3796 289 0 5 0 0 II d. C. Narrazione fittizia Achilles Tatius VII Leucippe et Clitophon Vilborg, E., Stockholm, Almqvist & Wiksell, 1955. 45

Achilles Tatius - Leucippe et Clitophon VII

[1]

[1]   Ταῦτα ἀκούσας ὁ Θέρσανδρος παντοδαπὸς ἦν· ἤχθετο, ὠργίζετο, ἐβουλεύετο. ὠργίζετο μὲν ὡς ὑβρισμένος· ἤχθετο δὲ ὡς ἀποτυχών· ἐβουλεύετο δὲ ὡς ἐρῶν. τὴν οὖν ψυχὴν διασπώμενος, οὐδὲν εἰπὼν πρὸς τὴν Λευκίππην ἐξεπήδησεν.

[2] ὀργῇ μὲν δῆθεν ἐκδραμών, δοὺς δὲ τῇ ψυχῇ σχολὴν εἰς τὴν διάκρισιν τῆς τρικυμίας, βουλευόμενος ἅμα τῷ Σωσθένει πρόσεισι τῷ τῶν δεσμῶν ἄρχοντι, δεόμενος διαφθαρῆναί με φαρμάκῳ.

[3] ὡς δ' οὐκ ἔπειθεν (ἐδεδίει γὰρ τὴν πόλιν· καὶ γὰρ ἄλλον ἄρχοντα πρὸ αὐτοῦ ληφθέντα τοιαύτην ἐργασάμενον φαρμακείαν ἀποθανεῖν), δευτέραν αὐτῷ προσφέρει δέησιν, ἐμβαλεῖν τινα εἰς τὸ οἴκημα, ἔνθα ἔτυχον δεδεμένος, ὡς δὴ καὶ αὐτὸν ἕνα τῶν δεσμωτῶν, προσποιησάμενος βούλεσθαι τἀμὰ δι' ἐκείνου μαθεῖν.

[4] ἐπείσθη καὶ ἐδέξατο τὸν ἄνθρωπον. ἔμελλε δ' ἐκεῖνος παρὰ τοῦ Θερσάνδρου δεδιδαγμένος τεχνικῶς πάνυ περὶ τῆς Λευκίππης λόγον ἐμβαλεῖν, ὡς εἴη πεφονευμένη, τῆς Μελίτης συσκευασαμένης τὸν φόνον.

[5] τὸ δὲ τέχνασμα ἦν τῷ Θερσάνδρῳ εὑρεθέν, ὡς ἂν ἀπογνοὺς ἐγὼ μηκέτι ζῶσαν τὴν ἐρωμένην, κἂν τὴν δίκην φύγοιμι, μὴ πρὸς ζήτησιν αὐτῆς ἔτι τραποίμην.

[6] προσέκειτο δὲ ἡ Μελίτη τῷ φόνῳ, ἵνα μή, τετελευτηκέναι τὴν Λευκίππην δοκῶν, τὴν Μελίτην γήμας ὡς ἂν ἐρῶσαν, αὐτοῦ μένοιμι κἀκ τούτου παρέχοιμί τινα φόβον αὐτῷ τοῦ μὴ μετὰ ἀδείας Λευκίππην ἔχειν, ἀλλὰ μισήσας, ὡς τὸ εἰκός, τὴν Μελίτην ὡς ἂν ἀποκτείνασάν μου τὴν ἐρωμένην, ἀπαλλαγείην ἐκ τῆς πόλεως τὸ παράπαν.

[2]

[1]    Ὡς οὖν ὁ ἄνθρωπος ἐγένετό μου πλησίον, καὶ τοῦ δράματος ἤρχετο· ἀνοιμώξας γὰρ πάνυ κακούργως, "Τίνα βίον," ἔφη, "βιώσομεν ἔτι; καὶ τίνα φυλαξόμεθα πρὸς ἀκίνδυνον ζωήν; οὐ γὰρ αὐτάρκης ἡμῖν ὁ δίκαιος τρόπος· ἐμπίπτουσαι δὲ αἱ τύχαι βαπτίζουσιν ἡμᾶς. ἔδει γάρ με μαντεύσασθαι, τίς ἦν ὁ συμβαδίζων μοι καὶ τί πεπραχὼς εἴη."

[2] καθ' ἑαυτὸν δὲ ταῦτα ἔλεγε καὶ τὰ τοιαῦτα, ζητῶν ἀρχὴν τῆς ἐπ' ἐμὲ τοῦ λόγου τέχνης, ὡς ἂν πυθοίμην τί εἴη παθών.

[3] ἀλλ' ἐγὼ μὲν ἐφρόντιζον ὧν κατὰ νοῦν εἶχον, ‹ὧν δ'› ὁ δ' ᾤμωξεν ὀλίγον. ἄλλος δέ τις τῶν συνδεδεμένων (περίεργον γὰρ ἄνθρωπος ἀτυχῶν εἰς ἀλλοτρίων ἀκρόασιν κακῶν· ἐπεὶ φάρμακον αὐτῷ τοῦτο τῆς ὧν ἔπαθε λύπης, ἡ πρὸς ἄλλον εἰς τὸ παθεῖν κοινωνία), "Τί δέ σοι συμβέβηκεν," εἶπεν, "ἀπὸ τῆς Τύχης;

[4] εἰκὸς γάρ σε μηδὲν ἀδικήσαντα πονηρῷ περιπεσεῖν δαίμονι. τεκμαίρομαι δὲ ἐκ τῶν ἐμαυτοῦ." καὶ ἅμα τὰ οἰκεῖα κατέλεγεν, ἐφ' οἷς ἦν δεδεμένος. ἐγὼ δὲ οὐδενὶ τούτων προσεῖχον.

[3]

[1]    Ὡς δὲ ἐπαύσατο, τὴν ἀντίδοσιν ᾔτει τοῦ λόγου τῶν ἀτυχημάτων, "Λέγοις ἄν," εἰπών, "καὶ σὺ τὰ σαυτοῦ." ὁ δέ, "Βαδίζων ἔτυχον," εἶπε, "τὴν ἐξ ἄστεος χθές· ἐποιούμην δὲ τὴν ἐπὶ Σμύρνης ὁδόν·

[2] προελθόντι δέ μοι σταδίους τέσσαρας νεανίσκος ἐκ τῶν ἀγρῶν προσελθὼν καὶ προσειπὼν καὶ πρὸς μικρὸν συμβαδίσας, 'Ποῖ,' ἔφη, 'ἔχεις τὴν ὁδόν;' 'Ἐπὶ Σμύρνης,' εἶπον. 'Κἀγώ,' ἔφη, 'τὴν αὐτήν, ἀγαθῇ τύχῃ.' τοὐντεῦθεν ἐπορευόμεθα κοινῇ καὶ διελεγόμεθα οἷα εἰκὸς ἐν ὁδῷ.

[3] ὡς δὲ εἴς τι πανδοχεῖον ἤλθομεν, ἠριστῶμεν ἅμα· κατὰ ταὐτὸ δὲ παρακαθίζουσιν ἡμῖν τινες τέσσαρες, καὶ προσεποιοῦντο μὲν ἀριστᾶν κἀκεῖνοι, ἐνεώρων δὲ ἡμῖν πυκνὰ καὶ ἀλλήλοις ἐπένευον.

[4] ἐγὼ μὲν οὖν ὑπώπτευον τοὺς ἀνθρώπους διανοεῖσθαι εἰς ἡμᾶς, οὐ μὴν ἠδυνάμην συνιέναι τί αὐτοῖς ἐθέλει τὰ νεύματα. ὁ δὲ ὠχρὸς ἐγίνετο κατὰ μικρὸν καὶ ὀκνηρότερον ἤσθιεν, ἤδη δὲ καὶ τρόμος εἶχεν αὐτόν.

[5] ὡς δὲ ταῦτα εἶδον, ἀναπηδήσαντες συλλαμβάνουσιν ἡμᾶς καὶ ἱμᾶσιν εὐθὺς δεσμεύουσι· παίει δὲ κατὰ κόρρης τις ἐκεῖνον· καὶ παταχθείς, ὥσπερ βασάνους παθὼν μυρίας, καταλέγει μηδενὸς ἐρωτῶντος αὐτόν· 'Ἐγὼ τὴν κόρην ἀπέκτεινα, καὶ ἔλαβον χρυσοῦς ἑκατὸν παρὰ Μελίτης τῆς Θερσάνδρου γυναικός· αὕτη γάρ με ἐπὶ τὸν φόνον ἐμισθώσατο.

[6] ἀλλ' ἰδοὺ τοὺς χρυσοῦς ὑμῖν τοὺς ἑκατὸν φέρω· ὥστε τί με ἀπόλλυτε καὶ ἑαυτοῖς φθονεῖτε κέρδους;'" ἐγὼ δὲ ὡς ἤκουσα Θερσάνδρου καὶ Μελίτης τοὔνομα, τὸν ἄλλον οὐ προσέχων χρόνον, τῷ δὲ λόγῳ τὴν ψυχὴν ὥσπερ ὑπὸ μύωπος παταχθεὶς ἐγείρω καὶ πρὸς αὐτὸν μεταστραφεὶς λέγω· "Τίς ἡ Μελίτη;" ὁ δέ, "Μελίτη ἐστίν," ἔφη, "τῶν ἐνταῦθα πρώτη γυναικῶν.

[7] αὕτη νεανίσκου τινὸς ἠράσθη· Τύριον, οἶμαι, φασὶν αὐτόν· κἀκεῖνος ἔτυχεν ἐρωμένην ἔχων, ἣν εὗρεν ἐν τῇ τῆς Μελίτης οἰκίᾳ πεπραμένην. ἡ δὲ ὑπὸ ζηλοτυπίας πεφλεγμένη τὴν γυναῖκα ταύτην ἀπατήσασα συλλαμβάνει καὶ παραδίδωσι ᾧ νῦν ἔφην κακῇ τύχῃ μοι συνωδευκότι, φονεῦσαι κελεύσασα.

[8] ὁ μὲν οὖν τὸ ἀνόσιον ἔργον τοῦτο δρᾷ· ἐγὼ δὲ ὁ ἄθλιος, οὔτε ἰδὼν αὐτὸν οὔτε ἔργου τινὸς κοινωνήσας ἢ λόγου, συναπηγόμην αὐτῷ δεδεμένος, ὡς τοῦ ἔργου κοινωνός. τὸ δὲ χαλεπώτερον, μικρὸν τοῦ πανδοχείου προελθόντες, τοὺς ἑκατὸν χρυσοῦς λαβόντες παρ' αὐτοῦ τὸν μὲν ἀφῆκαν φυγεῖν, ἐμὲ δὲ ἄγουσι πρὸς τὸν στρατηγόν."

[4]

[1]    Ὡς δ' ἤκουσά μου τὸν μῦθον τῶν κακῶν, οὔτε ἀνῴμωξα οὔτε ἔκλαυσα· οὔτε γὰρ φωνὴν εἶχον οὔτε δάκρυα· ἀλλὰ τρόμος μὲν εὐθὺς περιεχύθη μου τῷ σώματι καὶ ἡ καρδία μου ἐλέλυτο, ὀλίγον δέ τί μοι τῆς ψυχῆς ὑπολέλειπτο.

[2] μικρὸν δὲ νήψας ἐκ τῆς μέθης τοῦ λόγου, "Τίνα τρόπον τὴν κόρην ἀπέκτεινεν," ἔφην, "ὁ μισθωτός, καὶ τί πεποίηκε τὸ σῶμα;" ὁ δὲ ὡς ἅπαξ ἐνέβαλέ μοι τὸν μύωπα καὶ ἔργον εἰργάσατο οὕτω κατ' ἐμοῦ δι' ὃ παρῆν, ἐσιώπα καὶ ἔλεγεν οὐδέν.

[3] πάλιν δέ μου πυθομένου, "Δοκεῖς," ἔφη, "κἀμὲ κεκοινωνηκέναι τῷ φόνῳ; ταῦτα ἤκουσα μόνα τοῦ πεφονευκότος, ὡς κτείνας εἴη τὴν κόρην· ποῦ δὲ καὶ τίνα τρόπον, οὐκ εἶπεν." ἦλθε δέ μοι τότε δάκρυα καὶ τοῖς ὀφθαλμοῖς τὴν λύπην ἀπεδίδουν.

[4] ὥσπερ γὰρ ἐν ταῖς τοῦ σώματος πληγαῖς οὐκ εὐθὺς ἡ σμῶδιξ ἐπανίσταται, ἀλλὰ παραχρῆμα μὲν οὐκ ἔχει τὸ ἄνθος ἡ πληγή, μετὰ μικρὸν δὲ ἀνέθορε, καὶ ὀδόντι συός τις παταχθεὶς εὐθὺς μὲν ζητεῖ τὸ τραῦμα καὶ οὐκ οἶδεν εὑρεῖν, τὸ δὲ ἔτι δέδυκε καὶ κέκρυπται κατειργασμένον σχολῇ τῆς πληγῆς τὴν τομήν, μετὰ ταῦτα δὲ ἐξαίφνης λευκή τις ἀνέτειλε γραμμή, πρόδρομος τοῦ αἵματος, σχολὴν δὲ ὀλίγην λαβὸν ἔρχεται καὶ ἀθρόον ἐπιρρεῖ, [5] οὕτω καὶ ψυχὴ παταχθεῖσα τῷ τῆς λύπης βέλει, τοξεύσαντος λόγου τέτρωται μὲν ἤδη καὶ ἔχει τὴν τομήν, ἀλλὰ τὸ τάχος τοῦ βλήματος οὐκ ἀνέῳξεν οὔπω τὸ τραῦμα, τὰ δὲ δάκρυα ἐδίωξε τῶν ὀφθαλμῶν μακράν· δάκρυον γὰρ αἷμα τραύματος ψυχῆς. ὅταν ὁ τῆς λύπης ὀδοὺς κατὰ μικρὸν τὴν καρδίαν ἐκφάγῃ, κατέρρηκται μὲν τῆς ψυχῆς τὸ τραῦμα, ἀνέῳκται δὲ τοῖς ὀφθαλμοῖς ἡ τῶν δακρύων θύρα, τὰ δὲ μετὰ μικρὸν τῆς ἀνοίξεως ἐξεπήδησεν. [6] οὕτω κἀμὲ τὰ μὲν πρῶτα τῆς ἀκροάσεως τῇ ψυχῇ προσπεσόντα καθάπερ τοξεύματα κατεσίγασε καὶ τῶν δακρύων ἀπέφραξε τὴν πηγήν, μετὰ ταῦτα δὲ ἔρρει, σχολασάσης τῆς ψυχῆς τῷ κακῷ.

[5]

[1]    Ἔλεγον οὖν· "Τίς με δαίμων ἐξηπάτησεν ὀλίγῃ χαρᾷ; τίς μοι Λευκίππην ἔδειξεν εἰς καινὴν ὑπόθεσιν συμφορῶν; ἀλλ' οὐδὲ ἐκόρεσά μου τοὺς ὀφθαλμούς, οἷς μόνοις ηὐτύχησα, οὐδὲ ἐνεπλήσθην κἂν βλέπων. ἀληθής μοι γέγονεν ὀνείρων ἡδονή.

[2] οἴμοι, Λευκίππη, ποσάκις μοι τέθνηκας· μὴ γὰρ θρηνῶν ἀνεπαυσάμην; ἀεί σε πενθῶ, τῶν θανάτων διωκόντων ἀλλήλους; ἀλλ' ἐκείνους μὲν πάντας ἡ Τύχη ἔπαιξε κατ' ἐμοῦ, οὗτος δὲ οὐκ ἔστι τῆς Τύχης ἔτι παιδιά. πῶς ἄρα μοι, Λευκίππη, τέθνηκας; [3] ἐν μὲν γὰρ τοῖς ψευδέσι θανάτοις ἐκείνοις παρηγορίαν εἶχον ὀλίγην, τὸ μὲν πρῶτον, ὅλον σου τὸ σῶμα, τὸ δὲ δεύτερον, κἂν τὴν κεφαλὴν δοκῶν μὴ ἔχειν εἰς τὴν ταφήν· νῦν δὲ τέθνηκας θάνατον διπλοῦν, ψυχῆς καὶ σώματος. δύο ἐξέφυγες λῃστήρια, τὸ δὲ τῆς Μελίτης πεφόνευκέ σε πειρατήριον. [4] ὁ δὲ ἀνόσιος καὶ ἀσεβὴς ἐγὼ τὴν ἀνδροφόνον σου κατεφίλησα πολλάκις καὶ συνεπλάκην μεμιασμένας συμπλοκάς, καὶ τὴν Ἀφροδίτης χάριν αὐτῇ παρέσχον πρὸ σοῦ."

[6]

[1]    Μεταξὺ δέ μου θρηνοῦντος Κλεινίας εἰσέρχεται, καὶ καταλέγω τὸ πᾶν αὐτῷ καὶ ὅτι μοι δέδοκται πάντως ἀποθανεῖν. ὁ δὲ παρεμυθεῖτο·

[2] "Τίς γὰρ οἶδεν, εἰ ζῇ πάλιν; μὴ γὰρ οὐ πολλάκις τέθνηκε; μὴ γὰρ οὐ πολλάκις ἀνεβίω; τί δὲ προπετῶς ἀποθνῄσκεις; ὃ καὶ κατὰ σχολὴν ἔξεστιν, ὅταν μάθῃς σαφῶς τὸν θάνατον αὐτῆς." "Ληρεῖς· τούτου γὰρ ἀσφαλέστερον πῶς ἂν μάθοις; [3] δοκῶ δὲ εὑρηκέναι τοῦ θανάτου καλλίστην ὁδόν, δι' ἧς οὐδὲ ἡ θεοῖς ἐχθρὰ Μελίτη παντάπασιν ἀθῷος ἀπαλλάξεται. ἄκουσον δὲ τὸν τρόπον. παρεσκευασάμην, ὡς οἶσθα, πρὸς τὴν ἀπολογίαν τῆς μοιχείας, εἰ κληρωθείη τὸ δικαστήριον. νῦν δέ μοι δέδοκται πᾶν τοὐναντίον, καὶ τὴν μοιχείαν ὁμολογεῖν καὶ ὡς ἀλλήλων ἐρῶντες ἐγώ τε καὶ Μελίτη κοινῇ τὴν Λευκίππην ἀνῃρήκαμεν.

[4] οὕτω γὰρ κἀκείνη δίκην δώσει, κἀγὼ τὸν ἐπάρατον βίον καταλίποιμι." "Εὐφήμησον," ὁ Κλεινίας ἔφη· "καὶ τολμήσεις οὕτως ἐπὶ τοῖς αἰσχίστοις ἀποθανεῖν, νομιζόμενος φονεύς, καὶ ταῦτα Λευκίππης;" "Οὐδέν," εἶπον, "αἰσχρόν, ὃ λυπεῖ τὸν ἐχθρόν."

[5] καὶ ἡμεῖς ἐν τούτοις ἦμεν, τὸν δὲ ἄνθρωπον ἐκεῖνον, τὸν μηνυτὴν τοῦ ψευδοῦς φόνου, μετὰ μικρὸν ἀπολύει ‹ὁ ἐπὶ› τῶν δεσμῶν, φάσκων τὸν ἄρχοντα κελεῦσαι κομίζειν αὐτὸν δώσοντα λόγον ὧν αἰτίαν ἔσχεν. [6] ἐμὲ δὲ παρηγόρει Κλεινίας καὶ ὁ Σάτυρος, εἴ πως δύναιντο πεῖσαι μηδὲν ὧν διενοήθην εἰς τὴν δίκην εἰπεῖν· ἀλλ' ἐπέραινον οὐδέν. ἐκείνην μὲν οὖν τὴν ἡμέραν καταγωγήν τινα μισθωσάμενοι κατῳκίσαντο, ὡς ἂν μηκέτι παρὰ τῷ τῆς Μελίτης εἶεν συντρόφῳ.

[7]

[1]    Τῇ δ' ὑστεραίᾳ ἀπηγόμην ἐπὶ τὸ δικαστήριον. παρασκευὴ δὲ πολλὴ ἦν τοῦ Θερσάνδρου κατ' ἐμοῦ καὶ πλῆθος ῥητόρων οὐχ ἧττον δέκα· καὶ ‹ἡ› τῆς Μελίτης σπουδῇ πρὸς τὴν ἀπολογίαν παρεσκεύαστο.

[2] ἐπεὶ δὲ ἐπαύσαντο λέγοντες, αἰτήσας κἀγὼ λόγον, "Ἀλλ' οὗτοι μέν," ἔφην, "ληροῦσι πάντες, καὶ οἱ Θερσάνδρῳ καὶ οἱ Μελίτῃ συνειπόντες· ἐγὼ δὲ πᾶσαν ὑμῖν ἐρῶ τὴν ἀλήθειαν.

[3] ἦν ἐρωμένη μοι πάλαι Βυζαντία μὲν γένος, Λευκίππη δὲ τοὔνομα. ταύτην τεθνάναι δοκῶν (ἥρπαστο γὰρ ὑπὸ λῃστῶν ἐν Αἰγύπτῳ), Μελίτῃ περιτυγχάνω, κἀκεῖθεν ἀλλήλοις συνόντες ἥκομεν ἐνταῦθα κοινῇ καὶ τὴν Λευκίππην εὑρίσκομεν Σωσθένει δουλεύουσαν, διοικητῇ τινι τῶν Θερσάνδρου χωρίων.

[4] ὅπως δὲ τὴν ἐλευθέραν ὁ Σωσθένης εἶχε δούλην ἢ τίς ἡ κοινωνία τοῖς λῃσταῖς πρὸς αὐτόν, ὑμῖν καταλείπω σκοπεῖν. ἐπεὶ τοίνυν ἔμαθεν ἡ Μελίτη τὴν προτέραν εὑρόντα με γυναῖκα, φοβηθεῖσα μὴ πρὸς αὐτὴν ἀποκλίναιμι τὸν νοῦν, συμβουλεύεται τὴν ἄνθρωπον ἀνελεῖν.

[5] κἀμοὶ συνεδόκει (τί γὰρ οὐ δεῖ τἀληθῆ λέγειν;), ἐπεὶ τῶν αὑτῆς με κύριον ἀποφαίνειν ὑπισχνεῖτο. μισθοῦμαι ἕνα δή τινα πρὸς τὸν φόνον· ἑκατὸν δ' ὁ μισθὸς ἦν τοῦ φόνου χρυσοῖ. καὶ ὁ μὲν δὴ τὸ ἔργον δράσας οἴχεται κἀκ τότε γέγονεν ἀφανής· ἐμὲ δ' ὁ ἔρως εὐθὺς ἠμύνατο· [6] ὡς γὰρ ἔμαθον ἀνῃρημένην, μετενόουν καὶ ἔκλαον καὶ ἤρων καὶ νῦν ἐρῶ. διὰ τοῦτο ἐμαυτοῦ κατεῖπον, ἵνα με πέμψητε πρὸς τὴν ἐρωμένην. οὐ γὰρ φέρω νῦν ζῆν, καὶ μιαιφόνος γενόμενος καὶ φιλῶν ἣν ἀπέκτεινα."

[8]

[1]    Ταῦτα εἰπόντος ἐμοῦ πάντας ἔκπληξις κατέσχεν ἐπὶ τῷ παραλόγῳ τοῦ πράγματος, μάλιστα δὲ τὴν Μελίτην. καὶ οἱ μὲν τοῦ Θερσάνδρου ῥήτορες μεθ' ἡδονῆς ἀνεβόησαν ἐπινίκιον, οἱ δὲ τῆς Μελίτης ἀνεπύθοντο τί ταῦτα εἴη τὰ λεχθέντα.

[2] ἡ δὲ τὰ μὲν ἐτεθορύβητο, τὰ δὲ ἠρνεῖτο, τὰ δὲ διηγεῖτο σπουδῇ μάλα καὶ οὐ σαφῶς, τὴν μὲν Λευκίππην εἰδέναι λέγουσα καὶ ὅσα εἶπον, ἀλλὰ τόν γε φόνον οὔ· ὥστε κἀκείνους διὰ τὸ τὰ πλείω μοι συνᾴδειν ὑπόνοιαν ἔχειν κατὰ τῆς Μελίτης καὶ ἀπορεῖν ὅτῳ χρήσαιντο λόγῳ πρὸς τὴν ἀπολογίαν.

[9]

[1]    Ἐν τούτῳ δὲ ὁ Κλεινίας, θορύβου πολλοῦ κατὰ τὸ δικαστήριον ὄντος, ἀνελθών, "Κἀμοί τινα λόγον," εἶπε, "συγχωρήσατε· περὶ γὰρ ψυχῆς ἀνδρὸς ὁ ἀγών."

[2] ὡς δὲ ἔλαβε, δακρύων γεμισθείς, "Ἄνδρες," εἶπεν, "Ἐφέσιοι, μὴ προπετῶς καταγνῶτε θάνατον ἀνδρὸς ἐπιθυμοῦντος ἀποθανεῖν, ὅπερ φύσει τῶν ἀτυχούντων ἐστὶ φάρμακον· κατέψευσται γὰρ ἑαυτοῦ τὴν τῶν ἀδικούντων αἰτίαν, ἵνα πάθῃ τὴν τῶν δυστυχούντων τιμωρίαν.

[3] ἃ δὲ ἠτύχησε διὰ βραχέων ἐρῶ. ἐρωμένην εἶχεν, ὡς εἶπεν. τοῦτο γὰρ οὐκ ἐψεύσατο· καὶ ὅτι λῃσταὶ ταύτην ἥρπασαν, καὶ τὰ περὶ Σωσθένους, καὶ πάνθ' ὅσα πρὸ τοῦ φόνου διηγήσατο, πέπρακται τὸν τρόπον τοῦτον.

[4] αὕτη γέγονεν ἐξαίφνης ἀφανής, οὐκ οἶδ' ὅπως, οὔτ' εἴ τις ἀπέκτεινεν αὐτήν, οὔτ' εἰ ζῇ κλαπεῖσα· πλὴν ἓν τοῦτο οἶδα μόνον, τὸν Σωσθένην αὐτῆς ἐρῶντα καὶ αἰκισάμενον βασάνοις πολλαῖς ἐφ' οἷς οὐκ ἐτύγχανε, καὶ φίλους ἔχοντα λῃστάς. οὗτος οὖν ἀνῃρῆσθαι δοκῶν τὴν γυναῖκα ζῆν οὐκέτι θέλει καὶ διὰ τοῦτο ἑαυτοῦ φόνον κατεψεύσατο.

[5] ὅτι μὲν γὰρ ἐπιθυμεῖ θανάτου καὶ αὐτὸς ὡμολόγησε, καὶ ὅτι διὰ λύπην τὴν ἐπὶ γυναικί. σκοπεῖτε δὲ εἴ τις ἀποκτείνας τινὰ ἀληθῶς ἐπαποθανεῖν αὐτῷ θέλει καὶ ζῆν δι' ὀδύνην οὐ φέρει.

[6] τίς οὕτω φιλόστοργος φονεύς, ἢ ποῖον μῖσός ἐστιν οὕτω φιλούμενον; μή, πρὸς θεῶν, μὴ πιστεύσητε, μηδὲ ἀποκτείνητε ἄνθρωπον ἐλέου μᾶλλον ἢ τιμωρίας δεόμενον. εἰ δὲ αὐτὸς ἐπεβούλευσεν, ὡς λέγει, τὸν φόνον, εἰπάτω τίς ἐστιν ὁ μεμισθωμένος, δειξάτω τὴν ἀνῃρημένην.

[7] εἰ δὲ μήθ' ὁ ἀποκτείνας ἐστὶ μήθ' ἡ ἀνῃρημένη, τίς ἤκουσέ ποτε τοιοῦτον φόνον; 'Ἤρων,' φησί, 'Μελίτης· διὰ τοῦτο Λευκίππην ἀπέκτεινα.' πῶς οὖν Μελίτης φόνον κατηγορεῖ, ἧς ἤρα, διὰ Λευκίππην δὲ ἀποθανεῖν ἐθέλει νῦν, ἣν ἀπέκτεινεν; [8] οὕτω γὰρ ἄν τις καὶ μισοῖ τὸ φιλούμενον καὶ φιλοῖ τὸ μισούμενον; ἆρ' οὖν οὐ πολὺ μᾶλλον ἂν καὶ ἐλεγχόμενος ἠρνήσατο τὸν φόνον, ἵνα καὶ σώσῃ τὴν ἐρωμένην καὶ ὑπὲρ τῆς ἀνῃρημένης μὴ μάτην ἀποθάνῃ; [9] διὰ τί οὖν Μελίτης κατηγόρησεν, εἰ μηδὲν αὐτῇ τοιοῦτο πέπρακται; ἐγὼ καὶ τοῦτο πρὸς ὑμᾶς ἐρῶ, καὶ πρὸς τῶν θεῶν μή με νομίσητε διαβάλλειν θέλοντα τὴν γυναῖκα ποιήσασθαι τὸν λόγον, ἀλλ' ὡς τὸ πᾶν ἐγένετο.

[10] Μελίτη μὲν ἐπεπόνθει ‹τι› πρὸς τοῦτον ἐρωτικὸν καὶ περὶ τοῦ γάμου διείλεκτο, πρὶν ὁ θαλάττιος οὗτος ἀνεβίω νεκρός· ὁ δὲ οὐκ εἶχεν οὕτως, ἀλλὰ καὶ πάνυ ἐρρωμένως τὸν γάμον ἀπεκρούετο, κἀν τούτῳ τὴν ἐρωμένην εὑρών, ὡς ἔφη, παρὰ τῷ Σωσθένει ζῶσαν, ἣν ᾤετο νεκράν, πολὺ μᾶλλον πρὸς τὴν Μελίτην εἶχεν ἀλλοτριώτερον.

[11] ἡ δὲ πρὶν μαθεῖν ἐρωμένην οὖσαν αὐτῷ τὴν παρὰ τῷ Σωσθένει, ταύτην ἠλέησέ τε καὶ ἔλυσε τῶν δεσμῶν, οἷς ἦν ὑπὸ τοῦ Σωσθένους δεδεμένη, καὶ εἰς τὴν οἰκίαν τε εἰσεδέξατο καὶ τὰ ἄλλα ὡς πρὸς ἐλευθέραν δυστυχήσασαν ἐφιλοτιμήσατο. ἐπειδὴ δὲ ἔμαθεν, ἔπεμψεν εἰς τοὺς ἀγροὺς διακονησομένην αὐτῇ· καὶ μετὰ ταῦτά φασιν ἀφανῆ γεγονέναι.

[12] καὶ ὅτι ταῦτα οὐ ψεύδομαι, ἡ Μελίτη συνομολογήσει καὶ θεράπαιναι δύο, μεθ' ὧν αὐτὴν ἐπὶ τοὺς ἀγροὺς ἐξέπεμψεν. ἓν μὲν δὴ τοῦτο πρὸς ὑπόνοιαν ἤγαγε τοῦτον, μὴ ἄρα φονεύσασα εἴη τὴν Λευκίππην διὰ ζηλοτυπίαν αὕτη· ἕτερον δέ τι αὐτῷ πρὸς τὴν τῆς ὑπονοίας βεβαίωσιν ἐν τῷ δεσμωτηρίῳ συμβὰν καὶ καθ' αὑτοῦ καὶ κατὰ τῆς Μελίτης ἐξηγρίανε.

[13] τῶν δεσμωτῶν τις ὀδυρόμενος ἑαυτοῦ τὴν συμφορὰν ἔλεγεν ‹ἐν› ὁδῷ τινι κεκοινωνηκέναι κατὰ ἄγνοιαν ἀνδρὶ φονεῖ, δεδρακέναι δὲ ἐκεῖνον γυναικὸς φόνον ἐπὶ μισθῷ. καὶ τὸ ὄνομα ἔλεγε· Μελίτην μὲν εἶναι τὴν μισθωσαμένην, Λευκίππην δὲ τὴν ἀνῃρημένην. [14] εἰ δὲ ταῦτα γέγονεν οὕτως, ἐγὼ μὲν οὐκ οἶδα, μαθεῖν δὲ ὑμᾶς ἐξέσται. ἔχετε τὸν δεδεμένον· εἰσὶν αἱ θεράπαιναι· ἔστιν ὁ Σωσθένης. ὁ μὲν ἐρεῖ πόθεν ἔσχε τὴν Λευκίππην δούλην, αἱ δὲ πῶς γέγονεν ἀφανής· ὁ δὲ περὶ τοῦ μισθωτοῦ καταγορεύσει. πρὶν δὲ μάθητε τούτων ἕκαστον, οὔτε ὅσιον οὔτε εὐσεβὲς νεανίσκον ἄθλιον ἀνελεῖν, πιστεύσαντας μανίας λόγοις. μαίνεται γὰρ ὑπὸ λύπης."

[10]

[1]    Ταῦτα εἰπόντος τοῦ Κλεινίου τοῖς μὲν πολλοῖς ἐδόκει πιθανὸς ὁ λόγος, οἱ δὲ τοῦ Θερσάνδρου ῥήτορες καὶ ὅσοι τῶν φίλων συμπαρῆσαν, ἐπεβόων ἀνελεῖν τὸν ἀνδροφόνον τὸν αὑτοῦ κατειπόντα θεοῦ προνοίᾳ.

[2] Μελίτη τὰς θεραπαινίδας ἐδίδου καὶ Θέρσανδρον ἠξίου διδόναι Σωσθένην· τάχα γὰρ αὐτὸν εἶναι τὸν Λευκίππην ἀνῃρηκότα· καὶ οἱ συναγορεύοντες αὐτῇ ταύτην μάλιστα προεφέροντο πρόκλησιν.

[3] ὁ δὲ Θέρσανδρος φοβηθεὶς λάθρα τινὰ τῶν παραστατῶν εἰς τὸν ἀγρὸν ἀποστέλλει πρὸς τὸν Σωσθένην, κελεύσας τὴν ταχίστην ἀφανῆ γενέσθαι, πρὶν τοὺς ἐπ' αὐτὸν πεμφθέντας ἥκειν· ὃς δὴ ἐπιβὰς ἵππῳ σπουδῇ μάλα πρὸς αὐτὸν ἔρχεται καὶ τὸν κίνδυνον λέγει καὶ ὡς, εἰ ληφθείη παρών, εἰς βασάνους ἀπαχθήσεται.

[4] ὁ δὲ ἔτυχε μὲν ἐν τῷ τῆς Λευκίππης δωματίῳ παρών, κατεπᾴδων αὐτῇ· κληθεὶς δὲ ὑπὸ τοῦ παρόντος σὺν βοῇ καὶ ταραχῇ πολλῇ προέρχεται, καὶ ἀκούσας τὰ ὄντα, μεστὸς γενόμενος δέους καὶ ἤδη νομίζων τοὺς δημίους ἐπ' αὐτὸν παρεῖναι, ἐπιβὰς ἵππῳ σπουδῇ μάλα ἐξελαύνει ἐπὶ Σμύρνης· ὁ δὲ ἄγγελος πρὸς τὸν Θέρσανδρον ἀναστρέφει. ἀληθὴς δέ ἐστιν, ὡς ἔοικεν, ὁ λόγος, ὅτι μνήμην ἐκπλήσσειν πέφυκε φόβος· [5] ὁ γοῦν Σωσθένης περὶ ἑαυτοῦ φοβηθεὶς ἁπαξαπάντων ἐξελάθετο τῶν ἐν ποσὶν ὑπ' ἐκπλήξεως, ὡς μηδὲ τοῦ τῆς Λευκίππης δωματίου κλεῖσαι τὰς θύρας. μάλιστα γὰρ τὸ τῶν δούλων γένος ἐν οἷς ἂν φοβηθῇ σφόδρα δειλόν ἐστιν.

[11]

[1]    Ἐν τούτῳ δὲ ὁ Θέρσανδρος, πρώτης προκλήσεως ἀπὸ τῆς Μελίτης οὕτω γενομένης, παρελθών, "Ἱκανῶς μὲν οὗτος," εἶπεν, "ὅστις ποτέ ἐστι, κατελήρησε μυθολογῶν. ἐγὼ δὲ ὑμῶν τεθαύμακα τῆς ἀναλγησίας, εἰ φονέα ἐπ' αὐτοφώρῳ λαβόντες (μεῖζον γὰρ τῆς φωρᾶς τὸ αὐτὸν ἑαυτοῦ κατειπεῖν) οὐ δὴ κελεύετε τῷ δημίῳ, καθέζεσθε δὲ γόητος ἀκούοντες πιθανῶς μὲν ὑποκρινομένου, πιθανῶς δὲ δακρύοντος· ὃν νομίζω καὶ αὐτὸν κοινωνὸν γενόμενον τοῦ φόνου περὶ ἑαυτοῦ φοβεῖσθαι· ὥστ' οὐκ οἶδα τί δεῖ βασάνων ἔτι περὶ πράγματος οὕτω σαφῶς ἐληλεγμένου.

[2] δοκῶ δὲ καὶ ἄλλον τινὰ ἐργάσασθαι φόνον. ὁ γὰρ Σωσθένης οὗτος, ὃν αἰτοῦσι παρ' ἐμοῦ, τρίτην ταύτην ἡμέραν γέγονεν ἀφανής, καὶ ἔστιν οὐ πόρρω τινὸς ὑπονοίας μὴ ἄρα τῆς τούτων ἐπιβουλῆς γέγονεν ἔργον· αὐτὸς γὰρ ἐτύγχανεν ὁ τὴν μοιχείαν μοι κατειπών. ὥστε εἰκότως ἀποκτεῖναί μοι δοκοῦσιν αὐτόν, καὶ τοῦτ' εἰδότες, ὡς ἂν οὐκ ἔχοιμι παρασχεῖν τὸν ἄνθρωπον, πρόκλησιν περὶ αὐτοῦ πεποίηνται πάνυ κακούργως.

[3] εἴη μὲν οὖν κἀκεῖνον φανῆναι καὶ μὴ τεθνάναι· τί δέ, καὶ εἰ παρῆν, ἔδει παρ' αὐτοῦ μαθεῖν; εἴ τινα κόρην ἐωνήσατο; τοιγαροῦν ἐωνημένος ἔστω· καὶ εἰ ταύτην ἔσχε Μελίτη; λέγει καὶ τοῦτο δι' ἐμοῦ. ἀπήλλακται μὲν δὴ Σωσθένης ταῦτα εἰπών· τοὐντεῦθεν δὲ ὁ λόγος μοι πρὸς Μελίτην καὶ Κλειτοφῶντα. [4] τί μου τὴν δούλην λαβόντες πεποιήκατε; δούλη γὰρ ἦν ἐμή, Σωσθένους αὐτὴν ἐωνημένου· καὶ εἰ περιῆν καὶ μὴ πρὸς αὐτῶν ἐπεφόνευτο, πάντως ἂν ἐδούλευεν ἐμοί."

[5] τοῦτον δὲ τὸν λόγον ὁ Θέρσανδρος πάνυ κακοήθως παρενέβαλεν, ἵνα κἂν ὕστερον ἡ Λευκίππη φωραθῇ ζῶσα, πρὸς δουλείαν αὐτὴν ἀγάγῃ. εἶτα προσετίθει· "Κλειτοφῶν μὲν οὖν ὡμολόγησεν ἀνῃρηκέναι καὶ ἔχει τὴν δίκην, Μελίτη δὲ ἀρνεῖται· πρὸς ταύτην αἱ τῶν θεραπαινῶν εἰσι βάσανοι.

[6] ἂν γὰρ φανῶσι παρὰ ταύτης λαβοῦσαι τὴν κόρην, εἶτα οὐκέτι πάλιν ἀγαγοῦσαι, τί γέγονε; τί δὲ ὅλως ἐξεπέμπετο; καὶ πρὸς τίνα; ἆρ' οὐκ εὔδηλον τὸ πρᾶγμα, ὡς συσκευασάμενοι μὲν ἦσάν τινας ὡς κτενοῦντας;

[7] αἱ δὲ θεράπαιναι τούτους μέν, ὡς εἰκός, οὐκ ᾔδεσαν, ἵνα μὴ μετὰ πλειόνων μαρτύρων γενόμενον τὸ ἔργον κίνδυνον ἔχῃ μείζονα· κατέλιπον δὲ αὐτὴν ἔνθα ἦν ὁ τῶν λῃστῶν λόχος λανθάνων, ὥστε ἐνεχώρει μηδὲ ἐκείνας τὸ γενόμενον ἑωρακέναι. ἐλήρησε δὲ καὶ περὶ δεσμώτου τινός, ὡς εἰπόντος περὶ τοῦ φόνου.

[8] καὶ τίς ὁ δεσμώτης οὗτος, ὃς τῷ στρατηγῷ μὲν οὐδὲν εἶπε, τούτῳ δὲ μόνῳ τὰ ἀπόρρητα διελέγετο τοῦ φόνου, πλὴν εἰ μὴ κοινωνοῦντα ἐγνώρισεν; οὐ παύσεσθε φληνάφων ἀνεχόμενοι κενῶν καὶ τηλικοῦτον ἔργον τιθέμενοι παιδιάν; οἴεσθε χωρὶς θεοῦ τοῦτον ἑαυτοῦ κατειπεῖν;"

[12]

[1]    Ταῦτα λέγοντος τοῦ Θερσάνδρου καὶ διομνυμένου περὶ τοῦ Σωσθένους οὐκ εἰδέναι τί γέγονεν, ἔδοξε τῷ προέδρῳ τῶν δικαστῶν ‑ ἦν δὲ τοῦ βασιλικοῦ γένους καὶ τὰς μὲν φονικὰς ἐδίκαζε δίκας, κατὰ δὲ τὸν νόμον συμβούλους ἐκ τῶν γεραιτέρων εἶχεν, οὓς ἐπιγνώμονας ἐλάμβανε τῆς γνώσεως ‑ ἔδοξεν οὖν αὐτῷ διασκοπήσαντι σὺν τοῖς παρέδροις αὐτοῦ θάνατον μὲν ἐμοῦ καταγνῶναι κατὰ τὸν νόμον, ὃς ἐκέλευσε τὸν αὑτοῦ κατειπόντα φόνον τεθνάναι, περὶ δὲ Μελίτης κρίσιν γενέσθαι δευτέραν ἐν ταῖς βασάνοις τῶν θεραπαινίδων, Θέρσανδρον δὲ ἐπομόσαι περὶ τοῦ Σωσθένους ἐν γράμμασιν, ἦ μὴν οὐκ εἰδέναι τί γέγονε, κἀμὲ δέ, ὡς ἤδη κατάδικον, βασανισθῆναι περὶ τοῦ Μελίτην τῷ φόνῳ συνεγνωκέναι. [2] ἄρτι δέ μου δεθέντος καὶ τῆς ἐσθῆτος τοῦ σώματος γεγυμνωμένου μετεώρου τε ἐκ τῶν βρόχων κρεμαμένου καὶ τῶν μὲν μάστιγας κομιζόντων, τῶν δὲ πῦρ καὶ τροχόν, ἀνοιμώξαντος δὲ τοῦ Κλεινίου καὶ ἐπικαλοῦντος τοὺς θεούς, ὁ τῆς Ἀρτέμιδος ἱερεὺς δάφνην ἐστεμμένος προσιὼν ὁρᾶται. [3] σημεῖον δὲ τοῦτό ἐστιν ἡκούσης θεωρίας τῇ θεῷ. τοῦτο δὲ ὅταν γένηται, πάσης εἶναι δεῖν τιμωρίας ἐκεχειρίαν ἡμερῶν τοσούτων, ὅσων οὐκ ἐπετέλεσαν τὴν θυσίαν οἱ θεωροί. οὕτω μὲν δὴ τότε τῶν δεσμῶν ἐλύθην. ἦν δὲ ὁ τὴν θεωρίαν ἄγων Σώστρατος, ὁ τῆς Λευκίππης πατήρ. [4] οἱ γὰρ Βυζάντιοι, τῆς Ἀρτέμιδος ἐπιφανείσης ἐν τῷ πολέμῳ τῷ πρὸς τοὺς Θρᾷκας, νικήσαντες ἐλογίσαντο δεῖν αὐτῇ θυσίαν ἀποστέλλειν τῆς συμμαχίας ἐπινίκιον. ἦν δὲ καὶ ἰδίᾳ τῷ Σωστράτῳ νύκτωρ ἡ θεὸς ἐπιστᾶσα· τὸ δὲ ὄναρ ἐσήμαινε τὴν θυγατέρα εὑρήσειν ἐν Ἐφέσῳ καὶ τἀδελφοῦ τὸν υἱόν.

[13]

[1]    Παρὰ δὲ τὸν αὐτὸν χρόνον καὶ ἡ Λευκίππη, τὰς μὲν τοῦ δωματίου θύρας ἀνεῳγμένας ὁρῶσα, τὸν δὲ Σωσθένην μὴ παρόντα, περιεσκόπει μὴ πρὸ θυρῶν εἴη. ὡς δ' ἦν οὐδαμοῦ, θάρσος αὐτὴν καὶ ἐλπὶς ἡ συνήθης εἰσέρχεται· μνήμη γὰρ αὐτῇ τοῦ πολλάκις παρὰ δόξαν σεσῶσθαι πρὸς τὸ παρὸν τῶν κινδύνων τὴν ἐλπίδα προὐξένει ἀποχρῆσθαι τῇ τύχῃ.

[2] καί, ἦν γὰρ τῶν ἀγρῶν πλησίον τὸ τῆς Ἀρτέμιδος ἱερόν, ἐκτρέχει τε ἐπ' αὐτὸ καὶ ἔχεται τοῦ νεώ. τὸ δὲ παλαιὸν ἄβατος ἦν γυναιξὶν ἐλευθέραις οὗτος ὁ νεώς, ἀνδράσι δὲ ἐπετέτραπτο καὶ παρθένοις.

[3] εἰ δέ τις εἴσω παρῆλθε γυνή, θάνατος ἦν ἡ δίκη, πλὴν εἰ μὴ δούλη τις ἦν ἐγκαλοῦσα τῷ δεσπότῃ. ταύτην δὲ ἐξῆν ἱκετεύειν τὴν θεόν, οἱ δὲ ἄρχοντες ἐδίκαζον αὐτῇ τε καὶ τῷ δεσπότῃ. καὶ εἰ μὲν ὁ δεσπότης οὐδὲν ἔτυχεν ἀδικῶν, αὖθις τὴν θεράπαιναν ἐλάμβανεν, ὀμόσας μὴ μνησικακήσειν τῆς καταφυγῆς· εἰ δὲ ἔδοξε τὴν θεράπαιναν δίκαια λέγειν, ἔμενεν αὐτοῦ δούλη τῇ θεῷ.

[4] ἄρτι δὲ τοῦ Σωστράτου τὸν ἱερέα παραλαβόντος καὶ ἐπὶ τὰ δικαστήρια προσελθόντος, ὡς ἂν ἐπίσχῃ τὰς δίκας, εἰς τὸ ἱερὸν ἡ Λευκίππη παρῆν, ὥστε μικροῦ τινος ἀπελείφθη τοῦ μὴ τῷ πατρὶ συντυχεῖν.

[14]

[1]    Ὡς δὲ ἀπηλλάγην ἐγὼ τῶν βασάνων, διελέλυτο μὲν τὸ δικαστήριον ὄχλος τε ἦν περὶ ἐμὲ καὶ θόρυβος, τῶν μὲν ἐλεούντων, τῶν δὲ ἐπιθειαζόντων, τῶν δὲ ἀναπυνθανομένων. ἔνθα καὶ ὁ Σώστρατος ἐπιστὰς ὁρᾷ με καὶ γνωρίζει.

[2] καὶ γάρ, ὡς ἔφην ἐν ἀρχῇ τῶν λόγων, ἐν Τύρῳ ποτὲ ἐγεγόνει περὶ τὴν τῶν Ἡρακλείων ἑορτὴν καὶ χρόνου πολλοῦ διατρίψας ἔτυχεν ἐν Τύρῳ πρὸ πολλοῦ τῆς ἡμετέρας φυγῆς· ὥστε ταχύ μου τὴν μορφὴν συνεβάλετο, καὶ διὰ τὸ ἐνύπνιον φύσει προσδοκῶν εὑρήσειν ἡμᾶς.

[3] προσελθὼν οὖν μοι· "Κλειτοφῶν οὗτος, Λευκίππη δὲ ποῦ;" ἐγὼ μὲν οὖν γνωρίσας αὐτὸν εἰς γῆν κατένευσα, οἱ δὲ παρόντες αὐτῷ διηγοῦντο ὅσα εἶπον κατ' ἐμαυτοῦ· καὶ ὃς ἀνοιμώξας καὶ κοψάμενος τὴν κεφαλὴν ἐμπηδᾷ μου τοῖς ὀφθαλμοῖς καὶ μικροῦ δεῖν ἐξώρυξεν αὐτούς· οὐδὲ γὰρ ἐπεχείρουν κωλύειν ἐγώ, παρεῖχον δὲ τὸ πρόσωπον εἰς τὴν ὕβριν.

[4] ὁ δὲ Κλεινίας προσελθὼν εἶργε παρηγορῶν αὐτὸν ἅμα καὶ λέγων· "Τί ποιεῖς, ἄνθρωπε; τί μάτην ἐξηγρίωσαι κατ' ἀνδρός, ὃς μᾶλλον σοῦ Λευκίππην φιλεῖ; θάνατον γοῦν ὑπέστη παθεῖν, ὅτι τεθνάναι ταύτην ἔδοξεν." ἄλλα τε πολλὰ ἔλεγε παραμυθούμενος αὐτόν.

[5] ὁ δὲ ὠδύρετο καλῶν τὴν Ἄρτεμιν· "Ἐπὶ τούτῳ με, δέσποινα, ἤγαγες ἐνταῦθα; τοιαῦτά σου τῶν ἐνυπνίων τὰ μαντεύματα; κἀγὼ μὲν ἐπίστευόν σου τοῖς ὀνείροις καὶ εὑρήσειν παρὰ σοὶ προσεδόκων τὴν θυγατέρα. καλὸν δέ μοι δῶρον δέδωκας· εὗρον τὸν ἀνδροφόνον αὐτῆς παρὰ σοί."

[6] καὶ ὁ Κλεινίας ἀκούσας τοῦ τῆς Ἀρτέμιδος ἐνυπνίου περιχαρὴς ἐγένετο καὶ λέγει· "Θάρρει, πάτερ, ἡ Ἄρτεμις οὐ ψεύδεται· ζῇ σοι Λευκίππη· πίστευσόν μου τοῖς μαντεύμασιν. οὐχ ὁρᾷς καὶ τοῦτον ὡς ἐκ τῶν βασάνων νῦν κρεμάμενον ἐξήρπασεν;"

[15]   Ἐν τούτῳ δὲ ἔρχεταί τις τῶν τοῦ ναοῦ προπόλων ἐπὶ τὸν ἱερέα σπουδῇ μάλα θέων καὶ λέγει πάντων ἀκουόντων· "Κόρη τις ἐπὶ τὴν Ἄρτεμιν ξένη κατέφυγεν." ἐγὼ μὲν δὴ τοῦτο ἀκούσας ἀναπτεροῦμαι καὶ τὰ ὄμματα ἀνεγείρω καὶ ἀναβιοῦν ἠρχόμην· ὁ δὲ Κλεινίας πρὸς τὸν Σώστρατον, "Ἀληθῆ μου, πάτερ," εἶπε, "τὰ μαντεύματα·" καὶ ἅμα πρὸς τὸν ἄγγελον εἶπε· "Μὴ καλή;"

[7] "Οὐκ ἄλλην τοιαύτην," ἔφη, "μετὰ τὴν Ἄρτεμιν εἶδον." πρὸς τοῦτο ἐγὼ πηδῶ καὶ βοῶ· "Λευκίππην λέγεις." "Καὶ μάλα," ἔφη· "καλεῖσθαι γὰρ τοῦτο ἔλεγεν αὕτη, καὶ πατρίδα Βυζάντιον καὶ πατέρα Σώστρατον ἔχειν."

[8] ὁ μὲν δὴ Κλεινίας ἀνεκρότησε παιανίσας, ὁ δὲ Σώστρατος ὑπὸ χαρᾶς κατέπεσεν, ἐγὼ δὲ ἐξάλλομαι μετὰ τῶν δεσμῶν εἰς ἀέρα καὶ ἐπὶ τὸ ἱερὸν ὡς ἀπὸ μηχανῆς βληθεὶς ἐπετόμην· οἱ δὲ φυλάσσοντες ἐδίωκον, νομίζοντες ἀποδιδράσκειν, καὶ ἐβόων τοῖς ἐντυγχάνουσι λαβέσθαι.

[9] ἀλλ' εἶχον οἱ πόδες μου τότε πτερά· μόλις οὖν τινες μαινομένου μου πρὸς τὸν δρόμον λαμβάνονται· καὶ οἱ φύλακες ἅμα παρῆσαν καὶ ἐπεχείρουν με τύπτειν. ἐγὼ δὲ ἤδη θαρρῶν ἠμυνόμην· οἱ δὲ εἷλκόν με εἰς τὸ δεσμωτήριον.

[16]

[1]    Καὶ ἐν τούτῳ παρῆν ὁ Κλεινίας καὶ ὁ Σώστρατος. καὶ ὁ μὲν Κλεινίας ἐβόα· "Ποῖ ἄγετε τὸν ἄνθρωπον; οὐκ ἔστι φονεὺς ἐφ' ᾗ καταδεδίκασται." καὶ ὁ Σώστρατος ἐν μέρει ταὐτὰ ἔλεγε καὶ ὡς εἴη αὐτὸς τῆς ἀνῃρῆσθαι δοκούσης πατήρ. οἱ δὲ παρόντες τὸ πᾶν μαθόντες εὐφήμουν τε τὴν Ἄρτεμιν καὶ περιΐσταντό με καὶ ἄγειν εἰς τὸ δεσμωτήριον οὐκ ἐπέτρεπον.

[2] οἱ δὲ φύλακες οὐκ εἶναι κύριοι τοῦ μεθεῖναι καταδικασθέντα πρὸς θάνατον ἄνθρωπον ἔλεγον, ἕως ὁ ἱερεύς, τοῦ Σωστράτου δεηθέντος, ἐνεγυήσατο αὐτὸν ἔχειν καὶ παρέξειν εἰς τὸν δῆμον, ὅταν δέῃ. οὕτω μὲν δὴ τῶν δεσμῶν ἀπολύομαι καὶ ἐπὶ τὸ ἱερὸν ταχὺ μάλα ἠπειγόμην· καὶ ὁ Σώστρατος κατὰ πόδας, οὐκ οἶδα εἰ τὰ ὅμοια ἐμοὶ χαίρων. [3] οὐκ ἔστι δὲ οὕτως ἄνθρωπος δρομικώτατος, ὃν οὐ τῆς φήμης φθάνει τὸ πτερόν· ἣ καὶ τότε ἡμᾶς ἐπὶ Λευκίππην προὔλαβεν, ἀπαγγέλλουσα πάντα καὶ τὰ τοῦ Σωστράτου καὶ τἀμά. ἰδοῦσα δὲ ἡμᾶς ἐξεπήδησε τοῦ νεὼ καὶ τὸν μὲν πατέρα περιεπτύξατο, τοὺς δὲ ὀφθαλμοὺς εἶχεν ἐπ' ἐμέ. [4] ἐγὼ δὲ εἱστήκειν, αἰδοῖ τῇ πρὸς τὸν Σώστρατον κατέχων ἐμαυτὸν (καὶ ἅπαντα ἔβλεπον εἰς τὸ ἐκείνης πρόσωπον) ἐπ' αὐτὴν ἐκθορεῖν. οὕτως ἀλλήλους ἠσπαζόμεθα τοῖς ὄμμασιν.