10915 1176 17 12 64 523 408 a. C. Tragedia Euripides Orestes Diggle, J., Oxford, Clarendon Press, 1994. 206

EURIPIDES - Orestes - ΟΡΕΣΤΗΣ

ΗΛΕΚΤΡΑ

Οὐκ ἔστιν οὐδὲν δεινὸν ὧδ' εἰπεῖν ἔπος

οὐδὲ πάθος οὐδὲ ξυμφορὰ θεήλατος,

ἧς οὐκ ἂν ἄραιτ' ἄχθος ἀνθρώπου φύσις.

ὁ γὰρ μακάριος (κοὐκ ὀνειδίζω τύχας)

   5Διὸς πεφυκώς, ὡς λέγουσι, Τάνταλος

κορυφῆς ὑπερτέλλοντα δειμαίνων πέτρον

ἀέρι ποτᾶται· καὶ τίνει ταύτην δίκην,

ὡς μὲν λέγουσιν, ὅτι θεοῖς ἄνθρωπος ὤν,

κοινῆς τραπέζης ἀξίωμ' ἔχων ἴσον,

  10ἀκόλαστον ἔσχε γλῶσσαν, αἰσχίστην νόσον.

οὗτος φυτεύει Πέλοπα, τοῦ δ' Ἀτρεὺς ἔφυ,

ὧι στέμματα ξήνασ' ἐπέκλωσεν θεὰ

Ἔρις Θυέστηι πόλεμον ὄντι συγγόνωι

θέσθαι· τί τἄρρητ' ἀναμετρήσασθαί με δεῖ;

  15[ἔδαισε δ' οὖν νιν τέκν' ἀποκτείνας Ἀτρεύς.]

Ἀτρέως δέ (τὰς γὰρ ἐν μέσωι σιγῶ τύχας)

ὁ κλεινός, εἰ δὴ κλεινός, Ἀγαμέμνων ἔφυ

Μενέλεώς τε Κρήσσης μητρὸς Ἀερόπης ἄπο.

γαμεῖ δ' ὁ μὲν δὴ τὴν θεοῖς στυγουμένην

  20Μενέλαος Ἑλένην, ὁ δὲ Κλυταιμήστρας λέχος

ἐπίσημον εἰς Ἕλληνας Ἀγαμέμνων ἄναξ·

ὧι παρθένοι μὲν τρεῖς ἔφυμεν ἐκ μιᾶς,

Χρυσόθεμις Ἰφιγένειά τ' Ἠλέκτρα τ' ἐγώ,

ἄρσην δ' Ὀρέστης, μητρὸς ἀνοσιωτάτης,

  25ἣ πόσιν ἀπείρωι περιβαλοῦσ' ὑφάσματι

ἔκτεινεν· ὧν δ' ἕκατι, παρθένωι λέγειν

οὐ καλόν· ἐῶ τοῦτ' ἀσαφὲς ἐν κοινῶι σκοπεῖν.

Φοίβου δ' ἀδικίαν μὲν τί δεῖ κατηγορεῖν;

πείθει δ' Ὀρέστην μητέρ' ἥ σφ' ἐγείνατο

  30κτεῖναι, πρὸς οὐχ ἅπαντας εὔκλειαν φέρον·

ὅμως δ' ἀπέκτειν' οὐκ ἀπειθήσας θεῶι,

κἀγὼ μετέσχον οἷα δὴ γυνὴ φόνου

[Πυλάδης θ', ὃς ἡμῖν συγκατείργασται τάδε].

ἐντεῦθεν ἀγρίαι συντακεὶς νόσωι νοσεῖ

  35τλήμων Ὀρέστης ὅδε πεσὼν ἐν δεμνίοις†

κεῖται, τὸ μητρὸς δ' αἷμά νιν τροχηλατεῖ

μανίαισιν· ὀνομάζειν γὰρ αἰδοῦμαι θεὰς

Εὐμενίδας, αἳ τόνδ' ἐξαμιλλῶνται φόβον.

ἕκτον δὲ δὴ τόδ' ἦμαρ ἐξ ὅτου σφαγαῖς

  40θανοῦσα μήτηρ πυρὶ καθήγνισται δέμας,

ὧν οὔτε σῖτα διὰ δέρης ἐδέξατο,

οὐ λούτρ' ἔδωκε χρωτί· χλανιδίων δ' ἔσω

κρυφθείς, ὅταν μὲν σῶμα κουφισθῆι νόσου

ἔμφρων δακρύει, ποτὲ δὲ δεμνίων ἄπο

  45πηδᾶι δρομαῖος, πῶλος ὣς ὑπὸ ζυγοῦ.

ἔδοξε δ' Ἄργει τῶιδε μήθ' ἡμᾶς στέγαις,

μὴ πυρὶ δέχεσθαι, μηδὲ προσφωνεῖν τινα

μητροκτονοῦντας· κυρία δ' ἥδ' ἡμέρα

ἐν ἧι διοίσει ψῆφον Ἀργείων πόλις,

  50εἰ χρὴ θανεῖν νὼ λευσίμωι πετρώματι

[ἢ φάσγανον θήξαντ' ἐπ' αὐχένος βαλεῖν].

ἐλπίδα δὲ δή τιν' ἔχομεν ὥστε μὴ θανεῖν·

ἥκει γὰρ ἐς γῆν Μενέλεως Τροίας ἄπο,

λιμένα δὲ Ναυπλίειον ἐκπληρῶν πλάτηι

  55ἀκταῖσιν ὁρμεῖ, δαρὸν ἐκ Τροίας χρόνον

ἄλαισι πλαγχθείς· τὴν δὲ δὴ πολυκτόνον

Ἑλένην, φυλάξας νύκτα, μή τις εἰσιδὼν

μεθ' ἡμέραν στείχουσαν ὧν ὑπ' Ἰλίωι

παῖδες τεθνᾶσιν, ἐς πέτρων ἔλθηι βολάς,

  60προύπεμψεν ἐς δῶμ' ἡμέτερον· ἔστιν δ' ἔσω

κλαίουσ' ἀδελφὴν συμφοράς τε δωμάτων.

ἔχει δὲ δή τιν' ἀλγέων παραψυχήν·

ἣν γὰρ κατ' οἴκους ἔλιφ', ὅτ' ἐς Τροίαν ἔπλει,

παρθένον ἐμῆι τε μητρὶ παρέδωκεν τρέφειν

  65Μενέλαος, ἀγαγὼν Ἑρμιόνην Σπάρτης ἄπο,

ταύτηι γέγηθε κἀπιλήθεται κακῶν.

βλέπω δὲ πᾶσαν εἰς ὁδόν, πότ' ὄψομαι

Μενέλαον ἥκονθ'· ὡς τά γ' ἄλλ' ἐπ' ἀσθενοῦς

ῥώμης ὀχούμεθ', ἤν τι μὴ κείνου πάρα

  70σωθῶμεν. ἄπορον χρῆμα δυστυχῶν δόμος.

ΕΛΕΝΗ

[ὦ παῖ Κλυταιμήστρας τε κἀγαμέμνονος]

παρθένε μακρὸν δὴ μῆκος Ἠλέκτρα χρόνου,

πῶς, ὦ τάλαινα, σύ τε κασίγνητός τε σός

[τλήμων Ὀρέστης μητρὸς ὅδε φονεὺς ἔφυ];

  75προσφθέγμασιν γὰρ οὐ μιαίνομαι σέθεν,

ἐς Φοῖβον ἀναφέρουσα τὴν ἁμαρτίαν.

καίτοι στένω γε τὸν Κλυταιμήστρας μόρον,

ἐμῆς ἀδελφῆς, ἥν, ἐπεὶ πρὸς Ἴλιον

ἔπλευσ' ὅπως ἔπλευσα θεομανεῖ πότμωι,

  80οὐκ εἶδον, ἀπολειφθεῖσα δ' αἰάζω τύχας.

Ηλ. Ἑλένη, τί σοι λέγοιμ' ἂν ἅ γε παροῦσ' ὁρᾶις

[ἐν συμφοραῖσι τὸν Ἀγαμέμνονος γόνον];

ἐγὼ μὲν ἄυπνος πάρεδρος ἀθλίωι νεκρῶι

(νεκρὸς γὰρ οὗτος οὕνεκα σμικρᾶς πνοῆς)

  85θάσσω· τὰ τούτου δ' οὐκ ὀνειδίζω κακά.

σὺ δ' ἡ μακαρία μακάριός θ' ὁ σὸς πόσις

ἥκετον ἐφ' ἡμᾶς ἀθλίως πεπραγότας.

Ελ. πόσον χρόνον δὲ δεμνίοις πέπτωχ' ὅδε;

Ηλ. ἐξ οὗπερ αἷμα γενέθλιον κατήνυσεν.

  90Ελ. ὦ μέλεος, ἡ τεκοῦσά θ' ὡς διώλετο.

Ηλ. οὕτως ἔχει τάδ' ὥστ' ἀπείρηκεν κακοῖς.

Ελ. πρὸς θεῶν, πίθοι' ἂν δῆτά μοί τι, παρθένε;

Ηλ. ὅσ' ἄσχολός γε συγγόνου προσεδρίαι.

Ελ. βούληι τάφον μοι πρὸς κασιγνήτης μολεῖν ...

  95Ηλ. μητρὸς κελεύεις τῆς ἐμῆς; τίνος χάριν;

Ελ. κόμης ἀπαρχὰς καὶ χοὰς φέρουσ' ἐμάς;

Ηλ. σοὶ δ' οὐχὶ θεμιτὸν πρὸς φίλων στείχειν τάφον;

Ελ. δεῖξαι γὰρ Ἀργείοισι σῶμ' αἰσχύνομαι.

Ηλ. ὀψέ γε φρονεῖς εὖ, τότε λιποῦσ' αἰσχρῶς δόμους.

 100Ελ. ὀρθῶς ἔλεξας, οὐ φίλως δέ μοι λέγεις.

Ηλ. αἰδὼς δὲ δὴ τίς σ' ἐς Μυκηναίους ἔχει;

Ελ. δέδοικα πατέρας τῶν ὑπ' Ἰλίωι νεκρῶν.

Ηλ. δεινὸν γὰρ Ἄργει γ' ἀναβοᾶι διὰ στόμα.

Ελ. σύ νυν χάριν μοι τὸν φόβον λύσασα δός.

 105Ηλ. οὐκ ἂν δυναίμην μητρὸς ἐσβλέψαι τάφον.

Ελ. αἰσχρόν γε μέντοι προσπόλους φέρειν τάδε.

Ηλ. τί δ' οὐχὶ θυγατρὸς Ἑρμιόνης πέμπεις δέμας;

Ελ. ἐς ὄχλον ἕρπειν παρθένοισιν οὐ καλόν.

Ηλ. καὶ μὴν τίνοι γ' ἂν τῆι τεθνηκυίαι τροφάς.

 110Ελ. [ὀρθῶς ἔλεξας, πείθομαί τέ σοι, κόρη·]

ναί, πέμψομέν γε θυγατέρ'· εὖ γάρ τοι λέγεις.

ὦ τέκνον, ἔξελθ', Ἑρμιόνη, δόμων πάρος

καὶ λαβὲ χοὰς τάσδ' ἐν χεροῖν κόμας τ' ἐμάς,

ἐλθοῦσα δ' ἀμφὶ τὸν Κλυταιμήστρας τάφον

 115μελίκρατ' ἄφες γάλακτος οἰνωπόν τ' ἄχνην,

καὶ στᾶσ' ἐπ' ἄκρου χώματος λέξον τάδε·

Ἑλένη σ' ἀδελφὴ ταῖσδε δωρεῖται χοαῖς,

φόβωι προσελθεῖν μνῆμα σόν, ταρβοῦσά γε

Ἀργεῖον ὄχλον. πρευμενῆ δ' ἄνωγέ νιν

 120ἐμοί τε καὶ σοὶ καὶ πόσει γνώμην ἔχειν

τοῖν τ' ἀθλίοιν τοῖνδ', οὓς ἀπώλεσεν θεός.

ἃ δ' εἰς ἀδελφὴν καιρὸς ἐκπονεῖν ἐμέ,

ἅπανθ' ὑπισχνοῦ νερτέρων δωρήματα.

ἴθ' ὦ τέκνον μοι σπεῦδε καὶ χοὰς τάφωι

 125δοῦσ' ὡς τάχιστα τῆς πάλιν μέμνησ' ὁδοῦ.

Ηλ. ὦ φύσις, ἐν ἀνθρώποισιν ὡς μέγ' εἶ κακόν

[σωτήριόν τε τοῖς καλῶς κεκτημένοις].

ἴδετε γὰρ ἄκρας ὡς ἀπέθρισεν τρίχας,

σώιζουσα κάλλος· ἔστι δ' ἡ πάλαι γυνή.

 130θεοί σε μισήσειαν, ὥς μ' ἀπώλεσας

καὶ τόνδε πᾶσάν θ' Ἑλλάδ'. ὦ τάλαιν' ἐγώ·

αἵδ' αὖ πάρεισι τοῖς ἐμοῖς θρηνήμασιν

φίλαι ξυνωιδοί· τάχα μεταστήσουσ' ὕπνου

τόνδ' ἡσυχάζοντ', ὄμμα δ' ἐκτήξουσ' ἐμὸν

 135δακρύοις, ἀδελφὸν ὅταν ὁρῶ μεμηνότα.

ὦ φίλταται γυναῖκες, ἡσύχωι ποδὶ

χωρεῖτε, μὴ ψοφεῖτε, μηδ' ἔστω κτύπος·

φιλία γὰρ ἡ σὴ πρευμενὴς μὲν ἀλλ' ὅμως

[τόνδ' ἐξεγεῖραι συμφορὰ γενήσεται].

 140ΧΟΡΟΣ

σῖγα σῖγα, λεπτὸν ἴχνος ἀρβύλας

τίθει, μὴ κτύπει [μηδ' ἔστω κτύπος].

Ηλ. ἀποπρὸ βᾶτ' ἐκεῖσ' ἀποπρό μοι κοίτας.

Χο. ἰδοὺ πείθομαι.

 145Ηλ. ἆ ἆ σύριγγος ὅπως πνοὰ

λεπτοῦ δόνακος, ὦ φίλα, φώνει μοι.

Χο. ἴδ' ἀτρεμαῖον ὡς ὑπόροφον φέρω

βοάν. Ηλ. ναί, οὕτως·

κάταγε κάταγε, πρόσιθ' ἀτρέμας, ἀτρέμας ἴθι·

λόγον ἀπόδος ἐφ' ὅτι χρέος ἐμόλετέ ποτε.

χρόνια γὰρ πεσὼν ὅδ' εὐνάζεται.

Χο. πῶς ἔχει; λόγου μετάδος, ὦ φίλα·

τίνα τύχαν εἴπω; [τίνα δὲ συμφοράν;]

Ηλ. ἔτι μὲν ἐμπνέει, βραχὺ δ' ἀνασθμαίνει.

Χο. τί φήις; ὦ τάλας.

Ηλ. ὀλεῖς, εἰ βλέφαρα κινήσεις

ὕπνου γλυκυτάταν φερομένωι χάριν.

 160Χο. μέλεος ἐχθίστων θεόθεν ἐργμάτων,

τάλας. Ηλ. φεῦ μόχθων.

ἄδικος ἄδικα τότ' ἄρ' ἔλακεν ἔλακεν, ἀπό-

φονον ὅτ' ἐπὶ τρίποδι Θέμιδος ἄρ' ἐδίκασε

 165φόνον ὁ Λοξίας ἐμᾶς ματέρος.

Χο. ὁρᾶις; ἐν πέπλοισι κινεῖ δέμας.

Ηλ. σὺ γάρ νιν, ὦ τάλαινα,

θωύξασ' ἔλασας ἐξ ὕπνου.

Χο. εὕδειν μὲν οὖν ἔδοξα.

 170Ηλ. οὐκ ἀφ' ἡμῶν, οὐκ ἀπ' οἴκων

πάλιν ἀνὰ πόδα σὸν εἱλίξεις

μεθεμένα κτύπου;

Χο. ὑπνώσσει. Ηλ. λέγεις εὖ.

πότνια πότνια Νύξ,

ὑπνοδότειρα τῶν πολυπόνων βροτῶν,

Ἐρεβόθεν ἴθι, μόλε μόλε κατάπτερος

τὸν Ἀγαμεμνόνιον ἐπὶ δόμον.

ὑπὸ γὰρ ἀλγέων ὑπό τε συμφορᾶς

διοιχόμεθ' οἰχόμεθ'. ἆ,

κτύπον ἀγάγετ'· οὐχὶ σῖγα

σῖγα φυλασσομένα

 185στόμα τὸ σὸν ἀκέλαδον ἀποπρὸ λέχεος ἥ-

συχον ὕπνου χάριν παρέξεις, φίλα;

Χο. θρόει τίς κακῶν τελευτὰ μένει.

Ηλ. θανεῖν ‹θανεῖν›, τί δ' ἄλλο;

οὐδὲ γὰρ πόθον ἔχει βορᾶς.

 190Χο. πρόδηλος ἆρ' ὁ πότμος.

Ηλ. ἐξέθυσ' ὁ Φοῖβος ἡμᾶς

μέλεον ἀπόφονον αἶμα δοὺς

πατροφόνου ματρός.

Χο. δίκαι μέν. Ηλ. καλῶς δ' οὔ.

 195ἔκανες ἔθανες, ὦ

τεκομένα με μᾶτερ, ἀπὸ δ' ὤλεσας

πατέρα τέκνα τε τάδε σέθεν ἀφ' αἵματος·

 200ὀλόμεθ' ἰσονέκυες ὀλόμεθα.

ὅδε γὰρ ἐν νεκροῖς τό τ' ἐμὸν οἴχεται

βίου τὸ πλέον μέρος ἐν

στοναχαῖσί τε καὶ γόοισι

 205δάκρυσί τ' ἐννυχίοις

ἄγαμος ἐπὶ δ' ἄτεκνος ἅτε βίοτον†ἁ

μέλεος ἐς τὸν αἰὲν ἕλκω χρόνον.

Χο. ὅρα παροῦσα, παρθέν' Ἠλέκτρα, πέλας,

μὴ κατθανών σε σύγγονος λέληθ' ὅδε·

 210οὐ γάρ μ' ἀρέσκει τῶι λίαν παρειμένωι.

ΟΡΕΣΤΗΣ

ὦ φίλον ὕπνου θέλγητρον, ἐπίκουρον νόσου,

ὡς ἡδύ μοι προσῆλθες ἐν δέοντί τε.

ὦ πότνια Λήθη τῶν κακῶν, ὡς εἶ σοφὴ

καὶ τοῖσι δυστυχοῦσιν εὐκταία θεός.

 215πόθεν ποτ' ἦλθον δεῦρο; πῶς δ' ἀφικόμην;

ἀμνημονῶ γάρ, τῶν πρὶν ἀπολειφθεὶς φρενῶν.

Ηλ. ὦ φίλταθ', ὥς μ' ηὔφρανας εἰς ὕπνον πεσών.

βούληι θίγω σου κἀνακουφίσω δέμας;

Ορ. λαβοῦ λαβοῦ δῆτ', ἐκ δ' ὄμορξον ἀθλίου

 220στόματος ἀφρώδη πελανὸν ὀμμάτων τ' ἐμῶν.

Ηλ. ἰδού· τὸ δούλευμ' ἡδύ, κοὐκ ἀναίνομαι

ἀδέλφ' ἀδελφῆι χειρὶ θεραπεύειν μέλη.

Ορ. ὑπόβαλε πλευροῖς πλευρὰ καὐχμώδη κόμην

ἄφελε προσώπου· λεπτὰ γὰρ λεύσσω κόραις.

 225Ηλ. ὦ βοστρύχων πινῶδες ἀθλίων κάρα,

ὡς ἠγρίωσαι διὰ μακρᾶς ἀλουσίας.

Ορ. κλῖνόν μ' ἐς εὐνὴν αὖθις· ὅταν ἀνῆι νόσος

μανιάς, ἄναρθρός εἰμι κἀσθενῶ μέλη.

Ηλ. ἰδού· φίλον τοι τῶι νοσοῦντι δεμνίων

 230ἀνιαρὸν ὂν τὸ κτῆμ', ἀναγκαῖον δ' ὅμως.

Ορ. αὖθίς μ' ἐς ὀρθὸν στῆσον, ἀνακύκλει δέμας·

δυσάρεστον οἱ νοσοῦντες ἀπορίας ὕπο.

Ηλ. ἦ κἀπὶ γαίας ἁρμόσαι πόδας θέλεις,

χρόνιον ἴχνος θείς; μεταβολὴ πάντων γλυκύ.

 235Ορ. μάλιστα· δόξαν γὰρ τόδ' ὑγιείας ἔχει·

κρεῖσσον δὲ τὸ δοκεῖν, κἂν ἀληθείας ἀπῆι.

Ηλ. ἄκουε δή νυν, ὦ κασίγνητον κάρα,

ἕως σ' ἐῶσιν εὖ φρονεῖν Ἐρινύες.

Ορ. λέξεις τι καινόν· κεἰ μὲν εὖ, χάριν φέρεις·

 240εἰ δ' ἐς βλάβην τιν', ἅλις ἔχω τοῦ δυστυχεῖν.

Ηλ. Μενέλαος ἥκει, σοῦ κασίγνητος πατρός,

ἐν Ναυπλίαι δὲ σέλμαθ' ὥρμισται νεώς.

Ορ. πῶς εἶπας; ἥκει φῶς ἐμοῖς καὶ σοῖς κακοῖς

ἀνὴρ ὁμογενὴς καὶ χάριτας ἔχων πατρός;

 245Ηλ. ἥκει (τὸ πιστὸν τόδε λόγων ἐμῶν δέχου)

Ἑλένην ἀγόμενος Τρωϊκῶν ἐκ τειχέων.

Ορ. εἰ μόνος ἐσώθη, μᾶλλον ἂν ζηλωτὸς ἦν·

εἰ δ' ἄλοχον ἄγεται, κακὸν ἔχων ἥκει μέγα.

Ηλ. ἐπίσημον ἔτεκε Τυνδάρεως εἰς τὸν ψόγον†

 250γένος θυγατέρων δυσκλεές τ' ἀν' Ἑλλάδα.

Ορ. σύ νυν διάφερε τῶν κακῶν, ἔξεστι γάρ,

καὶ μὴ μόνον λέγ' ἀλλὰ καὶ φρόνει τάδε.

Ηλ. οἴμοι, κασίγνητ', ὄμμα σὸν ταράσσεται,

ταχὺς δὲ μετέθου λύσσαν, ἄρτι σωφρονῶν.

 255Ορ. ὦ μῆτερ, ἱκετεύω σε, μὴ 'πίσειέ μοι

τὰς αἱματωποὺς καὶ δρακοντώδεις κόρας·

αὗται γὰρ αὗται πλησίον θρώισκουσ' ἐμοῦ.

Ηλ. μέν', ὧ ταλαίπωρ', ἀτρέμα σοῖς ἐν δεμνίοις·

ὁρᾶις γὰρ οὐδὲν ὧν δοκεῖς σάφ' εἰδέναι.

 260Ορ. ὦ Φοῖβ', ἀποκτενοῦσί μ' αἱ κυνώπιδες

γοργῶπες, ἐνέρων ἱέρεαι, δειναὶ θεαί.

Ηλ. οὔτοι μεθήσω· χεῖρα δ' ἐμπλέξασ' ἐμὴν

σχήσω σε πηδᾶν δυστυχῆ πηδήματα.

Ορ. μέθες· μί' οὖσα τῶν ἐμῶν Ἐρινύων

 265μέσον μ' ὀχμάζεις, ὡς βάληις ἐς Τάρταρον.

Ηλ. οἲ 'γὼ τάλαινα, τίν' ἐπικουρίαν λάβω,

ἐπεὶ τὸ θεῖον δυσμενὲς κεκτήμεθα;

Ορ. δὸς τόξα μοι κερουλκά, δῶρα Λοξίου,

οἷς μ' εἶπ' Ἀπόλλων ἐξαμύνεσθαι θεάς,

 270εἴ μ' ἐκφοβοῖεν μανιάσιν λυσσήμασιν.

βεβλήσεταί τις θεῶν βροτησίαι χερί,

εἰ μὴ 'ξαμείψει χωρὶς ὀμμάτων ἐμῶν.

οὐκ εἰσακούετ'; οὐχ ὁρᾶθ' ἑκηβόλων

τόξων πτερωτὰς γλυφίδας ἐξορμωμένας;

 275ἆ ἆ·

τί δῆτα μέλλετ'; ἐξακρίζετ' αἰθέρα

πτεροῖς, τὰ Φοίβου δ' αἰτιᾶσθε θέσφατα.

ἔα·

τί χρῆμ'; ἀλύω, πνεῦμ' ἀνεὶς ἐκ πλευμόνων.

ποῖ ποῖ ποθ' ἡλάμεσθα δεμνίων ἄπο;

ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλήν' ὁρῶ.

 280σύγγονε, τί κλαίεις κρᾶτα θεῖσ' ἔσω πέπλων;

αἰσχύνομαί σοι μεταδιδοὺς πόνων ἐμῶν

ὄχλον τε παρέχων παρθένωι νόσοις ἐμαῖς.

μὴ τῶν ἐμῶν ἕκατι συντήκου κακῶν·

σὺ μὲν γὰρ ἐπένευσας τάδ', εἴργασται δ' ἐμοὶ

 285μητρῶιον αἷμα· Λοξίαι δὲ μέμφομαι,

ὅστις μ' ἐπάρας ἔργον ἀνοσιώτατον†

τοῖς μὲν λόγοις ηὔφρανε τοῖς δ' ἔργοισιν οὔ.

οἶμαι δὲ πατέρα τὸν ἐμόν, εἰ κατ' ὄμματα

ἐξιστόρουν νιν μητέρ' εἰ κτεῖναί με χρή,

 290πολλὰς γενείου τοῦδ' ἂν ἐκτεῖναι λιτὰς

μήποτε τεκούσης ἐς σφαγὰς ὦσαι ξίφος,

εἰ μήτ' ἐκεῖνος ἀναλαβεῖν ἔμελλε φῶς

ἐγώ θ' ὁ τλήμων τοιάδ' ἐκπλήσειν κακά.

καὶ νῦν ἀνακάλυπτ', ὦ κασιγνήτη, κάρα

 295ἐκ δακρύων τ' ἄπελθε, κεἰ μάλ' ἀθλίως

ἔχομεν. ὅταν δὲ τἄμ' ἀθυμήσαντ' ἴδηις,

σύ μου τὸ δεινὸν καὶ διαφθαρὲν φρενῶν

ἴσχναινε παραμυθοῦ θ'· ὅταν δὲ σὺ στένηις,

ἡμᾶς παρόντας χρή σε νουθετεῖν φίλα·

 300ἐπικουρίαι γὰρ αἵδε τοῖς φίλοις καλαί.

ἀλλ', ὦ τάλαινα, βᾶσα δωμάτων ἔσω

ὕπνωι τ' ἄυπνον βλέφαρον ἐκταθεῖσα δὸς

σίτων τ' ὄρεξαι λουτρά τ' ἐπιβαλοῦ χροΐ.

εἰ γὰρ προλείψεις ἢ προσεδρίαι νόσον

 305κτήσηι τιν', οἰχόμεσθα· σὲ γὰρ ἔχω μόνην

ἐπίκουρον, ἄλλων, ὡς ὁρᾶις, ἔρημος ὤν.

Ηλ. οὐκ ἔστι· σὺν σοὶ καὶ θανεῖν αἱρήσομαι

καὶ ζῆν· ἔχει γὰρ ταὐτόν· ἢν σὺ κατθάνηις,

γυνὴ τί δράσω; πῶς μόνη σωθήσομαι,

 310ἀνάδελφος ἀπάτωρ ἄφιλος; εἰ δὲ σοὶ δοκεῖ,

δρᾶν χρὴ τάδ'. ἀλλὰ κλῖνον εἰς εὐνὴν δέμας,

καὶ μὴ τὸ ταρβοῦν κἀκφοβοῦν σ' ἐκ δεμνίων

ἄγαν ἀποδέχου, μένε δ' ἐπὶ στρωτοῦ λέχους.

κἂν μὴ νοσῆι γὰρ ἀλλὰ δοξάζηι νοσεῖν,

 315κάματος βροτοῖσιν ἀπορία τε γίγνεται.

Χο. αἰαῖ,

δρομάδες ὦ πτεροφόροι

ποτνιάδες θεαί,

ἀβάκχευτον αἳ θίασον ἐλάχετ' ἐν

 320δάκρυσι καὶ γόοις,

μελάγχρωτες Εὐμενίδες, αἵτε τὸν

ταναὸν αἰθέρ' ἀμπάλλεσθ', αἵματος

τινύμεναι δίκαν, τινύμεναι φόνου,

καθικετεύομαι καθικετεύομαι,

 325τὸν Ἀγαμέμνονος γόνον ἐάσατ' ἐκ-

λαθέσθαι λύσσας μανιάδος φοιτα-

λέου. φεῦ μόχθων οἵων, ὦ τάλας,

ὀρεχθεὶς ἔρρεις,

τρίποδος ἄπο φάτιν ἃν ὁ Φοῖ-

 330βος ἔλακεν ἔλακε δεξάμενος ἀνὰ δάπεδον

ἵνα μεσόμφαλοι λέγονται μυχοί.

ὦ Ζεῦ,

τίς ἔλεος, τίς ὅδ' ἀγὼν

φόνιος ἔρχεται

 335θοάζων σε τὸν μέλεον; ὧι δάκρυα

δάκρυσι συμβάλλει

χορεύων τις ἐς δόμον ἀλαστόρων,

ματέρος αἷμα σᾶς ὅς σ' ἀναβακχεύει.

κατολοφύρομαι κατολοφύρομαι.

 340ὁ μέγας ὄλβος οὐ μόνιμος ἐν βροτοῖς·

ἀνὰ δὲ λαῖφος ὥς τις ἀκάτου θοᾶς

τινάξας δαίμων κατέκλυσεν δεινῶν

πόνων ὡς πόντου λάβροις ὀλεθρίοι-

σιν ἐν κύμασιν.

 345τίνα γὰρ ἔτι πάρος οἶκον ἄλ-

λον ἕτερον ἢ τὸν ἀπὸ θεογόνων γάμων,

τὸν ἀπὸ Ταντάλου σέβεσθαί με χρή;

καὶ μὴν βασιλεὺς ὅδε δὴ στείχει

Μενέλαος ἄναξ, πολὺς ἁβροσύνηι,

 350δῆλος ὁρᾶσθαι τοῦ Τανταλιδῶν

ἐξ αἵματος ὤν. ὦ χιλιόναυν

στρατὸν ὁρμήσας ἐς γῆν Ἀσίαν,

χαῖρ'· εὐτυχίαι δ' αὐτὸς ὁμιλεῖς,

 355θεόθεν πράξας ἅπερ ηὔχου.

ΜΕΝΕΛΑΟΣ

ὦ δῶμα, τῆι μέν σ' ἡδέως προσδέρκομαι

Τροίαθεν ἐλθών, τῆι δ' ἰδὼν καταστένω·

κύκλωι γὰρ εἱλιχθεῖσαν ἀθλίοις κακοῖς

οὐπώποτ' ἄλλην μᾶλλον εἶδον ἑστίαν.

 360Ἀγαμέμνονος μὲν γὰρ τύχας ἠπιστάμην

[καὶ θάνατον οἵωι πρὸς δάμαρτος ὤλετο],

Μαλέαι προσίσχων πρῶιραν· ἐκ δὲ κυμάτων

ὁ ναυτίλοισι μάντις ἐξήγγειλέ μοι

Νηρέως προφήτης Γλαῦκος, ἀψευδὴς θεός,

 365ὅς μοι τόδ' εἶπεν ἐμφανῶς κατασταθείς·

Μενέλαε, κεῖται σὸς κασίγνητος θανών,

λουτροῖσιν ἀλόχου περιπεσὼν πανυστάτοις.

δακρύων δ' ἔπλησεν ἐμέ τε καὶ ναύτας ἐμοὺς

πολλῶν. ἐπεὶ δὲ Ναυπλίας ψαύω χθονός

 370[ἤδη δάμαρτος ἐνθάδ' ἐξορμωμένης],

δοκῶν Ὀρέστην παῖδα τὸν Ἀγαμέμνονος

φίλαισι χερσὶ περιβαλεῖν καὶ μητέρα,

ὡς εὐτυχοῦντας, ἔκλυον ἁλιτύπων τινὸς

τῆς Τυνδαρείας παιδὸς ἀνόσιον φόνον.

 375καὶ νῦν ὅπου 'στὶν εἴπατ', ὦ νεάνιδες,

Ἀγαμέμνονος παῖς, ὃς τὰ δείν' ἔτλη κακά.

βρέφος γὰρ ἦν τότ' ἐν Κλυταιμήστρας χεροῖν

ὅτ' ἐξέλειπον μέλαθρον ἐς Τροίαν ἰών,

ὥστ' οὐκ ἂν αὐτὸν γνωρίσαιμ' ἂν εἰσιδών.

 380Ορ. ὅδ' εἴμ' Ὀρέστης, Μενέλεως, ὃν ἱστορεῖς.

ἑκὼν ἐγώ σοι τἀμὰ μηνύσω κακά·

τῶν σῶν δὲ γονάτων πρωτόλεια θιγγάνω

ἱκέτης, ἀφύλλους στόματος ἐξάπτων λιτάς·

σῶσόν μ' (ἀφῖξαι δ' αὐτὸν ἐς καιρόν) κακῶν.

 385Με. ὦ θεοί, τί λεύσσω; τίνα δέδορκα νερτέρων;

Ορ. εὖ γ' εἶπας· οὐ γὰρ ζῶ κακοῖς, φάος δ' ὁρῶ.

Με. ὡς ἠγρίωσαι πλόκαμον αὐχμηρόν, τάλας.

Ορ. οὐχ ἡ πρόσοψίς μ' ἀλλὰ τἄργ' ἀικίζεται.

Με. δεινὸν δὲ λεύσσεις ὀμμάτων ξηραῖς κόραις.

 390Ορ. τὸ σῶμα φροῦδον, τὸ δ' ὄνομ' οὐ λέλοιπέ με.

Με. ὦ παρὰ λόγον μοι σὴ φανεῖσ' ἀμορφία.

Ορ. ὅδ' εἰμί, μητρὸς τῆς ταλαιπώρου φονεύς.

Με. ἤκουσα· φείδου δ', ὀλιγάκις λέγων κακά.

Ορ. φειδόμεθ'· ὁ δαίμων δ' ἐς ἐμὲ πλούσιος κακῶν.

 395Με. τί χρῆμα πάσχεις; τίς σ' ἀπόλλυσιν νόσος;

Ορ. ἡ σύνεσις, ὅτι σύνοιδα δείν' εἰργασμένος.

Με. πῶς φήις; σοφόν τοι τὸ σαφές, οὐ τὸ μὴ σαφές.

Ορ. λύπη μάλιστά γ' ἡ διαφθείρουσά με ...

Με. δεινὴ γὰρ ἡ θεός, ἀλλ' ὅμως ἰάσιμος.

 400Ορ. μανίαι τε, μητρὸς αἵματος τιμωρίαν.

Με. ἤρξω δὲ λύσσης πότε; τίς ἡμέρα τότ' ἦν;

Ορ. ἐν ἧι τάλαιναν μητέρ' ἐξώγκουν τάφωι.

Με. πότερα κατ' οἴκους ἢ προσεδρεύων πυρᾶι;

Ορ. ἐκτός, φυλάσσων ὀστέων ἀναίρεσιν.

 405Με. παρῆν τις ἄλλος, ὃς σὸν ὤρθευεν δέμας;

Ορ. Πυλάδης γ', ὁ συνδρῶν αἷμα καὶ μητρὸς φόνον.

Με. φαντασμάτων δὲ τάδε νοσεῖς ποίων ὕπο;

Ορ. ἔδοξ' ἰδεῖν τρεῖς νυκτὶ προσφερεῖς κόρας.

Με. οἶδ' ἃς ἔλεξας, ὀνομάσαι δ' οὐ βούλομαι.

 410Ορ. σεμναὶ γάρ· εὐπαίδευτα δ' ἀπετράπου λέγειν.

Με. αὑταί σε βακχεύουσι συγγενῆ φόνον.

Με. οἴμοι διωγμῶν οἷς ἐλαύνομαι τάλας.

Με. οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους.

Ορ. ἀλλ' ἔστιν ἡμῖν ἀναφορὰ τῆς ξυμφορᾶς ...

 415Με. μὴ θάνατον εἴπηις· τοῦτο μὲν γὰρ οὐ σοφόν.

Ορ. Φοῖβος, κελεύσας μητρὸς ἐκπρᾶξαι φόνον.

Με. ἀμαθέστερός γ' ὢν τοῦ καλοῦ καὶ τῆς δίκης.

Ορ. δουλεύομεν θεοῖς, ὅτι ποτ' εἰσὶν οἱ θεοί.

Με. κἆιτ' οὐκ ἀμύνει Λοξίας τοῖς σοῖς κακοῖς;

 420Ορ. μέλλει· τὸ θεῖον δ' ἐστὶ τοιοῦτον φύσει.

Με. πόσον χρόνον δὲ μητρὸς οἴχονται πνοαί;

Ορ. ἕκτον τόδ' ἦμαρ· ἔτι πυρὰ θερμὴ τάφου.

Με. ὡς ταχὺ μετῆλθόν σ' αἷμα μητέρος θεαί.

Ορ. οὐ σοφός, ἀληθὴς δ' ἐς φίλους ἔφυς κακός.†

 425Με. πατρὸς δὲ δή τί σ' ὠφελεῖ τιμωρία;

Ορ. οὔπω· τὸ μέλλον δ' ἴσον ἀπραξίαι λέγω.

Με. τὰ πρὸς πόλιν δὲ πῶς ἔχεις δράσας τάδε;

Ορ. μισούμεθ' οὕτως ὥστε μὴ προσεννέπειν.

Με. οὐδ' ἥγνισαι σὸν αἷμα κατὰ νόμον χεροῖν;

 430Ορ. ἐκκλήιομαι γὰρ δωμάτων ὅποι μόλω.

Με. τίνες πολιτῶν ἐξαμιλλῶνταί σε γῆς;

Ορ. Οἴαξ, τὸ Τροίας μῖσος ἀναφέρων πατρί.

Με. συνῆκα· Παλαμήδους σε τιμωρεῖ φόνου.

Ορ. οὖ γ' οὐ μετῆν μοι· διὰ τριῶν δ' ἀπόλλυμαι.

 435Με. τίς δ' ἄλλος; ἦ που τῶν ἀπ'†Αἰγίσθου φίλων;

Ορ. οὗτοί μ' ὑβρίζουσ'· ὧν πόλις τὰ νῦν κλύει.

Με. Ἀγαμέμνονος δὲ σκῆπτρ' ἐᾶι σ' ἔχειν πόλις;

Ορ. πῶς, οἵτινες ζῆν οὐκ ἐῶσ' ἡμᾶς ἔτι;

Με. τί δρῶντες; ἦ καὶ σαφὲς ἔχεις εἰπεῖν τί μοι;

 440Ορ. ψῆφος καθ' ἡμῶν οἴσεται τῆιδ' ἡμέραι.

[Με. φεύγειν πόλιν τήνδ'; ἢ θανεῖν ἢ μὴ θανεῖν;

Ορ. θανεῖν ὑπ' ἀστῶν λευσίμωι πετρώματι.]

Με. κἆιτ' οὐχὶ φεύγεις γῆς ὑπερβάλλων ὅρους;

Ορ. κύκλωι γὰρ εἱλισσόμεθα παγχάλκοις ὅπλοις.

 445Με. ἰδίαι πρὸς ἐχθρῶν ἢ πρὸς Ἀργείας χερός;

Ορ. πάντων πρὸς ἀστῶν, ὡς θάνω· βραχὺς λόγος.

Με. ὦ μέλεος, ἥκεις συμφορᾶς ἐς τοὔσχατον.

Ορ. ἐς σ' ἐλπὶς ἡμὴ καταφυγὰς ἔχει κακῶν.

ἀλλ' ἀθλίως πράσσουσιν εὐτυχὴς μολὼν

 450μετάδος φίλοισι σοῖσι σῆς εὐπραξίας,

καὶ μὴ μόνος τὸ χρηστὸν ἀπολαβὼν ἔχε,

ἀλλ' ἀντιλάζου καὶ πόνων ἐν τῶι μέρει,

χάριτας πατρώιας ἐκτίνων ἐς οὕς σε δεῖ.

ὄνομα γάρ, ἔργον δ' οὐκ ἔχουσιν οἱ φίλοι

 455οἱ μὴ 'πὶ ταῖσι συμφοραῖς ὄντες φίλοι.

Χο. καὶ μὴν γέροντι δεῦρ' ἁμιλλᾶται ποδὶ

ὁ Σπαρτιάτης Τυνδάρεως, μελάμπεπλος

κουρᾶι τε θυγατρὸς πενθίμωι κεκαρμένος.

Ορ. ἀπωλόμην, Μενέλαε· Τυνδάρεως ὅδε

 460στείχει πρὸς ἡμᾶς, οὗ μάλιστ' αἰδώς μ' ἔχει

ἐς ὄμματ' ἐλθεῖν τοῖσιν ἐξειργασμένοις.

καὶ γάρ μ' ἔθρεψε σμικρὸν ὄντα, πολλὰ δὲ

φιλήματ' ἐξέπλησε, τὸν Ἀγαμέμνονος

παῖδ' ἀγκάλαισι περιφέρων, Λήδα θ' ἅμα,

 465τιμῶντέ μ' οὐδὲν ἧσσον ἢ Διοσκόρω·

οἷς, ὦ τάλαινα καρδία ψυχή τ' ἐμή,

ἀπέδωκ' ἀμοιβὰς οὐ καλάς. τίνα σκότον

λάβω προσώπωι; ποῖον ἐπίπροσθεν νέφος

θῶμαι, γέροντος ὀμμάτων φεύγων κόρας;

 470ΤΥΝΔΑΡΕΩΣ

ποῦ ποῦ θυγατρὸς τῆς ἐμῆς ἴδω πόσιν,

Μενέλαον; ἐπὶ γὰρ τῶι Κλυταιμήστρας τάφωι

χοὰς χεόμενος ἔκλυον ὡς ἐς Ναυπλίαν

ἥκοι σὺν ἀλόχωι πολυετὴς σεσωμένος.

ἄγετέ με· πρὸς γὰρ δεξιὰν αὐτοῦ θέλω

 475στὰς ἀσπάσασθαι, χρόνιος εἰσιδὼν φίλον.

Με. ὦ πρέσβυ, χαῖρε, Ζηνὸς ὁμόλεκτρον κάρα.

Τυ. ὦ χαῖρε καὶ σύ, Μενέλεως, κήδευμ' ἐμόν.

ἔα· [τὸ μέλλον ὡς κακὸν τὸ μὴ εἰδέναι.]

ὁ μητροφόντης ὅδε πρὸ δωμάτων δράκων

 480στίλβει νοσώδεις ἀστραπάς, στύγημ' ἐμόν.

Μενέλαε, προσφθέγγηι νιν, ἀνόσιον κάρα;

Με. τί γάρ; φίλου μοι πατρός ἐστιν ἔκγονος.

Τυ. κείνου γὰρ ὅδε πέφυκε, τοιοῦτος γεγώς;

Με. πέφυκεν· εἰ δὲ δυστυχεῖ, τιμητέος.

 485Τυ. βεβαρβάρωσαι, χρόνιος ὢν ἐν βαρβάροις.

Με. Ἑλληνικόν τοι τὸν ὁμόθεν τιμᾶν ἀεί.

Τυ. καὶ τῶν νόμων γε μὴ πρότερον εἶναι θέλειν.

Με. πᾶν τοὐξ ἀνάγκης δοῦλόν ἐστ' ἐν τοῖς σοφοῖς.

Τυ. κέκτησό νυν σὺ τοῦτ', ἐγὼ δ' οὐ κτήσομαι.

 490Με. ὀργὴ γὰρ ἅμα σου καὶ τὸ γῆρας οὐ σοφόν.

Τυ. πρὸς τόνδ' ἀγών τις σοφίας ἥκει πέρι.†

εἰ τὰ καλὰ πᾶσι φανερὰ καὶ τὰ μὴ καλά,

τούτου τίς ἀνδρῶν ἐγένετ' ἀσυνετώτερος;

ὅστις τὸ μὲν δίκαιον οὐκ ἐσκέψατο

 495οὐδ' ἦλθεν ἐπὶ τὸν κοινὸν Ἑλλήνων νόμον.

ἐπεὶ γὰρ ἐξέπνευσεν Ἀγαμέμνων βίον,

κάρα θυγατρὸς τῆς ἐμῆς πληγεὶς ὕπο,

αἴσχιστον ἔργον (οὐ γὰρ αἰνέσω ποτέ),

 500χρῆν αὐτὸν ἐπιθεῖναι μὲν αἵματος δίκην

ὁσίαν διώκοντ', ἐκβαλεῖν τε δωμάτων

μητέρα· τὸ σῶφρόν τ' ἔλαβ' ἂν ἀντὶ συμφορᾶς

καὶ τοῦ νόμου τ' ἂν εἴχετ' εὐσεβής τ' ἂν ἦν.

νῦν δ' ἐς τὸν αὐτὸν δαίμον' ἦλθε μητέρι·

 505κακὴν γὰρ αὐτὴν ἐνδίκως ἡγούμενος,

αὐτὸς κακίων μητέρ' ἐγένετο κτανών.

ἐρήσομαι δέ, Μενέλεως, τοσόνδε σε·

εἰ τόνδ' ἀποκτείνειεν ὁμόλεκτρος γυνή,

χὠ τοῦδε παῖς αὖ μητέρ' ἀνταποκτενεῖ,

 510κἄπειθ' ὁ κείνου γενόμενος φόνωι φόνον

λύσει, πέρας δὴ ποῖ κακῶν προβήσεται;

καλῶς ἔθεντο ταῦτα πατέρες οἱ πάλαι·

ἐς ὀμμάτων μὲν ὄψιν οὐκ εἴων περᾶν

οὐδ' εἰς ἀπάντημ' ὅστις αἷμ' ἔχων κυροῖ,

 515φυγαῖσι δ' ὁσιοῦν, ἀνταποκτείνειν δὲ μή.

ἀεὶ γὰρ εἷς ἔμελλ' ἐνέξεσθαι φόνωι,

τὸ λοίσθιον μίασμα λαμβάνων χεροῖν.

ἐγὼ δὲ μισῶ μὲν γυναῖκας ἀνοσίους,

πρώτην δὲ θυγατέρ', ἣ πόσιν κατέκτανεν·

 520Ἑλένην τε, τὴν σὴν ἄλοχον, οὔποτ' αἰνέσω

οὐδ' ἂν προσείποιμ'· οὐδὲ σὲ ζηλῶ κακῆς

γυναικὸς ἐλθόνθ' οὕνεκ' ἐς Τροίας πέδον.

ἀμυνῶ δ' ὅσονπερ δυνατός εἰμι τῶι νόμωι,

τὸ θηριῶδες τοῦτο καὶ μιαιφόνον

 525παύων, ὃ καὶ γῆν καὶ πόλεις ὄλλυσ' ἀεί.

ἐπεὶ τίν' εἶχες, ὦ τάλας, ψυχὴν τότε,

ὅτ' ἐξέβαλλε μαστὸν ἱκετεύουσά σε

μήτηρ; ἐγὼ μὲν οὐκ ἰδὼν τἀκεῖ κακὰ

δακρύοις γέροντ' ὀφθαλμὸν ἐκτήκω τάλας.

 530ἓν γοῦν λόγοισι τοῖς ἐμοῖς ὁμορροθεῖ·

μισῆι γε πρὸς θεῶν καὶ τίνεις μητρὸς δίκας,

μανίαις ἀλαίνων καὶ φόβοις. τί μαρτύρων

ἄλλων ἀκούειν δεῖ μ', ἅ γ' εἰσορᾶν πάρα;

ὡς οὖν ἂν εἰδῆις, Μενέλεως, τοῖσιν θεοῖς

 535μὴ πρᾶσσ' ἐναντί', ὠφελεῖν τοῦτον θέλων,

ἔα δ' ὑπ' ἀστῶν καταφονευθῆναι πέτροις

[ἢ μὴ 'πίβαινε Σπαρτιάτιδος χθονός].

θυγάτηρ δ' ἐμὴ θανοῦσ' ἔπραξεν ἔνδικα·

ἀλλ' οὐχὶ πρὸς τοῦδ' εἰκὸς ἦν αὐτὴν θανεῖν.

 540ἐγὼ δὲ τἄλλα μακάριος πέφυκ' ἀνὴρ

πλὴν ἐς θυγατέρας· τοῦτο δ' οὐκ εὐδαιμονῶ.

Χο. ζηλωτὸς ὅστις ηὐτύχησεν ἐς τέκνα

καὶ μὴ 'πισήμους συμφορὰς ἐκτήσατο.

Ορ. ὦ γέρον, ἐγώ τοι πρὸς σὲ δειμαίνω λέγειν

 545[ὅπου σε μέλλω σήν τε λυπήσειν φρένα]·

ἀπελθέτω δὲ τοῖς λόγοισιν ἐκποδὼν

τὸ γῆρας ἡμῖν τὸ σόν, ὅ μ' ἐκπλήσσει λόγου,

 550καὶ καθ' ὁδὸν εἶμι· νῦν δὲ σὴν ταρβῶ τρίχα.

τί χρῆν με δρᾶσαι; δύο γὰρ ἀντίθες δυοῖν·

πατὴρ μὲν ἐφύτευσέν με, σὴ δ' ἔτικτε παῖς,

τὸ σπέρμ' ἄρουρα παραλαβοῦσ' ἄλλου πάρα.

[ἄνευ δὲ πατρὸς τέκνον οὐκ εἴη ποτ' ἄν.

 555ἐλογισάμην οὖν τῶι γένους ἀρχηγέτηι

μᾶλλόν μ' ἀμῦναι τῆς ὑποστάσης τροφάς.]

ἐγὼ δ' ἀνόσιός εἰμι μητέρα κτανών,

ὅσιος δέ γ' ἕτερον ὄνομα, τιμωρῶν πατρί.

ἡ σὴ δὲ θυγάτηρ (μητέρ' αἰδοῦμαι λέγειν)

ἰδίοισιν ὑμεναίοισι κοὐχὶ σώφροσιν

ἐς ἀνδρὸς ἤιει λέκτρ'· ἐμαυτόν, ἢν λέγω

 560κακῶς ἐκείνην, ἐξερῶ, λέξω δ' ὅμως·

[Αἴγισθος ἦν ὁ κρυπτὸς ἐν δόμοις πόσις·]

τοῦτον κατέκτειν', ἐπὶ δ' ἔθυσα μητέρα,

ἀνόσια μὲν δρῶν, ἀλλὰ τιμωρῶν πατρί.

ἐφ' οἷς δ' ἀπειλεῖς ὡς πετρωθῆναί με χρή,

 565ἄκουσον ὡς ἅπασαν Ἑλλάδ' ὠφελῶ.

εἰ γὰρ γυναῖκες ἐς τόδ' ἥξουσιν θράσους,

ἄνδρας φονεύειν, καταφυγὰς ποιούμεναι

ἐς τέκνα, μαστοῖς τὸν ἔλεον θηρώμεναι,

παρ' οὐδὲν αὐταῖς ἦν ἂν ὀλλύναι πόσεις,

 570ἐπίκλημ' ἐχούσαις ὅτι τύχοι. δράσας δ' ἐγὼ

δείν', ὡς σὺ κομπεῖς, τόνδ' ἔπαυσα τὸν νόμον.

μισῶν δὲ μητέρ' ἐνδίκως ἀπώλεσα,

ἥτις μεθ' ὅπλων ἄνδρ' ἀπόντ' ἐκ δωμάτων

πάσης ὑπὲρ γῆς Ἑλλάδος στρατηλάτην

 575προύδωκε κοὐκ ἔσωσ' ἀκήρατον λέχος·

ἐπεὶ δ' ἁμαρτοῦσ' ἤισθετ', οὐχ αὑτῆι δίκην

ἐπέθηκεν, ἀλλ', ὡς μὴ δίκην δοίη πόσει,

ἐζημίωσε πατέρα κἀπέκτειν' ἐμόν.

 585σύ τοι φυτεύσας θυγατέρ', ὦ γέρον, κακὴν

ἀπώλεσάς με· διὰ τὸ κείνης γὰρ θράσος

πατρὸς στερηθεὶς ἐγενόμην μητροκτόνος.

πρὸς θεῶν ‑ ἐν οὐ καλῶι μὲν ἐμνήσθην θεῶν,

 580φόνου δικαστῶν· εἰ δὲ δὴ τὰ μητέρος

σιγῶν ἐπήινουν, τί μ' ἂν ἔδρασ' ὁ κατθανών;

οὐκ ἄν με μισῶν ἀνεχόρευ' Ἐρινύσιν;

ἢ μητρὶ μὲν πάρεισι σύμμαχοι θεαί,

τῶι δ' οὐ πάρεισι, μᾶλλον ἠδικημένωι;

[ὁρᾶις; Ὀδυσσέως ἄλοχον οὐ κατέκτανεν

Τηλέμαχος· οὐ γὰρ ἐπεγάμει πόσει πόσιν,

 590μένει δ' ἐν οἴκοις ὑγιὲς εὐνατήριον.]

ὁρᾶις Ἀπόλλων', ὃς μεσομφάλους ἕδρας

ναίων βροτοῖσι στόμα νέμει σαφέστατον;

[ὧι πειθόμεσθα πάνθ' ὅσ' ἂν κεῖνος λέγηι.]

τούτωι πιθόμενος τὴν τεκοῦσαν ἔκτανον.

 595ἐκεῖνον ἡγεῖσθ' ἀνόσιον καὶ κτείνετε·

ἐκεῖνος ἥμαρτ', οὐκ ἐγώ. τί χρῆν με δρᾶν;

ἢ οὐκ ἀξιόχρεως ὁ θεὸς ἀναφέροντί μοι

μίασμα λῦσαι; ποῖ τις οὖν ἔτ' ἂν φύγοι,

εἰ μὴ κελεύσας ῥύσεταί με μὴ θανεῖν;

 600ἀλλ' ὡς μὲν οὐκ εὖ μὴ λέγ' εἴργασται τάδε,

ἡμῖν δὲ τοῖς δράσασιν οὐκ εὐδαιμόνως.

[γάμοι δ' ὅσοις μὲν εὖ καθεστᾶσιν βροτῶν,

μακάριος αἰών· οἷς δὲ μὴ πίπτουσιν εὖ,

τά τ' ἔνδον εἰσὶ τά τε θύραζε δυστυχεῖς.]

 605Χο. ἀεὶ γυναῖκες ἐμποδὼν ταῖς συμφοραῖς

ἔφυσαν ἀνδρῶν πρὸς τὸ δυσχερέστερον.

Τυ. ἐπεὶ θρασύνηι κοὐχ ὑποστέλληι λόγωι,

οὕτω δ' ἀμείβηι μ' ὥστε μ' ἀλγῆσαι φρένα,

μᾶλλόν μ' ἀνάψεις ἐπὶ σὸν ἐξελθεῖν φόνον·

 610καλὸν πάρεργον δ' αὐτὸ θήσομαι πόνων

ὧν οὕνεκ' ἦλθον θυγατρὶ κοσμήσων τάφον.

μολὼν γὰρ εἰς ἔκκλητον Ἀργείων ὄχλον

ἑκοῦσαν οὐχ ἑκοῦσαν ἐπισείσω πόλιν

σοὶ σῆι τ' ἀδελφῆι, λεύσιμον δοῦναι δίκην.

 615μᾶλλον δ' ἐκείνη σοῦ θανεῖν ἐστ' ἀξία,

ἣ τῆι τεκούσηι σ' ἠγρίωσ', ἐς οὖς ἀεὶ

πέμπουσα μύθους ἐπὶ τὸ δυσμενέστερον,

ὄνειδος ἀγγέλλουσα τἀγαμέμνονος

καὶ τοῦθ' ὃ μισήσειαν Αἰγίσθου λέχος

 620οἱ νέρτεροι θεοί (καὶ γὰρ ἐνθάδ' ἦν πικρόν),

ἕως ὑφῆψε δῶμ' ἀνηφαίστωι πυρί.

Μενέλαε, σοὶ δὲ τάδε λέγω δράσω τε πρός·

εἰ τοὐμὸν ἔχθος ἐναριθμῆι κῆδός τ' ἐμόν,

μὴ τῶιδ' ἀμύνειν φόνον, ἐναντίον θεοῖς,

 625[ἔα δ' ὑπ' ἀστῶν καταφονευθῆναι πέτροις,]

ἢ μὴ 'πίβαινε Σπαρτιάτιδος χθονός.

τοσαῦτ' ἀκούσας ἴσθι, μηδὲ δυσσεβεῖς

ἕληι, παρώσας εὐσεβεστέρους φίλους·

ἡμᾶς δ' ἀπ' οἴκων ἄγετε τῶνδε, πρόσπολοι.

 630Ορ. στεῖχ', ὡς ἀθορύβως οὑπιὼν ἡμῖν λόγος

πρὸς τόνδ' ἵκηται, γῆρας ἀποφυγὼν τὸ σόν.

Μενέλαε, ποῖ σὸν πόδ' ἐπὶ συννοίαι κυκλεῖς,

διπλῆς μερίμνης διπτύχους ἰὼν ὁδούς;

Με. ἔασον· ἐν ἐμαυτῶι τι συννοούμενος

 635ὅπηι τράπωμαι τῆς τύχης ἀμηχανῶ.

Ορ. μή νυν πέραινε τὴν δόκησιν, ἀλλ' ἐμοὺς

λόγους ἀκούσας πρόσθε βουλεύου τότε.

Με. λέγ'· εὖ γὰρ εἶπας· ἔστι δ' οὗ σιγὴ λόγου

κρείσσων γένοιτ' ἄν, ἔστι δ' οὗ σιγῆς λόγος.

 640Ορ. λέγοιμ' ἂν ἤδη· τὰ μακρὰ τῶν σμικρῶν λόγων

ἐπίπροσθέν ἐστι καὶ σαφῆ μᾶλλον κλυεῖν.

ἐμοὶ σὺ τῶν σῶν, Μενέλεως, μηδὲν δίδου,

ἃ δ' ἔλαβες ἀπόδος πατρὸς ἐμοῦ λαβὼν πάρα.

[οὐ χρήματ' εἶπον, χρήματ', ἢν ψυχὴν ἐμὴν

 645σώσηις, ἅπερ μοι φίλτατ' ἐστὶ τῶν ἐμῶν.]

ἀδικῶ· λαβεῖν χρή μ' ἀντὶ τοῦδε τοῦ κακοῦ

ἄδικόν τι παρὰ σοῦ· καὶ γὰρ Ἀγαμέμνων πατὴρ

ἀδίκως ἀθροίσας Ἑλλάδ' ἦλθ' ὑπ' Ἴλιον,

οὐκ ἐξαμαρτὼν αὐτὸς ἀλλ' ἁμαρτίαν

 650τῆς σῆς γυναικὸς ἀδικίαν τ' ἰώμενος·

ἀπέδοτο δ', ὡς χρὴ τοῖς φίλοισι τοὺς φίλους,

τὸ σῶμ' ἀληθῶς, σοὶ παρ' ἀσπίδ' ἐκπονῶν,

ὅπως σὺ τὴν σὴν ἀπολάβοις ξυνάορον.

 655ἀπότεισον οὖν μοι ταὐτὸ τοῦτ' ἐκεῖ λαβών,

μίαν πονήσας ἡμέραν, ἡμῶν ὕπερ

σωτήριος στάς, μὴ δέκ' ἐκπλήσας ἔτη.

ἓν μὲν τόδ' ἡμῖν ἀνθ' ἑνὸς δοῦναί σε χρή·

ἃ δ' Αὐλὶς ἔλαβε σφάγι' ἐμῆς ὁμοσπόρου,

ἐῶ σ' ἔχεν ταῦθ'· Ἑρμιόνην μὴ κτεῖνε σύ·

 660δεῖ γάρ σ' ἐμοῦ πράσσοντος ὡς πράσσω τὰ νῦν

πλέον φέρεσθαι κἀμὲ συγγνώμην ἔχειν.

ψυχὴν δ' ἐμὴν δὸς τῶι ταλαιπώρωι πατρί

[κἀμῆς ἀδελφῆς, παρθένου μακρὸν χρόνον]·

θανὼν γὰρ οἶκον ὀρφανὸν λείψω πατρός.

 665ἐρεῖς· Ἀδύνατον. αὐτὸ τοῦτο· τοὺς φίλους

ἐν τοῖς κακοῖς χρὴ τοῖς φίλοισιν ὠφελεῖν·

ὅταν δ' ὁ δαίμων εὖ διδῶι, τί δεῖ φίλων;

ἀρκεῖ γὰρ αὐτὸς ὁ θεὸς ὠφελεῖν θέλων.

φιλεῖν δάμαρτα πᾶσιν Ἕλλησιν δοκεῖς·

 670κοὐχ ὑποτρέχων σε τοῦτο θωπείαι λέγω·

ταύτης ἱκνοῦμαί σ' ‑ ὦ μέλεος ἐγώ, κακὸν

ἐς οἷον ἥκω. τί δέ; ταλαιπωρεῖν με δεῖ·

ὑπὲρ γὰρ οἴκου παντὸς ἱκετεύω τάδε.

ὦ πατρὸς ὅμαιμε θεῖε, τὸν κατὰ χθονὸς

 675θανόντ' ἀκούειν τάδε δόκει, ποτωμένην

ψυχὴν ὑπὲρ σοῦ, καὶ λέγειν ἁγὼ λέγω.

[ταῦτ' εἴς τε δάκρυα καὶ γόους καὶ συμφορὰς]

εἴρηκα κἀπήιτηκα, τὴν σωτηρίαν

θηρῶν, ὃ πάντες κοὐκ ἐγὼ ζητῶ μόνος.

 680Χο. κἀγώ σ' ἱκνοῦμαι καὶ γυνή περ οὖσ' ὅμως

τοῖς δεομένοισιν ὠφελεῖν· οἷός τε δ' εἶ.

Με. Ὀρέστ', ἐγώ τοι σὸν καταιδοῦμαι κάρα

καὶ ξυμπονῆσαι σοῖς κακοῖσι βούλομαι·

καὶ χρὴ γὰρ οὕτω τῶν ὁμαιμόνων κακὰ

 685συνεκκομίζειν, δύναμιν ἢν διδῶι θεός,

θνήισκοντα καὶ κτείνοντα τοὺς ἐναντίους.

τοῦ δ' αὖ δύνασθαι πρὸς θεῶν χρήιζω τυχεῖν·

ἥκω γὰρ ἀνδρῶν συμμάχων κενὸν δόρυ

ἔχων, πόνοισι μυρίοις ἀλώμενος,

 690σμικρᾶι σὺν ἀλκῆι τῶν λελειμμένων φίλων.

μάχηι μὲν οὖν ἂν οὐχ ὑπερβαλοίμεθα

Πελασγὸν Ἄργος· εἰ δὲ μαλθακοῖς λόγοις

δυναίμεθ', ἐνταῦθ' ἐλπίδος προήκομεν.

[σμικροῖσι μὲν γὰρ τὰ†μεγάλα πῶς ἕλοι τις ἂν

 695πόνοισιν; ἀμαθὲς καὶ τὸ βούλεσθαι τάδε.]

ὅταν γὰρ ἡβᾶι δῆμος εἰς ὀργὴν πεσών,

ὅμοιον ὥστε πῦρ κατασβέσαι λάβρον·

εἰ δ' ἡσύχως τις αὑτὸν ἐντείνοντι μὲν

χαλῶν ὑπείκοι καιρὸν εὐλαβούμενος,

 700ἴσως ἂν ἐκπνεύσειεν· ἢν δ' ἀνῆι πνοάς,

τύχοις ἂν αὐτοῦ ῥαιδίως ὅσον θέλεις.

[ἔνεστι δ' οἶκτος, ἔνι δὲ καὶ θυμὸς μέγας,

καραδοκοῦντι κτῆμα τιμιώτατον.]

ἐλθὼν δ' ἐγώ σοι Τυνδάρεων πειράσομαι

 705πόλιν τε πεῖσαι τῶι λίαν χρῆσθαι καλῶς.

[καὶ ναῦς γὰρ ἐνταθεῖσα πρὸς βίαν ποδὶ

ἔβαψεν, ἔστη δ' αὖθις ἢν χαλᾶι πόδα.]

μισεῖ γὰρ ὁ θεὸς τὰς ἄγαν προθυμίας,

μισοῦσι δ' ἀστοί· δεῖ δέ μ' (οὐκ ἄλλως λέγω)

 710σώιζειν σε σοφίαι, μὴ βίαι τῶν κρεισσόνων.

ἀλκῆι δέ σ' οὐκ ἄν, ἧι σὺ δοξάζεις ἴσως,

σώσαιμ' ἄν· οὐ γὰρ ῥάιδιον λόγχηι μιᾶι

στῆσαι τροπαῖα τῶν κακῶν ἅ σοι πάρα.

[οὐ γάρ ποτ' Ἄργους γαῖαν εἰς τὸ μαλθακὸν

 715προσηγόμεσθα· νῦν δ' ἀναγκαίως ἔχει

δούλοισιν εἶναι τοῖς σοφοῖσι τῆς τύχης.]

Ορ. ὦ πλὴν γυναικὸς οὕνεκα στρατηλατεῖν

τἄλλ' οὐδέν, ὦ κάκιστε, τιμωρεῖν φίλοις,

 720φεύγεις ἀποστραφείς με, τὰ δ' Ἀγαμέμνονος

φροῦδ'; ἄφιλος ἦσθ' ἄρ', ὦ πάτερ, πράσσων κακῶς.

οἴμοι, προδέδομαι, κοὐκέτ' εἰσὶν ἐλπίδες

ὅπηι τραπόμενος θάνατον Ἀργείων φύγω·

οὗτος γὰρ ἦν μοι καταφυγὴ σωτηρίας.

 725ἀλλ' εἰσορῶ γὰρ τόνδε φίλτατον βροτῶν

Πυλάδην δρόμωι στείχοντα Φωκέων ἄπο,

ἡδεῖαν ὄψιν· πιστὸς ἐν κακοῖς ἀνὴρ

κρείσσων γαλήνης ναυτίλοισιν εἰσορᾶν.

ΠΥΛΑΔΗΣ

θᾶσσον ἤ μ' ἐχρῆν προβαίνων ἱκόμην δι' ἄστεως,

 730σύλλογον πόλεως ἀκούσας ὄντ', ἰδὼν δ' αὐτὸς σαφῶς

[ἐπὶ σὲ σύγγονόν τε τὴν σήν, ὡς κτενοῦντας αὐτίκα].

τί τάδε; πῶς ἔχεις; τί πράσσεις, φίλταθ' ἡλίκων ἐμοὶ

καὶ φίλων καὶ συγγενείας; πάντα γὰρ τάδ' εἶ σύ μοι.

Ορ. οἰχόμεσθ', ὡς ἐν βραχεῖ σοι τἀμὰ δηλώσω κακά.

 735Πυ. συγκατασκάπτοις ἂν ἡμᾶς· κοινὰ γὰρ τὰ τῶν φίλων.

Ορ. Μενέλεως κάκιστος ἐς ἐμὲ καὶ κασιγνήτην ἐμήν ...

Πυ. εἰκότως, κακῆς γυναικὸς ἄνδρα γίγνεσθαι κακόν.

Ορ. ὥσπερ οὐκ ἐλθὼν ἔμοιγε ταὐτὸν ἀπέδωκεν μολών.

Πυ. ἦ γάρ ἐστιν ὡς ἀληθῶς τήνδ' ἀφιγμένος χθόνα;

 740Ορ. χρόνιος· ἀλλ' ὅμως τάχιστα κακὸς ἐφωράθη φίλοις.

Πυ. καὶ δάμαρτα τὴν κακίστην ναυστολῶν ἐλήλυθεν;

Ορ. οὐκ ἐκεῖνος ἀλλ' ἐκείνη κεῖνον ἐνθάδ' ἤγαγεν.

Πυ. ποῦ 'στὶν ἣ πλείστους Ἀχαιῶν ὤλεσεν γυνὴ μία;

Ορ. ἐν δόμοις ἐμοῖσιν, εἰ δὴ τούσδ' ἐμοὺς καλεῖν χρεών.

 745Πυ. σὺ δὲ τίνας λόγους ἔλεξας σοῦ κασιγνήτωι πατρός;

Ορ. μή μ' ἰδεῖν θανόνθ' ὑπ' ἀστῶν καὶ κασιγνήτην ἐμήν.

Πυ. πρὸς θεῶν, τί πρὸς τάδ' εἶπε; τόδε γὰρ εἰδέναι θέλω.

Ορ. ηὐλαβεῖθ', ὃ τοῖς φίλοισι δρῶσιν οἱ κακοὶ φίλοι.

Πυ. σκῆψιν ἐς ποίαν προβαίνων; τοῦτο πάντ' ἔχω μαθών.

 750Ορ. οὖτος ἦλθ', ὁ τὰς ἀρίστας θυγατέρας σπείρας πατήρ.

Πυ. Τυνδάρεων λέγεις· ἴσως σοι θυγατέρος θυμούμενος.

Ορ. αἰσθάνηι· τὸ τοῦδε κῆδος μᾶλλον εἵλετ' ἢ πατρός.

Πυ. κοὐκ ἐτόλμησεν πόνων σῶν ἀντιλάζυσθαι παρών;

Ορ. οὐ γὰρ αἰχμητὴς πέφυκεν, ἐν γυναιξὶ δ' ἄλκιμος.

 755Πυ. ἐν κακοῖς ἄρ' εἶ μεγίστοις· καί σ' ἀναγκαῖον θανεῖν;

Ορ. ψῆφον ἀμφ' ἡμῶν πολίτας ἐπὶ φόνωι θέσθαι χρεών.

Πυ. ἣ κρινεῖ τί χρῆμα; λέξον· διὰ φόβου γὰρ ἔρχομαι.

Ορ. ἢ θανεῖν ἢ ζῆν· ὁ μῦθος οὐ μακρὸς μακρῶν πέρι.

Πυ. φεῦγέ νυν λιπὼν μέλαθρα σὺν κασιγνήτηι σέθεν.

 760Ορ. οὐχ ὁρᾶις; φυλασσόμεσθα φρουρίοισι πανταχῆι.

Πυ. εἶδον ἄστεως ἀγυιὰς τεύχεσιν πεφαργμένας.

Ορ. ὡσπερεὶ πόλις πρὸς ἐχθρῶν σῶμα πυργηρούμεθα.

Πυ. κἀμὲ νῦν ὅρα τί πάσχω· καὶ γὰρ αὐτὸς οἴχομαι.

Ορ. πρὸς τίνος; τοῦτ' ἂν προσείη τοῖς ἐμοῖς κακοῖς κακόν.

 765Πυ. Στρόφιος ἤλασέν μ' ἀπ' οἴκων φυγάδα θυμωθεὶς πατήρ.

Ορ. ἴδιον ἢ κοινὸν πολίταις ἐπιφέρων ἔγκλημά τι;

Πυ. ὅτι συνηράμην φόνον σοι μητρός, ἀνόσιον λέγων.

Ορ. ὦ τάλας, ἔοικε καὶ σὲ τἀμὰ λυπήσειν κακά.

Πυ. οὐχὶ Μενέλεω τρόποισι χρώμεθ'· οἰστέον τάδε.

 770Ορ. οὐ φοβῆι μή σ' Ἄργος ὥσπερ κἄμ' ἀποκτεῖναι θέληι;

Πυ. οὐ προσήκομεν κολάζειν τοῖσδε, Φωκέων δὲ γῆι.

Ορ. δεινὸν οἱ πολλοί, κακούργους ὅταν ἔχωσι προστάτας.

Πυ. ἀλλ' ὅταν χρηστοὺς λάβωσι, χρηστὰ βουλεύουσ' ἀεί.

Ορ. εἶἑν· ἐς κοινὸν λέγειν χρή. Πυ. τίνος ἀναγκαίου πέρι;

 775Ορ. εἰ λέγοιμ' ἀστοῖσιν ἐλθών ... Πυ. ὡς ἔδρασας ἔνδικα;

Ορ. πατρὶ τιμωρῶν ἐμαυτοῦ; Πυ. μὴ λάβωσί σ' ἄσμενοι.

Ορ. ἀλλ' ὑποπτήξας σιωπῆι κατθάνω; Πυ. δειλὸν τόδε.

Ορ. πῶς ἂν οὖν δρώιην; Πυ. ἔχεις τιν', ἢν μένηις, σωτηρίαν;

Ορ. οὐκ ἔχω. Πυ. μολόντι δ' ἐλπίς ἐστι σωθῆναι κακῶν;

 780Ορ. εἰ τύχοι, γένοιτ' ἄν. Πυ. οὔκουν τοῦτο κρεῖσσον ἢ μένειν;

Ορ. ἀλλὰ δῆτ' ἔλθω; Πυ. θανὼν γοῦν ὧδε κάλλιον θανῆι.

Ορ. εὖ λέγεις· φεύγω τὸ δειλὸν τῆιδε. Πυ. μᾶλλον ἢ

μένων.

Ορ. καὶ τὸ πρᾶγμά γ' ἔνδικόν μοι. Πυ. τοῦ δοκεῖν ἔχου

μόνον.

Ορ. καί τις ἄν γέ μ' οἰκτίσειε ... Πυ. μέγα γὰρ ηὑγένειά σου.

 785Ορ. θάνατον ἀσχάλλων πατρῶιον. Πυ. πάντα ταῦτ' ἐν

ὄμμασιν.

Ορ. ἰτέον, ὡς ἄνανδρον ἀκλεῶς κατθανεῖν. Πυ. αἰνῶ τάδε.

Ορ. ἦ λέγωμεν οὖν ἀδελφῆι ταῦτ' ἐμῆι; Πυ. μὴ πρὸς θεῶν.

Ορ. δάκρυα γοῦν γένοιτ' ἄν. Πυ. οὔκουν οὗτος οἰωνὸς

μέγας;

Ορ. δηλαδὴ σιγᾶν ἄμεινον. Πυ. τῶι χρόνωι γε κερδανεῖς.

 790Ορ. κεῖνό μοι μόνον πρόσαντες ... Πυ. τί τόδε καινὸν αὖ

λέγεις;

Ορ. μὴ θεαί μ' οἴστρωι κατάσχωσ'. Πυ. ἀλλὰ κηδεύσω σ' ἐγώ.

Ορ. δυσχερὲς ψαύειν νοσοῦντος ἀνδρός. Πυ. οὐκ ἔμοιγε σοῦ.

Ορ. εὐλαβοῦ λύσσης μετασχεῖν τῆς ἐμῆς. Πυ. τὸ δ' οὖν ἴτω.

Ορ. οὐκ ἄρ' ὀκνήσεις; Πυ. ὄκνος γὰρ τοῖς φίλοις κακὸν μέγα.

 795Ορ. ἕρπε νυν οἴαξ ποδός μοι ... Πυ. φίλα γ' ἔχων

κηδεύματα.

Ορ. καί με πρὸς τύμβον πόρευσον πατρός. Πυ. ὡς τί δὴ τόδε;

Ορ. ὥς νιν ἱκετεύσω με σῶσαι. Πυ. τό γε δίκαιον ὧδ' ἔχει.

Ορ. μητέρος δὲ μὴ 'σίδοιμι μνῆμα. Πυ. πολεμία γὰρ ἦν.

ἀλλ' ἔπειγ', ὡς μή σε πρόσθε ψῆφος Ἀργείων ἕληι,

 800περιβαλὼν πλευροῖς ἐμοῖσι πλευρὰ νωχελῆ νόσωι·

ὡς ἐγὼ δι' ἄστεώς σε, σμικρὰ φροντίζων ὄχλου,

οὐδὲν αἰσχυνθεὶς ὀχήσω. ποῦ γὰρ ὢν δείξω φίλος,

εἴ σε μὴ 'ν δειναῖσιν ὄντα†συμφοραῖς ἐπαρκέσω;

Ορ. τοῦτ' ἐκεῖνο· κτᾶσθ' ἑταίρους, μὴ τὸ συγγενὲς μόνον·

 805ὡς ἀνὴρ ὅστις τρόποισι συντακῆι, θυραῖος ὤν,

μυρίων κρείσσων ὁμαίμων ἀνδρὶ κεκτῆσθαι φίλος.

Χο. ὁ μέγας ὄλβος ἅ τ' ἀρετὰ

μέγα φρονοῦσ' ἀν' Ἑλλάδα καὶ

παρὰ Σιμουντίοις ὀχετοῖς

 810πάλιν ἀνῆλθ' ἐξ εὐτυχίας Ἀτρείδαις

πάλιν παλαιᾶς ἀπὸ συμφορᾶς δόμων,

ὁπότε χρυσέας ἔρις ἀρ-

νὸς ἤλυθε†Τανταλίδαις

οἰκτρότατα θοινάματα καὶ

 815σφάγια γενναίων τεκέων·

ὅθεν πόνωι πόνος ἐξαμεί-

βων δι' αἵματος οὐ προλεί-

πει δισσοῖσιν Ἀτρείδαις.

τὸ καλὸν οὐ καλόν, τοκέων

 820πυριγενεῖ τεμεῖν παλάμαι

χρόα, μελάνδετον δὲ φόνωι

ξίφος ἐς αὐγὰς ἀελίοιο δεῖξαι·

τὸ δ' εὖ κακουργεῖν ἀσέβεια ποικίλα

κακοφρόνων τ' ἀνδρῶν παράνοι-

 825α. θανάτου γὰρ ἀμφὶ φόβωι

Τυνδαρὶς ἰάχησε τάλαι-

να· Τέκνον, οὐ τολμᾶις ὅσια

κτείνων σὰν ματέρα· μὴ πατρώι-

αν τιμῶν χάριν ἐξανά-

 830ψηι δύσκλειαν ἐς αἰεί.

τίς νόσος ἢ τίνα δάκρυα καὶ

τίς ἔλεος μείζων κατὰ γᾶν

ἢ ματροκτόνον αἷμα χειρὶ θέσθαι;

οἷον ἔργον τελέσας

 835βεβάκχευται μανίαις,

Εὐμενίσι θήραμα, φόβον

δρομάσι δινεύων βλεφάροις,

Ἀγαμεμνόνιος παῖς.

ὦ μέλεος, ματρὸς ὅτ' ἐκ

 840χρυσεοπηνήτων φαρέων

μαστὸν ὑπερτέλλοντ' ἐσιδὼν

σφάγιον ἔθετο ματέρα, πατρώι-

ων παθέων ἀμοιβάν.

Ηλ. γυναῖκες, ἦ που τῶνδ' ἀφώρμηται δόμων

 845τλήμων Ὀρέστης θεομανεῖ λύσσηι δαμείς;

Χο. ἥκιστα· πρὸς δ' Ἀργεῖον οἴχεται λεών

[ψυχῆς ἀγῶνα τὸν προκείμενον πέρι

δώσων, ἐν ὧι ζῆν ἢ θανεῖν ὑμᾶς χρεών].

Ηλ. οἴμοι· τί χρῆμ' ἔδρασε; τίς δ' ἔπεισέ νιν;

 850Χο. Πυλάδης· ἔοικε δ' οὐ μακρὰν ὅδ' ἄγγελος

λέξειν τὰ κεῖθεν σοῦ κασιγνήτου πέρι.

ΑΓΓΕΛΟΣ

[ὦ τλῆμον, ὦ δύστηνε τοῦ στρατηλάτου]

Ἀγαμέμνονος παῖ, πότνι' Ἠλέκτρα, λόγους

ἄκουσον οὕς σοι δυστυχεῖς ἥκω φέρων.

 855Ηλ. αἰαῖ, διοιχόμεσθα· δῆλος εἶ λόγωι.

[κακῶν γὰρ ἥκεις, ὡς ἔοικεν, ἄγγελος.]

Αγ. ψήφωι Πελασγῶν σὸν κασίγνητον θανεῖν

καὶ σ', ὦ τάλαιν', ἔδοξε τῆιδ' ἐν ἡμέραι.

Ηλ. οἴμοι· προσῆλθεν ἐλπίς, ἣν φοβουμένη

 860πάλαι τὸ μέλλον ἐξετηκόμην γόοις.

ἀτὰρ τίς ἁγών, τίνες ἐν Ἀργείοις λόγοι

καθεῖλον ἡμᾶς κἀπεκύρωσαν θανεῖν;

λέγ', ὦ γεραιέ· πότερα λευσίμωι χερὶ

ἢ διὰ σιδήρου πνεῦμ' ἀπορρῆξαί με δεῖ,

 865κοινὰς ἀδελφῶι συμφορὰς κεκτημένην;

Αγ. ἐτύγχανον μὲν ἀγρόθεν πυλῶν ἔσω

βαίνων, πυθέσθαι δεόμενος τά τ' ἀμφὶ σοῦ

τά τ' ἀμφ' Ὀρέστου· σῶι γὰρ εὔνοιαν πατρὶ

ἀεί ποτ' εἶχον, καί μ' ἔφερβε σὸς δόμος

 870πένητα μέν, χρῆσθαι δὲ γενναῖον φίλοις.

ὁρῶ δ' ὄχλον στείχοντα καὶ θάσσοντ' ἄκραν,

οὗ φασι πρῶτον Δαναὸν Αἰγύπτωι δίκας

διδόντ' ἀθροῖσαι λαὸν ἐς κοινὰς ἕδρας.

ἀστῶν δὲ δή τιν' ἠρόμην ἄθροισμ' ἰδών·

 875Τί καινὸν Ἄργει; μῶν τι πολεμίων πάρα

ἄγγελμ' ἀνεπτέρωκε Δαναϊδῶν πόλιν;

ὁ δ' εἶπ'· Ὀρέστην κεῖνον οὐχ ὁρᾶις πέλας

στείχοντ', ἀγῶνα θανάσιμον δραμούμενον;

ὁρῶ δ' ἄελπτον φάσμ', ὃ μήποτ' ὤφελον,

 880Πυλάδην τε καὶ σὸν σύγγονον στείχονθ' ὁμοῦ,

τὸν μὲν κατηφῆ καὶ παρειμένον νόσωι,

τὸν δ' ὥστ' ἀδελφὸν ἴσα φίλωι λυπούμενον,

νόσημα κηδεύοντα παιδαγωγίαι.

ἐπεὶ δὲ πλήρης ἐγένετ' Ἀργείων ὄχλος,

 885κῆρυξ ἀναστὰς εἶπε· Τίς χρήιζει λέγειν,

πότερον Ὀρέστην κατθανεῖν ἢ μὴ χρεών,

μητροκτονοῦντα; κἀπὶ τῶιδ' ἀνίσταται

Ταλθύβιος, ὃς σῶι πατρὶ συνεπόρθει Φρύγας·

ἔλεξε δ', ὑπὸ τοῖς δυναμένοισιν ὢν ἀεί,

 890διχόμυθα, πατέρα μὲν σὸν ἐκπαγλούμενος,

σὸν δ' οὐκ ἐπαινῶν σύγγονον, καλοὺς κακοὺς

λόγους ἑλίσσων, ὅτι καθισταίη νόμους

ἐς τοὺς τεκόντας οὐ καλούς· τὸ δ' ὄμμ' ἀεὶ

φαιδρωπὸν ἐδίδου τοῖσιν Αἰγίσθου φίλοις.

 895[τὸ γὰρ γένος τοιοῦτον· ἐπὶ τὸν εὐτυχῆ

πηδῶσ' ἀεὶ κήρυκες· ὅδε δ' αὐτοῖς φίλος,

ὃς ἂν δύνηται πόλεος ἔν τ' ἀρχαῖσιν ἦι.]

ἐπὶ τῶιδε δ' ἠγόρευε Διομήδης ἄναξ·

οὗτος κτανεῖν μὲν οὔτε σ' οὔτε σύγγονον

 900εἴα, φυγῆι δὲ ζημιοῦντας εὐσεβεῖν.

ἐπερρόθησαν δ' οἱ μὲν ὡς καλῶς λέγοι,

οἱ δ' οὐκ ἐπήινουν. κἀπὶ τῶιδ' ἀνίσταται

ἀνήρ τις ἀθυρόγλωσσος, ἰσχύων θράσει·

[Ἀργεῖος οὐκ Ἀργεῖος, ἠναγκασμένος,

 905θορύβωι τε πίσυνος κἀμαθεῖ παρρησίαι,

πιθανὸς ἔτ' αὐτοὺς περιβαλεῖν κακῶι τινι.

ὅταν γὰρ ἡδύς τις λόγοις φρονῶν κακῶς

πείθηι τὸ πλῆθος, τῆι πόλει κακὸν μέγα·

ὅσοι δὲ σὺν νῶι χρηστὰ βουλεύουσ' ἀεί,

 910κἂν μὴ παραυτίκ', αὖθίς εἰσι χρήσιμοι

πόλει. θεᾶσθαι δ' ὧδε χρὴ τὸν προστάτην

ἰδόνθ'· ὅμοιον γὰρ τὸ χρῆμα γίγνεται

τῶι τοὺς λόγους λέγοντι καὶ τιμωμένωι.]

ὃς εἶπ' Ὀρέστην καὶ σ' ἀποκτεῖναι πέτροις

 915βάλλοντας, ὑπὸ δ' ἔτεινε Τυνδάρεως λόγους

[τῶι σφὼ κατακτείνοντι τοιούτους λέγειν].

ἄλλος δ' ἀναστὰς ἔλεγε τῶιδ' ἐναντία,

μορφῆι μὲν οὐκ εὐωπός, ἀνδρεῖος δ' ἀνήρ,

ὀλιγάκις ἄστυ κἀγορᾶς χραίνων κύκλον,

 920αὐτουργός, οἵπερ καὶ μόνοι σώιζουσι γῆν,

ξυνετὸς δέ, χωρεῖν ὁμόσε τοῖς λόγοις θέλων,

ἀκέραιον ἀνεπίπληκτον ἠσκηκὼς βίον·

ὃς εἶπ' Ὀρέστην παῖδα τὸν Ἀγαμέμνονος

στεφανοῦν, ὃς ἠθέλησε τιμωρεῖν πατρί,

 925κακὴν γυναῖκα κἄθεον κατακτανών,

ἣ κεῖν' ἀφήιρει, μήθ' ὁπλίζεσθαι χέρα

μήτε στρατεύειν ἐκλιπόντα δώματα,

εἰ τἄνδον οἰκουρήμαθ' οἱ λελειμμένοι

φθεροῦσιν, ἀνδρῶν εὔνιδας λωβώμενοι.

 930καὶ τοῖς γε χρηστοῖς εὖ λέγειν ἐφαίνετο.

κοὐδεὶς ἔτ' εἶπε· σὸς δ' ἐπῆλθε σύγγονος,

ἔλεξε δ'· Ὦ γῆν Ἰνάχου κεκτημένοι

[πάλαι Πελασγοί, Δαναΐδαι δεύτερον],

ὑμῖν ἀμύνων οὐδὲν ἧσσον ἢ πατρὶ

 935ἔκτεινα μητέρ'· εἰ γὰρ ἀρσένων φόνος

ἔσται γυναιξὶν ὅσιος, οὐ φθάνοιτ' ἔτ' ἂν

θνήισκοντες, ἢ γυναιξὶ δουλεύειν χρεών.

[τοὐναντίον δὲ δράσετ' ἢ δρᾶσαι χρεών·

νῦν μὲν γὰρ ἡ προδοῦσα λέκτρ' ἐμοῦ πατρὸς

 940τέθνηκεν· εἰ δὲ δὴ κατακτενεῖτ' ἐμέ,

ὁ νόμος ἀνεῖται, κοὐ φθάνοι θνήισκων τις ἄν·

ὡς τῆς γε τόλμης οὐ σπάνις γενήσεται.]

ἀλλ' οὐκ ἔπειθ' ὅμιλον, εὖ δοκῶν λέγειν·

νικᾶι δ' ἐκεῖνος ὁ κακὸς ἐν πλήθει χερῶν,

 945ὃς ἠγόρευσε σύγγονον σέ τε κτανεῖν.

μόλις δ' ἔπεισε μὴ πετρούμενος θανεῖν

τλήμων Ὀρέστης· αὐτόχειρι δὲ σφαγῆι

ὑπέσχετ' ἐν τῆιδ' ἡμέραι λείψειν βίον

σὺν σοί. πορεύει δ' αὐτὸν ἐκκλήτων ἄπο

 950Πυλάδης δακρύων, σὺν δ' ὁμαρτοῦσιν φίλοι

κλαίοντες, οἰκτίροντες· ἔρχεται δέ σοι

πικρὸν θέαμα καὶ πρόσοψις ἀθλία.

ἀλλ' εὐτρέπιζε φάσγαν' ἢ βρόχον δέρηι,

ὡς δεῖ λιπεῖν σε φέγγος· ηὑγένεια δὲ

 955οὐδέν σ' ἐπωφέλησεν, οὐδ' ὁ Πύθιον

τρίποδα καθίζων Φοῖβος, ἀλλ' ἀπώλεσεν.

[Χο. ὦ δυστάλαινα παρθέν', ὡς ξυνηρεφὲς

πρόσωπον ἐς γῆν σὸν βαλοῦσ' ἄφθογγος εἶ,

ὡς ἐς στεναγμοὺς καὶ γόους δραμουμένη.]

 960Χο. κατάρχομαι στεναγμόν, ὦ Πελασγία,

τιθεῖσα λευκὸν ὄνυχα διὰ παρηΐδων,

αἱματηρὸν ἄταν,

κτύπον τε κρατός, ὃν ἔλαχ' ἁ κατὰ χθονὸς

νερτέρων Περσέφασσα καλλίπαις θεά.

 965ἰαχείτω δὲ γᾶ

Κυκλωπία, σίδαρον ἐπὶ

κάρα τιθεῖσα κούριμον,

πήματ' οἴκων.

ἔλεος ἔλεος ὅδ' ἔρχεται

τῶν θανουμένων ὕπερ,

 970στρατηλατᾶν Ἑλλάδος ποτ' ὄντων.

βέβακε γὰρ βέβακεν, οἴχεται τέκνων

πρόπασα γέννα Πέλοπος ὅ τ' ἐπὶ μακαρίοις

ζῆλος ὤν ποτ' οἴκοις·

φθόνος νιν εἷλε θεόθεν ἅ τε δυσμενὴς

 975φοινία ψῆφος ἐν πολίταις.

ἰώ, ὦ πανδάκρυτ'

ἐφαμέρων ἔθνη πολύπο-

να, λεύσσεθ' ὡς παρ' ἐλπίδας

μοῖρα βαίνει.

ἕτερα δ' ἕτερον ἀμείβεται

 980πήματ' ἐν χρόνωι μακρῶι·

βροτῶν δ' ὁ πᾶς ἀστάθμητος αἰών.

‹Ηλ.› μόλοιμι τὰν οὐρανοῦ

μέσον χθονός ‹τε› τεταμέναν

αἰωρήμασιν

πέτραν ἁλύσεσι χρυσέαις,

φερομέναν δίναισι,

βῶλον ἐξ Ὀλύμπου,

 985ἵν' ἐν θρήνοισιν ἀναβοάσω

γέροντι πατέρι Ταντάλωι,

ὃς ἔτεκεν ἔτεκε γενέτορας ἐμέθεν, δόμων

ἃς κατεῖδον ἄτας·

ποτανὸν μὲν δίωγμα πώλων,

 990τεθριπποβάμονι στόλωι

Πέλοψ ὅτ' ἐπὶ πελάγεσι διε-

δίφρευσε Μυρτίλου φόνον

δικὼν ἐς οἶδμα πόντου,

λευκοκύμοσιν πρὸς Γεραιστίαις

ποντίων σάλων

 995ἀϊόσιν ἁρματεύσας·

ὅθεν δόμοισι τοῖς ἐμοῖς

ἦλθ' ἀρὰ πολύστονος,

[λόχευμα ποιμνίοισι Μαιάδος τόκου]

τὸ χρυσόμαλλον ἀρνὸς ὁπό-

τε γένετο τέρας ὀλοὸν

1000Ἀτρέως ἱπποβότα·

ὅθεν Ἔρις τό τε πτερωτὸν

Ἁλίου μετέβαλεν ἅρμα,

τὰν πρὸς ἑσπέραν κέλευθον

οὐρανοῦ προσαρμόσας

μονόπωλον ἐς Ἀῶ,

1005ἑπταπόρου τε δραμήματα Πλειάδος

εἰς ὁδὸν ἄλλαν Ζεὺς μεταβάλλει

τῶιδέ τ' ἀμείβει†θανάτους θανά-

των τά τ' ἐπώνυμα δεῖπνα Θυέστου

λέκτρα τε Κρήσσας Ἀερόπας δολί-

1010ας δολίοισι γάμοις· τὰ πανύστατα δ'

εἰς ἐμὲ καὶ γενέταν ἐμὸν ἤλυθε

δόμων πολυπόνοις ἀνάγκαις.

Χο. καὶ μὴν ὅδε σὸς σύγγονος ἕρπει

ψήφωι θανάτου κατακυρωθείς,

ὅ τε πιστότατος πάντων Πυλάδης,

1015ἰσάδελφος ἀνήρ,

ἰθύνων νοσερὸν κῶλον Ὀρέστου,

ποδὶ κηδοσύνωι παράσειρος.

Ηλ. οἲ 'γώ· πρὸ τύμβου γάρ σ' ὁρῶσ' ἀναστένω,

ἀδελφέ, καὶ πάροιθε νερτέρου πυρᾶς.

1020οἲ 'γὼ μάλ' αὖθις· ὥς σ' ἰδοῦσ' ἐν ὄμμασιν

πανυστάτην πρόσοψιν ἐξέστην φρενῶν.

Ορ. οὐ σῖγ' ἀφεῖσα τοὺς γυναικείους γόους

στέρξεις τὰ κρανθέντ'; οἰκτρὰ μὲν τάδ', ἀλλ' ὅμως

[φέρειν σ' ἀνάγκη τὰς παρεστῶσας τύχας].

1025Ηλ. καὶ πῶς σιωπῶ; φέγγος εἰσορᾶν θεοῦ

τόδ' οὐκέθ' ἡμῖν τοῖς ταλαιπώροις μέτα.

Ορ. σὺ μή μ' ἀπόκτειν'· ἅλις ὑπ' Ἀργείας χερὸς

τέθνηχ' ὁ τλήμων· τὰ δὲ παρόντ' ἔα κακά.

Ηλ. ὦ μέλεος ἥβης σῆς, Ὀρέστα, καὶ πότμου

1030θανάτου τ' ἀώρου· ζῆν ἐχρῆν σ', ὅτ' οὐκέτ' εἶ.

Ορ. μὴ πρὸς θεῶν μοι περιβάληις ἀνανδρίαν,

ἐς δάκρυα πορθμεύουσ' ὑπομνήσει κακῶν.

Ηλ. θανούμεθ'· οὐχ οἷόν τε μὴ στένειν κακά·

πᾶσιν γὰρ οἰκτρὸν ἡ φίλη ψυχὴ βροτοῖς.

1035Ορ. τόδ' ἦμαρ ἡμῖν κύριον· δεῖ δ' ἢ βρόχους

ἅπτειν κρεμαστοὺς ἢ ξίφος θήγειν χερί.

Ηλ. σύ νύν μ', ἀδελφέ, μή τις Ἀργείων κτάνηι,

ὕβρισμα θέμενος τὸν Ἀγαμέμνονος δόμον.

Ορ. ἅλις τὸ μητρὸς αἷμ'· ἐγὼ δέ σ' οὐ κτενῶ,

1040ἀλλ' αὐτόχειρι θνῆισχ' ὅτωι βούληι τρόπωι.

Ηλ. ἔσται τάδ'· οὐδὲν σοῦ ξίφει λελείψομαι·

ἀλλ' ἀμφιθεῖναι σῆι δέρηι θέλω χέρας.

Ορ. τέρπου κενὴν ὄνησιν, εἰ τερπνὸν τόδε,

θανάτου πέλας βεβῶσι περιβαλεῖν χέρας.

1045Ηλ. ὦ φίλτατ', ὦ ποθεινὸν ἥδιστόν τ' ἔχων

τῆς σῆς ἀδελφῆς ὄνομα†καὶ ψυχὴν μίαν.

Ορ. ἔκ τοί μ' ἔτηξας· καί σ' ἀμείψασθαι θέλω

φιλότητι χειρῶν· τί γὰρ ἔτ' αἰδοῦμαι τάλας;

[ὦ στέρν' ἀδελφῆς, ὦ φίλον πρόσπτυγμ' ἐμόν,

1050τάδ' ἀντὶ παίδων καὶ γαμηλίου λέχους

προσφθέγματ' ἀμφοῖν τοῖς ταλαιπώροις πάρα.]

Ηλ. φεῦ·

πῶς ἂν ξίφος νὼ ταὐτόν, εἰ θέμις, κτάνοι

καὶ μνῆμα δέξαιθ' ἕν, κέδρου τεχνάσματα;

Ορ. ἥδιστ' ἂν εἴη ταῦθ'· ὁρᾶις δὲ δὴ φίλων

1055ὡς ἐσπανίσμεθ', ὥστε κοινωνεῖν τάφου.

Ηλ. οὐδ' εἶφ' ὑπὲρ σοῦ μὴ θανεῖν σπουδὴν ἔχων

Μενέλαος ὁ κακός, ὁ προδότης τοὐμοῦ πατρός;

Ορ. οὐδ' ὄμμ' ἔδειξεν, ἀλλ' ἐπὶ σκήπτροις ἔχων

τὴν ἐλπίδ' ηὐλαβεῖτο μὴ σώιζειν φίλους.

1060ἀλλ' εἷ' ὅπως γενναῖα κἀγαμέμνονος

δράσαντε κατθανούμεθ' ἀξιώτατα.

κἀγὼ μὲν εὐγένειαν ἀποδείξω πόλει,

παίσας πρὸς ἧπαρ φασγάνωι· σὲ δ' αὖ χρεὼν

ὅμοια πράσσειν τοῖς ἐμοῖς τολμήμασιν.

1065Πυλάδη, σὺ δ' ἡμῖν τοῦ φόνου γενοῦ βραβεύς,

καὶ κατθανόντοιν εὖ περίστειλον δέμας

θάψον τε κοινῆι πρὸς πατρὸς τύμβον φέρων.

καὶ χαῖρ'· ἐπ' ἔργον δ', ὡς ὁρᾶις, πορεύομαι.

Πυ. ἐπίσχες· ἓν μὲν πρῶτά σοι μομφὴν ἔχω,

1070εἰ ζῆν με χρήιζειν σοῦ θανόντος ἤλπισας.

Ορ. τί γὰρ προσήκει κατθανεῖν σ' ἐμοῦ μέτα;

Πυ. ἤρου; τί δὲ ζῆν σῆς ἑταιρίας ἄτερ;

Ορ. οὐκ ἔκτανες σὺ μητέρ', ὡς ἐγὼ τάλας.

Πυ. σὺν σοί γε κοινῆι· ταὐτὰ καὶ πάσχειν με δεῖ.

1075Ορ. ἀπόδος τὸ σῶμα πατρί, μὴ σύνθνηισκέ μοι.

σοὶ μὲν γάρ ἐστι πόλις, ἐμοὶ δ' οὐκ ἔστι δή,

καὶ δῶμα πατρὸς καὶ μέγας πλούτου λιμήν·

γάμων δὲ τῆς μὲν δυσπότμου τῆσδ' ἐσφάλης,

ἥν σοι κατηγγύησ' ἑταιρίαν σέβων·

1080σὺ δ' ἄλλο λέκτρον παιδοποίησαι λαβών·

κῆδος δὲ τοὐμὸν καὶ σὸν οὐκέτ' ἔστι δή.

ἀλλ', ὦ ποθεινὸν ὄμμ' ὁμιλίας ἐμῆς,

χαῖρ'· οὐ γὰρ ἡμῖν ἐστι τοῦτο, σοί γε μήν·

οἱ γὰρ θανόντες χαρμάτων τητώμεθα.

1085Πυ. ἦ πολὺ λέλειψαι τῶν ἐμῶν βουλευμάτων.

μήθ' αἷμά μου δέξαιτο κάρπιμον πέδον,

μὴ λαμπρὸς αἰθήρ, εἴ σ' ἐγὼ προδούς ποτε

ἐλευθερώσας τοὐμὸν ἀπολίποιμι σέ.

καὶ συγκατέκτανον γάρ, οὐκ ἀρνήσομαι,

1090καὶ πάντ' ἐβούλευσ' ὧν σὺ νῦν τίνεις δίκας·

καὶ ξυνθανεῖν οὖν δεῖ με σοὶ καὶ τῆιδ' ὁμοῦ·

ἐμὴν γὰρ αὐτήν, ἦς ‹γε› λέχος ἐπήινεσα,

κρίνω δάμαρτα. τί γὰρ ἐρῶ καλόν ποτε

γῆν Δελφίδ' ἐλθών, Φωκέων ἀκρόπτολιν,

1095ὃς πρὶν μὲν ὑμᾶς δυστυχεῖν φίλος παρῆ,

νῦν δ' οὐκέτ' εἰμὶ δυστυχοῦντί σοι φίλος;

οὐκ ἔστιν· ἀλλὰ ταῦτα μὲν κἀμοὶ μέλει·

ἐπεὶ δὲ κατθανούμεθ', ἐς κοινοὺς λόγους

ἔλθωμεν, ὡς ἂν Μενέλεως συνδυστυχῆι.

1100Ορ. ὦ φίλτατ', εἰ γὰρ τοῦτο κατθάνοιμ' ἰδών.

Πυ. πιθοῦ νυν, ἀνάμεινον δὲ φασγάνου τομάς.

Ορ. μενῶ, τὸν ἐχθρὸν εἴ τι τιμωρήσομαι.

Πυ. σίγα νυν· ὡς γυναιξὶ πιστεύω βραχύ.

Ορ. μηδὲν τρέσηις τάσδ'· ὡς πάρεισ' ἡμῖν φίλαι.

1105Πυ. Ἑλένην κτάνωμεν, Μενέλεωι λύπην πικράν.

Ορ. πῶς; τὸ γὰρ ἕτοιμόν ἐστιν, εἴ γ' ἔσται καλῶς.

Πυ. σφάξαντες· ἐν δόμοις δὲ κρύπτεται σέθεν.

Ορ. μάλιστα· καὶ δὴ πάντ' ἀποσφραγίζεται.

Πυ. ἀλλ' οὐκέθ', Ἅιδην νυμφίον κεκτημένη.

1110Ορ. καὶ πῶς; ἔχει γὰρ βαρβάρους ὀπάονας.

Πυ. τίνας; Φρυγῶν γὰρ οὐδέν' ἂν τρέσαιμ' ἐγώ.

Ορ. οἵους ἐνόπτρων καὶ μύρων ἐπιστάτας.

Πυ. τρυφὰς γὰρ ἥκει δεῦρ' ἔχουσα Τρωϊκάς;

Ορ. ὡς Ἑλλὰς αὐτῆι σμικρὸν οἰκητήριον.

1115Πυ. οὐδὲν τὸ δοῦλον πρὸς τὸ μὴ δοῦλον γένος.

Ορ. καὶ μὴν τόδ' ἔρξας δὶς θανεῖν οὐχ ἅζομαι.

Πυ. ἀλλ' οὐδ' ἐγὼ μήν, σοί γε τιμωρούμενος.

Ορ. τὸ πρᾶγμα δήλου καὶ πέραιν', ὅπως λέγεις.

Πυ. ἔσιμεν ἐς οἴκους δῆθεν ὡς θανούμενοι.

1120Ορ. ἔχω τοσοῦτον, τἀπίλοιπα δ' οὐκ ἔχω.

Πυ. γόους πρὸς αὐτὴν θησόμεσθ' ἃ πάσχομεν.

Ορ. ὥστ' ἐκδακρῦσαί γ' ἔνδοθεν κεχαρμένην.

Πυ. καὶ νῶιν παρέσται ταὔθ' ἅπερ κείνηι τότε.

Ορ. ἔπειτ' ἀγῶνα πῶς ἀγωνιούμεθα;

1125Πυ. κρύπτ' ἐν πέπλοισι τοισίδ' ἕξομεν ξίφη.

Ορ. πρόσθεν δ' ὀπαδῶν τίς ὄλεθρος γενήσεται;

Πυ. ἐκκλήισομέν σφας ἄλλον ἄλλοσε στέγης.

Ορ. καὶ τόν γε μὴ σιγῶντ' ἀποκτείνειν χρεών.

Πυ. εἶτ' αὐτὸ δηλοῖ τοὔργον οἷ τείνειν χρεών.

1130Ορ. Ἑλένην φονεύειν· μανθάνω τὸ σύμβολον.

Πυ. ἔγνως· ἄκουσον δ' ὡς καλῶς βουλεύομαι.

εἰ μὲν γὰρ ἐς γυναῖκα σωφρονεστέραν

ξίφος μεθεῖμεν, δυσκλεὴς ἂν ἦν φόνος·

νῦν δ' ὑπὲρ ἁπάσης Ἑλλάδος δώσει δίκην,

1135ὦν πατέρας ἔκτειν', ὧν δ' ἀπώλεσεν τέκνα,

νύμφας τ' ἔθηκεν ὀρφανὰς ξυναόρων.

ὀλολυγμὸς ἔσται, πῦρ τ' ἀνάψουσιν θεοῖς,

σοὶ πολλὰ κἀμοὶ κέδν' ἀρώμενοι τυχεῖν,

κακῆς γυναικὸς οὕνεχ' αἷμ' ἐπράξαμεν.

1140ὁ μητροφόντης δ' οὐ καλῆι ταύτην κτανών,

ἀλλ' ἀπολιπὼν τοῦτ' ἐπὶ τὸ βέλτιον πεσῆι,

Ἑλένης λεγόμενος τῆς πολυκτόνου φονεύς.

οὐ δεῖ ποτ', οὐ δεῖ Μενέλεων μὲν εὐτυχεῖν,

τὸν σὸν δὲ πατέρα καὶ σὲ κἀδελφὴν θανεῖν,

1145μητέρα τ' ... ἐῶ τοῦτ'· οὐ γὰρ εὐπρεπὲς λέγειν·

δόμους δ' ἔχειν σοὺς δι' Ἀγαμέμνονος δόρυ

λαβόντα νύμφην· μὴ γὰρ οὖν ζώιην ἔτι,

εἰ μὴ 'π' ἐκείνηι φάσγανον σπάσω μέλαν.

ἢν δ' οὖν τὸν Ἑλένης μὴ κατάσχωμεν φόνον,

1150πρήσαντες οἴκους τούσδε κατθανούμεθα.

ἑνὸς γὰρ οὐ σφαλέντες ἕξομεν κλέος,

καλῶς θανόντες ἢ καλῶς σεσωμένοι.

Χο. πάσαις γυναιξὶν ἀξία στυγεῖν ἔφυ

ἡ Τυνδαρὶς παῖς, ἣ κατήισχυνεν γένος.

1155Ορ. φεῦ·

οὐκ ἔστιν οὐδὲν κρεῖσσον ἢ φίλος σαφής,

οὐ πλοῦτος, οὐ τυραννίς· ἀλόγιστον δέ τοι

τὸ πλῆθος ἀντάλλαγμα γενναίου φίλου.

σὺ γὰρ τά τ' εἰς Αἴγισθον ἐξηῦρες κακὰ

καὶ πλησίον παρῆσθα κινδύνων ἐμοί,

1160νῦν τ' αὖ δίδως μοι πολεμίων τιμωρίαν

κοὐκ ἐκποδὼν εἶ· παύσομαί σ' αἰνῶν, ἐπεὶ

βάρος τι κἀν τῶιδ' ἐστίν, αἰνεῖσθαι λίαν.

ἐγὼ δὲ πάντως ἐκπνέων ψυχὴν ἐμὴν

δράσας τι χρήιζω τοὺς ἐμοὺς ἐχθροὺς θανεῖν,

1165ἵν' ἀνταναλώσω μὲν οἵ με προύδοσαν,

στένωσι δ' οἵπερ κἄμ' ἔθηκαν ἄθλιον.

Ἀγαμέμνονός τοι παῖς πέφυχ', ὃς Ἑλλάδος

ἦρξ' ἀξιωθείς, οὐ τύραννος, ἀλλ' ὅμως

ῥώμην θεοῦ τιν' ἔσχ'· ὃν οὐ καταισχυνῶ

1170δοῦλον παρασχὼν θάνατον, ἀλλ' ἐλευθέρως

ψυχὴν ἀφήσω, Μενέλεων δὲ τείσομαι.

ἑνὸς γὰρ εἰ λαβοίμεθ', εὐτυχοῖμεν ἄν·

κεἴ ποθεν ἄελπτος παραπέσοι σωτηρία

κτανοῦσι μὴ θανοῦσιν, εὔχομαι τάδε.

1175ὃ βούλομαι γάρ, ἡδὺ καὶ διὰ στόμα

πτηνοῖσι μύθοις ἀδαπάνως τέρψαι φρένα.

Ηλ. ἐγώ, κασίγνητ', αὐτὸ τοῦτ' ἔχειν δοκῶ,

σωτηρίαν σοι τῶιδέ τ' ἐκ τρίτων τ' ἐμοί.

Ορ. θεοῦ λέγεις πρόνοιαν· ἀλλὰ ποῦ τόδε;

1180ἐπεὶ τὸ συνετόν γ' οἶδα σῆι ψυχῆι παρόν.

Ηλ. ἄκουε δή νυν, καὶ σὺ δεῦρο νοῦν ἔχε.

Ορ. λέγ'· ὡς τὸ μέλλειν ἀγάθ' ἔχει τίν' ἡδονήν;

Ηλ. Ἑλένης κάτοισθα θυγατέρ'; εἰδότ' ἠρόμην.

Ορ. οἶδ', ἥν ‹γ'› ἔθρεψεν Ἑρμιόνην μήτηρ ἐμή.

1185Ηλ. αὕτη βέβηκε πρὸς Κλυταιμήστρας τάφον ...

Ορ. τί χρῆμα δράσουσ'; ὑποτίθης τίν' ἐλπίδα;

Ηλ. χοὰς κατασπείσουσ' ὑπὲρ μητρὸς τάφωι.

Ορ. καὶ δὴ τί μοι τοῦτ' εἶπας ἐς σωτηρίαν;

Ηλ. συλλάβεθ' ὅμηρον τήνδ', ὅταν στείχηι πάλιν.

1190Ορ. τίνος τόδ' εἶπας φάρμακον τρισσοῖς φίλοις;

Ηλ. Ἑλένης θανούσης ἤν τι Μενέλεώς σε δρᾶι

ἢ τόνδε κἀμέ (πᾶν γὰρ ἓν φίλον τόδε),

λέγ' ὡς φονεύσεις Ἑρμιόνην· ξίφος δὲ χρὴ

δέρηι πρὸς αὐτῆι παρθένου σπάσαντ' ἔχειν.

1195κἂν μέν σε σώιζη μὴ θανεῖν χρήιζων κόρην

[Μενέλαος Ἑλένης πτῶμ' ἰδὼν ἐν αἵματι],

μέθες πεπᾶσθαι πατρὶ παρθένου δέμας·

ἢν δ' ὀξυθύμου μὴ κρατῶν φρονήματος

κτείνηι σε, καὶ σὺ σφάζε παρθένου δέρην.

1200καί νιν δοκῶ, τὸ πρῶτον ἢν πολὺς παρῆι,

χρόνωι μαλάξειν σπλάγχνον· οὔτε γὰρ θρασὺς

οὔτ' ἄλκιμος πέφυκε. τήνδ' ἡμῖν ἔχω

σωτηρίας ἔπαλξιν· εἴρηται λόγος.

Ορ. ὦ τὰς φρένας μὲν ἄρσενας κεκτημένη,

1205τὸ σῶμα δ' ἐν γυναιξὶ θηλείαις πρέπον,

ὡς ἀξία ζῆν μᾶλλον ἢ θανεῖν ἔφυς.

Πυλάδη, τοιαύτης ἆρ' ἁμαρτήσηι τάλας

γυναικὸς ἢ ζῶν μακάριον κτήσηι λέχος.

Πυ. εἰ γὰρ γένοιτο, Φωκέων δ' ἔλθοι πόλιν

1210καλοῖσιν ὑμεναίοισιν ἀξιουμένη.

Ορ. ἥξει δ' ἐς οἴκους Ἑρμιόνη τίνος χρόνου;

ὡς τἄλλα γ' εἶπας, εἴπερ εὐτυχήσομεν,

κάλλισθ', ἑλόντες σκύμνον ἀνοσίου πατρός.

Ηλ. καὶ δὴ πέλας νιν δωμάτων εἶναι δοκῶ·

1215τοῦ γὰρ χρόνου τὸ μῆκος αὐτὸ συντρέχει.

Ορ. καλῶς· σὺ μέν νυν, σύγγον' Ἠλέκτρα, δόμων

πάρος μένουσα παρθένου δέχου πόδα,

φύλασσε δ' ἤν τις, πρὶν τελευτηθῆι φόνος,

[ἢ ξύμμαχός τις ἢ κασίγνητος πατρός,]

1220ἐλθὼν ἐς οἴκους φθῆι, γέγωνέ τ' ἐς δόμους,

ἢ σανίδα παίσασ' ἢ λόγους πέμψασ' ἔσω·

ἡμεῖς δ' ἔσω στείχοντες ἐπὶ τὸν ἔσχατον

ἀγῶν' ὁπλιζώμεσθα φασγάνωι χέρας

[Πυλάδη· σὺ γὰρ δὴ συμπονεῖς ἐμοὶ πόνους].

1225ὦ δῶμα ναίων Νυκτὸς ὀρφναίας πάτερ,

καλῶ σ' Ὀρέστης παῖς σὸς ἐπίκουρον μολεῖν

[τοῖς δεομένοισι· διὰ σὲ γὰρ πάσχω τάλας

ἀδίκως, προδέδομαι δ' ὑπὸ κασιγνήτου σέθεν,

δίκαια πράξας· οὗ θέλω δάμαρθ' ἑλὼν

1230κτεῖναι· σὺ δ' ἡμῖν τοῦδε συλλήπτωρ γενοῦ].

Ηλ. ὦ πάτερ, ἱκοῦ δῆτ', εἰ κλύεις ἔσω χθονὸς

τέκνων καλούντων, οἳ σέθεν θνήισκουσ' ὕπερ.

Πυ. ὦ συγγένεια πατρὸς ἐμοῦ, κἀμὰς λιτάς,

Ἀγάμεμνον, εἰσάκουσον, ἔκσωσον τέκνα.

1235Ορ. ἔκτεινα μητέρ' ... Ηλ. ἡψάμην δ' ἐγὼ ξίφους ...

Πυ. ἐγὼ δέ γ' ἐπεκέλευσα κἀπέλυσ' ὄκνου.

Ορ. σοί, πάτερ, ἀρήγων. Ηλ. οὐδ' ἐγὼ προύδωκά σε.

Πυ. οὔκουν ὀνείδη τάδε κλυὼν ῥύσηι τέκνα;

Ορ. δακρύοις κατασπένδω σ'. Ηλ. ἐγὼ δ' οἴκτοισί γε.

1240Πυ. παύσασθε, καὶ πρὸς ἔργον ἐξορμώμεθα·

εἴπερ γὰρ εἴσω γῆς ἀκοντίζουσ' ἀραί,

κλύει. σὺ δ', ὦ Ζεῦ πρόγονε καὶ Δίκης σέβας,

δότ' εὐτυχῆσαι τῶιδ' ἐμοί τε τῆιδέ τε·

τρισσοῖς φίλοις γὰρ εἷς ἀγών, δίκη μία

1245[ἢ ζῆν ἅπασιν ἢ θανεῖν ὀφείλεται].

Ηλ. Μυκηνίδες ὦ φίλιαι,

τὰ πρῶτα κατὰ Πελασγὸν ἕδος Ἀργείων.

Χο. τίνα θροεῖς αὐδάν, πότνια; παραμένει

γὰρ ἔτι σοι τάδ' ἐν Δαναϊδᾶν πόλει.

Ηλ. στῆθ' αἱ μὲν ὑμῶν τόνδ' ἁμαξήρη τρίβον,

αἱ δ' ἐνθάδ' ἄλλον οἶμον ἐς φρουρὰν δόμων.

Χο. τί δέ με τόδε χρέος ἀπύεις;

ἔνεπέ μοι, φίλα.

1255Ηλ. φόβος ἔχει με μή τις ἐπιδὼν κάσιν

σταθέντ' ἐπὶ φοίνιον αἷμα

πήματα πήμασιν ἐξεύρηι.

Χο. χωρεῖτ', ἐπειγώμεσθ'· ἐγὼ μὲν οὖν τρίβον

τόνδ' ἐκφυλάξω τὸν πρὸς ἡλίου βολάς.

1260‑ καὶ μὴν ἐγὼ τόνδ', ὃς πρὸς ἑσπέραν φέρει.

Ηλ. δόχμιά νυν κόρας διάφερ' ὀμμάτων.

Χο. ἐκεῖθεν ἐνθάδ' εἶτα πάλιν σκοπιὰν

1265ἔχομεν, ὡς θροεῖς.

Ηλ. ἑλίσσετέ νυν βλέφαρον,

κόρας διάδοτε πάνται διὰ βοστρύχων.

Χο. ὅδε τις ἐν τρίβωι προσέρχεται· τίς ὅδ' ἄρ' ἀμ-

1270φὶ μέλαθρον πολεῖ σὸν ἀγρότας ἀνήρ;

Ηλ. ἀπωλόμεσθ' ἄρ', ὦ φίλαι· κεκρυμμένας

θήρας ξιφήρεις αὐτίκ' ἐχθροῖσιν φανεῖ.

Χο. ἄφοβος ἔχε· κενός, ὦ φίλα,

στίβος ὃν οὐ δοκεῖς.

1275Ηλ. τί δέ; τὸ σὸν βέβαιον ἔτι μοι μένει;

δὸς ἀγγελίαν ἀγαθάν τιν',

εἰ τάδ' ἔρημα τὰ πρόσθ' αὐλᾶς.

Χο. καλῶς τά γ' ἐνθένδ'· ἀλλὰ τἀπὸ σοῦ σκόπει·

ὡς οὔτις ἡμῖν Δαναϊδῶν πελάζεται.

1280‑ ἐς ταὐτὸν ἥκεις· καὶ γὰρ οὐδὲ τῆιδ' ὄχλος.

Ηλ. φέρε νυν ἐν πύλαισιν ἀκοὰν βάλω.

Χο. τί μέλλεθ' οἱ κατ' οἶκον ἐν ἡσυχίαι

1285σφάγια φοινίσσειν;

Ηλ. οὐκ εἰσακούουσ'· ὦ τάλαιν' ἐγὼ κακῶν·

ἆρ' ἐς τὸ κάλλος ἐκκεκώφηται ξίφη;

Χο. τάχα τις Ἀργείων ἔνοπλος ὁρμάσας

ποδὶ βοηδρόμωι μέλαθρα προσμείξει.

Ηλ. σκέψασθέ νυν ἄμεινον· οὐχ ἕδρας ἀγών·

ἀλλ' αἱ μὲν ἐνθάδ', αἱ δ' ἐκεῖσε λεύσσετε.

Χο. ἀμείβω κέλευθον σκοπεύουσα πάνται.

Ελ. (ἔσωθεν)

ἰὼ Πελασγὸν Ἄργος, ὄλλυμαι κακῶς.

Ηλ. ἠκούσαθ'; ἅνδρες χεῖρ' ἔχουσιν ἐν φόνωι·

Ἑλένης τὸ κώκυμ' ἐστίν, ὡς ἀπεικάσαι.

Χο. ὦ Διὸς ὦ Διὸς ἀέναον κράτος,

1300ἔλθ' ἐπίκουρος ἐμοῖσι φίλοισι πάντως.

Ελ. (ἔσωθεν)

Μενέλαε, θνήισκω· σὺ δὲ παρών μ' οὐκ ὠφελεῖς.

Ηλ. καὶ Χο.

φονεύετε καίνετε θείνετ'

ὄλλυτε, δίπτυχα δίστομα φάσγαν'

ἐκ χερὸς ἱέμενοι,

1305τὰν λιποπάτορα λιπογάμετον, ἃ πλείστους

ἔκανεν Ἑλλάνων

δορὶ παρὰ ποταμὸν ὀλομένους,

ὅθι δάκρυα δάκρυσι πέσε σιδαρέοις

1310βέλεσιν ἀμφὶ τὰς Σκαμάνδρου δίνας.

Χο. σιγᾶτε σιγᾶτ'· ἠισθόμην κτύπον τινὸς

κέλευθον ἐσπεσόντος ἀμφὶ δώματα.

Ηλ. ὦ φίλταται γυναῖκες, ἐς μέσον φόνον

ἥδ' Ἑρμιόνη πάρεστι· παύσωμεν βοήν.

1315στείχει γὰρ ἐσπαίσουσα δικτύων βρόχους·

καλὸν τὸ θήραμ', ἢν ἁλῶι, γενήσεται.

πάλιν κατάστηθ' ἡσύχωι μὲν ὄμματι,

χροιᾶι δ' ἀδήλωι τῶν δεδραμένων πέρι·

κἀγὼ σκυθρωποὺς ὀμμάτων ἕξω κόρας,

1320ὡς δῆθεν οὐκ εἰδυῖα τἀξειργασμένα.

ὦ παρθέν', ἥκεις τὸν Κλυταιμήστρας τάφον

στέψασα καὶ σπείσασα νερτέροις χοάς;

ΕΡΜΙΟΝΗ

ἥκω λαβοῦσα πρευμένειαν. ἀλλά μοι

φόβος τις εἰσελήλυθ', ἥντιν' ἐν δόμοις

1325τηλουρὸς οὖσα δωμάτων κλύω βοήν.

Ηλ. τί δ'; ἄξι' ἡμῖν τυγχάνει στεναγμάτων.

Ερ. εὔφημος ἴσθι· τί δὲ νεώτερον λέγεις;

Ηλ. θανεῖν Ὀρέστην κἄμ' ἔδοξε τῆιδε γῆι.

Ερ. μὴ δῆτ', ἐμούς γε συγγενεῖς πεφυκότας.

1330Ηλ. ἄραρ'· ἀνάγκης δ' ἐς ζυγὸν καθέσταμεν.

Ερ. ἦ τοῦδ' ἕκατι καὶ βοὴ κατὰ στέγας;

Ηλ. ἱκέτης γὰρ Ἑλένης γόνασι προσπεσὼν βοᾶι ...

Ερ. τίς; οὐδὲν οἶδα μᾶλλον, ἢν σὺ μὴ λέγηις.

Ηλ. τλήμων Ὀρέστης, μὴ θανεῖν, ἐμοῦ θ' ὕπερ.

1335Ερ. ἐπ' ἀξίοισί τἄρ' ἀνευφημεῖ δόμος.

Ηλ. περὶ τοῦ γὰρ ἄλλου μᾶλλον ἂν φθέγξαιτό τις;

ἀλλ' ἐλθὲ καὶ μετάσχες ἱκεσίας φίλοις,

σῆι μητρὶ προσπεσοῦσα τῆι μέγ' ὀλβίαι,

Μενέλαον ἡμᾶς μὴ θανόντας εἰσιδεῖν.

1340ἄγ', ὦ τραφεῖσα μητρὸς ἐν χεροῖν ἐμῆς,

οἴκτιρον ἡμᾶς κἀπικούφισον κακῶν.

ἴθ' εἰς ἀγῶνα δεῦρ', ἐγὼ δ' ἡγήσομαι·

σωτηρίας γὰρ τέρμ' ἔχεις ἡμῖν μόνη.

Ερ. ἰδού, διώκω τὸν ἐμὸν ἐς δόμους πόδα.

1345σώθηθ' ὅσον γε τοὐπ' ἔμ'. Ηλ. ὦ κατὰ στέγας

φίλοι ξιφήρεις, οὐχὶ συλλήψεσθ' ἄγραν;

[Ερ. οἲ 'γώ· τίνας τούσδ' εἰσορῶ; Ορ. σιγᾶν χρεών·

ἡμῖν γὰρ ἥκεις, οὐχὶ σοί, σωτηρία.]

(Ηλ.) ἔχεσθ' ἔχεσθε, φάσγανον δὲ πρὸς δέρηι

1350βαλόντες ἡσυχάζεθ', ὡς εἰδῆι τόδε

Μενέλαος, οὕνεκ' ἄνδρας, οὐ Φρύγας κακούς,

εὑρὼν ἔπραξεν οἷα χρὴ πράσσειν κακούς.

Χο. ἰὼ ἰὼ φίλαι,

κτύπον ἐγείρετε, κτύπον καὶ βοὰν

πρὸ μελάθρων, ὅπως ὁ πραχθεὶς φόνος

1355μὴ δεινὸν Ἀργείοισιν ἐμβάληι φόβον,

βοηδρομῆσαι πρὸς δόμους τυραννικούς,

πρὶν ἐτύμως ἴδω τὸν Ἑλένας φόνον

καθαιμακτὸν ἐν δόμοις κείμενον,

ἢ καὶ λόγον του προσπόλων πυθώμεθα·

1360τὰ μὲν γὰρ οἶδα συμφορᾶς, τὰ δ' οὐ σαφῶς.

διὰ δίκας ἔβα θεῶν

νέμεσις ἐς Ἑλέναν·

δακρύοισι γὰρ Ἑλλάδα πᾶσαν ἔπλησε ‹ ‑ ›

διὰ τὸν ὀλόμενον ὀλόμενον Ἰδαῖον

1365Πάριν, ὃς ἄγαγ' Ἑλλάδ' εἰς Ἴλιον.

[ἀλλὰ κτυπεῖ γὰρ κλῆιθρα βασιλείων δόμων,

σιγήσατ'· ἔξω γάρ τις ἐκβαίνει Φρυγῶν,

οὗ πευσόμεσθα τἀν δόμοις ὅπως ἔχει.]

ΦΡΥΞ

Ἀργέιον ξίφος ἐκ θανάτου

πέφευγα βαρβάροις ἐν εὐ-

1370μάρισιν κεδρωτὰ πα-

στάδων ὑπὲρ τέραμνα

Δωρικάς τε τριγλύφους,

φροῦδα φροῦδα, Γᾶ Γᾶ,

βαρβάροισι δρασμοῖς.

1375αἰαῖ· πᾶι φύγω, ξέναι, πολιὸν αἰ-

θέρ' ἀμπτάμενος ἢ

πόντον, Ὠκεανὸς ὃν

ταυρόκρανος ἀγκάλαις

ἑλίσσων κυκλοῖ χθόνα;

1380Χο. τί δ' ἐστίν, Ἑλένης πρόσπολ', Ἰδαῖον κάρα;

Φρ. Ἴλιον Ἴλιον, ὤμοι μοι,

Φρύγιον ἄστυ καὶ καλλίβωλον Ἴ-

δας ὄρος ἱερόν, ὥς σ' ὀλόμενον στένω

[ἁρμάτειον ἁρμάτειον μέλος]

1385βαρβάρωι βοᾶι διὰ τὸ τᾶς ὀρνιθόγονον

ὄμμα κυκνόπτερον καλλοσύνας†Λήδας

σκύμνον Δυσελέναν Δυσελέναν, ξεστῶν

περγάμων ‹τῶν› Ἀπολ-

λωνίων Ἐρινύν.

ὀτοτοτοῖ

1390ἰαλέμων ἰαλέμων·

Δαρδανία τλάμων,

Γανυμήδεος ἱπποσύνα, Διὸς εὐνέτα.

Χο. σαφῶς λέγ' ἡμῖν αὔθ' ἕκαστα τἀν δόμοις.

[τὰ μὲν γὰρ οὐκ εὔγνωστα συμβαλοῦσ' ἔχω.]

1395Φρ. αἴλινον αἴλινον ἀρχὰν θρήνου

βάρβαροι λέγουσιν,

αἰαῖ, Ἀσιάδι φωνᾶι, βασιλέων

ὅταν αἷμα χυθῆι κατὰ γᾶν ξίφεσιν

σιδαρέοισιν Ἅιδα.

ἦλθον ἐς δόμους,

1400bἵν' αὔθ' ἕκαστά σοι λέγω,

λέοντες Ἕλλανες

δύο διδύμωι ‹ῥυθμῶι›·

τῶι μὲν ὁ στρατηλάτας

πατὴρ κλήιζεται,

ὁ δὲ παῖς Στροφίου, κακόμητις ἀνήρ,

οἷος Ὀδυσσεύς, σιγᾶι δόλιος,

1405πιστὸς δὲ φίλοις, θρασὺς εἰς ἀλκάν,

ξυνετὸς πολέμου, φόνιός τε δράκων·

ἔρροι τᾶς ἡσύχου

προνοίας κακοῦργος ὤν.

οἱ δὲ πρὸς θρόνους ἔσω

μολόντες ἇς ἔγημ' ὁ το-

1410ξότας Πάρις γυναικός, ὄμ-

μα δακρύοις πεφυρμένοι,

ταπείν' ἕζονθ', ὁ μὲν

τὸ κεῖθεν, ὁ δὲ τὸ κεῖθεν, ἄλ-

λος ἄλλοθεν δεδραγμένοι,

περὶ δὲ γόνυ χέρας ἱκεσίους

1415ἔβαλον ἔβαλον Ἑλένας ἄμφω.

ἀνὰ δὲ δρομάδες ἔθορον ἔθορον

ἀμφίπολοι Φρύγες·

προσεῖπεν δ' ἄλλος ἄλ-

λον πεσὼν ἐν φόβωι,

1420μή τις εἴη δόλος·

κἀδόκει τοῖς μὲν οὔ,

τοῖς δ' ἐς ἀρκυστάτων

μηχανὰν ἐμπλέκειν

παῖδα τὰν Τυνδαρίδ' ὁ

ματροφόντας δράκων.

1425Χο. σὺ δ' ἦσθα ποῦ τότ'; ἢ πάλαι φεύγεις φόβωι;

Φρ. Φρυγίοις ἔτυχον Φρυγίοισι νόμοις

παρὰ βόστρυχον αὔραν αὔραν

Ἑλένας Ἑλένας εὐπᾶγι κύκλωι

πτερίνωι πρὸ παρῆιδος ἀίσσων

1430[βαρβάροις νόμοισιν].

ἁ δὲ λίνον ‹λίνον› ἠλακάται

δακτύλοις ἕλισσεν,

νῆμα δ' ἵετο πέδωι,

σκύλων Φρυγίων ἐπὶ τύμβον ἀγάλ-

1435ματα συστολίσαι χρήιζουσα λίνωι,

φάρεα πορφύρεα, δῶρα Κλυταιμήστραι,

προσεῖπεν δ' Ὀρέστας

Λάκαιναν κόραν· Ὦ Διὸς παῖ,

1440θὲς ἴχνος πέδωι δεῦρ' ἀποστᾶσα κλισμοῦ

Πέλοπος ἐπὶ προπάτορος ἕδρανα

παλαιᾶς ἑστίας,

ἵν' εἰδῆις λόγους ἐμούς.

ἄγει δ' ἄγει νιν, ἁ δ' ἐφεί-

1445πετ' οὐ πρόμαντις ὧν ἔμελ-

λεν· ὁ δὲ συνεργὸς ἄλλ' ἔπρασσ'

ἰὼν κακὸς Φωκεύς·

Οὐκ ἐκποδὼν ἴτ'; ἀλλ' ἀεὶ†κακοὶ Φρύγες.

ἔκληισεν δ' ἄλλον ἄλ-

λοσε στέγας, τοὺς μὲν ἐν

σταθμοῖσιν ἱππικοῖσι, τοὺς δ'

1450ἐν ἐξέδραισι, τοὺς δ' ἐκεῖσ'

ἐκεῖθεν [ἄλλον ἄλλοσε] διαρμόσας

ἀποπρὸ δεσποίνας.

Χο. τί τοὐπὶ τῶιδε συμφορᾶς ἐγίγνετο;

Φρ. Ἰδαία μᾶτερ μᾶτερ,

ὀβρίμα ὀβρίμα Ἀνταία,

1455φονίων παθέων ἀνόμων τε κακῶν

ἅπερ ἔδρακον ἔδρακον ἐν δόμοις τυράννων.

ἀμφιπορφύρων πέπλων

ὑπὸ σκότου ξίφη σπάσαν-

τες ἐν χεροῖν ἄλλοσ' ἄλ-

λοθεν δίνευον ὄμ-

μα, μή τις παρὼν τύχοι.

1460ὡς κάπροι δ' ὀρέστεροι

γυναικὸς ἀντίοι σταθέν-

τες ἐννέπουσι· Κατθανῆι κατθανῆι·

κακός σ' ἀποκτείνει πόσις,

κασιγνήτου προδοὺς

1465ἐν Ἄργει θανεῖν γόνον.

ἁ δ' ἀνίαχεν ἴαχεν· Ἰώ μοί μοι.

λευκὸν δ' ἐμβαλοῦσα πῆχυν στέρνοις

κτύπησε κρᾶτα†μέλεον πλαγάν,

φυγάδι δὲ ποδὶ τὸ χρυσεοσάμβαλον ἴχνος

ἔφερεν ἔφερεν· ἐς κόμας δὲ δακτύλους

1470δικὼν Ὀρέστας, Μυκηνίδ' ἀρβύλαν

προβάς, ὤμοις ἀρι-

στεροῖσιν ἀνακλάσας δέραν,

παίειν λαιμῶν ἔμελ-

λεν εἴσω μέλαν ξίφος.

Χο. ποῦ δ' ἦτ' ἀμύνειν οἱ κατὰ στέγας Φρύγες;

Φρ. ἰαχᾶι δόμων θύρετρα καὶ σταθμοὺς

1475μοχλοῖσιν ἐκβαλόντες, ἔνθ' ἐμίμνομεν,

βοηδρομοῦμεν ἄλλος ἄλλοθεν στέγας,

ὁ μὲν πέτρους, ὁ δ' ἀγκύλας,

ὁ δὲ ξίφος πρόκωπον ἐν χεροῖν ἔχων.

ἔναντα δ' ἦλθεν Πυλάδας ἀλίαστος,

οἷος οἷος Ἕκτωρ

1480bὁ Φρύγιος ἢ ‹καὶ› τρικόρυθος Αἴας,

ὃν εἶδον εἶδον ἐν πύλαις Πριαμίσι· φασ-

γάνων δ' ἀκμὰς συνήψαμεν.

τότε δὴ τότε διαπρεπεῖς

ἐγένοντο Φρύγες ὅσον Ἄρεος ἀλκὰν†

1485ἥσσονες Ἑλλάδος ἐγενόμεθ' αἰχμᾶς,

ὁ μὲν οἰχόμενος φυγάς, ὁ δὲ νέκυς ὤν,

ὁ δὲ τραῦμα φέρων, ὁ δὲ λισσόμενος,

θανάτου προβολάν·

νεκροὶ δ' ἔπιπτον, οἱ δ' ἔμελλον, οἱ δ' ἔκεινθ'·

ὑπὸ σκότον δ' ἐφεύγομεν.

1490ἔμολε δ' ἁ τάλαιν' Ἑρμιόνα δόμους

ἐπὶ φόνωι χαμαιπετεῖ ματρὸς ἅ

νιν ἔτεκεν τλάμων.

ἄθυρσοι δ' οἷά νιν

δραμόντε βάκχαι σκύμνον ἐν χεροῖν†

ὀρείαν ξυνήρπασαν·

πάλιν δὲ τᾶς Διὸς κόρας

ἐπὶ σφαγὰν ἔτεινον· ἁ δ' [ἐκ θαλάμων]

1495ἐγένετο διαπρὸ δωμάτων ἄφαντος,

ὦ Ζεῦ καὶ Γᾶ καὶ Φῶς καὶ Νύξ,

ἤτοι φαρμάκοις

ἢ μάγων τέχναις ἢ θεῶν κλοπαῖς.

τὰ δ' ὕστερ' οὐκέτ' οἶδα· δραπέταν γὰρ ἐξ-

έκλεπτον ἐκ δόμων πόδα.

1500πολύπονα δὲ πολύπονα πάθεα Μενέλας

ἀνσχόμενος ἀνόνατον ‹ἀνόνατον› ἀπο-

‹πρὸ› Τροίας ἔλαβε τὸν Ἑλένας γάμον.

Χο. καὶ μὴν ἀμείβει καινὸν ἐκ καινῶν τόδε·

ξιφηφόρον γὰρ εἰσορῶ πρὸ δωμάτων

1505βαίνοντ' Ὀρέστην ἐπτοημένωι ποδί.

Ορ. ποῦ 'στιν οὗτος ὃς πέφευγεν ἐκ δόμων τοὐμὸν ξίφος;

Φρ. προσκυνῶ σ', ἄναξ, νόμοισι βαρβάροισι προσπίτνων.

Ορ. οὐκ ἐν Ἰλίωι τάδ' ἐστὶν ἀλλ' ἐν Ἀργείαι χθονί.

Φρ. πανταχοῦ ζῆν ἡδὺ μᾶλλον ἢ θανεῖν τοῖς σώφροσιν.

1510Ορ. οὔτι που κραυγὴν ἔθηκας, Μενέλεων βοηδρομεῖν;

Φρ. σοὶ μὲν οὖν ἔγωγ' ἀμύνειν· ἀξιώτερος γὰρ εἶ.

Ορ. ἐνδίκως ἡ Τυνδάρειος ἆρα παῖς διώλλυτο;

Φρ. ἐνδικώτατ', εἴ γε λαιμοὺς εἶχε τριπτύχους θενεῖν.

Ορ. δειλίαι γλώσσηι χαρίζηι, τἄνδον οὐχ οὕτω φρονῶν.

1515Φρ. οὐ γάρ, ἥτις Ἑλλάδ' αὐτοῖς Φρυξὶ διελυμήνατο;

Ορ. ὄμοσον (εἰ δὲ μή, κτενῶ σε) μὴ λέγειν ἐμὴν χάριν.

Φρ. τὴν ἐμὴν ψυχὴν κατώμοσ', ἣν ἂν εὐορκοῖμ' ἐγώ.

Ορ. ὧδε κἀν Τροίαι σίδηρος πᾶσι Φρυξὶν ἦν φόβος;

Φρ. ἄπεχε φάσγανον· πέλας γὰρ δεινὸν ἀνταυγεῖ φόνον.

1520Ορ. μὴ πέτρος γένηι δέδοικας ὥστε Γοργόν' εἰσιδών;

Φρ. μὴ μὲν οὖν νεκρός· τὸ Γοργοῦς δ' οὐ κάτοιδ' ἐγὼ κάρα.

Ορ. δοῦλος ὢν φοβῆι τὸν Ἅιδην, ὅς σ' ἀπαλλάξει κακῶν;

Φρ. πᾶς ἀνήρ, κἂν δοῦλος ἦι τις, ἥδεται τὸ φῶς ὁρῶν.

Ορ. εὖ λέγεις· σώιζει σε σύνεσις. ἀλλὰ βαῖν' ἔσω δόμων.

1525Φρ. οὐκ ἄρα κτενεῖς μ'; Ορ. ἀφεῖσαι. Φρ. καλὸν

ἔπος λέγεις τόδε.

Ορ. ἀλλὰ μεταβουλευσόμεσθα. Φρ. τοῦτο δ' οὐ καλῶς λέγεις.

Ορ. μῶρος, εἰ δοκεῖς με τλῆναί σ' ἂν καθαιμάξαι δέρην·

οὔτε γὰρ γυνὴ πέφυκας οὔτ' ἐν ἀνδράσιν σύ γ' εἶ.

τοῦ δὲ μὴ στῆσαί σε κραυγὴν οὕνεκ' ἐξῆλθον δόμων·

1530ὀξὺ γὰρ βοῆς ἀκοῦσαν Ἄργος ἐξεγείρεται.

Μενέλεων δ' οὐ τάρβος ἡμῖν ἀναλαβεῖν ἔσω ξίφους·

ἀλλ' ἴτω ξανθοῖς ἐπ' ὤμων βοστρύχοις γαυρούμενος.

[εἰ γὰρ Ἀργείους ἐπάξει τοῖσδε δώμασιν λαβών,

τὸν Ἑλένης φόνον διώκων, κἀμὲ μὴ σώιζειν θέληι

1535σύγγονόν τ' ἐμὴν Πυλάδην τε τὸν τάδε ξυν-

δρῶντά μοι,

παρθένον τε καὶ δάμαρτα δύο νεκρὼ κατόψεται.]

Χο. ἰὼ ἰὼ τύχα,

ἕτερον εἰς ἀγῶν' ἕτερον αὖ δόμος

φοβερὸν ἀμφὶ τοὺς Ἀτρείδας πίτνει.

τί δρῶμεν; ἀγγέλλωμεν ἐς πόλιν τάδε

1540ἢ σῖγ' ἔχωμεν; ἀσφαλέστερον, φίλαι.

ἴδε πρὸ δωμάτων ἴδε προκηρύσσει

θοάζων ὅδ' αἰθέρος ἄνω καπνός.

ἅπτουσι πεύκας ὡς πυρώσοντες δόμους

τοὺς Τανταλείους οὐδ' ἀφίστανται φόνου.

τέλος ἔχει δαίμων βροτοῖς,

1545bτέλος ὅπαι θέληι.

μεγάλα δέ τις ἁ δύναμις καὶ ἀλαστόρων·

ἔπεσ' ἔπεσε μέλαθρα τάδε δι' αἱμάτων

διὰ τὸ Μυρτίλου πέσημ' ἐκ δίφρου.

ἀλλὰ μὴν καὶ τόνδε λεύσσω Μενέλεων δόμων πέλας

1550ὀξύπουν, ἠισθημένον που τὴν τύχην ἣ νῦν πάρα.

οὐκέτ' ἂν φθάνοιτε κλῆιθρα συμπεραίνοντες μοχλοῖς,

ὦ κατὰ στέγας Ἀτρεῖδαι. δεινὸν εὐτυχῶν ἀνὴρ

πρὸς κακῶς πράσσοντας, ὡς σὺ νῦν, Ὀρέστα, δυστυχεῖς.

Με. ἥκω κλυὼν τὰ δεινὰ καὶ δραστήρια

1555δισσοῖν λεόντοιν· οὐ γὰρ ἄνδρ' αὐτὼ καλῶ.

[ἤκουσα γὰρ δὴ τὴν ἐμὴν ξυνάορον

ὡς οὐ τέθνηκεν ἀλλ' ἄφαντος οἴχεται,

κενὴν ἀκούσας βάξιν, ἣν φόβωι σφαλεὶς

ἤγγειλέ μοί τις. ἀλλὰ τοῦ μητροκτόνου

1560τεχνάσματ' ἐστὶ ταῦτα καὶ πολὺς γέλως.]

ἀνοιγέτω τις δῶμα· προσπόλοις λέγω

ὠθεῖν πύλας τάσδ', ὡς ἂν ἀλλὰ παῖδ' ἐμὴν

ῥυσώμεθ' ἀνδρῶν ἐκ χερῶν μιαιφόνων

[καὶ τὴν τάλαιναν ἀθλίαν δάμαρτ' ἐμὴν

1565λάβωμεν, ἧι δεῖ ξυνθανεῖν ἐμῆι χερὶ

τοὺς διολέσαντας τὴν ἐμὴν ξυνάορον].

Ορ. οὗτος σύ, κλήιθρων τῶνδε μὴ ψαύσηις χερί·

Μενέλαον εἶπον, ὃς πεπύργωσαι θράσει·

ἢ τῶιδε θριγκῶι κρᾶτα συνθραύσω σέθεν,

1570ῥήξας παλαιὰ γεῖσα, τεκτόνων πόνον.

μοχλοῖς δ' ἄραρε κλῆιθρα, σῆς βοηδρόμου

σπουδῆς ἅ σ' εἴρξει, μὴ δόμων ἔσω περᾶν.

Με. ἔα, τί χρῆμα; λαμπάδων ὁρῶ σέλας,

δόμων δ' ἐπ' ἄκρων τούσδε πυργηρουμένους,

1575ξίφος δ' ἐμῆς θυγατρὸς ἐπίφρουρον δέρηι.

Ορ. πότερον ἐρωτᾶν ἢ κλύειν ἐμοῦ θέλεις;

Με. οὐδέτερ'· ἀνάγκη δ' ὡς ἔοικέ σου κλύειν.

Ορ. μέλλω κτανεῖν σου θυγατέρ', εἰ βούληι μαθεῖν.

Με. Ἑλένην φονεύσας ἐπὶ φόνωι πράσσεις φόνον;

1580Ορ. εἰ γὰρ κατέσχον μὴ θεῶν κλεφθεὶς ὕπο.

Με. ἀρνῆι κατακτὰς κἀφ' ὕβρει λέγεις τάδε;

Ορ. λυπράν γε τὴν ἄρνησιν· εἰ γὰρ ὤφελον ...

Με. τί χρῆμα δρᾶσαι; παρακαλεῖς γὰρ ἐς φόβον.

Ορ. τὴν Ἑλλάδος μιάστορ' εἰς Ἅιδου βαλεῖν.

1585Με. ἀπόδος δάμαρτος νέκυν, ὅπως χώσω τάφωι.

Ορ. θεοὺς ἀπαίτει· παῖδα δὲ κτενῶ σέθεν.

[Με. ὁ μητροφόντης ἐπὶ φόνωι πράσσεις φόνον;

Ορ. ὁ πατρὸς ἀμύντωρ, ὃν σὺ προύδωκας θανεῖν.]

Με. οὐκ ἤρκεσέν σοι τὸ παρὸν αἷμα μητέρος;

1590Ορ. οὐκ ἂν κάμοιμι τὰς κακὰς κτείνων ἀεί.

Με. ἦ καὶ σύ, Πυλάδη, τῶιδε κοινωνεῖς φόνου;

Ορ. φησὶν σιωπῶν· ἀρκέσω δ' ἐγὼ λέγων.

Με. ἀλλ' οὔτι χαίρων, ἤν γε μὴ φύγηις πτεροῖς.

Ορ. οὐ φευξόμεσθα, πυρὶ δ' ἀνάψομεν δόμους.

1595Με. ἦ γὰρ πατρῶιον δῶμα πορθήσεις τόδε;

Ορ. ὡς μή γ' ἔχηις σύ, τήνδ' ἐπισφάξας πυρί.

Με. κτεῖν'· ὡς κτανών γε τῶνδέ μοι δώσεις δίκην.

[Ορ. ἔσται τάδ'. Με. ἆ ἆ, μηδαμῶς δράσηις τάδε.]

Ορ. σίγα νυν, ἀνέχου δ' ἐνδίκως πράσσων κακῶς.

Με. ἄπαιρε θυγατρὸς φάσγανον. Ορ. ψευδὴς ἔφυς.

Με. ἀλλὰ κτενεῖς μου θυγατέρ'; Ορ. οὐ ψευδὴς ἔτ' εἶ.

1610Με. οἴμοι, τί δράσω; Ορ. πεῖθ' ἐς Ἀργείους μολών ...

Με. πειθὼ τίν'; Ορ. ἡμᾶς μὴ θανεῖν αἰτοῦ πόλιν.

Με. ἢ παῖδά μου φονεύσεθ'; Ορ. ὧδ' ἔχει τάδε.

1600Με. ἦ γὰρ δίκαιον ζῆν σε; Ορ. καὶ κρατεῖν γε γῆς.

Με. ποίας; Ορ. ἐν Ἄργει τῶιδε τῶι Πελασγικῶι.

Με. εὖ γοῦν θίγοις ἂν χερνίβων ... Ορ. τί δὴ γὰρ οὔ;

Με. καὶ σφάγια πρὸ δορὸς καταβάλοις. Ορ. σὺ δ' ἂν καλῶς;

Με. ἁγνὸς γάρ εἰμι χεῖρας. Ορ. ἀλλ' οὐ τὰς φρένας.

1605Με. τίς δ' ἂν προσείποι σ'; Ορ. ὅστις ἐστὶ φιλοπάτωρ.

Με. ὅστις δὲ τιμᾶι μητέρ'; Ορ. εὐδαίμων ἔφυ.

Με. οὔκουν σύ γ'. Ορ. οὐ γὰρ ἁνδάνουσιν αἱ κακαί.

Με. ὦ τλῆμον Ἑλένη ... Ορ. τἀμὰ δ' οὐχὶ τλήμονα;

Με. σφάγιον ἐκόμισά σ' ἐκ Φρυγῶν ... Ορ. εἰ γὰρ τόδ' ἦν.

1615Με. πόνους πονήσας μυρίους. Ορ. πλήν γ' εἰς ἐμέ.

Με. πέπονθα δεινά. Ορ. τότε γὰρ ἦσθ' ἀνωφελής.

Με. ἔχεις με. Ορ. σαυτὸν σύ γ' ἔλαβες κακὸς γεγώς.

ἀλλ' εἷ', ὕφαπτε δώματ', Ἠλέκτρα, τάδε,

σύ τ', ὦ φίλων μοι τῶν ἐμῶν σαφέστατε,

1620Πυλάδη, κάταιθε γεῖσα τειχέων τάδε.

Με. ὦ γαῖα Δαναῶν ἱππίου τ' Ἄργους κτίται,

οὐχ εἷ' ἐνόπλωι ποδὶ βοηδρομήσετε;

πᾶσαν γὰρ ὑμῶν ὅδε βιάζεται πόλιν

ζῆν, αἷμα μητρὸς μυσαρὸν ἐξειργασμένος.

1625ΑΠΟΛΛΩΝ

Μενέλαε, παῦσαι λῆμ' ἔχων τεθηγμένον·

Φοῖβός σ' ὁ Λητοῦς παῖς ὅδ' ἐγγὺς ὢν καλῶ·

σύ θ' ὃς ξιφήρης τῆιδ' ἐφεδρεύεις κόρηι,

Ὀρέσθ', ἵν' εἰδῆις οὓς φέρων ἥκω λόγους.

Ἑλένην μέν, ἣν σὺ διολέσαι πρόθυμος ὢν

1630ἥμαρτες, ὀργὴν Μενέλεωι ποιούμενος,

[ἥδ' ἐστὶν ἣν ὁρᾶτ' ἐν αἰθέρος πτυχαῖς,

σεσωμένη τε κοὐ θανοῦσα πρὸς σέθεν.]

ἐγώ νιν ἐξέσωσα χὐπὸ φασγάνου

τοῦ σοῦ κελευσθεὶς ἥρπασ' ἐκ Διὸς πατρός.

1635Ζηνὸς γὰρ οὖσαν ζῆν νιν ἄφθιτον χρεών,

Κάστορί τε Πολυδεύκει τ' ἐν αἰθέρος πτυχαῖς

σύνθακος ἔσται, ναυτίλοις σωτήριος.

[ἄλλην δὲ νύμφην ἐς δόμους κτῆσαι λαβών.]

ἐπεὶ θεοὶ τῶι τῆσδε καλλιστεύματι

1640Ἕλληνας εἰς ἓν καὶ Φρύγας συνήγαγον

θανάτους τ' ἔθηκαν, ὡς ἀπαντλοῖεν χθονὸς

ὕβρισμα θνητῶν ἀφθόνου πληρώματος.

τὰ μὲν καθ' Ἑλένην ὧδ' ἔχει· σὲ δ' αὖ χρεών,

Ὀρέστα, γαίας τῆσδ' ὑπερβαλόνθ' ὅρους

1645Παρράσιον οἰκεῖν δάπεδον ἐνιαυτοῦ κύκλον·

κεκλήσεται δὲ σῆς φυγῆς ἐπώνυμον

[Ἀζᾶσιν Ἀρκάσιν τ' Ὀρέστειον καλεῖν].

ἐνθένδε δ' ἐλθὼν τὴν Ἀθηναίων πόλιν

δίκην ὑπόσχες αἵματος μητροκτόνου

1650Εὐμενίσι τρισσαῖς· θεοὶ δέ σοι δίκης βραβῆς

πάγοισιν ἐν Ἀρείοισιν εὐσεβεστάτην

ψῆφον διοίσουσ', ἔνθα νικῆσαί σε χρή.

ἐφ' ἧς δ' ἔχεις, Ὀρέστα, φάσγανον δέρηι,

γῆμαι πέπρωταί σ' Ἑρμιόνην· ὃς δ' οἴεται

1655Νεοπτόλεμος γαμεῖν νιν, οὐ γαμεῖ ποτε·

θανεῖν γὰρ αὐτῶι μοῖρα Δελφικῶι ξίφει,

δίκας Ἀχιλλέως πατρὸς ἐξαιτοῦντά με.

Πυλάδηι δ' ἀδελφῆς λέκτρον, ὧι ποτ' ἤινεσας,

δός· ὁ δ' ἐπιών νιν βίοτος εὐδαίμων μένει.

1660Ἄργους δ' Ὀρέστην, Μενέλεως, ἔα κρατεῖν,

ἐλθὼν δ' ἄνασσε Σπαρτιάτιδος χθονός,

φερνὰς ἔχων δάμαρτος, ἥ σε μυρίοις

πόνοις διδοῦσα δεῦρ' ἀεὶ διήνυσεν.

τὰ πρὸς πόλιν δὲ τῶιδ' ἐγὼ θήσω καλῶς,

1665ὅς νιν φονεῦσαι μητέρ' ἐξηνάγκασα.

Ορ. ὦ Λοξία μαντεῖε, σῶν θεσπισμάτων

οὐ ψευδόμαντις ἦσθ' ἄρ' ἀλλ' ἐτήτυμος.

καίτοι μ' ἐσήιει δεῖμα, μή τινος κλύων

ἀλαστόρων δόξαιμι σὴν κλύειν ὄπα.

1670ἀλλ' εὖ τελεῖται, πείσομαι δὲ σοῖς λόγοις·

ἰδού, μεθίημ' Ἑρμιόνην ἀπὸ σφαγῆς,

καὶ λέκτρ' ἐπήινεσ', ἡνίκ' ἂν διδῶι πατήρ.

Με. ὦ Ζηνὸς Ἑλένη χαῖρε παῖ· ζηλῶ δέ σε

θεῶν κατοικήσουσαν ὄλβιον δόμον.

1675Ὀρέστα, σοὶ δὲ παῖδ' ἐγὼ κατεγγυῶ,

Φοίβου λέγοντος· εὐγενὴς δ' ἀπ' εὐγενοῦς

γήμας ὄναιο καὶ σὺ χὠ διδοὺς ἐγώ.

Απ. χωρεῖτέ νυν ἕκαστος οἷ προστάσσομεν

νείκους τε διαλύεσθε. Με. πείθεσθαι χρεών.

1680Ορ. κἀγὼ τοιοῦτος· σπένδομαι δὲ συμφοραῖς,

Μενέλαε, καὶ σοῖς, Λοξία, θεσπίσμασιν.

Απ. ἴτε νυν καθ' ὁδόν, τὴν καλλίστην

θεῶν Εἰρήνην τιμῶντες· ἐγὼ δ'

Ἑλένην Ζηνὸς μελάθροις πελάσω,

1685λαμπρῶν ἄστρων πόλον ἐξανύσας,

ἔνθα παρ' Ἥραι τῆι θ' Ἡρακλέους

Ἥβηι πάρεδρος θεὸς ἀνθρώποις

ἔσται σπονδαῖς ἔντιμος ἀεί,

σὺν Τυνδαρίδαις τοῖς Διὸς ὑγρᾶς

1690ναύταις μεδέουσα θαλάσσης.

[Χο. ὦ μέγα σεμνὴ Νίκη τὸν ἐμὸν

βίοτον κατέχοις

καὶ μὴ λήγοις στεφανοῦσα.]