539 58 0 0 2 0 I a. C. Storiografia Diodorus Fragmenta sedis incertae Walton, F.R., Cambridge, Mass., Harvard University Press, 1967. 0
Indice

FRAGMENTA SEDIS INCERTAE

[1]    [Περὶ δὲ τῶν συμπτωμάτων μεγάλης οὔσης ζητήσεως, οἱ μὲν φυσικοὶ πειρῶνται τὰς αἰτίας τῶν τοιούτων παθῶν οὐκ εἰς τὸ θεῖον ἀναφέρειν, ἀλλ' εἰς φυσικάς τινας καὶ κατηναγκασμένας περιστάσεις, οἱ δ' εὐσεβῶς διακείμενοι πρὸς τὸ θεῖον πιθανάς τινας αἰτίας ἀποδιδοῦσι τοῦ συμβάντος, ὡς διὰ θεῶν μῆνιν γεγενημένης τῆς συμφορᾶς τοῖς εἰς τὸ θεῖον ἀσεβήσασι· περὶ ὧν καὶ ἡμεῖς ἀκριβῶς ἀναγράψαι πειρασόμεθα τῇ κατὰ μέρος ἱστορίᾳ.]

   (Diodorus, 15. 48. 4.)

[1a]    [Ὁ γὰρ Δουκέτιος τὴν Παλικὴν κτίσας καὶ περιλαβὼν αὐτὴν ἀξιολόγῳ τείχει, κατεκληρούχησε τὴν ὅμορον χώραν. συνέβη δὲ τὴν πόλιν ταύτην διὰ τὴν τῆς χώρας ἀρετὴν καὶ διὰ τὸ πλῆθος τῶν οἰκητόρων ταχεῖαν λαβεῖν αὔξησιν. οὐ πολὺν δὲ χρόνον εὐδαιμονήσασα κατεσκάφη, καὶ διέμεινεν ἀοίκητος μέχρι τῶν καθ' ἡμᾶς χρόνων· περὶ ὧν τὰ κατὰ μέρος ἀναγράψομεν ἐν τοῖς οἰκείοις χρόνοις.]

   (Diodorus, 11. 90. 12.)

[2]    Καὶ ὁ μὲν Σικελιώτης Διόδωρος τὸν Ζωίλον τοῦτον οὐδὲν ἕτερον ἔτι γεγραφέναι φησὶν ἢ τὴν καθ' Ὁμήρου ἣν εἴπομεν σύνταξιν.

   (Tzetzes, Scholia ad Exegesin in Iliadem, p. 126.)

[3]    Πλούταρχος, Διονύσιος, Διόδωρος καὶ Δίων τὰ τῶν Κατώνων γράφουσι καὶ τὰ τῶν Σκηπιώνων. (Tzetzes, Hist. 3. 154-155.)

[4]    6 Book 8. 26.

[5]    (Ἀντικατέστησαν) Διόδωρος· Οἱ δὲ ὑπολειφθέντες ἀλλήλοις ἀντικατέστησαν.

[6]    (Ἐντείνας ἑαυτόν) Διόδωρος· Ἐς τὸν στρατιωτικὸν καὶ εὐτελῆ βίον ἐντείνας.

[7]    (Ἐξακριβωθέντες) Διόδωρος· Ἄνδρες ἐξακριβωθέντες ὑπὸ βασιλέως εἰς μέγεθός τε καὶ ὕψος σωμάτων καὶ τόλμης ὀξύτητα καὶ ἀγερωχίαν.

[8]    (Κλίμακες) Διόδωρος· Ἑξῆς δ' ἐκομίζοντο κλίμακες ω΄, παντευχίας πολυτελεῖς ἔχουσαι.

[9]    (Στεγανόν) Καὶ Διόδωρος· Οἱ δὲ Ῥωμαῖοι στεγανὰ ποιήσαντες παρεχείμαζον.

[10]    (Συνεῖχεν) Διόδωρος· Ὁ δὲ συνεῖχεν αὐτοὺς εἶναι στρατιώτας, παράδειγμα ὑποθεὶς ἑαυτόν.

[11]    (Ὑποστάς) Διόδωρος· Ἐπαγγελλόμενοι καὶ αὐτοὶ πρὸς τὴν ὑπόστασιν ταύτην συμβαλεῖσθαι.

[12]    (Χαλάσω) Διόδωρος· Τοῦ δὲ βασιλέως χαλῶντος καὶ παραλυομένου πρὸς τὰ λεγόμενα, ἐπιτρέπει αὐτῷ πράττειν ὃ βούλεται.

[13]    (Χρῶμα) Διόδωρος· Ὁ δὲ βάρβαρος μαστιζόμενος, ὄμμα ἔχων ἄτρεπτον καὶ χρῶμα καθάπερ θηρίον ἐκαρτέρει. (Suidas, s. vv.) [14] Κρείσσων σοφὸς ἰσχυροῦ.

   (Antonius Melissa, 1. 10.)

[15]    Κινήσεώς τε αὖθις ἐμφυλίου γενομένης, Σύλλαν ἐπὶ τὴν ἀνυπεύθυνον ἀρχὴν ἡ Ῥωμαίων βουλὴ προεβάλετο. τῶν γὰρ ἱππέων ἅμα πάντων συμφραξαμένων καὶ μᾶλλον ἄρχειν ἤ περ ἄρχεσθαι βουλομένων, πολλάκις τε σὺν τῇ συγκλήτῳ βουλῇ ἐς ἐναντίωσιν ἐλθεῖν πειρωμένων, οὐκ ἀνεκτὸν ἦν τοῖς ἐν τέλει. ὁ μὲν οὖν Σύλλας ἐπὶ τὴν εἰρημένην αὖθις διελθὼν ἀρχήν, σύνθημα τοῖς κατὰ τὴν Ἰταλίαν ἀνδράσι λαθὼν ἅπαντας τοὺς τῆς Ῥώμης ἔδωκεν, ἐγχειρίδιά τε αὐτοὺς ξίφη κομιζομένους εἰσελθεῖν εἰς τὴν πόλιν προσέταξεν, ὁπηνίκα τῆς Ῥέας ἡμέραν ὁ Ῥωμαίων δῆμος πανηγυρίζειν ἄρξεται (αὕτη δὲ κατὰ τὴν πρώτην Ἰαννουαρίου μηνὸς εἴωθεν ἄγεσθαι) ὡς ἂν δι' αὐτῶν τοὺς τῆς πόλεως ἱππεῖς διαχρήσηται. ὁ μὲν οὖν περὶ τὴν Ἰταλίαν ὄχλος ἐναντία τοῖς στρατιώταις φρονῶν κατὰ τὴν ὡρισμένην ὑπήντησεν, ἀρξάμενός τε τῆς ἐμφυλίου κινήσεως, ἅμα τε καὶ τὸν δῆμον προσλαβόμενος, πολλοὺς τῶν ἱππέων διέφθειρεν. τούτων δὲ κατὰ τὴν πόλιν πραττομένων μηνύσεις ἐκ τῶν πανταχόθεν ὑπηκόων εἰς τὴν Ῥώμην ἀφίκοντο, βαρβάρων τε ἐπιδρομὰς ἀποφαίνουσαι καὶ τοὺς ὑπάτους καὶ στρατηγοὺς Ῥωμαίων τὴν ταχίστην καταλαβεῖν τὰς χώρας ὑπομιμνήσκουσαι. καὶ ταῦτα μὲν ἐκ τῶν Πλουτάρχου εἰρήκαμεν. ὡς δέ φησι Διόδωρος, οὐδὲν τούτων ἀπηγγέλθη, ἀλλ' ὁ Σύλλας, βουληθεὶς τὸν ὄχλον τῆς ἐμφυλίου ταραχῆς ἀποστῆσαι, ταῦτα διεσοφίσατο. καὶ εὐθέως ἀναλαβὼν ἅπαντα τὰ στρατεύματα ἐπιστήσας τε αὐτοῖς στρατηγοὺς τοῦ παντὸς πλήθους τὴν πόλιν ἀπήλλαξεν.

   (Ioannes Antiochenus, fr. 68, §2: Νέος Ἑλληνομνήμων, 1 (1904), pp. 28-30, Const. Exc. 2 (1), p. 173.)