5367 411 0 4 0 0 II d. C. Narrazione fittizia Achilles Tatius III Leucippe et Clitophon Vilborg, E., Stockholm, Almqvist & Wiksell, 1955. 16

Achilles Tatius - Leucippe et Clitophon III

[1]

[1] Τρίτην δὲ ἡμέραν πλεόντων ἡμῶν ἐξ αἰθρίας πολλῆς αἰφνίδιον ἀχλὺς περιχεῖται, καὶ τῆς ἡμέρας ἀπωλώλει τὸ φῶς. ἐγείρεται δὲ κάτωθεν ἄνεμος ἐκ τῆς θαλάσσης κατὰ πρόσωπον τῆς νηός, καὶ ὁ κυβερνήτης περιάγειν ἐκέλευε τὴν κεραίαν.

[2] καὶ σπουδῇ περιῆγον οἱ ναῦται, πῇ μὲν τὴν ὀθόνην ἐπὶ θάτερα συνάγοντες ἄνω τοῦ κέρως βίᾳ (τὸ γὰρ πνεῦμα σφοδρότερον ἐμπεσὸν ἀνθέλκειν οὐκ ἐπέτρεπε), πῇ δὲ πρὸς θάτερον μέρος φυλάττοντες τοῦ πρόσθεν μέτρου καθ' ὃ συνέβαινεν οὔριον εἶναι τῇ περιαγωγῇ τὸ πνεῦμα.

[3] κλίνεται δὴ κοῖλον τοιχίσαν τὸ σκάφος καὶ ἐπὶ θάτερα μετεωρίζεται καὶ πάντῃ πρηνὲς ἦν, καὶ ἐδόκει τοῖς πολλοῖς ἡμῶν ἀεὶ περιτραπήσεσθαι καθάπαξ ἐμπίπτοντος τοῦ πνεύματος. μετεσκευαζόμεθα οὖν ἅπαντες εἰς τὰ μετέωρα τῆς νηός, ὅπως τὸ μὲν βαπτιζόμενον τῆς νηὸς ἀνακουφίσαιμεν, τὸ δὲ τῇ προσθήκῃ βιασάμενοι κατὰ μικρὸν καθέλοιμεν εἰς τὸ ἀντίρροπον.

[4] πλέον δὲ ἠνύομεν οὐδέν· ἀνέφερε γὰρ ἡμᾶς μᾶλλον κορυφούμενον τὸ ἔδαφος τῆς νηὸς ἢ πρὸς ἡμῶν κατεβιβάζετο.

[5] καὶ χρόνον μέν τινα διαταλαντουμένην οὕτω τὴν ναῦν τοῖς κύμασιν ἐπαλαίομεν εἰς τὸ ἀντίρροπον καθελεῖν· αἰφνίδιον δὲ μεταλλάττεται τὸ πνεῦμα ἐπὶ θάτερα τῆς νηὸς καὶ μικροῦ βαπτίζεται τὸ σκάφος, τοῦ μὲν τέως εἰς κῦμα κλιθέντος ἀναθορόντος ὀξείᾳ ῥοπῇ, θατέρου δέ, ᾗ ᾐώρητο, καταρραγέντος εἰς τὴν θάλατταν.

[6] κωκυτὸς οὖν αἴρεται μέγας ἐκ τῆς νηός, καὶ μετοικία πάλιν καὶ δρόμος μετὰ βοῆς ἐπὶ τὰς ἀρχαίας ἕδρας. καὶ τρίτον καὶ τέταρτον καὶ πολλάκις τὸ αὐτὸ πάσχοντες κοινὴν ταύτην εἴχομεν τῷ σκάφει τὴν πλάνην. πρὶν μὲν γὰρ μετασκευάσασθαι τὸ πρῶτον, δίαυλος ἡμᾶς διαλαμβάνει δεύτερος.

[2]

[1]    Σκευοφοροῦντες οὖν κατὰ τὴν ναῦν διὰ πάσης ἡμέρας δόλιχόν τινα τοῦτον δρόμον μυρίον ἐπονοῦμεν, ἀεὶ τὸν θάνατον προσδοκῶντες· καὶ ἦν, ὡς εἰκός, οὐ μακράν.

[2] περὶ γὰρ μεσημβρίαν δείλην ὁ μὲν ἥλιος τέλεον ἁρπάζεται, ἑωρῶμεν δὲ ἑαυτοὺς ὡς ἐν σελήνῃ. πῦρ μὲν ἀστραπῆς ἵπταται, μυκᾶται δὲ βροντὴν οὐρανὸς καὶ τὸν ἀέρα γεμίζει βόμβος, ἀντεβόμβει δὲ κάτωθεν τῶν κυμάτων ἡ στάσις, μεταξὺ δὲ οὐρανοῦ καὶ θαλάσσης ἀνέμων ποικίλων ἐσύριζε ψόφος.

[3] καὶ ὁ μὲν ἀὴρ εἶχε σάλπιγγος ἦχον· οἱ δὲ κάλοι περὶ τὴν ὀθόνην πίπτουσιν, ἀντιπαταγοῦντες δὲ ἐτετρίγεσαν· ἐφόβει δὲ καὶ τὰ ξύλα τῆς νεὼς ῥηγνύμενα, μὴ κατὰ μικρὸν ἀνοιχθείη τὸ σκάφος τῶν γόμφων ἀποσπωμένων. γέρρα δὲ περὶ πᾶσαν τὴν ναῦν ἐκεκάλυπτο· [4] καὶ γὰρ ὄμβρος ἐπέκλυζε πολύς. ἡμεῖς δὲ τὰ γέρρα ὑποδύντες ὥσπερ εἰς ἄντρον ἐμένομεν, παραδόντες ἑαυτοὺς τῇ τύχῃ, ῥίψαντες τὰς ἐλπίδας.

[5] τρικυμίαι δὲ πολλαὶ πάντοθεν, αἱ μὲν κατὰ πρόσωπον, αἱ δὲ κατ' οὐρὰν τῆς νεὼς ἀλλήλαις ἀντέπιπτον. ἡ δὲ ναῦς ἀεὶ πρὸς μὲν τὸ κυρτούμενον τῆς θαλάσσης ἠγείρετο, πρὸς δὲ τὸ παράδρομον ἤδη καὶ χθαμαλὸν τοῦ κύματος κατεδύετο. ἐῴκει δὲ τῶν κυμάτων τὰ μὲν ὄρεσι, τὰ δὲ χάσμασιν.

[6] ἦν δὲ καὶ τὰ ἐγκάρσια τῶν κυμάτων ἑκατέρωθεν φοβερώτερα· ἀναβαίνουσα μὲν γὰρ ἐπὶ τὴν ναῦν ἡ θάλασσα διὰ τῶν γέρρων ἐκυλίετο καὶ ἐκάλυπτε πᾶν τὸ σκάφος.

[7] τὸ γὰρ κῦμα αἰρόμενον ὑψοῦ, ψαῦον αὐτῶν τῶν νεφῶν, πόρρωθεν μὲν πρὸς ἀντιπρόσωπον ἐφαίνετο τῷ σκάφει μέγεθος οἷον ‹ὄρος›, προσιὸν δὲ βλέπων καταποθήσεσθαι τὴν ναῦν προσεδόκησας.

[8] ἦν οὖν ἀνέμων μάχη καὶ κυμάτων. ἡμεῖς δὲ οὐκ ἐδυνάμεθα κατὰ χώραν μένειν ὑπὸ τοῦ τῆς νηὸς σεισμοῦ. συμμιγὴς δὲ πάντων ἐγίνετο βοή· ἐρρόχθει τὸ κῦμα, ἐπάφλαζε τὸ πνεῦμα, ὀλολυγμὸς γυναικῶν, ἀλαλαγμὸς ἀνδρῶν, κελευσμὸς ναυτῶν, πάντα θρήνων καὶ κωκυτῶν ἀνάμεστα.

[9] καὶ ὁ κυβερνήτης ἐκέλευε ῥίπτειν τὸν φόρτον. διάκρισις δὲ οὐκ ἦν ἀργύρου καὶ χρυσοῦ πρὸς ἄλλο τι τῶν εὐτελῶν, ἀλλὰ πάντα ὁμοίως ἠκοντίζομεν ἔξω τῆς νηός· πολλοὶ δὲ καὶ τῶν ἐμπόρων, αὐτοὶ τῶν οἰκείων λαμβάνοντες ἐν οἷς εἶχον τὰς ἐλπίδας, ὤθουν ἐπειγόμενοι. καὶ ἦν ἤδη ἡ ναῦς τῶν ἐπίπλων γυμνή· ὁ δὲ χειμὼν οὐκ ἐσπένδετο.

[3]

[1]    Τέλος ὁ κυβερνήτης ἀπειπὼν ῥίπτει μὲν τὰ πηδάλια ἐκ τῶν χειρῶν, ἀφίησι δὲ τὸ σκάφος τῇ θαλάσσῃ καὶ εὐτρεπίζει ἤδη τὴν ἐφολκίδα καὶ τοῖς ναύταις ἐμβαίνειν κελεύσας τῆς ἀποβάθρας ἦρχεν· οἱ δὲ εὐθὺς κατὰ πόδας ἐξήλλοντο.

[2] ἔνθα δὴ καὶ τὰ δεινὰ ἦν, καὶ ἦν μάχη χειροποίητος. οἱ μὲν γὰρ ἐπιβάντες ἤδη τὸν κάλων ἔκοπτον, ὃς συνέδει τὴν ἐφολκίδα τῷ σκάφει· τῶν δὲ πλωτήρων ἕκαστος ἔσπευδε μεταπηδᾶν ἔνθα καὶ τὸν κυβερνήτην ἑωράκεσαν ἐφέλκοντα τὸν κάλων· οἱ δὲ ἐκ τῆς ἐφολκίδος μεταβαίνειν οὐκ ἐπέτρεπον.

[3] εἶχον δὲ καὶ πελέκεις καὶ μαχαίρας, καὶ πατάξειν ἠπείλουν, εἴ τις ἐπιβήσεται· πολλοὶ δὲ καὶ ἐκ τῆς νεὼς ὁπλισάμενοι τὸ δυνατόν, ὁ μὲν κώπης παλαιᾶς τρύφος ἀράμενος, ὁ δὲ τῶν τῆς νεὼς σελμάτων, ἠμύνετο. θάλασσα γὰρ εἶχε νόμον τὴν βίαν, καὶ ἦν ναυμαχίας καινὸς τρόπος.

[4] οἱ μὲν γὰρ ἐκ τῆς ἐφολκίδος δέει τοῦ καταδῦναι τῷ τῶν ἐπεμβαινόντων ὄχλῳ πελέκεσι καὶ μαχαίραις τοὺς ἐξαλλομένους ἔπαιον· οἱ δὲ σκυτάλαις καὶ κώπαις ἅμα τῷ πηδήματι τὰς πληγὰς κατεφέροντο·

[5] οἱ δὲ καὶ ἄκρου ψαύοντες τοῦ σκάφους ἐξωλίσθαινον· ἔνιοι δὲ καὶ ἐπιβαίνοντες τοῖς ἐπὶ τῆς ἐφολκίδος ἤδη διεπάλαιον· φιλίας γὰρ ἢ αἰδοῦς οὐκ ἔτι θεσμὸς ἦν, ἀλλὰ τὸ οἰκεῖον ἕκαστος σκοπῶν ἀσφαλὲς τὸ πρὸς τοὺς ἑτέρους εὔγνωμον οὐκ ἐλογίζετο. οὕτως οἱ μεγάλοι κίνδυνοι καὶ τοὺς τῆς φιλίας λύουσι νόμους.

[4]

[1]    Ἔνθα δή τις ἀπὸ τῆς νεὼς νεανίσκος εὔρωστος λαμβάνεται τοῦ κάλω καὶ ἐφέλκεται τὴν ἐφολκίδα· καὶ ἦν ἐγγὺς ἤδη τοῦ σκάφους, ηὐτρεπίζετο δὲ ἕκαστος ὡς, εἰ πελάσειε, πηδήσων ἐς αὐτήν.

[2] καὶ δύο μὲν ἢ τρεῖς ηὐτύχησαν οὐκ ἀναιμωτί, πολλοὶ δὲ ἀποπηδᾶν πειρώμενοι ἐξεκυλίσθησαν τῆς νεὼς κατὰ τῆς θαλάσσης. ταχὺ γὰρ τὴν ἐφολκίδα ἀπολύσαντες οἱ ναῦται, πελέκει κόψαντες τὸν κάλων, τὸν πλοῦν εἶχον ἔνθα αὐτοὺς ἦγε τὸ πνεῦμα· οἱ δὲ ἐπὶ τῆς νηὸς ἐπειρῶντο καταδῦναι τὴν ἐφολκίδα.

[3] τὸ δὲ σκάφος ἐκυβίστα περὶ τοῖς κύμασιν ὀρχούμενον, λανθάνει δὴ προσενεχθὲν ὑφάλῳ πέτρᾳ καὶ ῥήγνυται πᾶν. ἀπωσθείσης δὲ τῆς νηὸς ὁ ἱστὸς ἐπὶ θάτερα πεσὼν τὸ μέν τι κατέκλασε, τὸ δέ τι κατέδυσεν αὐτῆς.

[4] ὁπόσοι μὲν οὖν παραχρῆμα τῆς ἅλμης πιόντες κατεσχέθησαν, οὗτοι μετριωτέραν ὡς ἐν κακοῖς ἔσχον τὴν συμφοράν, οὐκ ἐνδιατρίψαντες τῷ τοῦ θανάτου φόβῳ. ὁ γὰρ ἐν θαλάσσῃ θάνατος βραδὺς προαναιρεῖ πρὸ τοῦ παθεῖν· [5] ὁ γὰρ ὀφθαλμὸς πελάγους γεμισθεὶς ἀόριστον ἐκτείνει τὸν φόβον, ὡς καὶ διὰ τούτων θάνατον δυστυχεῖν πλείονα· ὅσον γὰρ τῆς θαλάσσης τὸ μέγεθος, τοσοῦτος καὶ ὁ τοῦ θανάτου φόβος.

[6] ἔνιοι δὲ κολυμβᾶν πειρώμενοι, προσραγέντες ὑπὸ τοῦ κύματος τῇ πέτρᾳ διεφθείροντο· πολλοὶ δὲ καὶ ξύλοις ἀπερρωγόσι συμπεσόντες ἐπείροντο δίκην ἰχθύων· οἱ δὲ καὶ ἡμιθνῆτες ἐνήχοντο.

[5]

[1]    Ἐπεὶ οὖν τὸ πλοῖον διελύθη, δαίμων τις ἀγαθὸς περιέσωσεν ἡμῖν τῆς πρῴρας μέρος, ἔνθα περικαθίσαντες ἐγώ τε καὶ ἡ Λευκίππη κατὰ ῥοῦν ἐφερόμεθα τῆς θαλάσσης· ὁ δὲ Μενέλαος καὶ ὁ Σάτυρος σὺν ἄλλοις τῶν πλωτήρων ἐπιτυχόντες τοῦ ἱστοῦ καὶ ἐπιπεσόντες ἐνήχοντο.

[2] πλησίον δὲ καὶ τὸν Κλεινίαν ἑωρῶμεν περινηχόμενον τῇ κεραίᾳ καὶ ταύτην ἠκούσαμεν αὐτοῦ τὴν βοήν· "Ἔχου τοῦ ξύλου, Κλειτοφῶν·" ἅμα δὲ λέγοντα κῦμα ἐπεκάλυπτε κατόπιν· καὶ ἡμεῖς ἐκωκύσαμεν.

[3] κατὰ ταὐτὸ καὶ ἡμῖν ἐπεφέρετο κῦμα· ἀλλὰ τύχῃ τινὶ πλησίον γενόμενον ἡμῶν κάτωθεν παρατρέχει, ὥστε μόνον ὑψούμενον μετέωρον τὸ ξύλον κατὰ τὸν αὐχένα τοῦ κύματος καὶ τὸν Κλεινίαν ἰδεῖν αὖθις.

[4] ἀνοιμώξας οὖν, "Ἐλέησον," ἔφην, "δέσποτα Πόσειδον, καὶ σπεῖσαι πρὸς τὰ τῆς ναυαγίας σου λείψανα. πολλοὺς ἤδη τῷ φόβῳ θανάτους ὑπεμείναμεν· εἰ δὲ ἡμᾶς ἀποκτεῖναι θέλεις, μὴ διαστήσῃς ἡμῶν τὴν τελευτήν. ἓν ἡμᾶς κῦμα καλυψάτω. εἰ δὲ καὶ θηρίων ἡμᾶς βορὰν πέπρωται γενέσθαι, εἷς ἡμᾶς ἰχθὺς ἀναλωσάτω, μία γαστὴρ χωρησάτω, ἵνα καὶ ἐν ἰχθύσι κοινῇ ταφῶμεν."

[5] μετὰ μικρὸν δὲ τῆς εὐχῆς τὸ πολὺ τοῦ πνεύματος περιεπέπαυτο, τὸ δὲ ἄγριον ἐστόρεστο τοῦ κύματος· μεστὴ δὲ ἦν ἡ θάλασσα νεκρῶν σωμάτων. τοὺς μὲν οὖν ἀμφὶ τὸν Μενέλαον θᾶττον προσάγει τῇ γῇ τὸ κῦμα· καὶ ἦν ταῦτα τῆς Αἰγύπτου τὰ παράλια. κατεῖχον δὲ τότε λῃσταὶ πᾶσαν τὴν ἐκεῖ χώραν.

[6] ἡμεῖς δὲ περὶ δείλην ἑσπέραν τύχῃ τινὶ τῷ Πηλουσίῳ προσίσχομεν καὶ ἄσμενοι γῆς λαβόμενοι τοὺς θεοὺς ἀνευφημοῦμεν· εἶτα ὠλοφυρόμεθα τὸν Κλεινίαν καὶ τὸν Σάτυρον, νομίζοντες τούτους ἀπολωλέναι.

[6]

[1]    Ἔστι δὲ ἐν τῷ Πηλουσίῳ Διὸς ἱερὸν ἄγαλμα Κασίου. τὸ δὲ ἄγαλμα νεανίσκος, Ἀπόλλωνι μᾶλλον ἐοικώς· οὕτω γὰρ ἡλικίας εἶχε. προβέβληται δὲ τὴν χεῖρα καὶ ἔχει ῥοιὰν ἐπ' αὐτῇ· τῆς δὲ ῥοιᾶς ὁ λόγος μυστικός.

[2] προσευξάμενοι δὴ τῷ θεῷ καὶ περὶ τοῦ Κλεινίου καὶ τοῦ Σατύρου σύμβολον ἐξαιτήσαντες (καὶ γὰρ ἔλεγον μαντικὸν εἶναι τὸν θεὸν) περιῄειμεν τὸν νεών.

[3] κατὰ δὲ τὸν ὀπισθόδομον ὁρῶμεν εἰκόνα διπλῆν. καὶ ὁ γραφεὺς ἐγγέγραπτο. Εὐάνθης μὲν ὁ γραφεύς· ἡ δὲ εἰκὼν Ἀνδρομέδα καὶ Προμηθεύς, δεσμῶται μὲν ἄμφω (διὰ τοῦτο γὰρ αὐτούς, οἶμαι, εἰς ἓν συνήγαγεν ὁ ζωγράφος)· ἀδελφαὶ δὲ καὶ τὴν ἄλλην τύχην αἱ γραφαί.

[4] πέτραι μὲν ἀμφοῖν τὸ δεσμωτήριον, θῆρες δὲ κατ' ἀμφοῖν οἱ δήμιοι, τῷ μὲν ἐξ ἀέρος, τῇ δὲ ἐκ θαλάσσης· ἐπίκουροι δὲ αὐτοῖς Ἀργεῖοι δύο συγγενεῖς, τῷ μὲν Ἡρακλῆς, τῇ δὲ Περσεύς, ὁ μὲν τοξεύων τὸν ὄρνιν τοῦ Διός, ὁ δὲ ἐπὶ τὸ κῆτος τοῦ Ποσειδῶνος ἀθλῶν. ἀλλ' ὁ μὲν ἵδρυται τοξαζόμενος ἐν γῇ, ὁ δὲ ἐξ ἀέρος κρέμαται τῷ πτερῷ.

[7]

[1]    Ὀρώρυκται μὲν οὖν εἰς τὸ μέτρον τῆς κόρης ἡ πέτρα· θέλει δὲ τὸ ὄρυγμα λέγειν ὅτι μή τις αὐτὸ πεποίηκε χείρ, ἀλλ' ἔστιν αὐτόχθον· ἐτράχυνε γὰρ τοῦ λίθου τὸν κόλπον ὁ γραφεύς, ὡς ἔτεκεν αὐτὸν ἡ γῆ.

[2] ἡ δὲ ἐνίδρυται τῇ σκέπῃ· καὶ ἔοικε τὸ θέαμα, εἰ μὲν εἰς τὸ κάλλος ἀπίδοις, ἀγάλματι καινῷ, εἰ δὲ εἰς τὰ δεσμὰ καὶ τὸ κῆτος, αὐτοσχεδίῳ τάφῳ. ἐπὶ δὲ τῶν προσώπων αὐτῆς κάλλος κεκέρασται καὶ δέος·

[3] ἐν μὲν γὰρ ταῖς παρειαῖς τὸ δέος κάθηται, ἐκ δὲ τῶν ὀφθαλμῶν ἀνθεῖ τὸ κάλλος. ἀλλ' οὔτε τῶν παρειῶν τὸ ὠχρὸν τέλεον ἀφοίνικτον ἦν, ἠρέμα δὲ τῷ ἐρεύθει βέβαπται, οὔτε τὸ τῶν ὀφθαλμῶν ἄνθος ἐστὶν ἀμέριμνον, ἀλλ' ἔοικε τοῖς ἄρτι μαραινομένοις ἴοις· οὕτως αὐτὴν ἐκόσμησεν ὁ ζωγράφος εὐμόρφῳ φόβῳ.

[4] τὰς δὲ χεῖρας εἰς τὴν πέτραν ἐξεπέτασεν, ἄγχει δὲ ἄνω δεσμὸς ἑκατέραν συνάπτων τῇ πέτρᾳ· οἱ καρποὶ δὲ ὥσπερ ἀμπέλου βότρυες κρέμανται. καὶ αἱ μὲν ὠλέναι τῆς κόρης ἄκρατον ἔχουσαι τὸ λευκὸν εἰς τὸ πελιδνὸν μετέβαλον, καὶ ἐοίκασιν ἀποθνῄσκειν οἱ δάκτυλοι.

[5] δέδεται μὲν οὕτω τὸν θάνατον ἐκδεχομένη· ἕστηκε δὲ νυμφικῶς ἐστολισμένη, ὥσπερ Ἀϊδωνεῖ νύμφη κεκοσμημένη. ποδήρης χιτών, λευκὸς ὁ χιτών· τὸ ὕφασμα λεπτόν, ἀραχνίων ἐοικὸς πλοκῇ, οὐ κατὰ τὴν τῶν προβατείων τριχῶν, ἀλλὰ κατὰ τὴν τῶν ἐρίων τῶν πτηνῶν, οἷον ἀπὸ δένδρων ἕλκουσαι νήματα γυναῖκες ὑφαίνουσιν Ἰνδαί.

[6] τὸ δὲ κῆτος ἀντιπρόσωπον τῆς κόρης κάτωθεν ἀναβαῖνον ἀνοίγει τὴν θάλασσαν· καὶ τὸ μὲν πολὺ τοῦ σώματος περιβέβληται τῷ κύματι, μόνῃ δὲ τῇ κεφαλῇ τὴν θάλατταν ἀποδύεται. ὑπὸ δὲ τὴν ἅλμην τοῦ κύματος ἡ τῶν νώτων ἐγέγραπτο φαινομένη σκιά, τὰ τῶν φολίδων ἐπάρματα, τὰ τῶν αὐχένων κυρτώματα, ἡ λοφιὰ τῶν ἀκανθῶν, οἱ τῆς οὐρᾶς ἑλιγμοί.

[7] γένυς πολλὴ καὶ μακρά· ἀνέῳκτο δὲ πᾶσα μέχρι τῆς τῶν ὤμων συμβολῆς, καὶ εὐθὺς ἡ γαστήρ. μεταξὺ δὲ τοῦ κήτους καὶ τῆς κόρης ὁ Περσεὺς ἐγέγραπτο καταβαίνων ἐξ ἀέρος· καταβαίνει δὲ ἐπὶ τὸ θηρίον γυμνὸς τὸ πᾶν· χλαμὺς ἀμφὶ τοῖς ὤμοις μόνον καὶ πέδιλον περὶ τὼ πόδε πλησίον τοῦ πτεροῦ. πῖλος δὲ αὐτοῦ τὴν κεφαλὴν καλύπτει· ὁ πῖλος δὲ ὑπῃνίττετο τὴν Ἄϊδος κυνέην. τῇ λαιᾷ τὴν τῆς Γοργοῦς κεφαλὴν κρατεῖ καὶ προβέβληται δίκην ἀσπίδος. ἡ δέ ἐστι φοβερὰ καὶ ἐν τοῖς χρώμασι·

[8] τοὺς ὀφθαλμοὺς ἐξεπέτασεν, ἔφριξε τὰς τρίχας τῶν κροτάφων, ἤγειρε τοὺς δράκοντας· οὕτως ἀπειλεῖ κἀν τῇ γραφῇ. ὅπλον μὲν τοῦτο τῇ λαιᾷ τῷ Περσεῖ· ὥπλισται δὲ καὶ τὴν δεξιὰν διφυεῖ σιδήρῳ εἰς δρέπανον καὶ ξίφος ἐσχισμένῳ.

[9] ἄρχεται μὲν γὰρ ἡ κώπη κάτωθεν ἀμφοῖν ἐκ μιᾶς, καὶ ἔστιν ἐφ' ἥμισυ τοῦ σιδήρου ξίφος, ἐντεῦθεν δὲ ἀπορραγὲν τὸ μὲν ὀξύνεται, τὸ δὲ ἐπικάμπτεται. καὶ τὸ μὲν ἀπωξυμμένον μένει ξίφος, ὡς ἤρξατο, τὸ δὲ καμπτόμενον δρέπανον γίνεται, ἵνα μιᾷ πληγῇ τὸ μὲν ἐρείδῃ τὴν σφαγήν, τὸ δὲ κρατῇ τὴν τομήν. τὸ μὲν τῆς Ἀνδρομέδας δρᾶμα τοῦτο.

[8]

[1]    Ἑξῆς δὲ τὸ τοῦ Προμηθέως ἐγεγόνει. δέδεται μὲν ὁ Προμηθεὺς σιδήρῳ καὶ πέτρᾳ, ὥπλισται δὲ Ἡρακλῆς τόξῳ καὶ δόρατι. ὄρνις ἐς τὴν τοῦ Προμηθέως γαστέρα τρυφᾷ· ἕστηκε γὰρ αὐτὴν ἀνοίγων, ἤδη μὲν ἀνεῳγμένην,

[2] ἀλλὰ τὸ ῥάμφος ἐς τὸ ὄρυγμα κεῖται, καὶ ἔοικεν ἐπορύττειν τὸ τραῦμα καὶ ζητεῖν τὸ ἧπαρ· τὸ δὲ ἐκφαίνεται τοσοῦτον, ὅσον ἀνέῳξεν ὁ γραφεὺς τὸ διόρυγμα τοῦ τραύματος· ἐρείδει τῷ μηρῷ τῷ τοῦ Προμηθέως τὰς τῶν ὀνύχων ἀκμάς.

[3] ὁ δὲ ἀλγῶν πάντῃ συνέσταλται καὶ τὴν πλευρὰν συνέσπασται καὶ τὸν μηρὸν ἐγείρει καθ' αὑτοῦ· εἰς γὰρ τὸ ἧπαρ συνάγει τὸν ὄρνιν· ὁ δὲ ἕτερος αὐτῷ τοῖν ποδοῖν τὸν σπασμὸν ὄρθιον ἀντιτείνει κάτω καὶ εἰς τοὺς δακτύλους ἀποξύνεται.

[4] τὸ δὲ ἄλλο σχῆμα δείκνυσι τὸν πόνον· κεκύρτωται τὰς ὀφρῦς, συνέσταλται τὸ χεῖλος, φαίνει τοὺς ὀδόντας. ἠλέησας ἂν ὡς ἀλγοῦσαν τὴν γραφήν.

[5] ἀναφέρει δὲ λυπούμενον Ἡρακλῆς· ἕστηκε γὰρ τοξεύων τοῦ Προμηθέως τὸν δήμιον· ἐνήρμοσται τῷ τόξῳ βέλος, τῇ λαιᾷ προβέβληται τὸ κέρας ὠθῶν, ἐπὶ μαζὸν ἕλκει τὴν δεξιάν, ἕλκων τὸ νεῦρον κεκύρτωται κατόπιν τὸν ἀγκῶνα.

[6] πάντα οὖν ὁμοῦ πτύσσεται, τὸ τόξον, τὸ νεῦρον, ἡ δεξιά. συνάγεται μὲν ὑπὸ τοῦ νεύρου τὸ τόξον, διπλοῦται δὲ ὑπὸ τῆς χειρὸς τὸ νεῦρον, κλίνεται δὲ ἐπὶ μαζὸν ἡ χείρ.

[7] ὁ δὲ Προμηθεὺς μεστός ἐστιν ἐλπίδος ἅμα καὶ φόβου· πῇ μὲν γὰρ εἰς τὸ ἕλκος, πῇ δὲ εἰς τὸν Ἡρακλέα βλέπει, καὶ θέλει μὲν αὐτὸν ὅλοις τοῖς ὀφθαλμοῖς ἰδεῖν, ἕλκει δὲ τὸ ἥμισυ τοῦ βλέμματος ὁ πόνος.

[9]

[1]    Ἐνδιατρίψαντες οὖν ἡμερῶν δύο καὶ ἀναλαβόντες ἑαυτοὺς ἐκ τῶν κακῶν, ναῦν Αἰγυπτίαν μισθωσάμενοι (εἴχομεν δὲ ὀλίγον χρυσίον, ὅπερ ἐτύχομεν ἐζωσμένοι) διὰ τοῦ Νείλου πλοῦν ἐπ' Ἀλεξάνδρειαν ἐποιούμεθα, μάλιστα μὲν ἐκεῖ διεγνωκότες ποιήσασθαι τὴν διατριβὴν καὶ νομίζοντες ταύτῃ τάχα τοὺς φίλους εὑρήσειν προσενεχθέντας.

[2] ἐπεὶ δὲ ἐγενόμεθα κατά τινα πόλιν, ἐξαίφνης βοῆς ἀκούομεν πολλῆς. καὶ ὁ ναύτης, εἰπών· "Ὁ βουκόλος", μεταστρέφει τὴν ναῦν ὡς ἐπαναπλεύσων εἰς τοὐπίσω. καὶ ἅμα πλήρης ἦν ἡ γῆ φοβερῶν καὶ ἀγρίων ἀνθρώπων· μεγάλοι μὲν πάντες, μέλανες δὲ τὴν χροιάν (οὐ κατὰ τὴν τῶν Ἰνδῶν τὴν ἄκρατον, ἀλλ' οἷος ἂν γένοιτο νόθος Αἰθίοψ), ψιλοὶ τὰς κεφαλάς, λεπτοὶ τοὺς πόδας, τὸ σῶμα παχεῖς· ἐβαρβάριζον δὲ πάντες.

[3] καὶ ὁ κυβερνήτης, εἰπών· "Ἀπολώλαμεν", ἔστησε τὴν ναῦν, ὁ γὰρ ποταμὸς ταύτῃ στενώτατος, καὶ ἐπεμβάντες τῶν λῃστῶν τέσσαρες πάντα μὲν τὰ ἐν τῇ νηῒ λαμβάνουσι καὶ τὸ χρυσίον ἡμῶν ἀποφέρουσιν, ἡμᾶς δὲ δήσαντες καὶ κατακλείσαντες εἴς τι δωμάτιον ἀπηλλάττοντο, φύλακας ἡμῖν καταλιπόντες, ὡς τὴν ἐπιοῦσαν ἄξοντες ἡμᾶς εἰς τὸν βασιλέα· τούτῳ γὰρ ἐκάλουν τῷ ὀνόματι τὸν λῃστὴν τὸν μείζονα. καὶ ἦν ὁδὸς ἡμερῶν δύο, ὡς παρὰ τῶν σὺν ἡμῖν ἑαλωκότων ἠκούσαμεν.

[10]

[1]    Ἐπεὶ οὖν νὺξ ἐγένετο καὶ ἐκείμεθα ὡς ἦμεν δεδεμένοι καὶ ἐκάθευδον οἱ φρουροί, τότε, ὡς ἐξὸν ἤδη, κλαίειν ἦρχον τὴν Λευκίππην. καὶ δὴ λογισάμενος ὅσων αὐτῇ γέγονα κακῶν αἴτιος, κωκύσας ἐν τῇ ψυχῇ βύθιον, τῷ δὲ νῷ κλέψας τοῦ κωκυτοῦ τὸν ψόφον, "Ὦ θεοὶ καὶ δαίμονες," ἔφην, "εἴπερ ἐστέ που καὶ ἀκούετε, τί τηλικοῦτον ἠδικήσαμεν, ὡς ἐν ὀλίγαις ἡμέραις τοσούτῳ πλήθει βαπτισθῆναι κακῶν;

[2] νῦν δὲ καὶ παραδεδώκατε ἡμᾶς λῃσταῖς Αἰγυπτίοις, ἵνα μηδὲ ἐλέους τύχωμεν. λῃστὴν μὲν γὰρ Ἕλληνα καὶ φωνὴ κατέκλασε καὶ δέησις ἐμάλαξεν· ὁ γὰρ λόγος πολλάκις τὸν ἔλεον προξενεῖ· τὸ γὰρ πονοῦν τῆς ψυχῆς ἡ γλῶττα πρὸς ἱκετηρίαν διακονουμένη τῆς τῶν ἀκουόντων ψυχῆς ἡμεροῖ τὸ θυμούμενον.

[3] νῦν δὲ ποίᾳ μὲν φωνῇ δεηθῶμεν; τίνας δὲ ὅρκους προτείνωμεν; κἂν Σειρήνων τις γένηται πιθανώτερος, ὁ ἀνδροφόνος οὐκ ἀκούει. μόνοις ἱκετεύειν με δεῖ τοῖς νεύμασι καὶ τὴν δέησιν δηλοῦν ταῖς χειρονομίαις. ὢ τῶν ἀτυχημάτων· ἤδη τὸν θρῆνον ὀρχήσομαι.

[4] τὰ μὲν οὖν ἐμά, κἂν ὑπερβολὴν ἔχῃ συμφορᾶς, ἧττον ἀλγῶ, τὰ σὰ δέ, Λευκίππη, ποίῳ στόματι θρηνήσω, ποίοις ὄμμασι δακρύσω; ὦ πιστὴ μὲν πρὸς ἀνάγκην ἔρωτος, χρηστὴ δὲ πρὸς ἐραστὴν δυστυχοῦντα.

[5] ὡς καλά σου τῶν γάμων τὰ κοσμήματα· θάλαμος μὲν τὸ δεσμωτήριον, εὐνὴ δὲ ἡ γῆ, ὅρμοι δὲ καὶ ψέλλια κάλοι καὶ βρόχος, καί σοι νυμφαγωγὸς λῃστὴς παρακαθεύδει· ἀντὶ δὲ ὑμεναίων τίς σοι τὸν θρῆνον ᾄδει.

[6] μάτην σοι, ὦ θάλασσα, τὴν χάριν ὡμολογήσαμεν. μέμφομαί σου τῇ φιλανθρωπίᾳ· χρηστοτέρα γέγονας πρὸς οὓς ἀπέκτεινας, ἡμᾶς δὲ σώσασα μᾶλλον ἀπέκτεινας. ἐφθόνησας ἡμῖν ἀλῃστεύτοις ἀποθανεῖν."

[11]

[1]    Ταῦτα μὲν οὖν ἐθρήνουν ἡσυχῇ, κλαίειν δὲ οὐκ ἠδυνάμην. τοῦτο γὰρ ἴδιον τῶν ὀφθαλμῶν ἐν τοῖς μεγάλοις κακοῖς. ἐν μὲν γὰρ ταῖς μετρίαις συμφοραῖς ἀφθόνως τὰ δάκρυα καταρρεῖ καὶ ἔστι τοῖς πάσχουσιν εἰς τοὺς κολάζοντας ἱκετηρία, καὶ τοὺς ἀλγοῦντας, ὥσπερ ἀπὸ οἰδοῦντος τραύματος, ἐξεκένωσεν· ἐν δὲ τοῖς ὑπερβάλλουσι δεινοῖς φεύγει καὶ τὰ δάκρυα καὶ προδίδωσι καὶ τοὺς ὀφθαλμούς.

[2] ἐντυχοῦσα γὰρ αὐτοῖς ἀναβαίνουσιν ἡ λύπη ἵστησί τε τὴν ἀκμὴν καὶ μετοχετεύει καταφέρουσα σὺν αὑτῇ κάτω· τὰ δὲ ἐκτρεπόμενα τῆς ἐπὶ τοὺς ὀφθαλμοὺς ὁδοῦ εἰς τὴν ψυχὴν καταρρεῖ καὶ χαλεπώτερον αὐτῆς ποιεῖ τὸ τραῦμα. λέγω οὖν πρὸς τὴν Λευκίππην πάντα σιγῶσαν· "Τί σιγᾷς, φιλτάτη, καὶ οὐδέν μοι λαλεῖς;" "Ὅτι μοι," ἔφη, "πρὸ τῆς ψυχῆς, Κλειτοφῶν, τέθνηκεν ἡ φωνή."

[12]

[1]    Ταῦθ' ἡμᾶς διαλεγομένους ἔλαθεν ἠὼς γενομένη· καί τις ἵππον ἐπελαύνων ἔρχεται, κόμην ἔχων πολλὴν καὶ ἀγρίαν. ἐκόμα δὲ καὶ ὁ ἵππος· γυμνὸς ἦν, ἄστρωτος καὶ οὐκ ἔχων φάλαρα· τοιοῦτοι γὰρ τοῖς λῃσταῖς εἰσιν οἱ ἵπποι. ἀπὸ δὲ τοῦ λῃστάρχου παρῆν καί, "Εἴ τις," ἔφη, "παρθένος ἐστὶν ἐν τοῖς εἰλημμένοις, ταύτην ἀπάγειν πρὸς τὸν θεόν, ἱερεῖον ἐσομένην καὶ καθάρσιον τοῦ στρατοῦ."

[2] οἱ δὲ ἐπὶ τὴν Λευκίππην εὐθὺς τρέπονται, ἡ δὲ εἴχετό μου καὶ ἐξεκρέματο βοῶσα. τῶν δὲ λῃστῶν οἱ μὲν ἀπέσπων, οἱ δὲ ἔτυπτον· ἀπέσπων μὲν τὴν Λευκίππην, ἔτυπτον δὲ ἐμέ. ἀράμενοι οὖν αὐτὴν μετέωρον ἀπάγουσιν, ἡμᾶς δὲ κατὰ σχολὴν ἦγον δεδεμένους.

[13]

[1]    Καὶ ἐπεὶ δύο σταδίους τῆς κώμης προήλθομεν, ἀλαλαγμὸς ἀκούεται πολὺς καὶ σάλπιγγος ἦχος, καὶ ἐπιφαίνεται φάλαγξ στρατιωτική, πάντες ὁπλῖται. οἱ δὲ λῃσταὶ κατιδόντες, ἡμᾶς μέσους διαλαβόντες ἔμενον ἐπιόντας ὡς αὐτοὺς ἀμυνούμενοι.

[2] καὶ μετ' οὐ πολὺ παρῆσαν πεντήκοντα τὸν ἀριθμόν, οἱ μὲν ποδήρεις ἔχοντες τὰς ἀσπίδας, οἱ δὲ πελτασταί· οἱ δὲ λῃσταὶ πολὺ πλείους ὄντες, βώλους ἀπὸ τῆς γῆς λαμβάνοντες τοὺς στρατιώτας ἔβαλλον.

[3] παντὸς δὲ λίθου χαλεπώτερος βῶλος Αἰγύπτιος, βαρύς τε καὶ τραχὺς καὶ ἀνώμαλος· τὸ δὲ ἀνώμαλόν εἰσιν αἰχμαὶ τῶν λίθων. ὥστε βληθεὶς διπλοῦν ποιεῖ ἐν ταὐτῷ τὸ τραῦμα, καὶ οἴδημα ὡς ἀπὸ λίθου, καὶ τομὰς ὡς ἀπὸ βέλους.

[4] ἀλλὰ ταῖς γε ἀσπίσιν ἐκδεχόμενοι τοὺς λίθους ὀλίγον τῶν βαλλόντων ἐφρόντιζον. ἐπεὶ οὖν ἔκαμον οἱ λῃσταὶ βάλλοντες, ἀνοίγουσι μὲν οἱ στρατιῶται τὴν φάλαγγα, ἐκθέουσι δὲ ἀπὸ τῶν ὅπλων ἄνδρες κούφως ἐσταλμένοι, φέρων αἰχμὴν ἕκαστος καὶ ξίφος, καὶ ἀκοντίζουσιν ἅμα, καὶ ἦν οὐδεὶς ὃς οὐκ ἐπέτυχεν.

[5] εἶτα οἱ ὁπλῖται προσέρρεον· καὶ ἦν ἡ μάχη στερρά, πληγαὶ δὲ παρ' ἀμφοτέρων καὶ τραύματα καὶ σφαγαί. καὶ τὸ μὲν ἔμπειρον παρὰ τοῖς στρατιώταις ἀνεπλήρου τοῦ πλήθους τὸ ἐνδεές. ἡμεῖς δὲ ὅσοι τῶν αἰχμαλώτων ἦμεν, ἐπιτηρήσαντες τὸ πονοῦν τῶν λῃστῶν μέρος, ἅμα συνελθόντες διακόπτομέν τε αὐτῶν τὴν φάλαγγα καὶ ἐπὶ τοὺς ἐναντίους ἐκτρέχομεν.

[6] οἱ δὲ στρατιῶται τὸ μὲν πρῶτον ἐπεχείρουν ἀναιρεῖν οὐκ εἰδότες, ὡς δὲ εἶδον γυμνοὺς καὶ δεσμὰ ἔχοντας, ὑπονοήσαντες τὴν ἀλήθειαν δέχονται τῶν ὅπλων εἴσω, καὶ ἐπ' οὐρὰν παραπέμψαντες εἴων ἡσυχάζειν.

[7] ἐν τούτῳ δὲ καὶ ἱππεῖς πλείους προσέρρεον· καὶ ἐπεὶ πλησίον ἐγένοντο, κατὰ κέρας ἑκάτερον ἐκτείναντες τὴν φάλαγγα περιΐππευον αὐτοὺς κύκλῳ, καὶ ἐν τούτῳ συναγαγόντες αὐτοὺς εἰς ὀλίγον κατεφόνευον. καὶ οἱ μὲν ἔκειντο τεθνηκότες, οἱ δὲ καὶ ἡμιθνῆτες ἐμάχοντο· τοὺς δὲ λοιποὺς ἐζώγρησαν.

[14]

[1]    Ἦν δὲ περὶ δείλην ὁ καιρός· καὶ ὁ στρατηγὸς διαλαβὼν ἡμῶν ἕκαστον ἐπυνθάνετο τίνες εἴημεν καὶ πῶς ληφθείημεν· διηγεῖτο δὲ ἄλλος ἄλλο τι, κἀγὼ τὰ ἐμὰ εἶπον. ἐπεὶ οὖν ἅπαντα ἔμαθεν, ἐκέλευσεν ἀκολουθεῖν, αὐτὸς δὲ ὅπλα δώσειν ὑπέσχετο. διεγνώκει γὰρ ἀναμείνας στρατιὰν ἐπελθεῖν τῷ μεγάλῳ λῃστηρίῳ· ἐλέγοντο δὲ ἀμφὶ τοὺς μυρίους εἶναι.

[2] ἐγὼ δὲ ἵππον ᾔτουν, σφόδρα γὰρ ᾔδειν ἱππεύειν γεγυμνασμένος. ὡς δέ τις παρῆν, περιάγων τὸν ἵππον ἐπεδεικνύμην ἐν ῥυθμῷ τὰ τῶν πολεμούντων σχήματα, ὥστε καὶ τὸν στρατηγὸν σφόδρα ἐπαινέσαι. ποιεῖται δή με ἐκείνην τὴν ἡμέραν ὁμοτράπεζον καὶ παρὰ τὸ δεῖπνον ἐπυνθάνετο τἀμὰ καὶ ἀκούων ἠλέει.

[3] συμπαθὴς δέ πως εἰς ἔλεον ἄνθρωπος ἀκροατὴς ἀλλοτρίων κακῶν, καὶ ὁ ἔλεος πολλάκις φιλίαν προξενεῖ· ἡ γὰρ ψυχὴ μαλαχθεῖσα πρὸς τὴν ὧν ἤκουσε λύπην, συνδιατεθεῖσα κατὰ μικρὸν τῇ τοῦ πάθους ἀκροάσει τὸν οἶκτον εἰς φιλίαν καὶ τὴν λύπην εἰς τὸν ἔλεον συλλέγει.

[4] οὕτω γοῦν διέθηκα τὸν στρατηγὸν ἐκ τῆς ἀκροάσεως, ὡς καὶ αὐτὸν δάκρυα προαγαγεῖν· πλέον δὲ ποιεῖν εἴχομεν οὐδέν, τῆς Λευκίππης ὑπὸ τῶν λῃστῶν ἐχομένης. ἔδωκε δέ μοι καὶ θεράποντα τὸν ἐπιμελησόμενον Αἰγύπτιον.

[15]

[1]    Τῇ δὲ ὑστεραίᾳ πρὸς τὴν διάβασιν παρεσκευάζετο καὶ ἐπεχείρει τὴν διώρυχα χῶσαι, ἥτις ἦν ἐμποδών. καὶ γὰρ ἑωρῶμεν τοὺς λῃστὰς μετὰ πλείστης δυνάμεως ἐπὶ θάτερα τῆς διώρυχος ἑστῶτας ἐν τοῖς ὅπλοις. βωμὸς δέ τις αὐτοῖς αὐτοσχέδιος ἦν πηλοῦ πεποιημένος καὶ σορὸς τοῦ βωμοῦ πλησίον.

[2] ἄγουσι δή τινες δύο τὴν κόρην ὀπίσω τὼ χεῖρε δεδεμένην· καὶ αὐτοὺς μὲν οἵτινες ἦσαν οὐκ εἶδον, ἦσαν γὰρ ὡπλισμένοι, τὴν δὲ κόρην Λευκίππην οὖσαν ἐγνώρισα.

[3] εἶτα κατὰ τῆς κεφαλῆς σπονδὴν περιχέαντες περιάγουσι τὸν βωμὸν κύκλῳ, καὶ ἐπηύλει τις αὐτῇ, καὶ ὁ ἱερεὺς ᾖδεν, ὡς εἰκός, ᾠδὴν Αἰγυπτίαν· τὸ γὰρ σχῆμα τοῦ στόματος καὶ τῶν προσώπων τὸ διειλκυσμένον ὑπέφαινεν ᾠδήν.

[4] εἶτα ἀπὸ συνθήματος πάντες ἀναχωροῦσι τοῦ βωμοῦ μακράν· τῶν δὲ νεανίσκων ὁ ἕτερος ἀνακλίνας αὐτὴν ὑπτίαν ἔδησεν ἐκ παττάλων ἐπὶ τῆς γῆς ἐρηρεισμένων, οἷον ποιοῦσιν οἱ κοροπλάθοι τὸν Μαρσύαν ἐκ τοῦ φυτοῦ δεδεμένον. εἶτα λαβὼν ξίφος βάπτει κατὰ τῆς καρδίας καὶ διελκύσας τὸ ξίφος εἰς τὴν κάτω γαστέρα ῥήγνυσι·

[5] τὰ σπλάγχνα δὲ εὐθὺς ἐξεπήδησεν, ἃ ταῖς χερσὶν ἐξελκύσαντες ἐπιτιθέασι τῷ βωμῷ, καὶ ἐπεὶ ὠπτήθη, κατατεμόντες ἅπαντες εἰς μοίρας ἔφαγον. ταῦτα δὲ ὁρῶντες οἱ στρατιῶται καὶ ὁ στρατηγὸς καθ' ἓν τῶν πραττομένων ἀνεβόων καὶ τὰς ὄψεις ἀπέστρεφον τῆς θέας, ἐγὼ δὲ ἐκ παραλόγου καθήμενος ἐθεώμην.

[6] τὸ δὲ ἦν ἔκπληξις· μέτρον γὰρ οὐκ ἔχον τὸ κακὸν ἐνεβρόντησέ με. καὶ τάχα ὁ τῆς Νιόβης μῦθος οὐκ ἦν ψευδής, ἀλλὰ κἀκείνη τοιοῦτόν τι παθοῦσα ἐπὶ τῇ τῶν παίδων ἀπωλείᾳ δόξαν παρέσχεν ἐκ τῆς ἀκινησίας ὡσεὶ λίθος γενομένη. ἐπεὶ δὲ τέλος εἶχεν, ὥς γε ᾤμην, τὸ ἔργον, τὸ σῶμα ἐνθέντες τῇ σορῷ καταλείπουσι, πῶμα ἐπ' αὐτῆς ἐπιθέντες, τὸν δὲ βωμὸν καταστρέψαντες φεύγουσιν ἀμεταστρεπτί. οὕτω γὰρ αὐτοῖς ποιεῖν ἔτυχε μεμαντευμένος ὁ ἱερεύς.

[16]

[1]    Ἑσπέρας δὲ γενομένης ἡ διῶρυξ κέχωστο πᾶσα· οἱ δὲ στρατιῶται διαβάντες αὐλίζονται μικρὸν ἄνω τῆς διώρυχος καὶ περὶ δεῖπνον ἦσαν. ὁ δὲ στρατηγὸς ἐπεχείρει με παρηγορεῖν ἀνιαρῶς ἔχοντα.

[2] περὶ δὲ πρώτην νυκτὸς φυλακὴν πάντας ἐπιτηρήσας καθεύδοντας πρόειμι τὸ ξίφος ἔχων, ἐπικατασφάξων ἐμαυτὸν τῇ σορῷ.

[3] ἐπεὶ δὲ πλησίον ἐγενόμην, ἀνατείνω τὸ ξίφος, "Λευκίππη," λέγων, "ἀθλία καὶ πάντων ἀνθρώπων δυστυχεστάτη, οὐ τὸν θάνατον ὀδύρομαί σου μόνον, οὐδ' ὅτι τέθνηκας ἐπὶ ξένης, οὐδ' ὅτι σοι γέγονεν ἐκ βίας σφαγή, ἀλλ' ὅτι ταῦτα τῶν σῶν ἀτυχημάτων παίγνια, ἀλλ' ὅτι καθάρσιον γέγονας ἀκαθάρτων σωμάτων καί σε ζῶσαν ἀνέτεμον, οἴμοι, καὶ βλέπουσαν ὅλην τὴν ἀνατομήν, ἀλλ' ὅτι σου τῆς γαστρὸς τὰ μυστήρια ἐμέρισαν καὶ τὴν ταφὴν κακοδαίμονι βωμῷ καὶ σορῷ.

[4] καὶ τὸ μὲν σῶμα ταύτῃ κατατέθειται, τὰ δὲ σπλάγχνα ποῦ; εἰ μὲν δεδαπανήκει τὸ πῦρ, ἥττων ἡ συμφορά· νῦν δὲ ἡ τῶν σπλάγχνων σου ταφὴ λῃστῶν γέγονε τροφή. ὢ πονηρᾶς ἐπὶ βωμοῦ δᾳδουχίας· ὢ τροφῶν καινὰ μυστήρια.

[5] καὶ ἐπὶ τοιούτοις θύμασιν ἔβλεπον ἄνωθεν οἱ θεοὶ καὶ οὐκ ἐσβέσθη τὸ πῦρ, ἀλλὰ μιαινόμενον ἠνείχετο καὶ ἀνέφερε τοῖς θεοῖς τὴν κνῖσαν. λαβὲ οὖν, Λευκίππη, τὰς πρεπούσας σοι παρ' ἐμοῦ χοάς."

[17]

[1]    Ταῦτα εἰπὼν ἀνατείνω τὸ ξίφος ἄνω ὡς καθήσων ἐμαυτῷ κατὰ τῆς σφαγῆς· καὶ ὁρῶ δύο τινὰς ἐξ ἐναντίας (σεληναία δὲ ἦν) σπουδῇ θέοντας. ἐπέσχον οὖν λῃστὰς εἶναι δοκῶν, ὡς ἂν ὑπ' αὐτῶν ἀποθάνοιμι. ἐν τούτῳ δὲ ἐγγὺς ἐγένοντο καὶ ἀναβοῶσιν ἄμφω. Μενέλαος δὲ ἦν καὶ ὁ Σάτυρος.

[2] ἐγὼ δὲ ἄνδρας ἰδὼν ἐκ παραλόγου ζῶντας καὶ φίλους οὔτε περιεπτυξάμην οὔτε ἐξεπλάγην ὑφ' ἡδονῆς· τοσοῦτον ἡ λύπη με τῆς συμφορᾶς ἐξεκώφησε.

[3] λαμβάνονται δή μου τῆς δεξιᾶς καὶ ἐπεχείρουν ἀφαιρεῖσθαι τὸ ξίφος· ἐγὼ δέ, "Πρὸς θεῶν," ἔφην, "μή μοι φθονήσητε θανάτου καλοῦ, μᾶλλον δὲ φαρμάκου τῶν κακῶν· οὐδὲ γὰρ ζῆν ἔτι δύναμαι, κἂν νῦν με βιάσησθε, Λευκίππης οὕτως ἀνῃρημένης.

[4] τοῦτο μὲν γὰρ ἀφαιρήσεσθέ μου τὸ ξίφος, τὸ δὲ τῆς ἐμῆς λύπης ξίφος ἔνδον καταπέπηγε καὶ τέμνει κατ' ὀλίγον. ἀθανάτῳ σφαγῇ ἀποθνῄσκειν με βούλεσθε;" λέγει οὖν ὁ Μενέλαος· "Ἀλλ' εἰ διὰ τοῦτο θέλεις ἀποθανεῖν, ὥρα σοι τὸ ξίφος ἐπισχεῖν· Λευκίππη δέ σοι νῦν ἀναβιώσεται."

[5] βλέψας οὖν πρὸς αὐτόν, "Ἔτι μου καταγελᾷς," ἔφην, "ἐπὶ τηλικούτῳ κακῷ; εὖ γε, Μενέλαε, Ξενίου μέμνησαι Διός." ὁ δὲ κρούσας τὴν σορόν, "Ἐπεὶ τοίνυν ἀπιστεῖ Κλειτοφῶν," ἔφη, "σύ μοι, Λευκίππη, μαρτύρησον, εἰ ζῇς."

[6] ἅμα δὲ εἶπε καὶ δίς που καὶ τρὶς ἐπάταξε τὴν σορόν, καὶ κάτωθεν ἀκούω φωνῆς πάνυ λεπτῆς. τρόμος οὖν εὐθὺς ἴσχει με καὶ πρὸς τὸν Μενέλαον ἀπέβλεπον, μάγον εἶναι δοκῶν.

[7] ὁ δὲ ἤνοιγεν ἅμα τὴν σορὸν καὶ ἡ Λευκίππη κάτωθεν ἀνέβαινε, φοβερὸν θέαμα, ὦ θεοί, καὶ φρικωδέστατον. ἀνέῳκτο μὲν αὐτῆς ἡ γαστὴρ πᾶσα καὶ ἦν ἐντέρων κενή· ἐπιπεσοῦσα δέ μοι περιπλέκεται καὶ συνέφυμεν καὶ ἄμφω κατεπέσομεν.

[18]

[1]    Μόλις οὖν ἀναζωπυρήσας λέγω πρὸς τὸν Μενέλαον· "Οὐκ ἐρεῖς μοι, τί ταῦτα; οὐχὶ Λευκίππην ὁρῶ; ταύτην οὐ κρατῶ καὶ ἀκούω λαλούσης; ἃ οὖν χθὲς ἐθεασάμην, τίνα ἦν; ἢ γὰρ ἐκεῖνά ἐστιν ἢ ταῦτα ἐνύπνια.

[2] ἀλλ' ἰδοὺ καὶ φίλημα ἀληθινὸν καὶ ζῶν, ὡς κἀκεῖνο τὸ τῆς Λευκίππης γλυκύ." "Ἀλλὰ νῦν," ὁ Μενέλαος ἔφη, "καὶ τὰ σπλάγχνα ἀπολήψεται καὶ τὰ στέρνα συμφύσεται, καὶ ἄτρωτον ὄψει. ἀλλ' ἐπικάλυψαί σου τὸ πρόσωπον· καλῶ γὰρ τὴν Ἑκάτην ἐπὶ τὸ ἔργον."

[3] ἐγὼ δὲ πιστεύσας ἐνεκαλυψάμην. ὁ δὲ ἄρχεται τερατεύεσθαι καὶ λόγον τινὰ καταλέγειν· ἅμα λέγων περιαιρεῖ τὰ μαγγανεύματα τὰ ἐπὶ τῇ γαστρὶ τῆς Λευκίππης καὶ ἀποκατέστησεν εἰς τὸ ἀρχαῖον. λέγει δέ μοι· "Ἀποκάλυψαι."

[4] κἀγὼ μόλις μὲν καὶ φοβούμενος (ἀληθῶς γὰρ ᾤμην τὴν Ἑκάτην παρεῖναι), ὅμως δ' οὖν ἀπέστησα τῶν ὀφθαλμῶν τὰς χεῖρας καὶ ὁλόκληρον τὴν Λευκίππην ὁρῶ.

[5] ἔτι μᾶλλον οὖν ἐκπλαγεὶς ἐδεόμην Μενελάου, λέγων· "Ὦ φίλτατε Μενέλαε, εἰ διάκονός τις εἶ θεῶν, δέομαί σου, ποῖ γῆς εἰμι καὶ τί ποτε ταῦτα ὁρῶ;" καὶ ἡ Λευκίππη, "Παῦσαι," ἔφη, "Μενέλαε, δεδιττόμενος αὐτόν. λέγε δὲ πῶς τοὺς λῃστὰς ἠπάτησας."

[19]

[1]    Ὁ οὖν Μενέλαος λέγει· "Οἶδας, ὡς Αἰγύπτιός εἰμι τὸ γένος· φθάνω γάρ σοι ταῦτα εἰπὼν ἐπὶ τῆς νεώς. ἦν οὖν μοι τὰ πλεῖστα τῶν κτημάτων περὶ ταύτην τὴν κώμην καὶ οἱ ἄρχοντες αὐτῆς γνώριμοι.

[2] ἐπεὶ οὖν τῇ ναυαγίᾳ περιεπέσομεν, εἶτά με προσέρριψε τὸ κῦμα τοῖς τῆς Αἰγύπτου παραλίοις, λαμβάνομαι μετὰ τοῦ Σατύρου πρὸς τῶν ταύτῃ παραφυλασσόντων λῃστῶν. ὡς δὲ ἄγομαι πρὸς τὸν λῄσταρχον, ταχύ με τῶν λῃστῶν τινες γνωρίσαντες λύουσι τὰ δεσμὰ θαρρεῖν τε ἐκέλευον καὶ συμπονεῖν αὐτοῖς, ὡς ἂν οἰκεῖον.

[3] ἐξαιτοῦμαι δὴ καὶ τὸν Σάτυρον ὡς ἐμόν. οἱ δέ, 'Ἀλλ' ὅμως,' ἔφασαν, 'ἐπίδειξον ἡμῖν σεαυτὸν τολμηρὸν πρῶτον.' κἀν τούτῳ χρησμὸν ἴσχουσι κόρην καταθῦσαι καὶ καθᾶραι τὸ λῃστήριον καὶ τοῦ μὲν ἥπατος ἀπογεύσασθαι τυθείσης, τὸ δὲ λοιτὸν σῶμα σορῷ παραδόντας ἀναχωρεῖν, ὡς ἂν τὸ τῶν ἐναντίων στρατόπεδον ὑπερβάλοι τῆς θυσίας τὸν τόπον. λέγε δὴ τὰ ἐπίλοιπα, Σάτυρε· σὸς γὰρ ἐντεῦθεν ὁ λόγος."

[20]

[1]    Καὶ ὁ Σάτυρος λέγει· "Ἅμα δὲ βιαζόμενος ἐπὶ τὸ στρατόπεδον ἔκλαον, ὦ δέσποτα, καὶ ὠδυρόμην, τὰ περὶ τῆς Λευκίππης πυθόμενος, καὶ ἐδεόμην Μενελάου παντὶ τρόπῳ σῶσαι τὴν κόρην.

[2] δαίμων δέ τις ἀγαθὸς ἡμῖν συνήργησεν. ἐτύχομεν τῇ προτεραίᾳ τῆς θυσίας ἡμέρᾳ καθεζόμενοι πρὸς τῇ θαλάττῃ λυπούμενοι καὶ περὶ τούτων σκοποῦντες· τῶν δὲ λῃστῶν τινες ναῦν ἰδόντες ἀγνοίᾳ πλανηθεῖσαν, ὥρμησαν ἐπ' αὐτήν.

[3] οἱ δὲ ἐπὶ τῆς νεὼς συνέντες οἳ τυγχάνουσιν, ἐπεχείρουν ἐλαύνειν εἰς τοὐπίσω· ὡς δὲ φθάνουσιν οἱ λῃσταὶ καταλαβόντες, πρὸς ἄμυναν τρέπονται.

[4] καὶ γάρ τις ἐν αὐτοῖς ἦν τῶν τὰ Ὁμήρου τῷ στόματι δεικνύντων ἐν τοῖς θεάτροις· τὴν Ὁμηρικὴν σκευὴν ὁπλισάμενός τε αὐτὸς καὶ τοὺς ἀμφ' αὑτὸν οὕτω σκευάσας ἐπεχείρουν μάχεσθαι.

[5] πρὸς μὲν οὖν τοὺς πρώτους ἐπελθόντας καὶ μάλα ἐρρωμένως ἀντετάξαντο· πλειόνων δὲ ἐπιπλευσάντων σκαφῶν λῃστρικῶν καταδύουσι τὴν ναῦν καὶ τοὺς ἄνδρας ἐκπεσόντας ἀνῄρουν.

[6] λανθάνει δὴ κίστη ἐκτραπεῖσά τις ‹ἐν› τῷ ναυαγίῳ ‹καὶ› καθ' ἡμᾶς τῷ ῥοῒ κομισθεῖσα, ἣν ὁ Μενέλαος ἀναιρεῖται. καὶ ἀναχωρήσας ποι παρόντος ἅμα κἀμοῦ (προσεδόκα γάρ τι σπουδαῖον ἔνδον εἶναι) ἀνοίγει τὴν κίστην, καὶ ὁρῶμεν χλαμύδα καὶ ὁρῶμεν χλαμύδα καὶ ξίφος, τὴν μὲν κώπην ἔχον παλαιστῶν τεσσάρων, τὸν δὲ σίδηρον ἐπὶ τῇ κώπῃ βραχύτατον, δακτύλων ὅσον οὐ πλείω τριῶν.

[7] ὡς δὲ ἀνελόμενος τὸ ξίφος ὁ Μενέλαος ἔλαθε μεταστρέψας κατὰ τὸ τοῦ σιδήρου μέρος, τὸ μικρὸν ἐκεῖνο ξίφος ὥσπερ ἀπὸ χηραμοῦ τῆς κώπης κατατρέχει τοσοῦτον, ὅσον εἶχεν ἡ κώπη τὸ μέγεθος· ὡς δὲ ἀνέστρεψεν εἰς τοὔμπαλιν, αὖθις ὁ σίδηρος εἴσω κατεδύετο. τούτῳ δ' ἄρα, ὡς εἰκός, ὁ κακοδαίμων ἐκεῖνος ἐν τοῖς θεάτροις ἐχρῆτο πρὸς τὰς κιβδήλους σφαγάς."

[21]

[1]    "Λέγω οὖν πρὸς τὸν Μενέλαον· 'Θεὸς ἡμῖν, ἂν θέλῃς χρηστὸς γενέσθαι, συναγωνίσεται. δυνησόμεθα γὰρ καὶ τὴν κόρην σῶσαι καὶ τοὺς λῃστὰς λαθεῖν. ἄκουσον δὲ ποίῳ τρόπῳ.

[2] δέρμα προβάτου λαβόντες ὡς ὅτι ῥαδινώτατον συρράψωμεν εἰς σχῆμα βαλαντίου, μέτρον ὅσον γαστρὸς ἀνθρωπίνης, εἶτα ἐμπλήσαντες θηρείων σπλάγχνων καὶ αἵματος τὴν πλαστὴν ταύτην γαστέρα ῥάψωμεν, ὡς μὴ ῥᾳδίως τὰ σπλάγχνα διεκπίπτοι, καὶ ἐνσκευάσαντες τὴν κόρην τοῦτον τὸν τρόπον καὶ στολὴν ἔξωθεν περιβαλόντες μίτραις τε καὶ ζώσμασιν ἐνδεδεμένην τὴν σκευὴν ταύτην ἐπικρύψωμεν.

[3] πάντως δὲ καὶ ὁ χρησμὸς ἡμῖν εἰς τὸ λαθεῖν χρήσιμος· ποδήρει γὰρ αὐτὴν ἐσταλμένην διὰ ταύτης ἀνατμηθῆναι μέσην τῆς ἐσθῆτος λέγει ὁ χρησμός. ὁρᾷς τοῦτο τὸ ξίφος ὡς ἔχει μηχανῆς.

[4] ἂν γὰρ ἐρείσῃ τις ἐπί τινος σώματος, φεύγει πρὸς τὴν κώπην ὥσπερ εἰς κουλεόν· καὶ οἱ μὲν ὁρῶντες δοκοῦσι βαπτίζεσθαι τὸν σίδηρον κατὰ τοῦ σώματος, ὁ δὲ εἰς τὸν χηραμὸν τῆς κώπης ἀνέθορε, μόνην δὲ καταλείπει τὴν αἰχμήν, ὅσον τὴν πλαστὴν γαστέρα τεμεῖν καὶ τὴν κώπην ἐν χρῷ τοῦ σφαζομένου τυχεῖν· κἂν ἀποσπάσῃ τις τὸν σίδηρον ἐκ τοῦ τραύματος, καταρρεῖ πάλιν ἐκ τοῦ χηραμοῦ τὸ ξίφος ὅσον τῆς κώπης ἀνακουφίζεται τὸ μετέωρον καὶ τὸν αὐτὸν τρόπον τοὺς ὁρῶντας ἀπατᾷ· [5] δοκεῖ γὰρ τοσοῦτον καταβῆναι ‹ἐν› τῇ σφαγῇ, ὅσον ἄνεισιν ἐκ τῆς μηχανῆς. τούτων οὖν γενομένων οὐκ ἂν εἰδεῖεν οἱ λῃσταὶ τὴν τέχνην. τά τε γὰρ δέρματα ἀποκέκρυπται τά τε σπλάγχνα τῇ σφαγῇ προπηδήσεται, ἅπερ ἡμεῖς ἐξελόντες ἐπὶ τῷ βωμῷ θύσομεν. [6] καὶ τὸ ἐντεῦθεν οὐκέτι προσίασιν οἱ λῃσταὶ τῷ σώματι, ἀλλ' ἡμεῖς εἰς τὴν σορὸν καταθήσομεν. ἀκήκοας τοῦ λῃστάρχου μικρῷ πρόσθεν εἰπόντος, δεῖν τι τολμηρὸν ἐπιδείξασθαι πρὸς αὐτούς· ὥστε ἔστι σοι προσελθεῖν αὐτῷ καὶ ὑποσχέσθαι ταύτην τὴν ἐπίδειξιν.' ταῦτα λέγων ἐδεόμην Δία Ξένιον καλῶν καὶ κοινῆς ἀναμιμνήσκων τραπέζης καὶ κοινῆς ναυαγίας."

[22]

[1]    "Ὁ δὲ χρηστὸς οὗτος, 'Μέγα μέν,' ἔφη, 'τὸ ἔργον, ἀλλ' ὑπὲρ φίλου, κἂν ἀποθανεῖν δεήσῃ, καλὸς ὁ κίνδυνος, γλυκὺς ὁ θάνατος.' 'Νομίζω δέ,' ἔφην, 'ζῆν καὶ Κλειτοφῶντα. [2] ἡ γὰρ κόρη πυθομένῳ μοι καταλιπεῖν αὐτὸν εἶπε παρὰ τοῖς ἑαλωκόσι τῶν λῃστῶν δεδεμένον· οἱ δὲ τῶν λῃστῶν πρὸς τὸν λῄσταρχον ἐκφυγόντες ἔλεγον πάντας τοὺς ὑπ' αὐτῶν εἰλημμένους τὴν εἰς τὸ στρατόπεδον ἐκπεφευγέναι· ὥστε ἀποκείσεταί σοι παρ' αὐτῷ ἡ χάρις καὶ ἅμα ἐλεῆσαι κόρην ἀθλίαν ἐκ τοσούτου κακοῦ.'

[3] ταῦτα λέγων πείθω, καὶ συνέπραξεν ἡ Τύχη. ἐγὼ μὲν οὖν περὶ τὴν τοῦ μηχανήματος ἤμην σκευήν. ἄρτι δὲ τοῦ Μενελάου μέλλοντος τοῖς λῃσταῖς περὶ τῆς θυσίας λέγειν, ὁ λῄσταρχος φθάσας κατὰ δαίμονα, 'Νόμος ἡμῖν ἐστιν,' ἔφη, 'πρωτομύστας τῆς ἱερείας ἄρχεσθαι, μάλιστα ὅταν ἄνθρωπον καταθύειν δέῃ.

[4] ὥρα τοίνυν εἰς αὔριόν σοι παρασκευάζεσθαι πρὸς τὴν θυσίαν· δεήσει δὲ καὶ τὸν σὸν οἰκέτην ἅμα σοὶ μυηθῆναι.' 'Καὶ μάλα,' οὗτος ἔφη, 'προθυμησόμεθα μηδενὸς ὑμῶν χείρους γενέσθαι.

[5] στεῖλαι δὲ ἡμᾶς αὐτοὺς δεήσει τὴν κόρην ὡς ἁρμοδίως πρὸς τὴν ἀνατομήν.' 'Ὑμῶν,' ὁ λῄσταρχος ἔφη, 'τὸ ἱερεῖον.'

[6] στέλλομεν δὴ τὴν κόρην τὸν προειρημένον τρόπον καθ' ἑαυτοὺς καὶ θαρρεῖν παρεκελευσάμεθα, διεξελθόντες ἕκαστα, καὶ ὡς μένειν εἴσω τῆς σοροῦ χρή, κἂν θᾶττον αὐτὴν ὁ ὕπνος ἀφῇ, τὴν ἡμέραν ἔνδον μένειν. 'Εἰ δέ τι ἡμῖν ἐμποδὼν γένηται, σῶζε σαυτὴν ἐπὶ τὸ στρατόπεδον.' ταῦτα εἰπόντες ἐξάγομεν αὐτὴν ἐπὶ τὸν βωμόν· καὶ τὰ λοιπὰ οἶδας."

[23]

[1]    Ὡς οὖν ἤκουσα, παντοδαπὸς ἐγιγνόμην καὶ διηπόρουν ὅ τι ποιήσω πρὸς τὸν Μενέλαον ἀντάξιον. τὸ δ' οὖν κοινότατον, προσπεσὼν κατησπαζόμην καὶ προσεκύνουν ὡς θεόν, καί μου κατὰ τὴν ψυχὴν ἀθρόα κατεχεῖτο ἡδονή.

[2] ὡς δὲ τὰ κατὰ Λευκίππην εἶχέ μοι καλῶς, "Ὁ δὲ Κλεινίας," εἶπον, "τί γέγονεν;" ὁ δὲ Μενέλαος, "Οὐκ οἶδα," ἔφη· "μετὰ γὰρ τὴν ναυαγίαν εὐθὺς εἶδον μὲν αὐτὸν τῆς κεραίας λαβόμενον, ὅποι δὲ κεχώρηκεν οὐκ οἶδα."

[3] ἀνεκώκυσα οὖν ἐν μέσῃ τῇ χαρᾷ· ταχὺ γὰρ ἐφθόνησέ μοι δαίμων τις τῆς καθαρᾶς ἡδονῆς. τὸν δι' ἐμὲ φαινόμενον οὐδαμοῦ, τὸν μετὰ Λευκίππην ἐμὸν δεσπότην, τοῦτον ἐκ πάντων κατέσχεν ἡ θάλασσα, ἵνα μὴ τὴν ψυχὴν μόνον ἀπολέσῃ, ἀλλὰ καὶ τὴν ταφήν.

[4] "Ὦ θάλαττα ἄγνωμον, ἐφθόνησας ἡμῖν ὁλοκλήρου τοῦ τῆς φιλανθρωπίας σου δράματος." ἄπιμεν οὖν εἰς τὸ στρατόπεδον κοινῇ καὶ τῆς σκηνῆς εἴσω παρελθόντες τῆς ἐμῆς τὸ λοιπὸν τῆς νυκτὸς διετρίψαμεν· καὶ τὸ πρᾶγμα οὐκ ἔλαθε τοὺς πολλούς.

[24]

[1]    Ἅμα δὲ τῇ ἕῳ ἄγω τὸν Μενέλαον τῷ στρατηγῷ καὶ ἅπαντα λέγω. ὁ δὲ συνήδετο καὶ τὸν Μενέλαον ποιεῖται φίλον, πυνθάνεται δὲ πόση δύναμίς ἐστι τοῖς ἐναντίοις. ὁ δὲ ἔλεγε πᾶσαν ἐμπεπλῆσθαι τὴν ἑξῆς κώμην ἀνδρῶν ἀπονενοημένων καὶ πολὺ συνηθροῖσθαι λῃστήριον, ὡς εἶναι μυρίους.

[2] λέγει οὖν ὁ στρατηγός· "Ἀλλ' ἡμῖν αὗται πέντε χιλιάδες ἱκαναὶ πρὸς εἴκοσι τῶν ἐκείνων. ἀφίξονται δὲ ὅσον οὐδέπω πρὸς τούτοις ἕτεροι δισχίλιοι τῶν ἀμφὶ τὸ Δέλτα καὶ τὴν Ἡλίου πόλιν τεταγμένων ἐπὶ τοὺς βαρβάρους."

[3] καὶ ἅμα λέγοντος αὐτοῦ παῖς εἰστρέχει τις, λέγων ἀπὸ τοῦ Δέλτα πρόδρομον ἥκειν τοὐκεῖθεν στρατοπέδου καὶ πέντε λέγειν ἄλλων ἡμερῶν διατρίβειν τοὺς δισχιλίους· τοὺς γὰρ βαρβάρους τοὺς κατατρέχοντας πεπαῦσθαι, μελλούσης δὲ ἥκειν τῆς δυνάμεως τὸν ὄρνιν αὐτοῖς ἐπιδημῆσαι τὸν ἱερόν, φέροντα τοῦ πατρὸς τὴν ταφήν· ἀνάγκη δ' ἦν τὴν ἔξοδον ἐπισχεῖν τοσούτων ἡμερῶν.

[25]

[1]    "Καὶ τίς ὁ ὄρνις οὗτος, ὅστις τοσαύτης," ἔφην, "τιμῆς ἠξίωται; ποίαν δὲ καὶ κομίζει ταφήν;" "Φοῖνιξ μὲν ὁ ὄρνις ὄνομα, τὸ δὲ γένος Αἰθίοψ, μέγεθος κατὰ ταῶνα· τῇ χροιᾷ ταὼς ἐν κάλλει δεύτερος. [2] κεκέρασται μὲν τὰ πτερὰ χρυσῷ καὶ πορφύρᾳ· αὐχεῖ δὲ τὸν Ἥλιον δεσπότην, καὶ ἡ κεφαλὴ μαρτυρεῖ· ἐστεφάνωσε γὰρ αὐτὴν κύκλος εὐφυής· ἡλίου δέ ἐστιν ὁ τοῦ κύκλου στέφανος εἰκών. [3] κυάνεός ἐστιν, ῥόδοις ἐμφερής, εὐειδὴς τὴν θέαν, ἀκτῖσι κομᾷ, καὶ εἰσὶν αὗται πτερῶν ἀνατολαί. μερίζονται δὲ αὐτοῦ Αἰθίοπες μὲν τὴν ζωήν, Αἰγύπτιοι δὲ τὴν τελευτήν.

[4] ἐπειδὰν γὰρ ἀποθάνῃ (σὺν χρόνῳ δὲ τοῦτο πάσχει μακρῷ), ὁ παῖς αὐτὸν ἐπὶ τὸν Νεῖλον φέρει, σχεδιάσας αὐτῷ καὶ τὴν ταφήν. σμύρνης γὰρ βῶλον τῆς εὐωδεστάτης, ὅσον ἱκανὸν πρὸς ὄρνιθος ταφήν, ὀρύττει τε τῷ στόματι καὶ κοιλαίνει κατὰ μέσον, καὶ τὸ ὄρυγμα θήκη γίνεται τῷ νεκρῷ.

[5] ἐνθεὶς δὲ καὶ ἐναρμόσας τὸν ὄρνιν τῇ σορῷ καὶ κλείσας τὸ χάσμα γηΐνῳ χώματι, ἐπὶ τὸν Νεῖλον οὕτως ἵπταται τὸ ἔργον φέρων. ἕπεται δὲ αὐτῷ χορὸς ἄλλων ὀρνίθων ὥσπερ δορυφόρων, καὶ ἔοικεν ὁ ὄρνις ἀποδημοῦντι βασιλεῖ καὶ τὴν πόλιν οὐ πλανᾶται τὴν Ἡλίου· [6] ὄρνιθος αὕτη μετοικία νεκροῦ. ἕστηκεν οὖν ἐπὶ μετεώρου σκοπῶν καὶ ἐκδέχεται τοὺς προπόλους τοῦ θεοῦ. ἔρχεται δή τις ἱερεὺς Αἰγύπτιος, βιβλίον ἐξ ἀδύτων φέρων, καὶ δοκιμάζει τὸν ὄρνιν ἐκ τῆς γραφῆς. [7] ὁ δὲ οἶδεν ἀπιστούμενος καὶ τὰ ἀπόρρητα φαίνει τοῦ σώματος καὶ τὸν νεκρὸν ἐπιδείκνυται καὶ ἔστιν ἐπιτάφιος σοφιστής. ἱερέων δὲ παῖδες Ἡλίου τὸν ὄρνιν τὸν νεκρὸν παραλαβόντες θάπτουσι. ζῶν μὲν οὖν Αἰθίοψ ἐστὶ τῇ τροφῇ, ἀποθανὼν δὲ Αἰγύπτιος γίνεται τῇ ταφῇ."