[1]
[1] Ἐπεὶ οὖν τὴν Μελίτην ἰασάμην, λέγω πρὸς αὐτήν· "Ἀλλ' ὅπως μοι τῆς φυγῆς παράσχῃς τὴν ἀσφάλειαν καὶ τἆλλα ὡς ὑπέσχου περὶ Λευκίππης." "Μὴ φροντίσῃς," εἶπε, "τοῦ γε κατ' ἐκείνην μέρους, ἀλλ' ἤδη νόμιζε Λευκίππην ἔχειν. σὺ δὲ ἔνδυθι τὴν ἐσθῆτα τὴν ἐμὴν καὶ κλέπτε τὸ πρόσωπον τῷ πέπλῳ.
[2] ἡγήσεται δέ σοι τῆς ἐπὶ τὰς θύρας ὁδοῦ Μελανθώ· περιμενεῖ δέ σε καὶ νεανίσκος ἐπ' αὐταῖς ταῖς θύραις, ᾧ προστεταγμένον ἐστὶν ἐξ ἐμοῦ κομίσαι σε εἰς τὴν οἰκίαν, οὗ καὶ Κλεινίαν καὶ Σάτυρον εὑρήσεις καὶ Λευκίππη σοι παρέσται."
[3] ταῦτα ἅμα λέγουσα ἐσκεύασέ με ὡς ἑαυτὴν καὶ καταφιλοῦσα, "Ὡς εὐμορφότερος," ἔφη, "παρὰ πολὺ γέγονας τῇ στολῇ· τοιοῦτον Ἀχιλλέα ποτ' ἐθεασάμην ἐν γραφῇ. ἀλλά μοι, φίλτατε, σώζοιο καὶ τὴν ἐσθῆτα ταύτην φύλαττε μνήμην· ἐμοὶ δὲ τὴν σὴν κατάλιπε, ὡς ἂν ἔχοιμι ἐνδυομένη σοι περικεχύσθαι."
[4] δίδωσι δέ μοι καὶ χρυσοῦς ἑκατὸν καὶ καλεῖ τὴν Μελανθώ· θεράπαινα δὲ ἦν αὕτη τῶν πιστῶν καὶ ἐφήδρευε ταῖς θύραις. ὡς δὲ εἰσῆλθε, λέγει περὶ ἐμοῦ τὰ συγκείμενα καὶ κελεύει πάλιν ἀναστρέφειν πρὸς αὐτήν, ἐπειδὰν ἔξω γένωμαι θυρῶν.
[2]
[1] Ἐγὼ μὲν δὴ τοῦτον τὸν τρόπον ὑπεκδύομαι· καὶ ὁ φύλαξ τοῦ οἰκήματος ἀνεχώρησε, νομίσας τὴν δέσποιναν εἶναι, νευσάσης αὐτῷ τῆς Μελανθοῦς· καὶ διὰ τῶν ἐρήμων τῆς οἰκίας ἐπί τινα θύραν οὐκ ἐν ὁδῷ κειμένην ἔρχομαι, καί με ὁ πρὸς τῆς Μελίτης ταύτῃ προστεταγμένος ἀπολαμβάνει.
[2] ἀπελεύθερος δὲ αὐτὸς τῶν συμπεπλευκότων ἦν ἡμῖν καὶ ἄλλως ἐμοὶ κεχαρισμένος. ὡς δὲ ἀνέστρεψεν ἡ Μελανθώ, καταλαμβάνει τὸν φρουρὸν ἄρτι ἐπικλείσαντα τὸ οἴκημα, καὶ ἀνοίγειν ἐκέλευεν αὖθις.
[3] ὡς δὲ ἤνοιξε καὶ παρελθοῦσα ἐμήνυσε τῇ Μελίτῃ τὴν ἔξοδον τὴν ἐμήν, καλεῖ τὸν φύλακα. κἀκεῖνος, ὡς τὸ εἰκός, θέαμα ἰδὼν παραδοξότατον τῆς κατὰ τὴν ἔλαφον ἀντὶ παρθένου παροιμίας, ἐξεπλάγη καὶ ἔστη σιωπῇ.
[4] λέγει οὖν πρὸς αὐτόν· "Οὐκ ἀπιστοῦσά σοι μὴ οὐκ ἐθελήσῃς ἀφεῖναι Κλειτοφῶντα ταύτης ἐδεήθην τῆς κλοπῆς, ἀλλ' ἵνα σοι πρὸς Θέρσανδρον ἡ τῆς αἰτίας ἀπόλυσις ᾖ ὡς οὐ συνεγνωκότι.
[5] χρυσοῖ δέ σοι οὗτοι δῶρον δέκα, δῶρον μέν, ἂν ἐνταῦθα μένῃς, παρὰ Κλειτοφῶντος· ἐὰν δὲ νομίσῃς φυγεῖν βέλτιον, ἐφόδιον." καὶ ὁ Πασίων (τοῦτο γὰρ ἦν ὄνομα τῷ φύλακι), "Πάνυ," ἔφη, "δέσποινα, τὸ σοὶ δοκοῦν κἀμοὶ δοκεῖ καλῶς ἔχειν."
[6] ἔδοξεν οὖν τῇ Μελίτῃ τὸ νῦν ἀναχωρεῖν, ὅταν δὲ ἐν καλῷ θῆται τὰ πρὸς τὸν ἄνδρα καὶ γένηται τὰ τῆς ὀργῆς ἐν γαλήνῃ, τότε μετιέναι. καὶ ὁ μὲν οὕτως ἔπραξεν.
[3]
[1] Ἐμοὶ δὲ ἡ συνήθης Τύχη πάλιν ἐπιτίθεται καὶ συντίθεται κατ' ἐμοῦ δρᾶμα καινόν· ἐπάγει γάρ μοι τὸν Θέρσανδρον εὐθὺς παρελθόντα. μεταπεισθεὶς γὰρ ὑπὸ τοῦ φίλου, πρὸς ὃν ᾤχετο, μὴ ἀπόκοιτος γενέσθαι, δειπνήσας πάλιν ἀνέστρεφεν ἐπὶ τὴν οἰκίαν.
[2] ἦν δὲ τῆς Ἀρτέμιδος ἱερομηνία καὶ μεθυόντων πάντα μεστά, ὥστε καὶ δι' ὅλης νυκτὸς τὴν ἀγορὰν ἅπασαν κατεῖχε πλῆθος ἀνθρώπων. κἀγὼ μὲν ἐδόκουν τοῦτο μόνον εἶναι τὸ δεινόν· ἐλελήθει δὲ καὶ ἄλλο τεχθέν μοι χαλεπώτερον.
[3] ὁ γὰρ Σωσθένης ὁ τὴν Λευκίππην ἐωνημένος, ὃν ἡ Μελίτη τῆς τῶν ἀγρῶν ἐκέλευσεν ἀποστῆναι διοικήσεως, μαθὼν παρεῖναι τὸν δεσπότην τούς τε ἀγροὺς οὐκέτι ἀφῆκε τήν τε Μελίτην ἤθελεν ἀμύνασθαι.
[4] καὶ πρῶτον μὲν φθάσας καταμηνύει μου πρὸς τὸν Θέρσανδρον (ὁ γὰρ διαβαλὼν αὐτὸς ἦν), ἔπειτα καὶ περὶ Λευκίππης λέγει πάνυ πιθανῶς πλασάμενος. ἐπεὶ γὰρ αὐτὸς αὐτῆς ἀπεγνώκει τυχεῖν, μαστροπεύει πρὸς τὸν δεσπότην, ὡς ἂν αὐτὸν τῆς Μελίτης ἀπαγάγοι· "Κόρην ἐωνησάμην, ὦ δέσποτα, καλήν, ἀλλὰ χρῆμά τι κάλλους ἄπιστον· [5] οὕτως αὐτὴν πιστεύσειας ἀκούων, ὡς ἰδών. ταύτην ἐφύλαττόν σοι· καὶ γὰρ ἠκηκόειν ζῶντά σε, καὶ ἐπίστευον, ὅπερ ἤθελον. ἀλλ' οὐκ ἐξέφαινον, ἵνα τὴν δέσποιναν ἐπ' αὐτοφώρῳ καταλάβοις καὶ μή σου καταγελᾷ μοιχὸς ἄτιμος καὶ ξένος.
[6] ἀφῄρηται δὲ ταύτην χθὲς ἡ δέσποινα καὶ ἔμελλεν ἀποπέμψειν· ἡ τύχη δὲ ἐτήρησέ σοι, ὥστε τοσοῦτον κάλλος λαβεῖν. ἔστι δὲ νῦν ἐν τοῖς ἀγροῖς, οὐκ οἶδ' ὅπως πρὸς αὐτῆς ἀπεσταλμένη. πρὶν οὖν αὖθις ἐπανελθεῖν, εἰ θέλεις, κατακλείσας αὐτὴν φυλάξω σοι, ὡς ὑπὸ σοὶ γένοιτο."
[4]
[1] Ἐπῄνεσεν ὁ Θέρσανδρος καὶ ἐκέλευσε τοῦτο ποιεῖν. ἔρχεται δὴ σπουδῇ μάλα ὁ Σωσθένης εἰς τοὺς ἀγρούς, καὶ τὴν καλύβην ἑωρακώς, ἔνθα ἡ Λευκίππη διανυκτερεύειν ἔμελλε, δύο τῶν ἐργατῶν παραλαβὼν τοὺς μὲν κελεύει τὰς θεραπαινίδας, αἵπερ ἦσαν ἅμα τῇ Λευκίππῃ παροῦσαι, περιελεῖν δόλῳ καὶ καλεσαμένους ὅτι πορρωτάτω διατρίβειν ἔχοντας ἐφ' ὁμιλίᾳ·
[2] δύο δὲ ἄλλους διάγων, ὡς εἶδε τὴν Λευκίππην μόνην, εἰσπηδήσας καὶ τὸ στόμα ἐπισχὼν συναρπάζει καὶ κατὰ θάτερα τῆς τῶν θεραπαινίδων ἐκτροπῆς χωρεῖ, φέρων εἴς τι δωμάτιον ἀπόρρητον, καὶ καταθέμενος λέγει πρὸς αὐτήν· "Ἥκω σοι φέρων σωρὸν ἀγαθῶν· ἀλλ' ὅπως εὐτυχήσασα μὴ ἐπιλήσῃ μου.
[3] μὴ γὰρ φοβηθῇς ταύτην τὴν ἁρπαγήν, μηδὲ ἐπὶ κακῷ τῷ σῷ γεγονέναι δόξῃς· αὕτη γὰρ τὸν δεσπότην τὸν ἐμὸν ἐραστήν σοι προξενεῖ." ἡ μὲν δὴ τῷ παραλόγῳ τῆς συμφορᾶς ἐκπλαγεῖσα ἐσιώπησεν· ὁ δὲ ἐπὶ τὸν Θέρσανδρον ἔρχεται καὶ λέγει τὰ πεπραγμένα. ἔτυχε δὲ ὁ Θέρσανδρος ἐπανιὼν εἰς τὴν οἰκίαν.
[4] τοῦ δὲ Σωσθένους αὐτῷ μηνύσαντος τὰ περὶ τῆς Λευκίππης καὶ κατατραγῳδοῦντος αὐτῆς τὸ κάλλος, μεστὸς γενόμενος ἐκ τῶν εἰρημένων ὡσεὶ κάλλους φαντάσματος, φύσει καλοῦ, παννυχίδος οὔσης καὶ ὄντων μεταξὺ τεσσάρων σταδίων ἐπὶ τοὺς ἀγρούς, ἡγεῖσθαι κελεύσας ἐπ' αὐτὴν χωρεῖν ἔμελλεν.
[5]
[1] Ἐν τούτῳ δὲ ἐγὼ τὴν ἐσθῆτα τῆς Μελίτης εἶχον ἠμφιεσμένος· καὶ ἀπερισκέπτως ἐμπίπτω κατὰ πρόσωπον αὐτοῖς, καί με ὁ Σωσθένης πρῶτος γνωρίσας, "Ἀλλ' ἰδού," φησίν, "οὗτος ὁ μοιχὸς βακχεύων ἡμῖν ἔπεισι καὶ τῆς σῆς γυναικὸς ἔχων λάφυρα."
[2] ὁ μὲν οὖν νεανίσκος ἔτυχε προηγούμενος καὶ προϊδὼν ἀποφεύγει, μὴ καιρὸν λαβὼν ὑπὸ δέους κἀμοὶ προμηνῦσαι· ἐμὲ δὲ ἰδόντες συλλαμβάνουσι, καὶ ὁ Θέρσανδρος βοᾷ, καὶ πλῆθος τῶν παννυχιζόντων συνέρρεεν.
[3] ἔτι μᾶλλον οὖν ὁ Θέρσανδρος ἐδεινοπάθει, ῥητὰ μὲν καὶ ἄρρητα βοῶν, τὸν μοιχόν, τὸν λωποδύτην· ἄγει δέ με εἰς τὸ δεσμωτήριον καὶ παραδίδωσιν, ἔγκλημα μοιχείας ἐπιφέρων.
[4] ἐμὲ δὲ ἐλύπει τούτων μὲν οὐδέν, οὔτε ἡ τῶν δεσμῶν ὕβρις, οὔτε ἡ τῶν λόγων αἰκία· καὶ γὰρ ἐθάρρουν τῷ λόγῳ περιέσεσθαι μὴ μοιχὸς εἶναι, γῆμαι δὲ ἐμφανῶς. δέος δέ με περὶ τῆς Λευκίππης εἶχεν, οὔπω σαφῶς αὐτὴν ἀπολαβόντα.
[5] ψυχαὶ δὲ πεφύκασι μάντεις τῶν κακῶν, ἐπεὶ τῶν γε ἀγαθῶν ἥκιστα ἐκ μαντείας εὐτυχοῦμεν. οὐδὲν οὖν ὑγιὲς ἐνενόουν περὶ τῆς Λευκίππης, ἀλλ' ἦν ὕποπτά μοι πάντα καὶ μεστὰ δείματος. ἐγὼ μὲν οὖν οὕτως εἶχον τὴν ψυχὴν κακῶς.
[6]
[1] Ὁ δὲ Θέρσανδρος ἐμβαλών με εἰς τὸ δεσμωτήριον, ὡς εἶχεν ὁρμῆς ἐπὶ τὴν Λευκίππην ἵεται. ὡς δὲ παρῆσαν ἐπὶ τὸ δωμάτιον, καταλαμβάνουσιν αὐτὴν χαμαὶ κειμένην, ἐν νῷ καθεστηκυῖαν ὧν ἔτυχεν ὁ Σωσθένης εἰπών, ἐμφαίνουσαν τοῖς προσώποις λύπην ὁμοῦ καὶ δέος.
[2] ὁ γὰρ νοῦς οὔ μοι δοκεῖ λελέχθαι καλῶς ἀόρατος εἶναι τὸ παράπαν· φαίνεται γὰρ ἀκριβῶς ὡς ἐν κατόπτρῳ τῷ προσώπῳ. ἡσθείς τε γὰρ ἐξέλαμψε τοῖς ὀφθαλμοῖς εἰκόνα χαρᾶς καὶ ἀνιαθεὶς συνέστειλε τὸ πρόσωπον εἰς τὴν ὄψιν τῆς συμφορᾶς.
[3] ὡς οὖν ἤκουσεν ἡ Λευκίππη ἀνοιγομένων τῶν θυρῶν, ἦν δὲ ἔνδον λύχνος, ἀνανεύσασα μικρὸν αὖθις τοὺς ὀφθαλμοὺς κατέβαλεν. ἰδὼν δὲ ὁ Θέρσανδρος τὸ κάλλος ἐκ παραδρομῆς, ὡς ἁρπαζομένης ἀστραπῆς (μάλιστα γὰρ ἐν τοῖς ὀφθαλμοῖς κάθηται τὸ κάλλος) ἀφῆκε τὴν ψυχὴν ἐπ' αὐτὴν καὶ εἱστήκει τῇ θέᾳ δεδεμένος, ἐπιτηρῶν πότε αὖθις ἀναβλέψει πρὸς αὐτόν.
[4] ὡς δὲ ἔνευσεν εἰς τὴν γῆν, λέγει· "Τί κάτω βλέπεις, γύναι; τί δέ σου τὸ κάλλος τῶν ὀφθαλμῶν εἰς γῆν καταρρεῖ; ἐπὶ τοὺς ὀφθαλμοὺς μᾶλλον ῥεέτω τοὺς ἐμούς."
[7]
[1] Ἡ δὲ ὡς ἤκουσεν, ἐπλήσθη δακρύων, καὶ εἶχεν αὐτῆς ἴδιον κάλλος καὶ τὰ δάκρυα. δάκρυον γὰρ ὀφθαλμὸν ἀνίστησι καὶ ποιεῖ προπετέστερον. κἂν μὲν ἄμορφος ᾖ καὶ ἄγροικος, προστίθησιν εἰς δυσμορφίαν· ἐὰν δὲ ἡδὺς καὶ τοῦ μέλανος ἔχων τὴν βαφὴν ἠρέμα τῷ λευκῷ στεφανούμενος, ὅταν τοῖς δάκρυσιν ὑγρανθῇ, ἔοικε πηγῆς ἐγκύμονι μαζῷ.
[2] χεομένης δὲ τῆς τῶν δακρύων ἅλμης περὶ τὸν κύκλον, τὸ μὲν πιαίνεται, τὸ δὲ μέλαν πορφύρεται, καὶ ἔστιν ὅμοιον τὸ μὲν ἴῳ, τὸ δὲ ναρκίσσῳ· τὰ δὲ δάκρυα τῶν ὀφθαλμῶν ἔνδον εἱλούμενα γελᾷ.
[3] τοιαῦτα Λευκίππης ἦν τὰ δάκρυα, αὐτὴν τὴν λύπην εἰς κάλλος νενικηκότα· εἰ δὲ ἠδύνατο παγῆναι πεσόντα, καινὸν ἂν εἶχεν ἤλεκτρον ἡ γῆ. ὁ δὲ Θέρσανδρος ἰδὼν πρὸς μὲν τὸ κάλλος ἐκεχήνει, πρὸς δὲ τὴν λύπην ἐξεμεμήνει, καὶ τοὺς ὀφθαλμοὺς δακρύων ἐγκύους εἶχεν.
[4] ἔστι μὲν γὰρ φύσει δάκρυον ἐπαγωγότατον ἐλέου τοῖς ὁρῶσι· τὸ δὲ τῶν γυναικῶν μᾶλλον, ὅσῳ θαλερώτερον, τοσούτῳ καὶ γοητότερον. ἐὰν δὲ ἡ δακρύουσα ᾖ καὶ καλὴ καὶ ὁ θεατὴς ἐραστής, οὐδ' ὀφθαλμὸς ἀτρεμεῖ, ἀλλὰ τὸ δακρύον ἐμιμήσατο.
[5] ἐπειδὴ γὰρ εἰς τὰ ὄμματα τῶν καλῶν τὸ κάλλος κάθηται, ῥέον ἐκεῖθεν ἐπὶ τοὺς ὀφθαλμοὺς τῶν ὁρώντων ἵσταται καὶ τῶν δακρύων τὴν πηγὴν συνεφέλκεται. ὁ δὲ ἐραστὴς δεξάμενος ἄμφω τὸ μὲν κάλλος εἰς τὴν ψυχὴν ἥρπασε, τὸ δὲ δάκρυον εἰς τοὺς ὀφθαλμοὺς ἐτήρησεν, ὁραθῆναι δὲ εὔχεται, καὶ ἀποψήσασθαι δυνάμενος οὐκ ἐθέλει, ἀλλὰ τὸ δάκρυον ὡς δύναται κατέχει καὶ φοβεῖται μὴ πρὸ καιροῦ φύγῃ.
[6] ὁ δὲ καὶ τῶν ὀφθαλμῶν τὴν κίνησιν ἐπέχει, μὴ πρὶν τὸ ἐρώμενον ἰδεῖν ταχὺ θελήσῃ πεσεῖν· μαρτυρίαν γὰρ ταύτην νενόμικεν ὅτι καὶ φιλεῖ.
[7] τοιοῦτό τι καὶ τῷ Θερσάνδρῳ συμβεβήκει· ἐδάκρυε γὰρ πρὸς ἐπίδειξιν, παθὼν μέν τι, κατὰ τὸ εἰκός, ἀνθρώπινον, καλλωπιζόμενος δὲ πρὸς τὴν Λευκίππην, ὡς διὰ τοῦτο δεδακρυμένος, ὅτι κἀκείνη δακρύει.
[8] λέγει οὖν πρὸς τὸν Σωσθένην προσκύψας· "Νῦν μὲν αὐτὴν θεράπευσον· ὁρᾷς γὰρ ὡς ἔχει λύπης· ὥστε ὑπεκστήσομαι καὶ μάλα ἄκων, ὡς μὴ ὀχληρὸς εἴην. ὅταν δὲ ἡμερώτερον διατεθῇ, τότε αὐτῇ διαλεχθήσομαι.
[9] σὺ δέ, ὦ γύναι, θάρσει· ταχὺ γάρ σου ταῦτα τὰ δάκρυα ἰάσομαι." εἶτα πρὸς τὸν Σωσθένην πάλιν, ἐξιών, "Ὅπως εἴπῃς τὰ εἰκότα περὶ ἐμοῦ· ἕωθεν δὲ ἧκε πρός με κατορθώσας," ἔφη. ἐπὶ τούτοις ἀπηλλάττετο.
[8]
[1] Ἐν ᾧ δὲ ταῦτα ἐπράττετο, ἔτυχεν ἐπὶ τὴν Λευκίππην μετὰ τὴν πρός με ὁμιλίαν εὐθὺς εἰς τοὺς ἀγροὺς τὴν Μελίτην νεανίσκον ἀποστείλασαν, ἐπείγειν αὐτὴν εἰς τὴν ἐπάνοδον, μηδὲν ἔτι δεομένην φαρμάκων.
[2] ὡς οὖν ἧκεν οὗτος εἰς τοὺς ἀγρούς, καταλαμβάνει τὰς θεραπαινίδας ζητούσας τὴν Λευκίππην καὶ πάνυ τεταραγμένας· ὡς δὲ οὐκ ἦν οὐδαμοῦ, δρόμῳ φθάσας ἀπήγγειλε τὸ συμβάν.
[3] ἡ δὲ ὡς ἤκουσε τὰ περὶ ἐμοῦ, ὡς εἴην εἰς τὸ δεσμωτήριον ἐμβληθείς, εἶτα περὶ τῆς Λευκίππης, ὡς ἀφανὴς ἐγένετο, νέφος αὐτῇ κατεχύθη λύπης.
[4] καὶ τὸ μὲν ἀληθὲς οὐκ εἶχεν εὑρεῖν, ὑπενόει δὲ τὸν Σωσθένην. βουλομένη δὲ φανερὰν αὐτῆς ζήτησιν ποιήσασθαι διὰ τοῦ Θερσάνδρου, τέχνην λόγων ἐπενόησεν, ἥτις μεμιγμένην εἶχε τῷ σοφίσματι τὴν ἀλήθειαν.
[9]
[1] Ἐπεὶ γὰρ ὁ Θέρσανδρος εἰσελθὼν εἰς τὴν οἰκίαν ἐβόα πάλιν, "Τὸν μοιχὸν ἐξέκλεψας σύ, τῶν δεσμῶν ἐξέλυσας καὶ τῆς οἰκίας ἐξαπέστειλας· σὸν τὸ ἔργον. τί οὖν οὐκ ἠκολούθεις αὐτῷ; τί δὲ ἐνταῦθα μένεις; ἀλλ' οὐκ ἄπει πρὸς τὸν ἐρώμενον, ἵνα αὐτὸν ἴδῃς στερροτέροις δεσμοῖς δεδεμένον;" ἡ Μελίτη, "Ποῖον μοιχόν;" ἔφη. "τί πάσχεις; εἰ γὰρ θέλεις, τὴν μανίαν ἀφείς, ἀκοῦσαι τὸ πᾶν, μαθήσῃ ῥᾳδίως τὴν ἀλήθειαν.
[2] ἓν οὖν σου δέομαι· γενοῦ μοι δικαστὴς ἴσος, καὶ καθάρας μέν σου τὰ ὦτα τῆς διαβολῆς, ἐκβαλὼν δὲ τῆς καρδίας τὴν ὀργήν, τὸν δὲ λογισμὸν ἐπιστήσας κριτὴν ἀκέραιον, ἄκουσον. ὁ νεανίσκος οὗτος οὔτε μοιχὸς ἦν ἐμὸς οὔτε ἀνήρ. ἀλλὰ τὸ μὲν γένος ἀπὸ Φοινίκης, Τυρίων οὐδενὸς δεύτερος. ἔπλευσε δὲ καὶ αὐτὸς οὐκ εὐτυχῶς, ἀλλὰ πᾶς ὁ φόρτος αὐτοῦ γέγονε τῆς θαλάσσης.
[3] ἀκούσασα τὴν τύχην ἠλέησα καὶ ἀνεμνήσθην σου καὶ παρέσχον ἑστίαν, 'Τάχα,' λέγουσα, 'καὶ Θέρσανδρος οὕτω που πλανᾶται· τάχα,' λέγουσα, 'τὶς κἀκεῖνον ἐλεήσει γυνή. εἰ δὲ τῷ ὄντι τέθνηκε κατὰ θάλατταν, ὡς ἡ φήμη λέγει, φέρε πάντα τιμῶμεν ‹ὡς› αὐτοῦ τὰ ναυάγια.' πόσους καὶ ἄλλους ἔθρεψα νεναυαγηκότας;
[4] πόσους ἔθαψα τῆς θαλάσσης νεκρούς, εἰ ξύλον ἐκ ναυαγίας τῇ γῇ προσπεσὸν ἐλάμβανον, 'Τάχα,' λέγουσα, 'Θέρσανδρος ἐπὶ ταύτης τῆς νηὸς ἔπλει'; [5] εἷς δὴ καὶ οὗτος ἦν τῶν ἐκ τῆς θαλάσσης σωζομένων ἔσχατος· ἐχαριζόμην σοὶ τιμῶσα τοῦτον. ἔπλευσεν ὥσπερ σύ· ἐτίμων, φίλτατε, τῆς ‹σῆς› συμφορᾶς τὴν εἰκόνα. πῶς οὖν ἐνταῦθα συνεπηγόμην; ὁ λόγος ἀληθής.
[6] ἔτυχε μὲν πενθῶν γυναῖκα, ἡ δ' ἄρα ἐλάνθανεν οὐκ ἀποθανοῦσα. τοῦτό τις αὐτῷ καταγορεύει καὶ ὡς ἐνταῦθα εἴη παρά τινι τῶν ἡμετέρων ἐπιτρόπων· Σωσθένην δὲ ἔλεγε. καὶ οὕτως εἶχε· τὴν γὰρ ἄνθρωπον ἥκοντες εὕρομεν.
[7] διὰ τοῦτο ἠκολούθησέ μοι. ἔχεις τὸν Σωσθένην, πάρεστιν ἡ γυνὴ κατὰ τοὺς ἀγρούς. ἐξέτασον τῶν λεχθέντων ἕκαστον. εἴ τι ἐψευσάμην, μεμοίχευμαι."
[10]
[1] Ταῦτα δὲ ἔλεγε, προσποιησαμένη τὸν ἀφανισμὸν τῆς Λευκίππης μὴ ἐγνωκέναι, ταμιευσαμένη αὖθις, εἰ ζητήσει ὁ Θέρσανδρος εὑρεῖν τὴν ἀλήθειαν, τὰς θεραπαίνας ἀγαγεῖν, αἷς συναπελθοῦσα ἔτυχεν, ἂν ‹μὴ› παραγένηται περὶ τὴν ἕω, λεγούσας, ὅπερ ἦν, οὐδαμοῦ φαίνεσθαι τὴν κόρην· [2] οὕτω γὰρ αὐτῇ ἦν ἐγκεῖσθαι πρὸς τὴν ζήτησιν φανερῶς, ὡς καὶ τὸν Θέρσανδρον ἐπαναγκάσαι. ταῦτα οὖν ὑποκριναμένη πιθανῶς κἀκεῖνα προσετίθει· "Πίστευσον, ἄνερ· οὐδέν μου, φίλτατε, παρὰ τὸν τῆς συμβιώσεως κατέγνωκας χρόνον· μηδὲ νῦν τοιοῦτον ὑπολάβοις.
[3] ἡ δὲ φήμη διαπεφοίτηκεν ἐκ τῆς εἰς τὸν νεανίσκον τιμῆς, οὐκ εἰδότων τῶν πολλῶν τὴν αἰτίαν τῆς κοινωνίας. καὶ γὰρ σὺ φήμῃ τέθνηκας.
[4] Φήμη δὲ καὶ Διαβολὴ δύο συγγενῆ κακά· θυγάτηρ ἡ Φήμη τῆς Διαβολῆς. καὶ ἔστι μὲν ἡ Διαβολὴ μαχαίρας ὀξυτέρα, πυρὸς σφοδροτέρα, Σειρήνων πιθανωτέρα, ἡ δὲ Φήμη ὕδατος ὑγροτέρα, πνεύματος δρομικωτέρα, πτερῶν ταχυτέρα.
[5] ὅταν οὖν ἡ Διαβολὴ τοξεύσῃ τὸν λόγον, ὁ μὲν δίκην βέλους ἐξίπταται καὶ τιτρώσκει μὴ παρόντα καθ' οὗ πέμπεται· ὁ δὲ ἀκούων ταχὺ πείθεται, καὶ ὀργῆς αὐτῷ πῦρ ἐξάπτεται, καὶ ἐπὶ τὸν βληθέντα μαίνεται. τεχθεῖσα δὲ ἡ Φήμη τῷ τοξεύματι ῥεῖ μὲν εὐθὺς πολλὴ καὶ ἐπικλύζει τὰ ὦτα τῶν ἐντυχόντων, διαπνεῖ δὲ ἐπὶ πλεῖστον καταιγίζουσα τῷ τοῦ λόγου πνεύματι καὶ ἐξίπταται κουφιζομένη τῷ τῆς γλώττης πτερῷ.
[6] ταῦτά με τὰ δύο πολεμεῖ· ταῦτά σου τὴν ψυχὴν κατέλαβε καὶ ἀπέκλεισέ μου τοῖς λόγοις τῶν ὤτων σου τὰς θύρας."
[11]
[1] Ἅμα λέγουσα χειρός τε ἔθιγε καὶ καταφιλεῖν ἤθελεν. ἐγεγόνει δὲ ἡμερώτερος, καὶ αὐτὸν ἔσαινε τῶν λεγομένων τὸ πιθανόν, καὶ τὸ τῆς Λευκίππης σύμφωνον τῷ λόγῳ τοῦ Σωσθένους μέρος τῆς ὑπονοίας μετέφερεν. οὐ μέντοι τέλεον ἐπίστευσε· ζηλοτυπία γὰρ ἅπαξ ἐμπεσοῦσα ψυχῇ δυσέκλειπτόν ἐστιν.
[2] ἐθορυβήθη οὖν ὅτι τὴν κόρην ἤκουσεν εἶναί μου γυναῖκα, ὥστε ἐμίσει με μᾶλλον. τότε μὲν οὖν εἰπὼν ἐξετάσειν περὶ τῶν εἰρημένων, κοιμησόμενος ᾤχετο καθ' αὑτόν. ἡ δὲ Μελίτη κακῶς εἶχε τὴν ψυχήν, ὡς ἐκπεσοῦσα πρός με τῆς ὑποσχέσεως.
[3] ὁ δὲ Σωσθένης παραπέμψας μέχρι τινὸς τὸν Θέρσανδρον καὶ καθυποσχόμενος περὶ τῆς Λευκίππης, αὖθις ἀναστρέφει πρὸς αὐτὴν καὶ σχηματίσας τὸ πρόσωπον εἰς ἡδονήν, "Κατωρθώσαμεν," εἶπεν, "ὦ Λάκαινα. Θέρσανδρος ἐρᾷ σου καὶ μαίνεται, ὥστε τάχα καὶ γυναῖκα ποιήσεταί σε. τὸ δὲ κατόρθωμα τοῦτο ἐμόν.
[4] ἐγὼ γάρ σου πρὸς αὐτὸν περὶ τοῦ κάλλους πολλὰ ἐτερατευσάμην καὶ τὴν ψυχὴν αὐτοῦ φαντασίας ἐγέμισα. τί κλαίεις; ἀνάστηθι, καὶ θῦε ἐπὶ τοῖς εὐτυχήμασιν Ἀφροδίτῃ· μνημόνευε δὲ κἀμοῦ."
[12]
[1] Καὶ ἡ Λευκίππη, "Τοιαῦτά σοι," ἔφη, "γένοιτο εὐτυχήματα, οἷά μοι κομίζων πάρει." ὁ δὲ Σωσθένης τὴν εἰρωνείαν οὐ συνείς, ἀλλὰ νομίζων αὐτὴν τῷ ὄντι λέγειν, φιλοφρονούμενος προσετίθει· "Βούλομαι δέ σοι καὶ τὸν Θέρσανδρον ὅστις ἐστὶν εἰπεῖν, ὡς ἂν μᾶλλον ἡσθείης. Μελίτης μὲν ἀνήρ, ἣν εἶδες ἐν τοῖς ἀγροῖς· [2] γένει δὲ πρῶτος ἁπάντων τῶν Ἰώνων· πλοῦτος μείζων τοῦ γένους, ὑπὲρ τὸν πλοῦτον ἡ χρηστότης· τὴν δὲ ἡλικίαν οἷός ἐστιν εἶδες, ὅτι νέος καὶ καλός, ὃ μάλιστα τέρπει γυναῖκα."
[3] πρὸς τοῦτο οὐχ ὑπήνεγκεν ἡ Λευκίππη ληροῦντα τὸν Σωσθένην, ἀλλ'· "Ὦ κακὸν σὺ θηρίον, μέχρι τίνος ‹μοι› μιαίνεις τὰ ὦτα; τί ἐμοὶ καὶ Θερσάνδρῳ κοινόν; [4] καλὸς ἔστω Μελίτῃ καὶ πλούσιος τῇ πόλει, χρηστός τε καὶ μεγαλόψυχος τοῖς δεομένοις· ἐμοὶ δὲ οὐδὲν μέλει τούτων, εἴτε ἐστὶ καὶ Κόδρου εὐγενέστερος εἴτε Κροίσου πλουσιώτερος.
[5] τί μοι καταλέγεις σωρὸν ἀλλοτρίων ἐγκωμίων; τότε ἐπαινέσω Θέρσανδρον ὡς ἄνδρα ἀγαθόν, ὅταν εἰς τὰς ἀλλοτρίας μὴ ἐνυβρίζῃ γυναῖκας."
[13]
[1] Καὶ ὁ Σωσθένης σπουδάσας εἶπε· "Παίζεις;" "Ποῖ παίζω;" ἔφη· "ἔα με, ἄνθρωπε, μετὰ τῆς ἐμαυτῆς συντρίβεσθαι τύχης καὶ τοῦ κατέχοντός με δαίμονος· οἶδα γὰρ οὖσα ἐν πειρατηρίῳ." "Δοκεῖς μοι," ἔφη, "μαίνεσθαι μανίαν ἀνήκεστον.
[2] πειρατήριον ταῦτα εἶναί σοι δοκεῖ, πλοῦτος καὶ γάμος καὶ τρυφή, ἄνδρα τοιοῦτον λαβούσῃ παρὰ τῆς Τύχης, ὃν οὕτω φιλοῦσιν οἱ θεοί, ὡς αὐτὸν καὶ ἐκ μέσων τῶν τοῦ θανάτου πυλῶν ἀγαγεῖν;" εἶτα κατέλεγε τὴν ναυαγίαν, ἐκθειάζων ὡς ἐσώθη, καὶ τερατευόμενος ὑπὲρ τὸν δελφῖνα τὸν Ἀρίονος.
[3] ὡς δ' οὐδὲν ἡ Λευκίππη οὐκέτι μυθολογοῦντα πρὸς αὐτὸν εἶπε, "Σκέψαι," ἔφη, "κατὰ σοῦ τί ἄμεινον, καὶ ὅπως μηδὲν τούτων πρὸς Θέρσανδρον ἐρεῖς, μὴ παροξύνῃς χρηστὸν ἄνδρα· ὀργισθεὶς γὰρ ἀφόρητός ἐστι.
[4] χρηστότης γὰρ τυγχάνουσα μὲν χάριτος ἔτι μᾶλλον αὔξεται, προπηλακισθεῖσα δὲ εἰς ὀργὴν ἐρεθίζεται. τὸ γὰρ περιττὸν εἰς φιλανθρωπίαν ἴσον ἔχει τὸν θυμὸν εἰς τιμωρίαν." τὰ μὲν δὴ κατὰ Λευκίππην εἶχεν οὕτως.
[14]
[1] Κλεινίας δὲ καὶ ὁ Σάτυρος πυθόμενοί με ἐν τῷ δεσμωτηρίῳ καθεῖρχθαι (διηγγέλκει γὰρ πρὸς αὐτοὺς ἡ Μελίτη) τῆς νυκτὸς εὐθὺς ἐπὶ τὸ οἴκημα σπουδῇ παρῆσαν. καὶ ἤθελον μὲν αὐτοῦ καταμεῖναι σὺν ἐμοί, ὁ δὲ ἐπὶ τῶν δεσμῶν οὐκ ἐπέτρεπεν, ἀλλ' ἐκέλευεν ἀπαλλάττεσθαι αὐτοὺς τὴν ταχίστην.
[2] ὁ μὲν δὴ τούτους ἀπήλασεν ἄκοντας, ἐγὼ δὲ ἐντειλάμενος αὐτοῖς περὶ τῆς Λευκίππης, εἰ παραγένοιτο, περὶ τὴν ἕω σπουδῇ πρός με ἥκειν, καὶ τὰς τῆς Μελίτης διηγησάμενος ὑποσχέσεις, τὴν ψυχὴν εἶχον ἐπὶ τρυτάνης ἐλπίδος καὶ φόβου, καὶ ἐφοβεῖτό μου τὸ ἐλπίζον καὶ ἤλπιζε τὸ φοβούμενον.
[15]
[1] Ἡμέρας δὲ γενομένης, ὁ μὲν Σωσθένης ἐπὶ τὸν Θέρσανδρον ἔσπευδεν, οἱ δὲ ἀμφὶ τὸν Σάτυρον ἐπ' ἐμέ. ὡς δὲ εἶδεν ὁ Θέρσανδρος τὸν Σωσθένην, ἐπυνθάνετο πῶς ἔχει τὰ κατὰ τὴν κόρην εἰς πειθὼ πρὸς αὐτόν.
[2] ὁ δὲ τὸν μὲν ὄντα λόγον οὐ λέγει, σοφίζεται δέ τι μάλα πιθανῶς. "Ἀρνεῖται μὲν γάρ," εἶπεν· "οὐ μὴν ἡγοῦμαι τὴν ἄρνησιν αὐτῆς οὕτως ἔχειν ἁπλῶς, ἀλλ' ὑπονοεῖν μοι δοκεῖ σε χρησάμενον ἅπαξ ἀφήσειν, καὶ ὀκνεῖ τὴν ὕβριν."
[3] "Ἀλλὰ τούτου γε εἵνεκεν," εἶπεν ὁ Θέρσανδρος, "θαρρείτω. τὸ γὰρ ἐμὸν οὕτως ἔχει πρὸς αὐτήν, ὡς ἀθάνατον εἶναι. ἓν δὲ μόνον φοβοῦμαι καὶ ἐπείγομαι μαθεῖν περὶ τῆς κόρης, εἰ τῷ ὄντι γυνὴ τυγχάνει τοῦ νεανίσκου γενομένη, ὡς ἡ Μελίτη μοι διηγήσατο."
[4] ταῦτα διαλεγόμενοι παρῆσαν ἐπὶ τὸ τῆς Λευκίππης δωμάτιον. ἐπεὶ δὲ πλησίον ἐγένοντο τῶν θυρῶν, ἀκούουσιν αὐτῆς ποτνιωμένης. ἔστησαν οὖν ἀψοφητὶ κατόπιν τῶν θυρῶν.
[16]
[1] "Οἴμοι, Κλειτοφῶν" (τοῦτο γὰρ ἔλεγε πολλάκις), "οὐκ οἶδας ποῦ γέγονα καὶ ποῦ καθεῖργμαι, οὐδὲ γὰρ ἐγὼ τίς σὲ κατέχει τύχη, ἀλλὰ τὴν αὐτὴν ἄγνοιαν δυστυχοῦμεν.
[2] ἆρα μή σε κατέλαβε Θέρσανδρος ἐπὶ τῆς οἰκίας; ἆρα μὴ καὶ σύ τι πέπονθας ὑβριστικόν; πολλάκις ἠθέλησα πυθέσθαι παρὰ τοῦ Σωσθένους, ἀλλ' οὐκ εἶχον ὅπως πύθωμαι. εἰ μὲν ὡς περὶ ἀνδρὸς ἐμαυτῆς, ἐφοβούμην μή τί σοι κινήσω κακόν, παροξύνασα Θέρσανδρον ἐπὶ σέ. εἰ δὲ ὡς περὶ ξένου τινός, ὑπόνοια καὶ τοῦτο ἦν· [3] τί γὰρ μέλει γυναικὶ περὶ τῶν οὐχ ἑαυτῆς; ποσάκις ἐμαυτὴν ἐβιασάμην, ἀλλ' οὐκ ἔπειθον τὴν γλῶσσαν εἰπεῖν· ἀλλὰ ταῦτα μόνον ἔλεγον· 'Ἄνερ Κλειτοφῶν, Λευκίππης μόνης ἄνερ, πιστὲ καὶ βέβαιε, ὃν οὐδὲ συγκαθεύδουσα πέπεικεν ἄλλη γυνή, κἂν ἡ ἄστοργος ἐγὼ πεπίστευκα· [4] μετὰ τοσοῦτον ἰδοῦσά σε χρόνον ἐν τοῖς ἀγροῖς οὐ κατεφίλησα.' νῦν οὖν ἂν Θέρσανδρος ἔλθῃ πυνθανόμενος, τί πρὸς αὐτὸν εἴπω; ἆρα ἀποκαλύψασα τοῦ δράματος τὴν ὑπόκρισιν διηγήσομαι τὴν ἀλήθειαν; 'μή με νομίσῃς ἀνδράποδον εἶναι, Θέρσανδρε. [5] στρατηγοῦ θυγάτηρ εἰμὶ Βυζαντίων, πρώτου Τυρίων γυνή· οὔκ εἰμι Θετταλή· οὐ καλοῦμαι Λάκαινα. ὕβρις αὕτη ἐστὶ πειρατική· λελῄστευμαι καὶ τοὔνομα. [6] ἀνήρ μοι Κλειτοφῶν, πατρὶς Βυζάντιον, Σώστρατος πατήρ, μήτηρ Πάνθεια.' ἀλλ' οὐδὲ πιστεύσειας ἐμοὶ λεγούσῃ. φοβοῦμαι δὲ καὶ ἐὰν πιστεύσῃς περὶ Κλειτοφῶντος, μὴ τὸ ἄκαιρόν μου τῆς ἐλευθερίας τὸν φίλτατον ἀπολέσῃ. φέρε πάλιν ἐνδύσωμαί μου τὸ δρᾶμα· φέρε περίθωμαι τὴν Λάκαιναν."
[17]
[1] Ταῦτα ἀκούσας ὁ Θέρσανδρος μικρὸν ἀναχωρήσας λέγει πρὸς τὸν Σωσθένην· "Ἤκουσας ἀπίστων ῥημάτων, γεμόντων ἔρωτος; ὅσα εἶπεν· ὅσα ὠδύρατο· ὅτι ἑαυτὴν κατεμέμψατο. ὁ μοιχός μου κρατεῖ πανταχοῦ· δοκῶ, ὁ λῃστὴς καὶ φαρμακεύς ἐστι.
[2] Μελίτη φιλεῖ, Λευκίππη φιλεῖ. ὄφελον, ὦ Ζεῦ, γενέσθαι Κλειτοφῶν." "Ἀλλ' οὐ μαλακιστέον," ὁ Σωσθένης ἔφη, "δέσποτα, πρὸς τὸ ἔργον, ἀλλ' ἐπὶ τὴν κόρην ἰτέον αὐτήν.
[3] καὶ γὰρ ἂν νῦν ἐρᾷ τοῦ καταράτου τούτου μοιχοῦ, μέχρι μὲν αὐτὸν οἶδε μόνον καὶ οὐ κεκοινώνηκεν ἑτέρῳ, βόσκει τὴν ψυχὴν ἐπ' αὐτόν· ἂν δ' ἅπαξ ἐς ταὐτὸν ἔλθῃς (πολλῷ ‹γὰρ› διαφέρεις ἐκείνου εἰς εὐμορφίαν) ἐπιλήσεται τέλεον αὐτοῦ.
[4] παλαιὸν γὰρ ἔρωτα μαραίνει νέος ἔρως· γυνὴ δὲ μάλιστα τὸ παρὸν φιλεῖ, τοῦ δὲ ἀπόντος, ἕως καινὸν οὐχ εὗρε, μνημονεύει· προσλαβοῦσα δὲ ἕτερον, τὸν πρότερον τῆς ψυχῆς ἀπήλειψε."
[5] ταῦτα ἀκούσας ὁ Θέρσανδρος ἠγέρθη. λόγος γὰρ ἐλπίδος εἰς τὸ τυχεῖν ἔρωτος ἐς πειθὼ ῥᾴδιος· τὸ γὰρ ἐπιθυμοῦν, σύμμαχον ὃ θέλει λαβόν, ἐγείρει τὴν ἐλπίδα.
[18]
[1] Διαλιπὼν οὖν ὀλίγον ἐφ' οἷς πρὸς ἑαυτὴν ἐλάλησεν ἡ Λευκίππη, ὡς μὴ δοκοίη τι κατακοῦσαι τῶν ὑπ' αὐτῆς εἰρημένων, εἰσέρχεται σχηματίσας ἑαυτὸν εἰς τὸ εὐαγωγότερον πρὸς θέαν, ὡς ᾤετο. ἐπεὶ δὲ εἶδε τὴν Λευκίππην, ἀνεφλέγη τὴν ψυχήν, καὶ ἔδοξεν αὐτῷ τότε καλλίων γεγονέναι.
[2] θρέψας γὰρ ὅλης τῆς νυκτὸς τὸ πῦρ, ὅσον χρόνον ἀπελείφθη τῆς κόρης, ἀνεζωπύρησεν ἐξαίφνης ὕλην λαβὼν εἰς τὴν φλόγα τὴν θέαν, καὶ μικροῦ μὲν προσπεσὼν περιεχύθη τῇ κόρῃ. καρτερήσας δ' οὖν καὶ παρακαθίσας διελέγετο, ἄλλοτε ἄλλα ῥήματα συνάπτων οὐκ ἔχοντα νοῦν.
[3] τοιοῦτοι γὰρ οἱ ἐρῶντες, ὅταν πρὸς τὰς ἐρωμένας ζητήσωσι λαλεῖν· οὐ γὰρ ἐπιστήσαντες τὸν λογισμὸν τοῖς λόγοις, ἀλλὰ τὴν ψυχὴν εἰς τὸ ἐρώμενον ἔχοντες, τῇ γλώττῃ μόνον χωρὶς ἡνιόχου τοῦ λογισμοῦ λαλοῦσιν.
[4] ἅμα οὖν συνδιαλεγόμενος καὶ ἐπιθεὶς τὴν χεῖρα τῷ τραχήλῳ περιέβαλεν ὡς μέλλων φιλήσειν. ἡ δὲ προϊδοῦσα τῆς χειρὸς τὴν ὁδὸν νεύει κάτω καὶ εἰς τὸν κόλπον κατεδύετο.
[5] ὁ δὲ οὐδὲν ἧττον περιβαλὼν ἀνέλκειν τὸ πρόσωπον ἐβιάζετο· ἡ δὲ ἀντικατεδύετο καὶ ἔκρυπτε τὰ φιλήματα. ὡς δὲ χρόνος ἐγένετο τῇ τῆς χειρὸς πάλῃ, φιλονεικία λαμβάνει τὸν Θέρσανδρον ἐρωτική, καὶ τὴν μὲν λαιὰν ὑποβάλλει τῷ προσώπῳ κάτω, τῇ δὲ δεξιᾷ τῆς κόμης λαβόμενος, τῇ μὲν εἷλκεν εἰς τοὐπίσω, τῇ δὲ εἰς τὸν ἀνθερεῶνα ὑπερείδων ἀνώθει.
[6] ὡς δέ ποτε ἐπαύσατο τῆς βίας, ἢ τυχών, ἢ μὴ τυχών, ἢ καμών, λέγει πρὸς αὐτὸν ἡ Λευκίππη· "Οὔτε ὡς ἐλεύθερος ποιεῖς οὔτε ὡς εὐγενής. καὶ σὺ ἐμιμήσω Σωσθένην· ἄξιος ὁ δοῦλος τοῦ δεσπότου. ἀλλὰ ἀπέχου τοῦ λοιποῦ, μηδὲ ἐλπίσῃς τυχεῖν, πλὴν εἰ μὴ γένῃ Κλειτοφῶν."
[19]
[1] Ταῦτα ἀκούσας ὁ Θέρσανδρος οὐκ εἶχεν ὅστις γένηται· καὶ γὰρ ἤρα καὶ ὠργίζετο. θυμὸς δὲ καὶ ἔρως δύο λαμπάδες· ἔχει γὰρ καὶ ὁ θυμὸς ἄλλο πῦρ, καὶ ἔστι τὴν μὲν φύσιν ἐναντιώτατον, τὴν δὲ βίαν ὅμοιον.
[2] ὁ μὲν γὰρ παροξύνει μισεῖν, ὁ δὲ ἀναγκάζει φιλεῖν· καὶ ἀλλήλων πάροικος ἡ τοῦ πυρός ἐστι πηγή. ὁ μὲν γὰρ εἰς τὸ ἧπαρ κάθηται, ὁ δὲ τῇ καρδίᾳ περιβέβληται.
[3] ὅταν οὖν ἄμφω τὸν ἄνθρωπον καταλάβωσι, γίνεται μὲν αὐτοῖς ἡ ψυχὴ τρυτάνη, τὸ δὲ πῦρ ἑκατέρου ταλαντεύεται. μάχονται δὲ ἄμφω περὶ τῆς ῥοπῆς· καὶ τὰ πολλὰ μὲν ὁ ἔρως εἴωθε νικᾶν, ὅταν εἰς τὴν ἐπιθυμίαν εὐτυχῇ. ἢν δὲ αὐτὸν ἀτιμάσῃ τὸ ἐρώμενον, αὐτὸς τὸν θυμὸν εἰς συμμαχίαν καλεῖ.
[4] κἀκεῖνος ὡς γείτων πείθεται, καὶ ἀνάπτουσιν ἄμφω τὸ πῦρ. ἂν δὲ ἅπαξ ὁ θυμὸς τὸν ἔρωτα παρ' αὑτῷ λάβῃ καὶ τῆς οἰκείας ἕδρας ἐκπεσόντα κατάσχῃ, φύσει γε ὢν ἄσπονδος, οὐχ ὡς φίλῳ πρὸς τὴν ἐπιθυμίαν συμμαχεῖ, ἀλλ' ὡς δοῦλον τῆς ἐπιθυμίας πεδήσας κρατεῖ· οὐκ ἐπιτρέπει δὲ αὐτῷ σπείσασθαι πρὸς τὸ ἐρώμενον, κἂν θέλῃ.
[5] ὁ δὲ τῷ θυμῷ βεβαπτισμένος καταδύεται, καὶ εἰς τὴν ἰδίαν ἀρχὴν ἐκπηδῆσαι θέλων οὐκέτι ἐστὶν ἐλεύθερος, ἀλλὰ μισεῖν ἀναγκάζεται τὸ φιλούμενον. ὅταν δὲ ὁ θυμὸς καχλάζων γεμισθῇ καὶ τῆς ἐξουσίας ἐμφορηθεὶς ἀποβλύσῃ, κάμνει μὲν ἐκ τοῦ κόρου, καμὼν δὲ παρίεται, καὶ ὁ ἔρως ἀμύνεται καὶ ὁπλίζει τὴν ἐπιθυμίαν καὶ τὸν θυμὸν ἤδη καθεύδοντα νικᾷ.
[6] ὁρῶν δὲ τὰς ὕβρεις, ἃς κατὰ τῶν φιλτάτων ἐπαρῴνησεν, ἀλγεῖ καὶ πρὸς τὸ ἐρώμενον ἀπολογεῖται καὶ εἰς ὁμιλίαν παρακαλεῖ καὶ τὸν θυμὸν ἐπαγγέλλεται καταμαλάττειν ἡδονῇ.
[7] τυχὼν μὲν οὖν ὧν ἠθέλησεν, ἵλεως γίνεται, ἀτιμούμενος δὲ πάλιν εἰς τὸν θυμὸν καταδύεται· ὁ δὲ καθεύδων ἐξεγείρεται καὶ τὰ ἀρχαῖα ποιεῖ· ἀτιμίᾳ γὰρ ἔρωτος σύμμαχός ἐστι θυμός.
[20]
[1] Ὁ Θέρσανδρος οὖν, τὸ μὲν πρῶτον ἐλπίζων εἰς τὸν ἔρωτα εὐτυχήσειν, ὅλος Λευκίππης δοῦλος ἦν· ἀτυχήσας δὲ ὧν ἤλπισεν, ἀφῆκε τῷ θυμῷ τὰς ἡνίας. ῥαπίζει δὴ κατὰ κόρρης αὐτήν, "Ὦ κακόδαιμον ἀνδράποδον," λέγων, "καὶ ἀληθῶς ἐρωτιῶν· πάντων γάρ σου κατήκουσα.
[2] οὐκ ἀγαπᾷς ὅτι σοι καὶ λαλῶ καὶ μεγάλην εὐτυχίαν δοκεῖς τὸν σὸν καταφιλῆσαι δεσπότην, ἀλλὰ ἀκκίζῃ καὶ σχηματίζῃ πρὸς ἀπόνοιαν; ἐγὼ μέν σε καὶ πεπορνεῦσθαι δοκῶ· καὶ γὰρ μοιχὸν φιλεῖς.
[3] ἀλλ' ἐπειδὴ μὴ θέλεις ἐραστοῦ μου πεῖραν λαβεῖν, πειράσῃ δεσπότου." καὶ ἡ Λευκίππη· "Κἂν τυραννεῖν ἐθέλῃς, κἀγὼ τυραννεῖσθαι, πλὴν οὐ βιάσῃ." καὶ πρὸς τὸν Σωσθένην ἰδοῦσα, "Μαρτύρησον," εἶπεν αὐτῷ, "πῶς πρὸς τὰς αἰκίας ἔχω· σὺ γάρ με καὶ μᾶλλον ἠδίκησας."
[4] καὶ ὁ Σωσθένης αἰσχυνθεὶς ὡς ἐληλεγμένος, "Ταύτην," εἶπεν, "ὦ δέσποτα, ξανθῆναι μάστιξι δεῖ καὶ μυρίαις βασάνοις περιπεσεῖν, ὡς ἂν μάθοι δεσπότου μὴ καταφρονεῖν."
[21]
[1] "Πείσθητι τῷ Σωσθένει," φησὶν ἡ Λευκίππη· "συμβουλεύει γὰρ καλῶς· τὰς βασάνους παράστησον. φερέτω τροχόν· ἰδοὺ χεῖρες, τεινέτω. φερέτω καὶ μάστιγας· ἰδοὺ νῶτος, τυπτέτω. κομιζέτω πῦρ· ἰδοὺ σῶμα, καιέτω.
[2] φερέτω καὶ σίδηρον· ἰδοὺ δέρη, σφαζέτω. ἀγῶνα θεάσασθε καινόν· πρὸς πάσας τὰς βασάνους ἀγωνίζεται μία γυνὴ καὶ πάντα νικᾷ. εἶτα Κλειτοφῶντα μοιχὸν καλεῖς, αὐτὸς μοιχὸς ὤν; οὐδὲ τὴν Ἄρτεμιν, εἰπέ μοι, τὴν σὴν φοβῇ, ἀλλὰ βιάζῃ παρθένον ἐν πόλει παρθένου; δέσποινα, ποῦ σου τὰ τόξα;"
[3] "Παρθένος;" εἶπεν ὁ Θέρσανδρος· "ὢ τόλμης καὶ γέλωτος· παρθένος τοσούτοις συννυκτερεύσασα πειραταῖς; εὐνοῦχοί σοι γεγόνασιν οἱ λῃσταί; φιλοσόφων ἦν τὸ πειρατήριον; οὐδεὶς ἐν αὐτοῖς εἶχεν ὀφθαλμούς;"
[22]
[1] Καὶ ἡ Λευκίππη εἶπεν· "Ἦ παρθένος, καὶ μετὰ Σωσθένην· ἐπεὶ πυθοῦ Σωσθένους· οὗτος γὰρ ὄντως γέγονέ μοι λῃστής. ἐκεῖνοι γὰρ ἦσαν ὑμῶν μετριώτεροι, καὶ οὐδεὶς αὐτῶν ἦν οὕτως ὑβριστής.
[2] εἰ δὲ ὑμεῖς τοιαῦτα ποιεῖτε, ἀληθινὸν τοῦτο πειρατήριον. εἶτα οὐκ αἰσχύνεσθε ποιοῦντες ἃ μὴ τετολμήκασιν οἱ λῃσταί; λανθάνεις δὲ ἐγκώμιόν μοι διδοὺς πλεῖον διὰ ταύτης σου τῆς ἀναισχυντίας· καί τις ἐρεῖ, κἂν νῦν μαινόμενος φονεύσῃς· 'Λευκίππη παρθένος μετὰ βουκόλους, παρθένος καὶ μετὰ Χαιρέαν, παρθένος καὶ μετὰ Σωσθένην.' [3] ἀλλὰ μέτρια ταῦτα· τὸ δὲ μεῖζον ἐγκώμιον· 'Καὶ μετὰ Θέρσανδρον παρθένος, τὸν καὶ λῃστῶν ἀσελγέστερον· ἂν ὑβρίσαι μὴ δυνηθῇ, καὶ φονεύει.'
[4] ὁπλίζου τοίνυν, ἤδη λάμβανε κατ' ἐμοῦ τὰς μάστιγας, τὸν τροχόν, τὸ πῦρ, τὸν σίδηρον· συστρατευέσθω δέ σοι καὶ ὁ σύμβουλος Σωσθένης. ἐγὼ δὲ καὶ γυμνὴ καὶ μόνη καὶ γυνή, καὶ ἓν ὅπλον ἔχω τὴν ἐλευθερίαν, ἣ μήτε πληγαῖς κατακόπτεται μήτε σιδήρῳ κατατέμνεται μήτε πυρὶ κατακαίεται. οὐκ ἀφήσω ποτὲ ταύτην ἐγώ. κἂν καταφλέγῃς, οὐχ οὕτως θερμὸν εὑρήσεις τὸ πῦρ."