Οὔτ' ἀπὸ Μεσσάνας οὔτ' Ἀργόθεν εἰμὶ παλαιστάς·
Σπάρτα μοι Σπάρτα κυδιάνειρα πατρίς.
κεῖνοι τεχνάεντες· ἐγώ γε μέν, ὡς ἐπέοικε
τοῖς Λακεδαιμονίων παισί, βίᾳ κρατέω.
Γνῶθι Θεόγνητον προσιδὼν τὸν Ὀλυμπιονίκαν
παῖδα, παλαισμοσύνης δεξιὸν ἡνίοχον,
κάλλιστον μὲν ἰδεῖν, ἀθλεῖν δ' οὐ χείρονα μορφῆς,
ὃς πατέρων ἀγαθῶν ἐστεφάνωσε πόλιν.
Ἴσθμια καὶ Πυθοῖ Διοφῶν ὁ Φίλωνος ἐνίκα
ἅλμα, ποδωκείην, δίσκον, ἄκοντα, πάλην.
Βάλλετε νῦν μετὰ πότμον ἐμὸν δέμας, ὅττι καὶ αὐτοὶ
νεκροῦ σῶμα λέοντος ἐφυβρίζουσι λαγωοί.
Ἄγαγε καὶ Ξέρξης Πέρσαν στρατὸν Ἑλλάδος ἐς γᾶν,
καὶ Τίτος εὐρείας ἄγαγ' ἀπ' Ἰταλίας·
ἀλλ' ὁ μὲν Εὐρώπᾳ δοῦλον ζυγὸν αὐχένι θήσων
ἦλθεν, ὁ δ' ἀμπαύσων Ἑλλάδα δουλοσύνας.
Κοίρανος Εὐρώπας, ὁ καὶ εἰν ἁλὶ καὶ κατὰ χέρσον
τόσσον ἄναξ θνατῶν, Ζεὺς ὅσον ἀθανάτων,
Εἰνοδίᾳ τὰ λάφυρ' Ἑκάτᾳ θρασέος Κιροάδα
καὶ τέκνων καὶ ὅλας γᾶς ἔθετ' Ὀδρυσίδος,
5υἱὸς ἐυμμελία Δαματρίου· ἁ δὲ Φιλίππου
δόξα πάλιν θείων ἄγχι βέβακε θρόνων.
Σύμφωνον μαλακοῖσι κερασσάμενος θρόον αὐλοῖς
Δωρόθεος γοεροὺς ἔπνεε Δαρδανίδας
καὶ Σεμέλας ὠδῖνα κεραύνιον, ἔπνεε δ' ἵππου
ἔργματ' ἀειζώων ἁψάμενος Χαρίτων·
μοῦνος δ' εἰν ἱεροῖσι Διωνύσοιο προφήταις
Μώμου λαιψηρὰς ἐξέφυγε πτέρυγας
Θηβαῖος γενεὴν Σωσικλέος· ἐν δὲ Λυαίου
νηῷ φορβειὰν θήκατο καὶ καλάμους.
Οὐκέτ' ἀνὰ Φρυγίην πιτυοτρόφον ὥς ποτε μέλψεις
κροῦμα δι' εὐτρήτων φθεγγόμενος δονάκων,
οὐδ' ἔτι σαῖς παλάμαις Τριτωνίδος ἔργον Ἀθάνας
ὡς πρὶν ἐπανθήσει, νυμφογενὲς Σάτυρε.
δὴ γὰρ ἀλυκτοπέδαις σφίγγῃ χέρας, οὕνεκα Φοίβῳ
θνατὸς ἐὼν θείαν εἰς ἔριν ἠντίασας.
λωτοὶ δ' οἱ κλάζοντες ἴσον φόρμιγγι μελιχρὸν
ὤπασαν ἐξ ἀέθλων οὐ στέφος, ἀλλ' Ἀίδαν.
Ὦ γαστὴρ κυνάμυια, δι' ἣν κόλακες παράσιτοι
ζωμοῦ πωλοῦσιν θεσμὸν ἐλευθερίης.
Ἵζευ ὑπὸ σκιερὰν πλάτανον, ξένε, τάνδε παρέρπων,
ἇς ἁπαλῷ Ζέφυρος πνεύματι φύλλα δονεῖ,
ἔνθα με Νικαγόρας κλυτὸν εἵσατο Μαιάδος Ἑρμᾶν
ἀγροῦ καρποτόκου ῥύτορα καὶ κτεάνων.
Ἔρχευ καὶ κατ' ἐμὰν ἵζευ πίτυν, ἃ τὸ μελιχρὸν
πρὸς μαλακοὺς ἠχεῖ κεκλιμένα ζεφύρους.
ἠνίδε καὶ κρούνισμα μελισταγές, ἔνθα μελίσδων
ἡδὺν ἐρημαίοις ὕπνον ἄγω καλάμοις.
Ὑψίκομον παρὰ τάνδε καθίζεο φωνήεσσαν
φρίσσουσαν πυκινοῖς κῶνον ὑπὸ ζεφύροις,
καί σοι καχλάζουσιν ἐμοῖς παρὰ νάμασι σῦριγξ
θελγομένῳ στάξει κῶμα κατὰ βλεφάρων.
Τίς γλύψας τὸν Ἔρωτα παρὰ κρήνῃσιν ἔθηκεν
οἰόμενος παύσειν τοῦτο τὸ πῦρ ὕδατι;
Ὁ πρὶν ἀεὶ Βρομίου μεμεθυσμένος οἰνάδι πηγῇ,
σύντροφος εὐασταῖς αἰγοπόδης Σάτυρος
διχθάδιον κατὰ κῶλον ἀλυκτοπέδῃσι λυγωθεὶς
ἔντεα παιδὶ θεᾶς χαλκοτορεῖ Θέτιδος,
οὐ σοφὸν ἐκ τέχνας ἀσκῶν πόνον, ἀλλὰ πενιχρὰν
ἐργάτιν ἐκ μόχθων ῥυόμενος βιοτάν.
Ποῦ σοι κεῖνα κύπελλα, λαφύστιε; ποῦ καλὰ θύρσων
πλέγματα καὶ κῶμοι, σκιρτοπόδη Σάτυρε;
τίς σε παρὰ σμίλαισι ποδίκροτον ἅμμα καθάψας
θήκατο, τὸν Βρομίῳ σπάργαν' ἑλιξάμενον; ‑
10Ἀσχήμων ἔνδεια καὶ ἁ πάντολμος ἀνάγκα,
ἅ με παρ' Ἡφαίστῳ θῆκε μαριλοπόταν.
Πᾶν τὸ περιττὸν ἄκαιρον, ἐπεὶ λόγος ἐστὶ παλαιός,
ὡς καὶ τοῦ μέλιτος τὸ πλέον ἐστὶ χολή.
Ὦ Πάν, φερβομέναις ἱερὰν φάτιν ἄπυε ποίμναις
κυρτὸν ὑπὲρ χρυσέων χεῖλος ἱεὶς δονάκων,
ὄφρ' αἱ μὲν λευκοῖο βεβριθότα δῶρα γάλακτος
οὔθασιν ἐς Κλυμένου πυκνὰ φέρωσι δόμον,
5σοὶ δὲ καλῶς βωμοῖσι παριστάμενος πόσις αἰγῶν
φοίνιον ἐκ λασίου στήθεος αἷμ' ἐρύγῃ.
Τέρπε δανειζόμενος τὴν σὴν φρένα· τοῖς δὲ δανεισταῖς
κάλλιπε τὴν ψήφων δακτυλοκαμψοδύνην.
Εἰρήνη πάντεσσιν, ἐπίσκοπος εἶπεν ἐπελθών.
πῶς δύναται πᾶσιν, ἣν μόνος ἔνδον ἔχει;
Ῥήτορα Μαῦρον ἰδὼν ἀπεθαύμασα τὸν βαρύχειλον,
τέχνης ῥητορικῆς δαίμονα λευκοφόρον.
Ὃς βασιλεῖς ἐδάμασσε καὶ ἠνορέην κατέπαυσεν
ἀντιπάλων πατέρων εἵνεκεν εὐνομίης,
οὗτος ὑπὸ σμικρῷ κατάκειται σήματι τῷδε,
ἀρχιερεὺς Χριστοῦ Νικόλεως γεγαώς.
ἀλλ' ἀρετὴ πολύολβος ἐπέπτατο πείρατα κόσμου,
καὶ ψυχὴ μακάρων ἀμφιπολεῖ θαλάμους.
τοίην γὰρ βιοτὴν ποθέεσκεν ἐὼν ἐπὶ γαίης
σῶμα καλὸν πιέσας κυδαλίμοις καμάτοις.
Στήλην εὐνομίης καὶ σωφροσύνης ἀνάθημα
εἰκόνα Νικόλεω στήσατο Γρηγόριος.
Εἶπον, τίς, τίνος ἐσσί, τίνος πατρίδος, τί δ' ἐνίκης; ‑
Κασμύλος, Εὐαγόρου, Πύθια πύξ, Ῥόδιος.
Μίλωνος τόδ' ἄγαλμα καλοῦ καλόν, ὅς ποτε Πίσῃ
ἑπτάκι νικήσας ἐς γόνατ' οὐκ ἔπεσεν.
Τὸν ἐκ Σινώπης εἰ κλύεις Δαμόστρατον
πίτυν λαβόντα τὴν κατ' Ἰσθμὸν ἑξάκις,
τοῦτον δέδορκας· οὗ κατ' εὔγυρον πάλην
ψάμμον πεσόντος νῶτον οὐκ ἐσφράγισεν.
ἴδ' ἐς πρόσωπον θηρόθυμον, ὡς ἔτι
σῴζει παλαιὰν τὰν ὑπὲρ νίκας ἔριν.
λέγει δ' ὁ χαλκός· Ἁ βάσις με λυσάτω,
χὠς ἔμπνοος νῦν ἕβδομον κονίσομαι.
Δίρφυος ἐδμήθημεν ὑπὸ πτυχί· σῆμα δ' ἐφ' ἡμῖν
ἐγγύθεν Εὐρίπου δημοσίᾳ κέχυται,
[οὐκ ἀδίκως· ἐρατὴν γὰρ ἀπωλέσαμεν νεότητα
τρηχεῖαν πολέμου δεξάμενοι νεφέλην.]
Εὖ εἰδώς, ὅτι θνητὸς ἔφυς, τὸν θυμὸν ἄεξε
τερπόμενος θαλίῃσι· θανόντι σοι οὔτις ὄνησις.
καὶ γὰρ ἐγὼ σποδός εἰμι Νίνου μεγάλης βασιλεύσας.
τόσσ' ἔχω, ὅσσ' ἔφαγον καὶ ἐφύβρισα καὶ μετ' ἔρωτος
τέρπν' ἐδάην· τὰ δὲ πολλὰ καὶ ὄλβια κεῖνα λέλειπται.
ἥδε σοφὴ βιότοιο παραίνεσις ἀνθρώποισιν.
Ἑλλὰς μὲν Θήβας προτέρας προὔκρινεν ἐν αὐλοῖς·
Θῆβαι δὲ Πρόνομον, παῖδα τὸν Οἰνιάδου.
Εἴ τινα πώποτ' ἄκουσας Ἐνυαλίου φίλον υἱὸν
καὶ κρατερὸν δυνάμει καὶ θαρσαλέον πολεμίζειν,
Ἕκτορα τὸν Πριάμοιο νόει μοῦνον γεγενῆσθαι,
ὅν ποτε μαρνάμενον Διομήδης ἔκτανεν ἀνήρ,
αἴας πρὸ Τρώων Δαναοῖσι μάχην προφέροντα·
ὃν καὶ τῇδε θανόντα τάφος ὅδε ἀμφικαλύπτει.
Χείρ με Πολυγνώτου Θασίου κάμεν, εἰμὶ δ' ἐκεῖνος
Σαλμωνεύς, βρονταῖς ὃς Διὸς ἀντεμάνην,
ὅς με καὶ εἰν Ἀίδῃ πορθεῖ πάλι, καί με κεραυνοῖς
βάλλει, μισῶν μου κοὐ λαλέοντα τύπον.
ἴσχε, Ζεῦ, πρηστῆρα, μέθες χόλον· εἰμὶ γὰρ ἄπνους
ὁ σκοπός· ἀψύχοις εἰκόσι μὴ πολέμει.
Σῶμα μὲν ἐν κόλποις κατέχει τόδε γαῖα Πλάτωνος,
ψυχὴ δ' ἰσόθεος τάξιν ἔχει μακάρων.
Καὶ Φαέθων γραφίδεσσιν ἔχει τύπον, ἀλλὰ χαράσσει
ἠέλιον τέχνη κρυπτομένων φαέων.
καὶ σέ, σοφὲ πτολίαρχε, γράφει, Γαβριήλιε, τέχνη
ἐκτὸς σῶν ἀρετῶν, ἐκτὸς ὅλων καμάτων.
Τοῦτον Ἰουλιανόν, νομικῆς φάος, εἶπον ἰδοῦσαι
Ῥώμη καὶ Βερόη· Πάντα φύσις δύναται.
Κάλλεϊ μὲν νικᾷς κραδίης τόσον, ὅσσον ὀπωπῆς,
τῆς γὰρ ἐπωνυμίης ἄξια πάντα φέρεις·
αἰεὶ δ' ἐν θαλάμοισι κατευνάζων βασιλῆα
πᾶσαν ὑποσπείρεις οὔασι μειλιχίην.
Ἐκ Φιλαδελφείης ξεινήια ταῦτα Φιλίππῳ.
φράζεο, πῶς μνήμων ἡ πόλις εὐνομίης.
Μνήμονες οἱ Κᾶρες πολέων εὐεργεσιάων
Παλμᾶν ἰθυδίκην τόσσον ἀγασσάμενοι.
Τὰς μὲν ὑπὲρ μύθων τε καὶ εὐτροχάλοιο μελίσσης
εἰκόνας ἱλήκοις δηρὸν ὀφειλόμενος·
νῦν δ' ὑπὲρ ἱδρώτων τε καὶ ἀστυόχοιο μερίμνης
τῇδέ σε τῇ γραφίδι στήσαμεν, Ἡρακλάμον.
5εἰ δ' ὀλίγον τὸ γέρας, μὴ μέμφεο· τοῖσδε γὰρ ἡμεῖς
αἰεὶ τοὺς ἀγαθοὺς ἄνδρας ἀμειβόμεθα.
Πέτρον ὁρᾷς χρυσέοισιν ἐν εἵμασιν· αἱ δὲ παρ' αὐτὸν
ἀρχαὶ ἀμοιβαίων μάρτυρές εἰσι πόνων·
ἀντολίης πρώτη καὶ διχθαδίη μετὰ τήνδε
κόχλου πορφυρέης καὶ πάλιν ἀντολίης.
Οὐχὶ παρ' Εὐρώτᾳ μόνον ἀνέρες εἰσὶ μαχηταί,
οὐδὲ παρ' Ἰλισῷ μνάμονές εἰσι δίκας·
ὡς ἀπὸ τᾶς Σπάρτας, ὡς αὐτᾶς ἀστὸν Ἀθάνας
Συνέσιον Νίκα καὶ Θέμις ἠγάσατο.
Νεῖλος, Περσίς, Ἴβηρ, Σόλυμοι, Δύσις, Ἀρμενίς, Ἰνδοὶ
καὶ Κόλχοι σκοπέλων ἐγγύθι Καυκασίων
καὶ πεδία ζείοντα πολυσπερέων Ἀγαρηνῶν
Λογγίνου ταχινῶν μάρτυρές εἰσι πόνων·
ὡς δὲ ταχὺς βασιλῆι διάκτορος ἦεν ὁδεύων,
καὶ ταχὺς εἰρήνην ὤπασε κευθομένην.
Γείτονες οὐ Τρισσαὶ μοῦνον Τύχαι ἔπρεπον εἶναι,
Κρίσπε, βαθυπλούτου σῆς ἕνεκεν κραδίης,
ἀλλὰ καὶ αἱ πάντων πᾶσαι. τί γὰρ ἀνδρὶ τοσῷδε
ἀρκέσει εἰς ἑτάρων μυρίον εὐσοΐην;
νῦν δέ σε καὶ τούτων κρέσσων ἐπὶ μείζον' ἀέξοι
Καῖσαρ. τίς κείνου χωρὶς ἄρηρε τύχη;
Θωμᾶν, παμβασιλῆος ἀμεμφέα κηδεμονῆα,
ἄνθεσαν οἱ τὸ νέον τάγμα μετερχόμενοι
θεσπεσίης ἄγχιστα συνωρίδος, ὄφρα καὶ αὐτῇ
εἰκόνι χῶρον ἔχῃ γείτονα κοιρανίης.
αὐτὸς γὰρ ζαθέοιο θρόνους ὕψωσε μελάθρου
πλοῦτον ἀεξήσας, ἀλλὰ μετ' εὐσεβίης.
εὔγνωμον τὸ πόνημα. τί γὰρ γραφὶς οἶδεν ὀπάσσαι,
εἰ μὴ τοῖς ἀγαθοῖς μνῆστιν ὀφειλομένην;
Τὸν μέγαν ἐν βουλαῖς Θεοδόσιον, Ἀσίδος ἀρχόν,
εἰκόνι μαρμαρέῃ στήσαμεν ἀνθύπατον,
οὕνεκα Σμύρναν ἔγειρε καὶ ἤγαγεν ἐς φάος αὖθις
ἔργοις θαυμασίοις πολλὸν ἀειδομένην.
Δαμόχαρι κλυτόμητι, δικασπόλε, σοὶ τόδε κῦδος,
ὅττι γε τὴν Σμύρναν μετὰ λοίγια πήματα σεισμοῦ
ἐσσυμένως πονέων αὖθις πόλιν ἐξετέλεσσας.
Πᾶσα φύσις, βασίλεια, τεὸν κράτος αἰὲν ἀείδει,
οὕνεκα δυσμενέων στίχας ὤλεσας, οὕνεκα φέγγος
ἀνδράσι σωφρονέουσι κακὴν μετὰ δῆριν ἀνῆψας,
ἱππολύτης δ' ἐκέδασσας ὁμόγνια πήματα χάρμης.
Ῥητῆρες Θεόδωρον ἐμέλλομεν εἰς ἓν ἰόντες
χρυσείαις γραφίδεσσιν ἀειμνήστοισι γεραίρειν,
εἰ μὴ χρυσὸν ἔφευγε καὶ ἐν γραφίδεσσιν ἐόντα.
Νικήταν δορίτολμον ἄναξ, στρατός, ἄστεα, δῆμος
στῆσαν ὑπὲρ μεγάλων Μηδοφόνων καμάτων.
Τὸν μέγαν ἐν πολέμοισι, τὸν ἄτρομον ἡγεμονῆα,
Νικήταν ἀρετῶν εἵνεκεν οἱ Πράσινοι.
Πρόκλος ἐγὼ Παύλου Βυζάντιος, ὃν περὶ δῶμα
τηλεθάοντα Δίκης βασιλήιος ἥρπασεν αὐλή,
ὄφρ' εἴην στόμα πιστὸν ἐρισθενέος βασιλῆος.
ἀγγέλλει δ' ὅδε χαλκός, ὅσον γέρας ἐστὶν ἀέθλων.
καὶ τὰ μὲν εἴκελα πάντα καὶ υἱέι καὶ γενετῆρι,
ἐν δ' ὑπάτων ῥάβδοισι πάις νίκησε τοκῆα.
Θαύμασε τὸν Κινύρην ὁ πάλαι χρόνος ἢ Φρύγας ἄμφω,
σὸν δέ, Λέων, ἡμεῖς κάλλος ἀεισόμεθα,
Κερκαφίδη περίβωτε· μακαρτάτη ἔστ' ἄρα νήσων
καὶ Ῥόδος, ἣ τοίῳ λάμπεται ἠελίῳ.
Εἰ τοιόσδε Λέων λάχεν ἀντίος Ἡρακλῆι,
οὐκ ἦν Ἀλκείδεω τοῦτο τὸ δωδέκατον.
Τῷ ξοάνῳ τὸν παῖδα Θυώνιχον, οὐχ ἵνα λεύσσῃς,
ὡς καλὸς ἐν τῇδε μνάματος ἀγλαΐᾳ,
ἀλλ' ἵνα σοὶ τὸν ἄεθλον, ὃν ἐξεπόνησε, μαθόντι,
ὠγαθέ, τᾶς αὐτᾶς ζᾶλος ἔοι μανίας.
οὗτος ὁ μὴ κλίνας καμάτῳ πόδα, πάντα δ' ἀγῶνι
ἅλικα νικήσας, ὁπλότερον, πρότερον.
Ἴσως με λεύσσων, ξεῖνε, ταυρογάστορα
καὶ στερρόγυιον ὡς Ἄτλαντα δεύτερον
θαμβεῖς ἀπιστῶν, εἰ βρότειος ἡ φύσις·
ἀλλ' ἴσθι μ' Ἡρᾶν Λαδικῆα πάμμαχον,
ὃν Σμύρνα καὶ δρῦς Περγάμου κατέστεφεν,
Δελφοί, Κόρινθος, Ἦλις, Ἄργος, Ἄκτιον·
λοιπῶν δ' ἀέθλων ἢν ἐρευνήσῃς κράτος,
καὶ τὴν Λίβυσσαν ἐξαριθμήσεις κόνιν.
Λᾴδας τὸ στάδιον εἴθ' ἥλατο, εἴτε διέπτη,
οὐδὲ φράσαι δυνατόν· δαιμόνιον τὸ τάχος.
Οἷος ἔης φεύγων τὸν ὑπήνεμον, ἔμπνοε Λᾴδα,
Θῦμον, ἐπ' ἀκροτάτῳ νεύματι θεὶς ὄνυχα,
τοῖον ἐχάλκευσέν σε Μύρων ἐπὶ παντὶ χαράξας
σώματι Πισαίου προσδοκίην στεφάνου.
πλήρης ἐλπίδος ἐστίν, ἄκροις δ' ἐπὶ χείλεσιν ἄσθμα
ἐμφαίνει κοίλων ἔνδοθεν ἐκ λαγόνων.
πηδήσει τάχα χαλκὸς ἐπὶ στέφος, οὐδὲ καθέξει
ἁ βάσις. ὢ τέχνη πνεύματος ὠκυτέρα.
Εἰκών, τίς σ' ἀνέθηκε, τίνος χάριν ἢ τίνι, λέξον. ‑
Ἀντὶ παλαισμοσύνης θῆκε Λύρωνι πόλις.
Ταύτην Εὐσεβίῳ Βυζαντιὰς εἰκόνα Ῥώμη
πρὸς δισσαῖς ἑτέραις εἵνεκεν ἱπποσύνης.
οὐ γὰρ ὅ γ' ἀμφήριστον ἑλὼν ἐστέψατο νίκην,
ἀλλὰ πολὺ κρατέων ποσσὶ καὶ ἠνορέῃ.
τοὔνεκεν ἀντιβίων ἔριν ἔσβεσεν, ἀλλὰ καὶ αὐτὴν
δήμου τὴν προτέρην παῦσε διχοστασίην.
Ἔκφρονα τὴν βάκχην οὐχ ἡ φύσις, ἀλλ' ἡ τέχνη
θήκατο καὶ μανίην ἐγκατέμιξε λίθῳ.
Ἴσχετε τὴν βάκχην, μὴ λαϊνέη περ ἐοῦσα
οὐδὸν ὑπερθεμένη νηὸν ὑπεκπροφύγῃ.
Οὔπω ἐπισταμένην τάχα κύμβαλα χερσὶ τινάξαι
βάκχην αἰδομένην στήσατο λαοτύπος.
οὕτω γὰρ προνένευκεν· ἔοικε δὲ τοῦτο βοώσῃ·
Ἔξιτε, καὶ παταγῶ μηδενὸς ἱσταμένου.
Τίς ἅδε; ‑ Βάκχα. ‑ Τίς δέ νιν ξέσε; ‑ Σκόπας. ‑
Τίς δ' ἐξέμηνε, Βάκχος ἢ Σκόπας; ‑ Σκόπας.
Ἀντολίαι, δύσιες κόσμου μέτρα· καὶ τὰ Νέρωνος
ἔργα δι' ἀμφοτέρων ἵκετο γῆς περάτων.
Ἥλιος Ἀρμενίην ἀνιὼν ὑπὸ χερσὶ δαμεῖσαν
κείνου, Γερμανίην δ' εἶδε κατερχόμενος.
δισσὸν ἀειδέσθω πολέμου κράτος· οἶδεν Ἀράξης
καὶ Ῥῆνος δούλοις ἔθνεσι πινόμενοι.
Ταῦτά σοι, ὦ βασιλεῦ Μηδοκτόνε, δῶρα κομίζει
σῆς Ῥώμης γενέτης καὶ πάις Εὐστάθιος,
πῶλον ὑπὲρ νίκης, Νίκην στεφανηφόρον ἄλλην,
καὶ σὲ μετηνεμίῳ πώλῳ ἐφεζόμενον.
ὑψόσ', Ἰουστινιανέ, τεὸν κράτος· ἐν χθονὶ δ' αἰεὶ
δεσμὸς ἔχοι Μήδων καὶ Σκυθέων προμάχους.
Πῶλον ὁμοῦ καὶ ἄνακτα καὶ ὀλλυμένην Βαβυλῶνα
χαλκὸς ἀπὸ σκύλων ἔπλασεν Ἀσσυρίων.
ἔστι δ' Ἰουστινιανός, ὃν ἀντολίης ζυγὸν ἕλκων
στῆσεν Ἰουλιανὸς μάρτυρα μηδοφόνον.
Τοῦτο παρ' αἰγιαλοῖσιν ἐγὼ Θεόδωρος ὕπαρχος
στῆσα φαεινὸν ἄγαλμα Ἰουστίνῳ βασιλῆι,
ὄφρα καὶ ἐν λιμένεσσιν ἑὴν πετάσειε γαλήνην.
Ἔκθορες ἀντολίηθε, φαεσφόρος ἥλιος ἄλλος,
Θευδόσιε, θνητοῖσι, πόλου μέσον, ἠπιόθυμε,
Ὠκεανὸν παρὰ ποσσὶν ἔχων μετ' ἀπείρονα γαῖαν,
πάντοθεν αἰγλήεις, κεκορυθμένος, ἀγλαὸν ἵππον
ῥηιδίως, μεγάθυμε, καὶ ἐσσύμενον κατερύκων.
Τὸν κρατερὸν Βύζαντα καὶ ἱμερτὴν Φιδάλειαν
εἰν ἑνὶ κοσμήσας ἄνθετο Καλλιάδης.
Ἱμερτὴ Φιδάλεια δάμαρ Βύζαντος ἐτύχθην·
εἰμὶ δὲ Βουπάλεως δῶρον ἀεθλοσύνης.
Κύπριδος ἅδ' εἰκών· φέρ' ἰδώμεθα, μὴ Βερενίκας·
διστάζω, ποτέρᾳ φῇ τις ὁμοιοτέραν.
Ζήνωνα πτολίαρχος Ἰουλιανὸς βασιλῆα.
Ζήνωνος παράκοιτιν Ἰουλιανὸς Ἀριάδνην.
Οἶκον Ἄναξ Ἑλικῶνος ἀνηβήσαντα νοήσας
κυδαλίμοις καμάτοισιν Ἰουλιανοῦ πολιάρχου,
Πιερικῶν προπάροιθε δόμων παγχρύσεος ἔστη.
Κῦδος Ἰουλιανοῦ παναοίδιμον, ὃς μετὰ κόσμον
Πιερίδων χρυσέην στῆσεν Ἀναστασίου.
Ἄλλον ὑπὲρ νίκας ἐναρηφόρον ἔνδοθι Σούσων
ὁ θρασὺς ἀνστήσει Μῆδος ἄνακτι τύπον·
ἄλλον ἀκειρεκόμας Ἀβάρων στρατὸς ἔκτοθεν Ἴστρου
κείρας ἐκ κεφαλῆς βόστρυχον αὐσταλέης·
5τὸν δ' ὑπὲρ εὐνομίας ἐριθηλέος ἐνθάδε τοῦτον
ἐξ ὑπάτου μίτρης στῆσεν ἄνασσα πόλις.
ἔμπεδος ἀλλὰ μένοις, Βυζαντιὰς ἔμμορε Ῥώμα,
θεῖον Ἰουστίνου κάρτος ἀμειψαμένα.
Οὗτος ὁ κοσμήσας ὑπάτων θρόνον, ὃν τρισέπαρχον
καὶ πατέρα βασιλῆες ἑὸν καλέσαντο μέγιστοι,
χρύσεος ἕστηκεν Αὐρηλιανός· τὸ δὲ ἔργον
τῆς βουλῆς, ἧς αὐτὸς ἑκὼν κατέπαυσεν ἀνίας.
Μῖξον μειλιχίῃ βαιὸν φόβον, ὅττι καὶ αὐτὴ
βομβήεσσα μέλισσα κορύσσεται ὀξέι κέντρῳ.
οὐ γὰρ ἄτερ μάστιγος ἰθύνεται ἵππος ἀγήνωρ·
οὐδὲ συῶν ἀγέλη ἐπιπείθεται ἀνδρὶ νομῆι,
πρὶν καὶ ἐριγδούποιο καλαύροπος ἦχον ἀκούσῃ.
Ζηνὶ καὶ Ἀπόλλωνι καὶ Ἄρεϊ τέκνον ἀνάκτων
εἴκελον, εὐκταίη μητέρος εὐτοκίη,
πάντα τοι ἐκ Μοιρέων βασιλήια, πάντα τέλεια
ἦλθεν· ἐποιήθης δ' ἔργον ἀοιδοπόλων.
Ζεὺς σκῆπτρον βασίλειον, Ἄρης δόρυ, καλλοσύνην δὲ
Φοῖβος ἔχει· παρὰ σοὶ δ' ἀθρόα πάντα, Κότυ.
Οἱ τρεῖς Τυνδαρίδαι, Κάστωρ, Ἑλένη, Πολυδεύκης.
Ὄμματα μὲν κούρης μόλις ἡ γραφίς, οὔτε δὲ χαίτην
οὔτε σέλας χροιῆς ἄκρον ἀπεπλάσατο.
εἴ τις μαρμαρυγὴν δύναται Φαεθοντίδα γράψαι,
μαρμαρυγὴν γράψει καὶ Θεοδωριάδα.
Βάσκανος ἡ γραφίς ἐσσι καὶ εἰσορόωσι μεγαίρεις
χρύσεα κεκρυφάλοις βόστρυχα κρυψαμένη.
εἰ δ' ὑπάτης κεφαλῆς ὑπάτην χάριν εἰκόνι κεύθεις,
οὐδ' ἐπὶ τῷ λοιπῷ κάλλεϊ πίστιν ἔχεις.
πᾶσα γραφὶς μορφῇσι χαρίζεται, ἀλλὰ σὺ μούνη
τῆς Θεοδωριάδος κλέψας ἀπ' ἀγλαΐας.
Τῆς χρυσῆς εἰκὼν ἢ Κύπριδος ἢ Στρατονίκης.
Μαχλὰς ἐγὼ γενόμην Βυζαντίδος ἔνδοθι Ῥώμης
ὠνητὴν φιλίην πᾶσι χαριζομένη·
εἰμὶ δὲ Καλλιρόη πολυδαίδαλος, ἣν ὑπ' ἔρωτος
οἰστρηθεὶς Θωμᾶς τῇδ' ἔθετο γραφίδι
δεικνύς, ὅσσον ἔχει πόθον ἐν φρεσίν· ἶσα γὰρ αὐτῷ
κηρῷ τηκομένῳ τήκεται ἡ κραδίη.
Ἢ θεὸς ἦλθ' ἐπὶ γῆν ἐξ οὐρανοῦ εἰκόνα δείξων,
Φειδία, ἢ σύ γ' ἔβης τὸν θεὸν ὀψόμενος.
Τὸν ἐν Ῥόδῳ κολοσσὸν ὀκτάκις δέκα
Χάρης ἐποίει πήχεων ὁ Λίνδιος.
Αἶαν, Τιμομάχου πλέον ἢ πατρός, ἥρπασε τέχνα
τὴν φύσιν. ὁ γράψας εἶδέ σε μαινόμενον,
καὶ συνελυσσήθη χεὶρ ἀνέρι, καὶ τὰ κεραστὰ
δάκρυα τοὺς λύπης πάντας ἔμιξε πόνους.
Οὐκ ἀδαὴς ἔγραψε Κίμων τάδε· παντὶ δ' ἐπ' ἔργῳ
μῶμος, ὃν οὐδ' ἥρως Δαίδαλος ἐξέφυγεν.
Ἁ τέχνα τὸν ἔλεγχον ἀπώλεσεν· οὐδὲ γὰρ αὐτὰ
μανῦσαι δύναται, τῷ πόρε τὰν κεφαλάν.
Τοὐμπρασιῇ φύλακος μακρὰν ἀποτῆλε φύλαξαι.
τοῖος, ὁκοῖον ὁρᾷς, ὦ παρ' ἔμ' ἐρχόμενε,
σύκινος, οὐ ῥίνῃ πεπονημένος οὐδ' ἀπὸ μίλτου,
ἀλλ' ἀπὸ ποιμενικῆς αὐτομαθοῦς ξοΐδος.
ἀχρείως γέλασόν με, τὰ δ' Εὐκλείους πεφύλαξο
σίνεσθαι, μὴ καὶ σαρδάνιον γελάσῃς.
Τέχνης πυρσὸν ὄπασσα φερέσβιον, ἐκ δ' ἄρα τέχνης
καὶ πυρὸς ἀλλήκτου πήματος ὄψιν ἔχω.
ἦ μερόπων ἀχάριστον ἀεὶ γένος, εἴ γε Προμηθεὺς
ἀντ' εὐεργεσίης ταῦθ' ὑπὸ χαλκοτύπων.
Χαλκὸν μὲν καλέεσκεν ἀτειρέα βίβλος Ὁμήρου·
ἀλλά μιν ὁ πλάστης δεῖξεν ἐλεγχομένην.
δεῦρ' ἴδε γὰρ στενάχοντα Προμηθέα, δεῦρ' ἴδε χαλκοῦ
τειρομένου σπλάγχνων ἐκ μυχάτων ὀδύνας.
Ἥρακλες, νεμέσησον, ἐπεὶ μετὰ σεῖο φαρέτρην
Ἰαπετιονίδης ἄλγος ἄπαυστον ἔχει.
Οὗτος ὁ πρὶν μακάρεσσι συνέστιος, οὗτος ὁ νηδὺν
πολλάκι νεκταρέου πλησάμενος πόματος,
νῦν λιβάδος θνητῆς ἱμείρεται· ἡ φθονερὴ δὲ
κρᾶσις ἀεὶ χείλευς ἐστὶ ταπεινοτέρη.
Πῖνε, λέγει τὸ τόρευμα, καὶ ὄργια μάνθανε σιγῆς·
οἱ γλώσσῃ προπετεῖς ταῦτα κολαζόμεθα.
Θλῖβε δρακοντείους περιμήκεας, ὄβριμε, δειράς,
Ἥρακλες, δακέτων ἄγχε βαθεῖς φάρυγας.
ἐξέτι νηπιάχοιο χόλον ζηλήμονος Ἥρης
ἄμπαυσον· μοχθεῖν γνῶθι καὶ ἐκ βρέφεος.
οὐ γάρ σοι κρητὴρ χαλκήλατος οὐδὲ λέβητες,
ἀλλ' ὁδὸς εἰς αὐλὴν Ζηνὸς ἔπαθλον ἔφυ.
Δέρκεο, μυριόμοχθε, τεούς, Ἥρακλες, ἀγῶνας,
οὓς τλὰς ἀθανάτων οἶκον Ὄλυμπον ἔβης·
Γηρυόνην, κλυτὰ μῆλα, μέγαν πόνον Αὐγείαο,
πώλους, Ἱππολύτην, πουλυκάρηνον ὄφιν,
κάπρον, θωυκτῆρα Χάους κύνα, θῆρα Νεμείης,
οἰωνούς, ταῦρον, Μαιναλίην ἔλαφον.
νῦν δὲ κατ' ἄκρα πόληος ἀπορθήτοιο βεβηκὼς
Περγαμίης μεγάλους ῥύεο Τηλεφίδας.
Πρῶτα μὲν ἐν Νεμέῃ βριαρὸν κατέπεφνε λέοντα·
δεύτερον ἐν Λέρνῃ πολυαύχενον ὤλεσεν ὕδρην·
τὸ τρίτον αὖτ' ἐπὶ τοῖς Ἐρυμάνθιον ἔκτανε κάπρον·
χρυσόκερων ἔλαφον μετὰ ταῦτ' ἤγρευσε τέταρτον·
πέμπτον δ' ὄρνιθας Στυμφηλίδας ἐξεδίωξεν·
ἕκτον Ἀμαζονίδος κόμισε ζωστῆρα φαεινόν·
ἕβδομον Αὐγείου πολλὴν κόπρον ἐξεκάθηρεν·
ὄγδοον ἐκ Κρήτηθε πυρίπνοον ἤλασε ταῦρον·
εἴνατον ἐκ Θρῄκης Διομήδεος ἤγαγεν ἵππους·
10Γηρυόνου δέκατον βόας ἤγαγεν ἐξ Ἐρυθείης·
Κέρβερον ἑνδέκατον κύν' ἀνήγαγεν ἐξ Ἀίδαο·
δωδέκατον δ' ἐκόμισσεν ἐς Ἑλλάδα χρύσεα μῆλα·
τὸ τρισκαιδέκατον τοῖον λυγρὸν ἔσχεν ἄεθλον·
μουνονυχὶ πεντήκοντα ξυνελέξατο κούραις.
Ὤλεσα τὸν Νεμέας θῆρ' ἄπλετον, ὤλεσα δ' ὕδρην
καὶ ταῦρον, κάπρου δ' ἀμφετίναξα γένυν·
ζωστῆρ' ἑλκύσσας πώλους Διομήδεος εἷλον·
χρύσεα μῆλα κλάσας Γηρυόνην ἔλαβον·
5Αὐγείας μ' ἐδάη· κεμὰς οὐ φύγεν· ἔκτανον ὄρνις·
Κέρβερον ἠγαγόμην· αὐτὸς Ὄλυμπον ἔχω.
Μηκέτι ταυροβόροιο βαρὺ βρύχημα λέοντος
πτήσσετε. ληινόμοι γειαρόται Νεμέης·
ἦ γὰρ ὑφ' Ἡρακλῆος ἀριστάθλοιο δέδουπεν
αὐχένα θηροφόνοις ἀγχόμενος παλάμαις.
ποίμνας ἐξελάσασθε· πάλιν μυκηθμὸν ἀκούοι
Ἠχώ, ἐρημαίης ἐνναέτειρα νάπης.
καὶ σύ, λεοντόχλαινε, πάλιν θωρήσσεο ῥινῷ
Ἥρης πρηΰνων μισονόθοιο χόλον.
Ἐκ Νεμέας ὁ λέων, ἀτὰρ ὁ ξένος Ἀργόθεν αἷμα,
πολλὸν ὁ μὲν θηρῶν μεῖζον, ὁ δ' ἡμιθέων.
ἔρχονται δ' ἐς ἀγῶνα καταντίον ὄμμα βαλόντες
λοξὸν ὑπὲρ ζωᾶς καὶ βιοτᾶς σφετέρας.
Ζεῦ πάτερ, ἀλλ' εἴη τὸν ἀπ' Ἄργεος ἀνέρα νικᾶν,
ἐμβατὸς ὡς αὖ τοι καὶ Νεμέα τελέθοι.
Τί πρῶτον, τί δ' ἔπειτα φρεσίν, τί δὲ λοίσθιον ὄσσοις
θαυμάσσω τέχνης ἀνέρος ἠδ' ἐλάφου;
ὧν ὁ μὲν ἰξύι θηρὸς ἐπεμβεβαὼς γόνυ βρίθει
εὐπτόρθων παλάμαις δραξάμενος κεράων·
ἡ δ' ὑπὸ χάσματι πολλὰ καὶ ἄσθματι φυσιόωσα
γλώσσῃ σημαίνει θλιβομένην κραδίην.
Ἥρακλες, γήθησον, ὅλη κεμὰς ἥδε τέθηλεν
οὐ κέρασιν μούνοις, ἀλλὰ τέχνῃ χρυσέη.
Χαλκὸν ἀποιμώζοντα τίς ἔπλασε; τίς δ' ὑπὸ τέχνας
καὶ πόνον ἐν μορφᾷ καὶ θράσος εἰργάσατο;
ἔμψυχον τὸ πλάσμα· καὶ οἰκτείρω μογέοντα
καὶ φρίττω κρατερὸν τὸν θρασὺν Ἡρακλέην.
Ἀνταῖον γὰρ ἔχει πεπονημένον ἐκ παλαμάων·
ἰδνωθεὶς δὲ δοκεῖ καὶ στοναχὰν ἱέναι.
Οὗτος ὁ νῦν ὕπνῳ βεβαρημένος ἠδὲ κυπέλλῳ
Κενταύρους νήφων οἰνοβαρεῖς ὄλεσεν.
Οὗτος ὁ πανδαμάτωρ, ὁ παρ' ἀνδράσι δωδεκάεθλος
μελπόμενος κρατερῆς εἵνεκεν ἠνορέης
οἰνοβαρὴς μετὰ δαῖτα μεθυσφαλὲς ἴχνος ἑλίσσει
νικηθεὶς ἁπαλῷ λυσιμελεῖ Βρομίῳ.
Χαίτην καὶ ῥόπαλον καὶ ἐν ὀφθαλμοῖσιν ἀταρβῆ
θυμὸν ὁρῶν βλοσυρόν τ' ἀνδρὸς ἐπισκύνιον
ζήτει δέρμα λέοντος ἐπ' εἰκόνι· κἢν μὲν ἐφεύρῃς,
Ἡρακλέης, εἰ δ' οὔ, Λυσιμάχοιο πίναξ.
Οἵῳ Θειοδάμας πρὶν ὑπήντεεν Ἡρακλῆι,
τοῖον ὁ τεχνίτης τὸν Διὸς εἰργάσατο
βοῦν ἀρότην ἕλκοντα καὶ ἀντανύοντα κορύνην·
ἀλλ' οὐ τὴν ὀλοὴν γράψε βοοσφαγίην.
5ναὶ τάχα Θειοδάμαντι γοήμονα χείλεσι φωνὴν
ἥρμοσεν, ἧς ἀίων φείδεται Ἡρακλέης.
Οἷον καὶ Κρονίδης ἔσπειρέ σε τῇ τρισελήνῳ
νυκτὶ καὶ Εὐρυσθεὺς εἶδεν ἀεθλοφόρον
κἠκ πυρὸς εἰς Οὔλυμπον ἐκώμασας, ὦ βαρύμοχθε
Ἀλκείδη, τοίην εἰκόνα σου βλέπομεν.
Ἀλκμήνης δ' ὠδῖνας ἔχει λίθος· αἱ δὲ μεγαυχεῖς
Θῆβαι νῦν μύθων εἰσὶν ἀπιστότεραι.
Ἥρακλες, ποῦ σοι πτόρθος μέγας ἥ τε Νέμειος
χλαῖνα καὶ ἡ τόξων ἔμπλεος ἰοδόκη;
ποῦ σοβαρὸν βρίμημα; τί σ' ἔπλασεν ὧδε κατηφῆ
Λύσιππος χαλκῷ τ' ἐγκατέμιξ' ὀδύνην;
ἄχθῃ γυμνωθεὶς ὅπλων σέο. τίς δέ σ' ἔπερσεν; ‑
Ὁ πτερόεις, ὄντως εἷς βαρὺς ἆθλος, Ἔρως.
Ἥρη τοῦτ' ἄρα λοιπὸν ἐβούλετο πᾶσιν ἐπ' ἄθλοις
ὅπλων γυμνὸν ἰδεῖν τὸν θρασὺν Ἡρακλέα.
ποῦ χλαίνωμα λέοντος ὅ τ' εὐροίζητος ἐπ' ὤμοις
ἰὸς καὶ βαρύπους ὄζος ὁ θηρολέτης;
πάντα σ' Ἔρως ἀπέδυσε· καὶ οὐ ξένον, εἰ Δία κύκνον
ποιήσας ὅπλων νοσφίσαθ' Ἡρακλέα.
Θαῦμα τέχνης ταύρου τε καὶ ἀνέρος, ὧν ὁ μὲν ἀλκᾷ
θῆρα βίῃ βρίθει γυῖα τιταινόμενος·
ἶνας δ' αὐχενίους γνάμπτων παλάμῃσιν ἔμαρψε,
λαιῇ μυκτῆρας, δεξιτερῇ δὲ κέρας,
ἀστραγάλους δ' ἐλέλιξε· καὶ αὐχένα θὴρ ὑπὸ χερσὶν
δαμνάμενος κρατεραῖς ὤκλασεν εἰς ὀπίσω.
ἔστι δ' ὀίσασθαι τέχνης ὕπο τῷδ' ἐνὶ χαλκῷ
θῆρα μὲν ἐμπνείειν, ἄνδρα δ' ἱδρῶτι ῥέειν.
Εἰ τοῖος Θήβης Καπανεὺς ἐπεμήνατο πύργοις
ἄμβασιν ἠερίην κλίμακι μησάμενος,
εἷλεν ἂν ἄστυ βίῃ καὶ ὑπὲρ μόρον· αἴδετο γάρ ῥα
καὶ σκηπτὸς Κρονίδου τοῖον ἑλεῖν πρόμαχον.
Ἴκαρε, κηρὸς μέν σε διώλεσε· νῦν δέ σε κηρῷ
ἤγαγεν εἰς μορφὴν αὖθις ὁ χαλκοτύπος.
ἀλλά γε μὴ πτερὰ πάλλε κατ' ἠέρα, μὴ τὸ λοετρὸν
ἠερόθεν πίπτων Ἰκάριον τελέσῃς.
Ἴκαρε, χαλκὸς ἐὼν μιμνῄσκεο· μηδέ σε τέχνη
μηδ' ἀπάφῃ πτερύγων ζεῦγος ἐπωμάδιον.
εἰ γὰρ ζωὸς ἐὼν πέσες ἐν πελάγεσσι θαλάσσης,
πῶς ἐθέλεις πτῆναι χάλκεον εἶδος ἔχων;
Ἱππόλυτος τῆς γρηὸς ἐπ' οὔατι νηλέα μῦθον
φθέγγεται· ἀλλ' ἡμεῖς οὐ δυνάμεσθα κλύειν·
ὅσσον δ' ἐκ βλεφάροιο μεμηνότος ἔστι νοῆσαι,
ὅττι παρεγγυάᾳ μηκέτ' ἄθεσμα λέγειν.
Οὗτος ὁ Τευθρανίας πρόμος ἄσχετος, οὗτος ὁ τὸ πρὶν
Τήλεφος αἱμάξας φρικτὸν Ἄρη Δαναῶν,
Μυσὸν ὅτε πλήθοντα φόνῳ ἐκέρασσε Κάυκον·
οὗτος ὁ Πηλιακοῦ δούρατος ἀντίπαλος,
νῦν ὀλοὸν μηρῷ κεύθων βάρος οἷα λιπόπνους
τήκεται ἐμψύχῳ σαρκὶ συνελκόμενος.
οὗ καὶ τειρομένοιο περιπτώσσοντες Ἀχαιοὶ
φύρδην Τευθρανίας νεῦνται ἀπ' ἠιόνος.
Καὶ τὸν ἀπὸ Τρηχῖνος ἰδὼν πολυώδυνον ἥρω
τόνδε Φιλοκτήτην ἔγραφε Παρράσιος·
ἔν τε γὰρ ὀφθαλμοῖς ἐσκληκόσι κωφὸν ὑποικεῖ
δάκρυ, καὶ ὁ τρύχων ἐντὸς ἔνεστι πόνος.
ζῳογράφων ὦ λῷστε, σὺ μὲν σοφός, ἀλλ' ἀναπαῦσαι
ἄνδρα πόνων ἤδη τὸν πολύμοχθον ἔδει.
Ἐχθρὸς ὑπὲρ Δαναοὺς πλάστης ἐμός, ἄλλος Ὀδυσσεύς,
ὅς μ' ἔμνησε κακῆς οὐλομένης τε νόσου.
οὐκ ἤρκει πέτρη, τρῦχος, λύθρον, ἕλκος, ἀνίη,
ἀλλὰ καὶ ἐν χαλκῷ τὸν πόνον εἰργάσατο.
Οἶδα Φιλοκτήτην ὁρόων, ὅτι πᾶσι φαείνει
ἄλγος ἑὸν καὶ τοῖς τηλόθι δερκομένοις.
ἄγρια μὲν κομόωσαν ἔχει τρίχα· δεῦρ' ἴδε κόρσης
χαίτην τρηχαλέοις χρώμασιν αὐαλέην·
δέρμα κατεσκληκὸς δὲ φέρει καὶ ῥικνὸν ἰδέσθαι
καὶ τάχα καρφαλέον χερσὶν ἐφαπτομέναις·
δάκρυα δὲ ξηροῖσιν ὑπὸ βλεφάροισι παγέντα
ἵσταται, ἀγρύπνου σῆμα δυηπαθίης.
Πύρρος ἐγώ· σπεύδω δὲ πατρὸς χάριν· ἡ δὲ κυνῶπις
Παλλάδα κικλήσκει γνωτὸν ἔχουσα Πάριν.
Ἀνδρόθεν ἐκκέχυθ' ἵππος· ἀνέδραμε δ' ἱππόθεν ἀνήρ,
ἀνὴρ νόσφι ποδῶν, κεφαλῆς δ' ἄτερ αἰόλος ἵππος·
ἵππος ἐρεύγεται ἄνδρα, ἀνὴρ δ' ἀποπέρδεται ἵππον.
Ἵππος ἔην ἀκάρηνος, ἀνὴρ δ' ἀτέλεστος ἔκειτο,
ὅν γε Φύσις παίζουσα θοῷ ἐνεκέντρισεν ἵππῳ.
Οὐ σέ, μάκαρ Κυνέγειρ', ὡς τὸν Κυνέγειρον ἔγραψε
Φᾶσις, ἐπεὶ βριαραῖς ἄνθετο σὺν παλάμαις·
ἀλλὰ σοφός τις ἔην ὁ ζωγράφος, οὐδέ σε χειρῶν
νόσφισε, τὸν χειρῶν οὕνεκεν ἀθάνατον.
Μηδοφόνους μὲν χεῖρας ὑπὲρ γαμψοῖο κορύμβου
ναὸς ἀπορνυμένης ἐξέταμον κοπίδες,
ἁνίκα που, Κυνέγειρε, φυγάς ποτε φορτὶς ἐκείνα
ὥσπερ ἀπ' εὐναίας εἴχετο σᾶς παλάμας.
ἀλλὰ καὶ ὣς ἀπρὶξ δόρυ νήιον ἀμφιδακοῦσαι
ἄπνοον ὡμάρτευν τάρβος Ἀχαιμενίοις·
καὶ τὰς μέν τις ἀνὴρ ἕλε βάρβαρος· ἁ δέ γε χειρῶν
νίκα Μοψοπίοις μίμνε παρ' ἐνναέταις.
Λύσιππε, πλάστα Σικυώνιε, θαρσαλέη χείρ,
δάιε τεχνίτα, πῦρ τοι ὁ χαλκὸς ὁρῇ,
ὃν κατ' Ἀλεξάνδρου μορφᾶς χέες. οὐκέτι μεμπτοὶ
Πέρσαι· συγγνώμη βουσὶ λέοντα φυγεῖν.
Τόλμαν Ἀλεξάνδρου καὶ ὅλαν ἀπεμάξατο μορφὰν
Λύσιππος· τίν' ὁδὶ χαλκὸς ἔχει δύναμιν.
αὐδάσοντι δ' ἔοικεν ὁ χάλκεος ἐς Δία λεύσσων·
Γᾶν ὑπ' ἐμοὶ τίθεμαι, Ζεῦ, σὺ δ' Ὄλυμπον ἔχε.
Αὐτὸν Ἀλέξανδρον τεκμαίρεο· ὧδε τὰ κείνου
ὄμματα καὶ ζωὸν θάρσος ὁ χαλκὸς ἔχει,
ὃς μόνος, ἣν ἐφορῶσιν ἀπ' αἰθέρος αἱ Διὸς αὐγαί,
πᾶσαν Πελλαίῳ γῆν ὑπέταξε θρόνῳ.
Τοῦτον Ἀλέξανδρον, μεγαλήτορος υἷα Φιλίππου,
δέρκεαι ἀρτιλόχευτον, Ὀλυμπιὰς ὅν ποτε μήτηρ
καρτερόθυμον ἔτικτεν· ἀπ' ὠδίνων δέ μιν Ἄρης
ἔργα μόθων ἐδίδασκε, Τύχη δ' ἐκέλευσεν ἀνάσσειν.
Οὐ τὸν βουθοίναν Ἡρακλέα, παῖδες ἀγρῶται,
οὐκέτι κερδαλέοις ἐμβατὰ ταῦτα λύκοις,
φῶρές τε στείχειν κλοπίην ὁδὸν ἀρνήσονται,
εἰ καὶ κωμήτας ἄκριτος ὕπνος ἔχει.
ἦ γάρ μ' ἵδρυται Διονύσιος οὐκ ἄτερ εὐχῆς
χώρῳ τῷδ' ἀγαθὸν σύμμαχον Ἡρακλέα.
Μὴ τρέσσῃς, ὅτι τόξον, ὁδοιπόρε, καὶ νεοθηγεῖς
ἰοὺς γυμνώσας πρόσθε ποδῶν ἐθέμην,
μηδ' ὅτι βαστάζω ῥόπαλον χερί, μηδ' ὅτι δέρμα
ἀμφ' ὤμοις χαροποῦ τοῦτο λέοντος ἔχω·
πημαίνειν οὐ πάντας ἐπίσταμαι, ἀλλὰ κακούργους·
καὶ σῴζειν ἀγαθοὺς ἐξ ἀχέων δύναμαι.
Αἰεὶ Λαρτιάδῃ πόντος βαρύς· εἰκόνα χεῦμα
ἔκλυσε κἀκ δέλτων τὸν τύπον ἠφάνισεν.
τί πλέον; εἰν ἐπέεσσιν Ὁμηρείοις γὰρ ἐκείνου
εἰκὼν ἀφθάρτοις ἐγγράφεται σελίσιν.
Ὁ παῖς ὁ ταῦρος ὁ κατὰ μηδὲν ἐντελής,
ὁ τῆς τεκούσης τοῦ πάθους κατήγορος,
ὁ μιξόθηρ ἄνθρωπος, ἡ διπλῆ φύσις·
ὁ ταυρόκρανος, ἡ πλάνη τῶν σωμάτων,
ὃς οὔτε βοῦς πέφυκεν οὔτ' ἀνὴρ ὅλως.
Τίς τὸν Θρήικα τόνδε μονοκρήπιδα Λυκοῦργον
χάλκεον, Ἠδωνῶν ταγόν, ἀνεπλάσατο;
Βακχιακὸν παρὰ πρέμνον ἴδ' ὡς ἀγέρωχα μεμηνὼς
βριθὺν ὑπὲρ κεφαλᾶς ἀντέτακεν χάλυβα.
μανύει μορφὰ τὸ πάλαι θράσος· ἁ δ' ἀγέρωχος
λύσσα καὶ ἐν χαλκῷ κεῖνο τὸ πικρὸν ἔχει.
Μαίνεται Ἰφιγένεια· πάλιν δέ μιν εἶδος Ὀρέστου
ἐς γλυκερὴν ἀνάγει μνῆστιν ὁμαιμοσύνης·
τῆς δὲ χολωομένης καὶ ἀδελφεὸν εἰσοροώσης
οἴκτῳ καὶ μανίῃ βλέμμα συνεξάγεται.
Ἐκ ζωῆς με θεοὶ τεῦξαν λίθον, ἐκ δὲ λίθοιο
ζωὴν Πραξιτέλης ἔμπαλιν εἰργάσατο.
Δυστήνου Νιόβης ὁράᾳς παναληθέα μορφὴν
ὡς ἔτι μυρομένης πότμον ἑὼν τεκέων.
εἰ δ' ἄρα καὶ ψυχὴν οὐκ ἔλλαχε, μὴ τόδε τέχνῃ
μέμφεο· θηλυτέρην εἴκασε λαϊνέην.
Τανταλὶς ἅδε ποχ' ἁ δίσσ' ἑπτάκι τέκνα τεκοῦσα
γαστρὶ μιῇ Φοίβῳ θῦμα καὶ Ἀρτέμιδι·
κούρα γὰρ προὔπεμψε κόραις φόνον, ἄρσεσι δ' ἄρσην·
δισσοὶ γὰρ δισσὰς ἔκτανον ἑβδομάδας.
5ἁ δὲ τόσας ἀγέλας μάτηρ πάρος, ἁ πάρος εὔπαις
οὐδ' ἐφ' ἑνὶ τλάμων λείπετο γηροκόμῳ·
μάτηρ δ' οὐχ ὑπὸ παισίν, ὅπερ θέμις, ἀλλ' ὑπὸ ματρὸς
παῖδες ἐς ἀλγεινοὺς πάντες ἄγοντο τάφους.
Τάνταλε, καὶ δὲ σὲ γλῶσσα διώλεσε καὶ σέο κούραν·
10 χἀ μὲν ἐπετρώθη, σοὶ δ' ἔπι δεῖμα λίθος.
Στᾶθι πέλας, δάκρυσον ἰδών, ξένε, μυρία πένθη
τᾶς ἀθυρογλώσσου Τανταλίδος Νιόβας,
ἇς ἐπὶ γᾶς ἔστρωσε δυωδεκάπαιδα λοχείαν
ἄρτι, τὰ μὲν Φοίβου τόξα, τὰ δ' Ἀρτέμιδος.
5ἁ δὲ λίθῳ καὶ σαρκὶ μεμιγμένον εἶδος ἔχουσα
πετροῦται· στενάχει δ' ὑψιπαγὴς Σίπυλος.
θνατοῖς ἐν γλώσσᾳ δολία νόσος, ἇς ἀχάλινος
ἀφροσύνα τίκτει πολλάκι δυστυχίαν.
Τίπτε, γύναι, πρὸς Ὄλυμπον ἀναιδέα χεῖρ' ἀνένεικας
ἔνθεον ἐξ ἀθέου κρατὸς ἀφεῖσα κόμαν;
Λατοῦς παπταίνουσα πολὺν χόλον, ὦ πολύτεκνε,
νῦν στένε τὰν πικρὰν καὶ φιλάβουλον ἔριν.
ἁ μὲν γὰρ παίδων σπαίρει πέλας, ἁ δὲ λιπόπνους
κέκλιται, ᾇ δὲ βαρὺς πότμος ἐπικρέμαται.
καὶ μόχθων οὔπω τόδε σοι τέλος, ἀλλὰ καὶ ἄρσην
ἔστρωται τέκνων ἑσμὸς ἀποφθιμένων.
ὦ βαρὺ δακρύσασα γενέθλιον, ἄπνοος αὐτὰ
10 πέτρος ἔσῃ, Νιόβα, κάδεϊ τειρομένα.
Τανταλὶ παῖ, Νιόβα, κλύ' ἐμὰν φάτιν, ἄγγελον ἄτας·
δέξαι σῶν ἀχέων οἰκτροτάταν λαλιάν.
λῦε κόμας ἀνάδεσμον, ἰώ, βαρυπενθέσι Φοίβου
γειναμένα τόξοις ἀρσενόπαιδα γόνον.
5οὔ σοι παῖδες ἔτ' εἰσίν. ἀτὰρ τί τόδ' ἄλλο; τί λεύσσω;
αἰαῖ, πλημύρει παρθενικαῖσι φόνος.
ἁ μὲν γὰρ ματρὸς περὶ γούνασιν, ἁ δ' ἐνὶ κόλποις
κέκλιται, ἁ δ' ἐπὶ γᾶς, ἁ δ' ἐπιμαστίδιος·
ἄλλα δ' ἀντωπὸν θαμβεῖ βέλος, ἁ δ' ὑπ' ὀιστοῖς
10 πτώσσει, τᾶς δ' ἔμπνουν ὄμμ' ἔτι φῶς ὁράᾳ.
ἁ δὲ λάλον στέρξασα πάλαι στόμα, νῦν ὑπὸ θάμβευς
μάτηρ σαρκοπαγὴς οἷα πέπηγε λίθος.
Τέχνη Τιμομάχου στοργὴν καὶ ζῆλον ἔδειξε
Μηδείης τέκνων εἰς μόρον ἑλκομένων.
τῇ μὲν γὰρ συνένευσεν ἐπὶ ξίφος, ᾗ δ' ἀνανεύει
σῴζειν καὶ κτείνειν βουλομένη τέκεα.
Τὰν ὀλοὰν Μήδειαν ὅτ' ἔγραφε Τιμομάχου χεὶρ
ζάλῳ καὶ τέκνοις ἀντιμεθελκομέναν,
μυρίον ἄρατο μόχθον, ἵν' ἤθεα δισσὰ χαράξῃ,
ὧν τὸ μὲν εἰς ὀργὰν νεῦε, τὸ δ' εἰς ἔλεον.
5ἄμφω δ' ἐπλήρωσεν· ὅρα τύπον· ἐν γὰρ ἀπειλᾷ
δάκρυον, ἐν δ' ἐλέῳ θυμὸς ἀναστρέφεται.
ἀρκεῖ δ' ἁ μέλλησις, ἔφα σοφός· αἷμα δὲ τέκνων
ἔπρεπε Μηδείῃ, κοὐ χερὶ Τιμομάχου.
Τίς σοῦ, Κολχὶς ἄθεσμε, συνέγραφεν εἰκόνι θυμόν;
τίς καὶ ἐν εἰδώλῳ βάρβαρον εἰργάσατο;
αἰεὶ γὰρ διψᾷς βρεφέων φόνον. ἦ τις Ἰήσων
δεύτερος ἢ Γλαύκη τις πάλι σοι πρόφασις;
ἔρρε, καὶ ἐν κηρῷ παιδοκτόνε. σῶν γὰρ ἀμέτρων
ζήλων ἲς ἃ θέλει, καὶ γραφὶς αἰσθάνεται.
Δεῦρ' ἴδε παιδολέτειραν ἐν εἰκόνι, δεῦρ' ἴδ' ἄγαλμα,
Κολχίδα, Τιμομάχου χειρὶ τυπωσαμένου·
φάσγανον ἐν παλάμᾳ, θυμὸς μέγας, ἄγριον ὄμμα,
παισὶν ἐπ' οἰκτίστοις δάκρυ κατερχόμενον·
πάντα δ' ὁμοῦ συνέχευεν ἄμικτά περ εἰς ἓν ἀγείρας,
αἵματι μὴ χρῶσαι φεισάμενος παλάμαν.
Τιμόμαχος Μήδειαν ὅτ' ἔγραφεν, εἰκόνι μορφᾶς
ἀψύχου ψυχὰς θήκατο διχθαδίας.
ζᾶλον γὰρ λεχέων τεκέων θ' ἅμα φίλτρα συνάψας
δεῖξεν ἐν ὀφθαλμοῖς ἀντιμεθελκομέναν.
Δεῦρ' ἴδε καὶ θάμβησον ὑπ' ὀφρύσι κείμενον οἶκτον
καὶ θυμόν, βλεφάρων καὶ πυρόεσσαν ἴτυν
καὶ μητρὸς παλάμην ἀλόχοιό τε πικρὰ παθούσης
ὁρμῇ φειδομένῃ πρὸς φόνον ἑλκομένην.
ζωγράφος εὖ δ' ἔκρυψε φόνου τέλος οὐκ ἐθελήσας
θάμβος ἀπαμβλῦναι πένθεϊ δερκομένων.
Κολχίδα, τὴν ἐπὶ παισὶν ἀλάστορα, τραυλὲ χελιδών,
πῶς ἔτλης τεκέων μαῖαν ἔχειν ἰδίων;
ἧς ἔτι κανθὸς ὕφαιμος ἀπαστράπτει φόνιον πῦρ,
καὶ πολιὸς γενύων ἀφρὸς ἄπο σταλάει·
ἀρτιβρεχὴς δὲ σίδηρος ἐφ' αἵματι. φεῦγε πανώλη
μητέρα κἀν κηρῷ τεκνοφονοῦσαν ἔτι.
Μαίνῃ καὶ λίθος οὖσα, καὶ ἐκ κραδίης σέο θυμὸς
ὄμματα κοιλήνας ἐς χόλον ηὐτρέπισεν·
ἔμπης οὐδὲ βάσις σε καθέξεται, ἀλλ' ἄρα θυμῷ
πηδήσεις τεκέων εἵνεκα μαινομένη.
ὤ, τίς ὁ τεχνίτης τόδε γ' ἔπλασεν ἢ τίς ὁ γλύπτης,
ὃς λίθον εἰς μανίην ἤγαγεν εὐτεχνίῃ;
Μηδείης τύπος οὗτος· ἴδ', ὡς τὸ μὲν εἰς χόλον αἴρει
ὄμμα, τὸ δ' εἰς παίδων ἕλκυσε συμπαθίην.
Ἕδνα γάμων ἔρριπτες ἢ ἀμβολίην ταχυτῆτος
τοῦτο γέρας κούρῃ χρύσεον, Ἱππόμενες;
ἄμφω μῆλον ἄνυσσεν, ἐπεὶ καὶ παρθένον ὁρμῆς
εἶργεν καὶ ζυγίης σύμβολον ἦν Παφίης.
Οὐ βροτὸς ὁ γλύπτας· οἵαν δέ σε Βάκχος ἐραστὰς
εἶδεν ὑπὲρ πέτρας ἔξεσε κεκλιμέναν.
Ξεῖνοι, λαϊνέας μὴ ψαύετε τᾶς Ἀριάδνας,
μὴ καὶ ἀναθρῴσκῃ Θησέα διζομένη.
Αἰθιόπων ἁ βῶλος· ὁ δὲ πτερόεις τὰ πέδιλα
Περσεύς· ἁ δὲ λίθῳ πρόσδετος Ἀνδρομέδα·
ἁ προτομὰ Γοργοῦς λιθοδερκέος· ἆθλον ἔρωτος
κῆτος· Κασσιόπας ἁ λάλος εὐτεκνία.
χἀ μὲν ἀπὸ σκοπέλοιο χαλᾷ πόδ' ἀνηθάδι νάρκᾳ
νωθρόν· ὁ δὲ μναστὴρ νυμφοκομεῖ τὸ γέρας.
Κηφεὺς Ἀνδρομέδην ἢ ζωγράφος ἄνθετο πέτραις;
καὶ γὰρ ἀπ' ὀφθαλμῶν ἡ κρίσις ἀμφίβολος.
κῆτος δὲ σπιλάδεσσιν ἔπι γναμπτῇσι χαράχθη
ἢ ἀπὸ Νηρῆος γείτονος ἐξανέδυ;
ἔγνων ταῦτα· σοφός τις ἀνὴρ κάμε· δεινὸς ἀληθῶς
τεύξατο καὶ βλεφάρων καὶ πραπίδων ἀπάτην.
Ἀργείης Ἑλένης ἐρόεις τύπος, ἥν ποτε βούτης
ἥρπασε τὸν Ξένιον Ζῆνα παρωσάμενος.
Ἅδε Πολυκλείτοιο Πολυξένα, οὐδέ τις ἄλλα
χεὶρ ἔθιγεν τούτου δαιμονίου πίνακος.
Ἥρας ἔργον ἀδελφόν. ἴδ', ὡς πέπλοιο ῥαγέντος·
τὰν αἰδῶ γυμνὰν σώφρονι κρύπτε χερί.
λίσσεται ἁ τλάμων ψυχᾶς ὕπερ· ἐν βλεφάροις δὲ
παρθενικᾶς ὁ Φρυγῶν κεῖται ὅλος πόλεμος.
Ἀρχέτυπον Διδοῦς ἐρικυδέος, ὦ ξένε, λεύσσεις,
εἰκόνα θεσπεσίῳ κάλλεϊ λαμπομένην.
τοίη καὶ γενόμην, ἀλλ' οὐ νόον, οἷον ἀκούεις,
ἔσχον ἐπ' εὐφήμοις δόξαν ἐνεγκαμένη.
οὐδὲ γὰρ Αἰνείαν ποτ' ἐσέδρακον, οὐδὲ χρόνοισι
Τροίης περθομένης ἤλυθον ἐς Λιβύην·
ἀλλὰ βίας φεύγουσα Ἰαρβαίων ὑμεναίων
πῆξα κατὰ κραδίης φάσγανον ἀμφίτομον.
Πιερίδες, τί μοι αἰνὸν ἐφωπλίσσασθε Μάρωνα;
10 οἷα καθ' ἡμετέρης ψεύσατο σωφροσύνης.
Ἀχὼ φίλα, μοὶ συγκαταίνεσόν τι. ‑ Τί; ‑
Ἐρῶ κορίσκας· ἁ δέ μ' οὐ φιλεῖ. ‑ Φιλεῖ. ‑
Πρᾶξαι δ' ὁ καιρὸς καιρὸν οὐ φέρει. ‑ Φέρει. ‑
Τὺ τοίνυν αὐτᾷ λέξον, ὡς ἐρῶ. ‑ Ἐρῶ. ‑
5Καὶ πίστιν αὐτᾷ κερμάτων τὺ δός. ‑ Τὺ δός. ‑
Ἀχώ, τί λοιπὸν ἢ πόθου τυχεῖν; ‑ Τυχεῖν.
Ποιμενίαν ἄγλωσσος ἀν' ὀργάδα μέλπεται Ἀχὼ
ἀντίθρουν πτανοῖς ὑστερόφωνον ὄπα.
Ἠχὼ πετρήεσσαν ὁρᾷς, φίλε, Πανὸς ἑταίρην,
ἀντίτυπον φθογγὴν ἔμπαλιν ᾀδομένην,
παντοίων στομάτων λάλον εἰκόνα, ποιμέσιν ἡδὺ
παίγνιον. ὅσσα λέγεις, ταῦτα κλύων ἄπιθι.
Ἠχὼ μιμολόγον, φωνῆς τρύγα, ῥήματος οὐρήν.
Ἀρκαδικὰ θεός εἰμι, παρὰ προθύροις δὲ Λυαίου
ναίω φθεγγόμενον μῦθον ἀμειβομένα·
οὐκέτι γὰρ στυγέω, Βακχεῦ φίλε, τὸν θιασώταν
τὸν τεόν. ἔρχεο. Πάν· ξυνὰ λέγωμεν ἔπη.
Τίπτε, Τριτογένεια, κορύσσεαι ἄστεϊ μέσσῳ;
εἶξε Ποσειδάων· φείδεο Κεκροπίης.
Ὡς πρέπει, Ἄρτεμίς εἰμ'· εὖ δ' Ἄρτεμιν αὐτὸς ὁ χαλκὸς
μανύει Ζηνὸς κοὐχ ἑτέρου θύγατρα.
τεκμαίρου τὸ θράσος τᾶς παρθένου. ἦ ῥά κεν εἴποις·
πᾶσα χθὼν ὀλίγον τᾷδε κυναγέσιον.
Τίς λίθον ἐψύχωσε; τίς ἐν χθονὶ Κύπριν ἐσεῖδεν;
ἵμερον ἐν πέτρῃ τίς τόσον εἰργάσατο;
Πραξιτέλους χειρῶν ὅδε που πόνος, ἢ τάχ' Ὄλυμπος
χηρεύει Παφίης εἰς Κνίδον ἐρχομένης.
Ἡ Παφίη Κυθέρεια δι' οἴδματος ἐς Κνίδον ἦλθε
βουλομένη κατιδεῖν εἰκόνα τὴν ἰδίην.
πάντῃ δ' ἀθρήσασα περισκέπτῳ ἐνὶ χώρῳ
φθέγξατο· Ποῦ γυμνὴν εἶδέ με Πραξιτέλης;
5Πραξιτέλης οὐκ εἶδεν, ἃ μὴ θέμις, ἀλλ' ὁ σίδηρος
ἔξεσεν, οἷά γ' Ἄρης ἤθελε, τὴν Παφίην.
Οὔτε σε Πραξιτέλης τεχνάσατο οὔθ' ὁ σίδαρος·
ἀλλ' οὕτως ἔστης ὥς ποτε κρινομένη.
Ἁ Κύπρις τὰν Κύπριν ἐνὶ Κνίδῳ εἶπεν ἰδοῦσα·
Φεῦ φεῦ, ποῦ γυμνὴν εἶδέ με Πραξιτέλης;
Τὴν Παφίην γυμνὴν οὐδεὶς ἴδεν· εἰ δέ τις εἶδεν,
οὗτος ὁ τὴν γυμνὴν στησάμενος Παφίην.
Σοὶ μορφῆς ἀνέθηκα τεῆς περικαλλὲς ἄγαλμα,
Κύπρι, τεῆς μορφῆς φέρτερον οὐδὲν ἔχων.
Παλλὰς καὶ Κρονίδαο συνευνέτις εἶπον ἰδοῦσαι
τὴν Κνιδίην· Ἀδίκως τὸν Φρύγα μεμφόμεθα.
Πρόσθε μὲν Ἰδαίοισιν ἐν οὔρεσιν αὐτὸς ὁ βούτας
δέρξατο τὰν κάλλευς πρῶτ' ἀπενεγκαμέναν.
Πραξιτέλης Κνιδίοις δὲ πανωπήεσσαν ἔθηκεν
μάρτυρα τῆς τέχνης ψῆφον ἔχων Πάριδος.
Φάσεις τὰν μὲν Κύπριν ἀνὰ κραναὰν Κνίδον ἀθρῶν,
ἅδε που ὡς φλέξει καὶ λίθος εὖσα λίθον·
τὸν δ' ἐνὶ Θεσπιάδαις γλυκὺν Ἵμερον, οὐχ ὅτι πέτρον,
ἀλλ' ὅτι κἠν ψυχρῷ πῦρ ἀδάμαντι βαλεῖ.
τοίους Πραξιτέλης κάμε δαίμονας, ἄλλον ἐπ' ἄλλας
γᾶς, ἵνα μὴ δισσῷ πάντα θέροιτο πυρί.
Γυμνὴν εἶδε Πάρις με καὶ Ἀγχίσης καὶ Ἄδωνις·
τοὺς τρεῖς οἶδα μόνους. Πραξιτέλης δὲ πόθεν;
Ἀφρογενοῦς Παφίης ζάθεον περιδέρκεο κάλλος,
καὶ λέξεις· Αἰνῶ τὸν Φρύγα τῆς κρίσεως.
Ἀτθίδα δερκόμενος πάλι Παλλάδα τοῦτο βοήσεις·
Ὡς βούτης ὁ Πάρις τήνδε παρετρόχασεν.
Τὰν Κνιδίαν Κυθέρειαν ἰδών, ξένε, τοῦτό κεν εἴποις·
Αὐτὰ καὶ θνατῶν ἄρχε καὶ ἀθανάτων.
τὰν δ' ἐνὶ Κεκροπίδαις δορυθαρσέα Παλλάδα λεύσσων
αὐδάσεις· Ὄντως βουκόλος ἦν ὁ Πάρις.
Ἄρεος ἔντεα ταῦτα τίνος χάριν, ὦ Κυθέρεια,
ἐνδέδυσαι κενεὸν τοῦτο φέρουσα βάρος;
αὐτὸν Ἄρη γυμνὴ γὰρ ἀφώπλισας· εἰ δὲ λέλειπται
καὶ θεός, ἀνθρώποις ὅπλα μάτην ἐπάγεις.
Αὐτά που τὰν Κύπριν ἀπηκριβώσατο Παλλὰς
τᾶς ἐπ' Ἀλεξάνδρου λαθομένα κρίσιος.
Αἰεὶ μὲν Κυθέρεια φέρειν δεδάηκε φαρέτρην
τόξα τε καὶ δολιχῆς ἔργον ἑκηβολίης·
αἰδομένη δ' ἄρα θεσμὰ μενεπτολέμοιο Λυκούργου
φίλτρα φέρει Σπάρτῃ τεύχεσιν ἀγχεμάχοις.
ὑμεῖς δ' ἐν θαλάμοισι, Λακωνίδες, ὅπλα Κυθήρης
ἁζόμεναι παῖδας τίκτετε θαρσαλέους.
Παλλὰς τὰν Κυθέρειαν ἔνοπλον ἔειπεν ἰδοῦσα·
Κύπρι, θέλεις, οὕτως ἐς κρίσιν ἐρχόμεθα;
ἡ δ' ἁπαλὸν γελάσασα· Τί μοι σάκος ἀντίον αἴρειν;
εἰ γυμνὴ νικῶ, πῶς, ὅταν ὅπλα λάβω;
Ἢ λίθος ὡς Παφίη θωρήξατο, ἢ τάχα μᾶλλον
εἶδε λίθον Παφίη καὶ ὤμοσεν· Ἤθελον εἶναι.
Καὶ Κύπρις Σπάρτας· οὐκ ἄστεσιν οἷά τ' ἐν ἄλλοις
ἵδρυται μαλακὰς ἑσσαμένα στολίδας·
ἀλλὰ κατὰ κρατὸς μὲν ἔχει κόρυν ἀντὶ καλύπτρας,
ἀντὶ δὲ χρυσείων ἀκρεμόνων κάμακα.
οὐ γὰρ χρὴ τευχέων εἶναι δίχα τὰν παράκοιτιν
Θρᾳκὸς Ἐνυαλίου καὶ Λακεδαιμονίαν.
Κύπρι φιλομμειδής, θαλαμηπόλε, τίς σε μελιχρὴν
δαίμονα τοῖς πολέμων ἐστεφάνωσεν ὅπλοις;
σοὶ παιὰν φίλος ἦν καὶ ὁ χρυσοκόμης Ὑμέναιος
καὶ λιγυρῶν αὐλῶν ἡδυμελεῖς χάριτες.
ἐς τί δὲ ταῦτ' ἐνέδυς ἀνδροκτόνα; μὴ θρασὺν Ἄρη
συλήσασ' αὐχεῖς, Κύπρις ὅσον δύναται;
Τὰν ἀναδυομέναν ἀπὸ ματέρος ἄρτι θαλάσσας
Κύπριν, Ἀπελλείου μόχθον, ὅρα, γραφίδος,
ὡς χερὶ συμμάρψασα διάβροχον ὕδατι χαίταν
ἐκθλίβει νοτερῶν ἀφρὸν ἀπὸ πλοκάμων.
αὐταὶ νῦν ἐρέουσιν Ἀθηναίη τε καὶ Ἥρη·
Οὐκέτι σοὶ μορφᾶς εἰς ἔριν ἐρχόμεθα.
Αὐτὰν ἐκ πόντοιο τιθηνητῆρος Ἀπελλῆς
τὰν Κύπριν γυμνὰν εἶδε λοχευομέναν
καὶ τοίαν ἐτύπωσε διάβροχον ὕδατος ἀφρῷ
θλίβουσαν θαλεραῖς χερσὶν ἔτι πλόκαμον.
Κύπρις ὅτε σταλάουσα κόμας ἁλιμυρέος ἀφροῦ
γυμνὴ πορφυρέου κύματος ἐξανέδυ,
οὕτω που κατὰ λευκὰ παρήια χερσὶν ἑλοῦσα
βόστρυχον Αἰγαίην ἐξεπίεζεν ἅλα
στέρνα μόνον φαίνουσα, τὰ καὶ θέμις· εἰ δὲ τοιήδε
κείνη, συγχείσθω θυμὸς Ἐνυαλίου.
Ἄρτι θαλασσαίης Παφίη προὔκυψε λοχείης
μαῖαν Ἀπελλείην εὑραμένη παλάμην,
ἀλλὰ τάχος γραφίδων ἀποχάζεο, μή σε διήνῃ
ἀφρὸς ἀποστάζων θλιβομένων πλοκάμων.
εἰ τοίη ποτὲ Κύπρις ἐγυμνώθη διὰ μῆλον,
τὴν Τροίην ἀδίκως Παλλὰς ἐληίσατο.
Τὰν ἐκφυγοῦσαν ματρὸς ἐκ κόλπων ἔτι
ἀφρῷ τε μορμύρουσαν εὐλεχῆ Κύπριν
ἴδ', ὡς Ἀπελλῆς κάλλος ἱμερώτατον
οὐ γραπτόν, ἀλλ' ἔμψυχον ἐξεμάξατο.
εὖ μὲν γὰρ ἄκραις χερσὶν ἐκθλίβει κόμαν,
εὖ δ' ὀμμάτων γαληνὸς ἐκλάμπει πόθος,
καὶ μαζός, ἀκμῆς ἄγγελος, κυδωνιᾷ·
αὐτὰ δ' Ἀθάνα καὶ Διὸς συνευνέτις
φάσουσιν· Ὦ Ζεῦ, λειπόμεσθα τῇ κρίσει.
Εἰπέ, τί σοὶ ξυνὸν καὶ Παλλάδι; τῇ γὰρ ἄκοντες
καὶ πόλεμοι, πέρι σοὶ δ' εὔαδον εἰλαπίναι. ‑
Μὴ προπετῶς, ὦ ξεῖνε, θεῶν πέρι τοῖα μετάλλα·
ἴσθι δ' ὅσοις ἴκελος δαίμονι τῇδε πέλω.
καὶ γὰρ ἐμοὶ πολέμων φίλιον κλέος· οἶδεν ἅπας μοι
ἠῴου δμηθεὶς Ἰνδὸς ἀπ' ὠκεανοῦ.
καὶ μερόπων δὲ φυὴν ἐγερήραμεν, ἡ μὲν ἐλαίῃ,
αὐτὰρ ἐγὼ γλυκεροῖς βότρυσιν ἡμερίδος.
καὶ μὴν οὐδ' ἐπ' ἐμοὶ μήτηρ ὠδῖνας ὑπέτλη·
10 λῦσα δ' ἐγὼ μηρὸν πάτριον, ἡ δὲ κάρη.
Αὐσονίῳ Πείσωνι συνασπιστὴς Διόνυσος
ἵδρυμαι μεγάρων φρουρὸς ἐπ' εὐτυχίῃ. ‑
Ἄξιον, ὦ Διόνυσ', ἐσέβης δόμον· ἔπρεπεν ἄμφω
καὶ μέγαρον Βάκχῳ καὶ Βρόμιος μεγάρῳ.
Ἀμφότεροι Θήβηθε καὶ ἀμφότεροι πολεμισταὶ
κἠκ Διός· ὃς θύρσῳ δεινός, ὁ δὲ ῥοπάλῳ
ἀμφοῖν δὲ στῆλαι συντέρμονες· εἴκελα δ' ὅπλα,
νεβρὶς λειοντῇ, κύμβαλα δὲ πλαταγῇ.
5Ἥρη δ' ἀμφοτέροις χαλεπὴ θεός· οἱ δ' ἀπὸ γαίης
ἦλθον ἐς ἀθανάτους ἐκ πυρὸς ἀμφότεροι.
Ἑρμῆς ὠκὺς ἐγὼ κικλήσκομαι· ἀλλὰ παλαίστρῃ
μὴ κολοβὸν χειρῶν ἵστατε μηδ' ἄποδα.
ἢ πῶς ὠκὺς ἐγώ; πῶς δ' ὄρθια χειρονομήσω
ἐς βάσιν ἀμφοτέρων ὀρφανὸς ἱστάμενος;
Ἑρμείῃ ξυλίνῳ τις ἐπηύχετο, καὶ ξύλον ἦεν.
εἶτά μιν ἀείρας χαμάδις βάλε· τοῦ δ' ἄπο χρυσὸς
ἔρρευσεν καταγέντος. ὕβρις πόρε πολλάκι κέρδος.
Εἰνοσίφυλλον ὄρος Κυλλήνιον αἰπὺ λελοιπὼς
τῇδ' ἕστηκ' ἐρατοῦ γυμνασίου μεδέων
Ἑρμῆς· ᾧ ἔπι παῖδες ἀμάρακον ἠδ' ὑάκινθον
πολλάκι καὶ θαλεροὺς θῆκαν ἴων στεφάνους.
Φρουρὸς ἐπὶ σμήνεσσι Περιστράτου εἵνεκα μίμνω
ἐνθάδε Μαιναλίαν κλιτὺν ἀποπρολιπών,
κλῶπα μελισσάων δεδοκημένος. ἀλλ' ἀλέασθε
χεῖρα καὶ ἀγροτέρου κοῦφον ὄρεγμα ποδός.
Τᾶν αἰγῶν ὁ νομεὺς Μόρυχος τὸν ἐπίσκοπον Ἑρμᾶν
ἔστασ' αἰπολίων εὐδόκιμον φύλακα.
ἀλλά μοι αἵ τ' ἀν' ὄρη χλωρᾶς κεκορεσμέναι ὕλας,
τοῦ γ' ἁρπακτῆρος μή τι μέλεσθε λύκου.
Αὐτόθεν ὀστράκινόν με καὶ ἐν ποσὶ γήινον Ἑρμῆν
ἔπλασεν ἁψῖδος κύκλος ἑλισσόμενος.
πηλὸς ἐφυράθην, οὐ ψεύσομαι. ἀλλ' ἐφίλησα,
ὦ ξεῖν', ὀστρακέων δύσμορον ἐργασίην.
Ὦ λῷστε, μὴ νόμιζε τῶν πολλῶν ἕνα
Ἑρμᾶν θεωρεῖν· εἰμὶ γὰρ τέχνα Σκόπα.
Κράμβης ἅψωμαι, Κυλλήνιε; ‑ Μή, παροδῖτα. ‑
Τίς φθόνος ἐκ λαχάνων; ‑ Οὐ φθόνος, ἀλλὰ νόμος
ἀλλοτρίων ἀπέχειν κλοπίμους χέρας. ‑ Ὢ παραδόξου·
μὴ κλέπτειν Ἑρμῆς καινὸν ἔθηκε νόμον.
Χάλκειόν τις Ἔρωτα μετήγαγεν ἐκ πυρὸς εἰς πῦρ
τήγανον ἁρμόζων τῇ κολάσει κόλασιν.
Τὸν πτερόεντα τίς ὧδε, τίς ἐν δεσμοῖσι θοὸν πῦρ
ὤχμασεν; αἰθομένης ἥψατο τίς φαρέτρης
καὶ τὰς ὠκυβόλους περιηγέας ἐσφήκωσε
χεῖρας ὑπὸ στιβαρῷ κίονι δησάμενος;
5ψυχρὰ τάδ' ἀνθρώποις παραμύθια. μή ποτ' ἐκείνου
οὗτος ὁ δεσμώτης αὐτὸς ἔδησε φρένα;
Τίς σε τὸν οὐχ ὁσίως ἠγρευμένον ὧδε πεδήσας
θήκατο; τίς πλέγδην σὰς ἐνέδησε χέρας
καὶ πιναρὰν ὄψιν τεκτήνατο; ποῦ θοὰ τόξα,
νήπιε, ποῦ πικρὴ πυρφόρος ἰοδόκη;
ἦ ῥα μάτην ἐπόνησε λιθοξόος, ὅς σε, τὸν οἴστρῳ
κυμήναντα θεούς, τῇδ' ἐνέδησε πάγῃ.
Τίς δὴ σὰς παλάμας πρὸς κίονα δῆσεν ἀφύκτοις
ἅμμασι; τίς πυρὶ πῦρ καὶ δόλον εἷλε δόλῳ;
νήπιε, μὴ δὴ δάκρυ κατὰ γλυκεροῖο προσώπου
βάλλε· σὺ γὰρ τέρπῃ δάκρυσιν ἠιθέων.
Κλαῖε δυσεκφύκτως σφιγχθεὶς χέρας, ἄκριτε δαῖμον,
κλαῖε μάλα, στάζων ψυχοτακῆ δάκρυα,
σωφροσύνας ὑβριστά, φρενοκλόπε, λῃστὰ λογισμοῦ,
πτανὸν πῦρ, ψυχᾶς τραῦμ' ἀόρατον, Ἔρως.
θνατοῖς μὲν λύσις ἐστὶ γόων ὁ σός, ἄκριτε, δεσμός·
ᾧ σφιγχθεὶς κωφοῖς πέμπε λιτὰς ἀνέμοις.
ὃν δὲ βροτοῖς ἀφύλακτος ἐνέφλεγες ἐν φρεσὶ πυρσόν,
ἄθρει νῦν ὑπὸ σῶν σβεννύμενον δακρύων.
Καὶ κλαῖε καὶ στέναζε σὺ σφίγγων χεροῖν
τένοντας, ὠπίβουλε· τοῖά τοι πρέπει.
οὐκ ἔσθ' ὁ λύσων· μὴ 'λεείν' ὑπόβλεπε.
αὐτὸς γὰρ ἄλλων ἐκ μὲν ὀμμάτων δάκρυ
ἔθλιψας, ἐν δὲ πικρὰ καρδίᾳ βέλη
πήξας ἀφύκτων ἰὸν ἔσταξας πόθων,
Ἔρως· τὰ θνητῶν δ' ἐστί σοι γέλως ἄχη.
πέπονθας, οἷ' ἔρεξας. ἐσθλὸν ἡ δίκη.
Λαμπάδα θεὶς καὶ τόξα βοηλάτιν εἵλετο ῥάβδον
οὖλος Ἔρως, πήρην δ' εἶχε κατωμαδίην·
καὶ ζεύξας ταλαεργὸν ὑπὸ ζυγὸν αὐχένα ταύρων
ἔσπειρεν Δηοῦς αὔλακα πυροφόρον.
εἶπε δ' ἄνω βλέψας αὐτῷ Διί· Πλῆσον ἀρούρας,
μή σε, τὸν Εὐρώπης βοῦν, ὑπ' ἄροτρα βάλω.
Ποῦ σοι τόξον ἐκεῖνο παλίντονον οἵ τ' ἀπὸ σεῖο
πηγνύμενοι μεσάτην ἐς κραδίην δόνακες;
ποῦ πτερά; ποῦ λαμπὰς πολυώδυνος; ἐς τί δὲ τρισσὰ
στέμματα χερσὶν ἔχεις, κρατὶ δ' ἐπ' ἄλλο φέρεις; ‑
Οὐκ ἀπὸ πανδήμου, ξένε, Κύπριδος οὐδ' ἀπὸ γαίης
εἰμὶ καὶ ὑλαίης ἔκγονος εὐφροσύνης·
ἀλλ' ἐγὼ ἐς καθαρὴν μερόπων φρένα πυρσὸν ἀνάπτω
εὐμαθίης, ψυχὴν δ' οὐρανὸν εἰσανάγω.
ἐκ δ' ἀρετῶν στεφάνους πισύρων πλέκω· ὧν ἀφ' ἑκάστης
10 τούσδε φέρων πρώτῳ τῷ σοφίης στέφομαι.
Μή με τὸν ἐκ Λιβάνοιο λέγε, ξένε, τὸν φιλοκώμων
τερπόμενον νυχίοις ἠιθέων ὀάροις·
βαιὸς ἐγὼ Νύμφης ἄπο γείτονος ἀγροϊώτης
μοῦνον ἐποτρύνων ἔργα φυτοσκαφίης.
5ἔνθεν ἀπ' εὐκάρπου με φίλης ἔστεψαν ἀλωῆς
τέσσαρες Ὡράων ἐκ πισύρων στέφανοι.
Κλίνας αὐχένα γαῦρον ὑφ' ἡμετέροισι πεδίλοις
χερσί με ληιδίαις ἔπλασε Πραξιτέλης·
αὐτὸν γὰρ τὸν Ἔρωτα τὸν ἔνδοθι κευθόμενόν με
χαλκεύσας Φρύνῃ δῶκε γέρας φιλίης·
ἡ δέ μιν αὖτις Ἔρωτι προσήγαγε· καὶ γὰρ ἐρῶντας
δῶρον Ἔρωτι φέρειν αὐτὸν Ἔρωτα θέμις.
Πραξιτέλης, ὃν ἔπασχε, διηκρίβωσεν Ἔρωτα
ἐξ ἰδίης ἕλκων ἀρχέτυπον κραδίης,
Φρύνῃ μισθὸν ἐμεῖο διδοὺς ἐμέ. φίλτρα δὲ τίκτω
οὐκέτι τοξεύων, ἀλλ' ἀτενιζόμενος.
Ἀντί μ' ἔρωτος Ἔρωτα βροτῷ θεὸν ὤπασε Φρύνῃ
Πραξιτέλης μισθὸν καὶ θεὸν εὑρόμενος.
ἡ δ' οὐκ ἠρνήθη τὸν τέκτονα· δεῖσε γάρ οἱ φρήν,
μὴ θεὸς ἀντὶ τέχνης σύμμαχα τόξα λάβῃ.
ταρβεῖ δ' οὐκέτι που τὸν Κύπριδος, ἀλλὰ τὸν ἐκ σοῦ,
Πραξίτελες, τέχνην μητέρ' ἐπισταμένη.
Θεσπιέες τὸν Ἔρωτα μόνον θεὸν ἐν Κυθερείης
ἅζοντ', οὐχ ἑτέρου γραπτὸν ἀπ' ἀρχετύπου,
ἀλλ' ὃν Πραξιτέλης ἔγνω θεόν, ὃν περὶ Φρύνῃ
δερκόμενος σφετέρων λύτρον ἔδωκε πόθων.
Γυμνὸς Ἔρως· διὰ τοῦτο γελᾷ καὶ μείλιχός ἐστιν·
οὐ γὰρ ἔχει τόξον καὶ πυρόεντα βέλη·
οὐδὲ μάτην παλάμαις κατέχει δελφῖνα καὶ ἄνθος·
τῇ μὲν γὰρ γαῖαν, τῇ δὲ θάλασσαν ἔχει.
Οὐδὲ κατακνώσσων οὐδ' ἄπνοος οὐδ' ἐνὶ δαιτὶ
νόσφι πυρισπάρτου δήγματός ἐστιν Ἔρως.
Οὗτος ὁ τὸν δαλὸν φυσῶν, ἵνα λύχνον ἀνάψῃς,
δεῦρ' ἀπ' ἐμᾶς ψυχᾶς ἅψον· ὅλος φλέγομαι.
Ἄλσος δ' ὡς ἱκόμεσθα βαθύσκιον, εὕρομεν ἔνδον
πορφυρέοις μήλοισιν ἐοικότα παῖδα Κυθήρης.
οὐ δ' ἔχεν ἰοδόκον φαρέτρην, οὐ καμπύλα τόξα,
ἀλλὰ τὰ μὲν δένδρεσσιν ὑπ' εὐπετάλοισι κρέμαντο·
αὐτὸς δ' ἐν καλύκεσσι ῥόδων πεπεδημένος ὕπνῳ
εὗδεν μειδιόων· ξουθαὶ δ' ἐφύπερθε μέλισσαι,
κηροχυτοῦσαι 'ντός, λαροῖς ἐπὶ χείλεσι βαῖνον.
Εὕδεις ἀγρύπνους ἐπάγων θνητοῖσι μερίμνας,
εὕδεις, ἀτηρῆς ἆ τέκος Ἀφρογενοῦς,
οὐ πεύκην πυρόεσσαν ἐπηρμένος οὐδ' ἀφύλακτον
ἐκ κέραος ψάλλων ἀντιτόνοιο βέλος.
ἄλλοι θαρσείτωσαν· ἐγὼ δ', ἀγέρωχε, δέδοικα,
μή μοι καὶ κνώσσων πικρὸν ὄνειρον ἴδῃς.
Ἁρπάσομαι πυρόεσσαν, Ἔρως, χερὸς ἐκ σέο πεύκην,
συλήσω δ' ὤμων ἀμφικρεμῆ φαρέτρην,
εἴ γ' ἐτύμως εὕδεις, πυρὸς ἔγγονε, καὶ σέο φῶτες
πρὸς βαιὸν τόξων εὐνομίην ἄγομεν.
ἀλλὰ καὶ ὥς σε δέδοικα, δολοπλόκε, μή τινα κεύθῃς
εἰς ἐμὲ κἠν ὕπνῳ πικρὸν ὄνειρον ἴδῃς.
Εἰ καί σοι πτέρυγες ταχιναὶ περὶ νῶτα τέτανται
καὶ Σκυθικῶν τόξων ἀκροβελεῖς ἀκίδες,
φεύξομ', Ἔρως, ὑπὸ γᾶν σε. τί δὲ πλέον; οὐδὲ γὰρ αὐτὸς
σὰν ἔφυγεν ῥώμαν πανδαμάτωρ Ἀίδας.
Σκυλοχαρεῖς ἴδ' Ἔρωτας, ἴδ', ὡς βριαροῖσιν ἐπ' ὤμοις
ὅπλα φέρουσι θεῶν νήπι' ἀγαλλόμενοι,
τύμπανα καὶ θύρσον Βρομίου, Ζηνὸς δὲ κεραυνόν,
ἀσπίδ' Ἐνυαλίου καὶ κόρυν ἠύκομον,
Φοίβου δ' εὔτοξον φαρέτρην, Ἁλίου δὲ τρίαιναν
καὶ σθεναρῶν χειρῶν Ἡρακλέους ῥόπαλον.
τί πλέον ἀνθρώποισιν, Ἔρως ὅτε καὶ πόλον εἷλε,
τεύχεα δ' ἀθανάτων Κύπρις ἐληίσατο;
Συλήσαντες Ὄλυμπον ἴδ' ὡς ὅπλοισιν Ἔρωτες
κοσμοῦντ' ἀθανάτων σκῦλα φρυασσόμενοι.
Φοίβου τόξα φέρουσι, Διὸς δὲ κεραυνόν, Ἄρηος
ὅπλον καὶ κυνέην, Ἡρακλέους ῥόπαλον
5εἰναλίου τε θεοῦ τριβελὲς δόρυ θύρσα τε Βάκχου,
πτηνὰ πέδιλ' Ἑρμοῦ, λαμπάδας Ἀρτέμιδος.
οὐκ ἄχθος θνητοῖς εἴκειν βελέεσσιν Ἐρώτων,
δαίμονες οἷς ὅπλων κόσμον ἔδωκαν ἔχειν.
Ὡργεῖος Πολύκλειτος ὁ καὶ μόνος ὄμμασιν Ἥρην
ἀθρήσας καί, ὅσην εἶδε, τυπωσάμενος
θνητοῖς κάλλος ἔδειξεν, ὅσον θέμις· αἱ δ' ὑπὸ κόλποις
ἄγνωστοι μορφαὶ Ζηνὶ φυλασσόμεθα.
Καλλιόπη μὲν ἐγώ· Κύρῳ δ' ἐμὸν ὤπασα μαζόν,
ὃς τρέφε θεῖον Ὅμηρον, ὅθεν πίε νήδυμος Ὀρφεύς.
Ἤθελε Μελπομένην ὁ ζωγράφος εἰκόνι γράψαι,
ἀλλ' ἀπολειπομένης ἔγραφε Καλλιόπην.
Σεῖο μὲν εἰκὼν ἥδε Πολύμνια, καὶ σὺ δὲ Μούσης·
ἓν γὰρ ἐπ' ἀμφοτέραις οὔνομα καὶ τύπος εἷς.
Τρίζυγες αἱ Μοῦσαι τᾷδ' ἕσταμεν· ἁ μία λωτούς,
ἁ δὲ φέρει παλάμαις βάρβιτον, ἁ δὲ χέλυν.
ἁ μὲν Ἀριστοκλῆος ἔχει χέλυν, ἁ δ' Ἀγελάδα
βάρβιτον, ἁ Καναχᾶ δ' ὑμνοπόλους δόνακας.
ἀλλ' ἁ μὲν κράντειρα τόνου πέλει· ἁ δὲ μελῳδὸς
χρώματος· ἁ δὲ σοφᾶς εὑρέτις ἁρμονίας.
Χιονέην με λίθον παλιναυξέος ἐκ περιωπῆς
λαοτύπος τμήξας πετροτόμοις ἀκίσι
Μῆδος ἐποντοπόρευσεν, ὅπως ἀνδρείκελα τεύξῃ,
τῆς κατ' Ἀθηναίων σύμβολα καμμονίης.
ὡς δὲ δαϊζομένοις Μαραθὼν ἀντέκτυπε Πέρσαις
καὶ νέες ὑγροπόρουν χεύμασιν αἱμαλέοις,
ἔξεσαν Ἀδρήστειαν ἀριστώδινες Ἀθῆναι,
δαίμον' ὑπερφιάλοις ἀντίπαλον μερόπων.
ἀντιταλαντεύω τὰς ἐλπίδας· εἰμὶ δὲ καὶ νῦν
10 Νίκη Ἐρεχθείδαις, Ἀσσυρίοις Νέμεσις.
Μήδοις ἐλπισθεῖσα τροπαιοφόρος λίθος εἶναι
ἠλλάχθην μορφὴν καίριον εἰς Νέμεσιν
ἔνδικος ἱδρυνθεῖσα θεὰ Ῥαμνοῦντος ἐπ' ὄχθαις,
νίκης καὶ σοφίης Ἀτθίδι μαρτύριον.
Ἡ Νέμεσις προλέγει τῷ πήχεϊ τῷ τε χαλινῷ
μήτ' ἄμετρόν τι ποιεῖν μήτ' ἀχάλινα λέγειν.
Ἡ Νέμεσις πῆχυν κατέχω. Τίνος οὕνεκα; λέξεις.
πᾶσι παραγγέλλω· Μηδὲν ὑπὲρ τὸ μέτρον.
Ἦν τάχα συρίζοντος ἐναργέα Πανὸς ἀκούειν·
πνεῦμα γὰρ ὁ πλάστης ἐγκατέμιξε τύπῳ·
ἀλλ' ὁρόων φεύγουσαν ἀμήχανος ἄστατον Ἠχὼ
πηκτίδος ἠρνήθη φθόγγον ἀνωφελέα.
Ἔμπνει Πὰν λαροῖσιν ὀρειβάτα χείλεσι μοῦσαν,
ἔμπνει ποιμενίῳ τερπόμενος δόνακι,
εὐκελάδῳ σύριγγι χέων μέλος, ἐκ δὲ συνῳδοῦ
κλάζε κατιθύνων ῥήματος ἁρμονίην·
5ἀμφὶ δὲ σοὶ ῥυθμοῖο κατὰ κρότον ἔνθεον ἴχνος
ῥησσέσθω Νύμφαις ταῖσδε μεθυδριάσιν.
Τᾷδε κατὰ χλοεροῖο ῥιφεὶς λειμῶνος, ὁδῖτα,
ἄμπαυσον μογεροῦ μαλθακὰ γυῖα κόπου,
ᾗχί σε καὶ Ζεφύροιο τινασσομένη πίτυς αὔραις
θέλξει τεττίγων εἰσαΐοντα μέλος
χὠ ποιμὴν ἐν ὄρεσσι μεσαμβρινὸν ἀγχόθι παγᾶς
συρίσδων λασίας θάμνῳ ὕπο πλατάνου·
καῦμα δ' ὀπωρινοῖο φυγὼν κυνὸς αἶπος ἀμείψεις
ὥριον. Ἑρμείῃ τοῦτ' ἐνέποντι πιθοῦ.
Ξεῖν', ὑπὸ τὰν πτελέαν τετρυμένα γυῖ' ἀνάπαυσον·
ἁδύ τοι ἐν χλωροῖς πνεῦμα θροεῖ πετάλοις·
πίδακά τ' ἐκ παγᾶς ψυχρὰν πίε· δὴ γὰρ ὁδίταις
ἄμπαυμ' ἐν θερινῷ καύματι τοῦτο φίλον.
Ἐξ αὐτοῦ Διός ἐστιν ὁ φίλτατος ἔκχυτος οὗτος·
μαρτυρίην δὲ φέρει τὴν ἐπάνω νεφέλην.
Ἑρμείαν γὰρ ἄνακτα τέκεν νεφεληγερέτα Ζεύς,
αὐτὰρ ὅ γ' Ἑρμείας Πᾶνα τὸν αἰγελάτην.
Μὴ σύ γε ποιονόμοιο περίπλεον ἰλύος ὧδε
τοῦτο χαραδραίης θερμόν, ὁδῖτα, πίῃς·
ἀλλὰ μολὼν μάλα τυτθὸν ὑπὲρ δαμαλήβοτον ἄκρην
κεῖσέ γε πὰρ κείνᾳ ποιμενίᾳ πίτυϊ
εὑρήσεις κελαρύζον ἐυκρήνου διὰ πέτρης
νᾶμα Βορειαίης ψυχρότερον νιφάδος.
Τίπτε κατ' οἰόβατον, Πὰν ἀγρότα, δάσκιον ὕλαν
ἥμενος ἁδυβόᾳ τῷδε κρέκεις δόνακι; ‑
Ὄφρα μοι ἑρσήεντα κατ' οὔρεα ταῦτα νέμοιντο
πόρτιες ἠυκόμων δρεπτόμεναι σταχύων.
Τὸν τραγόπουν ἐμὲ Πᾶνα τὸν Ἀρκάδα, τὸν κατὰ Μήδων,
τὸν μετ' Ἀθηναίων στήσατο Μιλτιάδης.
Ὑλοβάτας, φιλόδενδρος, ὀρεσσαύλου πόσις Ἀχοῦς,
Πάν, σκοπός, εὐκεράου μαλοφύλαξ ἀγέλας,
Πὰν ὁ δασυκνάμων, ὁ πολύσπορος, ὃς μετανάστας
ἔδραμον αἰχματᾶν ἐς δάιν Ἀσσυρίων,
Μιλτιάδου στήσαντος ὁμάσπιδα περσοδιώκτην
ἵσταμαι ἀκλήτου ξείνια συμμαχίης.
ἄλλοις ἀκροπόληες· ὁ μηδοφόνος δὲ δέδασται
ξυνὸς ἐμὶν Μαραθὼν καὶ μαραθωνομάχοις.
Τρισσοὺς ἀθανάτους χωρεῖ λίθος· ἁ κεφαλὰ γὰρ
μανύει τρανῶς Πᾶνα τὸν αἰγόκερων,
στέρνα δὲ καὶ νηδὺς Ἡρακλέα· λοιπὰ δὲ μηρῶν
καὶ κνήμης Ἑρμῆς ὁ πτερόπους ἔλαχεν.
θύειν ἀρνήσῃ, ξένε, μηκέτι· τοῦ γὰρ ἑνός σοι
θύματος οἱ τρισσοὶ δαίμονες ἁπτόμεθα.
Ἀγροτέρων θεός εἰμι. τί μοι χρυσέοις δεπάεσσι
σπένδετε, τοῦ δ' Ἰταλοῦ χεῖτε μέθυ Βρομίου
καὶ γυροὺς ταύρων πέτρῃ προσδεῖτε τένοντας;
φείσασθ'· οὐ τούτοις θύμασι τερπόμεθα.
Πὰν ὁ παρωρείτης, αὐτόξυλος, ἀρνεοθοίνης
εἰμὶ καὶ ἐγχθονίου γλευκοπότης κύλικος.
Αὐτοῦ ἐφ' αἱμασιαῖσι τὸν ἀγρυπνοῦντα Πρίηπον
ἔστησεν λαχάνων Δεινομένης φύλακα.
ἀλλ' ὡς ἐντέταμαι, φώρ, ἔμβλεπε. Τοῦτο, δ' ἐρωτᾷς,
τῶν ὀλίγων λαχάνων εἵνεκα; τῶν ὀλίγων.
Πάντα πριηπίζω, κἂν ᾖ Κρόνος· οὐ διακρίνω
οὐδένα φῶρ' οὕτω ταῖσδε παρὰ πρασιαῖς.
Ἔπρεπε μὴ λαχάνων ἕνεκεν τάδε καὶ κολοκυνθῶν,
φήσει τις, με λέγειν. ἔπρεπεν, ἀλλὰ λέγω.
Εἰς τὸ κενόν με τέθεικε, νόμου χάριν, ὧδε Πρίηπον
Εὐστοχίδης ξηρῶν κληματίδων φύλακα·
καὶ περιβέβλημαι κρημνὸν βαθύν. ὃς δ' ἂν ἐπέλθῃ,
οὐδὲν ἔχει κλέψαι πλὴν ἐμὲ τὸν φύλακα.
Ἄνθετ' Ἀναξαγόρης με, τὸν οὐκ ἐπὶ ποσσὶ Πρίηπον,
ἐν χθονὶ δ' ἀμφοτέρῳ γούνατι κεκλιμένον.
τεῦξε δὲ Φυλόμαχος. Χαριτὼ δέ μοι ἀγχόθι καλὴν
ἀθρήσας δίζευ μηκέτι, πῶς ἔπεσον.
Ὡραίας γ' ἐσορῶ τὰς ἰσχάδας· εἴ γε λαβεῖν μοι
συγχωρεῖς ὀλίγας; ‑ Θίγγανε μηδεμιᾶς. ‑
Ὀργίλος ὡς ὁ Πρίηπος. ‑ Ἐρεῖς ἔτι, κεἰ κενὸς ἥξεις; ‑
Ναὶ λίτομαι, δός μοι. ‑ Καὶ γὰρ ἐγὼ δέομαι. ‑
Χρῄζεις γάρ, λέγε μοι, παρ' ἐμοῦ τινος; ‑ Ἔστι νόμος που·
δός, λάβε. ‑ Καὶ θεὸς ὢν ἀργυρίου σὺ γλίχῃ; ‑
Ἄλλο τι χρῆμα φιλῶ. ‑ Ποῖον τόδε; ‑ Τἀμὰ κατέσθων
σῦκα δὸς εὐθύμως ἰσχάδα τὴν ὀπίσω.
Ὥριμος. ‑ Οἶδα καὶ αὐτός, ὁδοιπόρε· μηκέτ' ἐπαίνει
ἰσχάδα μηδ' ἐσόρα τὸν πέλας ἀκρεμόνα·
καὶ λίην ὁ Πρίηπος ἐφίσταμαι ὀξὺ δεδορκὼς
καὶ φυλακὴν σύκων, ἣν ἐπέοικεν, ἔχων.
ἢν δὲ μόνον σὺ θίγῃς τῆς ἰσχάδος, ἰσχάδα δώσεις,
ὡς ἰσότης πάντων ἐστὶ δικαιοτάτη.
Ὡς βαρὺ τοῦτο, Πρίηπε, καὶ εὖ τετυλωμένον ὅπλον
πᾶν ἀπὸ βουβώνων ἀθρόον ἐκκέχυκας
εἰς γάμον οὐκ ἀνέτοιμον· ἔχει δέ σε δίψα γυναικῶν,
ὠγαθέ, καὶ σπαργᾷς θυμὸν ἅπαντα πόθοις.
ἀλλὰ καταπρήυνε τὸν ἐξῳδηκότα φαλλὸν
τόνδε καὶ ἀνθηρῇ κρύψον ὑπὸ χλαμύδι·
οὐ γὰρ ἐρημαῖον ναίεις ὄρος, ἀλλὰ παρ' Ἕλλης
ᾐόνα τὴν ἱερὴν Λάμψακον ἀμφιπολεῖς.
Ἀγροφύλαξ ἕστηκα πολυκτεάνοις ἐν ἀρούραις
Φρίκωνος καλύβην καὶ φυτὰ ῥυόμενος,
τοῦτο λέγων πρὸς ἕκαστον· Ἐπὴν γελάσῃς ἐσιδών με
τοῦ σκεύους, χώρει τὴν κατὰ σαυτὸν ὁδόν.
5ἢν δὲ παρεκβήῃς ἐς ἃ μὴ θέμις, οὔτι σ' ὀνήσει
ἡ λάχνη· τρυπᾶν πάντας ἐπιστάμεθα.
Αὐτομάτως, Σατυρίσκε, δόναξ τεὸς ἦχον ἰάλλει,
ἢ τί παρακλίνας οὖας ἄγεις καλάμῳ;
ὃς δὲ γελῶν σίγησεν· ἴσως δ' ἂν φθέγξατο μῦθον,
ἀλλ' ὑπὸ τερπωλῆς εἴχετο ληθεδόνι.
οὐ γὰρ κηρὸς ἔρυκεν· ἑκὼν δ' ἠσπάζετο σιγὴν
θυμὸν ὅλον τρέψας πηκτίδος ἀσχολίῃ.
Τὸν Σάτυρον Διόνυσος ἰδὼν τόσον ἄλγος ἔχοντα
καί μιν ἐποικτείρας θήκατο λαΐνεον.
ἀλλ' οὐδ' ὣς ἀπέληξε βαρυτλήτων ὀδυνάων·
εἰσέτι γὰρ μογέει καὶ λίθος ὢν ὁ τάλας.
Ἢ Σάτυρος τὸν χαλκὸν ὑπέδραμεν, ἢ διὰ τέχνης
χαλκὸς ἀναγκασθεὶς ἀμφεχύθη Σατύρῳ.
Πάντες μὲν Σάτυροι φιλοκέρτομοι· εἰπὲ δὲ καὶ σύ,
τί πρὸς ἕκαστον ὁρῶν τόνδε γέλωτα χέεις; ‑
Θάμβος ἔχων γελόω, πῶς ἐκ λίθου ἄλλοθεν ἄλλης
συμφερτὸς γενόμην ἐξαπίνης Σάτυρος.
Τὸν Σάτυρον Διόδωρος ἐκοίμισεν, οὐκ ἐτόρευσεν·
ἢν νύξῃς, ἐγερεῖς· ἄργυρος ὕπνον ἔχει.
Δερκόμενος ξόανον καλὸν τόδε, τὰν Ἀφροδίταν,
ὤνθρωφ', ἱλάσκευ πλατίον ἑζόμενος·
αἴνει δὲ Γλυκέραν Διονυσίου, ἅ μ' ἀνέθηκε
πορφυρέας ἁπαλὸν κῦμα παρ' ἠιόνος.
Ὁ πτανὸς τὸν πτανὸν ἴδ' ὡς ἄγνυσι κεραυνὸν
δεικνύς, ὡς κρεῖσσον πῦρ πυρός ἐστιν Ἔρως.
Πτανῷ πτανὸν Ἔρωτα τὸν ἀντίον ἔπλασ' Ἔρωτι
ἁ Νέμεσις τόξῳ τόξον ἀμυνομένα,
ὥς κε πάθῃ, τά γ' ἔρεξεν· ὁ δὲ θρασύς, ὁ πρὶν ἀταρβὴς
δακρύει πικρῶν γευσάμενος βελέων·
ἐς δὲ βαθὺν τρὶς κόλπον ἀπέπτυσεν. ἆ μέγα θαῦμα,
φλέξει τις πυρὶ πῦρ, ἥψατ' Ἔρωτος Ἔρως.
Κἀγὼ Κύπριδος αἷμα· κασιγνήτῳ δέ με μήτηρ
ᾔνεσε τόξα φέρειν ἀντία καὶ πτέρυγας.
Ἄρτεμι, ποῦ σοι τόξα παραυχενίη τε φαρέτρη,
ποῦ δὲ Λυκαστείων ἐνδρομὶς ἀρβυλίδων
πόρπη τε χρυσοῖο τετυγμένη ἠδὲ πρὸς ἄκρην
ἰγνύην φοῖνιξ πέπλος ἑλισσόμενος; ‑
Κεῖνα μὲν εἰς ἄγρην ὁπλίζομαι· ἐς δὲ θυηλὰς
εἶμ' αὕτως ἱρῶν ἀντομένη θυέων.
Ἱερὸν Ἑρμείῃ με παραστείχοντες ἔχευαν
ἄνθρωποι λίθινον σωρόν· ὁ δ' ἀντ' ὀλίγης
οὐ μεγάλην αὐτοῖς ἔγνων χάριν, ἀλλ' ὅτι λοιπὰ
Αἰγὸς ἐπὶ κρήνην ἑπτὰ λέγω στάδια.
Ὁδῖτα, μὴ πρόσερπε πρὸς τὰ κλήματα
μηδ' αὖ τὰ μῆλα μηδ' ὅπῃ τὰ μέσπιλα·
τηνεῖ δὲ πρὸς τὴν σχοῖνον ἐξαμείβεο,
ὡς μή τι θράξῃς τῶνδε μηδ' ἀποθρίσῃς,
ἃ σὺν πόνῳ φυτουργὸς ἔκτηται Μέδων,
ὃς κἀμὲ θῆκεν· ἢν δέ μευ παρακλύῃς,
γνώσῃ τὸν Ἑρμῆν, ὡς κακοὺς ἀμείβομαι.
Ὀχθηρὸν τὸν χῶρον ἔχω καὶ ἔρημον, ὁδῖτα·
οὐκ ἐγώ, ὁ στάσας δ' αἴτιος Ἀρχέλοχος.
οὐ γὰρ ὀρειοχαρὴς ὡρμᾶς οὐδ' ἀκρολοφίτας,
τὸ πλεῦν δ' ἀτραπιτοῖς, ὦνερ, ἀρεσκόμενος.
Ἀρχέλοχος δ' ὡς αὐτὸς ἐρημοφίλας καὶ ἀγείτων,
ὦ παριών, τοῖον κἀμὲ παρῳκίσατο.
Ἐκ πυρός, ὦ Διόνυσε, τὸ δεύτερον, ἡνίκα χαλκοῦς,
ἐξεφάνης· γενεὴν εὗρε Μύρων ἑτέρην.
Δικτύννης Τίμων με καθ' ἱερὸν ἔμπυρον ὁ Κρὴς
χάλκεον ἔστησεν Πᾶνα τὸν αἰγόνυχα.
δέρμα δ' ἔχω διπλοῦν τε λαγωβόλον· ἐκ δέ γε πέτρας
σπήλυγγος τείνω βλέμμα διπλοῦν πρὸς ὄρος.
Πέτρης ἐκ Παρίης με πόλιν κατὰ Παλλάδος ἄκρην
στῆσαν Ἀθηναῖοι Πᾶνα τροπαιοφόρον.
Ἢν λαχάνων σ' ὁ Πρίηπος ἴδω σχεδὸν ἴχνια θέντα,
αὐτῇ γυμνώσω, φώρ, σὲ ποτὶ πρασιῇ.
αἰσχρὸν ἔχειν τοῦτ' ἔργον ἐρεῖς θεόν· οἶδα καὶ αὐτὸς
αἰσχρόν· ἀφιδρύνθην δ' ἴσθ' ὅτι τοῦδε χάριν.
Ἀμφοτέραις παρ' ὁδοῖσι φύλαξ ἕστηκα Πρίηπος
ἰθυτενὲς μηρῶν ὀρθιάσας ῥόπαλον.
εἵσατο γὰρ πιστόν με Θεόκριτος· ἀλλ' ἀποτηλοῦ,
φώρ, ἴθι, μὴ κλαύσῃς τὴν φλέβα δεξάμενος.
Ὁ τραγόπους ὁ τὸν ἀσκὸν ἐπηρμένος αἵ τε γελῶσαι
Νύμφαι Πραξιτέλους ἥ τε καλὴ Δανάη·
λύγδινα πάντα, καὶ ἄκρα σοφαὶ χέρες. αὐτὸς ὁ Μῶμος
φθέγξεται· Ἄκρητος, Ζεῦ πάτερ, ἡ σοφίη.
Πρίν με λίθον Πέρσαι δεῦρ' ἤγαγον, ὄφρα τρόπαιον
στήσονται νίκας· εἰμὶ δὲ νῦν Νέμεσις.
ἀμφοτέροις δ' ἕστηκα, καὶ Ἑλλήνεσσι τρόπαιον
νίκας καὶ Πέρσαις τοῦ πολέμου νέμεσις.
Ἴσιδι καρποτόκῳ, σταχυμήτορι, μυριομόρφῳ,
λαϊνέῳ ταλάρῳ μογερῶν ἀπάνευθεν ἀρότρων
αὐτόματοι στείχουσιν ἑὴν πρὸς μητέρα καρποί.
Ταῖς Νύμφαις τόδ' ἄγαλμα· μέλοι δ' αὐταῖσιν ὁ χῶρος,
ναὶ μέλοι, ὡς κρήναις ἄφθιτα ῥεῖθρα ῥέοι.
Τίς τὸν ἐπ' ἐσθλοῖσιν παμπενθέα καὶ τρισάλαστον
Μῶμον ἀμωμήτοις χερσὶν ἀνεπλάσατο;
ὡς ὁ γέρων ἐπὶ γᾶς βεβλημένος οἷά τις ἔμπνους
ἀμπαύει λύπας γυῖα βαρυνόμενος,
μανύει δίστοιχος ὀλέθριος ὄγμος ὀδόντων
πριομένων ἐπὶ τὰς τῶν πέλας εὐτυχίας
10καὶ τὸ κατεσκληκὸς σκήνους βάρος· ᾇ μὲν ἐρείδει
ψιλὸν γηραιᾷ χειρὶ βαλὼν κρόταφον,
ᾇ δὲ σεσηρὼς βάκτρον ἀποστηρίζεται ἐς γᾶν
κωφὰ πρὸς ἄψυχον πέτρον ἀπεχθόμενος.
Τάκεο δυστάνων ὀνύχων ἄπο, παμφάγε Μῶμε,
τάκεο σὺ πρίων ἰοβόλους γένυας.
νεῦρά σε μανύει τετανυσμένα καὶ φλέβες ἄρθρων
καὶ κενεὰ σαρκῶν ψυχολιπὴς δύναμις
5καὶ ῥικνοῖς φρίσσουσα περὶ κροτάφοισιν ἔθειρα
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
ὥστε τίς ἔμψυχόν σ' ἀνδρὸς σίνιν ἄνυσε τέχνᾳ
οὐδὲ τόπον δήκτᾳ σεῖο λιπὼν στόματι;
Ὁππόθεν ὁ στήσας; ‑ Βυζάντιος. ‑ Οὔνομα δὴ τίς; ‑
Εὐσέβιος. ‑ Σὺ δὲ τίς; ‑ Κώιος Ἱπποκράτης. ‑
Τοῦ δ' ἕνεκεν γέγραφέν σε; ‑ Λόγων χάριν ἡ πόλις αὐτῷ
τῶν ἐς ἐμὲ γραφίδων ἀντιδέδωκε γέρας. ‑
Καὶ τί μὴ αὐτὸς ἑὸν τύπον ἔγραφεν; ‑ Ὅττι γεραίρων
ἡμέας ἀνθ' αὑτοῦ κρέσσονα δόξαν ἔχει.
Ἠὲ τεὴν φωνήν, Ἱππόκρατες, ἔγραφε Παιάν,
ἠὲ σὺ τῆς κείνου μάρτυς ἀκεστορίης.
Οὗτος ἀκεστορίης κρυφίας ὤιξε κελεύθους,
Παιήων μερόπων, Κώιος Ἱπποκράτης.
Ἦν χρόνος, ἡνίκα γαῖα βροτοὺς διὰ σεῖο, Γαληνέ,
δέχνυτο μὲν θνητούς, ἔτρεφε δ' ἀθανάτους,
χήρευεν δὲ μέλαθρα πολυκλαύτου Ἀχέροντος
σῇ παιηονίῃ χειρὶ βιαζόμενα.
Ἰητὴρ μερόπων, Ἱππόκρατες, ἀλλὰ καὶ ἵππων,
Σώσανδρε, κρυφίης ἴστορ' ἀκεστορίης,
ἢ τέχνην μεταμείψατ' ἢ οὔνομα· μηδὲ καλείσθω
ἅτερος ἐκ τέχνης, ἧς ἕτερος κρατέει.
Ὁ γλυκὺς ἐν πάντεσσιν Ἰάμβλιχος, ὃς ποτὶ γῆρας
ἤλυθεν ἁγνὸς ἐὼν Κυπριδίων ὀάρων·
ἔργα δ' ἀκεστορίης ἐφέπων σοφίην τε διδάσκων
κέρδεσιν οὐδ' ὁσίοις χεῖρας ὑπεστόρεσεν.
Αὐτός σοι Φοίβοιο πάις λαθικηδέα τέχνης
ἰδμοσύνην, πανάκῃ χεῖρα λιπηνάμενος,
Πρηξαγόρη, στέρνοις ἐνεμάξατο. τοιγὰρ ἀνῖαι
ὄρνυνται δολιχῶν ὁππόσαι ἐκ πυρετῶν
καὶ ὁπόσα τμηθέντος ἐπὶ χροὸς ἄρκια θεῖναι
φάρμακα, πρηείης οἶσθα παρ' Ἠπιόνης.
θνητοῖσιν δ' εἰ τοῖοι ἐπήρκεον ἰητῆρες,
οὐκ ἂν ἐπορθμεύθη νεκροβαρὴς ἄκατος.
Ἰητὴρ μέγας οὗτος Ἰουλιανοῦ βασιλῆος,
ἄξιος εὐσεβίης δῖος Ὀρειβάσιος.
εἶχε γὰρ οἷα μέλισσα σοφὸν νόον ἄλλοθεν ἄλλα
ἰητρῶν προτέρων ἄνθεα δρεψάμενος.
Τίς, πόθεν ὁ πλάστης; ‑ Σικυώνιος. ‑ Οὔνομα δὴ τίς; ‑
Λύσιππος. ‑ Σὺ δὲ τίς; ‑ Καιρὸς ὁ πανδαμάτωρ. ‑
Τίπτε δ' ἐπ' ἄκρα βέβηκας; ‑ Ἀεὶ τροχάω. ‑ Τί δὲ ταρσοὺς
ποσσὶν ἔχεις διφυεῖς; ‑ Ἵπταμ' ὑπηνέμιος. ‑
Χειρὶ δὲ δεξιτερῇ τί φέρεις ξυρόν; ‑ Ἀνδράσι δεῖγμα,
ὡς ἀκμῆς πάσης ὀξύτερος τελέθω. ‑
Ἡ δὲ κόμη τί κατ' ὄψιν; ‑ Ὑπαντιάσαντι λαβέσθαι,
νὴ Δία. ‑ Τἀξόπιθεν πρὸς τί φαλακρὰ πέλει; ‑
Τὸν γὰρ ἅπαξ πτηνοῖσι παραθρέξαντά με ποσσὶν
10 οὔτις ἔθ' ἱμείρων δράξεται ἐξόπιθεν. ‑
Τοὔνεχ' ὁ τεχνίτης σε διέπλασεν; ‑ Εἵνεκεν ὑμέων,
ξεῖνε, καὶ ἐν προθύροις θῆκε διδασκαλίην.
Ἔστησεν Περίανδρος Ἀρίονος εἰκόνα ταύτην
καὶ τὸν ἀπολλυμένῳ σύνδρομα νηξάμενον
εἰνάλιον δελφῖνα· λέγει δ' ὁ 'π' Ἀρίονι μῦθος·
κτεινόμεθ' ἀνθρώποις, ἰχθύσι σῳζόμεθα.
Σὸν μὲν κάλλος ἔδειξε μόλις γραφίς· αἴθε δὲ τεύχειν
ἔσθενε καὶ λιγυρῶν ἡδὺ μέλος στομάτων,
ὥς κεν ἐπ' ὀφθαλμοῖσι καὶ οὔασιν, ἔκ τε προσώπου
ἔκ τε λυροκτυπίης, ἶσον ἐθελγόμεθα.
Πλῆκτρον ἔχει φόρμιγγος, ἔχει καὶ πλῆκτρον ἔρωτος·
κρούει δ' ἀμφοτέροις καὶ φρένα καὶ κιθάρην.
τλήμονες, οἷς ἄγναμπτον ἔχει νόον· ᾧ δ' ἐπινεύσει,
ἄλλος ὅδ' Ἀγχίσης, ἄλλος Ἄδωνις ὅδε.
5εἰ δ' ἐθέλεις, ὦ ξεῖνε, καὶ ἀμφιβόητον ἀκοῦσαι
οὔνομα καὶ πάτρην, ἐκ Φαρίης Μαρίη.
Τόν με λίθον μέμνησο τὸν ἠχήεντα παρέρπων
Νισαίην· ὅτε γὰρ τύρσιν ἐτειχοδόμει
Ἀλκάθοος, τότε Φοῖβος ἐπωμαδὸν ἦρε δομαῖον
λᾶα Λυκωρείην ἐνθέμενος κιθάρην.
ἔνθεν ἐγὼ λυραοιδός· ὑποκρούσας δέ με λεπτῇ
χερμάδι τοῦ κόμπου μαρτυρίην κόμισαι.
Χρήμασι τοῖς Ἀγάθωνος ἐδείματο τῇδε λοετρὸν
δῆμος ὁ τῆς Τεγέης, θαῦμα καὶ ἐσσομένοις.
Οὐ βαλανεῖον ἔην προπάροιθε τὸ νῦν βαλανεῖον,
ἀλλὰ τόπος σκυβάλων, χῶρος ἀποκρίσιος·
νῦν δὲ τὰ τερπνὰ τὰ πᾶσι βοώμενα καὶ χαρίεντα
ἀγλαΐῃ προφέρει· καὶ γὰρ Ἀλέξανδρος,
Νικαέων ἱερεύς, σοφίης ἐρικυδέος ἀστήρ,
τεῦξέ μιν οἰκείοις χρήμασι καὶ δαπάναις.
Νῖκαι πάρεσμεν, αἱ γελῶσαι παρθένοι,
νίκας φέρουσαι τῇ φιλοχρίστῳ πόλει.
ἔγραψαν ἡμᾶς οἱ φιλοῦντες τὴν πόλιν
πρέποντα Νίκαις ἐντυποῦντες σχήματα.
Μουσάων δεκάτη, Χαρίτων Ῥοδόκλεια τετάρτη,
τερπωλὴ μερόπων, ἄστεος ἀγλαΐη.
ὄμμα δέ οἱ καὶ ταρσὰ ποδήνεμα καὶ σοφὰ χειρῶν
δάκτυλα καὶ Μουσῶν κρέσσονα καὶ Χαρίτων.
Εἰμὶ μὲν Ἑλλαδίη Βυζαντιάς· ἐνθάδε δ' ἔστην,
ᾗχι χοροστασίην εἴαρι δῆμος ἄγει,
ὁππόθι πορθμῷ γαῖα μερίζεται· ἀμφότεραι γὰρ
ἄντυγες ὀρχηθμοὺς ᾔνεσαν ἡμετέρους.
Οὔ τις ἐπ' Ἀνθούσῃ χρυσὸν βάλεν, ἀλλὰ καὶ αὐτῇ
ἀμφεχύθη Κρονίδης ὡς τὸ πάρος Δανάῃ·
σώματι δ' οὐκ ἐπέλασσεν, ἐπεὶ νόον ἔλλαβεν αἰδώς,
μή τινι Μουσάων μίσγεται οὐκ ἐθέλων.
Θῆλυς ἐν ὀρχηθμοῖς κρατέει φύσις· εἴξατε, κοῦροι.
Μοῦσα καὶ Ἑλλαδίη τοῦτον ἔθεντο νόμον,
ἡ μέν, ὅτι πρώτη κινήσιος εὕρετο ῥυθμούς,
ἡ δ', ὅτι τῆς τέχνης ἦλθεν ἐς ἀκρότατον.
Ἕκτορα μέν τις ἄεισε, νέον μέλος· Ἑλλαδίη δὲ
ἑσσαμένη χλαῖναν πρὸς μέλος ἠντίασεν.
ἦν δὲ πόθος καὶ δεῖμα παρ' ὀρχηθμοῖσιν Ἐνυοῦς,
ἄρσενι γὰρ ῥώμῃ θῆλυν ἔμιξε χάριν.
Οὔνομ' ἔχεις Λιβάνου, Χαρίτων δέμας, ἤθεα Πειθοῦς,
παρθένε, καὶ Παφίης κεστὸν ὑπὲκ λαγόνων.
αὐτὰρ ἐν ὀρχηθμοῖσιν, Ἔρως ἅτε κοῦφος, ἀθύρεις,
κάλλεϊ καὶ τέχνῃ πάντας ἐφελκομένη.
Αὐτὸν ὁρᾶν Ἰόβακχον ἐδόξαμεν, ἡνίκα Λήναις
ὁ πρέσβυς νεαρῆς ἦρχε χοροιμανίης,
καὶ Κάδμου τὰ πάρηβα χορεύματα καὶ τὸν ἀφ' ὕλης
ἄγγελον, εὐιακῶν ἰχνελάτην θιάσων,
καὶ τὴν εὐάζουσαν ἐν αἵματι παιδὸς Ἀγαυὴν
λυσσάδα. φεῦ θείης ἀνδρὸς ὑποκρισίης.
Αὐτὸν βακχευτὴν ἐνέδυ θεόν, ἡνίκα βάκχας
ἐκ Θηβῶν Ἰταλὴν ἤγαγε πρὸς θυμέλην,
ἀνθρώποις Πυλάδης τερπνὸν δέος, οἷα χορεύων
δαίμονος ἀκρήτου πᾶσαν ἔπλησε πόλιν.
Θῆβαι γιγνώσκουσι τὸν ἐκ πυρός· οὐράνιος δὲ
οὗτος ὁ παμφώνοις χερσὶ λοχευόμενος.
Φριξοκόμᾳ τόδε Πανὶ καὶ αὐλιάσιν θέτο Νύμφαις
δῶρον ὑπὸ σκοπιᾶς Θεύδοτος οἰονόμος·
οὕνεχ' ὑπ' ἀζαλέου θέρεος μέγα κεκμηῶτα
παῦσαν ὀρέξασαι χερσὶ μελιχρὸν ὕδωρ.
Υἱὲ Μέλητος, Ὅμηρε, σὺ γὰρ κλέος Ἑλλάδι πάσῃ
καὶ Κολοφῶνι πάτρῃ θῆκας ἐς ἀΐδιον,
καὶ τάσδ' ἀντιθέῳ ψυχῇ γεννήσαο κούρας
δισσὰς ἐκ στηθέων γραψάμενος σελίδας·
ὑμνεῖ δ' ἡ μὲν νόστον Ὀδυσσῆος πολύπλαγκτον,
ἡ δὲ τὸν Ἰλιακὸν Δαρδανιδῶν πόλεμον.
Τίς ποθ' ὁ τὸν Τροίης πόλεμον σελίδεσσι χαράξας
ἢ τίς ὁ τὴν δολιχὴν Λαρτιάδαο πλάνην;
οὐκ ὄνομ' εὑρίσκω σαφές, οὐ πόλιν. Οὐράνιε Ζεῦ,
μήποτε σῶν ἐπέων δόξαν Ὅμηρος ἔχει;
Ποίας ἀστὸν Ὅμηρον ἀναγραψώμεθα πάτρης
κεῖνον, ἐφ' ὃν πᾶσαι χεῖρ' ὀρέγουσι πόλεις;
ἦ τὸ μέν ἐστιν ἄγνωστον, ὁ δ' ἀθανάτοις ἴσος ἥρως
ταῖς Μούσαις ἔλιπεν πατρίδα καὶ γενεήν.
Οὐχὶ πέδον Σμύρνης ἐλοχεύσατο θεῖον Ὅμηρον,
οὐ Κολοφὼν τρυφερῆς ἄστρον Ἰηονίης,
οὐ Χίος, οὐκ Αἴγυπτος ἐύσπορος, οὐ Κύπρος ἁγνή,
οὐ νῆσος κραναὴ Λαρτιάδαο πάτρη,
οὐκ Ἄργος Δαναοῖο κυκλωπείη τε Μυκήνη,
οὐδὲ τὸ Κεκροπιδῶν ἄστυ παλαιογόνων.
οὐ γὰρ ἔφυ χθονὸς ἔργον· ἀπ' αἰθέρος ἀλλά ἑ Μοῦσαι
πέμψαν, ἵν' ἡμερίοις δῶρα ποθητὰ φέροι.
Οἱ μὲν σεῦ Κολοφῶνα τιθηνήτειραν, Ὅμηρε,
οἱ δὲ καλὰν Σμύρναν, οἱ δ' ἐνέπουσι Χίον,
οἱ δ' Ἴον, οἱ δ' ἐβόασαν ἐύκλαρον Σαλαμῖνα,
οἱ δέ νυ τῶν Λαπιθέων ματέρα Θεσσαλίαν·
ἄλλοι δ' ἄλλην μαῖαν ἀνίαχον. εἰ δέ με Φοίβου
χρὴ λέξαι πινυτὰς ἀμφαδὰ μαντοσύνας,
πάτρα σοι τελέθει μέγας οὐρανός, ἐκ δὲ τεκούσης
οὐ θνατᾶς, ματρὸς δ' ἔπλεο Καλλιόπας.
Ἑπτὰ ἐριδμαίνουσι πόλεις διὰ ῥίζαν Ὁμήρου,
Κύμη, Σμύρνα, Χίος, Κολοφών, Πύλος, Ἄργος, Ἀθῆναι.
Ἑπτὰ πόλεις μάρναντο σοφὴν διὰ ῥίζαν Ὁμήρου,
Σμύρνα, Χίος, Κολοφών, Ἰθάκη, Πύλος, Ἄργος, Ἀθῆναι.
Χῖος ἔφυς; ‑ Οὔ φημι. ‑ Τί δαί, Σμυρναῖος; ‑ Ἀπαυδῶ. ‑
Κύμη δ' ἢ Κολοφὼν πατρίς, Ὅμηρε, σέθεν; ‑
Οὐδετέρη. ‑ Σαλαμὶς δὲ τεὴ πόλις; ‑ Οὐδ' ἀπὸ ταύτης
ἐξέφυν. ‑ Ἀλλ' αὐτὸς λέξον, ὅπῃ γέγονας. ‑
Οὐκ ἐρέω. ‑ Τίνος ἦρα; ‑ Πέπεισμ', ὅτι τἀτρεκὲς εἰπὼν
ἕξω τὰς ἄλλας ἄμμιν ἀπεχθομένας.
Εἰς αἰῶνας, Ὅμηρε, καὶ ἐξ αἰῶνος ἀείδῃ
οὐρανίης Μούσης δόξαν ἀειράμενος.
μῆνιν μὲν γὰρ ἄεισας Ἀχιλλέος, αὐτὰρ Ἀχαιῶν
στρομβηδὸν νηῶν σύγχυσιν ἐν πελάγει
τειρόμενόν τε πλάνῃσιν Ὀδυσσέα ποικιλόβουλον
τοῦ λέχος ἀσπασίως εἴσιδε Πηνελόπη.
Εἰ θεός ἐστιν Ὅμηρος, ἐν ἀθανάτοισι σεβέσθω·
εἰ δ' αὖ μὴ θεός ἐστι, νομιζέσθω θεὸς εἶναι.
Εὗρε Φύσις, μόλις εὗρε· τεκοῦσα δ' ἐπαύσατο μόχθων
εἰς ἕνα μοῦνον Ὅμηρον ὅλην τρέψασα μενοινήν.
Τίς ποθ' Ὁμηρείης μεγάλης ὀπός ἐστιν ἀπευθής;
τίς χθών, τίς δὲ θάλασσα μάχην οὐκ οἶδεν Ἀχαιῶν;
δῆμος ὁ Κιμμερίων, πανδερκέος ἄμμορος αἴγλης
Ἠελίου, Τροίης ὄνομ' ἔκλυεν, ἔκλυεν Ἄτλας
οὐρανὸν εὐρύστερνον ἔχων ἐπικείμενον ὤμοις.
Διεξιών, Ὅμηρε, τὴν κεκαυμένην
φθονεῖν ἐφῆκας τὰς ἀπορθήτους πόλεις.
Νεβρείων ὁπόσον σάλπιγξ ὑπερίαχεν αὐλῶν,
τόσσον ὑπὲρ πάσας ἔκραγε σεῖο χέλυς·
οὐδὲ μάτην ἁπαλοῖς περὶ χείλεσιν ἑσμὸς ἐκεῖνος
ἔπλασε κηρόδετον, Πίνδαρε, σεῖο μέλι.
μάρτυς ὁ Μαινάλιος κερόεις θεὸς ὕμνον ἀείσας
τὸν σέο καὶ νομίων λησάμενος δονάκων.
Πρέσβυν Ἀνακρείοντα χύδαν σεσαλαγμένον οἴνῳ
θάεο δινωτοῦ στρεπτὸν ὕπερθε λίθου,
ὡς ὁ γέρων λίχνοισιν ἐπ' ὄμμασιν ὑγρὰ δεδορκὼς
ἄχρι καὶ ἀστραγάλων ἕλκεται ἀμπεχόναν·
5δισσῶν δ' ἀρβυλίδων τὰν μὲν μίαν οἷα μεθυπλὴξ
ὤλεσεν, ἐν δ' ἑτέρᾳ ῥικνὸν ἄραρε πόδα.
μέλπει δ' ἠὲ Βάθυλλον ἐφίμερον ἠὲ Μεγιστέα,
αἰωρῶν παλάμᾳ τὰν δυσέρωτα χέλυν.
ἀλλά, πάτερ Διόνυσε, φύλασσέ μιν· οὐ γὰρ ἔοικεν
10 ἐκ Βάκχου πίπτειν Βακχιακὸν θέραπα.
Ἴδ', ὡς ὁ πρέσβυς ἐκ μέθας Ἀνακρέων
ὑπεσκέλισται καὶ τὸ λῶπος ἕλκεται
ἐσάχρι γυίων· τῶν δὲ βλαυτίων τὸ μὲν
ὅμως φυλάσσει, θάτερον δ' ἀπώλεσεν·
5μελίσδεται δὲ τὰν χέλυν διακρέκων
ἤτοι Βάθυλλον ἢ καλὸν Μεγιστέα.
φύλασσε, Βάκχε, τὸν γέροντα, μὴ πέσῃ.
Τὸν τοῖς μελιχροῖς Ἱμέροισι σύντροφον,
Λυαῖ', Ἀνακρέοντα Τήιον κύκνον,
ἔσφηλας ὑγρῇ νέκταρος μεληδόνι·
λοξὸν γὰρ αὐτοῦ βλέμμα καὶ περὶ σφυροῖς
ῥιφθεῖσα λώπευς πέζα καὶ μονοζυγὲς
μέθην ἐλέγχει σάνδαλον· χέλυς δ' ὅμως
τὸν εἰς Ἔρωτας ὕμνον ἀθροΐζεται.
ἀπτῶτα τήρει τὸν γεραιόν, Εὔιε.
Τήιον ἀμφοτέρων με βλέπεις ἀκόρεστον ἐρώτων
πρέσβυν, ἴσον κούροις, ἶσον ἁδόντα κόραις·
ὄμμα δέ μευ Βρομίῳ βεβαρημένον ἠδ' ἀπὸ κώμων
τερπνὰ φιλαγρύπνων σήματα παννυχίδων.
Αὐτή σοι πλάστειρα Φύσις παρέδωκε τυπῶσαι
τὴν Μιτυληναίαν, ζωγράφε, Πιερίδα.
πηγάζει τὸ διαυγὲς ἐν ὄμμασι· τοῦτο δ' ἐναργῶς
δηλοῖ φαντασίην ἔμπλεον εὐστοχίης.
αὐτομάτως δ' ὁμαλή τε καὶ οὐ περίεργα κομῶσα
σὰρξ ὑποδεικνυμένην τὴν ἀφέλειαν ἔχει.
ἄμμιγα δ' ἐξ ἱλαροῖο καὶ ἐκ νοεροῖο προσώπου
Μοῦσαν ἀπαγγέλλει Κύπριδι μιγνυμένην.
Ὀππιανὸς σελίδεσσιν ἁλίπλοα φῦλα συνάψας
θήκατο πᾶσι νέοις ὄψον ἀπειρέσιον.
Καλλιόπη βασίλεια Γεώργιον εἶπεν ἰδοῦσα·
Οὗτος ἐμὸς γενέτης γνήσιος, οὐ Κρονίδης.
Εἰκών, τίς σ' ἀνέθηκε; ‑ Λόγοι. ‑ Τίνος εἶ; ‑ Πτολεμαίου. ‑
Ποίου; ‑ Τοῦ Κρητός. ‑ Τεῦ χάριν; ‑ Ἀντ' ἀρετῆς. ‑
Τῆς ποδαπῆς; ‑ Πάσης. ‑ Τῆς ἐς τίνας; ‑ Ἐς δικολέκτας. ‑
Καὶ ξύλον ἀρκεῖ; ‑ Ναί· χρυσίον οὐ δέχεται.
Εἰκόνα Λογγίνῳ χρυσέην πόλις εἶχεν ὀπάσσαι,
εἰ μὴ πότνα Δίκη χρυσὸν ἀπεστρέφετο.
Ῥητορικῆς φιλέω τρεῖς ἀστέρας, οὕνεκα μοῦνοι
πάντων ῥητήρων εἰσὶν ἀρειότεροι·
σεῖο πόνους φιλέω, Δημόσθενες· εἰμὶ δὲ λίην
καὶ φιλαριστείδης καὶ φιλοθουκυδίδης.
Ἡ πόλις Ἀγαθίαν τὸν ῥήτορα, τὸν στιχαοιδόν,
δίζυγος εὐεπίης ῥυθμὸν ἀγασσαμένη,
ὡς μήτηρ ἐτέλεσσεν ἐφ' υἱέι, καὶ πόρε τήνδε
εἰκόνα, καὶ στοργῆς μάρτυρα καὶ σοφίης·
Μεμνόνιον δὲ τοκῆα κασίγνητόν τε σὺν αὐτῷ
ἔστησεν, γενεῆς σύμβολα σεμνοτάτης.
Κωφὸν ἄναυδον ὁρῶν τὸν Γέσσιον, εἰ λίθος ἐστί,
Δήλιε, μαντεύου, τίς τίνος ἐστὶ λίθος.
Τίς σὲ τὸν οὐ λαλέοντα τύπῳ ῥητῆρος ἔγραψε;
σιγᾷς; οὐ λαλέεις; οὐδὲν ὁμοιότερον.
Εἰκόνες ἀνθρώποισι φίλον γέρας, ἀλλὰ Μαρίνῳ
ὕβρις ἐλεγχομένης εἴδεος ἀπρεπίης.
Νεῖκος Ἀριστείδης Ἰάδων κατέπαυσε πολήων,
τὸ πρὶν Ὁμηρείης εἶχον ὑπὲρ γενεῆς.
φασὶν γὰρ πᾶσαι· Σμύρνη τέκε θεῖον Ὅμηρον
ἡ καὶ Ἀριστείδην ῥήτορα γειναμένη.
Εἰκὼν Καλλίστου τοῦ ῥήτορος· οἱ δὲ παρ' αὐτὴν
ἐρχόμενοι Ἑρμῇ σπένδετε τῷ λογίῳ.
Φίρμος με Φίρμον, πυρφόρος τὸν πυρφόρον,
ὁ παῖς ὁ ῥήτωρ τὸν πατέρα τὸν ῥήτορα.
Τὰν ὕελον ἐκόμιζε
κόψας ἐργάτας ἀνήρ·
ἐς δὲ πῦρ ἔθηκε βῶλον,
ὡς σίδηρον εὐσθενῆ·
ἁ δ' ὕελος οἷα κηρὸς
ἐξεχεῖτο παμφάγοισι
φλοξὶν ἐκπυρουμένα·
θαῦμα δ' ἦν ἰδεῖν βροτοῖς
ὁλκὸν ἐκ πυρὸς ῥέοντα
10καὶ τὸν ἐργάτην τρέμοντα,
μὴ πεσὼν διαρραγῇ·
ἐς δὲ διπτύχων ἀκμὰς
χηλέων ἔθηκε βῶλον ...
Ἡ γραφὶς ἀργυρέη μέν, ὅτ' ἐκ πυρὸς ἦλθον, ἐτύχθην,
σαῖσι δὲ καὶ χρυσέη γίνομαι ἐν παλάμαις·
ὧδέ σοι, ὦ χαρίεσσα Λεόντιον, εὖ μὲν Ἀθήνη
τέχνης, εὖ δ' εἴδους ἄκρα δέδωκε Κύπρις.
Οὐ τὸν ἀναπτύσσοντα φύσιν πολύμητιν ἀριθμῶν
ἤθελεν ὁ πλάστης Πυθαγόρην τελέσαι,
ἀλλὰ τὸν ἐν σιγῇ πινυτόφρονι· καὶ τάχα φωνὴν
ἔνδον ἀποκρύπτει, καὶ τόδ' ἔχων ὀπάσαι.
Αὐτὸν Πυθαγόραν ὁ ζωγράφος, ὃν μετὰ φωνῆς
εἶδες ἄν, εἴ γε λαλεῖν ἤθελε Πυθαγόρας.
Ὡς σοφὸς ὁ γράψας· ζωὰν οὐκ ἔμβαλε κηρῷ
Σωκράτεος ψυχᾷ τοῦτο χαριζόμενος.
Τὸν νοῦν διδάσκων αἰθερεμβατεῖν Πλάτων
τοὺς τῶν ὑπὲρ νοῦν ἐξερεύγεται λόγους.
Οὗτος Ἀριστοτέλης μετρῶν χθόνα καὶ πόλον ἄστρων.
Νοῦς καὶ Ἀριστοτέλους ψυχή, τύπος ἀμφοτέρων εἷς.
Σεῖο πολυκλήεντα τύπον στήσαντο, Χερωνεῦ
Πλούταρχε, κρατερῶν υἱέες Αὐσονίων,
ὅττι παραλλήλοισι βίοις Ἕλληνας ἀρίστους
Ῥώμης εὐπολέμοις ἥρμοσας ἐνναέταις.
5ἀλλὰ τεοῦ βιότοιο παράλληλον βίον ἄλλον
οὐδὲ σύ γ' ἂν γράψαις· οὐ γὰρ ὅμοιον ἔχεις.
Εὖγε ποιῶν, Λύσιππε γέρων, Σικυώνιε πλάστα,
δείκελον Αἰσώπου στήσαο τοῦ Σαμίου
ἑπτὰ σοφῶν ἔμπροσθεν, ἐπεὶ κεῖνοι μὲν ἀνάγκην
ἔμβαλον, οὐ πειθώ, φθέγμασι τοῖς σφετέροις·
ὃς δὲ σοφοῖς μύθοις καὶ πλάσμασι καίρια λέξας,
παίζων ἐν σπουδῇ, πείθει ἐχεφρονέειν.
φευκτὸν δ' ἡ τρηχεῖα παραίνεσις· ἡ Σαμίου δὲ
τὸ γλυκὺ τοῦ μύθου καλὸν ἔχει δέλεαρ.
Ἡ πήρη καὶ χλαῖνα καὶ ὕδατι πιληθεῖσα
μάζα καὶ ἡ πρὸ ποδῶν ῥάβδος ἐρειδομένη
καὶ δέπας ἐκ κεράμοιο σοφῷ κυνὶ μέτρα βίοιο
ἄρκια· κἠν τούτοις ἦν τι περισσότερον·
κοίλαις γὰρ πόμα χερσὶν ἰδὼν ἀρύοντα βοώτην
εἶπε· Τί καὶ σὲ μάτην, ὄστρακον, ἠχθοφόρουν;
Γηράσκει καὶ χαλκὸς ὑπὸ χρόνου, ἀλλὰ σὸν οὔτι
κῦδος ὁ πᾶς αἰών, Διόγενες, καθελεῖ,
μοῦνος ἐπεὶ βιοτῆς αὐτάρκεα δόξαν ἔδειξας
θνητοῖς καὶ ζωῆς οἶμον ἐλαφροτάτην.
Πορφύριον Κάλχαντος ἄναξ καὶ δῆμος ἐγείρει
πολλοῖς εὐκαμάτοις βριθόμενον στεφάνοις,
πᾶσι μεθ' ἡνιόχοισι νεώτατον ὅσσον ἄριστον,
ἀλλὰ τόσον νίκης κάρτος ἐνεγκάμενον.
ἔπρεπε μὴν χρυσέῳ ἐν ἀγάλματι, μὴ δ' ἐνὶ χαλκῷ
τοῦτον τοῖς ἄλλοις εἴκελον ἑστάμεναι.
Τέτραχα μὲν τὸ πάροιθε διακριδὸν ἴαχε δῆμος,
τὸν Καλχαντιάδην Πορφύριον ποθέων·
αὐτὰρ ὃ δεξιτεροῖσιν ἀνακτορέοιο θοώκου
ἡνία καὶ ζώνην ἱππότιν ἀνθέμενος,
κεῖθεν ἐπισπέρχων ἐλάᾳ· μεσσηγὺ δ' ἀέθλων
χάλκεος ἱδρύνθη πρῶτον ἴουλον ἔχων.
εἰ δ' ἐτέων γέρας ἦλθε θοώτερον, ἀλλ' ἐπὶ νίκαις
ὄψιμον, ἀλλὰ μόλις πολλὰ μετὰ στέφεα.
Ἀγχίσην Κυθέρεια καὶ Ἐνδυμίωνα Σελήνη
φίλατο καὶ Νίκη νῦν τάχα Πορφύριον,
ὃς καὶ ἑοὺς ἵππους καὶ ὁμόφρονος ἡνιοχῆος
ἐξ ἑτέρων ἑτέρους αἰὲν ἀμειβόμενος
πολλάκι κρᾶτα πύκασσε πανημερίοισιν ἀέθλοις
οὐ μογέων, ἑτάρου μοῦνον ἐφεσπομένου.
Τοῦτό σοι ἠιθέῳ Νίκη γέρας, ὃ χρόνος ἄλλοις
ὀψὲ μόλις πολιοῖς ὤπασε, Πορφύριε·
καὶ γὰρ ἀριθμήσασα πολυστεφέας σέο μόχθους
εὕρετο γηραλέων κρέσσονας ἡνιόχων.
τί πλέον, ὅττι καὶ αὐτὸς ἐπευφήμησεν ἀύσας
σὸν κλέος ἀντιπάλων δῆμος ἀγασσάμενος;
ὀλβίη ἡ Βενέτων πανελεύθερός ἐστι γενέθλη,
ᾗ σε μέγας βασιλεὺς δῶρον ἔνευσεν ἔχειν.
Ἄλκιμοι ἀλκήεντα, σοφοὶ σοφόν, υἱέα Νίκης
οἱ Νίκης παῖδες Πορφύριον Βένετοι
ἄνθεσαν· ἀμφοτέραις γὰρ ἀμειβομένοις ἐπὶ πώλοις
κυδιάει νίκαις, οἷς πόρεν, οἷς ἔλαβεν.
Ἄλλοις παυσαμένοισιν, ἀεθλεύοντι δὲ μούνῳ
Πορφυρίῳ βασιλεὺς τοῦτο δέδωκε γέρας·
πολλάκι νικήσας γὰρ ἑοὺς πόρεν ὠκέας ἵππους,
λάζετο δ' ἀντιπάλων καὶ πάλιν ἐστέφετο·
5ἔνθεν ἔην Πρασίνοις ἔρις ἄσπετος, ἔνθεν ἀυτή·
Ὡς Βενέτους, τέρψῃ, Κοίρανε, καὶ Πρασίνους.
Αἱ πάντων ψῆφοί με καὶ εἰσέτι διφρεύοντα
ἔστησαν Νίκης ἐγγύθι Πορφύριον·
δῆμος μὲν γὰρ ἐμὸς γέρας ᾔτεεν, οἱ δ' ἕτεροί με
δίζοντ' αὖθις ἔχειν νεῖκος ἀπειπάμενοι·
μήτι δ' ἡνιόχων περιγίγνομαι, οἷσι καὶ ἵππους
κρείσσονας ἀντιπορὼν δεῖξα χερειοτέρους.
Αὐτὸν Πορφύριον μὲν ἀπηκριβώσατο χαλκῷ
ὁ πλάστης ἔμπνουν οἷα τυπωσάμενος.
τίς δὲ χάριν, τίς ἄεθλα, τίς ἔνθεα δήνεα τέχνης
τεύξει καὶ νίκην οὔποτ' ἀμειβομένην;
Εἰκόνι χαλκείῃ τὸν χάλκεον ἡνιοχῆα
ἄνθετο νικητὴν κοίρανος Αὐσονίων
ὡς σοφόν, ὡς Βενέτοις πεφιλημένον· ἀλλ' ἐπὶ νίκαις
Πορφυρίου πολλὰς εἰκόνας ὀψόμεθα.
Τίς τελέθεις, φίλε κοῦρε, γενειάδος ἄκρα χαράσσων; ‑
Ὦ ξένε, Πορφύριος. ‑ Τίς πατρίς; ‑ Ἡ Λιβύη. ‑
Τίς δέ σε νῦν τίμησεν; ‑ Ἄναξ χάριν ἱπποσυνάων. ‑
Τίς μάρτυς τελέθει; ‑ Δῆμος ὁ τῶν Βενέτων. ‑
Ἔπρεπέ σοι Λύσιππον ἔχειν ἐπιμάρτυρα νίκης
τοσσατίης πλάστην ἴδμονα, Πορφύριε.
Ἐγγύθι τῆς Νίκης καὶ Ἀλεξάνδρου βασιλῆος
ἔστης ἀμφοτέρων κύδεα δρεψάμενος.
Πάντα Τύχης ὀφθαλμὸς ἐπέρχεται, ἀλλ' ἐπὶ μούνοις
Πορφυρίου καμάτοις ἕλκεται ὄμμα Τύχης.
Σὴν τροχαλὴν μάστιγα καὶ ἀσπίδα δῆμος ἀγασθεὶς
ἤθελέ σε στῆσαι διπλόον, ὥσπερ ἔδει,
ἡνίοχον κρατερὸν καὶ ἀριστέα· διχθὰ δὲ χαλκὸς
οὐκ ἐχύθη ψυχὴν σεῖο τυπωσάμενος.
Πορφύριον σταδίοισι τίνος χάριν ἡνιοχῆα
δῆμος ὁ πρῶτα φέρων ἄνθετο τῶν Πρασίνων;
αὐτὸς ἄναξ κήρυξε. τί γὰρ πλέον, ὅττι γεραίρει
εἵνεκεν εὐνοίης, εἵνεκεν ἱπποσύνης;
Πορφυρίῳ μετ' ἄεθλα γέρας πόρεν ἄξιον ἔργων
κοίρανος ὁ Πρασίνοις τοῦτο χαριζόμενος·
πολλάκι γὰρ δῆμος προφερέστερα ἔργα κομίζων
ᾔνεσε Καλλιόπαν καὶ πάλι Πορφύριον·
διπλόον οὔνομα τοῦτο, τόπερ λάχε χάλκεος ἥρως
οὗτος ὁ τεθρίπποις κῦδος ἑλὼν ἀρετῆς.
Οὐ μόνον ἐν σταδίοις σε κατέστεφε πότνια Νίκη,
ἀλλὰ καὶ ἐν πολέμοις δεῖξεν ἀεθλοφόρον,
εὖτ' ἄρ' ἄναξ πολέμιζεν ἔχων Πρασίνους ὑποεργοὺς
ἄγρια μαινομένῳ ἐχθρῷ ἀνακτορέῳ
καὶ πέσεν αἰνοτύραννος ἐπιφθιμένης τότε Ῥώμης,
ἦμαρ δ' Αὐσονίοις ἦλθεν ἐλευθερίης.
τοὔνεκα τοῖς μὲν ἔδωκεν ἄναξ γέρας, ὡς πάρος εἶχον,
σὸν δὲ τύπον τέχνη ἔξεσε, Πορφύριε.
Ὑμετέρων κήρυκες ἀμεμφέες εἰσὶν ἀγώνων
οἱ καὶ ἀπ' ἀντιβίων, Πορφύριε, στέφανοι·
πάντας γὰρ σταδίοισιν ἀμοιβαδὸν αἰὲν ἐλέγχεις
ἀντιτέχνους, τῆς σῆς παίγνιον ἱπποσύνης.
τοὔνεκα καὶ ξεῖνον πρεσβήιον εὕραο μοῦνος,
εἰκόνα χαλκείην δήμῳ ἐν ἀμφοτέρῳ.
Πλάστης χαλκὸν ἔτευξεν ὁμοίιον ἡνιοχῆι.
εἴθε δὲ καὶ τέχνης ὄγκον ἀπειργάσατο,
ὄγκον ὁμοῦ καὶ κάλλος. ὅπερ Φύσις ὀψὲ τεκοῦσα
ὤμοσεν· Ὠδίνειν δεύτερον οὐ δύναμαι.
ὤμοσεν εὐόρκοις ὑπὸ χείλεσι· Πορφυρίῳ γὰρ
πρώτῳ καὶ μούνῳ πᾶσαν ἔδωκε χάριν.
Εἰ φθόνος ἠρεμέοι, κρίνειν δ' ἐθέλοιεν ἀέθλους,
πάντες Πορφυρίου μάρτυρές εἰσι πόνων.
ναὶ τάχα καὶ φήσαιεν ἀριθμήσαντες ἀγῶνας·
Βαιὸν τοῦτο γέρας τοσσατίων καμάτων.
ὅσσα γὰρ ἡνιοχῆας ἀεὶ μεμερισμένα κοσμεῖ,
εἰς ἓν ἀολλίσσας τηλίκος ἐξεφάνη.
Αἰδομένη χαλκῷ σε πόλις, τριπόθητε, γεραίρει,
ἤθελε γὰρ χρυσῷ, ἀλλ' ἴδεν ἐς Νέμεσιν.
εἰ δὲ τεὴν μέλπων οὐ παύεται ἠθάδα νίκην
εὐγνώμων δῆμος, Πορφύριε, Πρασίνων,
ἔμπνοά σοι ξύμπαντες ἀγάλματα· πᾶς δὲ περισσὸς
καὶ χρυσὸς τούτοις εἰς ἔριν ἐρχόμενος.
Οὔπω σοι μογέοντι Τύχη πόρεν ἄξια νίκης·
νῖκαι γὰρ τῆς σῆς μείζονες εὐτυχίης·
ἀλλὰ μέρει πρώτῳ σταθερῷ καὶ ἀρείονι μίμνοις
τὴν φθονερὴν τήκων δυσμενέων κραδίην,
οἳ σέθεν εἰσορόωντες ἀεὶ νικῶσαν ἱμάσθλην
μέμφονται σφετέρην αἰὲν ἀτασθαλίην.
Ἄλλοις μὲν γεράων πρόφασις χρόνος· οἱ δ' ἐπὶ νίκαις
κρινόμενοι πολιῆς οὐ χατέουσι κόμης,
ἀλλ' ἀρετῆς, ὅθεν εὖχος ἀνάπτεται. εἷς ἀπὸ τοίων
Πορφύριος δώρων δὶς λάχεν ἀγλαΐην,
οὐκ ἐτέων δεκάδας, νίκης δ' ἑκατοντάδας αὐχῶν
πολλὰς καὶ πάσας συγγενέας Χαρίτων.
Ἀγχίσην Κυθέρεια καὶ Ἐνδυμίωνα Σελήνη
φίλατο· μυθεῦνται τοῖα παλαιγενέες.
νῦν δὲ νέος τις μῦθος ἀείσεται, ὡς τάχα Νίκη
ὄμματα καὶ δίφρους φίλατο Πορφυρίου.
Πρεσβυτέρους κοῦρος μὲν ἐών, πρέσβυς δέ τε κούρους
νικᾷς, τεθρίππων κέντορας ἀθλοφόρων.
ἓξ δ' ἐτέων ἀνύσας δεκάδας στήλην ἐπὶ νίκαις
εἷλες, Καλλιόπα, νεύματι κοιρανίης,
ὄφρα μένοι καὶ ἔπειτα τεὸν κλέος. αἴθε τοι εἴη
ὡς κλέος ἀθάνατον καὶ δέμας ἀθάνατον.
Σῆς τόδε διφρελάτειρα τὸ χάλκεον ἄνθετο Νίκα
δείκηλον μορφᾶς, Καλλιόπα, ζαθέας,
πρέσβυς ὅτι σφριγόωντας ἐν ἱπποδάμῳ πλέον ἀλκᾷ
νίκησας, γεραροὺς δ' ὢν νέος ἐν σοφίῃ.
ἔνθεν ἐλευθερόπαις Βενέτων σέο πήξατο δῆμος
δοιά, τὰ μὲν τέχνας ἆθλα, τὰ δὲ σθένεος.
Σὸν γῆρας νεότητα τεὴν ὑπερέδραμε νίκαις,
καὶ πάντων κρατέεις πάντοτε, Καλλιόπα.
ἔνθεν ἄναξ καὶ δῆμος ἐλεύθερος αὖθις ἐγείρει
τοῦτο γέρας, σοφίης μνῆμα καὶ ἠνορέης.
Οὗτος, ἐγερσιθέατρε, τεὸς τύπος, ὅν τοι ἐγείρει
ἑσμὸς ἀριζήλων, Καλλιόπα, στεφάνων·
οὔτε γὰρ ἡνίοχός σε παρήπαφεν, οὔτε χαλινοῖς
δύστομος ἱππείη σοῖς ἀπίθησε γένυς·
μοῦνος δὴ νίκης γέρας ἄρνυσαι. ἦ παρὰ πᾶσι
δόξαν ἔχεις ἐθέλων ἆθλα λιπεῖν ἑτέροις.
Καλλιόπα κλυτόμοχθε, τί σοι πλέον, ὅττι γεραίρει
εἰκόνι χαλκοτύπῳ σοὺς βασιλεὺς καμάτους,
δῆμος ὁ μυριόφωνος, ὅλη πτόλις, εὖτε καὶ αὐτὴ
δυσμενέων παλάμη σοῖς ἐπένευσε πόνοις;
Μητέρες εὐάθλων γεράων φρένες, οὐ κράτος ἥβης,
οὐ τάχος ἱπποσύνης, οὐ χρόνος εὐτυχίης.
ἱλήκοι, Φαυστῖνε, τεὸς νόος, ᾧ τάδε πάντα
ἕσπεται, ᾧ Νίκη σύντροφος ἀθάνατος.
Πρίν σε νέον, Φαυστῖνε, νόος πεφόβητο γερόντων,
νῦν δέ σε πρεσβυγενῆ κάρτος ἔφριξε νέων.
δεύτερα δ' εὕρετο πάντα τεὸς πόνος, ὅς σε γεραίρει
πρέσβυν ἐν ἠιθέοις, ἐν δὲ γέρουσι νέον.
Ἐξότε Κωνσταντῖνος ἔδυ δόμον Ἄϊδος εἴσω,
πλῆτο κατηφείης ἱπποσύνης στάδιον·
τερπωλὴ δ' ἀπέλειπε θεήμονας, οὐδ' ἐν ἀγυιαῖς
κείνας τὰς φιλίας ἐστὶν ἰδεῖν ἔριδας.
Εἰκόνα, Κωνσταντῖνε, τεὴν ἀνέθεντο πολῖται
μυρόμενοι, ψυχῆς τέρψιν ἀποιχομένης·
σοὶ κλέος ὁππότε δῆμος ἐπεσφρήγιζε θανόντι,
μνήσατο σῶν καμάτων καὶ μετὰ πότμον ἄναξ,
οὕνεκεν ἱπποσύνης φιλοκέρτομος ὤλετο τέχνη
ἐν σοὶ παυσαμένη πᾶσα καὶ ἀρξαμένη.
Εἰσέτι μὲν ζώοντι πόλις ποτὲ Κωνσταντίνῳ
εἰκόνα χαλκείην βαιὸν ἔκρινε γέρας·
ᾔδεε γὰρ πᾶς δῆμος, ὅσους ἐπὶ κύδεϊ νίκης
αἰὲν ἀεθλεύων ἀμφέθετο στεφάνους.
ὡς δ' ἔθανεν, ποθέουσα φίλον τύπον ἄνθετο τοῦδε,
ὄφρα καὶ ἐσσομένοις μνῆστιν ἔχοι καμάτων.
Οἱ Βένετοι Πρασίνοισιν ἐναντίοι αἰὲν ἐόντες
εἰς ἕν' ὁμοφροσύνης ἐξεβόησαν ὅρον,
ὥστε σε, Κωνσταντῖνε, λαβεῖν ἐπιτύμβιον εὖχος
πᾶσιν ἀειδόμενον, πᾶσιν ἀρεσκόμενον.
Ἀντολίης δύσιός τε μεσημβρίης τε καὶ ἄρκτου
σὸς δρόμος ὑψιφαὴς ἀμφιβέβηκεν ὅρους,
ἄφθιτε Κωνσταντῖνε. θανεῖν δέ σε μή τις ἐνίσπῃ·
τῶν γὰρ ἀνικήτων ἅπτεται οὐδ' Ἀίδης.
Ἐγγύθι τῆς σφετέρης γενεῆς λάχεν εἰκόνα τήνδε·
ἔπρεπε γὰρ τρισσοῖς εἰν ἑνὶ χῶρον ἔχειν,
οἳ καὶ ἐνὶ σταδίοις ἀρετῆς κλέος εἴκελον εὗρον
νηρίθμων στεφάνων ἑσμὸν ἑλόντες ἴσον.
Τὸν Φαυστινιάδην πόλις ἄνθετο Κωνσταντῖνον,
γείτονα μὲν γενεῆς, κρέσσονα δ' ἡνιόχων.
δὴν γὰρ ἀεθλεύσας οὐκ ἤμβροτεν, ἀλλ' ἐπὶ νίκῃ
παύσατο σὺν νίκῃ καὶ πάρος ἀρξάμενος,
5ὃν καὶ κοῦρον ἐόντα παλαίτεροι ἡνιοχῆες
στεψάμενοι σταδίοις εἷσαν ἀγωνοθέτην.
Σοὶ τόδε, Κωνσταντῖνε, τεὴ τροφὸς ὤπασε Νίκη
παιδόθεν ἑσπομένη πᾶσαν ἐφ' ἡλικίην.
πέντε γὰρ ἐν σταδίοις δεκάδας τελέσας ἐνιαυτῶν
οὐδ' ἴσον οὐδ' ὀλίγον εὕρεο λειπόμενον·
ἀλλ' ἔτι κουρίζων τε καὶ ἄχνοος ἄνδρας ἐνίκας,
ἥλικας ἡβήσας, γηραλέος δὲ νέους.
Ἤθελε Κωνσταντῖνον ἀεὶ πτόλις ἡνιοχεύειν,
ἤθελεν, ἀλλὰ πόθῳ οὐκ ἐπένευσε Φύσις.
ἔνθεν ἑῶν τόδ' ἄγαλμα παραίφασιν εὗρεν ἐρώτων,
ὄφρα ἑ μὴ λήθη καὶ χρόνος ἀμφιλάβοι,
ἀλλὰ μένοι ποθέουσιν ἔρως, ζῆλος δ' ἐλατῆρσι,
κόσμος δὲ σταδίοις, ἐσσομένοις δὲ φάτις.
καί τις ἰδὼν μετόπισθε χερείονας ἡνιοχῆας
ὀλβίσσει προτέρην, ἥ μιν ἴδεν, γενεήν.
Πέντε καὶ εἴκοσι μοῦνος ἀέθλια Κωνσταντῖνος
εἰς μίαν ἠριγένειαν ἑλὼν ἤμειψε μὲν ἵππους
ἀντιπάλοις· κείνους δὲ λαβών, οὓς πρόσθεν ἐνίκα,
τοῖς αὐτοῖς πάλιν εἷλε μίαν τε καὶ εἴκοσι νίκας.
πολλάκι δ' ἀμφοτέρων μερέων ἔρις ἔμπεσε δήμῳ,
τίς μιν ἔχοι· κείνῳ δὲ δόσαν κρίσιν ἐκ δύο πέπλων.
Ἔγρεο, Κωνσταντῖνε. τί χάλκεον ὕπνον ἰαύεις;
σεῖο δίφρους ποθέει δῆμος ἐνὶ σταδίοις,
σῆς τε διδασκαλίης ἐπιδευέες ἡνιοχῆες
εἵαται ὀρφανικοῖς παισὶν ὁμοιότατοι.
Ἀμφοτέροις εἷς μοῦνος ἀριστεύσας παρὰ δήμοις
κῦδος ἀπ' ἀμφοτέρων ἔλλαχεν Οὐράνιος
εἰσέτι διφρεύων· τὸ δέ οἱ γέρας ἤλυθε πρῶτον
ἐκ Πρασίνων, οἷς δὴ γείτονα χῶρον ἔχει.
αὐτοὶ καὶ σταδίοιο πεπαυμένον ἤγαγον αὖθις
ἐς δίφρους νίκης μνωόμενοι προτέρης.
Παυσάμενον σταδίων βασιλεὺς ἐπ' ἀγακλέι νίκῃ
αὖθις ὑπὲρ δίφρων βῆσεν ἀεθλοφόρων
Οὐράνιον δήμοισι φέρων χάριν· οὐ ποθέει γὰρ
ἡ πόλις Οὐρανίου νόσφιν ἀεθλοσύνας.
τοὔνεκα διφρεύοντα τὸ δεύτερον ὑστατίης τε
νίκης καὶ προτέρης στῆσεν ἀγασσαμένη.
Οὐράνιος Νίκαιαν ἔχει πέλας ὁπλοτέρην τε
Ῥώμην, τῆς μὲν ἐών, τῇ δ' ἔνι κῦδος ἑλών.
νικᾷ δ' ἀμφοτέρωθεν, ἐπεὶ περιδέξιος ἦεν
τῇ καὶ τῇ προθέειν ἠὲ παρεξελάαν.
τοὔνεκα καὶ χρυσέῳ μιν ἀνεγράψαντο μετάλλῳ,
κυδίστῳ κτεάνων κύδιμον ἡνίοχον.
Τὸν θρασὺν ἡνιοχῆα λελασμένον ἅρματος ἄθλων
ἐνθάδ' Ἀναστάσιον κείμενον οὖδας ἔχει,
ὃς τόσσους ἀνέδησε τὸ πρὶν στεφάνους, ὅσα ἄλλοι
ἔδρακον ἡνιόχων ἤματα ἱππασίης.
Ἐν γῇ κρατήσας παντὸς ἁρματηλάτου
καλῶς ἐπήρθη καὶ πρὸς αἰθέρα τρέχειν
Πορφύριος, τὸ θαῦμα δήμου Βενέτων·
νικῶν γὰρ οὗτος πάντα γῆς διφρηλάτην
ἄνεισιν, ὡς ἂν καὶ σὺν ἡλίῳ δράμῃ.
Ἴουλον ἀνθῶν πρῶτον οὗτος ἡνίας
Πορφύριος Κάλχαντος εἷλκε Βενέτου.
ἐκπλήττομαι δέ, πῶς γράφει χεὶρ ἐμπνόους
τούτου τις ἵππους. καὶ γὰρ ἂν πλήξῃ πάλιν,
οἶμαι, δραμεῖται νῖκος εὑρεῖν καὶ πάλιν.
Σκόπει τὸ δρᾶμα μηχανουργοῦ τοῦ δόμου·
εἰ μὴ γὰρ ἐστέγαστο καρτερᾷ σκέπῃ,
πρὸς οὐρανοὺς ἂν ὦρτο Φαυστῖνος τρέχων
ὡς ζῶν σὺν ἵπποις, τὸ κλέος πρὶν Πρασίνων.
ἆρον στέγος γάρ, καὶ φθάνει πρὸς αἰθέρα.
Φαυστῖνος οὗτος, ὁ πρὶν ἁρματηλάτης,
ὃν δῆμος εὑρὼν τοῦ μέρους τῶν Πρασίνων
τὴν ἧτταν ἠγνόησε παντελῶς δρόμῳ.
γέρων μὲν ἦν γάρ, ὡς βλέπεις· τὸ δὲ σθένος
ἦν τις νεάζων οὐδ' ὅλως ἡττημένος.
Λευκοῦ μεθέλκων ἡνίας Κωνσταντίνος
ἂν μὴ καθεῖρκτο στερρότητι τοῦ δόμου,
τοὺς τρεῖς ἐνίκα πρῶτος αἰθέρα φθάνων,
πνοῆς ἄνευθεν εἶδες αἰθεροδρόμον·
τέχνη με πείθει τοῦτον ἔμπνοον βλέπειν.
Κωνσταντίνος γ' ἦν, ἀλλὰ τοῖς πάλαι χρόνοις
λευκῆς χρόας τέθριππον ἕλκων εὐστρόφως.
ἀφ' οὗ δὲ τοῦτον ἥρπασεν Χάρων, ἔδυ
τὸ φῶς ἁμίλλης ἱππικῶν δρομημάτων
καὶ πᾶσα τέρψις τοῦ θεάτρου καὶ τέχνη.
Χεὶρ οἶδε γεννᾶν τοὺς πάλαι τεθνηκότας.
Ἰουλιανὸς καὶ γὰρ ὡς πάλαι σθένει
ἕλκων μεθέλκων Ῥουσίου τὰς ἡνίας·
καὶ νῦν γραφεὶς ἕστηκεν ὑψοῦ σὺν δίφρῳ·
τὸ νεῦμα χεὶρ μένει δέ· τὴν νύσσαν δότε.
Ἰουλιανὸς οὗτος ἅρμα Ῥουσίου
ἔχων ἐνίκα τοὺς ἐναντίους δρόμῳ.
ἀλλ' εἰ γραφεὺς παρεῖχε καὶ πνοῆς χάριν,
ἕτοιμός ἐστι καὶ πάλιν διφρηλάτης
καὶ πρόσθεν ἐλθεῖν καὶ λαβεῖν καὶ τὸ στέφος.
Ἀθλήσας ἤδη πώλῳ πηδήσας ἦλθα.
Ἀμήσας ἄρδην ὀροφηφόρον ἥδρασα σῆμα.
Ἀλύξας ὥρην ἠνεμωμένην ἤρωσα ξύλα.
Ἤδη μοι Διὸς ἄρα πηγὴ παρὰ σοί, Διομήδη.
Νοσῶ· σύ, ὃς εἶ ἴαμα, Ἰησοῦ, σῶσον.
Νῷ ἐλατά, μὴ ὀνητὰ σοφὸς ἄτη νοήματα, Λέων.
Ἱερὰ σὰ παρὰ χείλη, Ἥλιε, χαρὰ πᾶσα ῥεῖ.
Νίψον ἀνομήματα, μὴ μόναν ὄψιν.
Νόμον, ὁ κοινός, ἔχε σὸν οἰκονόμον.
*
Σοφὸς ἔγωγε ἤδη ὢν ἄνω, χαρᾷ τῶν ἄνω γελῶ τὰ
κάτω λέγων· Ἄνω ταραχῶν ἂν ὦ, ἤδη ἔγωγε σοφός.
Στέφος πλέκων ποθ' εὗρον
ἐν τοῖς ῥόδοις Ἔρωτα·
καὶ τῶν πτερῶν κατασχὼν
ἐβάπτισ' εἰς τὸν οἶνον·
λαβὼν δ' ἔπινον αὐτόν.
καὶ νῦν ἔσω μελῶν μου
πτεροῖσι γαργαλίζει.