2369 159 5 0 0 0 V d. C. Epica Nonnus XII Dionysiaca Keydell, R., Berlin, Weidmann, 1959. 4

ΝΟΝΝΟΥ ΔΙΟΝΥΣΙΑΚΩΝ ΔΩΔΕΚΑΤΟΝ - XII

- Ὣς αἱ μὲν δυτικοῖο παρ' ὀφρύσιν Ὠκεανοῖο

Ἠελίου γονόεντος ἐναυλίζοντο μελάθροις.

τῇσι δὲ νισομένῃσι συνήντεεν Ἕσπερος ἀστὴρ

θρῴσκων ἐκ μεγάροιο· διεσσυμένη δὲ καὶ αὐτὴ

ἀρτιφανὴς ἀνέτελλε βοῶν ἐλάτειρα Σελήνη.

αἱ δὲ φερεζώοιο παρ' ὄμμασιν ἡνιοχῆος

κάρπιμον ἴχνος ἔκαμψαν. ὁ μὲν δρόμον ἄρτι τελέσσας

ἠερόθεν νόστησε· πυριγλήνου δ' ἐλατῆρος

Φωσφόρος αἰγλήεις τετράζυγος ἐγγύθι δίφρου

θήκατο θερμὰ λέπαδνα καὶ ἀστερόεσσαν ἱμάσθλην,

γείτονος Ὠκεανοῖο παρὰ προχοῇσι καθήρας

μυδαλέων ἱδρῶτι πυριτρεφέων δέμας ἵππων·

πῶλοι δ' αὐχενίας νοτερὰς δονέοντες ἐθείρας

μαρμαρέοις ὀνύχεσσιν ἐπέκτυπον αἴθοπι φάτνῃ.

θυγατέρες δὲ Χρόνοιο πέριξ φλογεροῖο θοώκου

ἱπτάμεναι στεφανηδὸν ἀτειρέος ἡνιοχῆος

τέσσαρας ἠσπάζοντο δυώδεκα κυκλάδες Ὧραι,

δμωΐδες Ἠελίοιο, συνήλυδες αἴθοπι δίφρῳ,

μυστιπόλοι λυκάβαντος ἀμοιβάδες· †οὐγϊω γὰρ

αὐχένα δοῦλον ἔκαμψαν ὅλου νωμήτορι κόσμου.

- καί οἱ ἀνηΰτησεν ἔπος †φθινοπωρίδος ὥρην

μάρτυρον ἱκεσίης σχομένη φθινοπωρίδος ἅρπην·

- Ἠέλιε ζείδωρε, φυτηκόμε, κοίρανε καρπῶν,

οἰνοτόκον πότε βότρυν ἀεξήσουσιν ἀλωαί;

καὶ μακάρων τίνι τοῦτο γέρας μνηστεύεται Αἰών;

ναί, λίτομαι, μὴ κρύπτε, κασιγνήτων ὅτι μούνη

πασάων ἀγέραστος ἐγὼ πέλον· οὐ γὰρ ὀπώρην,

οὐ στάχυν, οὐ λειμῶνα, καὶ οὐ Διὸς ὄμβρον ἀέξω.

- ἔννεπεν· ἐσσομένης δὲ τιθηνήτειραν ὀπώρης

Ἠέλιος θάρσυνε, καὶ ἀντιπόρῳ παρὰ τοίχῳ

δάκτυλον ὀρθώσας ἐπεδείκνυε κυκλάδι κούρῃ

κύρβιας Ἁρμονίης ἑτερόζυγας, αἷς ἔνι κεῖται

εἰν ἑνὶ θέσφατα πάντα, τά περ πεπρωμένα κόσμῳ

πρωτογόνοιο Φάνητος ἐπέγραφε μαντιπόλος χείρ,

καὶ γραφίδων ποίκιλλεν ἐφάρμενον οἶκον ἑκάστῃ.

καί τινα μῦθον ἔειπε πυρὸς ταμίης Ὑπερίων·

- κύρβιδι μὲν τριτάτῃ, πόθεν ἔσσεται οἰνὰς ὀπώρη,

γνώσεαι, ἧχι Λέων καὶ Παρθένος· ἐν δὲ τετάρτῃ,

τίς σταφυλῆς σκηπτοῦχος, ὅπῃ γλυκὺ νέκταρ ἀφύσσων

γραπτῇ χειρὶ κύπελλον ἀερτάζει Γανυμήδης.

- τοῖα θεοῦ φαμένοιο, φιλάμπελος ἔτρεχε κούρη

ὄμματα δινεύουσα, καὶ ὀμφαίῳ παρὰ τοίχῳ

πρώτην κύρβιν ὄπωπεν ἀτέρμονος ἥλικα κόσμου

εἰν ἑνὶ πάντα φέρουσαν, ὅσα σκηπτοῦχος Ὀφίων

ἤνυσεν, ὅσσα τέλεσσε γέρων Κρόνος, ὁππότε τέμνων

ἄρσενα πατρὸς ἄροτρα λεχώιον ἤροσεν ὕδωρ,

σπείρων ἄσπορα νῶτα θυγατρογόνοιο θαλάσσης,

ὅς ποτε λάινον υἷα κεχηνότι δέξατο λαιμῷ

Ζηνὸς ψευδομένοιο νόθον δέμας εἰλαπινάζων·

καὶ λίθος ἐνδομύχων τεκέων μαιώσατο φύτλην

φόρτον ἀκοντίζων ἐγκύμονος ἀνθερεῶνος.

ἀλλ' ὅτε μαρναμένοιο Διὸς πυριλαμπέα νίκην

καὶ Κρονίου νιφετοῖο χαλαζήεσσαν ἐνυὼ

ἀμφίπολος Φαέθοντος ἀελλόπος ἔδρακεν Ὥρη,

γείτονα δέρκετο κύρβιν ἀμοιβαδίς· εἶχε δὲ κείνη,

πῶς βροτέην ὤδινε γονὴν πίτυς, ἢ πόθεν ἄφνω

δενδραίην γονόεσσαν ἀναπτύξασα λοχείην

ἄσπορον αὐτοτέλεστον ἀνήρυγεν υἱέα πεύκη,

καὶ πόθεν ἄστεα πάντα κατέκλυσεν ὑέτιος Ζεὺς

ἠλιβάτοις πελάγεσσιν ἄγων ὑψούμενον ὕδωρ,

πῶς Νότος ἐκ Βορέαο καὶ ἐκ Λιβὸς Εὖρος ἱμάσσων

λάρνακα Δευκαλίωνος ἀλήμονα, γείτονα Μήνης,

εἰς πλόον ἠερόφοιτον ἐκούφισεν ἄμμορον ὅρμου.

καὶ τριτάτην ὅτε κύρβιν ἐπέδραμεν εὔποδι ταρσῷ,

μυστιπόλος λυκάβαντος ἕλιξ στηρίζετο κούρη,

μόρσιμα παπταίνουσα πολύτροπα θέσφατα κόσμου,

γράμματα φοινίσσοντα, σοφῇ κεχαραγμένα μίλτῳ,

ὁππόσα ποικιλόμυθος ἐπέγραφεν ἀρχέγονος φρήν,

τοῖα προθεσπίζοντα, καὶ ἐν πινάκεσσιν ἀνέγνω·

- Ἥρης βουκόλος Ἄργος ἐς ὄρνεον εἶδος ἀμείψει

φαιδρὸν ἔχων †βλεφάρων τύπον · ἀλλὰ καὶ αὐτὴ

Ἁρπαλύκη μετὰ λέκτρον ἀλιτροβίων ὑμεναίων

υἱέα δαιτρεύσασα θυγατρογάμῳ γενετῆρι

ἠερίην πτερόεσσαν ἐρετμώσειε πορείην

ὄρνις ἀελλήεσσα· καὶ ἱστοπόνος Φιλομήλη

ἔσσεται αἰολόδειρος ὑποτρύζουσα χελιδών,

μαρτυρίην βοόωσα λιπογλώσσοιο σιωπῆς,

δαίδαλα φωνήεντα σοφῷ γράψασα χιτῶνι·

καὶ Νιόβη Σιπύλοιο παρὰ σφυρὰ πέτρος ἐχέφρων

δάκρυσι λαϊνέοισιν ὀδυρομένη στίχα παίδων

στήσεται οἰκτρὸν ἄγαλμα· καὶ ἔσσεται αὐτόθι γείτων

Πυρρὸς ἐρωμανέων Φρύγιος λίθος, εἰσέτι Ῥείης

οἶστρον ἔχων ἀθέμιστον ἀνυμφεύτων ὑμεναίων,

Θίσβη δ' ὑγρὸν ὕδωρ καὶ Πύραμος, ἥλικες ἄμφω,

ἀλλήλους ποθέοντες· ἐυστεφάνοιο δὲ κούρης

Μίλακος ἱμείρων Κρόκος ἔσσεται ἄνθος Ἐρώτων·

καὶ γαμίην μετὰ νύσσαν ἀελλοπόδων Ὑμεναίων

καὶ Παφίης μετὰ μῆλα λεοντείην ἔτι μορφὴν

Ἄρτεμις οἰστρήσειεν ἀμειβομένην Ἀταλάντην.

- καὶ τὰ μὲν εἰν ἑνὶ πάντα παρέστιχεν ἄστατος Ὥρη,

εἰσόκε χῶρον ἵκανεν, ὅπῃ πυρόεις Ὑπερίων

σύμβολα μαντοσύνης ἀνεμώδεϊ πέφραδε κούρῃ,

ἧχι Λέων ἐτέτυκτο σελασφόρος, ἧχι καὶ αὐτὴ

Παρθένος ἀστερόεσσα νόθῃ ποικίλλετο μορφῇ

οἴνοπα βότρυν ἔχουσα, θερειγενὲς ἄνθος ὀπώρης·

κεῖθι Χρόνου θυγάτηρ πόδας εὔνασε, ταῦτα δ' ἀνέγνω·

- Κισσὸς ἀερσιπότης, ἐρόεις νέος, ἐς φυτὸν ἕρπων

ἔσται κισσὸς ἕλιξ καὶ ἐν ἔρνεσιν· ἠιθέου δὲ

ὄρθιος ἐκ Καλάμοιο δόναξ κυρτούμενος αὔραις

λεπτὸν ἀεξιφύτοιο φανήσεται ἔρνος ἀρούρης,

ἡμερίδων στήριγμα· καὶ εἰς φυτὸν εἶδος ἀμείψας

Ἄμπελος ἀμπελόεντι χαρίζεται οὔνομα καρπῷ.

- ἀλλ' ὅτε θέσφατα ταῦτα θαλυσιὰς ἔδρακε κούρη,

δίζετο χῶρον ἐκεῖνον, ὅπῃ παρὰ γείτονι τοίχῳ

ποιητῷ κεχάρακτο τύπῳ Γανυμήδεος εἰκὼν

ἰκμάδα νεκταρέην χρυσέῳ στάζουσα κυπέλλῳ,

ἧχι χαρασσομένων ἐπέων τετράζυγος ὀμφή·

κεῖθι θεὰ φιλόβοτρυς ἐκώμασεν, εὗρε δὲ νύμφη

θέσφατα κισσοφόρῳ πεφυλαγμένα ταῦτα Λυαίῳ·

- Φοίβῳ Ζεὺς ἐπένευσεν ἔχειν μαντώδεα δάφνην,

καὶ ῥόδα φοινίσσοντα ῥοδόχροϊ Κυπρογενείῃ,

γλαυκὸν Ἀθηναίῃ γλαυκώπιδι θαλλὸν ἐλαίης,

καὶ στάχυας Δήμητρι, καὶ ἡμερίδας Διονύσῳ.

- τοῖα μὲν ἐν γραφίδεσσι φιλεύιος ἔδρακε κούρη·

τερπομένη δ' ἤιξε, κασιγνήτας δὲ λαβοῦσα

εἰς ῥόον ἠῴοιο διέστιχεν Ὠκεανοῖο

ἱπποσύνης Φαέθοντος ὁμόδρομος. ‑ οὐ δὲ Λυαίῳ

φάρμακον ἦν ἑτάροιο δεδουπότος, οὐδὲ χορείης

μνῆστις ἔην· φιλίῳ δὲ νόον δεδονημένος οἴστρῳ

αἴλινα πικρὰ λίγαινεν, ἀκηδέστῳ δὲ σιωπῇ

χάλκεα νῶτα λέλοιπεν ἀδουπήτοιο βοείης·

οὐδέ ἑ πηκτὶς ἔτερπεν. ἀμειδήτῳ δὲ προσώπῳ

οἰκτρὰ κινυρομένοιο φιλοστόργου Διονύσου,

ἔσχετο μὲν Λυδοῖο ῥόος δονακώδεος Ἕρμου

κραιπνὰ κυλινδομένου προχοῆς ἀνεμώδεϊ παλμῷ,

οὐδὲ ῥέειν μενέαινε· βαθυκτεάνῳ δὲ ῥεέθρῳ

Πακτωλὸς κροκόεις ἀνεσείρασε πένθιμον ὕδωρ

ἀνδρὸς ἔχων μίμημα κατηφέος· ἀμφὶ δὲ νεκρῷ

πηγαίων ἀνέκοψε παλίσσυτον ὁλκὸν ἐναύλων

Σαγγάριος προχέων Φρύγιον ῥόον· αἰνοτόκου δὲ

Τανταλίδος στοναχῇσι διάβροχος ἄπνοος εἰκὼν

διπλόα δάκρυα χεῦεν, ὀδυρομένου Διονύσου·

καὶ πίτυς αἰάζουσα συνέμπορος ἥλικι πεύκῃ

λεπταλέον ψιθύριζεν· ἀκερσικόμου δὲ καὶ αὐτὴ

Φοίβου δένδρον ἐοῦσα κόμην ἀπεσείσατο δάφνη

πενθαλέοις ἀνέμοις· λιπαρὴ δ' ἄτμητος ἐλαίη

φύλλα χαμαὶ κατέχευε, καὶ εἰ φυτὸν ἦεν Ἀθήνης.

- τοῖα πόθῳ στενάχοντος ἀδακρύτου Διονύσου

φρικτὰ μετετρέψαντο παλίλλυτα νήματα Μοῖραι·

καὶ γόον ἀχνυμένοιο παραιφαμένη Διονύσου

Ἄτροπος ἐμπεδόμυθος ἀνήρυγεν ἔνθεον ὀμφήν·

- ζώει τοι, Διόνυσε, τεὸς νέος, οὐδὲ περήσει

πικρὸν ὕδωρ Ἀχέροντος· ἀκαμπέα δ' εὗρε τελέσσαι

σὸς γόος ἀτρέπτου παλινάγρετα νήματα Μοίρης·

Ἄμπελος οὐ τέθνηκε, καὶ εἰ θάνεν· ἱμερόεν γὰρ

εἰς ποτόν, εἰς γλυκὺ νέκταρ ἐγὼ σέο κοῦρον ἀμείψω·

τὸν μὲν ἐυτροχάλου παλάμης βητάρμονι παλμῷ

δόρπιον ἁρμονίην διδυμόθροος αὐλὸς ἀράσσων

ὑμνήσει, Φρύγα ῥυθμὸν ἔχων ἢ Δωρίδα μολπήν·

ἠέ μιν ἐν θυμέλῃσιν ἀνὴρ εὔρυθμος ἀείσει

Ἀονίου καλάμοιο χέων Ἰσμήνιον ἠχώ,

ἐνναέτης Μαραθῶνος· ἀνευάξουσι δὲ Μοῦσαι

Ἄμπελον ἱμερόεντα σὺν ἀμπελόεντι Λυαίῳ.

καὶ σκολιὴν πλοκάμοιο λιπὼν ὀφιώδεα μίτρην

στέμματα βοτρυόεντα περιπλέξεις σέο χαίτῃ,

Φοίβῳ ζῆλον ἄγων, ὅτι πένθιμα χειρὶ τιταίνει

αἴλινα δενδρήεντα φιλοκλαύτων ὑακίνθων,

καὶ σὺ ποτὸν μεθέπεις, βροτέης ἄμπαυμα γενέθλης,

νέκταρος οὐρανίου χθόνιον τύπον, ἀνθεμόεν δὲ

παιδὸς Ἀμυκλαίοιο τεὸς νέος εὖχος ἐλέγξει·

εἰ δὲ πόλις κείνοιο μαχήμονα χαλκὸν ἀείρει,

καὶ σέθεν ἠιθέοιο φεραυγέα πατρὶς ἀέξει

ὑγρὸν ἐρευθομένης ποταμηΐδος ὄμβρον ἐέρσης,

χρυσῷ ὅλη κομόωσα, καὶ οὐ χαίρουσα σιδήρῳ·

εἰ ποταμοῦ κελάδοντος ἀγάλλεται ἀμφὶ ῥεέθρῳ,

φέρτερον Εὐρώταο πέλει Πακτώλιον ὕδωρ.

Ἄμπελε, πένθος ὄπασσας ἀπενθήτῳ Διονύσῳ,

ὄφρα μελιρραθάμιγγος ἀεξομένου σέθεν οἴνου

τερπωλὴν ὀπάσειας ὅλῳ τετράζυγι κόσμῳ

καὶ σπονδὴν μακάρεσσι καὶ εὐφροσύνην Διονύσῳ·

Βάκχος ἄναξ δάκρυσε, βροτῶν ἵνα δάκρυα λύσῃ.

- ὣς φαμένη γνωτῇσι συνέμπορος ἔστιχε δαίμων.

καὶ κινυρῷ μέγα θάμβος ἐφαίνετο μάρτυρι Βάκχῳ·

καὶ γὰρ ἀναΐξας ἐρόεις νέκυς ὡς ὄφις ἕρπων

Ἄμπελος αὐτοτέλεστος ἑὴν ἠλλάξατο μορφήν,

καὶ πέλε νήδυμον ἄνθος· ἀμειβομένοιο δὲ νεκροῦ

γαστὴρ θάμνος ἔην περιμήκετος, ἄκρα δὲ χειρῶν

ἀκρεμόνες βλάστησαν, ἐνερρίζωντο δὲ ταρσοί,

βόστρυχα βότρυες ἦσαν, ἐμορφώθη δὲ καὶ αὐτὴ

νεβρὶς ἀεξομένης πολυδαίδαλον ἄνθος ὀπώρης,

ἀμπελόεις δὲ κόρυμβος ἔην δολιχόσκιος αὐχήν,

ἰσοφυὴς δ' ἀγκῶνι τιταίνετο καμπύλος ὄρπηξ

οἰδαίνων σταφυλῇσιν, ἀμειβομένου δὲ καρήνου

γναμπτῆς κυρτὰ κόρυμβα τύπον μιμεῖτο κεραίης.

κεῖθι φυτῶν στίχες ἦσαν ἀπείρονες· αὐτοτελὴς δὲ

ὄρχατος ἀμπελόεις χλοεροὺς ὄρπηκας ἑλίσσων

οἴνοπι γείτονα δένδρα νέῳ μιτρώσατο καρπῷ.

- καὶ νέον ἔπλετο θάμβος, ἐπεὶ τότε κοῦρος ἀθύρων,

εἰς φυτὸν ὑψιπέτηλον ἑὸν πόδα λοξὸν ἑλίσσων,

Κισσὸς ἀερσιπότητος ἑὴν δενδρώσατο μορφήν,

καὶ πέλεν ἀγκύλον ἔρνος ἐπώνυμον, ἀρτιφυῆ δὲ

ὄρχατον ἡμερίδων σκολιῷ μιτρώσατο δεσμῷ.

- καὶ φιλίοις πετάλοισι κατάσκιον ἔσκεπε κόρσην,

καὶ πλοκάμους ἐμέθυσσε φιλακρήτων ἀπὸ φύλλων

κυδιόων Διόνυσος· ἀεξιφύτοιο δὲ κούρου

ἄρτι πεπαινομένης ἐδρέψατο καρπὸν ὀπώρης.

καὶ θεὸς αὐτοδίδακτος ἄτερ ποδὸς ἔκτοθι ληνοῦ,

βότρυν ἐπισφίγγων παλάμης βεβριθότι καρπῷ,

χερσὶ περιπλεκέεσσι μέθης ὠδῖνα πιέζων

πορφυρέης ἀνέφηνε νεόρρυτον ὄγκον ὀπώρης,

καὶ γλυκερὸν ποτὸν εὗρε· καὶ οἰνοχύτου Διονύσου

λευκὰ διαινομένων ἐρυθαίνετο δάκτυλα χειρῶν.

καὶ δέπας ἀγκύλον εἶχε βοὸς κέρας· ἡδυπότου δὲ

χείλεσιν ἀκροτάτοισιν ἐγεύσατο Βάκχος ἐέρσης,

γεύσατο καὶ καρποῖο, καὶ ἀμφοτέροις φρένα τέρπων

μῦθον ἀγηνορέοντος ἀνήρυγεν ἀνθερεῶνος·

- ἀμβροσίην καὶ νέκταρ ἐμοῦ Διός, Ἄμπελε, τίκτεις·

ἔρνεα δισσὰ φέρων πεφιλημένα καρπὸν Ἀπόλλων

οὐ φάγε δαφνήεντα καὶ οὐ πίεν ἐξ ὑακίνθου·

οὐ στάχυς ὠδίνει γλυκερὸν ποτόν· ἵλαθι, Δηώ·

εἶδαρ ἐγὼ μερόπεσσι καὶ οὐ πόμα μοῦνον ὀπάσσω.

Ἄμπελε, καὶ σέο πότμος ἐπήρατος· ἦ ῥα καὶ αὐτῆς

εἰς σὲ καὶ εἰς σέο κάλλος ἐθηλύνθη λίνα Μοίρης,

εἰς σὲ καὶ οἰκτίρμων Ἀίδης πέλεν, εἰς σὲ καὶ αὐτὴ

Περσεφόνη τρηχεῖαν ἑὴν ἤμειψε μενοινήν,

καὶ σὲ νέκυν ζώγρησε κασιγνήτῳ Διονύσῳ.

οὐ θάνες, ὡς τέθνηκεν Ἀτύμνιος· οὐ Στυγὸς ὕδωρ,

οὐ φλόγα Τισιφόνης, οὐκ ἔδρακες ὄμμα Μεγαίρης·

ζώεις δ' εἰσέτι, κοῦρε, καὶ εἰ θάνες· οὐδέ σε Λήθης

κρύψεν ὕδωρ, οὐ ξυνὸς ἔχει τάφος· ἀλλὰ καὶ αὐτὴ

μορφὴν ὑμετέρην ᾐδέσσατο γαῖα καλύψαι·

ἀλλὰ φυτόν σε τέλεσσε πατὴρ ἐμὸς υἷα γεραίρων,

σὸν δέμας εἰς γλυκὺ νέκταρ ἄναξ ἤμειψε Κρονίων.

οὐ φύσις, ὡς γραπτοῖσι Θεραπναίοισι κορύμβοις,

αἴλινον ἀκλαύτοισι τεοῖς ἐχάραξε πετήλοις.

χροιὴν δ' ὑμετέρην καὶ ἐν ἔρνεσι, κοῦρε, φυλάσσεις·

σῶν μελέων ἀκτῖνα τεὴ κήρυξε τελευτή·

οὔ πώ σε προλέλοιπεν ἐρευθαλέη σέο μορφή.

ἀλλὰ τεοῦ θανάτου τιμήορος οὔ ποτε λήξω

θυομένῳ τεὸν οἶνον ἐπισπένδων ὀλετῆρι

ἀνδροφόνῳ. σὺ δὲ μῶμον Ἁμαδρυάδεσσιν ἀνάπτεις

σοῖς ἐρατοῖς πετάλοισιν· ἀπ' εὐόδμων δὲ κορύμβων

ἰκμάδες ὑμετέρων με περιπνείουσιν Ἐρώτων.

καρπὸν ἐγὼ μήλοιο πότε κρητῆρι κεράσσω;

νεκταρέῳ πότε σῦκον ἐπιστάξαιμι κυπέλλῳ;

σῦκον ὁμοῦ καὶ μῆλον ἔχει χάριν ἄχρις ὀδόντων.

οὐ δύναται φυτὸν ἄλλο τεαῖς σταφυλῇσιν ἐρίζειν·

οὐ ῥόδον, οὐ νάρκισσος ἐύχροος, οὐκ ἀνεμώνη,

οὐ κρίνον, οὐχ ὑάκινθος ἰσάζεται ἔρνεϊ Βάκχου,

ὅττι πολυτρίπτοιο νέαις λιβάδεσσιν ὀπώρης

σὸν ποτὸν ἄνθεα πάντα δεδέξεται· ἓν ποτὸν ἔσται

μιγνύμενον πάντεσσι, καὶ εἰς μίαν ἵξεται ὀδμὴν

ἄνθεσι παντοίοις κεκερασμένον· εἰαρινὴν γὰρ

κοσμήσει τεὸν ἄνθος ὅλην λειμωνίδα ποίην.

εἶξον ἐμοί, κλυτότοξε, πολυθρήνων ὅτι φύλλων

πενθαλέῳ μίτρωσας ἀπενθέα βόστρυχα δεσμῷ·

αἴλινα σοῖς πετάλοισι χαράσσεται· εἰ δ' ἐνὶ κήπῳ

στέμμα φέρει κλυτότοξος, ἐγὼ γλυκὺν οἶνον ἀφύσσω,

καὶ στέφος ἱμερόεν περιβάλλομαι, ἡδυπότην δὲ

ἔνδον ἐμῆς κραδίης ὅλον Ἄμπελον αὐτὸν ἀείρω.

εἶξον ἐρισταφύλῳ, κορυθαιόλος· αἱματόεις γὰρ

σπένδει λύθρον Ἄρηι, καὶ ἀμπελόεις Διονύσῳ

βότρυος οἰνωθέντος ἐρευθιόωσαν ἐέρσην.

Δηώ, ἐσυλήθης μετὰ Παλλάδος· οὐ γὰρ ἐλαῖαι

εὐφροσύνην τίκτουσι, καὶ οὐ στάχυς ἀνέρα θέλγει,

ὄγχνη καρπὸν ἔχει μελιηδέα, μύρτος ἀέξει

ἄνθεα κηώεντα, καὶ οὐ φρενοθελγέι καρπῷ

ἀνδρομέας ἀνέμοισιν ἀκοντίζουσι μερίμνας·

ὑμείων γενόμην πολὺ φέρτερος· ἡμετέρου γὰρ

οἴνου μὴ παρεόντος ἀτερπέα δεῖπνα τραπέζης,

οἴνου μὴ παρεόντος ἀθελγέες εἰσὶ χορεῖαι.

εἰ δύνασαι, γλαυκῶπι, τεῆς πίε καρπὸν ἐλαίης·

σὸν φυτὸν ἀγλαόδωρος ἐμὴ νίκησεν ὀπώρη,

ὅττι τεῷ λιπόωντι δέμας χρίουσιν ἐλαίῳ

ἄνδρες ἀεθλητῆρες ἀτερπέες, αἰνοπαθὴς δὲ

εὐνέτιν ἠὲ θύγατρα βαλὼν ξυνήονι πότμῳ,

ἢ τεκέων φθιμένων ἢ μητέρος ἢ γενετῆρος

ἀνὴρ πένθος ἔχων, ὅτε γεύσεται ἡδέος οἴνου,

στυγνὸν ἀεξομένης ἀποσείσεται ὄγκον ἀνίης.

Ἄμπελε, καὶ μετὰ πότμον ἐυφραίνεις φρένα Βάκχου·

πᾶσιν ἐμοῖς μελέεσσιν ἐγὼ σέο πῶμα κεράσσω.

ἀμφὶ δὲ δένδρεα πάντα κάτω νεύοντι καρήνῳ

εἴκελα λισσομένῳ κυρτούμενον αὐχένα κάμπτει,

ὑψιτενῆ δὲ πέτηλα γέρων ἐκλίνατο φοῖνιξ·

ἀμφὶ δὲ μηλείῃ τανύεις πόδας, ἀμφὶ δὲ συκῇ

χεῖρας ἐφαπλώσας ἐπερείδεαι, ὑμετέρην δέ,

δμωΐδες ὣς δέσποιναν, ἐλαφρίζουσιν ὀπώρην,

εὖτε τιταινομένων πετάλων ἑλικώδεϊ παλμῷ

ἀμφιπόλων ὑπὲρ ὦμον ἀνέρχεαι· ἀγχιφύτων δὲ

ἁβρὰ πολυσπερέων ἑτερόχροα φύλλα κορύμβων

οἷα σέθεν κνώσσοντος ἐπαιθύσσουσι προσώπῳ

αὔραις φειδομένῃσι καταψύχοντες ἀῆται,

λεπταλέην ἅτε λάτρις ἐθήμονα ῥιπίδα σείει,

ψυχρὸν ἑῷ βασιλῆι φέρων ποιητὸν ἀήτην.

εἰ δὲ μεσημβρίζουσαν ἄγεις Φαέθοντος ἀπειλήν,

σῆς σταφυλῆς προκέλευθος ἐτησιὰς ἔρχεται αὔρη

δίψιον εὐνάζουσα πυρώδεος ἀστέρα Μαίρης,

ὁππότε θερμαίνει σε θερειγενέος δρόμος Ὥρης

θάλπων Σειριόεντι πεπαινομένην δρόσον ἀτμῷ.

- ἔννεπε κυδιόων, προτέρας δ' ἔρριψε μερίμνας

φάρμακον ἡβητῆρος ἔχων εὔοδμον ὀπώρην.

- καὶ τὰ μὲν ἀμπελόεντος ἀείδεται ἀμφὶ κορύμβου,

πῶς πέλεν ἡβητῆρος ἐπώνυμος. ὑμνοπόλων δὲ

ἄλλη πρεσβυτέρη πέλεται φάτις, ὥς ποτε γαίῃ

οὐρανόθεν φερέκαρπος Ὀλύμπιος ἔρρεεν ἰχὼρ

καὶ τέκε Βακχιάδος σταφυλῆς ποτόν, ἐν σκοπέλοις δὲ

αὐτοφυὴς ἀκόμιστος ἀέξετο καρπὸς ὀπώρης·

οὔ πω δ' ἡμερὶς ἦεν ἐπώνυμος, ἀλλ' ἐνὶ λόχμαις

ἀγριὰς ἡβώουσα πολυγνάμπτοισιν ἑλίνοις

οἰνοτόκων βλάστησε φυτῶν εὐάμπελος ὕλη,

ὑγρὸν ἀναβλύζουσα βεβυσμένον ὄγκον ἐέρσης·

καὶ πολὺς ὄρχατος ἦεν, ὅπῃ, στοιχηδὸν ἀνέρπων,

σείετο φοινίσσων ἐπὶ βότρυϊ βότρυς ἀλήτης·

ὧν ὁ μὲν ἡμιτέλεστος ἑὰς ὠδῖνας ἀέξων

αἰόλα πορφύρων, ἑτερόχροϊ φαίνετο καρπῷ,

ὃς δὲ φαληριόων ἐπεπαίνετο σύγχροος ἀφρῷ,

καὶ πολὺς ὤθεεν ἄλλος ὁμόζυγα γείτονα γείτων

ξανθοφυής, ἕτερος δὲ φυὴν ἰνδάλλετο πίσσῃ

περκάζων ὅλον ἄνθος, ἀπ' οἰνοτόκων δὲ πετήλων

σύμφυτον ἀγλαόκαρπον ὅλην ἐμέθυσσεν ἐλαίην·

ἄλλου δ' ἀρτιχάρακτος ἐπέτρεχεν ὄμφακι καρπῷ

βότρυος ἀργυφέοιο μέλας αὐτόσσυτος ἀήρ,

ὄγκῳ βοτρυόεντι φέρων σφριγόωσαν ὀπώρην·

καὶ πίτυν ἀγχικέλευθον ἕλιξ ἔστεψεν ὀπώρης

συμφερτοῖς σκιόωσα περισκεπὲς ἔρνος ἰάμνοις,

καὶ φρένα Πανὸς ἔτερπε· τινασσομένους δὲ Βορῆι

ἀκρεμόνας πελάσασα παρ' ἀμπελόεντι κορύμβῳ

αἱμοβαφὴς ἐλέλιζε κόμην εὐώδεα πεύκη.

ἀμφὶ δέ μιν σκολιῇσι δράκων δινωτὸς ἀκάνθαις

λαρὸν ἐυρραθάμιγγος ἀμέλγετο νέκταρ ὀπώρης.

- καὶ βλοσυραῖς γενύεσσι ποτὸν Βακχεῖον ἀμέλξας,

βότρυος οἰνωθέντος ἐπιστάζων πόμα λαιμῷ,

πορφυρέῃ ῥαθάμιγγι δράκων φοίνιξεν ὑπήνην.

καὶ θεὸς οὐρεσίφοιτος ὄφιν θάμβησε δοκεύων

οἰνωπῇ ῥαθάμιγγι πεφυρμένον ἀνθερεῶνα·

καὶ στικταῖς φολίδεσσι μετάτροπον ὁλκὸν ἑλίξας

πετραίην βαθύκολπον ἐδύσατο γείτονα χειήν,

Εὔιον ἀθρήσας, ὄφις αἰόλος. εἰσορόων δὲ

Βάκχος ἐρευθαλέης ἐγκύμονα βότρυν ἐέρσης

ὀμφαίης ἐνόησε παλαίτερα θέσφατα Ῥείης.

καὶ σκοπέλους ἐλάχηνε, πεδοσκαφέος δὲ σιδήρου

θηγαλέῃ γλωχῖνι μυχὸν κοιλήνατο πέτρης·

λειήνας δὲ μέτωπα βαθυνομένων κενεώνων

τάφρον ἐυσταφύλοιο τύπον ποιήσατο ληνοῦ,

βότρυας ἀμώων νεοθηλέας ὀξέι θύρσῳ,

τεύχων ὀψιγόνοιο τύπον γαμψώνυχος ἅρπης.

- καὶ Σατύρων χορὸς ἦεν ὁμόστολος· ὧν ὁ μὲν αὐτῶν

λοξὸς ἔην τρυγόων, ὁ δὲ βότρυας ἄγγεϊ κοίλῳ

δέχνυτο τεμνομένους, ὁ δὲ σύμπλοκα φύλλα δαΐζων

χλωρὰ φιλακρήτων ἀπεσείσατο λύματα καρπῶν·

ἄλλος ἄτερ θύρσοιο καὶ εὐθήκτοιο σιδήρου

δεξιτερὴν ἀσίδηρον ἐπ' ἀκρεμόνεσσι τιταίνων

βότρυος εἱλικόεντος ἀπέκλασεν ἄκρα κορύμβου,

ὀκλάζων ἐπίκυρτον, ἐς ἄμπελον ὄμμα τιταίνων·

καὶ γλαφυρῷ κενεῶνι χυτὴν ἔστρωσεν ὀπώρην

ὀγκώσας σταφυλῇσι μεσόμφαλα νῶτα χαράδρης ...

βότρυας εἱλικόεντας ἐπασσυτέρους θέτο κόλπῳ

ἐκταδὸν ἔνθα καὶ ἔνθα, καὶ ὡς θημῶνας ἀλωῆς

πλήσας κόλπον ἅπαντα συνήγαγε κοιλάδι πέτρῃ,

καὶ σταφυλὴν ἐπάτησε ποδῶν βητάρμονι ταρσῷ.

καὶ Σάτυροι σείοντες ἐς ἠέρα θυιάδα χαίτην,

ἰσοφυὲς μίμημα διδασκόμενοι Διονύσου,

στικτὰ περισφίγξαντες ἐπωμίδι δέρματα νεβρῶν,

Βακχείης ἀλάλαζον ὁμογλώσσου μέλος ἠχοῦς,

ποσσὶ πολυσκάρθμοισι περιθλίβοντες ὀπώρην,

εὔιον ἀείδοντες· ἐρισταφύλοιο δὲ κόλπου

οἶνον ἀναβλύζοντος ἐπορφύροντο χαράδραι·

στεινομένη δὲ πόδεσσιν ἀμοιβαίοισιν ὀπώρη

λευκὸν ἐρευθαλέης ἀνεκήκιεν ἀφρὸν ἐέρσης.

καὶ βοέοις ἀρύοντο κεράασιν ἀντὶ κυπέλλων

μή πω φαινομένων, ὅθεν ὕστερον ἐξέτι κείνου

θέσκελον οὔνομα τοῦτο κεραννυμένῳ πέλεν οἴνῳ.

- καί τις ἀναβλύζων φρενοθελγέος ἰκμάδα Βάκχου

†καμπύλον ἴχνος ἔκαμψε ποδῶν ἑλικώδεϊ παλμῷ,

δεξιὸν ἐκ λαιοῖο μετήλυδα ταρσὸν ἀμείβων,

καὶ λασίας ἐδίηνε γενειάδας ἰκμάδι Βάκχου·

ἄλλος ἀνεσκίρτησε, μέθης δεδονημένος οἴστρῳ,

φρικτὸν ἀρασσομένης ἀίων μύκημα βοείης·

καί τις ἀκεσσιπόνοιο πιὼν ῥόον ἄσχετον οἴνου

κυανέην ῥοδόεντι ποτῷ πόρφυρεν ὑπήνην·

ἄλλος ἄνω τανύων σφαλερὴν ἐπὶ δένδρον ὀπωπὴν

ἡμιφανῆ σκοπίαζεν ἀνάμπυκα γείτονα Νύμφην,

καί νύ κεν ὑψιπέτηλον ὀρειάδος εἰς φυτὸν ὕλης

εἷρπεν ὀλισθηροῖο ποδὸς γαμψώνυχι ταρσῷ,

εἰ μή μιν Διόνυσος ἐρήτυεν· ἀμφὶ δὲ πηγὰς

ἄλλος ἐγερσινόοιο μέθης ἑτερόφρονι παλμῷ

ὑδρηλὴν ἐδίωκεν ἀνείμονα Νηίδα κούρην,

καί νύ κε νηχομένην λασίῳ πήχυνεν ἀγοστῷ,

εἰ μή μιν φθαμένη βυθίῳ κεκάλυπτο ῥεέθρῳ.

μούνῳ δ' οἰνοποτῆρι Διωνύσῳ πόρε Ῥείη

λυσσαλέης ἀμέθυστον ἀλεξήτειραν ἀνάγκης.

- πολλοὶ δ' εὐκεράων Σατύρων φιλοπαίγμονι ταρσῷ

εἰς χορὸν οἰστρηθέντες ἐκώμασαν· ὧν ὁ μὲν αὐτῶν

θερμὸν ἔχων νέον οἶστρον ὑπὸ φρένα, πομπὸν Ἐρώτων,

πήχεϊ λαχνήεντι μέσην ἠγκάσσατο Βάκχην·

ὃς δὲ νοοπλάγκτοιο μέθης δεδονημένος οἴστρῳ

παρθενικῆς ἀγάμοιο σαόφρονος ἥψατο μίτρης,

αὐερύων δ' ἐπὶ κύπριν ἀπειθέος εἵματα νύμφης

χειρὶ †ὀπισθοδότῳ ῥοδέων ἐπαφήσατο μηρῶν·

καί τις ἀναινομένην ἀνεσείρασε μύστιδα κούρην

λαμπάδα νυκτιχόρευτον ἀναπτομένην Διονύσῳ·

ὃς δὲ περὶ στέρνοις πεφιδημένα δάκτυλα βάλλων

οἰδαλέην ἔθλιψεν ἀκαμπέος ἄντυγα μαζοῦ.

- καὶ γλυκερῆς Διόνυσος ἑῆς μετὰ κῶμον ὀπώρης

δύσατο κυδιόων Κυβεληΐδος ἄντρα θεαίνης,

κλήματα βοτρυόεντα φιλανθέι χειρὶ τιταίνων,

Μαιονίην τ' ἐδίδαξεν ἑὴν ἄγρυπνον ἑορτήν.