ΑΘΑΝΑ
Ἀεὶ μέν, ὦ παῖ Λαρτίου, δέδορκά σε
πεῖράν τιν' ἐχθρῶν ἁρπάσαι θηρώμενον·
καὶ νῦν ἐπὶ σκηναῖς σε ναυτικαῖς ὁρῶ
Αἴαντος, ἔνθα τάξιν ἐσχάτην ἔχει,
5πάλαι κυνηγετοῦντα καὶ μετρούμενον
ἴχνη τὰ κείνου νεοχάραχθ', ὅπως ἴδῃς
εἴτ' ἔνδον εἴτ' οὐκ ἔνδον. Εὖ δέ σ' ἐκφέρει
κυνὸς Λακαίνης ὥς τις εὔρινος βάσις·
ἔνδον γὰρ ἁνὴρ ἄρτι τυγχάνει, κάρα
10στάζων ἱδρῶτι καὶ χέρας ξιφοκτόνους·
καί σ' οὐδὲν εἴσω τῆσδε παπταίνειν πύλης
ἔτ' ἔργον ἐστίν, ἐννέπειν δ' ὅτου χάριν
σπουδὴν ἔθου τήνδ', ὡς παρ' εἰδυίας μάθῃς.
ΟΔΥΣΣΕΥΣ
Ὦ φθέγμ' Ἀθάνας, φιλτάτης ἐμοὶ θεῶν,
15ὡς εὐμαθές σου, κἂν ἄποπτος ᾖς, ὅμως
φώνημ' ἀκούω καὶ ξυναρπάζω φρενί,
χαλκοστόμου κώδωνος ὡς τυρσηνικῆς.
Καὶ νῦν ἐπέγνως εὖ μ' ἐπ' ἀνδρὶ δυσμενεῖ
βάσιν κυκλοῦντ', Αἴαντι τῷ σακεσφόρῳ·
20κεῖνον γάρ, οὐδέν' ἄλλον, ἰχνεύω πάλαι.
Νυκτὸς γὰρ ἡμᾶς τῆσδε πρᾶγος ἄσκοπον
ἔχει περάνας, ‑ εἴπερ εἴργασται τάδε·
ἴσμεν γὰρ οὐδὲν τρανές, ἀλλ' ἀλώμεθα·
κἀγὼ 'θελοντὴς τῷδ' ὑπεζύγην πόνῳ.
25Ἐφθαρμένας γὰρ ἀρτίως εὑρίσκομεν
λείας ἁπάσας καὶ κατηναρισμένας
ἐκ χειρὸς αὐτοῖς ποιμνίων ἐπιστάταις.
Τήνδ' οὖν ἐκείνῳ πᾶς τις αἰτίαν νέμει.
Καί μοί τις ὀπτὴρ αὐτὸν εἰσιδὼν μόνον
30πηδῶντα πεδία σὺν νεορράντῳ ξίφει
φράζει τε κἀδήλωσεν· εὐθέως δ' ἐγὼ
κατ' ἴχνος ᾄσσω, καὶ τὰ μὲν σημαίνομαι,
τὰ δ' ἐκπέπληγμαι κοὐκ ἔχω μαθεῖν ὅτου.
Καιρὸν δ' ἐφήκεις· πάντα γὰρ τά τ' οὖν πάρος
35τά τ' εἰσέπειτα σῇ κυβερνῶμαι χερί.
ΑΘ. Ἔγνων, Ὀδυσσεῦ, καὶ πάλαι φύλαξ ἔβην
τῇ σῇ πρόθυμος εἰς ὁδὸν κυναγίᾳ.
ΟΔ. Ἦ καί, φίλη δέσποινα, πρὸς καιρὸν πονῶ;
ΑΘ. Ὡς ἔστιν ἀνδρὸς τοῦδε τἄργα ταῦτά σοι.
40ΟΔ. Καὶ πρὸς τί δυσλόγιστον ὧδ' ᾖξεν χέρα;
ΑΘ. Χόλῳ βαρυνθεὶς τῶν Ἀχιλλείων ὅπλων.
ΟΔ. Τί δῆτα ποίμναις τήνδ' ἐπεμπίπτει βάσιν;
ΑΘ. Δοκῶν ἐν ὑμῖν χεῖρα χραίνεσθαι φόνῳ.
ΟΔ. Ἦ καὶ τὸ βούλευμ' ὡς ἐπ' Ἀργείοις τόδ' ἦν;
45ΑΘ. Κἂν ἐξεπράξατ', εἰ κατημέλησ' ἐγώ.
ΟΔ. Ποίαισι τόλμαις ταῖσδε καὶ φρενῶν θράσει;
ΑΘ. Νύκτωρ ἐφ' ὑμᾶς δόλιος ὁρμᾶται μόνος.
ΟΔ. Ἦ καὶ παρέστη κἀπὶ τέρμ' ἀφίκετο;
ΑΘ. Καὶ δὴ 'πὶ δισσαῖς ἦν στρατηγίσιν πύλαις.
50ΟΔ. Καὶ πῶς ἐπέσχε χεῖρα μαιμῶσαν φόνου;
ΑΘ. Ἐγώ σφ' ἀπείργω, δυσφόρους ἐπ' ὄμμασι
γνώμας βαλοῦσα τῆς ἀνηκέστου χαρᾶς,
καὶ πρός τε ποίμνας ἐκτρέπω σύμμικτά τε
λείας ἄδαστα βουκόλων φρουρήματα·
55ἔνθ' εἰσπεσὼν ἔκειρε πολύκερων φόνον
κύκλῳ ῥαχίζων· κἀδόκει μὲν ἔσθ' ὅτε
δισσοὺς Ἀτρείδας αὐτόχειρ κτείνειν ἔχων,
ὅτ' ἄλλοτ' ἄλλον ἐμπίτνων στρατηλατῶν.
Ἐγὼ δὲ φοιτῶντ' ἄνδρα μανιάσιν νόσοις
60ὤτρυνον, εἰσέβαλλον εἰς ἕρκη κακά.
Κἄπειτ' ἐπειδὴ τοῦδ' ἐλώφησεν φόνου,
τοὺς ζῶντας αὖ δεσμοῖσι συνδήσας βοῶν
ποίμνας τε πάσας εἰς δόμους κομίζεται,
ὡς ἄνδρας, οὐχ ὡς εὔκερων ἄγραν ἔχων·
65καὶ νῦν κατ' οἴκους συνδέτους αἰκίζεται.
Δείξω δὲ καὶ σοὶ τήνδε περιφανῆ νόσον,
ὡς πᾶσιν Ἀργείοισιν εἰσιδὼν θροῇς.
Θαρσῶν δὲ μίμνε μηδὲ συμφορὰν δέχου
τὸν ἄνδρ'· ἐγὼ γὰρ ὀμμάτων ἀποστρόφους
70αὐγὰς ἀπείρξω σὴν πρόσοψιν εἰσιδεῖν.
Οὗτος, σὲ τὸν τὰς αἰχμαλωτίδας χέρας
δεσμοῖς ἀπευθύνοντα προσμολεῖν καλῶ.
Αἴαντα φωνῶ· στεῖχε δωμάτων πάρος.
ΟΔ. Τί δρᾷς, Ἀθάνα; μηδαμῶς σφ' ἔξω κάλει.
75ΑΘ. Οὐ σῖγ' ἀνέξῃ, μηδὲ δειλίαν ἀρῇ;
ΟΔ. Μή, πρὸς θεῶν· ἀλλ' ἔνδον ἀρκείτω μένων.
ΑΘ. Τί μὴ γένηται; πρόσθεν οὐκ ἀνὴρ ὅδ' ἦν;
ΟΔ. Ἐχθρός γε τῷδε τἀνδρὶ καὶ τανῦν ἔτι.
ΑΘ. Οὔκουν γέλως ἥδιστος εἰς ἐχθροὺς γελᾶν;
80ΟΔ. Ἐμοὶ μὲν ἀρκεῖ τοῦτον ἐν δόμοις μένειν.
ΑΘ. Μεμηνότ' ἄνδρα περιφανῶς ὀκνεῖς ἰδεῖν;
ΟΔ. Φρονοῦντα γάρ νιν οὐκ ἂν ἐξέστην ὄκνῳ.
ΑΘ. Ἀλλ' οὐδὲ νῦν σε μὴ παρόντ' ἴδῃ πέλας.
ΟΔ. Πῶς; εἴπερ ὀφθαλμοῖς γε τοῖς αὐτοῖς ὁρᾷ.
85ΑΘ. Ἐγὼ σκοτώσω βλέφαρα καὶ δεδορκότα.
ΟΔ. Γένοιτο μεντἂν πᾶν θεοῦ τεχνωμένου.
ΑΘ. Σίγα νυν ἑστώς, καὶ μέν' ὡς κυρεῖς ἔχων.
ΟΔ. Μένοιμ' ἄν· ἤθελον δ' ἂν ἐκτὸς ὢν τυχεῖν.
ΑΘ. Ὦ οὗτος, Αἶαν, δεύτερόν σε προσκαλῶ·
90τί βαιὸν οὕτως ἐντρέπῃ τῆς συμμάχου;
ΑΙΑΣ
Ὦ χαῖρ', Ἀθάνα, χαῖρε, Διογενὲς τέκνον,
ὡς εὖ παρέστης· καί σε παγχρύσοις ἐγὼ
στέψω λαφύροις τῆσδε τῆς ἄγρας χάριν.
ΑΘ. Καλῶς ἔλεξας· ἀλλ' ἐκεῖνό μοι φράσον,
95ἔβαψας ἔγχος εὖ πρὸς Ἀργείων στρατῷ;
ΑΙ. Κόμπος πάρεστι κοὐκ ἀπαρνοῦμαι τὸ μή.
ΑΘ. Ἦ καὶ πρὸς Ἀτρείδαισιν ᾔχμασας χέρας;
ΑΙ. Ὥστ' οὔποτ' Αἴαντ', οἶδ', ἀτιμάσουσ' ἔτι.
ΑΘ. Τεθνᾶσιν ἅνδρες, ὡς τὸ σὸν ξυνῆκ' ἐγώ.
100ΑΙ. Θανόντες ἤδη τἄμ' ἀφαιρείσθων ὅπλα.
ΑΘ. Εἶεν· τί γὰρ δὴ παῖς ὁ τοῦ Λαερτίου;
ποῦ σοι τύχης ἕστηκεν; ἦ πέφευγέ σε;
ΑΙ. Ἦ τοὐπίτριπτον κίναδος ἐξήρου μ' ὅπου;
ΑΘ. Ἔγωγ'· Ὀδυσσέα τὸν σὸν ἐνστάτην λέγω.
105ΑΙ. Ἥδιστος, ὦ δέσποινα, δεσμώτης ἔσω
θακεῖ· θανεῖν γὰρ αὐτὸν οὔ τί πω θέλω.
ΑΘ. Πρὶν ἂν τί δράσῃς ἢ τί κερδάνῃς πλέον;
ΑΙ. Πρὶν ἂν δεθεὶς πρὸς κίον' ἑρκείου στέγης ‑
ΑΘ. Τί δῆτα τὸν δύστηνον ἐργάσῃ κακόν;
110ΑΙ. Μάστιγι πρῶτον νῶτα φοινιχθεὶς θάνῃ.
ΑΘ. Μὴ δῆτα τὸν δύστηνον ὧδέ γ' αἰκίσῃ.
ΑΙ. Χαίρειν, Ἀθάνα, τἄλλ' ἐγώ σ' ἐφίεμαι,
κεῖνος δὲ τείσει τήνδε κοὐκ ἄλλην δίκην.
ΑΘ. Σὺ δ' οὖν, ἐπειδὴ τέρψις ἥδε σοι τὸ δρᾶν,
115χρῶ χειρί, φείδου μηδὲν ὧνπερ ἐννοεῖς.
ΑΙ. Χωρῶ πρὸς ἔργον, τοῦτό σοι δ' ἐφίεμαι,
τοιάνδ' ἀεί μοι σύμμαχον παρεστάναι.
ΑΘ. Ὁρᾷς, Ὀδυσσεῦ, τὴν θεῶν ἰσχὺν ὅση;
Τούτου τίς ἄν σοι τἀνδρὸς ἢ προνούστερος
120ἢ δρᾶν ἀμείνων ηὑρέθη τὰ καίρια;
ΟΔ. Ἐγὼ μὲν οὐδέν' οἶδ'· ἐποικτίρω δέ νιν
δύστηνον ἔμπας, καίπερ ὄντα δυσμενῆ,
ὁθούνεκ' ἄτῃ συγκατέζευκται κακῇ,
οὐδὲν τὸ τούτου μᾶλλον ἢ τοὐμὸν σκοπῶν.
125Ὁρῶ γὰρ ἡμᾶς οὐδὲν ὄντας ἄλλο πλὴν
εἴδωλ', ὅσοιπερ ζῶμεν, ἢ κούφην σκιάν.
ΑΘ. Τοιαῦτα τοίνυν εἰσορῶν ὑπέρκοπον
μηδέν ποτ' εἴπῃς αὐτὸς ἐς θεοὺς ἔπος,
μηδ' ὄγκον ἄρῃ μηδέν', εἴ τινος πλέον
130ἢ χειρὶ βρίθεις ἢ μακροῦ πλούτου βάθει·
ὡς ἡμέρα κλίνει τε κἀνάγει πάλιν
ἅπαντα τἀνθρώπεια· τοὺς δὲ σώφρονας
θεοὶ φιλοῦσι καὶ στυγοῦσι τοὺς κακούς.
ΧΟΡΟΣ
Τελαμώνιε παῖ, τῆς ἀμφιρύτου
135Σαλαμῖνος ἔχων βάθρον ἀγχιάλου,
σὲ μὲν εὖ πράσσοντ' ἐπιχαίρω·
σὲ δ' ὅταν πληγὴ Διὸς ἢ ζαμενὴς
λόγος ἐκ Δαναῶν κακόθρους ἐπιβῇ,
μέγαν ὄκνον ἔχω καὶ πεφόβημαι
140πτηνῆς ὡς ὄμμα πελείας.
Ὡς καὶ τῆς νῦν φθιμένης νυκτὸς
μεγάλοι θόρυβοι κατέχουσ' ἡμᾶς
ἐπὶ δυσκλείᾳ, σὲ τὸν ἱππομανῆ
λειμῶν' ἐπιβάντ' ὀλέσαι Δαναῶν
145βοτὰ καὶ λείαν
ἥπερ δορίληπτος ἔτ' ἦν λοιπή,
κτείνοντ' αἴθωνι σιδήρῳ.
Τοιούσδε λόγους ψιθύρους πλάσσων
εἰς ὦτα φέρει πᾶσιν Ὀδυσσεύς,
150καὶ σφόδρα πείθει· περὶ γὰρ σοῦ νῦν
εὔπειστα λέγει, καὶ πᾶς ὁ κλύων
τοῦ λέξαντος χαίρει μᾶλλον
τοῖς σοῖς ἄχεσιν καθυβρίζων.
Τῶν γὰρ μεγάλων ψυχῶν ἱεὶς
155οὐκ ἂν ἁμάρτοις· κατὰ δ' ἄν τις ἐμοῦ
τοιαῦτα λέγων οὐκ ἂν πείθοι·
πρὸς γὰρ τὸν ἔχονθ' ὁ φθόνος ἕρπει·
καίτοι σμικροὶ μεγάλων χωρὶς
σφαλερὸν πύργου ῥῦμα πέλονται·
160μετὰ γὰρ μεγάλων βαιὸς ἄριστ' ἄν,
καὶ μέγας ὀρθοῖθ' ὑπὸ μικροτέρων·
ἀλλ' οὐ δυνατὸν τοὺς ἀνοήτους
τούτων γνώμας προδιδάσκειν.
Ὑπὸ τοιούτων ἀνδρῶν θορυβῇ·
165χἠμεῖς οὐδὲν σθένομεν πρὸς ταῦτ'
ἀπαλέξασθαι σοῦ χωρίς, ἄναξ·
ἀλλ' ‑ ὅτε γὰρ δὴ τὸ σὸν ὄμμ' ἀπέδραν,
παταγοῦσιν ἅπερ πτηνῶν ἀγέλαι ‑
μέγαν αἰγυπιόν ‹γ'› ὑποδείσαντες,
170τάχ' ἄν, ἐξαίφνης εἰ σὺ φανείης,
σιγῇ πτήξειαν ἄφωνοι.
Ἦ ῥά σε Ταυροπόλα Διὸς Ἄρτεμις ‑ Str.
ὦ μεγάλα φάτις, ὦ
μᾶτερ αἰσχύνας ἐμᾶς ‑
175ὥρμασε πανδάμους ἐπὶ βοῦς ἀγελαίας,
ἤ πού τινος νίκας ἀκάρπωτον χάριν,
ἤ ῥα κλυτῶν ἐνάρων
ψευσθεῖσ', ἀδώροις εἴτ' ἐλαφαβολίαις;
ἢ χαλκοθώραξ, εἴ τιν' Ἐνυάλιος
180μομφὰν ἔχων ξυνοῦ δορὸς ἐννυχίοις
μαχαναῖς ἐτείσατο λώβαν;
Οὔ ποτε γὰρ φρενόθεν γ' ἐπ' ἀριστερά, Ant.
παῖ Τελαμῶνος, ἔβας
185τόσσον ἐν ποίμναις πίτνων·
ἥκοι γὰρ ἂν θεία νόσος· ἀλλ' ἀπερύκοι
καὶ Ζεὺς κακὰν καὶ Φοῖβος Ἀργείων φάτιν·
εἰ δ' ὑποβαλλόμενοι
κλέπτουσι μύθους οἱ μεγάλοι βασιλῆς,
190ἢ τᾶς ἀσώτου Σισυφιδᾶν γενεᾶς,
μὴ μή μ', ἄναξ, ἔθ' ὧδ' ἐφάλοις κλισίαις
ἐμμένων κακὰν φάτιν ἄρῃ.
Ἀλλ' ἄνα ἐξ ἑδράνων ὅπου μακραίωνι Ep.
στηρίζῃ ποτὲ τᾷδ' ἀγωνίῳ σχολᾷ
195ἄταν οὐρανίαν φλέγων.
Ἐχθρῶν δ' ὕβρις ὧδ' ἀταρβήτως
ὁρμᾶτ' ἐν εὐανέμοισ‹ι› βάσσαις,
πάντων καγχαζόντων
γλώσσαις βαρυάλγητ'·
200ἐμοὶ δ' ἄχος ἕστακεν.
ΤΕΚΜΗΣΣΑ
Ναὸς ἀρωγοὶ τῆς Αἴαντος,
γενεᾶς χθονίων ἀπ' Ἐρεχθειδᾶν,
ἔχομεν στοναχὰς οἱ κηδόμενοι
τοῦ Τελαμῶνος τηλόθεν οἴκου·
205νῦν γὰρ ὁ δεινὸς μέγας ὠμοκρατὴς
Αἴας θολερῷ
κεῖται χειμῶνι νοσήσας.
ΧΟ. Τί δ' ἐνήλλακται τῆς ἠρεμίας
νὺξ ἥδε βάρος;
210παῖ τοῦ Φρυγίου ‹σὺ› Τελεύταντος,
λέγ', ἐπεί σε λέχος δουριάλωτον
στέρξας ἀνέχει θούριος Αἴας·
ὥστ' οὐκ ἂν ἄϊδρις ὑπείποις.
ΤΕ. Πῶς δῆτα λέγω λόγον ἄρρητον;
215θανάτῳ γὰρ ἴσον πάθος ἐκπεύσῃ·
μανίᾳ γὰρ ἁλοὺς ἡμὶν ὁ κλεινὸς
νύκτερος Αἴας ἀπελωβήθη·
τοιαῦτ' ἂν ἴδοις σκηνῆς ἔνδον
χειροδάϊκτα σφάγι' αἱμοβαφῆ,
220κείνου χρηστήρια τἀνδρός.
ΧΟ. Οἵαν ἐδήλωσας Str.
ἀνέρος αἴθονος ἀγγελίαν
ἄτλατον οὐδὲ φευκτάν,
225τῶν μεγάλων Δαναῶν ὕπο κλῃζομέναν,
τὰν ὁ μέγας μῦθος ἀέξει.
Ὤιμοι φοβοῦμαι τὸ προσέρπον· περίφαντος ἁνὴρ
230θανεῖται, παραπλήκτῳ χερὶ συγκατακτὰς
κελαινοῖς ξίφεσιν βοτὰ καὶ βοτῆρας ἱππονώμας.
ΤΕ. Ὤιμοι· κεῖθεν κεῖθεν ἄρ' ἡμῖν
δεσμῶτιν ἄγων ἤλυθε ποίμναν·
235ὧν τὴν μὲν ἔσω σφάζ' ἐπὶ γαίας,
τὰ δὲ πλευροκοπῶν δίχ' ἀνερρήγνυ·
δύο δ' ἀργίποδας κριοὺς ἀνελών,
τοῦ μὲν κεφαλὴν καὶ γλῶσσαν ἄκραν
ῥιπτεῖ θερίσας, τὸν δ' ὀρθὸν ἄνω
240κίονι δήσας,
μέγαν ἱπποδέτην ῥυτῆρα λαβὼν
παίει λιγυρᾷ μάστιγι διπλῇ,
κακὰ δεννάζων ῥήμαθ' ἃ δαίμων
κοὐδεὶς ἀνδρῶν ἐδίδαξεν.
245ΧΟ. Ὥρα τιν' ἤδη τοι Ant.
κρᾶτα καλύμμασι κρυψάμενον
ποδοῖν κλοπὰν ἀρέσθαι,
ἢ θοὸν εἰρεσίας ζυγὸν ἑζόμενον
250ποντοπόρῳ ναῒ μεθεῖναι·
τοίας ἐρέσσουσιν ἀπειλὰς δικρατεῖς Ἀτρεῖδαι
καθ' ἡμῶν· πεφόβημαι λιθόλευστον Ἄρη
ξυναλγεῖν μετὰ τοῦδε τυπείς, τὸν αἶσ' ἄπλατος ἴσχει.
ΤΕ. Οὐκέτι· λαμπρᾶς γὰρ ἄτερ στεροπᾶς
ᾄξας ὀξὺς νότος ὣς λήγει,
καὶ νῦν φρόνιμος νέον ἄλγος ἔχει.
260Τὸ γὰρ ἐσλεύσσειν οἰκεῖα πάθη,
μηδενὸς ἄλλου παραπράξαντος,
μεγάλας ὀδύνας ὑποτείνει.
ΧΟ. Ἀλλ' εἰ πέπαυται, κάρτ' ἂν εὐτυχεῖν δοκῶ·
φρούδου γὰρ ἤδη τοῦ κακοῦ μείων λόγος.
265ΤΕ. Πότερα δ' ἄν, εἰ νέμοι τις αἵρεσιν, λάβοις,
φίλους ἀνιῶν αὐτὸς ἡδονὰς ἔχειν
ἢ κοινὸς ἐν κοινοῖσι λυπεῖσθαι ξυνών;
ΧΟ. Τό τοι διπλάζον, ὦ γύναι, μεῖζον κακόν.
ΤΕ. Ἡμεῖς ἄρ' οὐ νοσοῦντες ἀτώμεσθα νῦν.
270ΧΟ. Πῶς τοῦτ' ἔλεξας; οὐ κάτοιδ' ὅπως λέγεις.
ΤΕ. Ἁνὴρ ἐκεῖνος, ἡνίκ' ἦν ἐν τῇ νόσῳ,
αὐτὸς μὲν ἥδεθ' οἷσιν εἴχετ' ἐν κακοῖς,
ἡμᾶς δὲ τοὺς φρονοῦντας ἠνία ξυνών·
νῦν δ' ὡς ἔληξε κἀνέπνευσε τῆς νόσου,
275κεῖνός τε λύπῃ πᾶς ἐλήλαται κακῇ,
ἡμεῖς θ' ὁμοίως οὐδὲν ἧσσον ἢ πάρος.
Ἆρ' ἔστι ταῦτα δὶς τόσ' ἐξ ἁπλῶν κακά;
ΧΟ. Ξύμφημι δή σοι καὶ δέδοικα μὴ 'κ θεοῦ
πληγή τις ἥκῃ. Πῶς γάρ, εἰ πεπαυμένος
280μηδέν τι μᾶλλον ἢ νοσῶν εὐφραίνεται;
ΤΕ. Ὡς ὧδ' ἐχόντων τῶνδ' ἐπίστασθαί σε χρή.
ΧΟ. Τίς γάρ ποτ' ἀρχὴ τοῦ κακοῦ προσέπτατο;
δήλωσον ἡμῖν τοῖς ξυναλγοῦσιν τύχας.
ΤΕ. Ἅπαν μαθήσῃ τοὔργον, ὡς κοινωνὸς ὤν.
285Κεῖνος γὰρ ἄκρας νυκτός, ἡνίχ' ἕσπεροι
λαμπτῆρες οὐκέτ' ᾖθον, ἄμφηκες λαβὼν
ἐμαίετ' ἔγχος ἐξόδους ἕρπειν κενάς.
Κἀγὼ 'πιπλήσσω καὶ λέγω· "Τί χρῆμα δρᾷς,
Αἴας; τί τήνδ' ἄκλητος οὔθ' ὑπ' ἀγγέλων
290κληθεὶς ἀφορμᾷς πεῖραν οὔτε του κλύων
σάλπιγγος; ἀλλὰ νῦν γε πᾶς εὕδει στρατός."
Ὁ δ' εἶπε πρός με βαί', ἀεὶ δ' ὑμνούμενα·
"Γύναι, γυναιξὶ κόσμον ἡ σιγὴ φέρει."
Κἀγὼ μαθοῦσ' ἔληξ', ὁ δ' ἐσσύθη μόνος·
295καὶ τὰς ἐκεῖ μὲν οὐκ ἔχω λέγειν πάθας·
ἔσω δ' ἐσῆλθε συνδέτους ἄγων ὁμοῦ
ταύρους, κύνας βοτῆρας, εὔκερών τ' ἄγραν.
Καὶ τοὺς μὲν ηὐχένιζε, τοὺς δ' ἄνω τρέπων
ἔσφαζε κἀρράχιζε, τοὺς δὲ δεσμίους
300ᾐκίζεθ' ὥστε φῶτας ἐν ποίμναις πίτνων.
Τέλος δ' ἀπᾴξας διὰ θυρῶν σκιᾷ τινι
λόγους ἀνέσπα τοὺς μὲν Ἀτρειδῶν κάτα,
τοὺς δ' ἀμφ' Ὀδυσσεῖ, συντιθεὶς γέλων πολύν,
ὅσην κατ' αὐτῶν ὕβριν ἐκτείσαιτ' ἰών·
305κἄπειτ' ἀπᾴξας αὖθις ἐς δόμους πάλιν
ἔμφρων μόλις πως ξὺν χρόνῳ καθίσταται.
Καὶ πλῆρες ἄτης ὡς διοπτεύει στέγος,
παίσας κάρα θώϋξεν· ἐν δ' ἐρειπίοις
νεκρῶν ἐρειφθεὶς ἕζετ' ἀρνείου φόνου,
310κόμην ἀπρὶξ ὄνυξι συλλαβὼν χερί.
Καὶ τὸν μὲν ἧστο πλεῖστον ἄφθογγος χρόνον·
ἔπειτ' ἐμοὶ τὰ δείν' ἐπηπείλησ' ἔπη,
εἰ μὴ φανοίην πᾶν τὸ συντυχὸν πάθος,
κἀνήρετ' ἐν τῷ πράγματος κυροῖ ποτε.
315Κἀγώ, φίλοι, δείσασα τοὐξειργασμένον
ἔλεξα πᾶν ὅσονπερ ἐξηπιστάμην.
Ὁ δ' εὐθὺς ἐξῴμωξεν οἰμωγὰς λυγράς,
ἃς οὔποτ' αὐτοῦ πρόσθεν εἰσήκουσ' ἐγώ·
πρὸς γὰρ κακοῦ τε καὶ βαρυψύχου γόους
320τοιούσδ' ἀεί ποτ' ἀνδρὸς ἐξηγεῖτ' ἔχειν·
ἀλλ' ἀψόφητος ὀξέων κωκυμάτων
ὑπεστέναζε, ταῦρος ὣς βρυχώμενος.
Νῦν δ' ἐν τοιᾷδε κείμενος κακῇ τύχῃ
ἄσιτος ἁνήρ, ἄποτος, ἐν μέσοις βοτοῖς
325σιδηροκμῆσιν ἥσυχος θακεῖ πεσών·
καὶ δῆλός ἐστιν ὥς τι δρασείων κακόν·
τοιαῦτα γάρ πως καὶ λέγει κὠδύρεται.
Ἀλλ', ὦ φίλοι, τούτων γὰρ οὕνεκ' ἐστάλην,
ἀρήξατ' εἰσελθόντες, εἰ δύνασθέ τι·
330φίλων γὰρ οἱ τοιοίδε νικῶνται λόγοις.
ΧΟ. Τέκμησσα, δεινά, παῖ Τελεύταντος, λέγεις
ἡμῖν, τὸν ἄνδρα διαπεφοιβάσθαι κακοῖς.
ΑΙ. Ἰώ μοί μοι.
ΤΕ. Τάχ', ὡς ἔοικε, μᾶλλον· ἢ οὐκ ἠκούσατε
335Αἴαντος, οἵαν τήνδε θωύσσει βοήν;
ΑΙ. Ἰώ μοί μοι.
ΧΟ. Ἁνὴρ ἔοικεν ἢ νοσεῖν, ἢ τοῖς πάλαι
νοσήμασι ξυνοῦσι λυπεῖσθαι παρών.
ΑΙ. Ἰὼ παῖ παῖ.
340ΤΕ. Ὤιμοι τάλαιν'· Εὐρύσακες, ἀμφὶ σοὶ βοᾷ.
Τί ποτε μενοινᾷ; ποῦ ποτ' εἶ; τάλαιν' ἐγώ.
ΑΙ. Τεῦκρον καλῶ· ποῦ Τεῦκρος; ἢ τὸν εἰσαεὶ
λεηλατήσει χρόνον; ἐγὼ δ' ἀπόλλυμαι.
ΧΟ. Ἁνὴρ φρονεῖν ἔοικεν· ἀλλ' ἀνοίγετε·
345τάχ' ἄν τιν' αἰδῶ κἀπ' ἐμοὶ βλέψας λάβοι.
ΤΕ. Ἰδού, διοίγω· προσβλέπειν δ' ἔξεστί σοι
τὰ τοῦδε πράγη, καὐτὸς ὡς ἔχων κυρεῖ.
ΑΙ. Ἰὼ φίλοι ναυβάται, μόνοι ἐμῶν φίλων, Str. 1.
350μόνοι ‹ἔ›τ' ἐμμένοντες ὀρθῷ νόμῳ,
ἴδεσθέ μ' οἷον ἄρτι κῦμα φοινίας ὑπὸ ζάλης
ἀμφίδρομον κυκλεῖται.
ΧΟ. Οἴμ' ὡς ἔοικας ὀρθὰ μαρτυρεῖν ἄγαν·
355δηλοῖ δὲ τοὔργον ὡς ἀφροντίστως ἔχει.
ΑΙ. Ἰὼ γένος ναΐας ἀρωγὸν τέχνας, Ant. 1.
ἅλιον ὃς ἐπέβας ἑλίσσων πλάταν,
σέ τοι, σέ τοι μόνον δέδορκα πημονὰν ἐπαρκέσοντ'·
ἀλλά με συνδάϊξον.
ΧΟ. Εὔφημα φώνει· μὴ κακὸν κακῷ διδοὺς
ἄκος, πλέον τὸ πῆμα τῆς ἄτης τίθει.
ΑΙ. Ὁρᾷς τὸν θρασύν, τὸν εὐκάρδιον, Str. 2.
365τὸν ἐν δαΐοις ἄτρεστον μάχαις,
ἐν ἀφόβοις με θηρσὶ δεινὸν χέρας;
Οἴμοι γέλωτος, οἷον ὑβρίσθην ἄρα.
ΤΕ. Μή, δέσποτ' Αἴας, λίσσομαί σ', αὔδα τάδε.
ΑΙ. Οὐκ ἐκτός; οὐκ ἄψορρον ἐκνεμῇ πόδα;
370Αἰαῖ αἰαῖ.
ΤΕ. Ὦ πρὸς θεῶν, ὕπεικε καὶ φρόνησον εὖ.
ΑΙ. Ὢ δύσμορος, ὃς χερὶ μὲν
μεθῆκα τοὺς ἀλάστορας,
ἐν δ' ἑλίκεσσι βουσὶ καὶ
375κλυτοῖς πεσὼν αἰπολίοις
ἐρεμνὸν αἷμ' ἔδευσα.
ΧΟ. Τί δῆτ' ἂν ἀλγοίης ἐπ' ἐξειργασμένοις;
Οὐ γὰρ γένοιτ' ἂν ταῦθ' ὅπως οὐχ ὧδ' ἔχειν.
ΑΙ. Ἰὼ πάνθ' ὁρῶν, ἁπάντων τ' ἀεὶ Ant. 2.
380κακῶν ὄργανον, τέκνον Λαρτίου,
κακοπινέστατόν τ' ἄλημα στρατοῦ,
ἦ που πολὺν γέλωθ' ὑφ' ἡδονῆς ἄγεις.
ΧΟ. Ξὺν τῷ θεῷ πᾶς καὶ γελᾷ κὠδύρεται.
ΑΙ. Ἴδοιμι ‹μήν› νιν, καίπερ ὧδ' ἀτώμενος.
385Ἰώ μοί μοι.
ΧΟ. Μηδὲν μέγ' εἴπῃς· οὐχ ὁρᾷς ἵν' εἶ κακοῦ;
ΑΙ. Ὦ Ζεῦ, προγόνων προπάτωρ,
πῶς ἂν τὸν αἱμυλώτατον,
ἐχθρὸν ἄλημα, τούς τε δισ-
390σάρχας ὀλέσσας βασιλῆς,
τέλος θάνοιμι καὐτός;
ΤΕ. Ὅταν κατεύχῃ ταῦθ', ὁμοῦ κἀμοὶ θανεῖν
εὔχου· τί γὰρ δεῖ ζῆν με σοῦ τεθνηκότος;
ΑΙ. Ἰὼ
σκότος, ἐμὸν φάος, Str. 3.
395ἔρεβος ὦ φαεννότατον, ὡς ἐμοί,
ἕλεσθ' ἕλεσθέ μ' οἰκήτορα,
ἕλεσθέ μ'· οὔτε γὰρ θεῶν γένος
οὔθ' ἁμερίων ἔτ' ἄξιος
400βλέπειν τιν' εἰς ὄνασιν ἀνθρώπων.
Ἀλλά μ' ἁ Διός ‹μ'› ἀλκίμα θεὸς
ὀλέθριον αἰκίζει.
Ποῖ τις οὖν φύγῃ; ποῖ μολὼν μενῶ
405εἰ τὰ μὲν φθίνει, φίλοι τοῖσ‹ιν› ὁμοῦ
πέλας, μώραις δ' ἄγραις προσκείμεθα;
πᾶς δὲ στρατὸς δίπαλτος ἄν με
χειρὶ φονεύοι.
410ΤΕ. Ὢ δυστάλαινα, τοιάδ' ἄνδρα χρήσιμον
φωνεῖν, ἃ πρόσθεν οὗτος οὐκ ἔτλη ποτ' ἄν.
ΑΙ. ‹Ἰ›ὼ
πόροι ἁλίρροθοι Ant. 3.
πάραλά τ' ἄντρα καὶ νέμος ἐπάκτιον,
πολὺν πολύν με δαρόν τε δὴ
415κατείχετ' ἀμφὶ Τροίαν χρόνον·
ἀλλ' οὐκέτι μ', οὐκέτ' ἀμπνοὰς
ἔχοντα· τοῦτό τις φρονῶν ἴστω.
Ὦ Σκαμάνδριοι γείτονες ῥοαί,
420εὔφρονες Ἀργείοις,
οὐκέτ' ἄνδρα μὴ τόνδ' ἴδητ', ἔπος
ἐξερέω μέγ', οἷον οὔ τινα Τροία
425στρατοῦ δέρχθη χθονὸς μολόντ' ἀπὸ
Ἑλλανίδος· τανῦν δ' ἄτιμος
ὧδε πρόκειται.
ΧΟ. Οὔτοι σ' ἀπείργειν, οὐδ' ὅπως ἐῶ λέγειν
ἔχω, κακοῖς τοιοῖσδε συμπεπτωκότα.
430ΑΙ. Αἰαῖ· τίς ἄν ποτ' ᾤεθ' ὧδ' ἐπώνυμον
τοὐμὸν ξυνοίσειν ὄνομα τοῖς ἐμοῖς κακοῖς;
νῦν γὰρ πάρεστι καὶ δὶς αἰάζειν ἐμοὶ
καὶ τρίς· τοιούτοις γὰρ κακοῖς ἐντυγχάνω·
ὅτου πατὴρ μὲν τῆσδ' ἀπ' Ἰδαίας χθονὸς
435τὰ πρῶτα καλλιστεῖ' ἀριστεύσας στρατοῦ
πρὸς οἶκον ἦλθε πᾶσαν εὔκλειαν φέρων·
ἐγὼ δ' ὁ κείνου παῖς, τὸν αὐτὸν ἐς τόπον
Τροίας ἐπελθὼν οὐκ ἐλάσσονι σθένει,
οὐδ' ἔργα μείω χειρὸς ἀρκέσας ἐμῆς,
440ἄτιμος Ἀργείοισιν ὧδ' ἀπόλλυμαι.
Καίτοι τοσοῦτόν γ' ἐξεπίστασθαι δοκῶ·
εἰ ζῶν Ἀχιλλεὺς τῶν ὅπλων τῶν ὧν πέρι
κρίνειν ἔμελλε κράτος ἀριστείας τινί,
οὐκ ἄν τις αὔτ' ἔμαρψεν ἄλλος ἀντ' ἐμοῦ.
445Νῦν δ' αὔτ' Ἀτρεῖδαι φωτὶ παντουργῷ φρένας
ἔπραξαν, ἀνδρὸς τοῦδ' ἀπώσαντες κράτη·
κεἰ μὴ τόδ' ὄμμα καὶ φρένες διάστροφοι
γνώμης ἀπῇξαν τῆς ἐμῆς, οὐκ ἄν ποτε
δίκην κατ' ἄλλου φωτὸς ὧδ' ἐψήφισαν.
450Νῦν δ' ἡ Διὸς γοργῶπις ἀδάματος θεὰ
ἤδη μ' ἐπ' αὐτοῖς χεῖρ' ἐπευθύνοντ' ἐμὴν
ἔσφηλεν ἐμβαλοῦσα λυσσώδη νόσον,
ὥστ' ἐν τοιοῖσδε χεῖρας αἱμάξαι βοτοῖς·
κεῖνοι δ' ἐπεγγελῶσιν ἐκπεφευγότες,
455ἐμοῦ μὲν οὐχ ἑκόντος· εἰ δέ τις θεῶν
βλάπτοι, φύγοι γ' ἂν χὠ κακὸς τὸν κρείσσονα.
Καὶ νῦν τί χρὴ δρᾶν; ὅστις ἐμφανῶς θεοῖς
ἐχθαίρομαι, μισεῖ δέ μ' Ἑλλήνων στρατός,
ἔχθει δὲ Τροία πᾶσα καὶ πεδία τάδε.
460Πότερα πρὸς οἴκους, ναυλόχους λιπὼν ἕδρας
μόνους τ' Ἀτρείδας, πέλαγος Αἰγαῖον περῶ;
Καὶ ποῖον ὄμμα πατρὶ δηλώσω φανεὶς
Τελαμῶνι; πῶς με τλήσεταί ποτ' εἰσιδεῖν
γυμνὸν φανέντα τῶν ἀριστείων ἄτερ,
465ὧν αὐτὸς ἔσχε στέφανον εὐκλείας μέγαν;
Οὐκ ἔστι τοὔργον τλητόν. Ἀλλὰ δῆτ' ἰὼν
πρὸς ἔρυμα Τρώων, ξυμπεσὼν μόνος μόνοις
καὶ δρῶν τι χρηστόν, εἶτα λοίσθιον θάνω;
Ἀλλ' ὧδέ γ' Ἀτρείδας ἂν εὐφράναιμί που.
470Οὐκ ἔστι ταῦτα· πεῖρά τις ζητητέα
τοιάδ' ἀφ' ἧς γέροντι δηλώσω πατρὶ
μή τοι φύσιν γ' ἄσπλαγχνος ἐκ κείνου γεγώς.
Αἰσχρὸν γὰρ ἄνδρα τοῦ μακροῦ χρῄζειν βίου,
κακοῖσιν ὅστις μηδὲν ἐξαλλάσσεται.
475Τί γὰρ παρ' ἦμαρ ἡμέρα τέρπειν ἔχει
προσθεῖσα κἀναθεῖσα τοῦ γε κατθανεῖν;
Οὐκ ἂν πριαίμην οὐδενὸς λόγου βροτὸν
ὅστις κεναῖσιν ἐλπίσιν θερμαίνεται·
ἀλλ' ἢ καλῶς ζῆν ἢ καλῶς τεθνηκέναι
480τὸν εὐγενῆ χρή. Πάντ' ἀκήκοας λόγον.
ΧΟ. Οὐδεὶς ἐρεῖ ποθ' ὡς ὑπόβλητον λόγον,
Αἴας, ἔλεξας, ἀλλὰ τῆς σαυτοῦ φρενός.
Παῦσαί γε μέντοι καὶ δὸς ἀνδράσιν φίλοις
γνώμης κρατῆσαι, τάσδε φροντίδας μεθείς.
485ΤΕ. Ὦ δέσποτ' Αἴας, τῆς ἀναγκαίας τύχης
οὐκ ἔστιν οὐδὲν μεῖζον ἀνθρώποις κακόν.
Ἐγὼ δ' ἐλευθέρου μὲν ἐξέφυν πατρός,
εἴπερ τινὸς σθένοντος ἐν πλούτῳ Φρυγῶν·
νῦν δ' εἰμὶ δούλη· θεοῖς γὰρ ὧδ' ἔδοξέ που
490καὶ σῇ μάλιστα χειρί. Τοιγαροῦν, ἐπεὶ
τὸ σὸν λέχος ξυνῆλθον, εὖ φρονῶ τὰ σά·
καί σ' ἀντιάζω πρός τ' ἐφεστίου Διὸς
εὐνῆς τε τῆς σῆς, ᾗ συνηλλάχθης ἐμοί,
μή μ' ἀξιώσῃς βάξιν ἀλγεινὴν λαβεῖν
495τῶν σῶν ὑπ' ἐχθρῶν, χειρίαν ἐφείς τινι.
Ἧι γὰρ θάνῃς σὺ καὶ τελευτήσας ἀφῇς,
ταύτῃ νόμιζε κἀμὲ τῇ τόθ' ἡμέρᾳ
βίᾳ ξυναρπασθεῖσαν Ἀργείων ὕπο
ξὺν παιδὶ τῷ σῷ δουλίαν ἕξειν τροφήν.
500Καί τις πικρὸν πρόσφθεγμα δεσποτῶν ἐρεῖ
λόγοις ἰάπτων· "Ἴδετε τὴν ὁμευνέτιν
Αἴαντος, ὃς μέγιστον ἴσχυσε στρατοῦ,
οἵας λατρείας ἀνθ' ὅσου ζήλου τρέφει".
Τοιαῦτ' ἐρεῖ τις, κἀμὲ μὲν δαίμων ἐλᾷ,
505σοὶ δ' αἰσχρὰ τἄπη ταῦτα καὶ τῷ σῷ γένει.
Ἀλλ' αἴδεσαι μὲν πατέρα τὸν σὸν ἐν λυγρῷ
γήρᾳ προλείπων, αἴδεσαι δὲ μητέρα
πολλῶν ἐτῶν κληροῦχον, ἥ σε πολλάκις
θεοῖς ἀρᾶται ζῶντα πρὸς δόμους μολεῖν·
510οἴκτιρε δ', ὦναξ, παῖδα τὸν σόν, εἰ νέας
τροφῆς στερηθεὶς σοῦ διοίσεται μόνος
ὑπ' ὀρφανιστῶν μὴ φίλων, ὅσον κακὸν
κείνῳ τε κἀμοὶ τοῦθ', ὅταν θάνῃς, νεμεῖς.
Ἐμοὶ γὰρ οὐκέτ' ἔστιν εἰς ὅ τι βλέπω
515πλὴν σοῦ· σὺ γάρ μοι πατρίδ' ᾔστωσας δορί·
καὶ μητέρ' ἄλλη μοῖρα τὸν φύσαντά τε
καθεῖλεν Ἅιδου θανασίμους οἰκήτορας·
τίς δῆτ' ἐμοὶ γένοιτ' ἂν ἀντὶ σοῦ πατρίς;
τίς πλοῦτος; ἐν σοὶ πᾶσ' ἔγωγε σῴζομαι.
520Ἀλλ' ἴσχε κἀμοῦ μνῆστιν· ἀνδρί τοι χρεὼν
μνήμην προσεῖναι, τερπνὸν εἴ τί που πάθῃ·
χάρις χάριν γάρ ἐστιν ἡ τίκτουσ' ἀεί·
ὅτου δ' ἀπορρεῖ μνῆστις εὖ πεπονθότος,
οὐκ ἂν λέγοιτ' ἔθ' οὗτος εὐγενὴς ἀνήρ.
525ΧΟ. Αἴας, ἔχειν σ' ἂν οἶκτον ὡς κἀγὼ φρενὶ
θέλοιμ' ἄν· αἰνοίης γὰρ ἂν τὰ τῆσδ' ἔπη.
ΑΙ. Καὶ κάρτ' ἐπαίνου τεύξεται πρὸς γοῦν ἐμοῦ,
ἐὰν μόνον τὸ ταχθὲν εὖ τολμᾷ τελεῖν.
ΤΕ. Ἀλλ' ὦ φίλ' Αἴας, πάντ' ἔγωγε πείσομαι.
530ΑΙ. Κόμιζέ νύν μοι παῖδα τὸν ἐμόν, ὡς ἴδω.
ΤΕ. Καὶ μὴν φόβοισί γ' αὐτὸν ἐξελυσάμην.
ΑΙ. Ἐν τοῖσδε τοῖς κακοῖσιν; ἢ τί μοι λέγεις;
ΤΕ. Μὴ σοί γέ που δύστηνος ἀντήσας θάνοι.
ΑΙ. Πρέπον γέ τἂν ἦν δαίμονος τοὐμοῦ τόδε.
535ΤΕ. Ἀλλ' οὖν ἐγὼ 'φύλαξα τοῦτό γ' ἀρκέσαι.
ΑΙ. Ἐπῄνεσ' ἔργον καὶ πρόνοιαν ἣν ἔθου.
ΤΕ. Τί δῆτ' ἂν ὡς ἐκ τῶνδ' ἂν ὠφελοῖμί σε;
ΑΙ. Δός μοι προσειπεῖν αὐτὸν ἐμφανῆ τ' ἰδεῖν.
ΤΕ. Καὶ μὴν πέλας γε προσπόλοις φυλάσσεται.
540ΑΙ. Τί δῆτα μέλλει μὴ οὐ παρουσίαν ἔχειν;
ΤΕ. Ὦ παῖ, πατὴρ καλεῖ σε. Δεῦρο προσπόλων
ἄγ' αὐτὸν ὅσπερ χερσὶν εὐθύνων κυρεῖς.
ΑΙ. Ἕρποντι φωνεῖς, ἢ λελειμμένῳ λόγων;
ΤΕ. Καὶ δὴ κομίζει προσπόλων ὅδ' ἐγγύθεν.
545ΑΙ. Αἶρ' αὐτόν, αἶρε δεῦρο· ταρβήσει γὰρ οὔ,
νεοσφαγῆ που τόνδε προσλεύσσων φόνον,
εἴπερ δικαίως ἔστ' ἐμὸς τὰ πατρόθεν.
Ἀλλ' αὐτίκ' ὠμοῖς αὐτὸν ἐν νόμοις πατρὸς
δεῖ πωλοδαμνεῖν κἀξομοιοῦσθαι φύσιν.
550Ὦ παῖ, γένοιο πατρὸς εὐτυχέστερος,
τὰ δ' ἄλλ' ὅμοιος, καὶ γένοι' ἂν οὐ κακός.
Καίτοι σε καὶ νῦν τοῦτό γε ζηλοῦν ἔχω,
ὁθούνεκ' οὐδὲν τῶνδ' ἐπαισθάνῃ κακῶν·
ἐν τῷ φρονεῖν γὰρ μηδὲν ἥδιστος βίος,
555ἕως τὸ χαίρειν καὶ τὸ λυπεῖσθαι μάθῃς.
Ὅταν δ' ἵκῃ πρὸς τοῦτο, δεῖ σ' ὅπως πατρὸς
δείξεις ἐν ἐχθροῖς οἷος ἐξ οἵου 'τράφης.
Τέως δὲ κούφοις πνεύμασιν βόσκου, νέαν
ψυχὴν ἀτάλλων, μητρὶ τῇδε χαρμονήν.
560Οὔτοι σ' Ἀχαιῶν, οἶδα, μή τις ὑβρίσῃ
στυγναῖσι λώβαις, οὐδὲ χωρὶς ὄντ' ἐμοῦ·
τοῖον πυλωρὸν φύλακα Τεῦκρον ἀμφὶ σοὶ
λείψω τροφῆς ἄοκνον ἔμπα, κεἰ τανῦν
τηλωπὸς οἰχνεῖ, δυσμενῶν θήραν ἔχων.
565Ἀλλ', ἄνδρες ἀσπιστῆρες, ἐνάλιος λεώς,
ὑμῖν τε κοινὴν τήνδ' ἐπισκήπτω χάριν,
κείνῳ τ' ἐμὴν ἀγγείλατ' ἐντολήν, ὅπως
τὸν παῖδα τόνδε πρὸς δόμους ἐμοὺς ἄγων
Τελαμῶνι δείξει μητρί τ', Ἐριβοίᾳ λέγω,
570ὥς σφιν γένηται γηροβοσκὸς εἰσαεὶ
μέχρις οὗ μυχοὺς κίχωσι τοῦ κάτω θεοῦ.
Καὶ τἀμὰ τεύχη μήτ' ἀγωνάρχαι τινὲς
θήσουσ' Ἀχαιοῖς, μήθ' ὁ λυμεὼν ἐμός.
Ἀλλ' αὐτό μοι σύ, παῖ, λαβὼν ἐπώνυμον,
575Εὐρύσακες, ἴσχε διὰ πολυρράφου στρέφων
πόρπακος ἑπτάβοιον ἄρρηκτον σάκος·
τὰ δ' ἄλλα τεύχη κοίν' ἐμοὶ τεθάψεται.
Ἀλλ' ὡς τάχος τὸν παῖδα τόνδ' ἤδη δέχου,
καὶ δῶμα πάκτου, μηδ' ἐπισκήνους γόους
580δάκρυε· κάρτα τοι φιλοίκτιστον γυνή.
Πύκαζε θᾶσσον· οὐ πρὸς ἰατροῦ σοφοῦ
θρηνεῖν ἐπῳδὰς πρὸς τομῶντι πήματι.
ΧΟ. Δέδοικ' ἀκούων τήνδε τὴν προθυμίαν·
οὐ γάρ μ' ἀρέσκει γλῶσσά σου τεθηγμένη.
585ΤΕ. Ὦ δέσποτ' Αἴας, τί ποτε δρασείεις φρενί;
ΑΙ. Μὴ κρῖνε, μὴ 'ξέταζε· σωφρονεῖν καλόν.
ΤΕ. Οἴμ' ὡς ἀθυμῶ· καί σε πρὸς τοῦ σοῦ τέκνου
καὶ θεῶν ἱκνοῦμαι μὴ προδοὺς ἡμᾶς γένῃ.
ΑΙ. Ἄγαν γε λυπεῖς. Οὐ κάτοισθ' ἐγὼ θεοῖς
590ὡς οὐδὲν ἀρκεῖν εἰμ' ὀφειλέτης ἔτι;
ΤΕ. Εὔφημα φώνει.
ΑΙ. Τοῖς ἀκούουσιν λέγε.
ΤΕ. Σὺ δ' οὐχὶ πείσῃ;
ΑΙ. Πόλλ' ἄγαν ἤδη θροεῖς.
ΤΕ. Ταρβῶ γάρ, ὦναξ.
ΑΙ. Οὐ ξυνέρξεθ' ὡς τάχος;
ΤΕ. Πρὸς θεῶν, μαλάσσου.
ΑΙ. Μῶρά μοι δοκεῖς φρονεῖν,
595εἰ τοὐμὸν ἦθος ἄρτι παιδεύειν νοεῖς.
ΧΟ. Ὦ κλεινὰ Σαλαμίς, σὺ μέν που Str. 1.
ναίεις ἁλίπλακτος εὐδαίμων,
πᾶσιν περίφαντος αἰεί.
600ἐγὼ δ' ὁ τλάμων παλαιὸς ἀφ' οὗ χρόνος
Ἰδαῖα μίμνων λειμώνι' ἔπαυλα μηνῶν
ἀνήριθμος αἰὲν εὐνῶμαι
605χρόνῳ τρυχόμενος, κακὰν ἐλπίδ' ἔχων
ἔτι μέ ποτ' ἀνύσειν τὸν ἀπότροπον ἀΐδηλον Ἅιδαν.
Καί μοι δυσθεράπευτος Αἴας Ant. 1.
610ξύνεστιν ἔφεδρος, ὤμοι μοι,
θείᾳ μανίᾳ ξύναυλος
ὃν ἐξεπέμψω πρὶν δή ποτε θουρίῳ
κρατοῦντ' ἐν Ἄρει· νῦν δ' αὖ φρενὸς οἰοβώτας
615φίλοις μέγα πένθος ηὕρηται.
Τὰ πρὶν δ' ἔργα χεροῖν μεγίστας ἀρετᾶς
ἄφιλα παρ' ἀφίλοις ἔπεσ' ἔπεσε μελέοις Ἀτρείδαις.
620
Ἦ που παλαιᾷ μὲν ἔντροφος ἁμέρᾳ, Str. 2.
625λευκῷ δὲ γήρᾳ μάτηρ νιν ὅταν νοσοῦντα
φρενομόρως ἀκούσῃ,
αἴλινον αἴλινον
οὐδ' οἰκτρᾶς γόον ὄρνιθος ἀηδοῦς
630ἥσει δύσμορος, ἀλλ' ὀξυτόνους μὲν ᾠδὰς
θρηνήσει, χερόπλακτοι δ' ἐν στέρνοισι πεσοῦνται
δοῦποι καὶ πολιᾶς ἄμυγμα χαίτας.
635Κρείσσων γὰρ Ἅιδᾳ κεύθων ὁ νοσῶν μάταν, Ant. 2.
ὃς ἐκ πατρῴας ἥκων γενεᾶς ἄριστος
πολυπόνων Ἀχαιῶν,
οὐκέτι συντρόφοις
640ὀργαῖς ἔμπεδος, ἀλλ' ἐκτὸς ὁμιλεῖ.
Ὦ τλᾶμον πάτερ, οἵαν σε μένει πυθέσθαι
παιδὸς δύσφορον ἄταν, ἃν οὔπω τις ἔθρεψεν
645δίων Αἰακιδᾶν ἄτερθε τοῦδε.
ΑΙ. Ἅπανθ' ὁ μακρὸς κἀναρίθμητος χρόνος
φύει τ' ἄδηλα καὶ φανέντα κρύπτεται·
κοὐκ ἔστ' ἄελπτον οὐδέν, ἀλλ' ἁλίσκεται
χὠ δεινὸς ὅρκος χαἰ περισκελεῖς φρένες.
650Κἀγὼ γάρ, ὃς τὰ δείν' ἐκαρτέρουν τότε,
βαφῇ σίδηρος ὥς, ἐθηλύνθην στόμα
πρὸς τῆσδε τῆς γυναικός· οἰκτίρω δέ νιν
χήραν παρ' ἐχθροῖς παῖδά τ' ὀρφανὸν λιπεῖν.
Ἀλλ' εἶμι πρός τε λουτρὰ καὶ παρακτίους
655λειμῶνας, ὡς ἂν λύμαθ' ἁγνίσας ἐμὰ
μῆνιν βαρεῖαν ἐξαλύξωμαι θεᾶς·
μολών τε χῶρον ἔνθ' ἂν ἀστιβῆ κίχω,
κρύψω τόδ' ἔγχος τοὐμόν, ἔχθιστον βελῶν,
γαίας ὀρύξας ἔνθα μή τις ὄψεται·
660ἀλλ' αὐτὸ νὺξ Ἅιδης τε σῳζόντων κάτω.
Ἐγὼ γάρ, ἐξ οὗ χειρὶ τοῦτ' ἐδεξάμην
παρ' Ἕκτορος δώρημα δυσμενεστάτου,
οὔπω τι κεδνὸν ἔσχον Ἀργείων πάρα·
ἀλλ' ἔστ' ἀληθὴς ἡ βροτῶν παροιμία·
665ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα.
Τοιγὰρ τὸ λοιπὸν εἰσόμεσθα μὲν θεοῖς
εἴκειν, μαθησόμεσθα δ' Ἀτρείδας σέβειν.
Ἄρχοντές εἰσιν, ὥσθ' ὑπεικτέον· τί μή;
Καὶ γὰρ τὰ δεινὰ καὶ τὰ καρτερώτατα
670τιμαῖς ὑπείκει· τοῦτο μὲν νιφοστιβεῖς
χειμῶνες ἐκχωροῦσιν εὐκάρπῳ θέρει·
ἐξίσταται δὲ νυκτὸς αἰανὴς κύκλος
τῇ λευκοπώλῳ φέγγος ἡμέρᾳ φλέγειν·
δεινῶν τ' ἄημα πνευμάτων ἐκοίμισε
675στένοντα πόντον· ἐν δ' ὁ παγκρατὴς ὕπνος
λύει πεδήσας, οὐδ' ἀεὶ λαβὼν ἔχει·
ἡμεῖς δὲ πῶς οὐ γνωσόμεσθα σωφρονεῖν;
Ἐγὼ δ', ἐπίσταμαι γὰρ ἀρτίως ὅτι
ὅ τ' ἐχθρὸς ἡμῖν ἐς τοσόνδ' ἐχθαρτέος,
680ὡς καὶ φιλήσων αὖθις, ἔς τε τὸν φίλον
τοσαῦθ' ὑπουργῶν ὠφελεῖν βουλήσομαι,
ὡς αἰὲν οὐ μενοῦντα· τοῖς πολλοῖσι γὰρ
βροτῶν ἄπιστός ἐσθ' ἑταιρείας λιμήν.
Ἀλλ' ἀμφὶ μὲν τούτοισιν εὖ σχήσει. Σὺ δὲ
685ἔσω θεοῖς ἐλθοῦσα διὰ τέλους, γύναι,
εὔχου τελεῖσθαι τοὐμὸν ὧν ἐρᾷ κέαρ.
Ὑμεῖς θ', ἑταῖροι, ταὐτὰ τῇδέ μοι τάδε
τιμᾶτε, Τεύκρῳ τ', ἢν μόλῃ, σημήνατε
μέλειν μὲν ἡμῶν, εὐνοεῖν δ' ὑμῖν ἅμα.
690Ἐγὼ γὰρ εἶμ' ἐκεῖσ' ὅποι πορευτέον·
ὑμεῖς δ' ἃ φράζω δρᾶτε, καὶ τάχ' ἄν μ' ἴσως
πύθοισθε, κεἰ νῦν δυστυχῶ, σεσωσμένον.
ΧΟ. Ἔφριξ' ἔρωτι, περιχαρὴς δ' ἀνεπτάμαν. Str.
Ἰὼ ἰώ, Πὰν Πάν,
695ὦ Πάν, Πὰν ἁλίπλαγκτε, Κυλ-
λανίας χιονοκτύπου
πετραίας ἀπὸ δειράδος φάνηθ', ὤ,
θεῶν χοροποί', ἄναξ, ὅπως μοι
Νύσια Κνώσι' ὀρ-
700χήματ' αὐτοδαῆ ξυνὼν ἰάψῃς.
Νῦν γὰρ ἐμοὶ μέλει χορεῦσαι.
Ἰκαρίων δ' ὑπὲρ πελαγέων μο-
λὼν ἄναξ Ἀπόλλων
ὁ Δάλιος εὔγνωστος
705ἐμοὶ ξυνείη διὰ παντὸς εὔφρων.
Ἔλυσεν αἰνὸν ἄχος ἀπ' ὀμμάτων Ἄρησ. Ant.
Ἰὼ ἰώ. Νῦν αὖ,
νῦν, ὦ Ζεῦ, πάρα λευκὸν εὐ-
άμερον πελάσαι φάος
710θοᾶν ὠκυάλων νεῶν, ὅτ' Αἴας
λαθίπονος πάλιν, θεῶν δ' αὖ
πάνθυτα θέσμι' ἐξ-
ήνυσ' εὐνομίᾳ σέβων μεγίστᾳ.
Πάνθ' ὁ μέγας χρόνος μαραίνει
κοὐδὲν ἀναύδατον φατίσαιμ' ἄν,
715εὖτέ γ' ἐξ ἀέλπτων
Αἴας μετανεγνώσθη
θυμῶν Ἀτρείδαις μεγάλων τε νεικέων.
ΑΓΓΕΛΟΣ
Ἄνδρες φίλοι, τὸ πρῶτον ἀγγεῖλαι θέλω·
720Τεῦκρος πάρεστιν ἄρτι Μυσίων ἀπὸ
κρημνῶν· μέσον δὲ προσμολὼν στρατήγιον
κυδάζεται τοῖς πᾶσιν Ἀργείοις ὁμοῦ.
Στείχοντα γὰρ πρόσωθεν αὐτὸν ἐν κύκλῳ
μαθόντες ἀμφέστησαν, εἶτ' ὀνείδεσιν
725ἤρασσον ἔνθεν κἄνθεν οὔτις ἔσθ' ὃς οὔ,
τὸν τοῦ μανέντος κἀπιβουλευτοῦ στρατοῦ
ξύναιμον ἀποκαλοῦντες, ὡς οὐκ ἀρκέσοι
τὸ μὴ οὐ πέτροισι πᾶς καταξανθεὶς θανεῖν.
Ὥστ' εἰς τοσοῦτον ἦλθον ὥστε καὶ χεροῖν
730κολεῶν ἐρυστὰ διεπεραιώθη ξίφη.
Λήγει δ' ἔρις δραμοῦσα τοῦ προσωτάτω
ἀνδρῶν γερόντων ἐν ξυναλλαγῇ λόγου.
Ἀλλ' ἡμὶν Αἴας ποῦ 'στιν, ὡς φράσω τάδε;
τοῖς κυρίοις γὰρ πάντα χρὴ δηλοῦν λόγον.
735ΧΟ. Οὐκ ἔνδον, ἀλλὰ φροῦδος ἀρτίως, νέας
βουλὰς νέοισιν ἐγκαταζεύξας τρόποις.
ΑΓ. Ἰοὺ ἰού·
βραδεῖαν ἡμᾶς ἆρ' ὁ τήνδε τὴν ὁδὸν
πέμπων ἔπεμψεν, ἢ 'φάνην ἐγὼ βραδύς.
740ΧΟ. Τί δ' ἐστὶ χρείας τῆσδ' ὑπεσπανισμένον;
ΑΓ. Τὸν ἄνδρ' ἀπηύδα Τεῦκρος ἔνδοθεν στέγης
μὴ 'ξω παρήκειν, πρὶν παρὼν αὐτὸς τύχῃ.
ΧΟ. Ἀλλ' οἴχεταί τοι πρὸς τὸ κέρδιστον τραπεὶς
γνώμης, θεοῖσιν ὡς καταλλαχθῇ χόλου.
745ΑΓ. Ταῦτ' ἐστὶ τἄπη μωρίας πολλῆς πλέα,
εἴπερ τι Κάλχας εὖ φρονῶν μαντεύεται.
ΧΟ. Ποῖον; τί δ' εἰδὼς τοῦδε πράγματος πέρι ‑
ΑΓ. Τοσοῦτον οἶδα καὶ παρὼν ἐτύγχανον·
ἐκ γὰρ συνέδρου καὶ τυραννικοῦ κύκλου
750Κάλχας μεταστὰς οἶος Ἀτρειδῶν δίχα,
εἰς χεῖρα Τεύκρου δεξιὰν φιλοφρόνως
θεὶς εἶπε κἀπέσκηψε παντοίᾳ τέχνῃ
εἶρξαι κατ' ἦμαρ τοὐμφανὲς τὸ νῦν τόδε
Αἴανθ' ὑπὸ σκηναῖσι μηδ' ἀφέντ' ἐᾶν,
755εἰ ζῶντ' ἐκεῖνον εἰσιδεῖν θέλοι ποτέ·
ἐλᾷ γὰρ αὐτὸν τῇδε θἠμέρᾳ μόνῃ
δίας Ἀθάνας μῆνις, ὡς ἔφη λέγων.
Τὰ γὰρ περισσὰ κἀνόνητα σώματα
πίπτειν βαρείαις πρὸς θεῶν δυσπραξίαις
760ἔφασχ' ὁ μάντις, ὅστις ἀνθρώπου φύσιν
βλαστὼν ἔπειτα μὴ κατ' ἄνθρωπον φρονῇ.
Κεῖνος δ' ἀπ' οἴκων εὐθὺς ἐξορμώμενος
ἄνους καλῶς λέγοντος ηὑρέθη πατρός.
Ὁ μὲν γὰρ αὐτὸν ἐννέπει· "Τέκνον, δορὶ
765βούλου κρατεῖν μέν, σὺν θεῷ δ' ἀεὶ κρατεῖν"·
ὁ δ' ὑψικόμπως κἀφρόνως ἠμείψατο·
"Πάτερ, θεοῖς μὲν κἂν ὁ μηδὲν ὢν ὁμοῦ
κράτος κατακτήσαιτ'· ἐγὼ δὲ καὶ δίχα
κείνων πέποιθα τοῦτ' ἐπισπάσειν κλέος".
770Τοσόνδ' ἐκόμπει μῦθον. Εἶτα δεύτερον
δίας Ἀθάνας, ἡνίκ' ὀτρύνουσά νιν
ηὐδᾶτ' ἐπ' ἐχθροῖς χεῖρα φοινίαν τρέπειν,
τότ' ἀντιφωνεῖ δεινὸν ἄρρητόν τ' ἔπος·
"Ἄνασσα, τοῖς ἄλλοισιν Ἀργείων πέλας
775ἵστω, καθ' ἡμᾶς δ' οὔποτ' ἐκρήξει μάχη".
Τοιοῖσδέ τοι λόγοισιν ἀστεργῆ θεᾶς
ἐκτήσατ' ὀργήν, οὐ κατ' ἄνθρωπον φρονῶν.
Ἀλλ' εἴπερ ἔστι τῇδε θἠμέρᾳ, τάχ' ἂν
γενοίμεθ' αὐτοῦ σὺν θεῷ σωτήριοι.
780Τοσαῦθ' ὁ μάντις εἶφ'· ὁ δ' εὐθὺς ἐξ ἕδρας
πέμπει με σοὶ φέροντα τάσδ' ἐπιστολὰς
Τεῦκρος φυλάσσειν. Εἰ δ' ἀπεστερήμεθα,
οὐκ ἔστιν ἁνὴρ κεῖνος, εἰ Κάλχας σοφός.
ΧΟ. Ὦ δαΐα Τέκμησσα, δύσμορον γένος,
785ὅρα μολοῦσα τόνδ' ὁποῖ' ἔπη θροεῖ·
ξυρεῖ γὰρ ἐν χρῷ τοῦτο, μὴ χαίρειν τινά.
ΤΕ. Τί μ' αὖ τάλαιναν, ἀρτίως πεπαυμένην
κακῶν ἀτρύτων, ἐξ ἕδρας ἀνίστατε;
ΧΟ. Τοῦδ' εἰσάκουε τἀνδρός, ὡς ἥκει φέρων
790Αἴαντος ἡμῖν πρᾶξιν ἣν ἤλγησ' ἐγώ.
ΤΕ. Οἴμοι, τί φῄς, ἄνθρωπε; μῶν ὀλώλαμεν;
ΑΓ. Οὐκ οἶδα τὴν σὴν πρᾶξιν, Αἴαντος δ' ὅτι,
θυραῖος εἴπερ ἐστίν, οὐ θαρσῶ πέρι.
ΤΕ. Καὶ μὴν θυραῖος, ὥστε μ' ὠδίνειν τί φῄς.
795ΑΓ. Ἐκεῖνον εἴργειν Τεῦκρος ἐξεφίεται
σκηνῆς ὕπαυλον, μηδ' ἀφιέναι μόνον.
ΤΕ. Ποῦ δ' ἐστὶ Τεῦκρος, κἀπὶ τῷ λέγει τάδε;
ΑΓ. Πάρεστ' ἐκεῖνος ἄρτι· τήνδε δ' ἔξοδον
ὀλεθρίαν Αἴαντος ἐλπίζει ῥέπειν.
800ΤΕ. Οἴμοι τάλαινα, τοῦ ποτ' ἀνθρώπων μαθών;
ΑΓ. Τοῦ Θεστορείου μάντεως, καθ' ἡμέραν
τὴν νῦν, ὅτ' αὐτῷ θάνατον ἢ βίον φέρει.
ΤΕ. Οἲ 'γώ, φίλοι, πρόστητ' ἀναγκαίας τύχης,
καὶ σπεύσαθ' οἱ μὲν Τεῦκρον ἐν τάχει μολεῖν·
805οἱ δ' ἑσπέρους ἀγκῶνας, οἱ δ' ἀντηλίους
ζητεῖτ' ἰόντες τἀνδρὸς ἔξοδον κακήν.
Ἔγνωκα γὰρ δὴ φωτὸς ἠπατημένη
καὶ τῆς παλαιᾶς χάριτος ἐκβεβλημένη.
Οἴμοι, τί δράσω, τέκνον; οὐχ ἱδρυτέον.
810Ἀλλ' εἶμι κἀγὼ κεῖσ' ὅποιπερ ἂν σθένω.
Χωρῶμεν, ἐγκονῶμεν· οὐχ ἕδρας ἀκμὴ
σῴζειν θέλοντας ἄνδρα γ' ὃς σπεύδῃ θανεῖν.
ΧΟ. Χωρεῖν ἕτοιμος, κοὐ λόγῳ δείξω μόνον·
τάχος γὰρ ἔργου καὶ ποδῶν ἅμ' ἕψεται.
815ΑΙ. Ὁ μὲν σφαγεὺς ἕστηκεν ᾗ τομώτατος
γένοιτ' ἄν, εἴ τῳ καὶ λογίζεσθαι σχολή,
δῶρον μὲν ἀνδρὸς Ἕκτορος ξένων ἐμοὶ
μάλιστα μισηθέντος, ἐχθίστου θ' ὁρᾶν·
πέπηγε δ' ἐν γῇ πολεμίᾳ τῇ Τρῳάδι,
820σιδηροβρῶτι θηγάνῃ νεηκονής·
ἔπηξα δ' αὐτὸν εὖ περιστείλας ἐγὼ
εὐνούστατον τῷδ' ἀνδρὶ διὰ τάχους θανεῖν.
Οὕτω μὲν εὐσκευοῦμεν· ἐκ δὲ τῶνδέ μοι
σὺ πρῶτος, ὦ Ζεῦ, καὶ γὰρ εἰκός, ἄρκεσον.
825Αἰτήσομαι δέ σ' οὐ μακρὸν γέρας λαχεῖν·
πέμψον τιν' ἡμῖν ἄγγελον, κακὴν φάτιν
Τεύκρῳ φέροντα, πρῶτος ὥς με βαστάσῃ
πεπτῶτα τῷδε περὶ νεορράντῳ ξίφει,
καὶ μὴ πρὸς ἐχθρῶν του κατοπτευθεὶς πάρος
830ῥιφθῶ κυσὶν πρόβλητος οἰωνοῖς θ' ἕλωρ.
Τοσαῦτά σ', ὦ Ζεῦ, προστρέπω· καλῶ δ' ἅμα
πομπαῖον Ἑρμῆν χθόνιον εὖ με κοιμίσαι,
ξὺν ἀσφαδάστῳ καὶ ταχεῖ πηδήματι
πλευρὰν διαρρήξαντα τῷδε φασγάνῳ.
835Καλῶ δ' ἀρωγοὺς τὰς ἀεί τε παρθένους
ἀεί θ' ὁρώσας πάντα τἀν βροτοῖς πάθη,
σεμνὰς Ἐρινῦς τανύποδας μαθεῖν ἐμὲ
πρὸς τῶν Ἀτρειδῶν ὡς διόλλυμαι τάλας.
Καί σφας κακοὺς κάκιστα καὶ πανωλέθρους
840ξυναρπάσειαν, ὥσπερ εἰσορῶσ' ἐμὲ
αὐτοσφαγῆ πίπτοντα, τὼς αὐτοσφαγεῖς
πρὸς τῶν φιλίστων ἐκγόνων ὀλοίατο.
Ἴτ', ὦ ταχεῖαι ποίνιμοί τ' Ἐρινύες,
γεύεσθε, μὴ φείδεσθε πανδήμου στρατοῦ.
845Σὺ δ', ὦ τὸν αἰπὺν οὐρανὸν διφρηλατῶν
Ἥλιε, πατρῴαν τὴν ἐμὴν ὅταν χθόνα
ἴδῃς, ἐπισχὼν χρυσόνωτον ἡνίαν
ἄγγειλον ἄτας τὰς ἐμὰς μόρον τ' ἐμὸν
γέροντι πατρὶ τῇ τε δυστήνῳ τροφῷ.
850Ἦ που τάλαινα, τήνδ' ὅταν κλύῃ φάτιν,
ἥσει μέγαν κωκυτὸν ἐν πάσῃ πόλει.
Ἀλλ' οὐδὲν ἔργον ταῦτα θρηνεῖσθαι μάτην,
ἀλλ' ἀρκτέον τὸ πρᾶγμα σὺν τάχει τινί.
Ὦ Θάνατε, Θάνατε, νῦν μ' ἐπίσκεψαι μολών·
855καίτοι σὲ μὲν κἀκεῖ προσαυδήσω ξυνών·
σὲ δ', ὦ φαεννῆς ἡμέρας τὸ νῦν σέλας,
καὶ τὸν διφρευτὴν Ἥλιον προσεννέπω,
πανύστατον δή, κοὔποτ' αὖθις ὕστερον.
Ὦ φέγγος, ὦ γῆς ἱερὸν οἰκείας πέδον
860Σαλαμῖνος, ὦ πατρῷον ἑστίας βάθρον,
κλειναί τ' Ἀθῆναι, καὶ τὸ σύντροφον γένος,
κρῆναί τε ποταμοί θ' οἵδε, καὶ τὰ Τρωϊκὰ
πεδία προσαυδῶ, χαίρετ', ὦ τροφῆς ἐμοί·
τοῦθ' ὑμὶν Αἴας τοὔπος ὕστατον θροεῖ,
865τὰ δ' ἄλλ' ἐν Ἅιδου τοῖς κάτω μυθήσομαι.
ΗΜΙΧΟΡΙΟΝ Α΄
Πόνος πόνῳ πόνον φέρει·
πᾷ πᾷ
πᾷ γὰρ οὐκ ἔβαν ἐγώ;
κοὐδεὶς ἐπίσταταί με συμμαθεῖν τόπος.
870Ἰδοὺ ἰδού,
δοῦπον αὖ κλύω τινά.
ΗΜΙΧΟΡΙΟΝ Β΄
Ἡμῶν γε ναὸς κοινόπλουν ὁμιλίαν.
Α΄ Τί οὖν δή;
Β΄ Πᾶν ἐστίβηται πλευρὸν ἕσπερον νεῶν.
875Α΄ Ἔχεις οὖν;
Β΄ Πόνου γε πλῆθος, κοὐδὲν εἰς ὄψιν πλέον.
Α΄ Ἀλλ' οὐδὲ μὲν δὴ τὴν ἀφ' ἡλίου βολῶν
κέλευθον ἁνὴρ οὐδαμοῦ δηλοῖ φανείς.
ΧΟ. Τίς ἂν δῆ‹τά› μοι, τίς ἂν φιλοπόνων Str.
880ἁλιαδᾶν ἔχων ἀΰπνους ἄγρας,
ἢ τίς Ὀλυμπιάδων θεᾶν, ἢ ῥυτῶν
Βοσπορίων ποταμῶν,
885τὸν ὠμόθυμον εἴ ποθι
πλαζόμενον λεύσσων
ἀπύοι; σχέτλια γὰρ
ἐμέ γε τὸν μακρῶν ἀλάταν πόνων
οὐρίῳ μὴ πελάσαι δρόμῳ,
890ἀλλ' ἀμενηνὸν ἄνδρα μὴ λεύσσειν ὅπου.
ΤΕ. Ἰώ μοί μοι.
ΧΟ. Τίνος βοὴ πάραυλος ἐξέβη νάπους;
ΤΕ. Ἰὼ τλήμων.
ΧΟ. Τὴν δουρίληπτον δύσμορον νύμφην ὁρῶ
895Τέκμησσαν, οἴκτῳ τῷδε συγκεκραμένην.
ΤΕ. Οἴχωκ', ὄλωλα, διαπεπόρθημαι, φίλοι.
ΧΟ. Τί δ' ἔστιν;
ΤΕ. Αἴας ὅδ' ἡμῖν ἀρτίως νεοσφαγὴς
κεῖται κρυφαίῳ φασγάνῳ περιπτυχής.
900ΧΟ. Ὤμοι ἐμῶν νόστων·
ὤμοι, κατέπεφνες, ἄναξ,
τόνδε συνναύταν, τάλας·
ὦ ταλαίφρων γύναι.
ΤΕ. Ὡς ὧδε τοῦδ' ἔχοντος αἰάζειν πάρα.
905ΧΟ. Τίνος ποτ' ἆρ' ἔπραξε χειρὶ δύσμορος;
ΤΕ. Αὐτὸς πρὸς αὑτοῦ· δῆλον. Ἐν γάρ οἱ χθονὶ
πηκτὸν τόδ' ἔγχος περιπετὲς κατηγορεῖ.
ΧΟ. Ὤμοι ἐμᾶς ἄτας, οἶος ἄρ' αἱμάχθης,
910ἄφαρκτος φίλων·
ἐγὼ δ' ὁ πάντα κωφός, ὁ πάντ' ἄϊδρις,
κατημέλησα· πᾷ πᾷ
κεῖται ὁ δυστράπελος
δυσώνυμος Αἴας;
915ΤΕ. Οὔτοι θεατός· ἀλλά νιν περιπτυχεῖ
φάρει καλύψω τῷδε παμπήδην, ἐπεὶ
οὐδεὶς ἂν ὅστις καὶ φίλος τλαίη βλέπειν
φυσῶντ' ἄνω πρὸς ῥῖνας ἔκ τε φοινίας
πληγῆς μελανθὲν αἷμ' ἀπ' οἰκείας σφαγῆς.
920Οἴμοι, τί δράσω; τίς σε βαστάσει φίλων;
Ποῦ Τεῦκρος; ὡς ἀκμαῖος, εἰ βαίη, μόλοι,
πεπτῶτ' ἀδελφὸν τόνδε συγκαθαρμόσαι.
Ὦ δύσμορ' Αἴας, οἷος ὢν οἵως ἔχεις,
ὡς καὶ παρ' ἐχθροῖς ἄξιος θρήνων τυχεῖν.
925ΧΟ. Ἔμελλες, τάλας, ἔμελλες χρόνῳ Ant.
στερεόφρων ἄρ' ἐξανύσσειν κακὰν
μοῖραν ἀπειρεσίων πόνων. Τοῖά μοι
πάννυχα καὶ φαέθοντ'
930ἀνεστέναζες ὠμόφρων
ἐχθοδόπ' Ἀτρείδαις
οὐλίῳ σὺν πάθει.
Μέγας ἄρ' ἦν ἐκεῖνος ἄρχων χρόνος
935πημάτων, ἦμος ἀριστόχειρ
‹οὐλομένων› ὅπλων ἔκειθ' ἁγὼν πέρι.
ΤΕ. Ἰώ μοί μοι.
ΧΟ. Χωρεῖ πρὸς ἧπαρ, οἶδα, γενναία δύη.
ΤΕ. Ἰώ μοί μοι.
940ΧΟ. Οὐδέν σ' ἀπιστῶ καὶ δὶς οἰμῶξαι, γύναι,
τοιοῦδ' ἀποβλαφθεῖσαν ἀρτίως φίλου.
ΤΕ. Σοὶ μὲν δοκεῖν ταῦτ' ἔστ', ἐμοὶ δ' ἄγαν φρονεῖν.
ΧΟ. Ξυναυδῶ.
ΤΕ. Οἴμοι, τέκνον, πρὸς οἷα δουλείας ζυγὰ
945χωροῦμεν, οἷοι νῷν ἐφεστᾶσιν σκοποί.
ΧΟ. Ὤμοι, ἀναλγήτων
δισσῶν ἐθρόησας ἄναυδ'
ἔργ' Ἀτρειδᾶν τῷδ' ἄχει.
Ἀλλ' ἀπείργοι θεός.
950ΤΕ. Οὐκ ἂν τάδ' ἔστη τῇδε, μὴ θεῶν μέτα.
ΧΟ. Ἄγαν ὑπερβριθὲς τ‹όδ'› ἄχθος ἤνυσαν.
ΤΕ. Τοιόνδε μέντοι Ζηνὸς ἡ δεινὴ θεὸς
Παλλὰς φυτεύει πῆμ' Ὀδυσσέως χάριν.
955ΧΟ. Ἦ ῥα κελαινώπαν θυμὸν ἐφυβρίζει
πολύτλας ἀνήρ,
γελᾷ δὲ τοῖσ‹ι› μαινομένοις ἄχεσιν
πολὺν γέλωτα, φεῦ, φεῦ,
ξύν τε διπλοῖ βασιλῆς
960κλύοντες Ἀτρεῖδαι.
ΤΕ. Οἱ δ' οὖν γελώντων κἀπιχαιρόντων κακοῖς
τοῖς τοῦδ'. Ἴσως τοι, κεἰ βλέποντα μὴ 'πόθουν,
θανόντ' ἂν οἰμώξειαν ἐν χρείᾳ δορός.
Οἱ γὰρ κακοὶ γνώμαισι τἀγαθὸν χεροῖν
965ἔχοντες οὐκ ἴσασι, πρίν τις ἐκβάλῃ.
Ἐμοὶ πικρὸς τέθνηκεν ἢ κείνοις γλυκύς,
αὑτῷ δὲ τερπνός· ὧν γὰρ ἠράσθη τυχεῖν
ἐκτήσαθ' αὑτῷ, θάνατον ὅνπερ ἤθελεν.
Τί δῆτα τοῦδ' ἐπεγγελῷεν ἂν κάτα;
970Θεοῖς τέθνηκεν οὗτος, οὐ κείνοισιν, οὔ.
Πρὸς ταῦτ' Ὀδυσσεὺς ἐν κενοῖς ὑβριζέτω·
Αἴας γὰρ αὐτοῖς οὐκέτ' ἔστιν, ἀλλ' ἐμοὶ
λιπὼν ἀνίας καὶ γόους διοίχεται.
ΤΕΥΚΡΟΣ
Ἰώ μοί μοι.
975ΧΟ. Σίγησον. Αὐδὴν γὰρ δοκῶ Τεύκρου κλύειν
βοῶντος ἄτης τῆσδ' ἐπίσκοπον μέλος.
ΤΕΥ. Ὦ φίλτατ' Αἴας, ὦ ξύναιμον ὄμμ' ἐμοί,
ἆρ' ἠμπόληκας ὥσπερ ἡ φάτις κρατεῖ;
ΧΟ. Ὄλωλεν ἁνήρ, Τεῦκρε, τοῦτ' ἐπίστασο.
980ΤΕΥ. Οἴμοι βαρείας ἆρα τῆς ἐμῆς τύχης.
ΧΟ. Ὡς ὧδ' ἐχόντων ‑
ΤΕΥ. Ὢ τάλας ἐγώ, τάλας.
ΧΟ. πάρα στενάζειν·
ΤΕΥ. Ὦ περισπερχὲς πάθος.
ΧΟ. Ἄγαν γε, Τεῦκρε.
ΤΕΥ. Φεῦ τάλας. Τί γὰρ τέκνον
τὸ τοῦδε; ποῦ μοι γῆς κυρεῖ τῆς Τρῳάδος;
985ΧΟ. Μόνος παρὰ σκηναῖσιν ‑
ΤΕΥ. Οὐχ ὅσον τάχος
δῆτ' αὐτὸν ἄξεις δεῦρο, μή τις ὡς κενῆς
σκύμνον λεαίνης δυσμενῶν ἀναρπάσῃ;
Ἴθ', ἐγκόνει, σύγκαμνε· τοῖς θανοῦσί τοι
φιλοῦσι πάντες κειμένοις ἐπεγγελᾶν.
990ΧΟ. Καὶ μὴν ἔτι ζῶν, Τεῦκρε, τοῦδέ σοι μέλειν
ἐφίεθ' ἁνὴρ κεῖνος, ὥσπερ οὖν μέλει.
ΤΕΥ. Ὦ τῶν ἁπάντων δὴ θεαμάτων ἐμοὶ
ἄλγιστον ὧν προσεῖδον ὀφθαλμοῖς ἐγώ,
ὁδός θ' ὁδῶν πασῶν ἀνιάσασα δὴ
995μάλιστα τοὐμὸν σπλάγχνον, ἣν δὴ νῦν ἔβην,
ὦ φίλτατ' Αἴας, τὸν σὸν ὡς ἐπῃσθόμην
μόρον διώκων κἀξιχνοσκοπούμενος.
Ὀξεῖα γάρ σου βάξις ὡς θεοῦ τινος
διῆλθ' Ἀχαιοὺς πάντας ὡς οἴχῃ θανών.
1000Ἁγὼ κλύων δύστηνος ἐκποδὼν μὲν ὢν
ὑπεστέναζον, νῦν δ' ὁρῶν ἀπόλλυμαι.
Οἴμοι.
Ἴθ', ἐκκάλυψον, ὡς ἴδω τὸ πᾶν κακόν.
Ὦ δυσθέατον ὄμμα καὶ τόλμης πικρᾶς,
1005ὅσας ἀνίας μοι κατασπείρας φθίνεις.
Ποῖ γὰρ μολεῖν μοι δυνατόν, εἰς ποίους βροτούς,
τοῖς σοῖς ἀρήξαντ' ἐν πόνοισι μηδαμοῦ;
Ἦ πού ‹με› Τελαμών, σὸς πατὴρ ἐμός θ' ἅμα,
δέξαιτ' ἂν εὐπρόσωπος ἵλεώς τ' ἴσως
1010χωροῦντ' ἄνευ σοῦ· πῶς γὰρ οὔχ; ὅτῳ πάρα
μηδ' εὐτυχοῦντι μηδὲν ἥδιον γελᾶν.
Οὗτος τί κρύψει; ποῖον οὐκ ἐρεῖ κακόν,
τὸν ἐκ δορὸς γεγῶτα πολεμίου νόθον,
τὸν δειλίᾳ προδόντα καὶ κακανδρίᾳ
1015σέ, φίλτατ' Αἴας, ἢ δόλοισιν, ὡς τὰ σὰ
κράτη θανόντος καὶ δόμους νέμοιμι σούς.
Τοιαῦτ' ἀνὴρ δύσοργος, ἐν γήρᾳ βαρύς,
ἐρεῖ, πρὸς οὐδὲν εἰς ἔριν θυμούμενος·
τέλος δ' ἀπωστὸς γῆς ἀπορριφθήσομαι,
1020δοῦλος λόγοισιν ἀντ' ἐλευθέρου φανείς.
Τοιαῦτα μὲν κατ' οἶκον· ἐν Τροίᾳ δέ μοι
πολλοὶ μὲν ἐχθροί, παῦρα δ' ὠφελήσιμα·
καὶ ταῦτα πάντα σοῦ θανόντος ηὑρόμην.
Οἴμοι, τί δράσω; πῶς σ' ἀποσπάσω πικροῦ
1025τοῦδ' αἰόλου κνώδοντος, ὦ τάλας, ὑφ' οὗ
φονέως ἄρ' ἐξέπνευσας; Εἶδες ὡς χρόνῳ
ἔμελλέ σ' Ἕκτωρ καὶ θανὼν ἀποφθίσειν;
Σκέψασθε, πρὸς θεῶν, τὴν τύχην δυοῖν βροτοῖν·
Ἕκτωρ μέν, ᾧ δὴ τοῦδ' ἐδωρήθη πάρα,
1030ζωστῆρι πρισθεὶς ἱππικῶν ἐξ ἀντύγων,
ἐκνάπτετ' αἰὲν ἔστ' ἀπέψυξεν βίον·
οὗτος δ' ἐκείνου τήνδε δωρεὰν ἔχων
πρὸς τοῦδ' ὄλωλε θανασίμῳ πεσήματι.
Ἆρ' οὐκ Ἐρινὺς τοῦτ' ἐχάλκευσεν ξίφος,
1035κἀκεῖνον Ἅιδης, δημιουργὸς ἄγριος;
Ἐγὼ μὲν οὖν καὶ ταῦτα καὶ τὰ πάντ' ἀεὶ
φάσκοιμ' ἂν ἀνθρώποισι μηχανᾶν θεούς·
ὅτῳ δὲ μὴ τάδ' ἐστὶν ἐν γνώμῃ φίλα,
κεῖνός τ' ἐκεῖνα στεργέτω κἀγὼ τάδε.
1040ΧΟ. Μὴ τεῖνε μακράν, ἀλλ' ὅπως κρύψεις τάφῳ
φράζου τὸν ἄνδρα χὤ τι μυθήσῃ τάχα.
Βλέπω γὰρ ἐχθρὸν φῶτα, καὶ τάχ' ἂν κακοῖς
γελῶν ἃ δὴ κακοῦργος ἐξίκοιτ' ἀνήρ.
ΤΕΥ. Τίς δ' ἐστὶν ὅντιν' ἄνδρα προσλεύσσεις στρατοῦ;
1045ΧΟ. Μενέλαος, ᾧ δὴ τόνδε πλοῦν ἐστείλαμεν.
ΤΕΥ. Ὁρῶ· μαθεῖν γὰρ ἐγγὺς ὢν οὐ δυσπετής.
ΜΕΝΕΛΑΟΣ
Οὗτος, σὲ φωνῶ, τόνδε τὸν νεκρὸν χεροῖν
μὴ συγκομίζειν, ἀλλ' ἐᾶν ὅπως ἔχει.
ΤΕΥ. Τίνος χάριν τοσόνδ' ἀνήλωσας λόγον;
1050ΜΕ. Δοκοῦντ' ἐμοί, δοκοῦντα δ' ὃς κραίνει στρατοῦ.
ΤΕΥ. Οὔκουν ἂν εἴποις ἥντιν' αἰτίαν προθείς;
ΜΕ. Ὁθούνεκ' αὐτὸν ἐλπίσαντες οἴκοθεν
ἄγειν Ἀχαιοῖς ξύμμαχόν τε καὶ φίλον,
ἐξηύρομεν ζητοῦντες ἐχθίω Φρυγῶν·
1055ὅστις στρατῷ ξύμπαντι βουλεύσας φόνον
νύκτωρ ἐπεστράτευσεν, ὡς ἕλοι δορί·
κεἰ μὴ θεῶν τις τήνδε πεῖραν ἔσβεσεν,
ἡμεῖς μὲν ἂν τήνδ' ἣν ὅδ' εἴληχεν τύχην
θανόντες ἂν προὐκείμεθ' αἰσχίστῳ μόρῳ,
1060οὗτος δ' ἂν ἔζη. Νῦν δ' ἐνήλλαξεν θεὸς
τὴν τοῦδ' ὕβριν πρὸς μῆλα καὶ ποίμνας πεσεῖν.
Ὧν οὕνεκ' αὐτὸν οὔτις ἔστ' ἀνὴρ σθένων
τοσοῦτον ὥστε σῶμα τυμβεῦσαι τάφῳ,
ἀλλ' ἀμφὶ χλωρὰν ψάμαθον ἐκβεβλημένος
1065ὄρνισι φορβὴ παραλίοις γενήσεται.
Πρὸς ταῦτα μηδὲν δεινὸν ἐξάρῃς μένος·
εἰ γὰρ βλέποντος μὴ 'δυνήθημεν κρατεῖν,
πάντως θανόντος γ' ἄρξομεν, κἂν μὴ θέλῃς,
χερσὶν παρευθύνοντες· οὐ γὰρ ἔσθ' ὅπου
1070λόγων ἀκοῦσαι ζῶν ποτ' ἠθέλησ' ἐμῶν.
Καίτοι κακοῦ πρὸς ἀνδρὸς ἄνδρα δημότην
μηδὲν δικαιοῦν τῶν ἐφεστώτων κλύειν.
Οὐ γάρ ποτ' οὔτ' ἂν ἐν πόλει νόμοι καλῶς
φέροιντ' ἄν, ἔνθα μὴ καθεστήκῃ δέος,
1075οὔτ' ἂν στρατός γε σωφρόνως ἄρχοιτ' ἔτι
μηδὲν φόβου πρόβλημα μηδ' αἰδοῦς ἔχων.
Ἀλλ' ἄνδρα χρή, κἂν σῶμα γεννήσῃ μέγα,
δοκεῖν πεσεῖν ἂν κἂν ἀπὸ σμικροῦ κακοῦ.
Δέος γὰρ ᾧ πρόσεστιν αἰσχύνη θ' ὁμοῦ,
1080σωτηρίαν ἔχοντα τόνδ' ἐπίστασο·
ὅπου δ' ὑβρίζειν δρᾶν θ' ἃ βούλεται παρῇ,
ταύτην νόμιζε τὴν πόλιν χρόνῳ ποτὲ
ἐξ οὐρίων δραμοῦσαν εἰς βυθὸν πεσεῖν.
Ἀλλ' ἑστάτω μοι καὶ δέος τι καίριον,
1085καὶ μὴ δοκῶμεν δρῶντες ἃν ἡδώμεθα
οὐκ ἀντιτίσειν αὖθις ἃν λυπώμεθα.
Ἕρπει παραλλὰξ ταῦτα. Πρόσθεν οὗτος ἦν
αἴθων ὑβριστής, νῦν δ' ἐγὼ μέγ' αὖ φρονῶ.
Καί σοι προφωνῶ τόνδε μὴ θάπτειν, ὅπως
1090μὴ τόνδε θάπτων αὐτὸς εἰς ταφὰς πέσῃς.
ΧΟ. Μενέλαε, μὴ γνώμας ὑποστήσας σοφὰς
εἶτ' αὐτὸς ἐν θανοῦσιν ὑβριστὴς γένῃ.
ΤΕΥ. Οὐκ ἄν ποτ', ἄνδρες, ἄνδρα θαυμάσαιμ' ἔτι,
ὃς μηδὲν ὢν γοναῖσιν εἶθ' ἁμαρτάνει,
1095ὅθ' οἱ δοκοῦντες εὐγενεῖς πεφυκέναι
τοιαῦθ' ἁμαρτάνουσιν ἐν λόγοις ἔπη.
Ἄγ', εἴπ' ἀπ' ἀρχῆς αὖθις, ἦ σὺ φῂς ἄγειν
τὸν ἄνδρ' Ἀχαιοῖς δεῦρο σύμμαχον λαβών;
οὐκ αὐτὸς ἐξέπλευσεν ὡς αὑτοῦ κρατῶν;
1100ποῦ σὺ στρατηγεῖς τοῦδε; ποῦ δὲ σοὶ λεῶν
ἔξεστ' ἀνάσσειν ὧν ὅδ' ἤγετ' οἴκοθεν;
Σπάρτης ἀνάσσων ἦλθες, οὐχ ἡμῶν κρατῶν,
οὐδ' ἔσθ' ὅπου σοὶ τόνδε κοσμῆσαι πλέον
ἀρχῆς ἔκειτο θεσμὸς ἢ καὶ τῷδε σέ.
1105Ὕπαρχος ἄλλων δεῦρ' ἔπλευσας, οὐχ ὅλων
στρατηγός, ὥστ' Αἴαντος ἡγεῖσθαί ποτε.
Ἀλλ' ὧνπερ ἄρχεις ἄρχε, καὶ τὰ σέμν' ἔπη
κόλαζ' ἐκείνους· τόνδε δ', εἴτε μὴ σὺ φῂς
εἴθ' ἅτερος στρατηγός, εἰς ταφὰς ἐγὼ
1110θήσω δικαίως οὐ τὸ σὸν δείσας στόμα.
Οὐ γάρ τι τῆς σῆς οὕνεκ' ἐστρατεύσατο
γυναικός, ὥσπερ οἱ πόνου πολλοῦ πλέῳ,
ἀλλ' οὕνεχ' ὅρκων οἷσιν ἦν ἐπώμοτος,
σοῦ δ' οὐδέν· οὐ γὰρ ἠξίου τοὺς μηδένας.
1115Πρὸς ταῦτα πλείους δεῦρο κήρυκας λαβὼν
καὶ τὸν στρατηγὸν ἧκε· τοῦ δὲ σοῦ ψόφου
οὐκ ἂν στραφείην, ἕως ἂν ᾖς οἷός περ εἶ.
ΧΟ. Οὐδ' αὖ τοιαύτην γλῶσσαν ἐν κακοῖς φιλῶ·
τὰ σκληρὰ γάρ τοι, κἂν ὑπέρδικ' ᾖ, δάκνει.
1120ΜΕ. Ὁ τοξότης ἔοικεν οὐ σμικρὸν φρονεῖν.
ΤΕΥ. Οὐ γὰρ βάναυσον τὴν τέχνην ἐκτησάμην.
ΜΕ. Μέγ' ἄν τι κομπάσειας, ἀσπίδ' εἰ λάβοις.
ΤΕΥ. Κἂν ψιλὸς ἀρκέσαιμι σοί γ' ὡπλισμένῳ.
ΜΕ. Ἡ γλῶσσά σου τὸν θυμὸν ὡς δεινὸν τρέφει.
1125ΤΕΥ. Ξὺν τῷ δικαίῳ γὰρ μέγ' ἔξεστιν φρονεῖν.
ΜΕ. Δίκαια γὰρ τόνδ' εὐτυχεῖν κτείναντά με;
ΤΕΥ. Κτείναντα; δεινόν γ' εἶπας, εἰ καὶ ζῇς θανών.
ΜΕ. Θεὸς γὰρ ἐκσῴζει με, τῷδε δ' οἴχομαι.
ΤΕΥ. Μὴ νῦν ἀτίμα θεούς, θεοῖς σεσωσμένος.
1130ΜΕ. Ἐγὼ γὰρ ἂν ψέξαιμι δαιμόνων νόμους;
ΤΕΥ. Εἰ τοὺς θανόντας οὐκ ἐᾷς θάπτειν παρών.
ΜΕ. Τούς γ' αὐτὸς αὑτοῦ πολεμίους· οὐ γὰρ καλόν.
ΤΕΥ. Ἦ σοὶ γὰρ Αἴας πολέμιος προὔστη ποτέ;
ΜΕ. Μισοῦντ' ἐμίσει, καὶ σὺ τοῦτ' ἠπίστασο.
1135ΤΕΥ. Κλέπτης γὰρ αὐτοῦ ψηφοποιὸς ηὑρέθης.
ΜΕ. Ἐν τοῖς δικασταῖς, κοὐκ ἐμοί, τόδ' ἐσφάλη.
ΤΕΥ. Πόλλ' ἂν καλῶς λάθρᾳ σὺ κλέψειας κακά.
ΜΕ. Τοῦτ' εἰς ἀνίαν τοὔπος ἔρχεταί τινι.
ΤΕΥ. Οὐ μᾶλλον, ὡς ἔοικεν, ἢ λυπήσομεν.
1140ΜΕ. Ἕν σοι φράσω· τόνδ' ἐστὶν οὐχὶ θαπτέον.
ΤΕΥ. Ἀλλ' ἀντακούσῃ τοῦτον ὡς τεθάψεται.
ΜΕ. Ἤδη ποτ' εἶδον ἄνδρ' ἐγὼ γλώσσῃ θρασὺν
ναύτας ἐφορμήσαντα χειμῶνος τὸ πλεῖν,
ᾧ φθέγμ' ἂν οὐκ ἀνηῦρες, ἡνίκ' ἐν κακῷ
1145χειμῶνος εἴχετ', ἀλλ' ὑφ' εἵματος κρυφεὶς
πατεῖν παρεῖχε τῷ θέλοντι ναυτίλων.
Οὕτω δὲ καὶ σὲ καὶ τὸ σὸν λάβρον στόμα
σμικροῦ νέφους τάχ' ἄν τις ἐκπνεύσας μέγας
χειμὼν κατασβέσειε τὴν πολλὴν βοήν.
1150ΤΕΥ. Ἐγὼ δέ γ' ἄνδρ' ὄπωπα μωρίας πλέων,
ὃς ἐν κακοῖς ὕβριζε τοῖσι τῶν πέλας.
Κᾆτ' αὐτὸν εἰσιδών τις ἐμφερὴς ἐμοὶ
ὀργήν θ' ὅμοιος εἶπε τοιοῦτον λόγον·
"Ὤνθρωπε, μὴ δρᾶ τοὺς τεθνηκότας κακῶς·
1155εἰ γὰρ ποιήσεις, ἴσθι πημανούμενος".
Τοιαῦτ' ἄνολβον ἄνδρ' ἐνουθέτει παρών.
Ὁρῶ δέ τοί νιν, κἄστιν, ὡς ἐμοὶ δοκεῖ,
οὐδείς ποτ' ἄλλος ἢ σύ. Μῶν ᾐνιξάμην;
ΜΕ. Ἄπειμι· καὶ γὰρ αἰσχρόν, εἰ πύθοιτό τις,
1160λόγοις κολάζειν ᾧ βιάζεσθαι παρῇ.
ΤΕΥ. Ἄφερπέ νυν· κἀμοὶ γὰρ αἴσχιστον κλύειν
ἀνδρὸς ματαίου φλαῦρ' ἔπη μυθουμένου.
ΧΟ. Ἔσται μεγάλης ἔριδός τις ἀγών.
Ἀλλ' ὡς δύνασαι, Τεῦκρε, ταχύνας
1165σπεῦσον κοίλην κάπετόν τιν' ἰδεῖν
τῷδ', ἔνθα βροτοῖς τὸν ἀείμνηστον
τάφον εὐρώεντα καθέξει.
ΤΕΥ. Καὶ μὴν ἐς αὐτὸν καιρὸν οἵδε πλησίοι
πάρεισιν ἀνδρὸς τοῦδε παῖς τε καὶ γυνή,
1170τάφον περιστελοῦντε δυστήνου νεκροῦ.
Ὦ παῖ, πρόσελθε δεῦρο, καὶ σταθεὶς πέλας
ἱκέτης ἔφαψαι πατρὸς ὅς σ' ἐγείνατο.
Θάκει δὲ προστρόπαιος ἐν χεροῖν ἔχων
κόμας ἐμὰς καὶ τῆσδε καὶ σαυτοῦ τρίτου,
1175ἱκτήριον θησαυρόν. Εἰ δέ τις στρατοῦ
βίᾳ σ' ἀποσπάσειε τοῦδε τοῦ νεκροῦ,
κακὸς κακῶς ἄθαπτος ἐκπέσοι χθονός,
γένους ἅπαντος ῥίζαν ἐξημημένος,
αὕτως ὅπωσπερ τόνδ' ἐγὼ τέμνω πλόκον.
1180Ἔχ' αὐτόν, ὦ παῖ, καὶ φύλασσε, μηδέ σε
κινησάτω τις, ἀλλὰ προσπεσὼν ἔχου.
Ὑμεῖς τε μὴ γυναῖκες ἀντ' ἀνδρῶν πέλας
παρέστατ', ἀλλ' ἀρήγετ' ἔστ' ἐγὼ μόλω
τάφου μεληθεὶς τῷδε, κἂν μηδεὶς ἐᾷ.
1185ΧΟ. Τίς ἄρα νέατος ἐς πότε λή- Str. 1.
ξει πολυπλάγκτων ἐτέων ἀριθμός,
τὰν ἄπαυστον αἰὲν ἐμοὶ
δορυσσοήτων μόχθων ἄταν ἐπάγων
1190ἀν τὰν εὐρώδη Τροΐαν,
δύστανον ὄνειδος Ἑλλάνων;
Ὄφελε πρότερον αἰθέρα δῦ- Ant. 1.
ναι μέγαν ἢ τὸν πολύκοινον Ἅιδαν
κεῖνος ἁνὴρ, ὃς στυγερῶν
1195ἔδειξεν ὅπλων Ἕλλασιν κοινὸν Ἄρη.
Ὢ πόνοι πρόγονοι πόνων·
κεῖνος γὰρ ἔπερσεν ἀνθρώπους.
Ἐκεῖνος οὐ στεφάνων οὔτε βαθειᾶν Str. 2.
1200κυλίκων νεῖμεν ἐμοὶ τέρψιν ὁμιλεῖν
οὔτε γλυκὺν αὐλῶν ὄτοβον, δύσμορος,
οὔτ' ἐννυχίαν τέρψιν ἰαύειν·
1205ἐρώτων δ' ἐρώτων ἀνέπαυσεν ὤ-
μοι. Κεῖμαι δ' ἀμέριμνος οὕ-
τως, ἀεὶ πυκιναῖς δρόσοις
τεγγόμενος κόμας,
1210λυγρᾶς μνήματα Τροίας.
Καὶ πρὶν μὲν ἐννυχίου δείματος ἦν μοι Ant. 2.
προβολὰ καὶ βελέων θούριος Αἴας·
νῦν δ' οὗτος ἀνεῖται στυγερῷ δαίμονι.
1215Τίς μοι, τίς ἔτ' οὖν τέρψις ἐπέσται;
Γενοίμαν ἵν' ὑλᾶεν ἔπεστι πόν-
του πρόβλημ' ἁλίκλυστον, ἄ-
1220κραν ὑπὸ πλάκα Σουνίου,
τὰς ἱερὰς ὅπως
προσείποιμεν Ἀθάνας.
ΤΕΥ. Καὶ μὴν ἰδὼν ἔσπευσα τὸν στρατηλάτην
Ἀγαμέμνον' ἡμῖν δεῦρο τόνδ' ὁρμώμενον·
1225δῆλος δέ μοὐστὶ σκαιὸν ἐκλύσων στόμα.
ΑΓΑΜΕΜΝΩΝ
Σὲ δὴ τὰ δεινὰ ῥήματ' ἀγγέλλουσί μοι
τλῆναι καθ' ἡμῶν ὧδ' ἀνοιμωκτεὶ χανεῖν·
σέ τοι, τὸν ἐκ τῆς αἰχμαλωτίδος λέγω.
Ἦ που τραφεὶς ἂν μητρὸς εὐγενοῦς ἄπο
1230ὑψήλ' ἐκόμπεις κἀπ' ἄκρων ὡδοιπόρεις,
ὅτ' οὐδὲν ὢν τοῦ μηδὲν ἀντέστης ὕπερ,
κοὔτε στρατηγοὺς οὔτε ναυάρχους μολεῖν
ἡμᾶς Ἀχαιῶν οὔτε σοῦ διωμόσω,
ἀλλ' αὐτὸς ἄρχων, ὡς σὺ φῄς, Αἴας ἔπλει.
1235Ταῦτ' οὐκ ἀκούειν μεγάλα πρὸς δούλων κακά;
Ποίου κέκραγας ἀνδρὸς ὧδ' ὑπέρφρονα;
ποῖ βάντος ἢ ποῦ στάντος οὗπερ οὐκ ἐγώ;
Οὐκ ἆρ' Ἀχαιοῖς ἄνδρες εἰσὶ πλὴν ὅδε;
Πικροὺς ἔοιγμεν τῶν Ἀχιλλείων ὅπλων
1240ἀγῶνας Ἀργείοισι κηρῦξαι τότε,
εἰ πανταχοῦ φανούμεθ' ἐκ Τεύκρου κακοί,
κοὐκ ἀρκέσει ποθ' ὑμὶν οὐδ' ἡσσημένοις
εἴκειν ἃ τοῖς πολλοῖσιν ἤρεσκεν κριταῖς,
ἀλλ' αἰὲν ἡμᾶς ἢ κακοῖς βαλεῖτέ που
1245ἢ σὺν δόλῳ κεντήσεθ' οἱ λελειμμένοι.
Ἐκ τῶνδε μέντοι τῶν τρόπων οὐκ ἄν ποτε
κατάστασις γένοιτ' ἂν οὐδενὸς νόμου,
εἰ τοὺς δίκῃ νικῶντας ἐξωθήσομεν
καὶ τοὺς ὄπισθεν εἰς τὸ πρόσθεν ἄξομεν.
1250Ἀλλ' εἰρκτέον τάδ' ἐστίν· οὐ γὰρ οἱ πλατεῖς
οὐδ' εὐρύνωτοι φῶτες ἀσφαλέστατοι,
ἀλλ' οἱ φρονοῦντες εὖ κρατοῦσι πανταχοῦ.
Μέγας δὲ πλευρὰ βοῦς ὑπὸ σμικρᾶς ὅμως
μάστιγος ὀρθὸς εἰς ὁδὸν πορεύεται.
1255Καὶ σοὶ προσέρπον τοῦτ' ἐγὼ τὸ φάρμακον
ὁρῶ τάχ', εἰ μὴ νοῦν κατακτήσῃ τινά·
ὃς ἀνδρὸς οὐκέτ' ὄντος, ἀλλ' ἤδη σκιᾶς,
θαρσῶν ὑβρίζεις κἀξελευθεροστομεῖς.
Οὐ σωφρονήσεις; οὐ μαθὼν ὃς εἶ φύσιν
1260ἄλλον τιν' ἄξεις ἄνδρα δεῦρ' ἐλεύθερον,
ὅστις πρὸς ἡμᾶς ἀντὶ σοῦ λέξει τὰ σά;
Σοῦ γὰρ λέγοντος οὐκέτ' ἂν μάθοιμ' ἐγώ·
τὴν βάρβαρον γὰρ γλῶσσαν οὐκ ἐπαΐω.
ΧΟ. Εἴθ' ὑμὶν ἀμφοῖν νοῦς γένοιτο σωφρονεῖν·
1265τούτου γὰρ οὐδὲν σφῷν ἔχω λῷον φράσαι.
ΤΕΥ. Φεῦ· τοῦ θανόντος ὡς ταχεῖά τις βροτοῖς
χάρις διαρρεῖ καὶ προδοῦσ' ἁλίσκεται,
εἰ σοῦ γ' ὅδ' ἁνὴρ οὐδ' ἐπὶ σμικρῶν λόγων,
Αἴας, ἔτ' ἴσχει μνῆστιν, οὗ σὺ πολλάκις
1270τὴν σὴν προτείνων προὔκαμες ψυχὴν δορί·
ἀλλ' οἴχεται δὴ πάντα ταῦτ' ἐρριμμένα.
Ὦ πολλὰ λέξας ἄρτι κἀνόητ' ἔπη,
οὐ μνημονεύεις οὐκέτ' οὐδέν, ἡνίκα
ἑρκέων ποθ' ὑμᾶς οὗτος ἐγκεκλῃμένους,
1275ἤδη τὸ μηδὲν ὄντας, ἐν τροπῇ δορὸς
ἐρρύσατ' ἐλθὼν μοῦνος, ἀμφὶ μὲν νεῶν
ἄκροισιν ἤδη ναυτικοῖς ἑδωλίοις
πυρὸς φλέγοντος, εἰς δὲ ναυτικὰ σκάφη
πηδῶντος ἄρδην Ἕκτορος τάφρων ὕπερ;
1280Τίς ταῦτ' ἀπεῖρξεν; οὐχ ὅδ' ἦν ὁ δρῶν τάδε,
ὃν οὐδαμοῦ φῂς οὗ σὺ μή, βῆναι ποδί;
Ἆρ' ὑμὶν οὗτος ταῦτ' ἔδρασεν ἔνδικα;
χὤτ' αὖθις αὐτὸς Ἕκτορος μόνος μόνου,
λαχών τε κἀκέλευστος, ἦλθ' ἐναντίος,
1285οὐ δραπέτην τὸν κλῆρον ἐς μέσον καθεὶς
ὑγρᾶς ἀρούρας βῶλον, ἀλλ' ὃς εὐλόφου
κυνῆς ἔμελλε πρῶτος ἅλμα κουφιεῖν;
Ὅδ' ἦν ὁ πράσσων ταῦτα, σὺν δ' ἐγὼ παρὼν
ὁ δοῦλος, οὑκ τῆς βαρβάρου μητρὸς γεγώς.
1290Δύστηνε, ποῖ βλέπων ποτ' αὐτὰ καὶ θροεῖς;
Οὐκ οἶσθα σοῦ πατρὸς μὲν ὃς προὔφυ πατὴρ
ἀρχαῖον ὄντα Πέλοπα βάρβαρον Φρύγα;
Ἀτρέα δ', ὃς αὖ σ' ἔσπειρε, δυσσεβέστατον
προθέντ' ἀδελφῷ δεῖπνον οἰκείων τέκνων;
1295Αὐτὸς δὲ μητρὸς ἐξέφυς Κρήσσης, ἐφ' ᾗ
λαβὼν ἐπακτὸν ἄνδρ' ὁ φιτύσας πατὴρ
ἐφῆκεν ἐλλοῖς ἰχθύσιν διαφθοράν.
Τοιοῦτος ὢν τοιῷδ' ὀνειδίζεις σποράν;
ὃς ἐκ πατρὸς μέν εἰμι Τελαμῶνος γεγώς,
1300ὅστις στρατοῦ τὰ πρῶτ' ἀριστεύσας ἐμὴν
ἴσχει ξύνευνον μητέρ', ἣ φύσει μὲν ἦν
βασίλεια, Λαομέδοντος, ἔκκριτον δέ νιν
δώρημα κείνῳ 'δωκεν Ἀλκμήνης γόνος.
Ἆρ' ὧδ' ἄριστος ἐξ ἀριστέοιν δυοῖν
1305βλαστὼν ἂν αἰσχύνοιμι τοὺς πρὸς αἵματος,
οὓς νῦν σὺ τοιοῖσδ' ἐν πόνοισι κειμένους
ὠθεῖς ἀθάπτους, οὐδ' ἐπαισχύνῃ λέγων;
Εὖ νυν τόδ' ἴσθι, τοῦτον εἰ βαλεῖτέ που,
βαλεῖτε χἠμᾶς τρεῖς ὁμοῦ συγκειμένους·
1310ἐπεὶ καλόν μοι τοῦδ' ὑπερπονουμένῳ
θανεῖν προδήλως μᾶλλον ἢ τῆς σῆς ὑπὲρ
γυναικός, ἢ τοῦ σοῦ ξυναίμονος λέγω.
Πρὸς ταῦθ' ὅρα μὴ τοὐμόν, ἀλλὰ καὶ τὸ σόν·
ὡς εἴ με πημανεῖς τι, βουλήσῃ ποτὲ
1315καὶ δειλὸς εἶναι μᾶλλον ἢ 'ν ἐμοὶ θρασύς.
ΧΟ. Ἄναξ Ὀδυσσεῦ, καιρὸν ἴσθ' ἐληλυθώς,
εἰ μὴ ξυνάψων, ἀλλὰ συλλύσων πάρει.
ΟΔΥΣΣΕΥΣ
Τί δ' ἔστιν, ἄνδρες; τηλόθεν γὰρ ᾐσθόμην
βοὴν Ἀτρειδῶν τῷδ' ἐπ' ἀλκίμῳ νεκρῷ.
1320ΑΓ. Οὐ γὰρ κλύοντές ἐσμεν αἰσχίστους λόγους,
ἄναξ Ὀδυσσεῦ, τοῦδ' ὑπ' ἀνδρὸς ἀρτίως;
ΟΔ. Ποίους; ἐγὼ γὰρ ἀνδρὶ συγγνώμην ἔχω
κλύοντι φλαῦρα συμβαλεῖν ἔπη κακά.
ΑΓ. Ἤκουσεν αἰσχρά· δρῶν γὰρ ἦν τοιαῦτά με.
1325ΟΔ. Τί γάρ σ' ἔδρασεν, ὥστε καὶ βλάβην ἔχειν;
ΑΓ. Οὔ φησ' ἐάσειν τόνδε τὸν νεκρὸν ταφῆς
ἄμοιρον, ἀλλὰ πρὸς βίαν θάψειν ἐμοῦ.
ΟΔ. Ἔξεστιν οὖν εἰπόντι τἀληθῆ φίλῳ
σοὶ μηδὲν ἧσσον ἢ πάρος ξυνηρετεῖν;
1330ΑΓ. Εἴπ'· ἦ γὰρ εἴην οὐκ ἂν εὖ φρονῶν, ἐπεὶ
φίλον σ' ἐγὼ μέγιστον Ἀργείων νέμω.
ΟΔ. Ἄκουέ νυν. Τὸν ἄνδρα τόνδε πρὸς θεῶν
μὴ τλῇς ἄθαπτον ὧδ' ἀναλγήτως βαλεῖν·
μηδ' ἡ βία σε μηδαμῶς νικησάτω
1335τοσόνδε μισεῖν ὥστε τὴν δίκην πατεῖν.
Κἀμοὶ γὰρ ἦν ποθ' οὗτος ἔχθιστος στρατοῦ,
ἐξ οὗ 'κράτησα τῶν Ἀχιλλείων ὅπλων·
ἀλλ' αὐτὸν ἔμπας ὄντ' ἐγὼ τοιόνδ' ἐμοὶ
οὐκ ἀντατιμάσαιμ' ἄν, ὥστε μὴ λέγειν
1340ἕν' ἄνδρ' ἰδεῖν ἄριστον Ἀργείων, ὅσοι
Τροίαν ἀφικόμεσθα, πλὴν Ἀχιλλέως.
Ὥστ' οὐκ ἂν ἐνδίκως γ' ἀτιμάζοιτό σοι·
οὐ γάρ τι τοῦτον, ἀλλὰ τοὺς θεῶν νόμους
φθείροις ἄν. Ἄνδρα δ' οὐ δίκαιον, εἰ θάνοι,
1345βλάπτειν τὸν ἐσθλόν, οὐδ' ἐὰν μισῶν κυρῇς.
ΑΓ. Σὺ ταῦτ', Ὀδυσσεῦ, τοῦδ' ὑπερμαχεῖς ἐμοί;
ΟΔ. Ἔγωγ'· ἐμίσουν δ', ἡνίκ' ἦν μισεῖν καλόν.
ΑΓ. Οὐ γὰρ θανόντι καὶ προσεμβῆναί σε χρή;
ΟΔ. Μὴ χαῖρ', Ἀτρείδη, κέρδεσιν τοῖς μὴ καλοῖς.
1350ΑΓ. Τόν τοι τύραννον εὐσεβεῖν οὐ ῥᾴδιον.
ΟΔ. Ἀλλ' εὖ λέγουσι τοῖς φίλοις τιμὰς νέμειν.
ΑΓ. Κλύειν τὸν ἐσθλὸν ἄνδρα χρὴ τῶν ἐν τέλει.
ΟΔ. Παῦσαι· κρατεῖς τοι τῶν φίλων νικώμενος.
ΑΓ. Μέμνησ' ὁποίῳ φωτὶ τὴν χάριν δίδως.
1355ΟΔ. Ὅδ' ἐχθρὸς ἁνήρ, ἀλλὰ γενναῖός ποτ' ἦν.
ΑΓ. Τί ποτε ποήσεις; ἐχθρὸν ὧδ' αἰδῇ νέκυν;
ΟΔ. Νικᾷ γὰρ ἁρετή με τῆς ἔχθρας πολύ.
ΑΓ. Τοιοίδε μέντοι φῶτες ἔμπληκτοι βροτῶν.
ΟΔ. Ἦ κάρτα πολλοὶ νῦν φίλοι καὖθις πικροί.
1360ΑΓ. Τοιούσδ' ἐπαινεῖς δῆτα σὺ κτᾶσθαι φίλους;
ΟΔ. Σκληρὰν ἐπαινεῖν οὐ φιλῶ ψυχὴν ἐγώ.
ΑΓ. Ἡμᾶς σὺ δειλοὺς τῇδε θἠμέρᾳ φανεῖς;
ΟΔ. Ἄνδρας μὲν οὖν Ἕλλησι πᾶσιν ἐνδίκους.
ΑΓ. Ἄνωγας οὖν με τὸν νεκρὸν θάπτειν ἐᾶν;
1365ΟΔ. Ἔγωγε· καὶ γὰρ αὐτὸς ἐνθάδ' ἵξομαι.
ΑΓ. Ἦ πάνθ' ὅμοια· πᾶς ἀνὴρ αὑτῷ πονεῖ.
ΟΔ. Τῷ γάρ με μᾶλλον εἰκὸς ἢ 'μαυτῷ πονεῖν;
ΑΓ. Σὸν ἆρα τοὔργον, οὐκ ἐμὸν κεκλήσεται.
ΟΔ. Ὡς ἂν ποήσῃς, πανταχῇ χρηστός γ' ἔσῃ.
1370ΑΓ. Ἀλλ' εὖ γε μέντοι τοῦτ' ἐπίστασ', ὡς ἐγὼ
σοὶ μὲν νέμοιμ' ἂν τῆσδε καὶ μείζω χάριν,
οὗτος δὲ κἀκεῖ κἀνθάδ' ὢν ἔμοιγ' ὁμῶς
ἔχθιστος ἔσται. Σοὶ δὲ δρᾶν ἔξεσθ' ἃ χρή.
ΧΟ. Ὅστις σ', Ὀδυσσεῦ, μὴ λέγει γνώμῃ σοφὸν
1375φῦναι τοιοῦτον ὄντα, μῶρός ἐστ' ἀνήρ.
ΟΔ. Καὶ νῦν γε Τεύκρῳ τἀπὸ τοῦδ' ἀγγέλλομαι,
ὅσον τότ' ἐχθρὸς ἦ, τοσόνδ' εἶναι φίλος·
καὶ τὸν θανόντα τόνδε συνθάπτειν θέλω
καὶ ξυμπονεῖν καὶ μηδὲν ἐλλείπειν ὅσων
1380χρὴ τοῖς ἀρίστοις ἀνδράσιν πονεῖν βροτούς.
ΤΕΥ. Ἄριστ' Ὀδυσσεῦ, πάντ' ἔχω σ' ἐπαινέσαι
λόγοισι, καί μ' ἔψευσας ἐλπίδος πολύ.
Τούτῳ γὰρ ὢν ἔχθιστος Ἀργείων ἀνὴρ
μόνος παρέστης χερσίν, οὐδ' ἔτλης παρὼν
1385θανόντι τῷδε ζῶν ἐφυβρίσαι μέγα,
ὡς ὁ στρατηγὸς οὑπιβρόντητος μολὼν
αὐτός τε χὠ ξύναιμος ἠθελησάτην
λωβητὸν αὐτὸν ἐκβαλεῖν ταφῆς ἄτερ.
Τοιγάρ σφ' Ὀλύμπου τοῦδ' ὁ πρεσβεύων πατὴρ
1390μνήμων τ' Ἐρινὺς καὶ τελεσφόρος Δίκη
κακοὺς κακῶς φθείρειαν, ὥσπερ ἤθελον
τὸν ἄνδρα λώβαις ἐκβαλεῖν ἀναξίως.
Σὲ δ', ὦ γεραιοῦ σπέρμα Λαέρτου πατρός,
τάφου μὲν ὀκνῶ τοῦδ' ἐπιψαύειν ἐᾶν,
1395μὴ τῷ θανόντι τοῦτο δυσχερὲς ποῶ·
τὰ δ' ἄλλα καὶ ξύμπρασσε, κεἴ τινα στρατοῦ
θέλεις κομίζειν, οὐδὲν ἄλγος ἕξομεν.
Ἐγὼ δὲ τἀμὰ πάντα πορσυνῶ· σὺ δὲ
ἀνὴρ καθ' ἡμᾶς ἐσθλὸς ὢν ἐπίστασο.
1400ΟΔ. Ἀλλ' ἤθελον μέν· εἰ δὲ μή 'στί σοι φίλον
πράσσειν τάδ' ἡμᾶς, εἶμ', ἐπαινέσας τὸ σόν.
ΤΕΥ. Ἅλις· ἤδη γὰρ πολὺς ἐκτέταται
χρόνος. Ἀλλ' οἱ μὲν κοίλην κάπετον
χερσὶ ταχύνετε, τοὶ δ' ὑψίβατον
1405τρίποδ' ἀμφίπυρον λουτρῶν ὁσίων
θέσθ' ἐπίκαιρον· μία δ' ἐκ κλισίας
ἀνδρῶν ἴλη τὸν ὑπασπίδιον
κόσμον φερέτω.
Παῖ, σὺ δὲ πατρός γ', ὅσον ἰσχύεις,
1410φιλότητι θιγὼν πλευρὰς σὺν ἐμοὶ
τάσδ' ἐπικούφιζ'· ἔτι γὰρ θερμαὶ
σύριγγες ἄνω φυσῶσι μέλαν
μένος. Ἀλλ' ἄγε πᾶς φίλος ὅστις ἀνὴρ
φησὶ παρεῖναι, σούσθω, βάτω,
1415τῷδ' ἀνδρὶ πονῶν τῷ πάντ' ἀγαθῷ
κοὐδενὶ ‹δή› πω λῴονι θνητῶν·
Αἴαντος, ὅτ' ἦν τόδε φωνῶ.
ΧΟ. Ἦ πολλὰ βροτοῖς ἔστιν ἰδοῦσιν
γνῶναι· πρὶν ἰδεῖν δ' οὐδεὶς μάντις
1420τῶν μελλόντων ὅ τι πράξει.