ΑΙΣΧΙΝΑΣ Χαίρειν πολλὰ τὸν ἄνδρα Θυώνιχον. ΘΥΩΝΙΧΟΣ ἄλλα τοιαῦτα
Αἰσχίνᾳ. ὡς χρόνιος. ΑΙ. χρόνιος. ΘΥ. τί δέ τοι τὸ μέλημα;
ΑΙ. πράσσομες οὐχ ὡς λῷστα, Θυώνιχε. ΘΥ. ταῦτ' ἄρα λεπτός,
χὠ μύσταξ πολὺς οὗτος, ἀυσταλέοι δὲ κίκιννοι.
τοιοῦτος πρώαν τις ἀφίκετο Πυθαγορικτάς,
ὠχρὸς κἀνυπόδητος· Ἀθαναῖος δ' ἔφατ' ἦμεν.
ΑΙ. ἤρατο μὰν καὶ τῆνος; ΘΥ. ἐμὶν δοκεῖ, ὀπτῶ ἀλεύρω.
ΑΙ. παίσδεις, ὠγάθ', ἔχων· ἐμὲ δ' ἁ χαρίεσσα Κυνίσκα
ὑβρίσδει· λασῶ δὲ μανείς ποκα, θρὶξ ἀνὰ μέσσον.
ΘΥ. τοιοῦτος μὲν ἀεὶ τύ, φίλ' Αἰσχίνα, ἁσυχᾷ ὀξύς,
πάντ' ἐθέλων κατὰ καιρόν· ὅμως δ' εἶπον τί τὸ καινόν.
ΑΙ. Ὡργεῖος κἠγὼν καὶ ὁ Θεσσαλὸς ἱπποδιώκτας
Ἆγις καὶ Κλεύνικος ἐπίνομες ὁ στρατιώτας
ἐν χώρῳ παρ' ἐμίν. δύο μὲν κατέκοψα νεοσσώς
θηλάζοντά τε χοῖρον, ἀνῷξα δὲ Βίβλινον αὐτοῖς
εὐώδη τετόρων ἐτέων σχεδὸν ὡς ἀπὸ λανῶ·
βολβός τις, κοχλίας, ἐξαιρέθη· ἦς πότος ἁδύς.
ἤδη δὲ προϊόντος ἔδοξ' ἐπιχεῖσθαι ἄκρατον
ὧτινος ἤθελ' ἕκαστος· ἔδει μόνον ὧτινος εἰπεῖν.
ἁμὲς μὲν φωνεῦντες ἐπίνομες, ὡς ἐδέδοκτο·
ἃ δ' οὐδὲν παρεόντος ἐμεῦ. τίν' ἔχειν με δοκεῖς νῶν;
'οὐ φθεγξῇ; λύκον εἶδες;' ἔπαιξέ τις. 'ὡς σοφός' εἶπεν,
κἠφλέγετ'· εὐμαρέως κεν ἀπ' αὐτᾶς καὶ λύχνον ἇψας.
ἔστι Λύκος, Λύκος ἐστί, Λάβα τῶ γείτονος υἱός,
εὐμάκης, ἁπαλός, πολλοῖς δοκέων καλὸς ἦμεν·
τούτω τὸν κλύμενον κατεφρύγετο τῆνον ἔρωτα.
χἀμῖν τοῦτο δι' ὠτὸς ἔγεντό ποχ' ἁσυχᾷ οὕτως·
οὐ μὰν ἐξήταξα, μάταν εἰς ἄνδρα γενειῶν.
ἤδη δ' ὦν πόσιος τοὶ τέσσαρες ἐν βάθει ἦμες,
χὠ Λαρισαῖος 'τὸν ἐμὸν Λύκον' ᾆδεν ἀπ' ἀρχᾶς,
Θεσσαλικόν τι μέλισμα, κακαὶ φρένες· ἁ δὲ Κυνίσκα
ἔκλαεν ἐξαπίνας θαλερώτερον ἢ παρὰ ματρί
παρθένος ἑξαετὴς κόλπω ἐπιθυμήσασα.
τᾶμος ἐγώ, τὸν ἴσαις τύ, Θυώνιχε, πὺξ ἐπὶ κόρρας
ἤλασα, κἄλλαν αὖθις. ἀνειρύσασα δὲ πέπλως
ἔξω ἀποίχετο θᾶσσον. 'ἐμὸν κακόν, οὔ τοι ἀρέσκω;
ἄλλος τοι γλυκίων ὑποκόλπιος; ἄλλον ἰοῖσα
θάλπε φίλον. τήνῳ τεὰ δάκρυα; μᾶλα ῥεόντω.'
μάστακα δοῖσα τέκνοισιν ὑπωροφίοισι χελιδών
ἄψορρον ταχινὰ πέτεται βίον ἄλλον ἀγείρειν·
ὠκυτέρα μαλακᾶς ἀπὸ δίφρακος ἔπτετο τήνα
ἰθὺ δι' ἀμφιθύρω καὶ δικλίδος, ᾇ πόδες ἆγον.
αἶνός θην λέγεταί τις 'ἔβα ποκὰ ταῦρος ἀν' ὕλαν'.
εἴκατι· ταὶ δ' ὀκτώ, ταὶ δ' ἐννέα, ταὶ δὲ δέκ' ἄλλαι·
σάμερον ἑνδεκάτα· ποτίθες δύο, καὶ δύο μῆνες
ἐξ ὧ ἀπ' ἀλλάλων· οὐδ' εἰ Θρᾳκιστὶ κέκαρμαι
οἶδε. Λύκος νῦν πάντα, Λύκῳ καὶ νυκτὸς ἀνῷκται·
ἄμμες δ' οὔτε λόγω τινὸς ἄξιοι οὔτ' ἀριθμητοί,
δύστανοι Μεγαρῆες ἀτιμοτάτᾳ ἐνὶ μοίρᾳ.
κεἰ μὲν ἀποστέρξαιμι, τὰ πάντα κεν ἐς δέον ἕρποι.
νῦν δὲ πόθεν; μῦς, φαντί, Θυώνιχε, γεύμεθα πίσσας.
χὤτι τὸ φάρμακόν ἐστιν ἀμηχανέοντος ἔρωτος,
οὐκ οἶδα· πλὰν Σῖμος, ὁ τᾶς ἐπιχάλκω ἐρασθείς,
ἐκπλεύσας ὑγιὴς ἐπανῆνθ', ἐμὸς ἁλικιώτας.
πλευσεῦμαι κἠγὼν διαπόντιος· οὔτε κάκιστος
οὔτε πρᾶτος ἴσως, ὁμαλὸς δέ τις ὁ στρατιώτας.
ΘΥ. ὤφελε μὲν χωρεῖν κατὰ νῶν τεὸν ὧν ἐπεθύμεις,
Αἰσχίνα. εἰ δ' οὕτως ἄρα τοι δοκεῖ ὥστ' ἀποδαμεῖν,
μισθοδότας Πτολεμαῖος ἐλευθέρῳ οἷος ἄριστος.
ΑΙ. τἆλλα δ' ἀνὴρ ποῖός τις; ΘΥ. ... τοισιν ἄριστος·
εὐγνώμων, φιλόμουσος, ἐρωτικός, εἰς ἄκρον ἁδύς,
εἰδὼς τὸν φιλέοντα, τὸν οὐ φιλέοντ' ἔτι μᾶλλον,
πολλοῖς πολλὰ διδούς, αἰτεύμενος οὐκ ἀνανεύων,
οἷα χρὴ βασιλῆ'· αἰτεῖν δὲ δεῖ οὐκ ἐπὶ παντί,
Αἰσχίνα. ὥστ' εἴ τοι κατὰ δεξιὸν ὦμον ἀρέσκει
λῶπος ἄκρον περονᾶσθαι, ἐπ' ἀμφοτέροις δὲ βεβακώς
τολμασεῖς ἐπιόντα μένειν θρασὺν ἀσπιδιώταν,
ᾇ τάχος εἰς Αἴγυπτον. ἀπὸ κροτάφων πελόμεσθα
πάντες γηραλέοι, καὶ ἐπισχερὼ ἐς γένυν ἕρπει
λευκαίνων ὁ χρόνος· ποιεῖν τι δεῖ ἇς γόνυ χλωρόν.