1946 159 1 0 0 0 V d. C. Epica Nonnus XXX Dionysiaca Keydell, R., Berlin, Weidmann, 1959. 23

ΝΟΝΝΟΥ ΔΙΟΝΥΣΙΑΚΩΝ ΤΡΙΑΚΟΣΤΟΝ - XXX

- Ὣς ὁ μὲν ἑπτάζωνον ἐς οὐρανὸν ἔδραμεν Ἄρης

ζηλήμων, βαρύμηνις. ἐς ὑσμίνην δὲ χορεύων

θαρσήεις Διόνυσος ἐπέχραεν αἴθοπι λαῷ,

πῇ μὲν ἐνὶ πρώτοισι θορὼν ἐνοσίχθονι παλμῷ,

πῇ δὲ μέσος προμάχοισιν· ἀκοντιστῆρι δὲ θύρσῳ

κυανέης ἤμησε θαλύσια δηϊοτῆτος·

καὶ Σατύρους θάρσυνεν ἐς ἄρεα Δηριαδῆος,

δυσμενέος δὲ φάλαγγος ἐμαίνετο φῦλα δαΐζων.

ὡς ἴδε Βάκχος Ἄρηα λελοιπότα φύλοπιν Ἰνδῶν·

ἄλλῳ δ' ἄλλος ἔριζε. κορυμβοφόρου δὲ κυδοιμοῦ

δεξιτερὸν στόμα λάβρον ἐπιτρέψας Διονύσῳ

λαιὸν Ἀρισταῖος κέρας ἔτρεχε δηϊοτῆτος.

- καὶ Βρομίου θεράποντας ὀπιπεύων ἔτι Μορρεὺς

μαρναμένους πετάλοισι καὶ ἀνθεμόεντι βελέμνῳ

ἄφρονι Δηριάδῃ πολυθαμβέα ῥήξατο φωνήν·

- Δηριάδη, τί τὸ θάμβος; ἐμοὶ πίπτουσι μαχηταί,

βαλλόμενοι θύρσοισι καὶ οὐτιδανοῖσι πετήλοις,

ὁπλοφόρους δ' ὀλέκουσιν ἀνάσπιδες· ἀκλινέες δὲ

Βασσαρίδες, πελέκεσσι καὶ ἀμφιπλῆγι μαχαίρῃ

τυπτόμεναι, μίμνουσιν ἀνούτατοι. εἰ θέμις εἰπεῖν,

καὶ σύ, λιπών, σκηπτοῦχε, τεὴν χαλκήλατον αἰχμὴν

οἴνοπα θύρσον ἄειρε μιαιφόνον, ὅττι σιδήρου

δυσμενέες πολὺ μᾶλλον ἀριστεύουσι κορύμβοις.

οὔ ποτε τοῖον ὄπωπα μόθου τύπον· οὐτιδανοὶ δὲ

θύρσοι ἀκοντιστῆρες ἀρείονές εἰσιν ἀκόντων.

δὸς καὶ ἐμοὶ κλονέειν χλοερὸν βέλος· ἡμέτεροι γὰρ

ἀπτολέμου νάρθηκος ἐνικήθησαν ὀιστοί·

δός μοι ξανθὰ πέδιλα φορήμεναι, ὅττι καὶ αὐταὶ

ἀρραγέες κνημῖδες ὑπεκλίνοντο κοθόρνοις.

τί πλέον, εἰ χάλκειον ἔχω σάκος, εὖτε γυναῖκες

μᾶλλον ἀριστεύουσιν ἀτευχέες, ἐν δὲ κυδοιμοῖς

κύμβαλα δινεύουσι, καὶ ὀκλάζουσι μαχηταί,

καὶ στεφάνοις τρυφάλεια καὶ εἴκαθε νεβρίδι θώρηξ;

πολλάκι δ' ἀντικέλευθος ἀνουτήτου Διονύσου

ὠισάμην ἄρρηκτον ἀνασχίσσαι κενεῶνα,

πέμπων εὔσκοπα δοῦρα, καὶ ὡς ἔψαυε Λυαίου,

ὀξυβελὴς ἄγναμπτος ἐκάμπτετο χαλκὸς ἀκόντων.

- ὣς φαμένου μείδησεν ἄναξ θρασύς, ἀμφὶ δὲ γαμβρῷ

ὄμματα λοξὰ τίταινε χόλου κήρυκι σιωπῇ·

καί οἱ ἀπειλήτειραν ἀπερροίβδησεν ἰωήν·

- τί τρομέεις Διόνυσον ἀτευχέα, νήπιε Μορρεῦ;

ἡδὺς ὁ δειμαίνων Σατύρων παίζουσαν ἐνυώ.

- ὣς φάμενος θάρσυνεν ἀταρβέι γαμβρὸν ἀπειλῇ.

καὶ Βρομίου προμάχοισι πέλωρ ἐκορύσσετο Μορρεύς·

οὔτασε δ' Εὐρυμέδοντα, μέσον βουβῶνα χαράξας

ἔγχεϊ φοινήεντι· διαΐσσουσα δὲ μηροῦ

πιαλέην τάμε σάρκα λιπόχροα θυιὰς ἀκωκή·

γούνατι δ' ὀκλάζοντι χαμαὶ πέσε. χαλκοχίτων δὲ

Ἄλκων οὐκ ἀμέλησε κασιγνήτοιο πεσόντος,

ἀλλὰ βιαζομένῳ πρόμος ἤλυθεν ἔγχος ἀείρων

καὶ σάκος εὐδίνητον· ὅλον δ' ἐκάλυπτε μαχητήν,

ἀσπίδι πυργώσας δέμας ἀνέρος, ἀντιβίοις δὲ

σείων ἔνθα καὶ ἔνθα παλινδίνητον ἀκωκὴν

γνωτῷ γνωτὸς ἄμυνε· καὶ οὐταμένῳ περιβαίνων,

οἷα περὶ σκύμνοισι λέων, βρυχήσατο λαιμῷ,

χείλεϊ λυσσήεντι χέων Κορυβαντίδα φωνήν.

καί μιν ὀπιπεύων κυκλούμενον ἴδμονι ταρσῷ

γνωτοῦ κεκλιμένοιο προασπιστῆρα Καβείρου

ἰσοφυὴς Τυφῶνι πέλωρ βακχεύετο Μορρεύς,

γνωτοῖς διχθαδίοις κεκορυθμένος, ὄφρα κε μήτηρ

δίζυγα δακρύσειεν ὀλωλότα τέκνα Καβειρώ,

ἐς μίαν ἠριγένειαν ἑνὶ δμηθέντα σιδήρῳ.

καί νύ κεν ἀμφοτέρους ἰσοελκέι δῶκεν ὀλέθρῳ,

ἀλλὰ διὰ στομάτων βεβιημένον ἄσθμα τιταίνων

Λήμνιον Εὐρυμέδων γενέτην ἐκαλέσσατο φωνῇ·

- ὦ πάτερ, ἐργοπόνοιο πυρίπνοε κοίρανε τέχνης,

δός μοι ὀφειλομένην προτέρην χάριν, ὁππότε μούνη

Σικελίην τρικάρηνον ἁλωιὰς ἥρπασε Δηώ,

δῶρα καλυπτομένης ὀπτήρια Περσεφονείης,

Ἑσπερίους δ' ἀνέκοψε τεοὺς φυσήτορας ἀσκοὺς

καὶ πλατὺν ἐσχαρεῶνα καὶ ἅρπαγα σεῖο πυράγρην·

ἀλλά μιν ἐπτοίησα προασπίζων γενετῆρος,

ἄκμονος ὑμετέροιο βοηθόος· ἐξ ἐμέθεν δὲ

σῷ Σικελῷ σπινθῆρι μέλας θερμαίνεται ἀήρ.

ῥύεό μοι σέο παῖδα, τὸν ἄγριος οὔτασε Μορρεύς.

- εἶπε, καὶ οὐρανόθεν πυρόεις Ἥφαιστος ὀρούσας

σύγγονον ἀμφελέλιζε πολυσχιδὲς ἁλλόμενον πῦρ,

δινεύων παλάμῃ πυρόεν βέλος· ἀμφὶ δὲ δειρὴν

Μορρέος αὐτοέλικτος ἑλίσσετο πυρσὸς ἐχέφρων,

αὐχένι μιτρώσας πυριθαλπέος ὅρμον ἀνάγκης

εἰλυφόων· πυρόεν δὲ μετὰ στέφος ἀνθερεῶνος

ταρσὸν ἐς ἐσχατόωντα θορὼν ἐπιβήτορι παλμῷ

ἀμφὶ πόδα προμάχοιο πυρίπλοκον ἔπλεκε σειρήν,

σείων ἐν δαπέδῳ σταθερὸν σέλας ἅλματι πεζῷ·

θερμάνθη δὲ κάρηνον ἀναπτομένης τρυφαλείης.

καί νύ κεν ἐπρήνικτο τυπεὶς φλογόεντι βελέμνῳ,

εἰ μὴ Δηριάδαο πατὴρ ἤμυνεν Ὑδάσπης·

ἧστο γὰρ ὑσμίνην δεδοκημένος ὑψόθι πέτρης,

ταυροφυὴς νόθον εἶδος ἔχων βροτοειδέι μορφῇ·

ὅς μιν ἀνεζώγρησε χέων ἀντίπνοον ὕδωρ,

ψύχων θερμὸν ἄημα πυριβλήτοιο προσώπου,

λύματα τεφρήεντα διασμήχων τρυφαλείης·

Μορρέα δ' ἁρπάξας ζοφερῇ χλαίνωσεν ὀμίχλῃ,

πορφυρέῃ νεφέλῃ κεκαφηότα γυῖα καλύψας,

μή μιν ἀποκτείνειε σελασφόρος ἀμφιγυήεις,

Λήμνιον αἰθύσσων θανατηφόρον ἁπτόμενον πῦρ,

μὴ προτέρου φθιμένοιο γέρων φιλότεκνος Ὑδάσπης

γαμβρὸν ἴδῃ πάλιν ἄλλον ὀλωλότα Δηριαδῆος,

μηδὲ μόρον Μορρῆος ἅμα κλαύσειεν Ὀρόντῃ.

- πυρσοφόρος δ' Ἥφαιστος ὅλους ἐδίωκε μαχητὰς

ἱσταμένους περὶ παῖδα νεούτατον, ὑψόθι δ' ὤμου

υἱὸν ἐλαφρίζων ἐπερείσατο γείτονι φηγῷ,

νόσφιν ἀπὸ φλοίσβοιο, καὶ ἐζώγρησε πεσόντα,

οὐταμένῳ βουβῶνι φερέσβια φάρμακα πάσσων.

- οὐδὲ μόθου προτέροιο λελασμένος ἔπλετο Μορρεύς·

ἀλλὰ πάλιν κεκόρυστο φυγὼν πυρόεσσαν ἐνυὼ

καὶ πρόμον ἀστράπτοντα καὶ αἰθαλόεσσαν ἀκωκήν·

καὶ Φλογίον Στροφίοιο πολύστροφον υἷα κιχήσας

ἔκτανεν, ὀρχηστῆρα φιλοσκάρθμου Διονύσου,

ὅς τις ἀδακρύτοιο παρ' εἰλαπίνῃσι Λυαίου

ἀντιτύπων ἐλέλιζε πολύτροπα δάκτυλα χειρῶν,

καὶ θάνατον Φαέθοντος ἐχέφρονι χειρὶ χαράσσων

δαιτυμόνας ποίησεν ἀήθεα δάκρυα λείβειν,

ψευδαλέου Φαέθοντος ἐπικλαίοντας ὀλέθρῳ·

καὶ νέον αἰθαλόεντα καὶ αὐτοκύλιστον ὑφαίνων

θαμβαλέον πόρε πένθος ἀπενθήτῳ Διονύσῳ.

τοῦτον ἰδὼν σκαίροντα δορυσσόος ἔννεπε Μορρεύς·

- ἀλλοῖος χορὸς οὗτος, ὃν ἔπλεκες ἄγχι τραπέζης·

ὀρχηθμὸν γελόωντα παρὰ κρητῆρι τιταίνων

ὀρχηθμὸν στονόεντα πόθεν κατὰ δῆριν ὑφαίνεις;

εἰ δὲ καὶ οἶστρος ἔχει σε χοροστασίης Διονύσου,

Ἄιδι μυστιπόλευε, καὶ οὐ γύψοιο χατίζεις

αὐτοβαφῆ μεθέπων κεκονιμένα κύκλα προσώπου·

ἢν ἐθέλῃς δέ, χόρευε φιλοθρήνῳ παρὰ Λήθῃ,

Περσεφόνη δ' ἀγέλαστος ἀγαλλέσθω σέο μολπῇ.

- ἔννεπε κυδιόων, καὶ ἐπέδραμεν ἶσος ἀέλλῃ,

Σιληνοὺς δ' ἐφόβησεν. ἀμαιμακέτῳ δὲ μαχητῇ

Τέκταφος ὡμάρτησε σακεσπάλος, ὅν ποτε δήσας

Δηριάδης ἔκρυψεν ἔσω γλαφυροῖο βερέθρου.

οὐδὲ φυγεῖν μόρον εὗρε τὸ δεύτερον· ἐν γὰρ ἀνάγκῃ

τίς δύναταί ποτε πότμον ἀπ' ἀνέρος ἐχθρὸν ἐρύκειν,

νηλὴς πανδαμάτειρα θανεῖν ὅτε Μοῖρα κελεύει;

οὐ γὰρ Τέκταφον εὗρε δόλος θνήσκοντα σαῶσαι,

ὃς τότε λυσσώων στρατιὴν ἐδίωξε Λυαίου,

εὐκεράων Σατύρων φιλοπαίγμονα γυῖα δαΐζων·

ἐγρεμόθου δ' ἤμησε Πυλαιέος ἀνθερεῶνα,

Ὀνθυρίου δὲ μέτωπον ἀφειδέι τύψε μαχαίρῃ,

καὶ Πίθον εὐρύστερνον ἀπηλοίησε σιδήρῳ.

καί νύ κεν ἄλλον ὅμιλον ἐπασσυτέρων κτάνε Βάκχων,

ἀλλά μιν Εὐρυμέδων ταχὺς ἔδρακε, καί οἱ ὑπέστη

δίστομον ἀντιβίην Κορυβαντίδα χειρὶ τινάσσων·

ἔθλασε δ' ἄκρα μέτωπα· διχαζομένου δὲ καρήνου

ὄρθιος αἱμαλέης ἀνεκήκιεν αὐλὸς ἐέρσης·

καὶ πρόμος εἰς χθόνα πῖπτε, περιρραίνων δὲ κονίην

ἡμιθανὴς κεκύλιστο, πεδοσκαφέος δὲ μελάθρου

ἀρχαίην κακότητα καὶ ὁπλοτέρης λίνα Μοίρης

ἔστενε, καὶ δολίου μεμνημένος εἰσέτι φίλτρου

παιδὸς ἀλεξικάκου κινυρῇ βρυχήσατο φωνῇ,

τοῦ δὲ κινυρομένοιο κατέρρεε δάκρυα μύθῳ·

- μῆτερ ἐμὴ καὶ μαῖα, δολοπλόκε δύσγαμε κούρη,

τίπτε μοι οὐ σχεδὸν ἦλθες, ὅτ' ἐγγύθεν ἦλθον ὀλέθρου;

νῦν πόθεν οὐ χραίσμησας ἐμοὶ πάλιν, ἄτρομε κούρη;

πῇ σέο φίλτρον ἔβη φυσίζοον; ἦ ῥα φυλάσσεις

πιστὰ τεῷ ζώοντι καὶ οὐ θνήσκοντι τοκῆι;

εἰ δόλος ἐξ Ἀίδαο δυνήσεται ἄνδρα κομίζειν,

δίζεό μοι δόλον ἄλλον ἀρείονα, δίζεο βουλὴν

κερδαλέην θανάτοιο, μετὰ χθονίους κενεῶνας

ὄφρα πύλας Ἀίδαο καὶ ἐν πολέμοισιν ἀλύξω,

εἰ πέλε νόστιμος οἶμος ἀνοστήτοιο βερέθρου.

- τοῖον ἔπος μόγις εἶπε, καὶ οὐκέτι πείθετο φωνή.

καὶ γενέτην ὁρόωσα νεούτατον ὑψόθι πύργου

οἰκτρὴ ποικιλόδακρυς ἀνέβλυε πενθάδα φωνὴν

Ἠερίη· σκολιὴν δὲ κόμην ᾔσχυνε κονίῃ,

στήθεα γυμνώσασα δαϊζομένοιο χιτῶνος,

καὶ κεφαλὴν ἤρασσεν· ἀνηκούστῳ δὲ τοκῆι,

οἷά περ εἰσαΐοντι, τόσην ἐφθέγξατο φωνήν·

- υἱὲ πάτερ βαρύποτμε γαλακτοφόρου σέο κούρης,

σήμερον ἀπνεύστοις ἐπὶ χείλεσι σεῖο θανόντος

ποῖον ἔχω γλάγος ἄλλο φερέσβιον, ᾧ ἔπι δειλὴ

ψυχὴν ὑμετέρην παλινάγρετον εἰς σὲ κομίσσω;

ποῖον ἐγὼ πάλιν ἄλλον ἀρηγόνα μαζὸν ὀρέξω;

αἴθε καὶ Ἀιδονῆα δυνήσομαι ἠπεροπεύειν.

σοί, πάτερ, ἓν γέρας ἄλλο φυλάσσεται· οὐ γὰρ ἐάσσω

μοῦνον ἐνὶ φθιμένοις σε· σὺ δὲ κταμένης σέο κούρης

δέξο καὶ αὐχένος αἷμα μετὰ προτέρου γάλα μαζοῦ.

ἔλθετε, Δηριάδαο φυλάκτορες, ἀντὶ δὲ κείνου

δείξατέ μοι μυχὸν ἄλλον ἔσω χθονός, ἧχι μολοῦσα

νεκρὸν ἐμὸν γενετῆρα πάλιν ζώοντα τελέσσω.

οὐκ Ἀίδης φυλάκεσσιν ὁμοίιος, ὄφρα τελέσσω

λυσίπονον δόλον ἄλλον ἀοσσητῆρα τοκῆος.

ἤθελον ἆορ ἐκεῖνο μιαιφόνον, ὄφρα δαμείην

πατροφόνῳ βαρύθυμος ὀλισθήσασα σιδήρῳ.

οὗτος, ὃς ἡμετέρου κεφαλὴν ἔτμηξε τοκῆος,

κτεῖνε καὶ Ἠερίην μετὰ Τέκταφον, ὄφρα τις εἴπῃ·

'καὶ γενέτην καὶ παῖδα μιῇ πρήνιξε μαχαίρῃ'.

- ἔννεπε δακρυχέουσα· πόνος δ' ἠέξετο μείζων

καὶ διδύμαις στρατιῇσιν ἐπερρίπιζεν ἐνυώ.

Ταιναρίδην δ' ἔκτεινε Δασύλλιον ἄορι Μορρεύς,

μή ποτε δυσμενέεσσιν ἀπορρίψαντα βοείην,

ἀντιβίοις ἀτίνακτον Ἀμυκλαῖον πολιήτην,

γναθμοῦ δεξιτεροῖο παρ' ὀστέον ἔγχος ἐρείσας.

ἔκτανε δ' Ἀλκιμάχειαν ὀρίδρομον, εἰν ἑνὶ θεσμῷ

ἠνορέην καὶ κάλλος ὑπέρτερον ἥλικος ἥβης,

κούρην Ἁρπαλίωνος ἐρισταφύλοιο τοκῆος,

ἣ πέλε τολμήεσσα καὶ εἰς δόμον ἤλυθεν Ἥρης

κισσὸν ἀερτάζουσα, τὸν Ἀργολὶς ἔστυγε δαίμων,

ὅσσον ἐρευθιόωσαν ἐθήμονα φίλατο ῥοιήν·

καὶ βρέτας εὐποίητον ἐμάστιεν οἴνοπι θύρσῳ,

χάλκεον ἀμπελόεντι δέμας πλήσσουσα κορύμβῳ,

μητρυιὴν βαρύμηνιν ἀτιμάζουσα Λυαίου.

οὐδὲ χόλον δασπλῆτα †καθαψαμένης φύγεν Ἥρης

Λημνιὰς Ἀλκιμάχεια θεημάχος· ἀλλ' ἐνὶ γαίῃ

ὀθνείῃ κτερέιστο, μετὰ πτολέμους δὲ τοκῆα

οὐκ ἴδεν Ἁρπαλίωνα τὸ δεύτερον, οὐκ ἴδε πάτρην,

Λῆμνον Ἰησονίης νυμφήιον Ὑψιπυλείης·

ἀλλὰ παρὰ ξείνοισι χυτῇ κεκάλυπτο κονίῃ,

πότμον ἀμειβομένη τιμήορον. ἆ μέγα δειλή,

ἤμβροτεν Ἁρπαλίωνος, ἐνοσφίσθη δὲ Λυαίου.

- οὐδὲ δαϊζομένης ζαμενὴς ἐκορέσσατο Μορρεὺς

Μαινάδος Ἀλκιμάχης θεοπαίγμονος· ἀλλὰ καὶ αὐτὴν

Ἤλιδα ναιετάουσαν Ὀλύμπιον οὖδας ἀρούρης

Ἀλφειοῦ παρὰ χεῦμα φιλοστεφάνου ποταμοῖο

ἔκτανε Κωδώνην ἔτι παρθένον. ἵλατε, Μοῖραι,

οὐ πλοκάμους ἐλέαιρε μαραινομένοιο καρήνου,

οὐ ῥοδέην ἀκτῖνα κονιομένοιο προσώπου·

οὐδὲ περὶ στέρνοισιν ἴσον τροχοειδέι μήλῳ

μαζὸν ἰδὼν ἐλέαιρεν, ἀκαμπέα κέντορα μίτρης,

οὐδὲ βαθυνομένοιο τομὴν ᾐδέσσατο μηροῦ,

ἀλλὰ τόσον κτάνε κάλλος ἀώριον· οὐταμένη δὲ

ἡ μὲν ἐπὶ χθονὶ πῖπτεν· ἀπειρεσίας δὲ διώκων

Μαινάδας εὐπέπλους κορυθαιόλος ἔκτανε Μορρεύς·

Εὐρυπύλην Στερόπην τε Σόην τ' ἤμησε μαχαίρῃ,

καὶ Σταφύλην ἐδάιξεν, ἐρευθαλέην τε Γιγαρτὼ

οὔτασε, καὶ ῥοδόεντος ὑπὲρ μαζοῖο τορήσας

στέρνα Μελικταίνης φονίῳ πόρφυρε σιδήρῳ.

- καὶ φθονεροὶ Τελχῖνες ἐπεστρατόωντο κυδοιμῷ,

ὃς μὲν ἔχων ἐλάτην περιμήκετον, ὃς δὲ κρανείης

θάμνον ὅλον πρόρριζον, ὁ δὲ πρηῶνος ἀράξας

ἄκρον ἀπηλοίησε καὶ ἐς μόθον ἤιεν Ἰνδῶν

λᾶαν ἀκοντιστῆρα μεμηνότι πήχεϊ σείων.

- Ἥρη δ' ἀλλοπρόσαλλος ἐπιβρίζουσα Λυαίῳ

δῶκε μένος καὶ θάρσος ἀγήνορι Δηριαδῆι,

καί οἱ ἀριστεύοντι σελασφόρον ὤπασεν αἴγλην

εἰς φόβον ἀντιβίοισι· κορυσσομένου δὲ φορῆος

ἀσπίδος Ἰνδῴης ἀμαρύσσετο φοίνιος αἴγλη,

καὶ κυνέης σελάγιζεν ὑπὲρ λόφον ἁλλομένη φλόξ.

καὶ θρασὺς ἔτρεμε Βάκχος, ὅπως ἴδε Δηριαδῆος

ὀμφαλὸν ἀστράπτοντα πυριβλήτοιο βοείης

καὶ σέλας ἠερόφοιτον ἀναπτομένης τρυφαλείης·

τὸν μὲν ἰδὼν Διόνυσος ἐθάμβεεν, οὐδέ οἱ ἔτλη

ἀντιάσαι, νοέων δὲ κορυσσομένης δόλον Ἥρης

ποσσὶν ἀναινομένοισιν ἐχάζετο δηϊοτῆτος.

- καὶ τότε θαρσήεντες ἐπὶ κλόνον ἤιον Ἰνδοί,

ὑσμίνην Βρομίοιο λελοιπότος· εἰσορόων δὲ

Δηριάδης ἐδάϊζεν ἐπασσυτέρων στίχα Βάκχων

ἐγχείην ἑκάτερθε παλινδίνητον ἑλίσσων.

- ἀσχαλόων δ' Ἰόβακχος ἀνήιεν εἰς ῥάχιν ὕλης,

καὶ κλονέειν ἀνέμοισιν ἐπέτρεπεν ἐλπίδα χάρμης,

μητρυιῆς τρομέων χόλον ἄγριον. ἦλθε δ' Ἀθήνη

οὐρανόθεν· πρὸ γὰρ ἧκε διάκτορον ὑψιμέδων Ζεύς,

γνωτὸν ὅπως φεύγοντα, φόβῳ δεδονημένον Ἥρης,

εἰς ἐνοπὴν ἐρύσειε μεταστρέψαντα μενοινήν·

στῆ δ' ὄπιθεν, ξανθῆς δὲ κόμης ἐδράξατο Βάκχου,

μούνῳ φαινομένη βλοσυρὴ θεός· ἐκ δὲ προσώπου

μαρμαρυγὴν πυρόεσσαν ἀνηκόντιζον ὀπωπαί·

καὶ νοεροὺς σπινθῆρας ἐπιπνείουσα Λυαίῳ

μεμφομένῃ κοτέουσα φιλοπτολέμῳ φάτο φωνῇ·

- πῇ φεύγεις, Διόνυσε; τί σοι φόβος ἀντὶ κυδοιμοῦ;

πῇ σέθεν ἄλκιμα θύρσα καὶ ἀμπελόεντες ὀιστοί;

ἀμφὶ σέθεν τίνα μῦθον ἐμῷ Κρονίωνι βοήσω;

ποῖον ἴδον κατὰ δῆριν ὀλωλότα κοίρανον Ἰνδῶν;

ζώει Δηριάδης καὶ μάρναται εἰσέτι Μορρεύς.

ποίην δ' οὐρανίην ἐπεδείκνυες ἔμφυτον ἀλκήν;

ἢ Λιβύης ἐπέβης; ἢ Περσέος εἶχες ἀγῶνα;

ἢ Σθεννοῦς ἴδες ὄμμα λιθώπιδος ἠὲ καὶ αὐτῆς

δύσμαχον Εὐρυάλης μυκώμενον ἀνθερεῶνα;

ἢ πλοκάμους ἐνόησας ἐχιδνοκόμοιο Μεδούσης,

καί σε πολυσπερέων περιδέδρομε χάσμα δρακόντων;

οὐ Σεμέλη τέκε παῖδα μαχήμονα· Γοργοφόνον δὲ

ἄξιον υἷα λόχευσεν ἐμοῦ Διὸς Ἀκρισιώνη·

οὐ γὰρ ἐμὴν δρεπάνην πτερόεις ἀπεσείσατο Περσεύς,

Ἑρμείαν δὲ γέραιρεν ἑῶν δωτῆρα πεδίλων.

γείτονα μάρτυν ἔχω πετρώδεα θῆρα θαλάσσης·

εἴρεό μοι Κηφῆα, τά περ κάμε Περσέος ἅρπη·

ἀντολίην δ' ἐρέεινε καὶ ἕσπερον· ἀμφότερον γάρ,

Νηρεΐδες τρομέουσι τὸν Ἀνδρομέδης παρακοίτην,

Ἑσπερίδες μέλπουσι τὸν ἀμητῆρα Μεδούσης.

Αἰακὸς ἀπτοίητος ὁμοίιος οὐ πέλε Βάκχῳ,

οὐ φύγε Δηριάδην, οὐκ ἔτρεμε φύλοπιν Ἰνδῶν.

χθιζὰ πάλιν σε φόβησεν Ἄραψ πρόμος· ἐξέτι κείνου

ἅζομαι Ἄρεα θοῦρον ἰδεῖν γενετῆρα Λυκούργου,

ἀδρανίην βοόωντα φυγοπτολέμου Διονύσου.

σὸς καὶ ἐμὸς γενέτης οὐκ ἔτρεμε δηϊοτῆτα,

εὖτε θεοὶ Τιτῆνες ἐθωρήχθησαν Ὀλύμπῳ.

ποίην Ὀρσιβόην ληΐσσαο δεσπότιν Ἰνδῶν;

Χειροβίην οὐκ εἶδε δορικτήτην σέο Ῥείη.

ἱλήκοι Διὸς εὖχος, ἀδελφεὸν οὔ σε καλέσσω

Δηριάδην φεύγοντα καὶ ἀπτολέμων γένος Ἰνδῶν.

ἀλλὰ λαβὼν σέο θύρσα πάλιν μιμνήσκεο χάρμης,

καὶ στρατιῆς προμάχιζε, κορυσσομένῃσι δὲ Βάκχαις

ὄψεαι εὐθώρηκα συναιχμάζουσαν Ἀθήνην,

αἰγίδα κουφίζουσαν ἀνούτατον ὅπλον Ὀλύμπου.

- ὣς φαμένη Βρομίῳ μένος ἔμπνεεν· αὐτὰρ ὁ θυμῷ

θαρσήεις πολέμιζε τὸ δεύτερον, ἐσσομένης δὲ

νίκης ἐλπίδα πᾶσαν ἐπέτρεπε Τριτογενείῃ.

- ἔνθα τίνα πρῶτον, τίνα δ' ὕστατον ἔκτανε Βάκχος,

ὁππότε μιν θάρσυνε μόθων ἀκόρητος Ἀθήνη;

κτεῖνε μὲν ἀντιβίων ἑκατοντάδα νηλέι θύρσῳ,

πολλοῖς δ' ἕλκος ὄπασσε πολύτροπον ἔγχεϊ τύπτων

ἠὲ φυτῶν ἑλίκεσσιν ἢ εὐόρπηκι κορύμβῳ,

ἢ λίθον αἰχμάζων κραναὸν βέλος· οἱ δὲ τυπέντες

δαιμονίῃ καναχηδὸν ἐβακχεύθησαν ἱμάσθλῃ.

Φρίγγου δ' οὔτασεν ὦμον ἀριστερὸν ὀξέι θύρσῳ·

ὃς δὲ θορὼν ἀκίχητος ἐχάζετο· τὸν δὲ φυγόντα

θηγαλέῳ βουπλῆγι κατεπρήνιξε Μελισσεύς.

Ἐγρετίῳ δ' ἐπόρουσε φιλεύιον ἔγχος ἑλίσσων

θυρσομανὴς Διόνυσος ἑκηβόλος· ἱπταμένη δὲ

Βακχιὰς ἐρροίζησε δι' ἠέρος ἔγχεος αἰχμὴ

ἄνδρα βαλεῖν ἐθέλουσα, καὶ Ἐγρετίοιο φυγόντος ...

ἔχραε Βωλίγγεσσι, καὶ ἐγρεμόθους Ἀραχώτας

εἰς φόβον ἐπτοίησε· φιλακρήτῳ δὲ πετήλῳ

φρικτὰ δοριθρασέων ἐδαΐζετο φῦλα Σαλαγγῶν·

καὶ στρατὸς ἐπτοίητο φερεσσακέων Ἀριηνῶν·

καὶ προμάχους Φρίγγοιο καὶ Ἐγρετίοιο διώκων

Εὔιος ἐπτοίησεν ὅλον στρατὸν Οὐατοκοίτην·

καὶ Λύγον αἱματόεντος ἀπεστυφέλιξε κυδοιμοῦ

ἀλκήεις Ἰόβακχος· ἐφεδρήσσοντα δὲ δένδρῳ

οὔτασε Μειλανίωνα δολοπλόκον οἴνοπι θύρσῳ,

Βασσαρίδας κρυφίοισιν ὀιστεύοντα βελέμνοις·

ἀλλά μιν ἐζώγρησεν ἀπήμονα δύσμαχος Ἥρη,

ὅττι δόλῳ κεκόρυστο καὶ ἔχραε πολλάκι Βάκχαις

κρυπταδίοις πολέμοισιν· ἀεὶ δέ μιν ἔκρυφε πέτρη

ἢ φυτὸν ὑψικάρηνον ὑποκρυφθέντα πετήλοις,

ἀνέρας ἀφράστοισιν ὀιστεύοντα βελέμνοις.

- Ἰνδοὶ δ' ἀνδροφόνοιο μετεσσεύοντο κυδοιμοῦ

ἠνορέην τρομέοντες ἀνικήτου Διονύσου.