἣ μὲν γὰρ οὐδὲν ἔξω τῆς εὐμορφίας ἐπιτηδεύει καὶ παρὰ τοῦτ' ἔστιν αὐτῆς τὸ καλὸν ἐν ἀναληθέσιν, ἣ δὲ οὐδέν, ὅ τι οὐκ ἐπὶ τὸ χρήσιμον καὶ ἀληθινὸν ἄγει. καί μοι δοκεῖ τις οὐκ ἂν ἁμαρτεῖν τὴν μὲν Πλάτωνος λέξιν εἰκάσας ἀνθηρῷ χωρίῳ καταγωγὰς ἡδείας ἔχοντι καὶ τέρψεις ἐφημέρους, τὴν δὲ Δημοσθένους διάλεκτον εὐκάρπῳ καὶ παμφόρῳ γῇ καὶ οὔτε τῶν ἀναγκαίων εἰς βίον οὔτε τῶν περιττῶν εἰς τέρψιν σπανιζούσῃ. δυνάμενος δ' ἄν, εἰ βουλοίμην, καὶ τὰ κατὰ μέρος ἑκατέρας κατορθώματα ἐξετάζειν καὶ δεικνύειν, ὅσῳ κρείττων ἐστὶν ἡ Δημοσθένους λέξις τῆς Πλατωνικῆς οὐ μόνον κατὰ τὸ ἀληθινὸν καὶ πρὸς ἀγῶνας ἐπιτήδειον (τοῦτο γὰρ ὡς πρὸς εἰδότας ὁμοίως ἅπαντας οὐδὲ λόγου δεῖν οἶμαι), ἀλλὰ καὶ κατὰ τὸ τροπικόν, περὶ ὃ μάλιστα δεινὸς ὁ Πλάτων εἶναι δοκεῖ, καὶ πολλὰς ἔχων ἀφορμὰς λόγων ταύτην μὲν εἰς ἕτερον καιρὸν ἀναβάλλομαι τὴν θεωρίαν, εἴπερ περιέσται μοι χρόνος· ἰδίαν γὰρ οὐκ ὀκνήσω περὶ αὐτῆς ἐξενέγκαι πραγματείαν. νυνὶ δέ, ὅσα ἐν τῷ παρόντι ἥρμοττεν, εἴρηται. ἐπειδὴ δὲ παρελθεῖν ἡμῖν οὐκ ἐνῆν Πλάτωνα, ᾧ τὰ πρωτεῖά τινες ἀπονέμουσι, κατατρῖψαι δὲ τὸν λόγον περὶ μίαν ταύτην ‹τὴν› θεωρίαν ἐπιλελησμένου τῆς ὑποθέσεως ἦν, τῇδέ μοι περιγεγράφθω. βούλομαι δὲ δὴ καὶ συλλογίσασθαι τὰ εἰρημένα ἐξ ἀρχῆς καὶ δεῖξαι πάνθ', ὅσα ὑπεσχόμην ἀρχόμενος τῆς θεωρίας τοῦ λεκτικοῦ τόπου, πεποιηκότα ἐμαυτόν.
[33] ἡ πρόθεσις ἦν μοι καὶ τὸ ἐπάγγελμα τοῦ λόγου, κρατίστῃ λέξει καὶ πρὸς ἅπασαν ἀνθρώπου φύσιν ἡρμοσμένῃ μετριώτατα Δημοσθένη κεχρημένον ἐπιδεῖξαι, καὶ τοῦτό γε συνάγειν ἐπειρώμην οὐκ ἐξ αὐτῆς ἐκείνης μόνης τὰς πίστεις διδούς (ᾔδειν γὰρ ὅτι οὐδὲν αὔταρκές ἐστιν ἐφ' ἑαυτοῦ θεωρούμενον, οἷόν ἐστιν, ὀφθῆναι καὶ καθαρῶς), ἀλλ' ἀντιπαρατιθεὶς αὐτῇ τὰς τῶν ἄλλων ῥητόρων τε καὶ φιλοσόφων λέξεις τὰς κράτιστα δοκούσας ἔχειν καὶ τῇ δι' ἀλλήλων βασάνῳ φανερὰν ποιῶν τὴν ἀμείνω. ἵν' οὖν τὴν φυσικὴν ὁδὸν ὁ λόγος μοι λάβῃ, τοὺς χαρακτῆρας τῶν διαλέκτων τοὺς ἀξιολογωτάτους κατηριθμησάμην καὶ τοὺς πρωτεύσαντας ἐν αὐτοῖς ἄνδρας ἐπῆλθον, ἔπειτα δείξας ἀτελεῖς ἅπαντας ἐκείνους καὶ καθ' ὃ μάλιστα ἀστοχεῖν ἕκαστον ὑπελάμβανον τοῦ τέλους ἐκλογισάμενος διὰ βραχέων, ἦλθον ἐπὶ τὸν Δημοσθένη. τοῦτον δὲ ἑνὸς μὲν οὐδενὸς ἀποφηνάμενος οὔτε χαρακτῆρος οὔτ' ἀνδρὸς ζηλωτὴν γενέσθαι, ἐξ ἁπάντων δὲ τὰ κράτιστα ἐκλεξάμενον κοινὴν καὶ φιλάνθρωπον τὴν ἑρμηνείαν κατεσκευακέναι καὶ κατὰ τοῦτο μάλιστα διαφέρειν τῶν ἄλλων, πίστεις ὑπὲρ τοῦδε παρειχόμην, διελόμενος μὲν τὴν λέξιν εἰς τρεῖς χαρακτῆρας τοὺς γενικωτάτους τόν τε ἰσχνὸν καὶ τὸν ὑψηλὸν καὶ τὸν μεταξὺ τούτων, ἀποδεικνὺς δ' αὐτὸν ἐν τοῖς τρισὶ γένεσι κατορθοῦντα τῶν ἄλλων μάλιστα, λέξεις τινὰς αὐτοῦ λαμβάνων, αἷς ἀντιπαρεξήταζον ἑτέρας ὁμοειδεῖς λόγου μὲν ἀξίας, οὐ μὴν ἀνεπιλήπτους γε τελέως οὐδ', ὥσπερ ἐκείνη, πάσας τὰς ἀρετὰς ἐχούσας. καὶ γὰρ ἥ τε Ἰσοκράτους καὶ Πλάτωνος καίτοι θαυμασιωτάτων ἀνδρῶν μνήμη καὶ σύγκρισις οὐκ ἔξω τοῦ εἰκότος ἐγίγνετό μοι, ἀλλ', ἐπεὶ τοῦ μέσου καὶ κρατίστου χαρακτῆρος οὗτοι ζηλωταὶ γενόμενοι μεγίστης δόξης ἔτυχον, ἵνα δείξαιμι, κἂν εἰ τῶν ἄλλων ἀμείνους εἰσί, Δημοσθένει γε οὐκ ἀξίους ὄντας ἁμιλλᾶσθαι περὶ τῶν ἀριστείων.
ὀλίγα τούτοις ἔτι προσθεὶς περὶ τῆς λέξεως, ἐπὶ τὸ καταλειπόμενον τῆς .......... θεωρίας μέρος μεταβήσομαι, [34] ταῦτα δὲ ἔστιν, ἃ τοῖς τρισὶ πλάσμασιν ὁμοίως παρέπεται καὶ ἔστι παντὸς λόγου Δημοσθενικοῦ μηνύματα χαρακτηριστικὰ καὶ ἀνυφαίρετα. ὑπομνήσω δὲ πρῶτον μέν, ἃ τοῖς ἄλλοις πλάσμασιν ἔφην ........ .... ἰδίας ἀρετὰς συμβεβηκέναι τοῖς Δημοσθένους [ἢ Λυσίου], ἵν' εὐσύνοπτος μᾶλλον γένηταί μοι ὁ λόγος. δοκεῖ δή μοι τῶν μὲν ὑψηλῇ καὶ περιττῇ καὶ ἐξηλλαγμένῃ λέξει κεχρημένων κατὰ τὸ σαφέστερον καὶ κοινότερον τῇ ἑρμηνείᾳ κεχρῆσθαι προὔχειν ὁ Δημοσθένης. τούτων γὰρ ἐν πάσῃ κατασκευῇ στοχάζεται μέγεθος ἐχούσῃ καὶ ταύταις κέχρηται χαρακτηρικωτάταις ἀρεταῖς ἐπὶ τῆς ὑψηλῆς καὶ ξενοπρεποῦς ὀνομασίας ὥς γε μάλιστα. τῶν δὲ τὴν λιτὴν καὶ ἰσχνὴν καὶ ἀπέριττον ἐπιτηδευόντων φράσιν τῷ τόνῳ τῆς λέξεως ἐδόκει μοι διαλλάττειν καὶ τῷ βάρει καὶ τῇ στριφνότητι καὶ τῷ πικραίνειν ὡς ἐπὶ τὸ πολύ· ταῦτα γάρ ἐστιν ἐκείνου χαρακτηρικὰ τοῦ πλάσματος παρ' αὐτῷ καὶ τὰ παραπλήσια τούτοις. τῶν δὲ τὴν μέσην διάλεκτον ἠσκηκότων, ἣν δὴ κρατίστην ἀποφαίνομαι, κατὰ ταυτὶ διαφέρειν αὐτὸν ὑπελάμβανον· κατὰ τὴν ποικιλίαν, κατὰ τὴν συμμετρίαν, κατὰ τὴν εὐκαιρίαν, ἔτι πρὸς τούτοις κατὰ τὸ παθητικόν τε καὶ ἐναγώνιον καὶ δραστήριον καὶ τελευταῖον τὸ πρέπον, ὃ τῶν ἄστρων ψαύει παρὰ Δημοσθένει. ταῦτα μὲν οὖν χωρὶς ἑκάστῳ τῶν τριῶν πλασμάτων παρακολουθεῖν ἔφην καὶ ἐκ τούτων ἠξίουν τὴν Δημοσθένους δύναμιν .......... πεφυκότα μὲν καὶ τοῖς ἄλλοις παρακολουθεῖν πλάσμασι, κρατίστην δὲ ὄψιν ἔχοντα καὶ ἐκπρεπεστάτην ἐν τούτοις τοῖς χωρίοις. εἰ δέ τις ἀξιώσει συκοφαντεῖν τὴν διαίρεσιν, ἐπειδὴ τὰς κοινῇ παρακολουθούσας πᾶσι τοῖς πλάσμασιν ἀρετὰς τρίχα διανείμασα τὸ ἴδιον ἑκάσταις ἀποδίδωσιν, ἐκεῖνα ἂν εἴποιμι πρὸς αὐτόν, ὅτι καθ' ὃ μάλιστα χωρίον ἑκάστη τῶν ἀρετῶν ὄψιν τε ἡδίστην ἔχει καὶ χρῆσιν ὠφελιμωτάτην, κατὰ τοῦτο τάττειν αὐτὴν ἀξιῶ, ἐπεὶ καὶ τῆς σαφηνείας καὶ τῆς συντομίας καὶ τοῦ πιθανοῦ χωρίον ἀποφαίνουσιν οἱ τεχνογράφοι τὴν διήγησιν ‹οὐχ› ὡς οὐκ ἀλλαχοῦ οὐδαμοῦ δέον ἐξετάζεσθαι τὰς ἀρετὰς ταύτας (πάνυ γὰρ ἄτοπον), ἀλλ' ὡς ἐν τῇ διηγήσει δέον μάλιστα.
[35] φέρε δὴ τούτων εἰρημένων ἡμῖν λέγωμεν ἤδη καὶ ‹περὶ τῆς συνθέσεως› τῶν ὀνομάτων ᾗ κέχρηται ὁ ἀνήρ. ὅτι μὲν οὖν περιττή τίς ἐστιν ἡ τῆς λέξεως τῆς Δημοσθένους ἁρμονία καὶ μακρῷ δή τινι διαλλάττουσα τὰς τῶν ἄλλων ῥητόρων, οὐκ ἐμὸς ὁ μῦθος. ἅπαντες γὰρ εὖ οἶδ' ὅτι ταύτην αὐτῷ τὴν ἀρετὴν ἂν μαρτυρήσειαν, ὅσοι μὴ παντάπασι πολιτικῶν εἰσιν ἄπειροι λόγων, ὅπου γε καὶ οἱ κατὰ τὴν αὐτὴν ἡλικίαν ἀκμάσαντες ἐκείνῳ θαυμάζοντές τε δῆλοί εἰσιν αὐτὸν καὶ ζηλοῦντες ταύτης μάλιστα τῆς εὐτεχνίας, καίτοι τινὲς οὐδ' οἰκείως διακείμενοι πρὸς αὐτόν, ὥστε κολακείας ἐξενέγκασθαι δόξαν, ἀλλ' ἔνιοί γε καὶ σφόδρα ἀπεχθεῖς καὶ ἀδιαλλάκτους ἐπανῃρημένοι πολέμους. ὧν ἦν Αἰσχίνης ὁ ῥήτωρ, ἀνὴρ λαμπροτάτῃ φύσει περὶ λόγους χρησάμενος, ὃς οὐ πολὺ ἂν ἀπέχειν δοκεῖ τῶν ἄλλων ῥητόρων καὶ μετὰ Δημοσθένην μηδενὸς δεύτερος ἀριθμεῖσθαι. οὗτος μὲν δὴ τῆς ἄλλης δεινότητος, ἣ περὶ τὸν ἄνδρα τοῦτον ἐγένετο κατὰ τὸ λεκτικόν, ἔστιν ἃ διακνίζει καὶ συκοφαντεῖ, πρᾶγμα ἐχθροῦ ποιῶν. καὶ γὰρ καινότητα ὀνομάτων καὶ ἀηδίαν καὶ περιεργίαν καὶ τὸ σκοτεινὸν δὴ τοῦτο καὶ πικρὸν καὶ ἄλλα πολλὰ τοιαῦτα προστρίβεται αὐτῷ, βασκαίνων μέν, ὥσπερ ἔφην, καὶ ταῦτα, ὅμως δ' οὖν ἀφορμάς γέ τινας τοῦ συκοφαντεῖν εὐλόγους λαμβάνων. περὶ δὲ τῆς συνθέσεως τῶν ὀνομάτων οὐδὲν οὔτε μεῖζον ..... ἢ καταγέλωτα φέρων. καὶ οὐχὶ τοῦτό πω θαυμάζειν ‹ἄξιον›, ἀλλ' ὅτι καὶ μαρτυρῶν πολλαχῇ τὴν ἀρετὴν τῷ ῥήτορι κατάδηλός ἐστι καὶ ζηλῶν. φανερὸν δὲ τοῦτο γένοιτ' ἂν ἐξ ὧν αὐτὸς εἴρηκε, τότε μὲν οὕτω πως γράφων· 'Ὅταν δὲ ἄνθρωπος ἐξ ὀνομάτων συγκείμενος καὶ τούτων πικρῶν καὶ περιέργων' (ἐν γὰρ δὴ τούτοις οὐ τὴν ἐκλογὴν ἐπαινεῖ τῶν ὀνομάτων αὐτοῦ, μὰ Δία· τίς γὰρ ἂν γένοιτο πικρᾶς καὶ περιέργου ζῆλος ὀνομασίας;), ἐν [ἀηδία] ἑτέρῳ δὲ τόπῳ οὑτωσὶ λέγων· 'Ὡς ὑμᾶς ὀρρωδῶ κακῶς πάσχοντας, τὴν σύνθεσιν τῶν Δημοσθένους ὀνομάτων ἀγαπήσαντας.' καὶ γὰρ ἐνταῦθα πάλιν οὐ δέδοικε, μὴ τὸ κάλλος καὶ τὴν μεγαλοπρέπειαν αὐτοῦ τῶν ὀνομάτων ἀγαπήσωσιν Ἀθηναῖοι, ἀλλὰ μὴ λάθωσιν ὑπὸ τῆς συνθέσεως γοητευθέντες, ὥστε καὶ τῶν φανερῶν αὐτὸν ἀδικημάτων ἀφεῖναι διὰ τὰς σειρῆνας τὰς ἐπὶ τῆς ἁρμονίας. ἐκ δὲ τούτων οὐ χαλεπὸν ἰδεῖν, ὅτι δεινότητα μὲν αὐτῷ, ὅσην οὐχ ἑτέρῳ, μαρτυρῶν καὶ ταῖς σειρῆσιν ἀπεικάζων αὐτοῦ τὴν μουσικήν, ἀγάμενος δὲ οὐ τῆς ἐκλογῆς τῶν ὀνομάτων αὐτόν, ἀλλὰ τῆς συνθέσεως, ἀναμφιλόγως αὐτῷ ταύτην παρακεχώρηκε τὴν ἀρετήν.
[36] τουτὶ μὲν οὖν τὸ μέρος, ὡς οὐ πολλοῦ λόγου δεόμενον, λέγω δὴ τὸ περιττὸν εἶναι συνθέτην ὀνομάτων τὸν Δημοσθένην, μαρτυρίαις τε ἀξιοχρέοις καὶ τῷ μηδένα τἀναντία ἔχειν εἰπεῖν βεβαιούμενον ἐάσω. τίς δὲ ὁ τῆς ἁρμονίας αὐτοῦ χαρακτὴρ καὶ ἀπὸ ποίας γέγονεν ἐπιτηδεύσεως τοιοῦτος καὶ πῶς ἄν τις αὐτὸν διαγνοίη παρεξετάζων ἑτέροις, ταυτὶ πειράσομαι λέγειν, ἐκεῖνα προειπών. Πολλή τις ἐγένετο ἐν τοῖς ἀρχαίοις ἐπιθυμία καὶ πρόνοια τοῦ καλῶς ἁρμόττειν τὰ ὀνόματα ἔν τε μέτροις καὶ δίχα μέτρων, καὶ πάντες, ὅσοι σπουδαίας ἐβουλήθησαν ἐξενεγκεῖν γραφάς, οὐ μόνον ἐζήτησαν ὀνομάσαι τὰ νοήματα καλῶς, ἀλλὰ καὶ αὐτὰ ‹τὰ ὀνόματα› εὐκόσμῳ συνθέσει περιλαβεῖν· πλὴν οὐ τὴν αὐτήν γε πάντες ἐπετήδευσαν ἁρμονίαν, ὥστ' οὐδὲ κατὰ τὰς αὐτὰς ἦλθον ἅπαντες ὁδούς. τούτου δ' αἰτίας οἴομαι γενέσθαι πολλάς. πρώτην μὲν τὴν ἑκάστου φύσιν, ᾗ ἄλλοι πρὸς ἄλλα πεφύκαμεν εὖ, δευτέραν δὲ τὴν ἐκ λόγου καὶ προαιρέσεως ἐμφυομένην δόξαν, δι' ἣν τὰ μὲν ἀσπαζόμεθα, τοῖς δ' ἐπαχθόμεθα, τρίτην δὲ τὴν ἐκ συνηθείας χρονίου κατασκευαζομένην ὑπόληψιν ὡς σπουδῆς ἀξίων, ὧν ἂν τοὺς ἐθισμοὺς λάβωμεν, τετάρτην ἔτι τὴν πρὸς οὓς ἂν φιλοτιμούμενοι τυγχάνωμεν, ὁποῖ' ἄττα ἂν ἐκεῖνοι ζηλῶσιν, ἀναφοράν τε καὶ μίμησιν· ἔχοι δ' ἄν τις καὶ ἄλλα λέγειν, ἀλλὰ ἐγὼ τὰ φανερώτατα εἰπὼν ἐῶ τὰ λοιπά. ὅθεν οἳ μὲν τὴν εὐσταθῆ καὶ βαρεῖαν καὶ αὐστηρὰν καὶ φιλάρχαιον καὶ σεμνὴν καὶ φεύγουσαν ἅπαν τὸ κομψὸν ἐπιτηδεύουσιν ἁρμονίαν, οἳ δὲ τὴν γλαφυρὰν καὶ λιγυρὰν καὶ θεατρικὴν καὶ πολὺ τὸ κομψὸν καὶ μαλακὸν ἐπιφαίνουσαν, ᾗ πανηγύρεις τε κηλοῦνται καὶ ὁ συμφορητὸς ὄχλος, οἳ δὲ συνθέντες ἀφ' ἑκατέρας τὰ χρησιμώτατα τὴν μικτὴν καὶ μέσην ἐζήλωσαν ἀγωγήν.
[37] τρεῖς γὰρ δὴ συνθέσεως σπουδαίας χαρακτῆρες οὗτοι οἱ γενικώτατοι, οἱ δ' ἄλλοι παρὰ τούτους τε καὶ ἀπὸ τούτων εἰσὶ κατεσκευασμένοι, πολλοὶ σφόδρα ὄντες, ἐπιτάσει τε καὶ ἀνέσει διαφέροντες ἀλλήλων. εἰλικρινὴς μὲν οὖν ἁρμονία καὶ ἀκραιφνὴς χαρακτὴρ κατὰ πᾶν οὐκ ἂν εὑρεθείη παρ' οὐδενὶ οὔτε ἐμμέτρων οὔτε πεζῶν ποιητῇ λόγων, οὐδὲ χρὴ μαρτύρια τοιαῦτα παρ' οὐδενὸς ἀπαιτεῖν. ὅπου γὰρ οὐδὲ τῶν στοιχείων τῶν πρώτων, ἐξ ὧν ἡ τοῦ παντὸς συνέστη φύσις, γῆς τε καὶ ὕδατος καὶ ἀέρος καὶ πυρός, οὐδὲν εἰλικρινές ἐστιν, ἀλλὰ πάντα μετέχει πάντων, ὠνόμασται δ' ἕκαστον αὐτῶν κατὰ τὸ πλεονάζον, τί θαυμαστόν, εἰ αἱ τῆς λέξεως ἁρμονίαι τρεῖς οὖσαι τὸν ἀριθμὸν οὐκ ἔχουσιν εἰλικρινῆ τὴν φύσιν οὐδ' ἀνεπίμικτον, ἀλλ' ἐκ τῶν ὡς ἐπὶ τὸ πολὺ συμβεβηκότων αὐτοῖς ὀνόματός τε ἠξίωνται καὶ χαρακτῆρος ἰδίου; ὥσθ', ὅταν παρέχωμαι δείγματα ἑκάστης καὶ μαρτύρια φέρω, λέξεις τινὰς παρατιθεὶς τῶν χρησαμένων αὐταῖς ποιητῶν τε καὶ συγγραφέων, μηδεὶς συκοφαντείτω τὰς ἐπιπλοκὰς καὶ τὰς κατὰ μόρια ποιότητας αὐτῶν, ἀλλὰ κατὰ τὸ πλεονάζον ἕκαστον τῶν παραλαμβανομένων σκοπείτω, τεκμαιρόμενος, εἰ πολλαχῇ τοιοῦτόν ἐστι τὸ δεικνύμενον, οὐκ εἰ ἁπανταχῇ.
[38] τῆς μὲν οὖν αὐστηρᾶς καὶ φιλαρχαίου καὶ μὴ τὸ κομψὸν ἀλλὰ τὸ σεμνὸν ἐπιτηδευούσης ἁρμονίας τοιόσδε ὁ χαρακτήρ· ὀνόμασι χρῆσθαι φιλεῖ μεγάλοις καὶ μακροσυλλάβοις καὶ ταῖς ἕδραις αὐτῶν εἶναι πλουσίως πάνυ βεβηκυίαις, χρόνων τε ἀξιολόγων ἐμπεριλήψει διορίζεσθαι θάτερα ἀπὸ τῶν ἑτέρων. τοῦτο τὸ σχῆμα [ἀπὸ] τῆς ἁρμονίας ποιοῦσιν αἱ τῶν φωνηέντων γραμμάτων παραθέσεις, ὅταν ἥ τε προηγουμένη λέξις εἰς ἓν τούτων λήγῃ καὶ ἡ συνάπτουσα ταύτῃ τὴν ἀρχὴν ἀπὸ τούτων τινὸς λαμβάνῃ. ἀναγκαῖον γὰρ ἦν χρόνον τινὰ μέσον ἀμφοῖν ἀξιόλογον ἀπολαμβάνεσθαι. καὶ μηδεὶς εἴπῃ· 'τί δὲ τοῦτό ἐστιν, ἢ πῶς ἄν τις γένοιτο χρόνος, ὃς μεταθῇ ὀνόματα ἀπ' ἀλλήλων διεστάναι κατὰ τὰς τῶν φωνηέντων συμβολάς;' δείκνυται γὰρ ὑπό τε μουσικῶν καὶ μετρικῶν ὁ διὰ μέσου τῶν φωνηέντων χρόνος ἑτέρων παρεμβολῇ γραμμάτων ἡμιφώνων ἀναπληροῦσθαι δυνάμενος. τοῦτο δ' οὐκ ἂν ἐγίγνετο μὴ σιωπῆς τινος ἀξιολόγου διειργούσης τὰ φωνήεντα ἀπ' ἀλλήλων. πρῶτον μὲν δὴ τοῦτο τῆς ἁρμονίας ταύτης ἐστὶν ἰδίωμα ὡς ἐπὶ τὸ πολύ. ἕτερον δὲ τοιοῦτον· ἀνακοπὰς καὶ ἀντιστηριγμοὺς λαμβάνειν καὶ τραχύτητας ἐν ταῖς συμπλοκαῖς τῶν ὀνομάτων ἐπιστυφούσας τὴν ἀκοὴν ἡσυχῇ βούλεται. ἐνταῦθα πάλιν ἡ τῶν ἀφώνων τε καὶ ἡμιφώνων γραμμάτων δύναμις αἰτία, ὁπότ' ἂν τὰ λήγοντα τῶν ἡγουμένων μορίων ᾖ γράμματα .... τοῖς ἡγουμένοις [ὡς] μηδὲν τῶν ἐπιφερομένων μήτε συναλείφεσθαι μήτε συγχεῖσθαι φύσιν ἔχῃ. πολὺ γὰρ δὴ τὸ ἀντίτυπον ἐν ταῖς τούτων συμβολαῖς γίνεται, ὥσπερ γε καὶ ἐν αὐτοῖς τοῖς ὀνόμασιν, ὅταν ἐκ τῶν τραχυνόντων τὴν φωνὴν γραμμάτων αἱ καλούμεναι συλλαβαὶ συντεθῶσι. πολλῆς δέ τινος ἐνταῦθα δεῖ τῆς τεχνήσεως, ἵνα μὴ κακόφωνοι μηδὲ ἀηδεῖς μηδὲ ἄλλην τινὰ ὄχλησιν ἐπενεγκάμεναι ταῖς ἀκοαῖς λάθωσιν αἱ τοιαῦται συζυγίαι, ἀλλ' ἐπανθῇ τις αὐταῖς χνοῦς ἀρχαιοπινὴς καὶ χάρις ἀβίαστος. ἀρκεῖ γάρ, ὡς ἐν εἰδόσι λέγοντας, ὅτι φύσιν ἔχει μηδὲν τῶν σπουδαίων ῥημάτων ἄμοιρον ὥρας εἶναι καὶ χάριτος ἰδίας, τοσοῦτον μόνον εἰπεῖν.
[39] ἐν μὲν δὴ τοῖς ἐλαχίστοις τε καὶ στοιχειώδεσι μορίοις τῆς λέξεως ταῦτα χαρακτηρικὰ τῆς πρώτης ἐστὶν ἁρμονίας, ἐν δὲ τοῖς καλουμένοις κώλοις, ἃ συντίθεται μὲν ἐκ τῶν ὀνομάτων, συμπληροῖ δὲ τὰς περιόδους, οὐ μόνον ταῦτα, ἀλλὰ καὶ ‹τὸ› τοὺς ῥυθμοὺς τοὺς καταμετροῦντας αὐτὰ μὴ ταπεινοὺς μηδὲ μαλθακοὺς μηδ' ἀγεννεῖς εἶναι, ὑψηλοὺς δὲ καὶ ἀνδρώδεις καὶ μεγαλοπρεπεῖς. οὐ γὰρ δὴ φαῦλόν τι πρᾶγμα ῥυθμὸς ἐν λόγοις οὐδὲ προσθήκης τινὸς μοῖραν ἔχον οὐκ ἀναγκαίας, ἀλλ' εἰ δεῖ τἀληθές, ὡς ἐμὴ δόξα, εἰπεῖν, ἁπάντων κυριώτατον τῶν γοητεύειν δυναμένων καὶ κηλεῖν τὰς ἀκοάς. πρὸς δὲ τοῖς ῥυθμοῖς καὶ τὸ τοὺς σχηματισμοὺς [τῶν ἐννοιῶν] γενναίους εἶναι καὶ ἀξιωματικοὺς οὐ μόνον τοὺς κατὰ τὰς νοήσεις ἀλλὰ καὶ κατ' αὐτὴν τὴν λέξιν συνισταμένους. ἐξαριθμεῖσθαι δὲ νῦν, ὅσα γένη σχηματισμῶν ἐστι τῶν τε κατωνομασμένων καὶ τῶν ἀκατονομάστων, καὶ τίσιν αὐτῶν ἡ τοιαύτη μάλιστα πέφυκεν ἁρμονία χαίρειν, οὐκ ἔχω καιρόν. ἔτι τῆς ἁρμονίας ταύτης οἰκεῖόν ἐστι καὶ τὸ τὰς περιόδους αὐτουργούς τινας εἶναι καὶ ἀφελεῖς καὶ μήτε συναπαρτιζούσας ἑαυταῖς τὸν νοῦν μήτε συμμεμετρημένας τῷ πνεύματι τοῦ λέγοντος μηδέ γε παραπληρώμασι τῶν ὀνομάτων οὐκ ἀναγκαίοις ὡς πρὸς τὴν ὑποκειμένην διάνοιαν χρωμένας μηδ' εἰς θεατρικούς τινας καὶ γλαφυροὺς καταληγούσας ῥυθμούς. καθόλου δέ γε οὐδὲ ἀσπάζεται τὸ ἐμπερίοδον ἥδε ἡ σύνθεσις ὡς τὰ πολλά, ἀποιήτως δέ πως καὶ ἀφελῶς καὶ τὰ πλείω κομματικῶς κατεσκευάσθαι βούλεται, παράδειγμα ποιουμένη τὴν ἀκατάσκευον φύσιν. εἰ δέ ποτε ἀκολουθήσειεν τοῖς ἀνεπιτηδεύτως συντιθεμένοις κώλοις ἢ περιόδοις ἢ βάσεσιν εὔρυθμος, τὸ συμβὰν ἐκ τῆς αὐτομάτου τύχης οὐκ ἀπωθεῖται. καὶ ταῦτα δ' ἔτι τῆς ἀρχαίας καὶ αὐστηρᾶς ἁρμονίας ἐστὶ χαρακτηρικά· τὸ μήτε συνδέσμοις χρῆσθαι πολλοῖς μήτ' ἄρθροις συνεχέσιν ἀλλ' ἔστιν ὅτε καὶ τῶν ἀναγκαίων ἐλάττοσιν, τὸ μὴ χρονίζειν ἐπὶ τῶν αὐτῶν πτώσεων τὸν λόγον ἀλλὰ θαμινὰ μεταπίπτειν, τὸ τῆς ἀκολουθίας τῶν προεξενεχθέντων ὑπεροπτικῶς ἔχειν τὴν φράσιν μηδὲ κατ' ἄλληλα, τὸ περιττῶς καὶ ἰδίως καὶ μὴ κατὰ τὴν ὑπόληψιν ἢ βούλησιν τῶν πολλῶν συζεύγνυσθαι τὰ μόρια. καὶ παραδείγματα δὲ αὐτῆς ποιητῶν μὲν καὶ μελοποιῶν ἥ τ' Αἰσχύλου λέξις ὀλίγου δεῖν πᾶσα καὶ ἡ Πινδάρου, χωρὶς ὅτι μὴ τὰ Παρθένεια καὶ εἴ τινα τούτοις ὁμοίας ἀπαιτεῖ κατασκευάς· διαφαίνεται δέ τις ὁμοία κἀν τούτοις εὐγένεια καὶ σεμνότης ἁρμονίας τὸν ἀρχαῖον φυλάττουσα πίνον. συγγραφέων δὲ λαμπρότατός τε καὶ μάλιστα τῶν ἄλλων κατορθῶν περὶ ταύτην τὴν ἰδέαν Θουκυδίδης. εἰ δέ τῳ δοκεῖ μαρτυρίων ἔτι δεῖν τῷ λόγῳ, παρελθὼν τοὺς ποιητὰς ἐκ τῆς Θουκυδίδου λέξεως ταυτί ..... 'Τούτου δὲ τοῦ πολέμου μῆκός τε μέγα προὔβη, παθήματά τε ξυνέβη γενέσθαι τῇ Ἑλλάδι πολλὰ οἷα οὐχ ἕτερα ἐν ἴσῳ. οὔτε γὰρ πόλεις τοσαίδε ληφθεῖσαι ἠρημώθησαν αἳ μὲν ὑπὸ βαρβάρων, αἳ δὲ ὑπὸ σφῶν αὐτῶν ἀντιπολεμούντων, εἰσὶ δὲ αἳ καὶ οἰκήτορας μετέβαλον ἁλισκόμεναι, οὔτε φυγαὶ τοσαίδε ἀνθρώπων καὶ φόνος ὃ μὲν κατ' αὐτὸν τὸν πόλεμον, ὃ δὲ διὰ τὸ στασιάζειν. τά τε πρότερον ἀκοῇ μὲν λεγόμενα, ἔργῳ δὲ σπανιώτερον βεβαιούμενα οὐκ ἄπιστα κατέστη σεισμῶν τε πέρι, οἳ ἐπὶ πλεῖστον ἅμα μέρος γῆς καὶ ἰσχυρότατοι οἱ αὐτοὶ ἐπέσχον, ἡλίου τ' ἐκλείψεις, αἳ πυκνότεραι παρὰ τὰ ἐκ τοῦ πρὶν χρόνου μνημονευόμενα συνέβησαν, αὐχμοί τ' ἔστιν παρ' οἷς μεγάλοι καὶ ἀπ' αὐτῶν καὶ λιμοὶ καὶ ἡ οὐχ ἥκιστα βλάψασα καὶ μέρος τι φθείρασα ἡ λοιμώδης νόσος.' ἡ μὲν δὴ πρώτη τῶν ἁρμονιῶν ἡ γεννικὴ καὶ αὐστηρὰ καὶ μεγαλόφρων καὶ τὸ ἀρχαιοπρεπὲς διώκουσα τοιάδε τίς ἐστι κατὰ τὸν χαρακτῆρα.
[40] ἡ δὲ μετὰ ταύτην ‹ἡ› γλαφυρὰ καὶ θεατρικὴ καὶ τὸ κομψὸν αἱρουμένη πρὸ τοῦ σεμνοῦ τοιαύτη· ὀνομάτων αἰεὶ βούλεται λαμβάνειν τὰ λειότατα καὶ μαλακώτατα, τὴν εὐφωνίαν θηρωμένη καὶ τὴν εὐμέλειαν, ἐξ αὐτῶν δὲ τὸ ἡδύ. ἔπειτα οὐχ ὡς ἔτυχεν ἀξιοῖ ταῦτα τιθέναι οὐδὲ ἀπερισκέπτως συναρμόττειν θάτερα τοῖς ἑτέροις, ἀλλὰ διακρίνουσα τὰ ποῖα τοῖς ποίοις [καὶ] παρατιθέμενα μουσικωτέρους ποιεῖν δυνήσεται τοὺς ἤχους, καὶ σκοποῦσα κατὰ ποῖον σχῆμα ληφθέντα χαριεστέρας ἀποτελέσει τὰς συζυγίας, οὕτως συναρμόττειν ἕκαστα πειρᾶται, πολλὴν σφόδρα ποιουμένη φροντίδα τοῦ συνεξέσθαι καὶ συνηλεῖφθαι καὶ προπετεῖς ἁπάντων αὐτῶν εἶναι τὰς ἁρμονίας. καὶ διὰ τοῦτο φεύγει μὲν ἁπάσῃ σπουδῇ τὰς τῶν φωνηέντων συμβολὰς ὡς τὴν λειότητα καὶ τὴν εὐέπειαν διασπώσας, φεύγει δέ, ὅση δύναμις αὐτῇ, τῶν ἡμιφώνων τε καὶ ἀφώνων γραμμάτων τὰς συζυγίας, ὅσαι τραχύνουσι τοὺς ἤχους καὶ ταράττειν δύνανται τὰς ἀκοάς. ἐπειδὴ γὰρ οὐκ ἐνδέχεται πᾶσαν σημαίνουσαν σῶμα ἢ πρᾶγμα λέξιν ἐξ εὐφώνων συγκεῖσθαι γραμμάτων καὶ μαλακῶν, ἀλλ' ἐνίοτε συγκεῖσθαι τὰς αὐτὰς καὶ κακῶς ἐνδέχεται, ὃ μὴ δίδωσιν ἡ φύσις, τοῦτο πειρᾶται λαμβάνειν ταῖς συζυγίαις αὐταῖς καὶ ‹οὕτω τὰς φωνὰς› ποιεῖν ἡδίους καὶ μαλακωτέρας. καὶ δῆτα καὶ παρεμβάλλειν αὖ ταῖς ‹ἀναγκαίαις› τινὰς ἑτέρας λέξεις ὑπομένει πρὸς τὸν ὑποκείμενον νοῦν οὔτ' ἀναγκαίας οὔτ' ἴσως χρησίμας, δεσμοῦ δέ τινος ἢ κόλλης τάξιν ταῖς πρὸ αὐτῶν καὶ μετ' αὐτὰς κειμέναις ὀνομασίαις παρεξομένας, ἵνα μὴ συναπτόμεναι πρὸς ἀλλήλας αἱ καταλήγουσαί τε εἰς τραχὺ γράμμα καὶ αἱ τὴν ἀρχὴν ἀπό τινος τοιούτου λαμβάνουσαι σπαδονισμοὺς τῶν ἤχων ποιῶσι καὶ ἀντιτυπίας, τῇ δὲ παρεμπιπτούσῃ λέξει προσαναπαυόμεναι μαλακοὺς φαίνεσθαι ποιῶσι τοὺς ἤχους καὶ συνεχεῖς. τὸ γὰρ ὅλον ἐστὶν αὐτῆς βούλημα καὶ ἡ πολλὴ πραγματεία περὶ τὸ συσπασθῆναί τε καὶ συνυφάνθαι πάντα τὰ μόρια τῆς περιόδου, μιᾶς λέξεως ἀποτελοῦντα φαντασίαν, καὶ ἔτι πρὸς τούτῳ περὶ τὸ πᾶσαν εἶναι τὴν λέξιν, ὥσπερ ἐν ταῖς μουσικαῖς συμφωνίαις, ἡδεῖαν καὶ λιγυράν. τούτων δὲ τὸ μὲν αἱ τῶν ἁρμονιῶν ἀκρίβειαι ποιοῦσι, τὸ δ' αἱ τῶν γραμμάτων δυνάμεις οἰκείως ἐχόντων πρὸς ἄλληλα ταῖς κατὰ τοὺς νόμους συμπαθείαις, ὑπὲρ ὧν ἑτέρας ἐπιστήμης ‹ἡ› θεωρία. ἐπιτρόχαλος δή τις γίνεται καὶ καταφερὴς ἡ ῥύσις τῆς λέξεως, ὥσπερ κατὰ πρανοῦς φερόμενα χωρίου νάματα μηδενὸς αὐτοῖς ἀντικρούοντος, καὶ διαρρεῖ διὰ τῆς ἀκοῆς ἡδέως πως καὶ ἀσπαστῶς οὐδὲν ἧττον ἢ τὰ δι' ᾠδῆς καὶ ὀργάνου μουσωθέντα κρούματα καὶ μέλη. ἔτι τῆς συνθέσεως ταύτης ἐστὶ καὶ τὰ κῶλα δεινῶς ποιήμασιν ἐμφερῆ, μαλακόφωνα καὶ λεῖα, πολὺ τὸ κωτίλον ἔχοντα, κατά τινα φιλότητα φυσικὴν συζευγνύμενα ἀλλήλοις. ἐξ ὧν ἡ περίοδος συνέστηκεν· οὐδὲν γὰρ ἔξω περιόδου συντίθησιν. ἔτι τῶν ῥυθμῶν, εἰς ἃς διαστέλλεται περιόδους, οὐ τοὺς ἀξιωματικοὺς βούλεται λαμβάνειν ἀλλὰ τοὺς χαριεστάτους. εὐκόρυφοι δὴ φαίνονται καὶ εὔγραμμοι διὰ τοῦτο καὶ εἰς ἕδραν ἀσφαλῆ τελευτῶσι. τῶν δὲ σχημάτων διώκει τὰ κινητικώτατα τῶν ὄχλων· καλλωπίζεται γὰρ καὶ τέθηλε τούτοις, ἃν ἄχρι τοῦ μὴ λυπῆσαι τὰς ἀκοὰς προβαίνοι, ὧν εἰσὶν αἵ τε παρισώσεις καὶ παρομοιώσεις καὶ ἀντιθέσεις καὶ τὰ παρωνομασμένα τά τε ἀντιστρέφοντα καὶ τὰ ἐπαναφερόμενα καὶ ἄλλα πολλὰ τοιαῦτα ποιητικῆς καὶ μελικῆς λέξεως ὄργανα. τοιαῦτά τινά μοι καὶ ταύτης εἶναι φαίνεται χαρακτηριστικὰ τῆς ἁρμονίας. παραδείγματα δ' αὐτῆς ποιοῦμαι ποιητῶν μὲν Ἡσίοδόν τε καὶ Σαπφὼ καὶ Ἀνακρέοντα, τῶν δὲ πεζῇ λέξει χρησαμένων Ἰσοκράτην τε τὸν Ἀθηναῖον καὶ τοὺς ἐκείνῳ πλησιάσαντας. εἴρηνται μὲν οὖν καὶ πρότερον ἤδη λέξεις τινές, ἐν αἷς τὸν ὅλον χαρακτῆρα αὐτοῦ τῆς λέξεως ὑπέγραφον, ἐξ ὧν καὶ τὰ περὶ τὴν σύνθεσιν, εἰ τοιαῦτά ἐστιν οἷα λέγομεν ἡμεῖς, οὐ χαλεπῶς ἄν τις ἴδοι. ἵνα δὲ μὴ δόξωμεν διαρτᾶν τὰς ἀκολουθίας, τοὺς ἀναγινώσκοντας ἐπὶ τὰ ἐν ἀρχαῖς ῥηθέντα παραδείγματα κελεύοντες ἀναστρέφειν, λαμβανέσθω κἀνταῦθα ἐκ τῶν Πανηγυρικῶν αὐτοῦ λόγων λέξις οὐ πολλὴν διατριβὴν παρέξουσα τοῖς ἀναγνωσομένοις, ἐν ᾗ διεξέρχεται τὰ πραχθέντα Ἀθηναίοις περὶ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν. ἔστι δὲ ἥδε· 'Ἐπειδὴ γὰρ οὐχ οἷοί τε ἦσαν πρὸς ἀμφοτέρας ἅμα παρατάξασθαι τὰς δυνάμεις, παραλαβόντες ἅπαντα τὸν ὄχλον ἐκ τῆς πόλεως εἰς τὴν ἐχομένην νῆσον ἐξέπλευσαν, ἵν' ἐν μέρει καὶ μὴ πρὸς ἑκάτερα κινδυνεύωσι. καίτοι πῶς ἂν ἐκείνων ἄνδρες ἀμείνους ἢ μᾶλλον φιλέλληνες ὄντες ἐπιδειχθεῖεν, οἵτινες ἔτλησαν ἐπιδεῖν, ὥστε μὴ τοῖς πολλοῖς αἴτιοι γενέσθαι τῆς δουλείας, ἐρήμην μὲν τὴν πόλιν γιγνομένην, τὴν δὲ χώραν πορθουμένην, ἱερὰ δὲ συλώμενα καὶ νεὼς ἐμπιμπραμένους, ἅπαντα δὲ τὸν πόλεμον περὶ τὴν πατρίδα τὴν αὑτῶν γενόμενον; καὶ μὴν οὐδὲ ταῦτ' ἀπέχρησεν αὐτοῖς, ἀλλὰ πρὸς διακοσίας καὶ χιλίας τριήρεις μόνοι διαναυμαχεῖν οὐκ ἐμέλλησαν, οὐ μὴν εἰάθησάν γε. καταισχυνθέντες τε γὰρ Πελοποννήσιοι τὴν ἀρετὴν αὐτῶν καὶ νομίσαντες προδιαφθαρέντων μὲν τῶν ἡμετέρων οὐδ' αὐτοὶ σωθήσεσθαι, κατορθωσάντων δ' εἰς ἀτιμίαν τὰς αὑτῶν πόλεις καταστήσειν, ἠναγκάσθησαν μετασχεῖν τῶν κινδύνων. καὶ τοὺς μὲν θορύβους τοὺς ἐν τῷ πράγματι γιγνομένους καὶ τὰς κραυγὰς καὶ τὰς παρακελεύσεις, ἃ κοινὰ πάντων ἐστὶ τῶν ναυμαχούντων, οὐκ οἶδ' ὅ τι δεῖ λέγοντας διατρίβειν. ἃ δ' ἔστιν ἴδια καὶ τῆς ἡγεμονίας ἄξια καὶ τοῖς προειρημένοις ὁμολογούμενα, ταῦτα δ' ἐμὸν ἔργον ἐστὶν εἰπεῖν. τοσοῦτον γὰρ ἡ πόλις ἡμῶν διέφερεν, ὅτε ἦν ἀκέραιος, ὥστε ἀνάστατος γενομένη πλείους μὲν συνεβάλετο τριήρεις εἰς τὸν κίνδυνον τὸν ὑπὲρ τῆς Ἑλλάδος ἢ σύμπαντες οἱ ναυμαχήσαντες, δυναμένας δὲ πρὸς δὶς τοσαύτας κινδυνεύειν. οὐδείς γ' οὖν πρὸς ἡμᾶς οὕτως ἔχει δυσμενῶς, ὅστις οὐκ ἂν ὁμολογήσειε διὰ μὲν τὴν ναυμαχίαν ἡμᾶς τῷ πολέμῳ κρατῆσαι, ταύτης δὲ τὴν πόλιν αἰτίαν γεγενῆσθαι. καίτοι μελλούσης στρατείας ἐπὶ τοὺς βαρβάρους ἔσεσθαι τίνας χρὴ τὴν ἡγεμονίαν ἔχειν; οὐ τοὺς ἐν τῷ προτέρῳ πολέμῳ μάλιστα εὐδοκιμήσαντας καὶ πολλάκις μὲν ἰδίᾳ προκινδυνεύσαντας, ἐν δὲ τοῖς κοινοῖς τῶν ἀγώνων ἀριστείων ἀξιωθέντας; οὐ τοὺς τὴν αὑτῶν καταλιπόντας περὶ τῆς τῶν ἄλλων σωτηρίας καὶ τό γε παλαιὸν οἰκιστὰς πλείστων πόλεων γενομένους καὶ πάλιν αὐτὰς ἐκ τῶν μεγίστων συμφορῶν διασώσαντας; πῶς δ' οὐκ ἂν δεινὰ πάθοιμεν, εἰ τῶν κακῶν πλεῖστον μέρος μετασχόντες ἔλαττον ταῖς τιμαῖς ἔχειν ἀξιωθείημεν καὶ τότε προταχθέντες πρὸ τῶν ἄλλων νῦν ἑτέροις ἀκολουθεῖν ἀναγκασθείημεν;'
[41] τῆς δὲ τρίτης ἁρμονίας, ἣν ἔφην μικτὴν ἐξ ἀμφοῖν εἶναι τὰ χρησιμώτατα ἐκλέγουσαν ἀφ' ἑκατέρας, οὐδείς ἐστι χαρακτὴρ ἴδιος, ἀλλ' ὡς ἂν οἱ μετιόντες αὐτὴν προαιρέσεως ἔχωσιν ἢ δυνάμεως τὰ μὲν φυγεῖν, τὰ δὲ λαβεῖν, οὕτως κίρνανται καθάπερ ἐν τῇ ζωγραφίᾳ τὰ μίγματα. ταύτης τῆς ἁρμονίας κράτιστος μὲν ἐγένετο κανὼν ὁ ποιητὴς Ὅμηρος, καὶ οὐκ ἄν τις εἴποι λέξιν ἄμεινον ἡρμοσμένην τῆς ἐκείνου πρὸς ἄμφω ταῦτα, λέγω δὲ τήν τε ἡδονὴν καὶ τὸ σεμνόν. ἐζήλωσαν δὲ αὐτὸν ἐπῶν τε πολλοὶ ποιηταὶ καὶ μελῶν, ἔτι δὲ τραγῳδίας τε καὶ κωμῳδίας, συγγραφεῖς τε ἀρχαῖοι καὶ φιλόσοφοι καὶ ῥήτορες. ὧν ἁπάντων μεμνῆσθαι πολὺ ἂν ἔργον εἴη, ἀρκέσει δὲ τῶν ἐν λόγοις δυναστευσάντων, οὓς ἐγὼ κρατίστους εἶναι πείθομαι, δύο παρασχέσθαι μόνους, συγγραφέων μὲν Ἡρόδοτον, φιλοσόφων δὲ Πλάτωνα· καὶ γὰρ καὶ ἀξίωμα καὶ χάρις αὐτῶν ἐπιτρέχει ταῖς ἁρμονίαις. εἰ δὲ ὀρθὰ ἐγὼ καὶ εἰκότα ἔγνωκα περὶ αὐτῶν, ἐξετάσαι τῷ βουλομένῳ σκοπεῖν ἔστιν. φέρε δὴ τίς οὐκ ἂν ὁμολογήσειεν τῆς τε αὐστηρᾶς καὶ τῆς ἡδείας ἁρμονίας μέσην εἶναι τήνδε τὴν λέξιν καὶ τὰ κράτιστα εἰληφέναι παρ' ἑκατέρας, ᾗ κέχρηται Ἡρόδοτος Ξέρξῃ περιθεὶς τὸν λόγον, ὅτ' ἐβουλεύετο περὶ τῆς πρὸς τοὺς Ἕλληνας στρατείας; μετακεκόμισται δ' εἰς τὴν Ἀτθίδα διάλεκτον ἡ λέξις· 'Ἄνδρες Πέρσαι, οὔτ' αὐτὸς καθηγήσομαι νόμον τόνδ' ἐν ὑμῖν τιθεὶς παραδεξάμενός τε αὐτῷ χρήσομαι. ὡς ἐγὼ πυνθάνομαι τῶν πρεσβυτέρων, οὐδένα χρόνον ἠτρεμήσαμεν, ἐξ οὗ παρελάβομεν τὴν ἡγεμονίαν τήνδε παρὰ Μήδων, Κύρου καθελόντος Ἀστυάγην· ἀλλὰ θεός τε οὕτως ἐνάγει καὶ αὐτοῖς ἡμῖν πολλὰ ἐπιοῦσι συμφέρεται ἐπὶ τὸ ἄμεινον. ἃ μὲν δὴ Κῦρός τε καὶ Καμβύσης πατήρ τε ὁ ἐμὸς Δαρεῖος κατειργάσαντο ‹καὶ προσεκτήσαντο› ἔθνη, ἐπισταμένοις οὐκ ἄν τις λέγοι. ἐγὼ δ', ἐπειδὴ παρέλαβον τὸν θρόνον τοῦτον, ἐφρόντιζον, ὅπως μὴ λείψομαι τῶν πρότερον γενομένων ἐν τῇ τιμῇ τῇδε μηδ' ἐλάσσω προσκτήσομαι δύναμιν Πέρσαις. φροντίζων δὲ εὑρίσκω ἅμα μὲν κῦδος ἡμῖν προσγινόμενον χώραν τε ἧς νῦν κεκτήμεθα οὐκ ἐλάσσονα οὐδὲ φλαυροτέραν παμφορωτέραν τε, ἅμα δὲ τιμωρίαν καὶ τίσιν γινομένην. διὰ δὴ ταῦτα νῦν ὑμᾶς ἐγὼ συνέλεξα, ἵνα, ἃ διανοοῦμαι πράττειν, ὑποθῶ ὑμῖν· μέλλω ζεύξας τὸν Ἑλλήσποντον ἐλαύνειν στρατὸν διὰ τῆς Εὐρώπης ἐπὶ τὴν Ἑλλάδα, ἵνα Ἀθηναίους τιμωρήσωμαι, ὅσα δὴ πεποιήκασι Πέρσας τε καὶ πατέρα τὸν ἐμόν. ὁρᾶτε μὲν δὴ καὶ Δαρεῖον προθυμούμενον στρατεύεσθαι ἐπὶ τοὺς ἄνδρας τούτους, ἀλλ' ὃ μὲν τετελεύτηκε, καὶ οὐκ ἐξεγένετ' αὐτῷ τιμωρήσασθαι, ἐγὼ δ' ὑπέρ τ' ἐκείνου καὶ τῶν ἄλλων Περσῶν οὐ πρότερον παύσομαι, πρὶν ἕλω τε καὶ πυρώσω τὰς Ἀθήνας. οἵ γε ἐμέ τε καὶ πατέρα τὸν ἐμὸν ὑπῆρξαν ἄδικα ποιοῦντες· πρῶτα μὲν εἰς Σάρδεις ἐλθόντες ἅμα Ἀρισταγόρᾳ τῷ Μιλησίῳ, δούλῳ δὲ ἡμετέρῳ, ἐνέπρησαν τά τε ἄλση καὶ τὰ ἱερά. δεύτερα δὲ ἡμᾶς οἷα ἔδρασαν εἰς τὴν γῆν τὴν σφετέραν ἀποβάντας, ὅτε Δᾶτίς τε καὶ Ἀρταφέρνης ἐστρατήγουν, ἐπίστασθέ που πάντες. τούτων μέντοι ἕνεκα ἀνώρμημαι ἐπ' αὐτοὺς στρατεύεσθαι, ἀγαθὰ δ' ἐν αὐτοῖς τοσάδε ἀνευρίσκω λογιζόμενος· εἰ τούτους τε καὶ τοὺς τούτοις πλησιοχώρους καταστρεψόμεθα, οἳ Πέλοπος τοῦ Φρυγὸς νέμονται χώραν, γῆν [τε] τὴν Περσίδα ἀποδείξομεν τῷ Διὸς αἰθέρι ὅμορον οὖσαν. οὐ γὰρ δὴ χώραν γε οὐδεμίαν κατόψεται ὁ ἥλιος ὅμορον οὖσαν τῇ ἡμετέρᾳ, ἀλλ' αὐτὰς ἁπάσας ἐγὼ ἅμα ὑμῖν μίαν χώραν θήσω, διὰ πάσης ἐξελθὼν τῆς Εὐρώπης. πυνθάνομαι γὰρ ὧδε ἔχειν· οὔτε τινὰ πόλιν αὐτῶν οὐδεμίαν οὔτε ἔθνος ἀνθρώπων οὐδὲν ὑπολείπεσθαι ἡμῖν, ὃ οἷόν τε ἔσται ἐλθεῖν εἰς μάχην, τούτων, ὧν ἔλεξα, ὑπεξῃρημένων. οὕτως οἵ τε ἡμῖν αἴτιοι ἕξουσι δούλιον ζυγὸν οἵ τε ἀναίτιοι. ὑμεῖς δ' ἄν μοι τάδε ποιοῦντες χαρίζοισθε· ἐπειδὰν ὑμῖν σημήνω τὸν χρόνον, εἰς ὃν ἡμῖν ἥκειν δοκεῖ, προθύμως ὑμᾶς ἅπαντας δεῖ παρεῖναι. ὃς δ' ἂν ἔλθῃ ἔχων κατεσκευασμένον στρατὸν κάλλιστα, δώσω αὐτῷ δωρεάν, ἣ δὴ τιμιωτάτη νομίζεται ἐν ἡμετέρου. ποιητέα μὲν δὴ ταῦτ' ἐστὶν οὕτω. ἵνα δὲ μὴ ἰδιοβουλεύειν ὑμῖν δοκῶ, τίθημι τὸ πρᾶγμα ἐς μέσον, γνώμην κελεύων ὑμῶν τὸν βουλόμενον ἀποφαίνεσθαι.'
[42] ἐβουλόμην ἔτι πλείω παρασχέσθαι παραδείγματα τῆς τοῦ συγγραφέως ἀγωγῆς· ἰσχυροτέρα γὰρ ἡ πίστις οὕτως ἂν ἐγένετο. νῦν δ' ἐξείργομαι, σπεύδων ἐπὶ τὰ προκείμενα καὶ ἅμα δόξαν ὑφορώμενος ἀκαιρίας. συγγνώσεται δή μοι καὶ Πλάτων ὁ θαυμάσιος, εἰ μὴ παραθήσομαι κἀκείνου λέξεις. ἡ γὰρ ὑπόμνησις ὡς ἐν εἰδόσιν ἱκανή. ταῦτα δὲ δὴ βουλόμενος τάς τε διαφορὰς τῶν ἁρμονιῶν καὶ τοὺς χαρακτῆρας αὐτῶν καὶ τοὺς πρωτεύσαντας ἐν αὐτοῖς διῆλθον, ἵν', ἐπειδὰν ἀποφαίνωμαι γνώμην ὅτι τὴν μέσην τε καὶ μικτὴν ἁρμονίαν ἐπετήδευσεν ὁ Δημοσθένης, μηδεὶς ὑποτυγχάνῃ μοι ταῦτα λέγων· 'αἱ γὰρ ἄκραι τίνες εἰσὶν ἁρμονίαι; καὶ τίς αὐτῶν ἑκατέρας ‹ἡ› φύσις καὶ τίς ἡ μῖξις ἢ ἡ κρᾶσις αὕτη; οὐδὲν γὰρ δὴ τῶν ........ ἄκρων.' τούτου μὲν δὴ πρώτου χάριν, ὥσπερ ἔφην, ἐκεῖνα ἠναγκάσθην προειπεῖν, ἔπειτα, ἵνα μοι μὴ μονόκωλος ᾖ μηδὲ αὐστηρὸς ὁ λόγος, ἀλλ' ἔχῃ τινὰς εὐπαιδεύτους διαγωγάς. οὔτε γὰρ πιστοῦν τὰς τοιαύτας προσθήκας οὔτε ἀπαιτοῦντος τοῦ λόγου παραλιπεῖν καλῶς ἂν ἔχοι.
[43] δεδειγμένης δή μοι τῆς αἱρέσεως τοῦ ῥήτορος ταύτης ἤδη τις παρ' ἑαυτῷ σκοπείτω τὰ λεχθέντα, ὅτι τοιαῦτ' ἐστίν, ἐνθυμούμενος μὲν ὅσα σεμνῶς κατεσκεύασται τῷ ἀνδρὶ καὶ αὐστηρῶς καὶ ἀξιωματικῶς, ἐνθυμούμενος δὲ ὅσα τερπνῶς καὶ ἡδέως. εἰ δὲ κἀνταῦθα δόξει τι δεῖν [ἡ πίστις] ἀποδείξεως, ὅντινα βούλεται τῶν λόγων αὐτοῦ προχειρισάμενος καὶ ἀφ' οὗ βούλεται μέρους ἀρξάμενος καταβαινέτω τε καὶ σκοπείτω τῶν λεγομένων ἕκαστον, εἰ τὰ μὲν ἀναβεβλημένας ἔχει τὰς ἁρμονίας καὶ διεστώσας, τὰ δὲ προσκολλώσας καὶ συμπεπυκνωμένας, καὶ τὰ μὲν ἀποτραχύνει τε καὶ πικραίνει τὴν ἀκοήν, τὰ δὲ πραΰνει καὶ λεαίνει, καὶ τὰ μὲν εἰς πάθος ἐκτρέπει τοὺς ἀκούοντας, τὰ δ' εἰς ἦθος ὑπάγεται, τὰ δ' ἄλλας τινὰς ἐργάζεται καὶ πολλὰς διαφορὰς παρ' αὐτὴν τὴν σύνθεσιν. οἷά ἐστι ταυτί (χρήσομαι δὲ παραδείγμασιν οὐκ ἐξ ἐπιτηδεύσεως, ἀλλ' οἷς ἐνέτυχον, ἐξ ἑνὸς τῶν Φιλιππικῶν λαβών)· 'Εἰ δέ τις ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν Φίλιππον εὐτυχοῦντα ὁρῶν ταύτῃ φοβερὸν προσπολεμῆσαι νομίζει, σώφρονος μὲν ἀνθρώπου προνοίᾳ χρῆται· μεγάλη γὰρ ῥοπή, μᾶλλον δὲ ὅλον ἡ τύχη παρὰ πάντ' ἐστὶ τὰ τῶν ἀνθρώπων πράγματα. οὐ μὴν ἀλλ' ἔγωγε, εἴ τις αἵρεσίν μοι δοίη, τὴν τῆς ἡμετέρας πόλεως τύχην ἂν ἑλοίμην ἐθελόντων, ἃ προσήκει, ποιεῖν ὑμῶν καὶ κατὰ μικρόν, ἢ τὴν ἐκείνου.' ἐν ταῖς τρισὶ περιόδοις ταύταις τὰ μὲν ἄλλα ὀνόματα πάντα εὐφώνως τε σύγκειται καὶ ἡδέως τῷ συνεχεῖς σφόδρα καὶ μαλακὰς αὐτῶν εἶναι τὰς ἁρμονίας. ὀλίγα δ' ἐστὶ παντάπασιν, ἃ διἵστησι τὰς ἁρμονίας καὶ τραχείας φαίνεσθαι ποιεῖ αὐτάς, ἐν μὲν τῇ πρώτῃ περιόδῳ κατὰ δύο τόπους τὰ φωνήεντα συγκρουόμενα ἔν τε τῷ 'ὦ ἄνδρες Ἀθηναῖοι' καὶ ἐν τῷ 'εὐτυχοῦντα ὁρῶν', ἃ διἵστησι τὸ συναφές. καὶ κατ' ἄλλους δύο τόπους ἢ τρεῖς τὰ ἡμίφωνα ‹καὶ ἄφωνα› παραπίπτοντα ἀλλήλοις τὰ φύσιν οὐκ ἔχοντα συναλείφεσθαι ἔν τε τῷ 'τὸν Φίλιππον' καὶ ἐν τῷ 'ταύτῃ φοβερὸν προσπολεμῆσαι' ταράττει τοὺς ἤχους μετρίως καὶ οὐκ ἐᾷ φαίνεσθαι μαλακούς. ἐν δὲ τῇ δευτέρᾳ περιόδῳ τραχύνεται μὲν ἡ σύνθεσις ἐν τῷ 'μεγάλη γὰρ ῥοπή', διὰ τὸ μὴ συναλείφεσθαι τὰ δύο ρ ρ καὶ ἐν τῷ 'ἀνθρώπων πράγματα' διὰ τὸ μὴ συλλεαίνεσθαι ‹τὸ ν› τῷ ἑξῆς. διασπᾶται δ' ἐν τῷ 'μᾶλλον δὲ ὅλον ἡ τύχη', βραχέων φωνηέντων πολὺν τὸν μεταξὺ χρόνον περιλαμβανόντων. ἐν δὲ τῇ τρίτῃ περιόδῳ τὰ φωνήεντα μέν, εἴ τις αὐτὰ βούλοιτο συναλείψας ἐκθλίβειν ὥσπερ τὸ οἴομαι καὶ δέον, οὐκ ἂν εὕροι συμπλεκόμενα ἀλλήλοις. τῶν δὲ συμφωνουμένων δυσὶν ἢ τρισὶν χωρίοις τὴν λειότητα μὴ φυλάττουσαι σὺν τοῖς παρακειμένοις εὑρεθήσονται ἐν τῷ 'αἵρεσίν μοι δοίη' καὶ ἐν τῷ '‹τὴν› τῆς ἡμετέρας πόλεως'. μέχρι μὲν δὴ τῶνδε ἡ δευτέρα τὰ πρωτεῖα ἁρμονία φέρει, ἐν δὲ τοῖς ἑξῆς ἡ προτέρα (διέσπασται ‹γὰρ› μᾶλλον τῆς ἑτέρας)· 'Πολὺ γὰρ πλείους ἀφορμὰς εἰς τὸ τὴν παρὰ τῶν θεῶν εὔνοιαν ἔχειν ὁρῶ ὑμῖν ἐνούσας ἢ ἐκείνῳ. ἀλλ', οἴομαι, καθήμεθα οὐδὲν ποιοῦντες· οὐκ ἔνι δ' αὐτὸν ἀργοῦντα οὐδὲ φίλοις ἐπιτάττειν, μή τί γε θεοῖς.' ἐν τούτοις γὰρ δὴ τά τε φωνήεντα πολλαχῇ συγκρουόμενα δῆλά ἐστι καὶ τὰ ἡμίφωνα καὶ ἄφωνα, ἐξ ὧν στηριγμούς τε καὶ ἐγκαθισμοὺς αἱ ἁρμονίαι λαμβάνουσι καὶ τραχύτητας αἱ φωναὶ συχνάς. ἔπειθ' αἱ ταύταις ἐπιβάλλουσαι περίοδοι διαστάσεις μὲν οὐ λαμβάνουσι φωνηέντων, καὶ παρὰ τοῦτο ἐπιτρόχαλος αὐτῶν ἐστιν ἡ σύνθεσις, ἀφώνων δὲ καὶ ἡμιφώνων συμβολαῖς διαχαραττόμεναι τραχύνουσι τὴν φωνὴν συμμέτρως. καὶ τἆλλα δὲ τὸν αὐτὸν ἅπαντα κατεσκεύασται τρόπον. τί γὰρ δεῖ τὰ πλείω λέγοντα μηκύνειν; οὐ μόνον δὲ αἱ τῶν ὀνομάτων συζυγίαι τὴν μικτὴν ἁρμονίαν λαμβάνουσι παρ' αὐτῷ καὶ μέσην, ἀλλὰ καὶ αἱ τῶν κώλων κατασκευαί τε καὶ συνθέσεις καὶ τὰ τῶν περιόδων μήκη τε καὶ σχήματα καὶ οἱ περιλαμβάνοντες αὐτάς τε καὶ τὰ κῶλα ῥυθμοί. καὶ γὰρ καὶ κατὰ κόμματα πολλὰ εἴρηται τῷ ἀνδρὶ, καὶ τὰ ..... πλεῖστά γε οὕτως κατεσκεύασται, καὶ ἐν περιόδοις οὐκ ὀλίγα. τῶν δὲ περιόδων αἳ μέν εἰσιν εὐκόρυφοι καὶ στρογγύλαι ὥσπερ ἀπὸ τόρνου, αἳ δὲ ὕπτιαί τε καὶ κεχυμέναι καὶ οὐκ ἔχουσαι τὰς βάσεις περιττάς. μήκει τε αἳ μὲν ἐλάττους, ὥστε συμμετρηθῆναι πρὸς ἀνδρὸς πνεῦμα, αἳ δὲ πολλῷ μείζους, οἷαι καὶ μέχρι τῆς τετάρτης ἀναπαύσεως προελθοῦσαι τότε λήγειν εἰς πέρας. τῶν τε σχημάτων ἔνθα μὲν ἄν τις εὕροι τὰ σεμνὰ καὶ αὐστηρὰ καὶ ἀρχαῖα πλεονάζοντα, ἔνθα δὲ τὰ λιγυρὰ καὶ γλαφυρὰ καὶ θεατρικά. καὶ τῶν ῥυθμῶν πολλαχῇ μὲν τοὺς ἀνδρώδεις καὶ ἀξιωματικοὺς καὶ εὐγενεῖς, σπανίως δέ που τοὺς ὑπορχηματικούς τε καὶ Ἰωνικῶς [καὶ] διακλωμένους. ὑπὲρ ὧν ὀλίγον ὕστερον ἐροῦμεν· ἕτερος γὰρ ἐπιτηδειότερος αὐτοῖς ἔσται τόπος. νυνὶ δέ, ὃ προσαπαιτεῖν ἔοικεν ὁ λόγος, ἔτι προσθείς, ἐπὶ τὰ λοιπὰ τῶν προκειμένων μεταβήσομαι.
[44] τί δὲ τοῦτ' ἔστιν; ἐπειδὴ κρατίστην μὲν ἔφην εἶναι τὴν μικτὴν σύνθεσιν, ταύτῃ δὲ κεχρῆσθαί φημι τὸν Δημοσθένην ἁπάντων μετριώτατα τῶν ἄλλων, ἐπιτάσεις δὲ καὶ ἀνέσεις ἀξιολόγους ἐν αὐτῇ ποιεῖσθαι, τοτὲ μὲν ἀξιωματικωτέραν, τοτὲ δ' εὐπρεπεστέραν ποιοῦντα τὴν ἀγωγήν, τί δή ποτε βουλόμενος οὐ πορεύεται μίαν αἰεὶ καὶ τὴν αὐτὴν ὁδόν; καὶ τὸ ἐν τῷδε ἢ τῷδε πλεονάζειν χαρακτῆρι ποίοις τισὶν ὁρίζει κανόσι; δοκεῖ δή μοι φύσει τε καὶ πείρᾳ διδαχθεὶς ὁ ἀνὴρ πρῶτον μὲν ἐκεῖνο καταμαθεῖν, ὅτι οὐχ ὁμοίας ἀπαιτοῦσι κατασκευὰς λέξεως οἱ πρὸς τὰς πανηγύρεις καὶ σχολὰς συρρέοντες ὄχλοι τοῖς εἰς τὰ δικαστήρια καὶ τὰς ἐκκλησίας ἀπαντῶσιν, ἀλλ' οἳ μὲν ἀπάτης ὀρέγονται καὶ ψυχαγωγίας, οἳ δὲ διδαχῆς, ὧν ἐπιζητοῦσι, καὶ ὠφελείας. οὔτε δὴ τὸν ἐν δικαστηρίοις λόγον ᾤετο δεῖν κωτίλλειν καὶ λιγαίνειν, οὔτε τὸν ἐπιδεικτικὸν αὐχμοῦ μεστὸν εἶναι καὶ πίνου. πανηγυρικοὺς μὲν οὖν λόγους οὐκ ἔχομεν αὐτοῦ παρασχέσθαι· πάντας γὰρ ἔγωγε τοὺς ἀναφερομένους εἰς αὐτὸν ἀλλοτρίους εἶναι πείθομαι καὶ οὐδὲ κατὰ μικρὸν ἔχοντας τὸν ἐκείνου χαρακτῆρα οὔτ' ἐν τοῖς νοήμασιν ‹οὔτ' ἐν τοῖς ὀνόμασι›, τῆς δὲ συνθέσεως ὅλῳ καὶ τῷ παντὶ λειπομένους. ὧν ἐστιν ὅ τε φορτικὸς καὶ κενὸς καὶ παιδαριώδης ἐπιτάφιος καὶ τὸ τοῦ σοφιστικοῦ λήρου μεστὸν ἐγκώμιον εἰς Παυσανίαν. τὰς δὲ περὶ τούτων [45] ἀποδείξεις οὐχ οὗτος ὁ καιρὸς λέγειν. ἐκ δὲ τῶν ἐναγωνίων αὐτοῦ λόγων, ὁπόσοι πρὸς δικαστήρια γεγόνασιν ἢ πρὸς ἐκκλησίας, τεκμαίρομαι, ὅτι ταύτην τὴν γνώμην ὁ ἀνὴρ εἶχεν. ὁρῶ γὰρ αὐτόν, εἴ ποτε λάβοι πράγματα χαριεστέρας δεόμενα κατασκευῆς, πανηγυρικὴν αὐτοῖς ἀποδιδόντα τῆς λέξεως ἁρμονίαν, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους πεποίηκε λόγῳ πολλαχῇ μὲν καὶ ἄλλῃ, μάλιστα δ' ἐν οἷς τὸν περὶ τῶν νόμων ἀποδίδωσι λόγον καὶ τὸν περὶ τῶν φονικῶν δικαστηρίων, ἐφ' ἧς χρείας ἕκαστον αὐτῶν τέτακται· κἀν τῷ κατὰ Λεπτίνου περὶ τῆς ἀτελείας κατὰ πολλὰ μέρη, μάλιστα δ' ἐν τοῖς ἐγκωμίοις τῶν εὐεργετῶν τῆς πόλεως Χαβρίου τε καὶ Κόνωνος καί τινων ἑτέρων, κἀν τῷ περὶ τοῦ στεφάνου καὶ ἐν ἄλλοις συχνοῖς. τοῦτο δὲ δή μοι πρῶτον ἐνθυμηθεὶς δοκεῖ συμμεθαρμόζεσθαι ταῖς ὑποθέσεσι τὸν χαρακτῆρα τῆς συνθέσεως [τοῖς ὑποκειμένοις πράγμασι] καὶ ἔτι μετὰ τοῦτο τὰς ἰδέας τοῦ λόγου καταμαθών, ὅτι οὐχ ἅπασαι τὸν αὐτὸν ἀπαιτοῦσιν οὔτε ἐκλογῆς ὀνομάτων κόσμον οὔτε συνθέσεως, ἀλλ' αἳ μὲν τὸν γλαφυρώτερον αἳ δὲ τὸν αὐστηρότερον, καὶ τῇ τούτων ἀκολουθήσας χρείᾳ τὰ μὲν προοίμια καὶ τὰς διηγήσεις ποιεῖν [τὸ] πλεῖον ἐχούσας τοῦ σεμνοῦ τὸ ἡδύ, τὰς δὲ πίστεις καὶ τοὺς ἐπιλόγους τῆς μὲν ἡδείας συνθέσεως ἐλάττω μοῖραν ἐχούσας, τῆς δὲ αὐστηρᾶς καὶ πεπινωμένης πλείω. ἐν αἷς μὲν γὰρ δεῖ κολακευθῆναι τὸν ἀκροατὴν καὶ παρακολουθῆσαι τοῖς πράγμασι κακῶν ἀλλοτρίων διηγήσεις αὐχμηρὰς ἐνίοτε καὶ ἀηδεῖς ἀκούοντα, ἔνθα εἰ μὴ τὸ παρηδῦνον ἡ σύνθεσις ἐπενέγκοι ἢ παραμυθήσαιτο τὸν τῆς διανοίας κόπον, οὐχ ἕξουσιν αἱ πίστεις βάσιν ἀσφαλῆ· ἐν οἷς δὲ τὰ πρὸς τὴν ἀλήθειαν καὶ τὸ συμφέρον συντείνοντα λέγεσθαι· ταῦτα δὲ ἁπλοϊκῶς πως καὶ γενναίως καὶ μετὰ σεμνότητος αὐστηρᾶς ἀπαιτοῦσιν οἱ πολλοὶ μανθάνειν, τὸ δὲ κωτίλον ἐν τούτοις καὶ ἀπατηλὸν ὥραν οὐκ ἔχει ἐπὶ τῶν ἐναγωνίων λόγων. οὐ τὴν αὐτὴν οὖν ἐπιστάμενος ἁπάντων φύσιν οὐδὲ τοὺς αὐτοὺς ᾤετο δεῖν πᾶσι προσήκειν κόσμους, ἀλλὰ τοῖς μὲν δημηγορικοῖς τὸ ἀξίωμα καὶ τὴν μεγαληγορίαν μᾶλλον ἁρμόττειν, τοῖς δὲ δικανικοῖς, ἔνθα τῶν ἀλλοτρίων ἀκουστὴς γίνεται κακῶν ὁ δικαστής, ψυχῆς τε καὶ τῶν ἄλλων, ὅσα τιμιώτατά ἐστιν ἀνθρώποις, ἀγών, τὴν χάριν καὶ τὴν ἡδονὴν καὶ τὴν ἀπάτην καὶ τὰ παραπλήσια τούτοις. διὰ τοῦτο ἐν μὲν ταῖς συμβουλαῖς καὶ μάλιστα ταῖς κατὰ Φιλίππου κατακορεστέραις κέχρηται ταῖς αὐστηραῖς ἁρμονίαις, ἐν δὲ τοῖς πρὸς τὰ δικαστήρια συνταχθεῖσι ταῖς γλαφυραῖς. καὶ αὐτῶν δὲ τῶν δικανικῶν πάλιν ἐν μὲν τοῖς δημοσίοις, ἔνθα τὸ ἀξίωμα ἔδει τῆς πόλεως φυλάξαι, ταῖς μεγαλοπρεπεστέραις πλείοσιν, ἐν δὲ τοῖς ἰδιωτικοῖς ἐλάττοσι.
[46] συνελόντι δ' εἰπεῖν, οὐ μόνον παρὰ τὰς ἰδιότητας τῶν λόγων καὶ τὰς παραλλαγὰς τῶν ὑποθέσεων διαφόρους ᾤετο δεῖν ποιεῖσθαι τὰς κράσεις τῶν ἐν τῇ συνθέσει χαρακτήρων, ἀλλὰ καὶ παρ' αὐτὰ τὰ γένη τῶν ἐπιχειρημάτων τὰ συμπληρωτικὰ μέρη διαφόρους ἔχοντα τὰς φύσεις ὁρῶν διαλλαττούσαις κατασκευαῖς τῆς ἁρμονίας ἐπειρᾶτο κοσμεῖν, ἄλλως μὲν τὰς γνωμολογίας συντιθείς, ἄλλως δὲ τὰ ἐνθυμήματα, διαφόρως δὲ τὰ παραδείγματα. πολὺς ἂν εἴη λόγος, εἰ τὰς διαφορὰς ἁπάσας βουλοίμην λέγειν, ὅσας ἐκεῖνος ὁ δαιμόνιος ἀνὴρ ὁρῶν καὶ πρὸς χρῶμα ἕκαστον αἰεὶ σχηματίζων τὸν λόγον, ἀνέσει τε καὶ ἐπιτάσει ταμιευόμενος τῶν ἁρμονιῶν ἑκατέραν, τοὺς καλοὺς ἐκείνους λόγους ἀνέπλασεν. παραδειγμάτων δ' οὐκ οἴομαι δεῖν ἐνταῦθα, ἵνα μοι μείζονα πίστιν ὁ λόγος λάβῃ τῶν ἔργων τοῦ ῥήτορος ἐξεταζομένων, εἰ τοιαῦτά ἐστιν, οἷα λέγω. πολὺ γὰρ ‹ἂν› ἡ σύνταξις τὸ μῆκος λάβοι, καὶ δέος, μή ποτε εἰς τοὺς σχολικοὺς ἐκβῇ χαρακτῆρας ἐκ τῶν ὑπομνηματικῶν. ὀλίγα δὲ ληφθέντα τῶν πολλῶν ἱκανὰ τεκμήρια, καὶ ἅμα πρὸς ἐπισταμένους (οὐ γὰρ δή γε τοῖς ἀπείροις τοῦ ἀνδρὸς τάδε γράφω) τὸ δεῖξαι τὰ πράγματα συμβολικῶς ἀπόχρη. ἐπάνειμι δ' οὖν ἐπὶ τὰ λοιπά, ὧν ἐν ἀρχῇ προὐθέμην ἐρεῖν.
[47] δεύτερον δὴ κεφάλαιον ἦν ἐπιδεῖξαι, τίσι θεωρήμασι χρώμενος καὶ διὰ ποίας ἀσκήσεως προελθὼν τὸ κράτιστον μέρος ἔλαβε τῆς ........ ἁρμονίας. ἐρῶ δὴ καὶ περὶ τούτων, ὡς ἔχω δόξης. δυεῖν ὄντων τελῶν περὶ πᾶν ἔργον, ὡς εἰπεῖν, ὧν τε φύσις δημιουργὸς καὶ ὧν αἱ τέχναι μητέρες, τοῦ καλοῦ καὶ τῆς ἡδονῆς, εἶδεν, ὅτι κἀν τοῖς λόγοις τοῖς τε ἐμμέτροις καὶ τοῖς ἔξω τοῦ μέτρου κατασκευαζομένοις ............ ἔμελλεν ἀποχρώντως ἕξειν ἀμφοτέρων τούτων. χωρισθὲν γὰρ ἑκάτερον αὐτῶν θατέρου πρὸς τῷ μὴ τέλειον εἶναι καὶ τὴν ἰδίαν ἀρετὴν ἀμαυροτέραν ἴσχει. ταῦτα δὴ συνιδὼν καὶ τῆς μὲν αὐστηρᾶς τὸ καλὸν ὑπολαβὼν εἶναι τέλος, τῆς δὲ γλαφυρᾶς τὸ ἡδύ, ἐζήτει, τίνα ποιητικὰ τοῦ κάλλους ἐστὶ καὶ τίνα τῆς ἡδονῆς. εὕρισκε δὴ τὰ μὲν αὐτὰ ἀμφοτέρων ὄντα αἴτια, τὰ μέλη καὶ τοὺς ῥυθμοὺς καὶ τὰς μεταβολὰς καὶ τὸ παρακολουθοῦν ἅπασιν αὐτοῖς πρέπον, οὐ μὴν κατὰ τὸν αὐτὸν τρόπον ἑκάτερα σχηματιζόμενα. ὃν δὲ λόγον ἔχει τούτων ἕκαστον, ἐγὼ πειράσομαι διδάσκειν.
[48] τοῖς πρώτοις μορίοις τῆς λέξεως, ἃ δὴ στοιχεῖα ὑπό τινων καλεῖται, εἴτε τρία ταῦτ' ἐστίν, ὡς Θεοδέκτῃ τε καὶ Ἀριστοτέλει δοκεῖ, ὀνόματα καὶ ῥήματα καὶ σύνδεσμοι, εἴτε τέτταρα, ὡς τοῖς περὶ Ζήνωνα τὸν Στωικόν, εἴτε πλείω, δύο ταῦτα ἀκολουθεῖ μέλος καὶ χρόνος ἴσα. κατὰ μὲν δὴ τὰς ὀξύτητάς τε καὶ βαρύτητας αὐτῶν τάττεται τὸ μέλος, κατὰ δὲ τὰ μήκη καὶ τὰς βραχύτητας ὁ χρόνος. οὗτος δὲ γίγνεται ῥυθμός, εἴτε ἀπὸ δυεῖν ἀρξάμενος συνίστασθαι βραχειῶν, ὥσπερ οἴονταί τινες καὶ καλοῦσι τὸν οὕτως κατασκευασθέντα ῥυθμὸν ἡγεμόνα, πρῶτον ἔχοντα λόγον τῶν ἴσων ἄρσει τε καὶ θέσει χρόνων, εἴτε ἀπὸ τριῶν βραχειῶν, ὡς τοῖς περὶ Ἀριστόξενον ἔδοξεν, ὃς ἐν τῷ διπλασίῳ κατεσκεύασται λόγῳ πρῶτον. τοῖς δ' ἐκ τῶν πρώτων μορίων τῆς λέξεως συντιθεμένοις τό τε μέλος εἰς αὔξησιν ἤδη συμπροάγει καὶ οἱ ῥυθμοὶ προβαίνουσιν εἰς τὰ καλούμενα μέτρα. ὅταν δὲ μέλλῃ τούτων ἑκάτερον ὑπεραίρειν τὸ μέτρον, ἡ μεταβολὴ τότε εἰσελθοῦσα ταμιεύεται τὸ οἰκεῖον αὐτῶν ἀγαθὸν ἑκατέρου. ἐπειδὰν δὲ τὴν ἁρμόττουσαν ταῦτα χώραν λάβῃ, τότε ἀποδίδωσιν αὐτοῖς τὴν προσήκουσαν ὥραν τὸ πρέπον. καὶ τοῦτο οὐ χαλεπὸν ἐπὶ τῶν τῆς μουσικῆς ἔργων καταμαθεῖν. φέρε γάρ, εἴ τις ᾠδαῖς ἢ κρούμασιν ὀργάνων τὸ κάλλιστον ἐντείνας μέλος ῥυθμοῦ μηδένα ποιοῖτο λόγον, ἔσθ' ὅπως ἄν τις ἀνάσχοιτο τῆς τοιαύτης μουσικῆς; τί δέ; τούτων μὲν ἀμφοτέρων προνοηθείη μετρίως, μένοι δ' ἐπὶ τῆς αὐτῆς μελῳδίας καὶ τῶν αὐτῶν ῥυθμῶν, οὐδὲν ἐξαλλάττων οὐδὲ ποικίλλων, ἆρ' οὐχ ὅλον ἂν διαφθείροι τὸ ἀγαθόν; εἰ δὲ καὶ τούτου στοχάσαιτο, μηδεμίαν δὲ πρόνοιαν ἔχων φαίνοιτο τοῦ πρέποντος τοῖς ὑποκειμένοις, οὐκ ἀνόνητος αὐτῷ πᾶς ὁ περὶ ἐκεῖνα ἔσται πόνος; ἐμοί γ' οὖν δοκεῖ. ταῦτα δὴ καταμαθὼν ὁ Δημοσθένης τά τε μέλη τῶν ὀνομάτων καὶ κώλων καὶ τοὺς χρόνους αὐτῶν ἐπιλογιζόμενος οὕτω συναρμόττειν αὐτὰ ἐπειρᾶτο, ὥστ' ἐμμελῆ φαίνεσθαι καὶ εὔρυθμα, ἐξαλλάττειν τε καὶ ποικίλλειν ἑκάτερον αὐτῶν ἐπειρᾶτο μυρίοις ὅσοις σχήμασι καὶ τρόποις καὶ τοῦ πρέποντος ὅσην οὐδεὶς τῶν περὶ λόγους σπουδαζόντων ἐποιεῖτο δόσιν. ἐνθυμηθεὶς δέ, ὥσπερ ἔφην, ὡς διὰ τῶν αὐτῶν τούτων θεωρημάτων ὅ τε ἡδὺς γίνεται λόγος καὶ ὁ καλός, ἐσκόπει πάλιν, τί ποτε ἦν τὸ αἴτιον, ὅτι τὰ αὐτὰ οὐ τῶν αὐτῶν ἦν ποιητικά. εὕρισκε δὴ τῶν τε μελῶν οὔσας διαφοράς, αἳ ποιοῦσιν ἃ μὲν ἀξιωματικὰ φαίνεσθαι αὐτῶν ἃ δὲ γλαφυρά, ὥσπερ ἐν τοῖς μουσικοῖς ἔχει πρὸς τὴν ἁρμονίαν τὸ χρῶμα, κἀν τοῖς ῥυθμοῖς δὲ τὸ παραπλήσιον γινόμενον, ὥστε τοὺς μὲν ἀξιωματικοὺς αὐτῶν φαίνεσθαι καὶ μεγαλοπρεπεῖς, τοὺς δὲ τρυφεροὺς καὶ μαλακούς. ἔν τε ταῖς μεταβολαῖς τοτὲ μὲν τὸ ἀρχαιοπρεπὲς καὶ αὐστηρόν, τοτὲ δὲ τὸ μελιχρὸν καὶ φιλόκαινον ἐμφαινόμενον. τό τε δὴ πρέπον ἁπάντων μάλιστα μεγάλην παρέχον εἰς ἑκάτερον αὐτῶν ῥοπήν. συνιδὼν δὴ ταῦτα, ὁπότε μὲν τοῦ καλοῦ πλείονος δεῖν αὑτῷ τῇ κατασκευῇ ὑπολάβοι, τάς τε ἐμμελείας ἐποίει μεγαλοπρεπεῖς καὶ τοὺς ῥυθμοὺς ἀξιωματικοὺς καὶ τὰς μεταβολὰς γενναίας. ὁπότε δὲ τῆς ἑτέρας αὐτῷ φανείη δεῖσθαι συνθέσεως ἡ λέξις, πάντα ταῦτα κατεβίβαζεν ἐπὶ τὸ μουσικώτερον. καὶ μηδεὶς ὑπολάβῃ θαυμαστὸν εἶναι τὸν λόγον, εἰ καὶ τῇ πεζῇ λέξει φημὶ δεῖν ἐμμελείας καὶ εὐρυθμίας καὶ μεταβολῶν, ὥσπερ ταῖς ᾠδαῖς καὶ τοῖς ὀργάνοις, εἰ μηδενὸς τούτων ἀντιλαμβάνεται τῆς Δημοσθένους ἀκούων λέξεως, μηδὲ κακουργεῖν με ὑπολάβῃ τὰ προσόντα τῇ ψιλῇ λέξει προσμαρτυροῦντα. ἔχει γὰρ ταῦτα ἡ καλῶς κατεσκευασμένη λέξις καὶ μάλιστά γε ἡ τοῦδε τοῦ ῥήτορος. τῇ δ' εὐκαιρίᾳ καὶ τῇ ποσότητι τὴν αἴσθησιν διαλανθάνει· τὰ μὲν γὰρ συγκέχυται, τὰ δὲ συνέφθαρται, τὰ δ' ἄλλῳ τινὶ τρόπῳ τὴν ἀκρίβειαν ἐκβέβηκεν τῆς κατασκευῆς, ὥστε αὐτὴν ἐξηλλάχθαι δοκεῖν τῷ παντὶ καὶ κατὰ μηδὲν ἐοικέναι τοῖς ποιήμασιν.
[49] ἆρά γε ἀπαιτήσει μέ τις ἐνταυθοῖ λόγον μελῶν τε καὶ ῥυθμῶν καὶ τῶν ἐν ταῖς μεταβολαῖς σχημάτων καὶ τοῦ ἐν ἑκάστῳ πρέποντος, ἀξιῶν ἀκοῦσαι, τίνα τε αὐτῶν ἐστιν, οἷς ἡ φιλάρχαιος ἁρμονία κοσμεῖται, καὶ τίνα τῆς κωτίλης γένοιτ' ἂν ἁρμονίας; ἢ οἰκειοτέραν τὴν ἐκ παιδὸς ἐπιφερόμενος εὐμουσίαν, ἣν ἔκ τε μουσικῆς καὶ γραμματικῆς ἔσχηκεν, αἳ ταῦτ' ἔχουσι τὰ θεωρήματα, ἐπιλαβόντα τὸ χρονίζειν ἐν τοῖς κοινοῖς καὶ γνωρίμοις τὸν λόγον οὐ συκοφαντήσει, ἄλλως τε καὶ τοῦ καιροῦ τὰ μέτρα ὁρῶν; οἴομαι μὲν οὖν, ὡς καὶ δόξαν ἐπιεικῆ περὶ τῶν ἄλλων ἔχω, ἀρξάμενος ἀπὸ σοῦ, φίλτατε Ἀμμαῖε, καὶ ἐκ τῆς εὐμουσίας τῆς σῆς λαμβάνων. εἰ δέ τις ἀπαιτήσει καὶ ταῦτ' ἔτι μαθεῖν ὅπῃ ποτ' ἔχει, τοὺς ὑπομνηματισμοὺς ἡμῶν λαβών, οὓς περὶ τῆς συνθέσεως τῶν ὀνομάτων πεπραγματεύμεθα, πάντα ὅσα ποθεῖ τῶν ἐνθάδε παραλειπομένων εἴσεται. ἐγὼ δὲ τῇδέ πῃ περιγράψας τὸν ὑπὲρ τούτων λόγον ἐπὶ τὸ περιλειπόμενον ἐλεύσομαι μέρος.
[50] ὑπεσχόμην γὰρ καὶ τοῦτο δείξειν ἔτι, πῶς ἄν τις διαγνοίη τὸν χαρακτῆρα τῆς Δημοσθένους συνθέσεως καὶ ποίοις χρώμενος σημείοις ἀπὸ τῶν ἄλλων διορίσειεν. ἓν μὲν οὖν οὐδέν ἐστι παράσημον αὐτῆς ἐκφανὲς οὕτως, ὥστε μόνῃ ταύτῃ καὶ μηδεμιᾷ τῶν ἄλλων παρακολουθεῖν, ἡ δὲ συνδρομή τε καὶ πλεονασμός, οἷς ἐλέγχεσθαι πέφυκε παντὸς πράγματος καὶ σώματος γνῶσις, ἴδιος αὐτῆς γίνεται χαρακτήρ. χρήσομαι δ' εἰκόνι φανερᾷ τῆς σαφηνείας ἕνεκα τοῖς σώμασι τῶν ἀνθρώπων. ἅπασι δή που συμβέβηκε μέγεθός τε καὶ χρῶμα καὶ σχῆμα καὶ μέλη καὶ ῥυθμός τις τῶν μελῶν καὶ τὰ παραπλήσια τούτοις. εἰ δή τις ἀφ' ἑνὸς τούτων ἀξιώσει τὸν χαρακτῆρα σκοπεῖν, οὐδὲν ἀκριβὲς εἴσεται. ἐν πολλαῖς γὰρ ἂν εὕροι μορφαῖς τοιοῦτόν τι ἕτερον, οἷον ἔθετο τῆς μιᾶς μορφῆς σύμβολον. ἐὰν δὲ πάντα συνθῇ τὰ συμβεβηκότα τῇ μορφῇ ἢ τὰ πλεῖστα ἢ τὰ κυριώτατα, ταχεῖάν τε πάνυ τὴν γνῶσιν λήψεται καὶ οὐκ ἐπι ... σεται ταῖς ὁμοιότησι. τοῦτο δὴ ποιεῖν ἀξιώσαιμ' ἂν καὶ τοὺς βουλομένους τὴν σύνθεσιν ἀκριβῶς εἰδέναι τὴν Δημοσθένους, ἐκ πολλῶν αὐτὴν δοκιμάζειν ἰδιωμάτων, λέγω δὴ τῶν κρατίστων τε καὶ κυριωτάτων· πρῶτον ἐκ τῆς ἐμμελείας, ἧς κριτήριον ἄριστον ἡ ἄλογος αἴσθησις. δεῖ δὲ αὐτῇ τριβῆς πολλῆς καὶ κατηχήσεως χρονίου· οὐ γὰρ δὴ πλάσται μὲν καὶ ζωγράφων παῖδες, εἰ μὴ πολλὴν ἐμπειρίαν λάβοιεν, χρόνῳ τρίψαντες τὰς ὁράσεις μακρῷ περὶ τὰς τῶν ἀρχαίων δημιουργῶν τέχνας, οὐκ ἂν εὐπετῶς αὐτὰς διαγνοῖεν καὶ οὐκ ἂν ἔχοιεν εἰπεῖν βεβαίως, ὅτι [τῇ φήμῃ παραλαβόντες] τουτὶ μέν ἐστι Πολυκλείτου τὸ ἔργον, τουτὶ δὲ Φειδίου, τουτὶ δὲ Ἀλκαμένους, καὶ τῶν γραφῶν Πολυγνώτου μὲν αὕτη, Τιμάνθους δὲ ἐκείνη, αὕτη δὲ Παρρασίου. λόγων δὲ ἆρα τινὲς ἀκριβῶς ἐξ ὀλίγων παραγγελμάτων καὶ προσκαίρου κατηχήσεως ἐμμελοῦς ἁρμονίας εἴσονται φύσιν; πολλοῦ γε καὶ δεῖ. τοῦτο μὲν δὴ πρῶτον οἴομαι δεῖν σκοπεῖν ἐπιστήμῃ γε καὶ ἔθει, μετὰ δὲ τοῦτο τὴν εὐρυθμίαν. οὐ γὰρ ἔστι λέξις οὐδεμία Δημοσθένους, ἥτις οὐκ ἐμπεριείληφε ῥυθμοὺς καὶ μέτρα τὰ μὲν ἀπηρτισμένα καὶ τέλεια, τὰ δ' ἀτελῆ, τοιαύτην ἐπιπλοκὴν ἔχοντα ἐν ἀλλήλοις καὶ οὕτως συνηρμοσμένα, ὥστε μὴ δῆλον εἶναι, ὅτι ἐστὶ μέτρα. οὐ γὰρ ἂν ἄλλως γένοιτο πολιτικὴ λέξις παρ' αὐτὴν τὴν σύνθεσιν ἐμφερὴς ποιήμασιν, ἂν μὴ περιέχῃ μέτρα καὶ ῥυθμούς τινας ἐγκατακεχωρισμένους ἀδήλως. οὐ μέντοι γε προσήκει αὐτὴν ἔμμετρον οὐδ' ἔρρυθμον εἶναι δοκεῖν, ἵνα μὴ γένηται ποίημα ἢ μέλος, ἐκβᾶσα τὸν αὑτῆς χαρακτῆρα, ἀλλ' εὔρυθμον αὐτὴν ἀπόχρη φαίνεσθαι καὶ εὔμετρον. οὕτω γὰρ ἂν εἴη ποιητικὴ μέν, οὐ μὴν ποίημά γε, καὶ μελίζουσα μέν, οὐ μὴν μέλος. τίνα δ' ἔχει ταῦτα διαφοράν, οὐ χαλεπὸν ἰδεῖν. ἡ μὲν ὅμοια παραλαμβάνουσα μέτρα καὶ ῥυθμοὺς τεταγμένους εἴτε κατὰ στίχον εἴτε κατὰ περίοδον, ἣν καλοῦσιν ‹οἱ› μουσικοὶ στροφήν, κἄπειτα πάλιν τοῖς αὐτοῖς ῥυθμοῖς καὶ μέτροις ἐπὶ τῶν αὐτῶν στίχων ἢ περιόδων, ἃς ἀντιστρόφους ὀνομάζουσι, χρωμένη καὶ τῷ σχήματι τούτῳ τῆς κατασκευῆς ἀπὸ τῆς ἀρχῆς μέχρι τοῦ τέλους προβαίνουσα ἔμμετρός τ' ἐστὶ καὶ ἔρρυθμος, καὶ ὀνόματα κεῖται τῇ τοιαύτῃ λέξει μέτρον καὶ μέλος, ἡ δὲ περιπεπλανημένα μέτρα καὶ ῥυθμοὺς ἀτάκτους ἐμπεριλαμβάνουσα καὶ μήτε ἀκολουθίαν αὐτῶν φυλάττουσα μήτε ὁμοζυγίαν μήτ' ἄλλην ὁμοιότητα τεταγμένην μηδεμίαν εὔρυθμος μέν ἐστι καὶ εὔμετρος, ἐπειδὴ διαπεποίκιλται μέτροις τε καὶ ῥυθμοῖς τισιν, οὐ μὴν ἔρρυθμός γε οὐδὲ ἔμμετρος, ἐπειδὴ οὐχὶ τοῖς αὐτοῖς οὐδὲ κατὰ ταὐτὰ ἔχουσι. τοιαύτην δή φημι πᾶσαν εἶναι λέξιν πολιτικήν, ἐν ᾗ τὸ ποιητικὸν ἐμφαίνεται κάλλος. ᾗ καὶ τὸν Δημοσθένη κεχρημένον ὁρῶ. τὰς δὲ περὶ τούτου τοῦ μέρους πίστεις ἐν τοῖς περὶ τῆς συνθέσεως γραφεῖσιν ἀποδεδωκὼς οὐκ ἀναγκαῖον ἡγοῦμαι κἀνταῦθα λέγειν. τρίτον ἔτι καὶ τέταρτον ἰδίωμα τῆς συνθέσεως τοῦ ῥήτορος ἦν τό τε ἐξαλλάττειν παντοδαπῶς καὶ τὸ σχηματίζειν ποικίλως τὰ κῶλα καὶ τὰς περιόδους. οὐδὲ γὰρ ἔστιν οὐδεὶς ἁπλῶς τόπος, ὃς οὐχὶ διαπεποίκιλται ταῖς τε ἐξαλλαγαῖς καὶ τοῖς σχηματισμοῖς, ὡς ἅπαντες ἴσασι, καί μοι δοκεῖ ταῦτα μὴ λόγων δεῖσθαι γνώριμα καὶ τοῖς φαυλοτάτοις ὄντα.
[51] ταυτί μοι δοκεῖ μηνύματα τῆς συνθέσεως εἶναι τῆς Δημοσθένους ‹ἀνυφαίρετα› καὶ χαρακτηρικά, ἐξ ὧν ἄν τις αὐτὴν διαγνοίη πᾶσαν, ἐξετάζειν βουληθείς. εἰ δέ τις ὑποτεύξεται πρὸς ταῦτα θαυμάζειν λέγων, εἰ καὶ κακοδαίμων οὕτως ἦν ὁ τηλικοῦτος ἀνήρ, ὥσθ', ὅτε γράφοι τοὺς λόγους, ἄνω καὶ κάτω στρέφειν τὰ μόρια τῆς λέξεως καὶ τὰ ἐκ τούτων συντιθέμενα κῶλα, ἐμμελείας τε καὶ ῥυθμοὺς καὶ μέτρα, μουσικῆς οἰκεῖα θεωρίας πράγματα καὶ ποιητικῆς, εἰς τὴν πολιτικὴν ἐναρμόττων φράσιν, ᾗ τούτων οὐδενὸς μέτεστιν, πρῶτον μὲν ἐκεῖνο ἐνθυμηθήτω, ὅτι ὁ τοσαύτης δόξης ἠξιωμένος ἀνὴρ ἐπὶ λόγοις, ὅσης οὐδεὶς τῶν πρότερον, αἰώνια συνταττόμενος ἔργα καὶ τῷ πάντα βασανίζοντι χρόνῳ παραδιδούς, οὐδὲν ἐκ τοῦ ἐπιτυχόντος ἔγραφεν. ἀλλ' ὥσπερ τῆς ἐν τοῖς νοήμασιν οἰκονομίας πολλὴν ἐποιεῖτο δόσιν, οὕτω καὶ τῆς ἐν τοῖς ὀνόμασιν ἁρμονίας, ὁρῶν γε δὴ τούτους τοὺς θαυμαζομένους ἐπὶ σοφίᾳ καὶ κρατίστων λόγων ποιητὰς νομιζομένους Ἰσοκράτην καὶ Πλάτωνα γλυπτοῖς καὶ τορευτοῖς ἐοικότας ἐκφέροντας λόγους, ἐνθυμούμενος δ', ὅτι τοῦ λέγειν εὖ διττὴ ἡ διαίρεσίς ἐστιν, εἴς τε τὸν πραγματικὸν τόπον καὶ εἰς τὸν λεκτικόν, καὶ τούτων πάλιν ἀμφοτέρων εἰς τὰς ἴσας διαιρεθέντων τομάς, τοῦ πραγματικοῦ μὲν εἴς τε τὴν παρασκευήν, ἣν οἱ παλαιοὶ καλοῦσιν εὕρεσιν, καὶ εἰς τὴν χρῆσιν τῶν παρεσκευασμένων, ἣν προσαγορεύουσιν οἰκονομίαν, τοῦ λεκτικοῦ δὲ εἴς τε τὴν ἐκλογὴν τῶν ὀνομάτων καὶ εἰς τὴν σύνθεσιν τῶν ἐκλεγέντων, ἐν ἑκατέρῳ τούτων πλείω μοῖραν ἔχει τὰ δεύτερα τῶν προτέρων· τὸ μὲν οἰκονομικὸν ἐν τῷ πραγματικῷ, τὸ δὲ συνθετικὸν ἐν τῷ λεκτικῷ. περὶ ὧν οὐ καιρὸς ἐν τῷ παρόντι μηκύνειν. ταῦτα γὰρ ἐννοηθείη ἄν, εἴ τις μὴ κομιδῇ σκαιὸς ἢ δύσερις, καὶ οὐκ ἂν θαυμάσειεν, εἰ φροντὶς ἐγένετο Δημοσθένει [ἔτι] μελῶν καὶ ῥυθμῶν καὶ σχημάτων, καὶ τῶν ἄλλων πάντων, οἷς ἡδεῖα καὶ καλὴ γίνεται σύνθεσις. τοὐναντίον γὰρ μᾶλλον ὑπολάβοι τις ‹ἂν› ἀνὴρ μήτε ὀλιγόπονος μήτε ἁψίκορος μήτε ἀκρόσοφος ἄπορον εἶναι καὶ ἀμήχανον, ἢ μηδεμίαν ἐπιμέλειαν πεποιῆσθαι τὸν ῥήτορα τῆς ἁρμονίας τῶν λόγων ἢ φαύλην τινά, βουλόμενον μνημεῖα τῆς ἑαυτοῦ διανοίας ἀθάνατα καταλιπεῖν. οὐ γὰρ δή τοι πλάσται μὲν καὶ γραφεῖς ἐν ὕλῃ φθαρτῇ χειρῶν εὐστοχίας ἐνδεικνύμενοι τοσούτους εἰσφέρονται πόνους, ὥστε καὶ φλέβια καὶ πτίλα καὶ χνοῦς καὶ τὰ τούτοις ὅμοια εἰς ἄκρον ἐξεργάζεσθαι καὶ κατατήκειν εἰς ταῦτα τὰς τέχνας, πολιτικὸς δ' ἄρα δημιουργός, πάντας ὑπεράρας τοὺς καθ' αὑτὸν φύσει τε καὶ πόνῳ, τῶν ἐλαχίστων τινὸς εἰς τὸ εὖ λέγειν, εἰ δὴ καὶ ταῦτα ἐλάχιστα, ὠλιγώρησε.
[52] βουλοίμην δ' ἂν καὶ ταῦτα ἐνθυμηθῆναι [διότι] τοὺς ἔτι δυσπείστως ἔχοντας πρὸς τὰ εἰρημένα, ὅτι μειράκιον μὲν ἔτι ὄντα καὶ νεωστὶ τοῦ μαθήματος ἁπτόμενον αὐτὸν οὐκ ἄλογον ἦν καὶ ταῦτα καὶ τἆλλα πάντα διὰ πολλῆς ἐπιμελείας τε καὶ φροντίδος ἔχειν, ἐπειδὴ δ' ἡ χρόνιος ἄσκησις ἕξιν αὐτῷ ἐνεποίησε πολλὴν καὶ τύπους ἰσχυροὺς ἐνειργάσατο τῶν αἰεὶ μελετωμένων, τότε ἀπὸ τοῦ ῥᾴστου τε καὶ τῆς ἕξεως αὐτὸ ποιεῖν. οἷόν τι γίνεται καὶ περὶ τὰς ἄλλας τέχνας καὶ οὐχ ἥκιστα περὶ τὴν καλουμένην γραμματικήν. ἱκανὴ γὰρ αὕτη καὶ τὰς ἄλλας τεκμηριῶσαι, φανερωτάτη πασῶν οὖσα καὶ θαυμασιωτάτη. ταύτην γὰρ ὅταν ἐκμάθωμεν, πρῶτον μὲν τὰ ὀνόματα τῶν στοιχείων τῆς φωνῆς ἀναλαμβάνομεν, ἃ καλεῖται γράμματα. ἔπειτα ‹τοὺς› τύπους τε αὐτῶν καὶ δυνάμεις. ὅταν δὲ ταῦτα μάθωμεν, τότε τὰς συλλαβὰς αὐτῶν καὶ τὰ περὶ ταύτας πάθη. κρατήσαντες δὲ τούτων τὰ τοῦ λόγου μόρια, ὀνόματα λέγω καὶ ῥήματα καὶ συνδέσμους, καὶ τὰ συμβεβηκότα τούτοις, συστολάς, ἐκτάσεις, ὀξύτητας, βαρύτητας, γένη, πτώσεις, ἀριθμούς, ἐγκλίσεις, τὰ ἄλλα παραπλήσια τούτοις μυρία ὄντα. ὅταν δὲ τὴν τούτων ἁπάντων ἐπιστήμην περιλάβωμεν, τότε ἀρχόμεθα γράφειν τε καὶ ἀναγινώσκειν, κατὰ συλλαβὴν μὲν καὶ βραδέως τὸ πρῶτον, ἅτε νεαρᾶς οὔσης ἔτι τῆς ἕξεως, προβαίνοντος δὲ τοῦ χρόνου καὶ τὸν νοῦν ἰσχυρὸν τῇ ψυχῇ περιτιθέντος ἐκ τῆς συνεχοῦς μελέτης, τότ' ἀπταίστως τε καὶ κατὰ πολλὴν εὐπέτειαν, καὶ πᾶν ὅ τι ἂν ἐπιδῷ τις βυβλίον οὐδὲν ἐκείνων ἔτι τῶν πολλῶν θεωρημάτων ἀναπολοῦντες ἅμα νοήσει διερχόμεθα. τοιοῦτον δή τι καὶ περὶ ταύτην ὑποληπτέον γενέσθαι τὴν τέχνην, ἐκ τῶν μικρῶν καὶ γλίσχρων θεωρημάτων αὐξομένην τὴν ἕξιν σὺν χρόνῳ ῥᾳδίως αὐτῶν κρατεῖν, ὥστε ἅμα νοήσει κεκριμένον τε καὶ ἄπταιστον αὐτῆς εἶναι τὸ ἔργον. εἰ δέ τῳ δοκεῖ ταῦτα καὶ πόνου πολλοῦ καὶ πραγματείας μεγάλης ἔργα εἶναι, καὶ μάλα ὀρθῶς δοκεῖ κατὰ τὸν Δημοσθένη· οὐδὲν γὰρ τῶν μεγάλων μικρῶν ἐστι πόνων ὤνιον. ἀλλ' ἐὰν ἐπιλογίσηται τοὺς ἀκολουθοῦντας αὐτοῖς καρπούς, μᾶλλον δ' ἐὰν ἕνα μόνον τὸν ἔπαινον, ὃν ἀποδίδωσιν ὁ χρόνος καὶ ζῶσι καὶ μετὰ τὴν τελευτήν, πᾶσαν ἡγήσεται τήν [τε] πραγματείαν ἐλάττω τῆς προσηκούσης.
[53] εἷς ἔτι μοι καταλείπεται λόγος ὁ περὶ τῆς ὑποκρίσεως, ὡς κεκόσμηκε τὴν λέξιν ἁνήρ, ἀναγκαίας ἀρετῆς οὔσης περὶ λόγους καὶ μάλιστα τοὺς πολιτικούς. ἧς παρούσης μὲν καὶ ταῖς ἄλλαις ἀρεταῖς γίνεται χώρα καὶ τόπος, ἀπούσης δὲ οὐδὲ ὁτιοῦν ὄφελος οὐδ' ἐκείνων οὐδεμιᾶς. τεκμήραιτο δ' ἄν τις, ἡλίκην ἰσχὺν τοῦτο τὸ στοιχεῖον ἔχει, καταμαθών, ὅσον ἀλλήλων ἀλλάττουσιν οἱ τραγῳδίας τε καὶ κωμῳδίας ὑποκρινόμενοι. τὰ γὰρ αὐτὰ ποιήματα λέγοντες οὐχ ὡσαύτως ἡμᾶς κηλοῦσιν ἅπαντες, ἀλλ' ἐνίοις ἐπαχθόμεθα καὶ ὥσπερ ἀδικούμενοί τι καθυποκρινομένοις καὶ διαφθείρουσι τὰς βουλήσεις τῶν ποιημάτων χαλεπαίνομεν. ταύτης δή φημι τῆς ἀρετῆς πάνυ δεῖν τοῖς ἐναγωνίοις λόγοις, εἰ μέλλουσιν ἕξειν πολὺ τὸ ἀληθινὸν καὶ ἔμψυχον. ἧς πλείστην ὥσπερ καὶ τῶν ἄλλων πρόνοιαν ἔσχεν οὗτος ὁ ἀνήρ. διττὴν δὲ τὴν φύσιν αὐτῆς οὖσαν ὁρῶν, περὶ ἄμφω τὰ μέρη σφόδρα ἐσπούδασε. καὶ γὰρ τὰ πάθη τὰ τῆς φωνῆς καὶ τὰ σχήματα τοῦ σώματος, ὡς κράτιστα ἕξειν ἔμελλεν, οὐ μικρῷ πόνῳ κατειργάσατο, καίτοι φύσει πρὸς ταῦτα οὐ πάνυ εὐτυχεῖ χρησάμενος, ὡς Δημήτριός τε ὁ Φαληρεύς φησι καὶ οἱ ἄλλοι πάντες οἱ τὸν βίον αὐτοῦ συγγράψαντες. τί δὴ ταῦτα πρὸς τὴν λέξιν αὐτοῦ συντείνει; φαίη τις ἄν. ἡ λέξις μὲν οὖν, εἴποιμ' ἄν, οἰκείως κατεσκεύασται πρὸς ταῦτα, μεστὴ πολλῶν οὖσα ἠθῶν καὶ παθῶν καὶ διδάσκουσα, οἵας ὑποκρίσεως αὐτῇ δεῖ. ὥστε τοὺς ἀναγινώσκοντας τὸν ῥήτορα τοῦτον ἐπιμελῶς χρὴ παρατηρεῖν, ἵνα τοῦτον ἕκαστα λέγηται τὸν τρόπον, ᾗ ἐκεῖνος ἐβούλετο. αὐτὴ γὰρ ἡ λέξις διδάσκει τοὺς ἔχοντας ψυχὴν εὐκίνητον, μεθ' οἵας αὐτὴν ὑποκρίσεως ἐκφέρεσθαι δεήσει. ὃ δὴ ἐγὼ σαφὲς ἐπὶ τῶν παραδειγμάτων ποιήσω.
[54] φέρε γὰρ ἐπιχειρείτω τις προφέρεσθαι τούσδε τοὺς ἀριθμούς· 'Ὄλυνθον μὲν δὴ καὶ Μεθώνην καὶ Ἀπολλωνίαν καὶ δύο καὶ τριάκοντα πόλεις ἐπὶ Θρᾴκης ἐῶ, ἃς ἁπάσας οὕτως ὠμῶς ἀνῄρηκεν, ὥστε μηδ', εἰ πώποτε ᾠκίσθησαν, ῥᾴδιον ἦν προσελθόντας εἰπεῖν. καὶ τὸ Φωκέων τοσοῦτον ἔθνος ἀνῃρημένον σιωπῶ'. ἐνταῦθα ἡ λέξις αὐτὴ διδάσκει, τίνος ὑποκρίσεως δεῖ αὐτῇ. διῃρηκὼς γὰρ τὸ πλῆθος τῶν ἀνῃρημένων ὑπὸ Φιλίππου πόλεων ἐπὶ Θρᾴκης οὔ φησιν ἐρεῖν. οὐχὶ ταῦτ' οὖν εἰρωνευόμενον δεῖ λέγειν καὶ ἅμα ὑπαγανακτοῦντα καὶ παρεντείνοντα τὸν ἦχον; εἶτ' εἰ καὶ φησὶν οὐκ ἔχειν ἐρεῖν ταῦθ' ὥσπερ δεινὰ καὶ πέρα δεινῶν, ὅμως ὀδύρεται πόλεων κατάλογον καὶ τελείαν ἀναίρεσιν διέξεισιν, ὡς οὐδ' ἴχνος ἔτι λοιπὸν ἐχουσῶν τῆς παλαιᾶς οἰκήσεως. οὐ δι' ὀργῆς τ' οὖν ταῦτα ὑπερβαλλούσης καὶ οἴκτου λέγεσθαι προσήκει; τίνες οὖν εἰσιν ὀργῆς καὶ ὀλοφυρμοῦ τόνοι καὶ ἐγκλίσεις καὶ σχηματισμοὶ προσώπου καὶ φοραὶ χειρῶν; ἃς οἱ κατ' ἀλήθειαν ταῦτα πεπονθότες ἐπιτελοῦσι. πάνυ γὰρ εὔηθες ἄλλο τι ζητεῖν ὑποκρίσεως διδασκαλεῖον, ἀφέντας τὴν ἀλήθειαν. καὶ αὖθις ἐπιφέρει ὁ ἀνήρ· 'ἀλλὰ Θετταλία πῶς ἔχει; οὐχὶ τὰς πολιτείας αὐτῶν ἀφῄρηται καὶ τετραρχίας καθέστακεν, ἵνα μὴ μόνον κατὰ πόλεις, ἀλλὰ καὶ κατὰ ἔθνη δουλεύωσιν; αἱ δ' ἐν Εὐβοίᾳ πόλεις οὐκ ἤδη τυραννοῦνται, καὶ ταῦτα ἐν νήσῳ ‹πλησίον› Θηβῶν καὶ Ἀθηνῶν;' ταῦτα πάλιν ἑτέραν ὑπόκρισιν ἀπαιτεῖ. πυνθάνεται γάρ, εἶτ' ἀνθυποφέρει καὶ παρ' ἕκαστον ἀγανακτεῖ καὶ τὸ δεινὸν αὔξει. ἴδιον δὲ δή που σχῆμα πεύσεως, ἴδιον δ' ἀνθυποφορᾶς, ἴδιον δ' αὐξήσεως· οὐ δύναται ταῦτα ἑνὶ τόνῳ καὶ μιᾷ μορφῇ φωνῆς λέγεσθαι. τούτοις ἐκεῖνα ἕπεται· 'καὶ οὐ γράφει μὲν ταῦτα, τοῖς δ' ἔργοις οὐ ποιεῖ, ἀλλ' ἐφ' Ἑλλήσποντον οἴχεται, πρότερον ἧκεν ἐπ' Ἀμβρακίαν, Ἦλιν ἔχει τηλικαύτην πόλιν ἐν Πελοποννήσῳ, Μεγάροις ἐπεβούλευσεν· οὔθ' ἡ Ἑλλὰς οὔθ' ἡ βάρβαρος χωρεῖ τὴν πλεονεξίαν τοῦ ἀνθρώπου'. ταῦτα ἔνεστι προφέρεσθαι ἡδονῇ ἐν παροδικοῖς μέλεσιν ὥσπερ ἱστορίαν; οὐκ αὐτὰ βοᾷ καὶ διδάσκει, πῶς αὐτὰ δεῖ λέγεσθαι, μόνον οὐ φωνὴν ἀφιέντα· 'ἐνταῦθα ἀστεῖον ἦχον, ταῦτα ἐσπευσμένως εἰπέ, ταῦτ' ἀναβεβλημένως, δευρὶ δ' ἀπόλιπε τὸ συνεχές, ἐνταυθοῖ σύναψον τὰ ἑξῆς, τούτοις συνάλγησον, τούτων καταφρόνησον, ταῦτα ἐκδειματώθητι, ταῦτα διάσυρον, ταῦτα αὔξησον'; ἐμοὶ μὲν δοκεῖ. οὐκοῦν ἔστιν ἀλόγου ζῴου ψυχὴν ἔχοντα, μᾶλλον δὲ λίθου φύσιν νωθράν, ἀναίσθητον, ἀκίνητον, ἀπαθῆ, τὴν Δημοσθένους προφέρεσθαι λέξιν; πολλοῦ γε καὶ δεῖν, ἐπεὶ τὸ κάλλιστον αὐτῆς ἀγαθὸν ἀπολεῖται, τὸ πνεῦμα, καὶ οὐδὲν διοίσει σώματος καλοῦ μέν, ἀκινήτου δὲ καὶ νεκροῦ. πόλλ' ἄν τις εἰς τοῦτο τὸ μέρος εἰπεῖν ἔχοι, τοῦ δὲ συντάγματος ἱκανὸν εἰληφότος ἤδη μῆκος αὐτοῦ που καταπαῦσαι χρὴ τὸν λόγον, ἐκεῖνο ἔτι νὴ Δία τοῖς εἰρημένοις προσαποδόντας, ὅτι πάσας ἔχουσα τὰς ἀρετὰς ἡ Δημοσθένους λέξις λείπεται εὐτραπελίας, ἣν οἱ πολλοὶ καλοῦσι χάριν. πλεῖστον γὰρ αὐτῆς μετέχει μέρος
Οὐ γάρ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν, ὡς καὶ τοὺς ἀστεϊσμοὺς ἅμα ἐν τοῖς Δημοσθένους λόγοις. οὐδὲν γάρ, ὧν ἑτέροις τισὶν ἔδωκεν ἀγαθῶν ὁ δαίμων, ἐκείνῳ ἐφθόνησεν.
[55] ἃ δέ γε Αἰσχίνης περὶ αὐτοῦ γράφει συκοφαντῶν, ὥσπερ ἔφην, τοτὲ μὲν ὡς πικροῖς καὶ περιέργοις ὀνόμασι χρωμένου, τοτὲ δ' ὡς ἀηδέσι καὶ φορτικοῖς, ῥᾳδίας ἔχει τὰς ἀπολογίας. εἴ γέ τοι βουληθείη τις χωρὶς ἕκαστον τῶν ἐγκλημάτων σκοπεῖν, τὰ μὲν ἐπαίνου μᾶλλον ἢ κατηγορίας ἄξια εὑρήσει, τὰ δ' οὐκ ἀληθῶς εἰρημένα ὑπ' αὐτοῦ. τὸ μὲν γὰρ πικραίνειν τὴν διάλεκτον, ὅταν ἀπαιτῶσιν οἱ καιροί (πολλάκις δὲ ἀπαιτοῦσι καὶ μάλιστα ἐν τοῖς παθητικοῖς τῶν ἐπιχειρημάτων), ἐγκώμιόν ἐστι τοῦ ῥήτορος, εἴ γε δὴ τὸ ποιεῖν τὸν ἀκροατὴν αὐστηρὸν τῶν νόμων φύλακα καὶ πικρὸν ἐξεταστὴν τῶν ἀδικημάτων καὶ τιμωρὸν ἀπαραίτητον τῶν παρανομούντων παρὰ τῆς ῥητορικῆς δυνάμεως ἢ μόνον ἢ μάλιστα τῶν ἄλλων ἀπαιτοῦμεν. ἀμήχανον δὲ τρυφεροῖς ὀνόμασι καλλωπίζοντα τὴν διάλεκτον ὀργὴν ἢ μῖσος ἢ τῶν παραπλησίων τι κινῆσαι παθῶν, ἀλλ' ἀνάγκη καὶ νοήματ' ἐξευρεῖν, ἃ δὴ τῶν τοιούτων ἔσται παθῶν ἀγωγά, καὶ ὀνόμασι τοιούτοις αὐτὰ περιλαβεῖν, οἷς πέφυκεν ἀκοὴ πικραίνεσθαι. εἰ μὲν οὖν μὴ κατὰ τὸν οἰκεῖον καιρὸν τῇ πικραινούσῃ διαλέκτῳ χρώμενον ἀπεδείκνυεν αὐτὸν ἢ πλεονάζοντα ἐν αὐτῇ καὶ τῆς ποσότητος ἀστοχοῦντα, εἰκότως ἂν ὡς ἁμαρτάνοντα διέβαλλεν. ὃ δὲ τούτων μὲν οὐδέτερον ἔχει δεικνύναι, κοινῶς δὲ διαβάλλει τὴν παθητικὴν διάλεκτον, οὖσαν ἐπιτηδειοτάτην εἰς πολιτικοὺς παραλαμβάνεσθαι λόγους, λεληθότα ἐγκώμια μεταφέρων εἰς τὰς κατηγορίας, ὥσπερ ἔφην.
[56] τὰ δ' αὐτὰ καὶ περὶ τῆς περιέργου λέξεως ἔχοι τις ἂν εἰπεῖν πρὸς τὸν Αἰσχίνην, ἐπειδὴ καὶ ταύτην αὐτοῦ χλευάζει τὴν ἀρετήν. δεχέσθω δέ τις τὴν περιεργίαν τῶν ὀνομάτων ὑπ' αὐτοῦ ‹λεγομένην› λέγεσθαι νυνὶ περιττὴν ἐργασίαν καὶ ἐξηλλαγμένην τῶν ἐν ἔθει. οὐ γὰρ δή γε εἰ ὁ καθ' ἡμᾶς βίος πολλὰ καὶ ἄλλα εἰκῇ τιθεὶς ἐπὶ τοῖς πράγμασιν ὀνόματα καὶ ταύτην ἀδιαφόρως κυκλεῖ τὴν λέξιν ἐπὶ τῆς πολυπραγμοσύνης, οὕτω καὶ τοὺς ἀρχαίους εἰκὸς αὐτῇ κεχρῆσθαι. εἰ μὲν οὖν τὴν ἀκαιρίαν ἢ τὸν πλεονασμὸν τῆς ἐξηλλαγμένης ἑρμηνείας διασύρων καὶ ταῦτα εἴρηκεν, ὡς τοῦ Δημοσθένους περὶ ἑκάτερον αὐτῶν ἁμαρτάνοντος, ψεύδεται περιφανῶς. ὁ γὰρ ἀνὴρ ἐν μὲν ταῖς δημηγορίαις καὶ τοῖς δημοσίοις ἀγῶσι πρὸς τὸ μέγεθος καὶ τὸ ἀξίωμα τῶν ὑποθέσεων ἀποβλέπων κέχρηται τῇ τοιαύτῃ κατασκευῇ πολλάκις, ἐν δὲ τοῖς ἰδιωτικοῖς λόγοις, οὓς περὶ μικρῶν συμβολαίων ἰδιώταις ἀνθρώποις γέγραφε, τὴν κοινὴν καὶ συνήθη λέξιν ἐπιτηδεύει, σπανίως δέ ποτε τὴν περιττὴν καὶ οὐδὲ ταύτην ἐπ' αὐτοφώρῳ, ἀλλ' ὥστε λαθεῖν. εἰ δὲ κἀνταῦθα τῷ γένει τῆς ἐξαλλαγῆς ὅλῳ πολεμῶν ταῦτ' εἴρηκεν Αἰσχίνης, ἄτοπόν τι ποιεῖ πρᾶγμα, ταύτην διασύρων τὴν δεινότητα, ἧς πλείστης τῷ ῥήτορι δεῖ. τὸ γὰρ μὴ τοῖς πολλοῖς ὁμοίως ἐκφέρειν τὰς νοήσεις, ἀλλ' ἐπὶ τὸ σεμνότερον καὶ ποιητικώτερον ἐκβιβάζειν τὴν ὀνομασίαν παρὰ τῆς πολιτικῆς δυνάμεως μάλιστα ἀπαιτοῦμεν. ταῦτα μὲν οὖν ἐγκώμια τῆς Δημοσθένους δεινότητος ὄντα ὡς ἁμαρτήματα φέρων Αἰσχίνης οὐκ ἀληθῶς μέν, εὐλόγως δ' ἴσως, ἐχθρὸς ὢν καὶ οὐδὲν ἄλλο διαβάλλειν δυνάμενος, ἀπερισκέπτως, ὡς ἐγὼ κρίνω, συκοφαντεῖ.
[57] τὸ δὲ φάσκειν φορτικοῖς καὶ ἀηδέσι τοῖς ὀνόμασιν αὐτὸν κεχρῆσθαι πόθεν ἐπῆλθεν αὐτῷ [λέγειν], ὑπὲρ πάντα ἔγωγε τεθαύμακα. οὐδὲν γὰρ εὑρίσκω τούτων παρὰ Δημοσθένει κείμενον, ὧν εἰρηκέναι φησὶν αὐτὸν Αἰσχίνης, οἷον ὅτι 'οὐ δεῖ τῆς φιλίας ἀπορρῆξαι τὴν συμμαχίαν' καὶ ὅτι 'ἀμπελουργοῦσί τινες τὴν πόλιν' καὶ 'ὑποτέτμηται τὰ νεῦρα τοῦ δήμου' καὶ 'φορμορραφούμεθα' καὶ 'ἐπὶ τὰ στενά τινες ὥσπερ τὰς βελόνας διείρουσιν', οἷς αὐτὸς ἐπιτίθησι διακωμῳδῶν· 'ταῦτα δέ, ὦ κίναδος, τί ἐστι; ῥήματα ἢ θαύματα;' οὐδέ γε ἄλλα τινὰ φορτικὰ καὶ ἀηδῆ ὀνόματα ἐν οὐδενὶ τῶν Δημοσθένους λόγων εὑρεῖν δεδύνημαι καὶ ταῦτα πέντε ἢ ἓξ μυριάδας στίχων ἐκείνου τοῦ ἀνδρὸς καταλελοιπότος. εἰ μέντοι τινὲς ἐν τοῖς ψευδεπιγράφοις εἰσὶ λόγοις ἀηδεῖς καὶ φορτικαὶ καὶ ἄγροικοι κατασκευαί, ὡς ἐν τοῖς κατ' Ἀριστογείτονος β΄ καὶ ἐν τῇ ἀπολογίᾳ τῶν δώρων καὶ ἐν τῷ ‹περὶ τοῦ› μὴ ἐκδοῦναι Ἅρπαλον καὶ ἐν τῷ κατὰ Νεαίρας καὶ ἐν τῷ περὶ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν ἐν ἄλλοις τε συχνοῖς, οὓς ὁ Δημοσθένης οὐκ ἔγραψεν, ἐν ἑτέρᾳ δηλοῦταί μοι πραγματείᾳ τὰ περὶ Δημοσθένη. καὶ περὶ μὲν ὧν [58] Αἰσχίνης ἐπιτετίμηκεν αὐτῷ, ταῦτα ἱκανά.
ἤδη δέ που κἀκεῖνό τινες οἳ μὲν ὡς χαρακτηρικὸν οἳ δ' ὡς ἁμάρτημα τοῦ ῥήτορος ἐσημειώσαντο, λέγω δὲ τὸ πολλοῖς ὀνόμασι τὸ αὐτὸ πρᾶγμα δηλοῦν ἐνίοτε δή, οἷά ἐστι ταυτί· 'Φιλίππῳ δ' ἐξέσται καὶ πράττειν καὶ ποιεῖν, ὅ τι βούλεται' καὶ 'τὸν Μειδίαν τοῦτον οὐκ εἰδώς, ὅστις ποτ' ἐστίν, οὐδὲ γιγνώσκων' καὶ 'τῆς ἀδελφῆς ἐναντίον κόρης ἔτι καὶ παιδὸς οὔσης' καὶ πάντα τὰ τοιαῦτα. ὅσοι μὲν οὖν ἰδίωμα τοῦ χαρακτῆρος αὐτὸ ἀποφαίνουσι τοῦ Δημοσθένους, ὀρθῶς λέγουσι· κέχρηται γὰρ αὐτῷ χρησίμως ὁ ἀνήρ, ὥσπερ καὶ τῇ τμητικῇ [καὶ τῇ] βραχυλογίᾳ πάντων γε μᾶλλον καὶ εὐκαιρότερον. ὅσοι δ' ἐν ἁμαρτήματος αὐτὸ μοίρᾳ φέρουσι, τὰς αἰτίας οὐκ ἐξητακότες, δι' ἃς εἰώθει πλεονάζειν ἐνίοτε ἐν τοῖς ὀνόμασιν, οὐ δεόντως αὐτοῦ κατηγοροῦσιν, ἀλλ' ἐοίκασιν οἱ τοῦτο συκοφαντοῦντες τὴν βραχυλογίαν ἐκ παντὸς ἀπαιτεῖν, ἥν, ὅπερ εἶπον, παντὸς μᾶλλον καὶ εὐκαιρότερον παρέχεται, τῶν δὲ ἄλλων ἀρετῶν οὐδεμίαν, οὐκέτι συνορῶντες ὅτι καὶ τῆς σαφηνείας δεῖ στοχάζεσθαι τὸν ῥήτορα καὶ τῆς ἐναργείας καὶ τῆς αὐξήσεως καὶ τῆς περὶ τὴν σύνθεσιν τῶν ὀνομάτων εὐρυθμίας, ὑπὲρ ἅπαντα δὲ ταῦτα τοῦ παθητικήν τε καὶ ἠθικὴν καὶ ἐναγώνιον ποιεῖν τὴν λέξιν, ἐν οἷς ἐστιν ἡ πλείστη τοῦ πιθανοῦ μοῖρα. τούτων δὲ τῶν ἀρετῶν ἑκάστην οὐχ ἡ βραχυλογία κράτιστα δύναται ποιεῖν, ἀλλὰ καὶ ὁ πλεονασμὸς ἐνίων ὀνομάτων, ᾧ καὶ ὁ Δημοσθένης κέχρηται. ἔφερον δ' ἄν σοι παραδείγματα τῶν εἰρημένων, εἰ μὴ κοπώδης ἔμελλον φανήσεσθαι πρὸς σὲ δῆτα λέγων. ταῦτα, ὦ κράτιστε Ἀμμαῖε, γράφειν εἴχομέν σοι περὶ τῆς Δημοσθένους λέξεως. ἐὰν δὲ σῴζῃ τὸ δαιμόνιον ἡμᾶς, καὶ περὶ τῆς πραγματικῆς αὐτοῦ δεινότητος, ἔτι μείζονος ἢ τοῦδε καὶ θαυμαστοτέρου θεωρήματος, ἐν τοῖς ἑξῆς γραφησομένοις ἀποδώσομέν σοι τὸν λόγον.