6284 577 0 6 0 0 II d. C. Narrazione fittizia Achilles Tatius V Leucippe et Clitophon Vilborg, E., Stockholm, Almqvist & Wiksell, 1955. 40

Achilles Tatius - Leucippe et Clitophon V

[1]

[1]  Τριῶν δὲ πλεύσαντες ἡμερῶν εἰς Ἀλεξάνδρειαν ἤλθομεν. ἀνιόντι δέ μοι κατὰ τὰς Ἡλίου καλουμένας πύλας συνηντᾶτο εὐθὺς τῆς πόλεως ἀστράπτον τὸ κάλλος καί μου τοὺς ὀφθαλμοὺς ἐγέμισεν ἡδονῆς.

[2] στάθμη μὲν κιόνων ὄρθιος ἑκατέρωθεν ἐκ τῶν Ἡλίου πυλῶν ἐς τὰς Σελήνης πύλας· οὗτοι γὰρ τῆς πόλεως οἱ πυλωροί. ἐν μέσῳ δὴ τῶν κιόνων τῆς πόλεως τὸ πεδίον.

[3] ὁδὸς δὲ διὰ τοῦ πεδίου πολλὴ καὶ ἔνδημος ἀποδημία. ὀλίγους δὲ τῆς πόλεως σταδίους προελθὼν ἦλθον εἰς τὸν ἐπώνυμον Ἀλεξάνδρου τόπον. εἶδον δὲ ἐντεῦθεν ἄλλην πόλιν καὶ σχιζόμενον ταύτῃ τὸ κάλλος.

[4] ὅσος γὰρ κιόνων ὄρχατος εἰς τὴν εὐθυωρίαν, τοσοῦτος ἕτερος εἰς τὰ ἐγκάρσια. ἐγὼ δὲ μερίζων τοὺς ὀφθαλμοὺς ἐς πάσας τὰς ἀγυιὰς θεατὴς ἀκόρεστος ἤμην καὶ τὸ κάλλος ὅλον οὐκ ἐξήρκουν ἰδεῖν.

[5] τὰ μὲν ἔβλεπον, τὰ δὲ ἔμελλον, τὰ δὲ ἠπειγόμην ἰδεῖν, τὰ δὲ οὐκ ἤθελον παρελθεῖν· ἐκράτει τὴν θέαν τὰ ὁρώμενα, εἷλκε τὰ προσδοκώμενα. περιάγων οὖν ἐμαυτὸν εἰς πάσας τὰς ἀγυιὰς καὶ πρὸς τὴν ὄψιν δυσερωτιῶν εἶπον καμών· "Ὀφθαλμοί, νενικήμεθα."

[6] εἶδον δὲ δύο καινὰ καὶ παράλογα, μεγέθους πρὸς κάλλος ἅμιλλαν καὶ δήμου πρὸς πόλιν φιλονεικίαν καὶ ἀμφότερα νικῶντα· ἡ μὲν γὰρ ἠπείρου μείζων ἦν, ὁ δὲ πλείων ἔθνους. καὶ εἰ μὲν εἰς τὴν πόλιν ἀπεῖδον, ἠπίστουν εἰ πληρώσειέ τις δῆμος αὐτὴν ἀνδρῶν, εἰ δὲ εἰς τὸν δῆμον ἐθεασάμην, ἐθαύμαζον εἰ χωρήσειέ τις αὐτὸν πόλις. τοιαύτη τις ἦν ἰσότητος τρυτάνη.

[2]

[1]    Ἦν δέ πως καὶ κατὰ δαίμονα ἱερομηνία τοῦ μεγάλου θεοῦ, ὃν Δία μὲν Ἕλληνες, Σέραπιν δὲ καλοῦσιν Αἰγύπτιοι. ἦν δὲ καὶ πυρὸς δᾳδουχία· καὶ τοῦτο μέγιστον ἐθεασάμην.

[2] ἑσπέρα μὲν γὰρ ἦν καὶ ὁ ἥλιος κατεδύετο καὶ νὺξ ἦν οὐδαμοῦ, ἀλλὰ ἄλλος ἀνέτελλεν ἥλιος κατακερματίζων· τότε γὰρ εἶδον πόλιν ἐρίζουσαν περὶ κάλλους οὐρανῷ. ἐθεασάμην δὲ καὶ τὸν Μειλίχιον Δία καὶ τὸν Διὸς Οὐρανίου νεών.

[3] προσευξάμενοι δὴ τῷ μεγάλῳ θεῷ καὶ ἱκετεύσαντες στῆναι ἡμῖν ποτε τὰ δεινά, εἰς τὴν καταγωγὴν ἤλθομεν, ἣν ἔτυχεν ὁ Μενέλαος ἡμῖν μεμισθωμένος. οὐκ ἐῴκει δὲ ἄρα ὁ θεὸς ἐπινεύειν ταῖς ἡμετέραις εὐχαῖς, ἀλλ' ἔμενεν ἡμᾶς καὶ ἄλλο τῆς Τύχης γυμνάσιον.

[3]

[1]    Ὁ γὰρ Χαιρέας πρὸ πολλοῦ τῆς Λευκίππης ἐλάνθανεν ἐρῶν καὶ διὰ τοῦτο μεμηνύκει τὸ φάρμακον, ἅμα μὲν ἀφορμὴν οἰκειότητος ἑαυτῷ θηρώμενος, ἅμα δὲ καὶ ἑαυτῷ σώζων τὴν κόρην.

[2] εἰδὼς οὖν ἀμήχανον τὸ τυχεῖν, συντίθησιν ἐπιβουλήν, λῃστῶν ὁμοτέχνων ‹ὄχλον› συγκροτήσας, ἅτε θαλάσσιος ὢν ἄνθρωπος, καὶ συνθέμενος αὐτοῖς ἃ δεῖ ποιεῖν, ἐπὶ ξενίαν ἡμᾶς εἰς τὴν Φάρον καλεῖ, σκηψάμενος γενεθλίων ἄγειν ἡμέραν.

[3] ὡς οὖν προήλθομεν τῶν θυρῶν, οἰωνὸς ἡμῖν γίνεται πονηρός· χελιδόνα κίρκος διώκων τὴν Λευκίππην εἰς τὴν κεφαλὴν πατάσσει τῷ πτερῷ. ταραχθεὶς οὖν ἐπὶ τούτῳ καὶ ἀνανεύσας εἰς οὐρανόν, "Ὦ Ζεῦ, τί τοῦτο," ἔφην, "φαίνεις ἡμῖν τέρας; ἀλλ' εἰ τῷ ὄντι σὸς ὁ ὄρνις οὗτος, ἄλλον ἡμῖν σαφέστερον δεῖξον οἰωνόν."

[4] μεταστραφεὶς οὖν (ἔτυχον γὰρ παρεστὼς ἐργαστηρίῳ ζωγράφου) γραφὴν ὁρῶ κειμένην, ἥτις ὑπῃνίττετο προσόμοιον· Φιλομήλας γὰρ εἶχε φθορὰν καὶ τὴν βίαν Τηρέως καὶ τῆς γλώττης τὴν τομήν. ἦν δὲ ὁλόκληρον τῇ γραφῇ τὸ διήγημα τοῦ δράματος, ὁ πέπλος, ὁ Τηρεύς, ἡ τράπεζα.

[5] τὸν πέπλον ἡπλωμένον εἱστήκει κρατοῦσα θεράπαινα· Φιλομήλα παρειστήκει καὶ ἐπετίθει τῷ πέπλῳ τὸν δάκτυλον καὶ ἐδείκνυε τῶν ὑφασμάτων τὰς γραφάς· ἡ Πρόκνη πρὸς τὴν δεῖξιν ἐνενεύκει καὶ δριμὺ ἔβλεπε καὶ ὠργίζετο τῇ γραφῇ· Θρᾲξ ὁ Τηρεὺς ἐνύφαντο Φιλομήλᾳ παλαίων πάλην Ἀφροδίσιον.

[6] ἐσπάρακτο τὰς κόμας ἡ γυνή, τὸ ζῶσμα ἐλέλυτο, τὸν χιτῶνα κατέρρηκτο, ἡμίγυμνος τὸ στέρνον ἦν, τὴν δεξιὰν ἐπὶ τοὺς ὀφθαλμοὺς ἤρειδε τοῦ Τηρέως, τῇ λαιᾷ τὰ διερρωγότα τοῦ χιτῶνος ἐπὶ τοὺς μαζοὺς ἔκλειεν. ‹ἐν› ἀγκάλαις εἶχε τὴν Φιλομήλαν ὁ Τηρεύς, ἕλκων πρὸς ἑαυτὸν ὡς ἐνῆν τὸ σῶμα καὶ σφίγγων ἐν χρῷ τὴν συμπλοκήν.

[7] ὧδε μὲν τὴν τοῦ πέπλου γραφὴν ὕφηνεν ὁ ζωγράφος. τὸ δὲ λοιπὸν τῆς εἰκόνος, αἱ γυναῖκες ἐν κανῷ τὰ λείψανα τοῦ δείπνου τῷ Τηρεῖ δεικνύουσι, κεφαλὴν παιδίου καὶ χεῖρας· γελῶσι δὲ ἅμα καὶ φοβοῦνται.

[8] ἀναπηδῶν ἐκ τῆς κλίνης ὁ Τηρεὺς ἐγέγραπτο, καὶ ἕλκων τὸ ξίφος ἐπὶ τὰς γυναῖκας τὸ σκέλος ἤρειδεν ἐπὶ τὴν τράπεζαν· ἡ δὲ οὔτε ἕστηκεν οὔτε πέπτωκεν, ἀλλ' ἐδείκνυε γραφὴν μέλλοντος πτώματος.

[4]

[1]    Λέγει οὖν ὁ Μενέλαος· "Ἐμοὶ δοκεῖ τὴν εἰς Φάρον ὁδὸν ἐπισχεῖν. ὁρᾷς γὰρ οὐκ ἀγαθὰ δύο σύμβολα, τό τε τοῦ ὄρνιθος καθ' ἡμῶν πτερὸν καὶ τῆς εἰκόνος τὴν ἀπειλήν. λέγουσι δὲ οἱ τῶν συμβόλων ἐξηγηταὶ σκοπεῖν τοὺς μύθους τῶν εἰκόνων, ἂν ἐξιοῦσιν ἐπὶ πρᾶξιν ἡμῖν συντύχωσι, καὶ ἐξομοιοῦν τὸ ἀποβησόμενον τῷ τῆς ἱστορίας λόγῳ.

[2] ὁρᾷς οὖν ὅσων γέμει κακῶν ἡ γραφή· ἔρωτος παρανόμου, μοιχείας ἀναισχύντου, γυναικείων ἀτυχημάτων· ὅθεν ἐπισχεῖν κελεύω τὴν ἔξοδον." ἐδόκει μοι λέγειν εἰκότα, καὶ παραιτοῦμαι τὸν Χαιρέαν ἐκείνην τὴν ἡμέραν. ὁ μὲν οὖν σφόδρα ἀνιώμενος ἀπηλλάττετο, φήσας αὔριον ἐφ' ἡμᾶς ἀφίξεσθαι.

[5]

[1]    Ἡ δὲ Λευκίππη λέγει πρός με (φιλόμυθον γάρ πως τὸν τῶν γυναικῶν γένος)· "Τί βούλεται τῆς εἰκόνος ὁ μῦθος; καὶ τίνες αἱ ὄρνιθες αὗται; καὶ τίνες αἱ γυναῖκες; καὶ τίς ὁ ἀναιδὴς ἐκεῖνος ἀνήρ;" κἀγὼ καταλέγειν ἄρχομαι· "Ἀηδὼν καὶ χελιδὼν καὶ ἔποψ, πάντες ἄνθρωποι καὶ πάντες ὄρνιθες.

[2] ἔποψ ὁ ἀνήρ· αἱ δύο γυναῖκες, Φιλομήλα χελιδών, καὶ Πρόκνη ἀηδών. πόλις αὐταῖς Ἀθῆναι. Τηρεὺς ὁ ἀνήρ· Πρόκνη Τηρέως γυνή. βαρβάροις δέ, ὡς ἔοικεν, οὐχ ἱκανὴ πρὸς Ἀφροδίτην μία γυνή, μάλισθ' ὅταν αὐτῷ καιρὸς διδῷ πρὸς ὕβριν τρυφᾶν.

[3] καιρὸς οὖν γίνεται τῷ Θρᾳκὶ τούτῳ χρήσασθαι τῇ φύσει Πρόκνης ἡ φιλοστοργία· πέμπει γὰρ ἐπὶ τὴν ἀδελφὴν τὸν ἄνδρα τὸν Τηρέα. ὁ δὲ ἀπῄει μὲν ἔτι Πρόκνης ἀνήρ, ἀναστρέφει δὲ Φιλομήλας ἐραστής, καὶ κατὰ τὴν ὁδὸν ἄλλην αὑτῷ ποιεῖται τὴν Φιλομήλαν Πρόκνην.

[4] τὴν γλῶτταν τῆς Φιλομήλας φοβεῖται, καὶ ἕδνα τῶν γάμων αὐτῇ δίδωσι μηκέτι λαλεῖν καὶ κείρει τῆς φωνῆς τὸ ἄνθος. ἀλλὰ πλέον ἤνυσεν οὐδέν· ἡ γὰρ Φιλομήλας τέχνη σιωπῶσαν εὕρηκε φωνήν.

[5] ὑφαίνει γὰρ πέπλον ἄγγελον καὶ τὸ δρᾶμα πλέκει ταῖς κρόκαις, καὶ μιμεῖται τὴν γλῶτταν ἡ χείρ, καὶ Πρόκνης τοῖς ὀφθαλμοῖς τὰ τῶν ὤτων μηνύει καὶ πρὸς αὐτὴν ἃ πέπονθε τῇ κερκίδι λαλεῖ.

[6] ἡ Πρόκνη τὴν βίαν ἀκούει παρὰ τοῦ πέπλου καὶ ἀμύνασθαι καθ' ὑπερβολὴν ζητεῖ τὸν ἄνδρα. ὀργαὶ δὲ δύο, καὶ δύο γυναῖκες εἰς ἓν πνέουσαι καὶ ὕβρει κεράσασαι τὴν ζηλοτυπίαν δεῖπνον ἐπινοοῦσι τῶν γάμων ἀτυχέστερον.

[7] τὸ δὲ δεῖπνον ἦν ὁ παῖς Τηρέως, οὗ μήτηρ μὲν ἦν πρὸ τῆς ὀργῆς ἡ Πρόκνη· τότε δὲ τῶν ὠδίνων ἐπελέληστο. οὕτως αἱ τῆς ζηλοτυπίας ὠδῖνες νικῶσι καὶ τὴν γαστέρα. μόνον γὰρ ἐρῶσαι γυναῖκες ἀνιᾶσαι τὸν τὴν εὐνὴν λελυπηκότα, κἂν πάσχωσιν ἐν οἷς ποιοῦσιν οὐχ ἧττον κακόν, τὴν τοῦ πάσχειν λογίζονται συμφορὰν τῇ τοῦ ποιεῖν ἡδονῇ.

[8] ἐδείπνησεν ὁ Τηρεὺς δεῖπνον Ἐρινύων· αἱ δὲ ἐν κανῷ τὰ λείψανα τοῦ παιδίου παρέφερον, γελῶσαι φόβῳ. ὁ Τηρεὺς ὁρᾷ τὰ λείψανα τοῦ παιδίου καὶ πενθεῖ τὴν τροφὴν καὶ ἐγνώρισεν ὢν τοῦ δείπνου πατήρ· γνωρίσας μαίνεται καὶ σπᾶται τὸ ξίφος καὶ ἐπὶ τὰς γυναῖκας τρέχει, ἃς δέχεται ὁ ἀήρ. καὶ ὁ Τηρεὺς αὐταῖς συναναβαίνει καὶ ὄρνις γίνεται. καὶ τηροῦσιν ἔτι τοῦ πάθους τὴν εἰκόνα· [9] φεύγει μὲν ἀηδών, διώκει δὲ ὁ Τηρεύς. οὕτως ἐφύλαξε τὸ μῖσος καὶ μέχρι τῶν πτερῶν."

[6]

[1]    Τότε μὲν οὖν οὕτως ἐξεφύγομεν τὴν ἐπιβουλήν· ἐκερδήσαμεν δὲ οὐδὲν ἢ μίαν ἡμέραν. τῇ γὰρ ὑστεραίᾳ παρῆν ἕωθεν ὁ Χαιρέας· καὶ ἡμεῖς αἰδεσθέντες ἀντιλέγειν οὐκ εἴχομεν. ἐπιβάντες οὖν σκάφους ἤλθομεν εἰς τὴν Φάρον. ὁ δὲ Μενέλαος ἔμεινεν αὐτοῦ, φήσας οὐχ ὑγιῶς ἔχειν.

[2] πρῶτον μὲν οὖν ἡμᾶς ὁ Χαιρέας ἐπὶ τὸν πύργον ἄγει καὶ δείκνυσι τὴν κατασκευὴν κάτωθεν θαυμασίαν τινὰ καὶ παράλογον.

[3] ὄρος ἦν ἐν μέσῃ τῇ θαλάσσῃ κείμενον, ψαῦον αὐτῶν τῶν νεφῶν. ὑπέρρει δὲ ὕδωρ κάτωθεν αὐτοῦ τοῦ ποιήματος· τὸ δὲ ἐπὶ θαλάσσης εἱστήκει κρεμάμενον. ἐς δὲ τὴν τοῦ ὄρους ἀκρόπολιν ὁ τῶν νεῶν κυβερνήτης ἀνέτελλεν ἄλλος ‹ἥλιος›. μετὰ δὲ ταῦτα ἡγεῖτο μὲν ἡμῖν ἐπὶ τὴν οἰκίαν· ἦν δὲ ἐπ' ἐσχάτης τῆς νήσου κειμένη ἐπ' αὐτῇ τῇ θαλάσσῃ.

[7]

[1]    Ἑσπέρας οὖν γενομένης ὑπεξέρχεται μὲν ὁ Χαιρέας, πρόφασιν ποιησάμενος τὴν γαστέρα. μετὰ μικρὸν δὲ βοή τις ἐξαίφνης περὶ τὰς θύρας ἦν· καὶ εὐθὺς εἰστρέχουσιν ἄνθρωποι μεγάλοι καὶ πολλοί, μαχαίρας ἐσπασμένοι, καὶ ἐπὶ τὴν κόρην πάντες ὥρμησαν.

[2] ἐγὼ δὲ ὡς εἶδον φερομένην μου τὴν φιλτάτην, οὐκ ἐνεγκὼν ἵεμαι διὰ τῶν ξιφῶν· καί με παίει τις κατὰ τοῦ μηροῦ μαχαίρᾳ, καὶ ὤκλασα. ἐγὼ μὲν ἤδη καταπεσὼν ἐρρεόμην αἵματι· οἱ δὲ ἐνθέμενοι τῷ σκάφει τὴν κόρην ἔφευγον.

[3] θορύβου δὲ καὶ βοῆς οἷα ἐπὶ λῃσταῖς γενομένης, ὁ στρατηγὸς τῆς νήσου παρῆν· ἦν δέ μοι γνώριμος ἐκ τοῦ στρατοπέδου γενόμενος. δείκνυμι δὴ τὸ τραῦμα καὶ δέομαι διῶξαι τοὺς λῃστάς. ὥρμει δὲ πολλὰ πλοῖα ἐν τῇ πόλει· τούτων ἑνὶ ἐπιβὰς ὁ στρατηγὸς ἐδίωκεν ἅμα τῇ παρούσῃ φρουρᾷ· κἀγὼ δὲ συνανέβην φοράδην κομισθείς.

[4] Ὡς δὲ εἶδον οἱ λῃσταὶ προσιοῦσαν ἤδη τὴν ναῦν εἰς ναυμαχίαν, ἱστᾶσιν ἐπὶ τοῦ καταστρώματος ὀπίσω τὼ χεῖρε δεδεμένην τὴν κόρην· καί τις αὐτῶν μεγάλῃ τῇ φωνῇ, "Ἰδοὺ τὸ ἆθλον ὑμῶν," εἰπών, ἀποτέμνει αὐτῆς τὴν κεφαλὴν καὶ τὸ λοιπὸν σῶμα ὠθεῖ κατὰ τῆς θαλάσσης.

[5] ἐγὼ δὲ ὡς εἶδον, ἀνέκραγον οἰμώξας καὶ ὥρμησα ἐμαυτὸν ἐπαφεῖναι· ὡς δ' οἱ παρόντες κατέσχον, ἐδεόμην ἐπισχεῖν τε τὴν ναῦν καί τινα ἁλέσθαι κατὰ τῆς θαλάσσης, εἴ πως κἂν πρὸς ταφὴν λάβοιμι τῆς κόρης τὸ σῶμα.

[6] καὶ ὁ στρατηγὸς πείθεται καὶ ἵστησι τὴν ναῦν, καὶ δύο τῶν ναυτῶν ἀκοντίζουσιν ἑαυτοὺς ἔξω τῆς νεὼς καὶ ἁρπάσαντες τὸ σῶμα ἀναφέρουσιν. ἐν τούτῳ δὲ οἱ λῃσταὶ μᾶλλον ἐρρωμενέστερον ἤλαυνον· ὡς δὲ ἦμεν πάλιν πλησίον, ὁρῶσιν οἱ λῃσταὶ ναῦν ἑτέραν, καὶ γνωρίσαντες ἐκάλουν πρὸς βοήθειαν· πορφυρεῖς δὲ ἦσαν πειρατικοί.

[7] ἰδὼν δὲ ὁ στρατηγὸς δύο ναῦς ἤδη γενομένας ἐφοβήθη καὶ πρύμναν ἐκρούετο· καὶ γὰρ οἱ πειραταὶ τοῦ φεύγειν ἀποτραπόμενοι προεκαλοῦντο εἰς μάχην.

[8] ἐπεὶ δὲ ἀνεστρέψαμεν εἰς γῆν, ἀποβὰς τοῦ σκάφους καὶ τῷ σώματι περιχυθεὶς ἔκλαον· "Νῦν μοι, Λευκίππη, τέθνηκας ἀληθῶς θάνατον διπλοῦν, γῇ καὶ θαλάττῃ διαιρούμενον· τὸ μὲν γὰρ λείψανον ἔχω σου τοῦ σώματος, ἀπολώλεκα δὲ σέ.

[9] οὐκ ἴση τῆς θαλάσσης πρὸς τὴν γῆν ἡ νομή· μικρόν μοί σου μέρος καταλέλειπται ἐν ὄψει τοῦ μείζονος· αὕτη δὲ ἐν ὀλίγῳ τὸ πᾶν σου κρατεῖ. ἀλλ' ἐπεί μοι τῶν ἐν τῷ προσώπῳ φιλημάτων ἐφθόνησεν ἡ Τύχη, φέρε σου καταφιλήσω τὴν σφαγήν."

[8]

[1]    Ταῦτα καταθρηνήσας καὶ θάψας τὸ σῶμα πάλιν εἰς τὴν Ἀλεξάνδρειαν ἔρχομαι, καὶ θεραπευθεὶς ἄκων τὸ τραῦμα, τοῦ Μενελάου με παρηγοροῦντος, διεκαρτέρησα ζῶν.

[2] καὶ ἤδη μοι γεγόνεσαν μῆνες ἕξ, καὶ τὸ πολὺ τοῦ πένθους ἤρχετο μαραίνεσθαι. χρόνος γὰρ λύπης φάρμακον καὶ πεπαίνει τῆς ψυχῆς τὰ ἕλκη. μεστὸς γὰρ ἥλιος ἡδονῆς· καὶ τὸ λυπῆσαν πρὸς ὀλίγον, κἂν ᾖ καθ' ὑπερβολήν, ἀναζεῖ μέν, ἐφ' ὅσον ἡ ψυχὴ καίεται, τῇ δὲ τῆς ἡμέρας ψυχαγωγίᾳ νικώμενον καταψύχεται. καί μού τις κατόπιν βαδίζοντος ἐν ἀγορᾷ τῆς χειρὸς ἄφνω λαβόμενος ἐπιστρέφει καὶ οὐδὲν εἰπὼν προσπτυξάμενός με πολλὰ κατεφίλει.

[3] ἐγὼ δὲ τὸ μὲν πρῶτον οὐκ ᾔδειν ὅστις ἦν, ἀλλ' εἱστήκειν ἐκπεπληγμένος καὶ δεχόμενος τὰς προσβολὰς τῶν ἀσπασμάτων, ὡς φιλημάτων σκοπός· ἐπεὶ δὲ μικρὸν διέσχε καὶ τὸ πρόσωπον εἶδον, Κλεινίας δὲ ἦν, ἀνακραγὼν ὑπὸ χαρᾶς ἀντιπεριβάλλω τε αὐτὸν καὶ τὰς αὐτὰς ἀπεδίδουν περιπλοκάς, καὶ μετὰ ταῦτα εἰς τὴν καταγωγὴν ἀνήλθομεν τὴν ἐμήν. καὶ ὁ μὲν τὰ αὑτοῦ μοι διηγεῖτο, ὅπως ἐκ τῆς ναυαγίας περιγένοιτο, ἐγὼ δὲ τὰ περὶ τῆς Λευκίππης ἅπαντα.

[9]

[1]    "Εὐθὺς μὲν γάρ," ἔφη, "ῥαγείσης τῆς νεὼς ἐπὶ τὸ κέρας ᾖξα, καὶ ἄκρου λαβόμενος μόλις, ἀνδρῶν ἤδη πεπληρωμένου, περιβαλὼν τὰς χεῖρας ἐπεχείρουν ἔχεσθαι παρακρεμάμενος. ὀλίγον δὲ ἡμῶν ἐμπελαγισάντων κῦμα μέγιστον ἆραν τὸ ξύλον προσρήγνυσιν ὄρθιον ὑφάλῳ πέτρᾳ κατὰ θάτερον, ᾧ ἐγὼ ἔτυχον κρεμάμενος.

[2] τὸ δὲ προσαραχθὲν βίᾳ πάλιν εἰς τοὐπίσω δίκην μηχανῆς ἀπεκρούετο καί με ὥσπερ ἀπὸ σφενδόνης ἐξερρίπισε. τοὐντεῦθεν δὲ ἐνηχόμην τὸ ἐπίλοιπον τῆς ἡμέρας, οὐκέτι ἔχων ἐλπίδα σωτηρίας.

[3] ἤδη δὲ καμὼν καὶ ἀφεὶς ἐμαυτὸν τῇ τύχῃ ναῦν ὁρῶ κατὰ πρόσωπον φερομένην, καὶ τὰς χεῖρας ἀνασχών, ὃν ἠδυνάμην τρόπον, ἱκετηρίαν ἐδεόμην τοῖς νεύμασιν. οἱ δέ, εἴτε ἐλεήσαντές με, εἴτε καὶ τὸ πνεῦμα αὐτοὺς κατήγαγεν, ἔρχονται κατ' ἐμέ, καί τις τῶν ναυτῶν πέμπει μοι κάλων ἅμα τῆς νεὼς παραθεούσης. κἀγὼ μὲν ἐλαβόμην, οἱ δὲ ἐφείλκυσάν με ἐξ αὐτῶν τῶν τοῦ θανάτου πυλῶν. ἔπλει δὲ τὸ πλοῖον εἰς Σιδῶνα· καί μέ τινες γνωρίσαντες ἐθεράπευσαν."

[10]

[1]    "Δύο δὲ πλεύσαντες ἡμέρας ἐπὶ τὴν πόλιν ἥκομεν, καὶ δέομαί τε τῶν ἐν τῷ πλοίῳ Σιδωνίων (Ξενοδάμας δὲ ὁ ἔμπορος ἦν καὶ Θεόφιλος ὁ τούτου πενθερός), μηδενὶ Τυρίων, εἰ περιτύχοιεν, κατειπεῖν ὡς ἐκ ναυαγίας περιγενοίμην, ὡς ἂν μὴ μάθοιεν συναποδεδημηκότα.

[2] ἤλπιζον γὰρ λήσειν, εἰ τὰ ἀπὸ τούτων ἐν ἡσυχίᾳ γένοιτο, πέντε μόνον ἡμερῶν μοι μεταξὺ γενομένων, αἷς οὐκ ἔτυχον ὀφθείς. τοῖς δὲ κατὰ τὴν οἰκίαν τὴν ἐμήν, ὡς οἶδας, προηγορεύκειν ‹λέγειν› τοῖς πυνθανομένοις, εἰς κώμην ἀποδεδημηκέναι μέχρι δέκα ὅλων ἡμερῶν.

[3] καὶ τοῦτόν γε τὸν λόγον εὗρον περὶ ἐμοῦ κατεσχηκότα. οὔπω δὲ οὐδὲ ὁ σὸς πατὴρ ἐκ τῆς Παλαιστίνης ἔτυχεν ἥκων, ἀλλὰ δύο ἄλλων ὕστερον ἡμερῶν, καὶ καταλαμβάνει πεμφθέντα παρὰ τοῦ τῆς Λευκίππης πατρὸς γράμματα, ἅπερ ἔτυχε μετὰ μίαν ἡμέραν τῆς ἡμετέρας ἀποδημίας κεκομισμένα, δι' ὧν ὁ Σώστρατος ἐγγυᾷ σοὶ τὴν θυγατέρα.

[4] ἐν ποικίλαις οὖν ἦν συμφοραῖς ἀναγνοὺς τὰ γράμματα καὶ τὴν ὑμετέραν ἀκούσας φυγήν, τὸ μὲν ὡς τὸ τῆς ἐπιστολῆς ἀπολέσας ἆθλον, τὸ δὲ ὅτι παρὰ μικρὸν οὕτως ἡ Τύχη τὰ πράγματα ἔθηκε· καὶ γὰρ οὐδὲν ἂν τούτων ἐγεγόνει, εἰ θᾶττον ἐκομίσθη τὰ γράμματα.

[5] καὶ τῶν μὲν πεπραγμένων οὐδὲν πρὸς τὸν ἀδελφὸν ἡγήσατό πω δεῖν γράφειν, ἀλλὰ καὶ τῆς μητρὸς τῆς κόρης ἐδεήθη τὸ παρὸν ἐπισχεῖν· [6] 'Τάχα γὰρ ἂν αὐτοὺς ἐξευρήσομεν· καὶ οὐ δεῖ τὸ συμβὰν ἀτύχημα μανθάνειν Σώστρατον. ἀσμένως δέ, ὅπου ποτ' ἂν ὄντες μάθωσι τὴν ἐγγύην, καὶ ἀφίξονται, εἴγε αὐτοῖς ἐξέσται φανερῶς ἔχειν ὑπὲρ οὗ πεφεύγασιν.'

[7] ἐπολυπραγμόνει δὲ παντὶ σθένει, ποῖ κεχωρήκατε· καὶ ὡς ὀλίγον πρὸ τούτων τῶν ἡμερῶν ἔρχεται Διόφαντος ὁ Τύριος ἐξ Αἰγύπτου πεπλευκὼς καὶ λέγει πρὸς αὐτὸν ὅτι σε ἐνθάδε ἐθεάσατο· κἀγὼ μαθών, ὡς εἶχον εὐθὺς ἐπιβὰς νεώς, ὀγδόην ταύτην ἡμέραν πᾶσάν σε περιῆλθον ζητῶν τὴν πόλιν. πρὸς ταῦτα οὖν σοι βουλευτέον ἐστίν, ὡς τάχα καὶ τοῦ πατρὸς ἥξοντος ἐνταῦθα τοῦ σοῦ."

[11]

[1]    Ταῦτα ἀκούσας ἀνῴμωξα ἐπὶ τῇ τῆς Τύχης παιδιᾷ, "Ὦ δαῖμον," λέγων, "νῦν μὲν Σώστρατός μοι Λευκίππην ἐκδίδωσι καί μοι γάμος ἐκ μέσου πολέμου πέμπεται, μετρήσας ἀκριβῶς τὰς ἡμέρας, ἵνα μὴ φθάσῃ τὴν φυγήν.

[2] ὢ τῶν ἐξώρων εὐτυχημάτων· ὢ μακάριος ἐγὼ παρὰ μίαν ἡμέραν· μετὰ θάνατον γάμοι, μετὰ θρῆνον ὑμέναιοι. τίνα μοι δίδωσι νύμφην ἡ Τύχη, ἣν οὐδὲ ὁλόκληρόν μοι δέδωκε νεκράν;"

[3] "Οὐ θρήνων νῦν καιρός," ὁ Κλεινίας εἶπεν, "ἀλλὰ σκεψώμεθα πότερον εἰς τὴν πατρίδα σοι νῦν ἀνακομιστέον ἢ τὸν πατέρα ἐνταῦθα ἀναμενητέον." "Οὐδέτερον," εἶπον· "ποίῳ γὰρ ἴδοιμι προσώπῳ τὸν πατέρα, μάλιστα μὲν οὕτως αἰσχρῶς φυγών, εἶτα καὶ τὴν παρακαταθήκην αὐτοῦ τἀδελφοῦ διαφθείρας; φεύγειν οὖν ἐντεῦθεν ὑπολείπεται πρὶν ἥκειν αὐτόν."

[4] ἐν τούτῳ δὴ ὁ Μενέλαος ὑπεισέρχεται καὶ ὁ Σάτυρος μετ' αὐτοῦ, καὶ τόν τε Κλεινίαν περιπτύσσονται καὶ μανθάνουσι παρ' ἡμῶν τὰ πεπραγμένα. καὶ ὁ Σάτυρος, "Ἀλλ' ἔστι σοι," ἔφη, "καὶ τὰ παρόντα θέσθαι καλῶς καὶ ἐλεῆσαι ψυχὴν ἐπὶ σοὶ φλεγομένην. ἀκουσάτω δὴ καὶ ὁ Κλεινίας.

[5] ἡ Ἀφροδίτη μέγα τούτῳ παρέσχεν ἀγαθόν, ὁ δὲ οὐκ ἐθέλει λαβεῖν. γυναῖκα γὰρ ἐξέμηνεν ἐπ' αὐτῷ πάνυ καλήν, ὥστε ἂν ἰδὼν αὐτὴν εἴποις ἄγαλμα, Ἐφεσίαν τὸ γένος, ὄνομα Μελίτην· πλοῦτος πολὺς καὶ ἡλικία νέα.

[6] τέθνηκε δὲ αὐτῆς προσφάτως ὁ ἀνὴρ κατὰ θάλασσαν· βούλεται δὲ τοῦτον ἔχειν δεσπότην, οὐ γὰρ ἄνδρα ἐρῶ, καὶ δίδωσιν ἑαυτὴν καὶ πᾶσαν ἑαυτῆς τὴν οὐσίαν. δι' αὐτὸν γὰρ τέσσαρας μῆνας ἐνθάδε διέτριψεν, ἀκολουθῆσαι δεομένη. ὁ δὲ οὐκ οἶδα τί παθὼν ὑπερηφανεῖ, νομίζων αὐτῷ Λευκίππην ἀναβιώσεσθαι."

[12]

[1]    Καὶ ὁ Κλεινίας, "Οὐκ ἀπὸ τρόπου δοκεῖ μοι," φησίν, "ὁ Σάτυρος λέγειν. κάλλος γὰρ καὶ πλοῦτος καὶ ἔρως εἰ συνῆλθον ἐπὶ σέ, οὐχ ἕδρας ‹ἔργον› οὐδ' ἀναβολῆς· τὸ μὲν γὰρ κάλλος ἡδονήν, ὁ δὲ πλοῦτος τρυφήν, ὁ δὲ ἔρως αἰδῶ προξενεῖ. μισεῖ δὲ ὁ θεὸς τοὺς ἀλαζόνας.

[2] φέρε πείσθητι τῷ Σατύρῳ καὶ χάρισαι τῷ θεῷ." κἀγὼ στενάξας, "Ἄγε με," εἶπον, "ὅποι θέλεις, εἰ καὶ Κλεινίᾳ τοῦτο δοκεῖ· μόνον ὅπως τὸ γύναιόν μοι μὴ παρέχῃ πράγματα, ἐπείγουσα πρὸς τὸ ἔργον, ἔστ' ἂν εἰς Ἔφεσον ἀφικώμεθα.

[3] φθάνω γὰρ ἐπομοσάμενος ἐνταῦθα μὴ συνελθεῖν, ἔνθα Λευκίππην ἀπολώλεκα." ταῦτα ἀκούσας ὁ Σάτυρος προστρέχει πρὸς τὴν Μελίτην εὐαγγέλια φέρων. καὶ μικρὸν αὖθις διαλιπὼν ἐπανέρχεται, λέγων ἀκούσασαν τὴν γυναῖκα ὑφ' ἡδονῆς παρὰ μικρὸν τὴν ψυχὴν ἀφεῖναι, δεῖσθαι δὲ ἥκειν ὡς αὐτὴν δειπνήσοντα τὴν ἡμέραν γάμων προοίμιον. ἐπείσθην καὶ ᾠχόμην.

[13]

[1]    Ἡ δὲ ὡς εἶδέ με, ἀναθοροῦσα περιβάλλει καὶ πᾶν μου τὸ πρόσωπον ἐμπίπλησι φιλημάτων. ἦν δὲ τῷ ὄντι καλή, καὶ γάλακτι μὲν ἂν εἶπες τὸ πρόσωπον αὐτῆς κεχρῖσθαι, ῥόδον δὲ ἐμπεφυτεῦσθαι ταῖς παρειαῖς.

[2] ἐμάρμαιρεν αὐτῆς τὸ βλέμμα μαρμαρυγὴν Ἀφροδίσιον· κόμη πολλὴ καὶ βαθεῖα καὶ κατάχρυσος τῇ χροιᾷ, ὥστε ἔδοξα οὐκ ἀηδῶς ἰδεῖν τὴν γυναῖκα.

[3] τὸ μὲν οὖν δεῖπνον ἦν πολυτελές· ἡ δὲ ἐφαπτομένη τῶν παρακειμένων, ὡς δοκεῖν ἐσθίειν, οὐκ ἠδύνατο τυχεῖν ὁλοκλήρου τροφῆς, πάντα δὲ ἔβλεπέ με. οὐδὲν γὰρ ἡδὺ τοῖς ἐρῶσι πλὴν τὸ ἐρώμενον· τὴν γὰρ ψυχὴν πᾶσαν ὁ ἔρως καταλαβὼν οὐδὲ αὐτῇ χώραν δίδωσι τῇ τροφῇ.

[4] ἡ δὲ τῆς θέας ἡδονὴ διὰ τῶν ὀμμάτων εἰσρέουσα τοῖς στέρνοις ἐγκάθηται· ἕλκουσα δὲ τοῦ ἐρωμένου τὸ εἴδωλον ἀεί, ἐναπομάττεται τῷ τῆς ψυχῆς κατόπτρῳ καὶ ἀναπλάττει τὴν μορφήν· ἡ δὲ τοῦ κάλλους ἀπορροὴ δι' ἀφανῶν ἀκτίνων ἐπὶ τὴν ἐρωτικὴν ἑλκομένη καρδίαν ἐναποσφραγίζει κάτω τὴν σκιάν.

[5] λέγω δὴ πρὸς αὐτὴν συνείς· "Ἀλλὰ σύ γε οὐδενὸς μετέχεις τῶν σαυτῆς, ἀλλ' ἔοικας τοῖς ἐν γραφαῖς ἐσθίουσιν." ἡ δέ, "Ποῖον γὰρ ὄψον," ἔφη, "μοι πολυτελὲς ἢ ποῖος οἶνος τιμιώτερος τῆς σῆς ὄψεως;" καὶ ἅμα λέγουσα κατεφίλησέ με, προσιέμενον οὐκ ἀηδῶς τὰ φιλήματα· εἶτα διασχοῦσα εἶπεν· "Αὕτη μοι τροφή."

[14]

[1]    Τότε μὲν οὖν ἐν τούτοις ἦμεν· ἑσπέρας δὲ γενομένης ἡ μὲν ἐπεχείρει με κρατεῖν ἐκεῖ κοιμηθησόμενον, ἐγὼ δὲ παρῃτούμην, εἰπὼν ἃ καὶ πρὸς τὸν Σάτυρον ἔτυχον προαγορεύσας. μόλις οὖν ἀφίησιν ἀνιωμένη· [2] τῇ δὲ ὑστεραίᾳ συνέκειτο ἡμῖν εἰς τὸ τῆς Ἴσιδος ἱερὸν ἀπαντῆσαι διαλεξομένοις τε ἀλλήλοις καὶ πιστωσομένοις ἐπὶ μάρτυρι τῇ θεῷ. συμπαρῆσαν δὲ ἡμῖν ὅ τε Μενέλαος καὶ ὁ Κλεινίας· καὶ ὠμνύομεν, ἐγὼ μὲν ἀγαπήσειν ἀδόλως, ἡ δὲ ἄνδρα ποιήσασθαι καὶ πάντων ἀποφῆναι δεσπότην.

[3] "Ἄρξει δέ," εἶπον ἐγώ, "τῶν συνθηκῶν ἡ εἰς Ἔφεσον ἡμῶν ἄφιξις· ἐνταῦθα γάρ, ὡς ἔφην, Λευκίππῃ παραχωρήσεις." δεῖπνον οὖν ἡμῖν ηὐτρεπίζετο πολυτελές· καὶ ὄνομα μὲν ἦν τῷ δείπνῳ γάμοι, τὸ δὲ ἔργον συνέκειτο ταμιεύεσθαι.

[4] καί τι μέμνημαι καὶ γελοῖον παρὰ τὴν ἑστίασιν τῆς Μελίτης· ὡς γὰρ ἐπευφήμουν τοῖς γάμοις οἱ παρόντες, νεύσασα πρός με ἡσυχῇ, "Καινόν," εἶπεν, "ἐγὼ μόνη πέπονθα καὶ οἷον ἐπὶ τοῖς ἀφανέσι ποιοῦσι νεκροῖς· κενοτάφιον μὲν γὰρ εἶδον, κενογάμιον δὲ οὔ." ταῦτα μὲν οὖν ἔπαιζε σπουδῇ.

[15]

[1]    Τῇ δὲ ἐπιούσῃ στελλόμεθα πρὸς ἀποδημίαν· κατὰ τύχην δὲ καὶ τὸ πνεῦμα ἐκάλει ἡμᾶς. καὶ ὁ Μενέλαος μέχρι τοῦ λιμένος ἐλθὼν καὶ ἀσπασάμενος, εὐτυχεστέρας εἰπὼν νῦν ἡμᾶς τυχεῖν θαλάσσης, ἀπετράπετο αὖθις, νεανίσκος πάνυ χρηστὸς καὶ θεῶν ἄξιος, καὶ ἅμα δακρύων ἐμπεπλησμένος· καὶ ἡμῖν δὲ πᾶσι κατεφέρετο δάκρυα.

[2] τῷ δὲ Κλεινίᾳ ἐδόκει μή με καταλιπεῖν, ἀλλὰ μέχρις Ἐφέσου συμπλεύσαντα καί τινα ἐνδιατρίψαντα τῇ πόλει χρόνον ἐπανελθεῖν, εἰ τἀμὰ ἐν καλῷ κείμενα καταμάθοι.

[3] γίνεται δὴ κατ' οὐρὰν ἡμῶν ὁ ἄνεμος· ἑσπέρα τε ἦν, καὶ δειπνήσαντες ἐκείμεθα κοιμησόμενοι. ἰδία δὲ ἐμοί τε καὶ τῇ Μελίτῃ καλύβη τις ἦν ἐπὶ τοῦ σκάφους περιπεφραγμένη.

[4] περιβαλοῦσα οὖν με κατεφίλει καὶ ἀπῄτει τὸν γάμον, "Νῦν μέν," λέγουσα, "Λευκίππης τοὺς ὅρους ἐξήλθομεν καὶ τῶν συνθηκῶν τοὺς ὅρους ἀπειλήφαμεν· ἐντεῦθεν ἡ προθεσμία. τί με δεῖ νῦν εἰς Ἔφεσον περιμένειν; ἄδηλοι τῆς θαλάσσης αἱ τύχαι· ἄπιστοι τῶν ἀνέμων αἱ μεταβολαί.

[5] πίστευσόν μοι, Κλειτοφῶν, καίομαι· ὄφελον ἠδυνάμην δεῖξαι τὸ πῦρ· ὄφελον εἶχον τὴν αὐτὴν φύσιν τῷ κοινῷ τοῦ ἔρωτος πυρί, ἵνα σοι περιχυθεῖσα κατέφλεξα· νῦν δὲ πρὸς τοῖς ἄλλοις τοῦτο μόνον τὸ πῦρ ἰδίαν ὕλην ἔχει καὶ ἐν ταῖς περὶ τοὺς ἐραστὰς συμπλοκαῖς ἀνακαιόμενον λάβρον τῶν συμπλεκομένων φείδεται.

[6] ὢ πυρὸς μυστικοῦ, πυρὸς ἐν ἀπορρήτῳ δᾳδουχουμένου, πυρὸς τοὺς ὅρους αὐτοῦ φυγεῖν μὴ θέλοντος. μυηθῶμεν οὖν, ὦ φίλτατε, τὰ τῆς Ἀφροδίτης μυστήρια."

[16]

[1]    Κἀγὼ εἶπον· "Μή με βιάσῃ λῦσαι θεσμὸν ὁσίας νεκρῶν. οὔπω τῆς ἀθλίας ἐκείνης τοὺς ὅρους παρήλθομεν, ἕως ἂν γῆς ἐπιβῶμεν ἑτέρας. οὐκ ἤκουσας ὡς ἐν θαλάσσῃ τέθνηκεν; ἔτι πλέω Λευκίππης τὸν τάφον. τάχα που περὶ τὴν ναῦν αὐτῆς εἰλεῖται τὸ εἴδωλον.

[2] λέγουσι δὲ τὰς ἐν ὕδατι ψυχὰς ἀνῃρημένας μηδὲ εἰς Ἅιδου καταβαίνειν ὅλως, ἀλλ' αὐτοῦ περὶ τὸ ὕδωρ ἔχειν τὴν πλάνην, καὶ ἐπιστήσεται τάχα ἡμῖν συμπλεκομένοις. ἐπιτήδειον δέ σοι δοκεῖ καὶ τὸ χωρίον εἶναι πρὸς γάμον; γάμος ἐπὶ κύματος, γάμος ὑπὸ θαλάσσης φερόμενος; θάλαμον ἡμῖν θέλεις γενέσθαι μὴ μένοντα;"

[3] "Σὺ μέν," ἔφη, "σοφίζῃ, φίλτατε· πᾶς δὲ τόπος τοῖς ἐρῶσι θάλαμος· οὐδὲν γὰρ ἄβατον τῷ θεῷ. ἐν θαλάσσῃ δὲ μὴ καὶ οἰκειότερόν ἐστιν Ἔρωτι καὶ Ἀφροδισίοις μυστηρίοις; θυγάτηρ Ἀφροδίτη θαλάσσης.

[4] χαρισώμεθα τῇ γαμηλίῳ θεῷ, τιμήσωμεν αὐτῆς γάμῳ τὴν μητέρα. ἐμοὶ μὲν γὰρ δοκεῖ τὰ παρόντα γάμων εἶναι σύμβολα· ζυγὸς μὲν οὗτος ὑπὲρ κεφαλῆς κρεμάμενος, δεσμοὶ δὲ περὶ τὴν κεραίαν τεταμένοι. καλά γε, ὦ δέσποτα, τὰ μαντεύματα· ὑπὸ ζυγὸν ὁ θάλαμος, καὶ κάλω δεδεμένοι. ἀλλὰ καὶ πηδάλιον τοῦ θαλάμου πλησίον·

[5] ἰδοὺ τοὺς γάμους ἡμῶν ἡ Τύχη κυβερνᾷ. νυμφοστολήσουσι δὲ ἡμᾶς Ποσειδῶν καὶ Νηρεΐδων χορός· ἐνταῦθα γὰρ καὶ αὐτὸς Ἀμφιτρίτην γαμεῖ. λιγυρὸν δὲ συρίζει περὶ τοὺς κάλως καὶ τὸ πνεῦμα· ἐμοὶ μὲν ὑμέναιον ᾄδειν δοκεῖ τὰ τῶν ἀνέμων αὐλήματα.

[6] ὁρᾷς δὲ καὶ τὴν ὀθόνην κεκυρτωμένην ὥσπερ ἐγκύμονα γαστέρα· δεξιόν μοι καὶ τοῦτο τῶν οἰωνισμάτων· ἔσῃ μοι ταχὺ καὶ πατήρ."

[7] ἰδὼν οὖν αὐτὴν σφόδρα ἐγκειμένην, "Φιλοσοφήσωμεν," εἶπον, "ὦ γύναι, μέχρι λαβώμεθα γῆς· ὄμνυμι γάρ σοι τὴν θάλασσαν αὐτὴν καὶ τὴν τοῦ πλοῦ τύχην, ὡς ἐσπούδακα καὶ αὐτός. ἀλλ' εἰσὶ καὶ θαλάσσης νόμοι.

[8] πολλάκις ἤκουσα παρὰ τῶν ναυτικωτέρων καθαρὰ δεῖν Ἀφροδισίων εἶναι τὰ σκάφη, τάχα μὲν ὡς ἱερά, τάχα δὲ ἵνα μή τις ἐπὶ τηλικούτῳ κινδύνῳ τρυφᾷ. μὴ ἐνυβρίσωμεν, ὦ φιλτάτη, τῇ θαλάσσῃ· μὴ συμμείξωμεν γάμον ὁμοῦ καὶ φόβον. τηρήσωμεν ἑαυτοῖς καθαρὰν τὴν ἡδονήν." ταῦτα λέγων καὶ μειλισσόμενος τοῖς φιλήμασιν ἔπειθον, καὶ τὸ λοιπὸν οὕτως ἐκαθεύδομεν.

[17]

[1]    Πέντε δὲ τῶν ἑξῆς ἡμερῶν διανύσαντες τὸν πλοῦν ἥκομεν εἰς τὴν Ἔφεσον. οἰκία μεγάλη καὶ πρώτη τῶν ἐκεῖ· θεραπεία πολλὴ καὶ ἡ ἄλλη παρασκευὴ πολυτελής.

[2] κελεύει δὴ δεῖπνον ὡς ὅτι ἐκπρεπέστατον ἑτοιμάζειν. "Ἡμεῖς δὲ τέως," ἔφη, "χωρήσωμεν εἰς τοὺς ἀγρούς." ἀπεῖχον δὲ τῆς πόλεως σταδίους τέσσαρας. ἐπικαθίσαντες οὖν ὀχήματι ἐξήλθομεν.

[3] καὶ ἐπεὶ τάχιστα παρεγενόμεθα, διεβαδίζομεν τοὺς ὀρχάτους τῶν φυτῶν, καὶ ἐξαίφνης προσπίπτει τοῖς γόνασιν ἡμῶν γυνή, χοίνιξι παχείαις δεδεμένη, δίκελλαν κρατοῦσα, τὴν κεφαλὴν κεκαρμένη, ἐρρυπωμένη τὸ σῶμα, χιτῶνα ἀνεζωσμένη ἄθλιον πάνυ, καί, "Ἐλέησόν με," ἔφη, "δέσποινα, γυνὴ γυναῖκα, ἐλευθέραν μέν, ὡς ἔφυν, δούλην δὲ νῦν, ὡς δοκεῖ τῇ Τύχῃ·" καὶ ἅμα ἐσιώπησε.

[4] λέγει οὖν ἡ Μελίτη· "Ἀνάστηθι, ὦ γύναι· λέγε, τίς εἶ, καὶ πόθεν, καὶ τίς σοι τοῦτον περιέθηκε τὸν σίδηρον· κέκραγε γάρ σου καὶ ἐν κακοῖς ἡ μορφὴ τὴν εὐγένειαν." "Ὁ σός," εἶπεν, "οἰκέτης, ὅτι αὐτῷ μὴ πρὸς εὐνὴν ἐδούλευον.

[5] ὄνομα Λάκαινα, Θετταλὴ τὸ γένος· καί σοι προσφέρω μου ταύτην τὴν τύχην ἱκετηρίαν. ἀπόλυσόν με τῆς καθεστώσης συμφορᾶς· πάρασχε δέ μοι τὴν ἀσφάλειαν, ἔστ' ἂν ἀποτίσω τὰς δισχιλίας· τοσούτου γάρ με ὁ Σωσθένης ἀπὸ τῶν λῃστῶν ἐωνήσατο.

[6] ποριοῦμεν δέ, εὖ ἴσθι, τὴν ταχίστην· εἰ δὲ μή, σοὶ δουλεύσομεν. ὁρᾷς δὲ καὶ πληγαῖς ὡς κατέξανέ με πολλαῖς." καὶ ἅμα διανοίξασα τὸν χιτῶνα δείκνυσι τὰ νῶτα διαγεγραμμένα ἔτι οἰκτρότερον.

[7] ὡς οὖν ταῦτα ἠκούσαμεν, ἐγὼ μὲν συνεχύθην· καὶ γάρ τι ἐδόκει Λευκίππης ἔχειν· ἡ δὲ Μελίτη ἔφη· "Θάρρει, γύναι· τούτων γάρ σε λύσομεν εἴς τε τὴν οἰκείαν προῖκα ἀποπέμψομεν. τὸν Σωσθένην καλεσάτω τις ἡμῖν."

[8] ἡ μὲν οὖν εὐθὺς τῶν δεσμῶν ἠλευθεροῦτο, ὁ δὲ παρῆν τεταραγμένος. λέγει οὖν ἡ Μελίτη· "Ὦ κακὴ κεφαλή, τίνα ποτὲ κἂν τῶν ἀχρειοτάτων οἰκετῶν τεθέασαι παρ' ἡμῖν οὕτως ᾐκισμένον; τίς αὕτη; λέγε μηδὲν ψευσάμενος."

[9] "Οὐκ οἶδα," εἶπεν, "ὦ δέσποινα, πλὴν ἔμπορός τις, ὄνομα Καλλισθένης, ταύτην μοι πέπρακε, φάσκων ἐωνῆσθαι μὲν αὐτὴν ἀπὸ λῃστῶν, εἶναι δὲ ἐλευθέραν. ὄνομα δὲ αὐτὴν ὁ ἔμπορος ἐκάλει Λάκαιναν."

[10] ἡ δὲ τὸν μὲν τῆς διοικήσεως, ἧς εἶχεν, ἀπέπαυσεν, αὐτὴν δὲ παραδίδωσι θεραπαίναις, κελεύσασα λοῦσαι καὶ ἐσθῆτα ἀμφιάσαι καθαρὰν καὶ εἰς ἄστυ ἀγαγεῖν. διοικήσασα δέ τινα τῶν κατὰ τοὺς ἀγρούς, ὧν ἕνεκεν παρῆν, ἐπιβᾶσα τοῦ ὀχήματος ἅμα ἐμοί, ἐπανῄειμεν εἰς τὴν πόλιν καὶ περὶ τὸ δεῖπνον ἦμεν.

[18]

[1]    Ἑστιωμένῳ δέ μοι μεταξὺ σημαίνει νεύσας ὁ Σάτυρος προανίστασθαι, καὶ ἦν τὸ πρόσωπον ἐσπουδακώς. σκηψάμενος οὖν ἐπί τινι τῶν κατὰ τὴν γαστέρα ἐπείγειν, διανίσταμαι. καὶ ἐπεὶ προῆλθον, λέγει μὲν οὐδέν, ἐπιστολὴν δὲ ὀρέγει.

[2] λαβὼν δέ, πρὶν ἀναγνῶναί με, κατεπλάγην εὐθύς· ἐγνώρισα γὰρ Λευκίππης τὰ γράμματα. ἐγέγραπτο δὲ τάδε·
   "Λευκίππη Κλειτοφῶντι τῷ δεσπότῃ μου.

[3]    Τοῦτο γάρ σε δεῖ καλεῖν, ἐπεὶ καὶ τῆς δεσποίνης ἀνὴρ εἶ τῆς ἐμῆς. ὅσα μὲν διὰ σὲ πέπονθα, οἶδας· ἀνάγκη δὲ νῦν ὑπομνῆσαί σε.

[4] διὰ σὲ τὴν μητέρα κατέλιπον καὶ πλάνην εἱλόμην· διὰ σὲ πέπονθα ναυαγίαν καὶ λῃστῶν ἠνεσχόμην· διὰ σὲ ἱερεῖον γέγονα καὶ καθαρμὸς καὶ τέθνηκα ἤδη δεύτερον· διὰ σὲ πέπραμαι καὶ ἐδέθην σιδήρῳ καὶ δίκελλαν ἐβάστασα καὶ ἔσκαψα γῆν καὶ ἐμαστιγώθην, ἵνα σὺ ὃ γέγονας ἄλλῃ γυναικί, καὶ ἐγώ τῳ ἑτέρῳ ἀνδρὶ γένωμαι; μὴ γένοιτο.

[5] ἀλλ' ἐγὼ μὲν ἐπὶ τοσαύταις ἀνάγκαις διεκαρτέρησα, σὺ δὲ ἄπρατος, ἀμαστίγωτος γαμεῖς. εἴ τις οὖν τῶν πεπονημένων διὰ σὲ κεῖται χάρις, δεήθητί σου τῆς γυναικὸς ἀποπέμψαι, ὡς ἐπηγγείλατο· τὰς δὲ δισχιλίας, ἃς ὁ Σωσθένης ὑπὲρ ἐμοῦ κατεβάλετο, πίστευσον ἡμῖν καὶ ἐγγύησαι πρὸς τὴν Μελίτην ὅτι πέμψομεν· ἐγγὺς γὰρ τὸ Βυζάντιον.

[6] ἐὰν δὲ ἀποτίσῃς, νόμιζε μισθόν μοι δεδωκέναι τῶν ὑπὲρ σοῦ πόνων. ἔρρωσο, καὶ ὄναιο τῶν καινῶν γάμων. ἐγὼ δὲ ἔτι σοι ταῦτα γράφω παρθένος."

[19]

[1]    Τούτοις ἐντυχὼν πάντα ἐγινόμην ὁμοῦ· ἀνεφλεγόμην, ὠχρίων, ἐθαύμαζον, ἠπίστουν, ἔχαιρον, ἠχθόμην.

[2] λέγω οὖν πρὸς τὸν Σάτυρον· "Πότερον ἐξ Ἅιδου ἥκεις φέρων τὴν ἐπιστολήν, ἢ τί ταῦτα θέλει; Λευκίππη πάλιν ἀνεβίω;" "Μάλιστα," ἔφη, "καὶ ἔστιν ἣν εἶδες ἐν τοῖς ἀγροῖς. καὶ τότε μὲν οὖν οὐδ' ἂν ἄλλος αὐτὴν ἰδὼν γνωρίσειεν, ἔφηβον οὕτω γενομένην· τοῦτο γὰρ ἡ τῶν τριχῶν αὐτῆς κουρὰ μόνον ἐνήλλαξεν."

[3] "Εἶτα ἕστηκας," ἔφην, "ἐπὶ τηλικούτοις ἀγαθοῖς καὶ μέχρι τῶν ὤτων μόνον εὐφραίνεις, ἀλλ' οὐ δεικνύεις καὶ τοῖς ὄμμασι τἀγαθά;" "Μὴ σύ γε," εἶπεν ὁ Σάτυρος· "ἀλλ' ἐνεὸς κάτασχε, μὴ πάντας ἀπολέσῃς, ἕως περὶ τούτων ἀσφαλέστερον βουλευσώμεθα.

[4] γυναῖκα ὁρᾷς πρώτην Ἐφεσίων μαινομένην ἐπὶ σοί, ἡμᾶς δὲ ἐρήμους ἐν μέσαις ἄρκυσιν." "Ἀλλ' οὐ δύναμαι," ἔφην· "ἐπέρχεται γὰρ διὰ πασῶν τῶν τοῦ σώματος ὁδῶν ἡ χαρά.

[5] ἀλλ' ἰδού μοι διὰ τῶν γραμμάτων ἐγκαλεῖ." καὶ ἅμα αὖθις ἐντυγχάνων τοῖς γράμμασιν, ὡς ἐκείνην δι' αὐτῶν βλέπων, καὶ ἀναγινώσκων καθ' ἓν ἔλεγον· "Δίκαια ἐγκαλεῖς, φιλτάτη. πάντα δι' ἐμὲ ἔπαθες· πολλῶν σοι γέγονα κακῶν αἴτιος."

[6] ὡς δὲ εἰς τὰς μάστιγας καὶ εἰς τὰς βασάνους ἐγενόμην, ἃς ὁ Σωσθένης αὐτῇ παρετρίψατο, ἔκλαον ὥσπερ αὐτὰς τὰς βασάνους βλέπων αὐτῆς· ὁ γὰρ λογισμός, πέμπων τῆς ψυχῆς τὰ ὄμματα πρὸς τὴν ἀπαγγελίαν τῶν γραμμάτων, ἐδείκνυ τὰ ὁρώμενα ὡς δρώμενα. πάνυ δὲ ἠρυθρίων ἐφ' οἷς μοι τὸν γάμον ὠνείδιζεν, ὥσπερ ἐπ' αὐτοφώρῳ μοιχὸς κατειλημμένος. οὕτως ᾐσχυνόμην καὶ τὰ γράμματα.

[20]

[1]    "Οἴμοι, πῶς ἀπολογήσομαι, Σάτυρε;" ἔφην· "ἑαλώκαμεν. Λευκίππη κατέγνωκεν ἡμῶν· τάχα δὲ καὶ μεμισήμεθα. ἀλλὰ πῶς ἐσώθη, φράσον σύ· καὶ τίνος σῶμα ἐθάψαμεν;" "Αὐτή σοι κατὰ καιρὸν φράσει· τὸ δὲ νῦν," ὁ Σάτυρος ἔφη, "ἀντιγράψαι σε δεῖ καὶ ἱλάσασθαι τὴν κόρην.

[2] κἀγὼ γὰρ αὐτῇ διωμοσάμην, ὡς ἄκων αὐτὴν ἔγημας." "Εἶπας γάρ," ἔφην, "ὅτι καὶ ἔγημα; ἀπολώλεκάς με." "Τῆς εὐηθείας· ὅλη γὰρ ἡ πόλις οὐκ οἶδε τὸν γάμον;" "Ἀλλ' οὐκ ἔγημα, μὰ τὸν Ἡρακλέα, Σάτυρε, καὶ τὴν παροῦσαν τύχην."

[3] "Παίζεις, ὠγαθέ· συγκαθεύδεις." "Οἶδα μὲν ἄπιστα λέγων, ἀλλ' οὔπω πέπρακται· καθαρὸς εἰς ταύτην τὴν ἡμέραν Μελίτης Κλειτοφῶν.

[4] ἀλλὰ τί γράφω, λέγε· σφόδρα γάρ με ἐξέπληξε τὸ συμβάν, ὥστε ἀπόρως ἔχω." "Οὔκ εἰμί σου σοφώτερος," ὁ Σάτυρος εἶπεν· "ἀλλὰ καὶ αὐτός σοι ὁ Ἔρως ὑπαγορεύσει. μόνον διὰ ταχέων." ἄρχομαι δὴ γράφειν·

[5]    "Χαῖρέ μοι, ὦ δέσποινα Λευκίππη. δυστυχῶ μὲν ἐν οἷς εὐτυχῶ, ὅτι σὲ παρὼν παροῦσαν ὡς ἀποδημοῦσαν ὁρῶ διὰ γραμμάτων. εἰ μὲν οὖν τὴν ἀλήθειαν περιμένεις, μηδὲν προκαταγινώσκουσά μου, μαθήσῃ τὴν σήν με παρθενίαν μεμιμημένον, εἴ τις ἔστι καὶ ἐν ἀνδράσι παρθενία· εἰ δέ με χωρὶς ἀπολογίας ἤδη μεμίσηκας, ὄμνυμί σοι τοὺς σώσαντάς σε θεούς, ὡς ἐν βραχεῖ σοι τὸ ἔργον ἀπολογήσομαι. ἔρρωσό μοι, φιλτάτη, καὶ ἵλεως γένοιο."

[21]

[1]    Δίδωμι δὴ τῷ Σατύρῳ τὴν ἐπιστολὴν καὶ δέομαι τὰ εἰκότα εἰπεῖν πρὸς αὐτὴν περὶ ἐμοῦ. ἐγὼ δὲ αὖθις ἐπὶ τὸ συμπόσιον ἀπῄειν, ἡδονῆς ἅμα καὶ λύπης γεγεμισμένος. ᾔδειν γὰρ τὴν Μελίτην οὐκ ἀνήσουσάν με τῆς νυκτὸς τὸ μὴ οὐ γενέσθαι τοὺς γάμους ἡμῖν· ἐμοὶ δὲ ἀδύνατον ἦν Λευκίππην ἀπολαβόντι γυναῖκα ἑτέραν κἂν ἰδεῖν.

[2] τὸ μὲν οὖν πρόσωπον ἐβιαζόμην μηδὲν ἀλλοῖον παρέχειν ἢ πρὶν ἦν· οὐ πάντῃ δὲ κρατεῖν ἠδυνάμην. ὡς δὲ ἐνικώμην, σκήπτομαι φρίκην μοι ὑποδραμεῖν. ἡ δὲ συνῆκε μὲν ὅτι κατὰ τῆς ὑποσχέσεως προοιμιάζομαι, ἐλέγχειν δὲ οὐκ ἠδύνατο τὸ προοίμιον.

[3] ἐγὼ μὲν δὴ ἄδειπνος ἀνίσταμαι κοιμησόμενος, ἡ δὲ κατὰ πόδας ὡς εἶχεν ἐφ' ἡμιτελεῖ τῷ δείπνῳ συνανίσταται. ὡς δὲ εἰς τὸν θάλαμον παρήλθομεν, ἐγὼ μὲν ἔτι μᾶλλον ἐπέτεινον τῆς νόσου τὴν ὑπόκρισιν, ἡ δὲ ἐλιπάρει καὶ ἔλεγε· "Τί ταῦτα ποιεῖς; μέχρι τίνος με ἀπολλύεις; ἰδοὺ καὶ τὴν θάλασσαν διεπλεύσαμεν· ἰδοὺ καὶ Ἔφεσος, ἡ προθεσμία τῶν γάμων.

[4] ποίαν ἔτι περιμένομεν ἡμέραν; μέχρι τίνος ὡς ἐν ἱερῷ συγκαθεύδομεν; ποταμὸν παρατιθεὶς πολὺν κωλύεις πίνειν. τοσοῦτον χρόνον ὕδωρ ἔχουσα διψῶ, ἐν αὐτῇ καθεύδουσα τῇ πηγῇ. τοιαύτην ἔχω τὴν εὐνήν, οἵαν ὁ Τάνταλος τὴν τροφήν."

[5] ταῦτα ἔλεγε καὶ ἔκλαεν, ἐπιθεῖσά μου τοῖς στέρνοις τὴν κεφαλὴν οὕτως ἐλεεινῶς, ὥστε συμπαθεῖν μέ τι τὴν ψυχήν. οὐκ εἶχον δὲ ὅστις γένωμαι· καὶ γὰρ ἐδόκει μοι δίκαια ἐγκαλεῖν.

[6] λέγω οὖν πρὸς αὐτήν· "Ὄμνυμί σοι, φιλτάτη, τοὺς πατρῴους θεούς, ἦ μὴν σφόδρα καὶ αὐτὸς ἐπείγεσθαί σου τὴν σπουδὴν ἀμείψασθαι. ἀλλ' οὐκ οἶδα," ἔφην, "τί πέπονθα· νόσος γάρ μοι ἐξαίφνης ἐνέπεσεν.

[7] οἶσθα δὲ ὅτι ὑγιείας χωρὶς οὐδέν ἐστιν Ἀφροδίτη." καὶ ἅμα λέγων ἀπέψων αὐτῆς τὰ δάκρυα καὶ ὅρκοις ἑτέροις ἐπιστούμην, ὡς οὐκ εἰς μακρὰν ὧν θέλει τεύξεται. τότε μὲν οὖν καὶ μάλα μόλις ἠνέσχετο.

[22]

[1]    Τῇ δὲ ὑστεραίᾳ καλέσασα τὰς θεραπαινίδας, αἷς τὴν ἐπιμέλειαν τῆς Λευκίππης ἐνεχείρισεν, ἐπηρώτα μὲν τὸ πρῶτον, εἰ δεξιῶς αὐτῇ κέχρηνται. φασκουσῶν δὲ μηδὲν τῶν δεόντων παραλιπεῖν αὐτῇ, ἄγειν ἐκέλευσε τὴν ἄνθρωπον πρὸς αὐτήν.

[2] ὡς δὲ ἦλθε, "Τὰ μὲν ἐμὰ ὅπως ἔσχεν," ἔφη, "πρὸς σὲ φιλανθρωπίας, περισσὸν εἰδυίᾳ σοι λέγειν. δικαία τυγχάνειν, ἀλλ' οἷς ἂν δύνῃ, τὴν ἴσην ἀπότισαί μοι χάριν. ἀκούω τὰς Θετταλὰς ὑμᾶς ὧν ἂν ἐρασθῆτε μαγεύειν οὕτως, ὥστε μὴ πρὸς ἑτέραν ἔτι τὸν ἄνθρωπον ἀποκλίνειν γυναῖκα πρός τε τὴν μαγεύουσαν οὕτως ἔχειν, ὡς πάντα νομίζειν ἐκείνην αὐτῷ.

[3] ἐμοὶ τοῦτο, ὦ φιλτάτη, φλεγομένῃ πάρασχε φάρμακον. τὸν νεανίσκον εἶδες τὸν ἅμα ἐμοὶ χθὲς βαδίζοντα;" "Τὸν ἄνδρα", ἔφη, "λέγεις τὸν σόν;" ὑπολαβοῦσα πάνυ κακοήθως ἡ Λευκίππη· "τοῦτο γὰρ ἀκήκοα παρὰ τῶν κατὰ τὴν οἰκίαν." "Ποῖον ἄνδρα;" Μελίτη εἶπεν· "οὐδὲν κοινόν ἐστιν ἢ τοῖς λίθοις.

[4] ἀλλ' ἐμὲ παρευδοκιμεῖ τις νεκρά· οὔτε γὰρ ἐσθίων οὔτε κοιμώμενος ἐπιλαθέσθαι δύναται τοῦ Λευκίππης ὀνόματος· τοῦτο γὰρ αὐτὴν καλεῖ. ἐγὼ δέ, φίλη, μηνῶν τεσσάρων ἐν Ἀλεξανδρείᾳ δι' αὐτὸν διέτριψα, δεομένη, λιπαροῦσα, ὑπισχνουμένη, τί γὰρ οὐ λέγουσα, τί δὲ οὐ ποιοῦσα τῶν ἀρέσαι δυναμένων; [5] ὁ δὲ σίδηρός τις ἢ ξύλον ἤ τι τῶν ἀναισθήτων ἦν ἄρα πρὸς τὰς δεήσεις τὰς ἐμάς. μόλις δὲ τῷ χρόνῳ πείθεται· ἐπείσθη δὲ μέχρι τῶν ὀμμάτων. ὄμνυμι γάρ σοι τὴν Ἀφροδίτην αὐτήν, ὡς ἤδη πέμπτην ἡμέραν αὐτῷ συγκαθεύδουσα οὕτως ἀνέστην ὡς ἀπὸ εὐνούχου. ἔοικα δὲ εἰκόνος ἐρᾶν· μέχρι γὰρ τῶν ὀμμάτων ἔχω τὸν ἐρώμενον.

[6] δέομαι δέ σου γυναικὸς γυνὴ τὴν αὐτὴν δέησιν, ἣν καὶ σύ μου χθὲς ἐδεήθης· δός μοί τι ἐπὶ τοῦτον τὸν ὑπερήφανον· σώσεις γάρ μου τὴν ψυχὴν διαρρεύσασαν ἤδη."

[7] ὡς οὖν ἤκουσεν ἡ Λευκίππη, ἡσθῆναι μὲν ἐδόκει τῷ μηδὲν πρὸς τὴν ἄνθρωπόν μοι πεπρᾶχθαι· φήσασα δὲ ἀνερευνήσειν, εἰ συγχωρήσειεν αὐτῇ, βοτάνας γενομένη κατὰ τοὺς ἀγρούς, ἀπιοῦσα ᾤχετο· ἀρνουμένη γὰρ οὐκ ᾤετο πίστιν ἕξειν· ὅθεν οἶμαι καὶ ἐπηγγείλατο.

[8] ἡ μὲν δὴ Μελίτη ῥᾴων ἐγεγόνει μόνον ἐλπίσασα. τὰ γὰρ ἡδέα, κἂν μήπω παρῇ, τέρπει ταῖς ἐλπίσιν.

[23]

[1]    Ἐγὼ δὲ τούτων ἐπιστάμενος οὐδὲν ἠθύμουν μέν, σκοπῶν πῶς ἂν διακρουσαίμην καὶ τὴν ἐπιοῦσαν νύκτα τὴν γυναῖκα καὶ πῶς ἂν συντυχεῖν Λευκίππῃ δυναίμην.

[2] ἐδόκει δέ μοι κἀκείνη τὴν ἴσην σπουδὴν ποιεῖσθαι τοῦ ἀπελθεῖν δι' αὐτὴν εἰς τοὺς ἀγροὺς καὶ περὶ τὴν ἑσπέραν αὖθις ἥκειν. ἔμελλεν ἡ Μελίτη παρέξειν ὄχημα· ἡμεῖς δὲ ἐπὶ τὸν πότον ᾖμεν.

[3] ἄρτι δὲ κατακλιθέντων ἡμῶν θόρυβος πολὺς κατὰ τὸν ἀνδρῶνα ἀκούεται καὶ συνδρομή, καὶ εἰστρέχει τις τῶν θεραπόντων, ἀσθμαίνων ἅμα καὶ λέγων· "Θέρσανδρος ζῇ καὶ πάρεστιν."

[4] ἦν δὲ ὁ Θέρσανδρος οὗτος ὁ τῆς Μελίτης ἀνήρ, ὃν ἐνόμιζε τεθνηκέναι κατὰ θάλασσαν. τῶν γὰρ συνόντων αὐτῷ τινες οἰκετῶν, ὡς περιετράπη τὸ σκάφος, σωθέντες καὶ νομίσαντες ἀπολωλέναι, τοῦτο ἀπαγγείλαντες ἔτυχον. ἅμα οὖν ὁ οἰκέτης εἶπε καὶ ὁ Θέρσανδρος κατὰ πόδας εἰστρέχει· πάντα γὰρ τὰ περὶ ἐμοῦ πυθόμενος κατὰ τὴν ὁδόν, ἔσπευδε φθάσας καταλαβεῖν με.

[5] ἡ μὲν δὴ Μελίτη ἀνέθορεν ὑπὸ ἐκπλήξεως τοῦ παραλόγου καὶ περιβάλλειν ἐπεχείρει τὸν ἄνδρα. ὁ δὲ τὴν μὲν ὡς εἶχεν ὤθει μάλα ἐρρωμένως, ἐμὲ δὲ ἰδὼν καὶ εἰπών· "Ὁ μοιχὸς οὗτος," ἐμπηδᾷ καὶ ῥαπίζει με κατὰ κόρρης πληγὴν θυμοῦ γέμουσαν· ἑλκύσας δὲ τῶν τριχῶν ῥάσσει πρὸς τοὔδαφος καὶ προσπίπτων κατακόπτει με πληγαῖς.

[6] ἐγὼ δὲ ὥσπερ ἐν μυστηρίῳ μηδὲν ‹ᾔδειν›, μήθ' ὅστις ὁ ἄνθρωπος ἦν μήθ' οὗ χάριν ἔτυπτεν, ὑποπτεύσας δέ τι κακὸν εἶναι ἐδεδοίκειν ἀμύνασθαι, καίτοι δυνάμενος.

[7] ἐπεὶ δὲ ἔκαμεν ὁ μὲν τύπτων, ἐγὼ δὲ φιλοσοφῶν, λέγω πρὸς αὐτὸν ἀναστάς· "Τίς ποτε εἶ, ὦ ἄνθρωπε, καὶ τί με οὕτως ᾐκίσω;" ὁ δὲ ἔτι μᾶλλον ὀργισθείς, ὅτι καὶ φωνὴν ἀφῆκα, ῥαπίζει πάλιν καὶ καλεῖ δεσμὰ καὶ πέδας. δεσμεύουσιν οὖν με καὶ ἄγουσιν εἴς τι δωμάτιον.

[24]

[1]    Ἐν ᾧ δὲ ταῦτα ἐπράττετο, λανθάνει μου διαρρυεῖσα ἡ τῆς Λευκίππης ἐπιστολή· ἔτυχον γὰρ αὐτὴν εἴσω τοῦ χιτωνίσκου προσδεδεμένην ἐκ τῶν τῆς ὀθόνης θυσάνων ἔχων. καὶ ἡ Μελίτη ἀναιρεῖται λαθοῦσα· ἐδεδίει γὰρ μή τινα τῶν πρός με αὐτῆς γραμμάτων ἦν.

[2] ὡς δὲ ἀνέγνω καθ' ἑαυτὴν γενομένη καὶ τὸ τῆς Λευκίππης εὗρεν ὄνομα, βάλλεται μὲν τὴν καρδίαν εὐθέως, γνωρίσασα τοὔνομα. οὐ μὴν αὐτὴν ἐνόμιζεν εἶναι τῷ πολλάκις αὐτὴν ἀκοῦσαι τετελευτηκέναι.

[3] ὡς δὲ προϊοῦσα καὶ τοῖς λοιποῖς τῶν γεγραμμένων ἐνέτυχε, πᾶσαν μαθοῦσα τὴν ἀλήθειαν ἐμεμέριστο πολλοῖς ἅμα τὴν ψυχήν, αἰδοῖ καὶ ὀργῇ καὶ ἔρωτι καὶ ζηλοτυπίᾳ. ᾐσχύνετο τὸν ἄνδρα, ὠργίζετο τοῖς γράμμασιν, ὁ ἔρως ἐμάραινε τὴν ὀργήν, ἐξῆπτε τὸν ἔρωτα ἡ ζηλοτυπία, καὶ τέλος ἐκράτησεν ὁ ἔρως.

[25]

[1]    Ἦν δὲ πρὸς ἑσπέραν, καὶ ἔτυχε Θέρσανδρος ἐκ τῆς πρώτης ὀργῆς πρὸς ἑταῖρόν τινα τῶν ἐγχωρίων ἐκθορών. ἡ δὲ διαλεχθεῖσα τῷ τὴν φυλακὴν τὴν ἐμὴν πεπιστευμένῳ εἰσέρχεται πρός με λαθοῦσα τοὺς ἄλλους, θεράποντας δύο τοῦ δωματίου προκαθίσασα, καὶ καταλαμβάνει χαμαὶ καταβεβλημένον.

[2] παραστᾶσα οὖν πάντα ἤθελεν εἰπεῖν ὁμοῦ· τὸ σχῆμα τοῦ προσώπου τοσαῦτα εἶχεν, ὅσα εἰπεῖν ἤθελεν. "Ὦ δυστυχὴς ἐγὼ καὶ ἐπὶ τῷ ἐμαυτῆς κακῷ τεθεαμένη σε, τὸ μὲν πρῶτον ἀτέλεστα ἐρασθεῖσα καὶ μετὰ πάσης ἀνοίας, ἣ καὶ μισουμένη τὸν μισοῦντα φιλῶ καὶ ὀδυνωμένη τὸν ὀδυνῶντα ἐλεῶ, καὶ οὐδὲ ὕβρις τὸν ἔρωτα παύει.

[3] ὦ ζεῦγος κατ' ἐμοῦ γοήτων, ἀνδρὸς καὶ γυναικός. ὁ μὲν τοσοῦτόν μου χρόνον κατεγέλα, ἡ δὲ ἀπῆλθε κοιμοῦσά μοι φίλτρον. ἐγὼ δὲ ἡ κακοδαίμων ἠγνόουν αἰτοῦσα παρὰ τῶν ἐχθίστων κατ' ἐμαυτῆς φάρμακον."

[4] καὶ ἅμα τὴν ἐπιστολὴν τῆς Λευκίππης μοι προσέρριψεν. ἰδὼν οὖν καὶ γνωρίσας ἔφριξα καὶ ἔβλεπον εἰς γῆν ὡς ἐληλεγμένος. ἡ δὲ ἐτραγῴδει πάλιν· "Οἴμοι δειλαία τῶν κακῶν· καὶ γὰρ τὸν ἄνδρα ἀπώλεσα διὰ σέ, οὔτε γὰρ ἂν ἔχοιμί σε τοῦ λοιποῦ χρόνου κἂν μέχρι τῶν ὀμμάτων τῶν κενῶν, ἐπεὶ μὴ δεδύνησαι τούτων πλέον.

[5] οἶδα ὅτι ὁ ἀνήρ με μισεῖ καὶ μοιχείαν κατέγνωκεν ἐπὶ σοί, μοιχείαν ἄκαρπον, μοιχείαν ἀναφρόδιτον, ἧς μόνον τὴν λοιδορίαν κεκέρδακα. αἱ μὲν γὰρ ἄλλαι γυναῖκες μισθὸν τῆς αἰσχύνης ἔχουσι τὴν τῆς ἐπιθυμίας ἡδονήν, ἐγὼ δὲ ἡ δυστυχὴς τὴν μὲν αἰσχύνην ἐκαρπωσάμην, τὸ δὲ τῆς ἡδονῆς οὐδαμοῦ.

[6] ἄπιστε καὶ βάρβαρε, ἐτόλμησας οὕτως ἐρῶσαν γυναῖκα κατατῆξαι, καὶ ταῦτα Ἔρωτος καὶ σὺ δοῦλος ὤν; οὐκ ἐφοβήθης αὐτοῦ τὰ μηνίματα; οὐκ ᾐδέσθης αὐτοῦ τὸ πῦρ; οὐκ ἐτίμησας αὐτοῦ τὰ μυστήρια; οὐ κατέκλασέ σε ταῦτα τὰ ὄμματα δακρύοντα;

[7] ὦ καὶ λῃστῶν ἀγριώτερε· δάκρυα γὰρ καὶ λῃστὴς αἰσχύνεται. οὐδέν σε ἠρέθισεν εἰς Ἀφροδίτην κἂν μίαν, οὐ δέησις, οὐ χρόνος, οὐχ ἡ τῶν σωμάτων συμπλοκή, ἀλλά, τὸ πάντων ὑβριστικώτατον, προσαπτόμενος, καταφιλῶν, οὕτως ἀνέστης ὡς ἄλλη γυνή.

[8] τίς αὕτη τῶν γάμων ἡ σκιά; οὐ μὲν δὴ γεγηρακυίᾳ συνεκάθευδες, οὐδὲ ἀποστρεφομένῃ σου τὰς περιπλοκάς, ἀλλὰ καὶ νέᾳ καὶ φιλούσῃ, εἴποι δ' ἂν ἄλλος ὅτι καὶ καλῇ. εὐνοῦχε καὶ ἀνδρόγυνε καὶ κάλλους βάσκανε, ἐπαρῶμαί σοι δικαιοτάτην ἀράν· οὕτως σε ἀμύναιτο ὁ Ἔρως εἰς τὰ σά." ταῦτα ἔλεγε, καὶ ἅμα ἔκλαεν.

[26]

[1]    Ὡς δὲ ἐσιώπων ἐγὼ κάτω νενευκώς, μικρὸν διαλιποῦσα λέγει μεταβαλοῦσα· "Ἃ μὲν εἶπον, ὦ φίλτατε, θυμὸς ἔλεγε καὶ λύπη· ἃ δὲ νῦν μέλλω λέγειν, ἔρως λέγει. κἂν ὀργίζωμαι, καίομαι· κἂν ὑβρίζωμαι, φιλῶ.

[2] σπεῖσαι κἂν νῦν, ἐλέησον· οὐκέτι δέομαι πολλῶν ἡμερῶν καὶ γάμου μακροῦ, ὃν ἡ δυστυχὴς ὠνειροπόλουν ἐπὶ σοί· ἀρκεῖ μοι κἂν μία συμπλοκή· μικροῦ δέομαι φαρμάκου πρὸς τηλικαύτην νόσον. σβέσον μοι ὀλίγον τοῦ πυρός. εἰ δέ τί σοι προπετῶς ἐθρασυνάμην, σύγγνωθι, φίλτατε· ἔρως ἀτυχῶν καὶ μαίνεται.

[3] ἀσχημονοῦσα οἶδα, ἀλλ' οὐκ αἰσχύνομαι τὰ τοῦ Ἔρωτος ἐξαγορεύουσα μυστήρια. πρὸς ἄνδρα λαλῶ μεμυημένον· οἶδας τί πάσχω. τοῖς δὲ ἄλλοις ἀνθρώποις ἀθέατα τὰ βέλη τοῦ θεοῦ, καὶ οὐκ ἄν τις ἐπιδεῖξαι δύναιτο τὰ τοξεύματα· μόνοι δὲ οἴδασιν οἱ ἐρῶντες τὰ τῶν ὁμοίων τραύματα.

[4] ἔτι μόνον ἔχω ταύτην τὴν ἡμέραν· τὴν ὑπόσχεσιν ἀπαιτῶ. ἀναμνήσθητι τῆς Ἴσιδος, αἰδέσθητι τοὺς ὅρκους τοὺς ἐκεῖ. εἰ μὲν γὰρ καὶ συνοικεῖν ἤθελες, ὥσπερ ὤμοσας, οὐκ ἂν ἐφρόντισα μυρίων Θερσάνδρων. ἐπεὶ δὲ Λευκίππην εὑρόντι σοι γάμος ἀδύνατος ἄλλης γυναικός, ἑκοῦσά σοι κἀγὼ τοῦτο παραχωρῶ. οἶδα νικωμένη· οὐκ αἰτῶ πλέον ἢ δύναμαι τυχεῖν. κατ' ἐμοῦ γὰρ πάντα καινά· ἀναβιοῦσι καὶ νεκροί.

[5] ὦ θάλασσα, πλέουσαν μέν με διέσωσας, σώσασα δὲ μᾶλλον ἀπολώλεκας, δύο ἀποστείλασα κατ' ἐμοῦ νεκρούς· οὐκ ἤρκει γὰρ Λευκίππη μόνη (ζησάτω, ἵνα μηκέτι λυπῆται Κλειτοφῶν)· νῦν δὲ καὶ ὁ ἄγριος Θέρσανδρος ἡμῖν πάρεστι.

[6] τετύπτησαι βλεπούσης μου, καὶ βοηθεῖν ἡ δυστυχὴς οὐκ ἠδυνάμην· ἐπὶ τοῦτο τὸ πρόσωπον πληγαὶ κατηνέχθησαν, ὦ θεοί· δοκῶ, τυφλὸς Θέρσανδρος ἦν.

[7] ἀλλὰ δέομαι, Κλειτοφῶν δέσποτα (δεσπότης γὰρ εἶ ψυχῆς τῆς ἐμῆς), ἀπόδος σεαυτὸν τήμερον πρῶτα καὶ ὕστατα· ἐμοὶ δὲ ἡμέραι τὸ βραχὺ τοῦτο πολλαί. οὕτω μηκέτι Λευκίππην ἀπολέσειας, οὕτω μηκέτι μηδὲ ψευδῶς ἀποθάνοι.

[8] μὴ ἀτιμάσῃς τὸν ἔρωτα τὸν ἐμόν, δι' ὃν τὰ μέγιστα εὐτυχεῖς. οὗτός σοι Λευκίππην ἀποδέδωκεν· εἰ γάρ σου μὴ ἠράσθην ἐγώ, εἰ γάρ σε μὴ ἐνταῦθα ἤγαγον, ἦν ἂν ἔτι σοι Λευκίππη νεκρά.

[9] εἰσίν, ὦ Κλειτοφῶν, καὶ Τύχης δωρεαί. ἤδη τις θησαυρῷ περιτυχὼν τὸν τόπον τῆς εὑρέσεως ἐτίμησε, βωμὸν ἤγειρε, θυσίαν προσήνεγκεν, ἐστεφάνωσε τὴν γῆν· σὺ δὲ παρ' ἐμοὶ θησαυρὸν ἔρωτος εὑρὼν ἀτιμάζεις τὰ εὐεργετήματα.

[10] νόμιζέ σοι τὸν Ἔρωτα δι' ἐμοῦ λέγειν· 'Ἐμοὶ χάρισαι τοῦτο, Κλειτοφῶν, τῷ σῷ μυσταγωγῷ· μὴ ἀμύητον Μελίτην ἀπέλθῃς καταλιπών· καὶ τὸ ταύτης ἐμόν ἐστι πῦρ.' ἄκουσον δὲ ὡς καὶ τἆλλα μοι μέλει περὶ σοῦ.

[11] λυθήσῃ μὲν γὰρ ἄρτι τῶν δεσμῶν, κἂν Θερσάνδρῳ μὴ δοκῇ. καταγωγῆς δὲ τεύξῃ τοσούτων ἡμερῶν, ὅσων ἐὰν θέλῃς, πρὸς ἐμὸν σύντροφον. ἕωθεν δὲ καὶ τὴν Λευκίππην παρέσεσθαι προσδόκα·

[12] διανυκτερεύσειν γὰρ ἔλεγεν εἰς τὸν ἀγρὸν βοτανῶν ἕνεκεν χάριν, ὡς ἐν ὄψει τῆς σελήνης αὐτὰς ἀναλάβοι. οὕτω γάρ μου κατεγέλα· ᾔτησα γὰρ φάρμακον παρ' αὐτῆς ὡς Θετταλῆς κατὰ σοῦ. τί γὰρ ἠδυνάμην ἔτι ποιεῖν ἀποτυγχάνουσα ἢ βοτάνας ζητεῖν καὶ φάρμακα; αὕτη γὰρ τῶν ἐν ἔρωτι δυστυχούντων ἡ καταφυγή.

[13] ὁ Θέρσανδρος, ὡς καὶ περὶ τούτου θαρρήσῃς, ἐξεπήδησε πρὸς ἑταῖρον αὑτοῦ, ἐξανιστάμενος ἐμοὶ τῆς οἰκίας ὑπὸ ὀργῆς· δοκεῖ δ' ἔμοιγε θεός τις αὐτὸν ἐντεῦθεν ἐξεληλακέναι, ἵνα σου τὰ τελευταῖα ταῦτα δυνηθῶ τυχεῖν. ἀλλά μοι σαυτὸν ἀπόδος."

[27]

[1]    Ταῦτα φιλοσοφήσασα (διδάσκει γὰρ ὁ Ἔρως καὶ λόγους) ἔλυε τὰ δεσμὰ καὶ τὰς χεῖρας κατεφίλει καὶ τοῖς ὀφθαλμοῖς καὶ τῇ καρδίᾳ προσέφερε καὶ εἶπεν· "Ὁρᾷς πῶς πηδᾷ καὶ πάλλει πυκνὸν παλμὸν ἀγωνίας γέμοντα καὶ ἐλπίδος, γένοιτο δὲ καὶ ἡδονῆς· καὶ ἔοικεν ἱκετεύειν σε τῷ πηδήματι."

[2] ὡς οὖν με ἔλυσε καὶ περιέβαλε κλαίουσα, ἔπαθόν τι ἀνθρώπινον καὶ ἀληθῶς ἐφοβήθην τὸν Ἔρωτα, μή μοι γένηται μήνιμα ἐκ τοῦ θεοῦ, καὶ ἄλλως ὅτι Λευκίππην ἀπειλήφειν, καὶ ὅτι μετὰ ταῦτα τῆς Μελίτης ἀπαλλάττεσθαι ἔμελλον, καὶ ὅτι οὐδὲ γάμος ἔτι τὸ πραττόμενον ἦν, ἀλλὰ φάρμακον ὥσπερ ψυχῆς νοσούσης.

[3] περιβαλλούσης οὖν ἠνειχόμην καὶ περιπλεκομένης πρὸς τὰς περιπλοκὰς οὐκ ἀντέλεγον· καὶ ἐγένετο ὅσα ὁ Ἔρως ἤθελεν, οὔτε στρωμνῆς ἡμῶν δεηθέντων οὔτε ἄλλου τινὸς τῶν εἰς παρασκευὴν Ἀφροδισίων.

[4] αὐτουργὸς γὰρ ὁ Ἔρως καὶ αὐτοσχέδιος σοφιστὴς καὶ πάντα τόπον αὑτῷ τιθέμενος μυστήριον. τὸ δ' ἀπερίεργον εἰς Ἀφροδίτην ἥδιον μᾶλλον τοῦ πολυπράγμονος· αὐτοφυῆ γὰρ ἔχει τὴν ἡδονήν.