ΔΙΟΝΥΣΟΣ
Ἥκω Διὸς παῖς τήνδε Θηβαίαν χθόνα
Διόνυσος, ὃν τίκτει ποθ' ἡ Κάδμου κόρη
Σεμέλη λοχευθεῖσ' ἀστραπηφόρωι πυρί·
μορφὴν δ' ἀμείψας ἐκ θεοῦ βροτησίαν
5πάρειμι Δίρκης νάμαθ' Ἱσμηνοῦ θ' ὕδωρ.
ὁρῶ δὲ μητρὸς μνῆμα τῆς κεραυνίας
τόδ' ἐγγὺς οἴκων καὶ δόμων ἐρείπια
τυφόμενα Δίου πυρὸς ἔτι ζῶσαν φλόγα,
ἀθάνατον Ἥρας μητέρ' εἰς ἐμὴν ὕβριν.
10αἰνῶ δὲ Κάδμον, ἄβατον ὃς πέδον τόδε
τίθησι, θυγατρὸς σηκόν· ἀμπέλου δέ νιν
πέριξ ἐγὼ 'κάλυψα βοτρυώδει χλόηι.
λιπὼν δὲ Λυδῶν τοὺς πολυχρύσους γύας
Φρυγῶν τε, Περσῶν ἡλιοβλήτους πλάκας
15Βάκτριά τε τείχη τήν τε δύσχιμον χθόνα
Μήδων ἐπελθὼν Ἀραβίαν τ' εὐδαίμονα
Ἀσίαν τε πᾶσαν ἣ παρ' ἁλμυρὰν ἅλα
κεῖται μιγάσιν Ἕλλησι βαρβάροις θ' ὁμοῦ
πλήρεις ἔχουσα καλλιπυργώτους πόλεις,
20ἐς τήνδε πρώτην ἦλθον Ἑλλήνων πόλιν,
τἀκεῖ χορεύσας καὶ καταστήσας ἐμὰς
τελετάς, ἵν' εἴην ἐμφανὴς δαίμων βροτοῖς.
πρώτας δὲ Θήβας τάσδε γῆς Ἑλληνίδος
ἀνωλόλυξα, νεβρίδ' ἐξάψας χροὸς
25θύρσον τε δοὺς ἐς χεῖρα, κίσσινον βέλος·
ἐπεί μ' ἀδελφαὶ μητρός, ἃς ἥκιστ' ἐχρῆν,
Διόνυσον οὐκ ἔφασκον ἐκφῦναι Διός,
Σεμέλην δὲ νυμφευθεῖσαν ἐκ θνητοῦ τινος
ἐς Ζῆν' ἀναφέρειν τὴν ἁμαρτίαν λέχους,
30Κάδμου σοφίσμαθ', ὧν νιν οὕνεκα κτανεῖν
Ζῆν' ἐξεκαυχῶνθ', ὅτι γάμους ἐψεύσατο.
τοιγάρ νιν αὐτὰς ἐκ δόμων ὤιστρησ' ἐγὼ
μανίαις, ὄρος δ' οἰκοῦσι παράκοποι φρενῶν,
σκευήν τ' ἔχειν ἠνάγκασ' ὀργίων ἐμῶν.
35καὶ πᾶν τὸ θῆλυ σπέρμα Καδμείων, ὅσαι
γυναῖκες ἦσαν, ἐξέμηνα δωμάτων·
ὁμοῦ δὲ Κάδμου παισὶν ἀναμεμειγμέναι
χλωραῖς ὑπ' ἐλάταις ἀνορόφους ἧνται πέτρας.
δεῖ γὰρ πόλιν τήνδ' ἐκμαθεῖν, κεἰ μὴ θέλει,
40ἀτέλεστον οὖσαν τῶν ἐμῶν βακχευμάτων,
Σεμέλης τε μητρὸς ἀπολογήσασθαί μ' ὕπερ
φανέντα θνητοῖς δαίμον' ὃν τίκτει Διί.
Κάδμος μὲν οὖν γέρας τε καὶ τυραννίδα
Πενθεῖ δίδωσι θυγατρὸς ἐκπεφυκότι,
45ὃς θεομαχεῖ τὰ κατ' ἐμὲ καὶ σπονδῶν ἄπο
ὠθεῖ μ' ἐν εὐχαῖς τ' οὐδαμοῦ μνείαν ἔχει.
ὧν οὕνεκ' αὐτῶι θεὸς γεγὼς ἐνδείξομαι
πᾶσίν τε Θηβαίοισιν. ἐς δ' ἄλλην χθόνα,
τἀνθένδε θέμενος εὖ, μεταστήσω πόδα,
50δεικνὺς ἐμαυτόν· ἢν δὲ Θηβαίων πόλις
ὀργῆι σὺν ὅπλοις ἐξ ὄρους βάκχας ἄγειν
ζητῆι, ξυνάψω μαινάσι στρατηλατῶν.
ὧν οὕνεκ' εἶδος θνητὸν ἀλλάξας ἔχω
μορφήν τ' ἐμὴν μετέβαλον εἰς ἀνδρὸς φύσιν.
55ἀλλ', ὦ λιποῦσαι Τμῶλον, ἔρυμα Λυδίας,
θίασος ἐμός, γυναῖκες ἃς ἐκ βαρβάρων
ἐκόμισα παρέδρους καὶ ξυνεμπόρους ἐμοί,
αἴρεσθε τἀπιχώρι' ἐν Φρυγῶν πόλει
τύπανα, Ῥέας τε μητρὸς ἐμά θ' εὑρήματα,
60βασίλειά τ' ἀμφὶ δώματ' ἐλθοῦσαι τάδε
κτυπεῖτε Πενθέως, ὡς ὁρᾶι Κάδμου πόλις.
ἐγὼ δὲ βάκχαις, ἐς Κιθαιρῶνος πτυχὰς
ἐλθὼν ἵν' εἰσί, συμμετασχήσω χορῶν.
ΧΟΡΟΣ
Ἀσίας ἀπὸ γαίας
65ἱερὸν Τμῶλον ἀμείψασα θοάζω
Βρομίωι πόνον ἡδὺν
κάματόν τ' εὐκάματον, Βάκ-
χιον εὐαζομένα.
τίς ὁδῶι, τίς ὁδῶι; τίς
70μελάθροις; ἔκτοπος ἔστω,
στόμα τ' εὔφημον ἅπας ἐξοσιούσθω·
τὰ νομισθέντα γὰρ αἰεὶ
Διόνυσον ὑμνήσω.
ὦ μάκαρ, ὅστις εὐδαί-
μων τελετὰς θεῶν εἰ-
75δὼς βιοτὰν ἁγιστεύει
καὶ θιασεύεται ψυ-
χὰν ἐν ὄρεσσι βακχεύ-
ων ὁσίοις καθαρμοῖσιν,
τά τε ματρὸς μεγάλας ὄρ-
για Κυβέλας θεμιτεύων
80ἀνὰ θύρσον τε τινάσσων
κισσῶι τε στεφανωθεὶς
Διόνυσον θεραπεύει.
ἴτε βάκχαι, ἴτε βάκχαι,
Βρόμιον παῖδα θεὸν θεοῦ
85Διόνυσον κατάγουσαι
Φρυγίων ἐξ ὀρέων Ἑλλάδος εἰς εὐ-
ρυχόρους ἀγυιάς, τὸν Βρόμιον·
ὅν ποτ' ἔχουσ' ἐν ὠδί-
νων λοχίαις ἀνάγκαι-
90σι πταμένας Διὸς βροντᾶς
νηδύος ἔκβολον μά-
τηρ ἔτεκεν, λιποῦσ' αἰ-
ῶνα κεραυνίωι πλαγᾶι·
λοχίαις δ' αὐτίκα νιν δέ-
95ξατο θαλάμαις Κρονίδας Ζεύς,
κατὰ μηρῶι δὲ καλύψας
χρυσέαισιν συνερείδει
περόναις κρυπτὸν ἀφ' Ἥρας.
ἔτεκεν δ', ἁνίκα Μοῖραι
100τέλεσαν, ταυρόκερων θεὸν
στεφάνωσέν τε δρακόντων
στεφάνοις, ἔνθεν ἄγραν θηρότροφον μαι-
νάδες ἀμφιβάλλονται πλοκάμοις.
105ὦ Σεμέλας τροφοὶ Θῆ-
βαι, στεφανοῦσθε κισσῶι·
βρύετε βρύετε χλοήρει
μίλακι καλλικάρπωι
καὶ καταβακχιοῦσθε δρυὸς
110ἢ ἐλάτας κλάδοισι,
στικτῶν τ' ἐνδυτὰ νεβρίδων
στέφετε λευκοτρίχων πλοκάμων
μαλλοῖς· ἀμφὶ δὲ νάρθηκας ὑβριστὰς
ὁσιοῦσθ'· αὐτίκα γᾶ πᾶσα χορεύσει,
115Βρόμιος εὖτ' ἂν ἄγηι θιάσους
εἰς ὄρος εἰς ὄρος, ἔνθα μένει
θηλυγενὴς ὄχλος
ἀφ' ἱστῶν παρὰ κερκίδων τ'
οἰστρηθεὶς Διονύσωι.
120ὦ θαλάμευμα Κουρή-
των ζάθεοί τε Κρήτας
Διογενέτορες ἔναυλοι,
ἔνθα τρικόρυθες ἄντροις
βυρσότονον κύκλωμα τόδε
125μοι Κορύβαντες ηὗρον·
βακχείαι δ' ἅμα συντόνωι
κέρασαν ἡδυβόαι Φρυγίων
αὐλῶν πνεύματι ματρός τε Ῥέας ἐς
χέρα θῆκαν, κτύπον εὐάσμασι βακχᾶν·
130παρὰ δὲ μαινόμενοι Σάτυροι
ματέρος ἐξανύσαντο θεᾶς,
ἐς δὲ χορεύματα
συνῆψαν τριετηρίδων,
αἷς χαίρει Διόνυσος.
135ἡδὺς ἐν ὄρεσσιν ὅταν
ἐκ θιάσων δρομαίων
πέσηι πεδόσε, νεβρίδος ἔχων
ἱερὸν ἐνδυτόν, ἀγρεύων
αἷμα τραγοκτόνον, ὠμοφάγον χάριν,
140ἱέμενος εἰς ὄρεα Φρύγια Λύδι'
ὁ δ' ἔξαρχος†Βρόμιος·
εὖοἷ.
ῥεῖ δὲ γάλακτι πέδον, ῥεῖ δ' οἴνωι,
ῥεῖ δὲ μελισσᾶν νέκταρι.
Συρίας δ' ὡς λιβάνου κα-
145πνὸν ὁ Βακχεὺς ἀνέχων
πυρσώδη φλόγα πεύκας
ἐκ νάρθηκος ἀίσσει
δρόμωι καὶ χοροῖσιν
πλανάτας ἐρεθίζων
ἰαχαῖς τ' ἀναπάλλων
150τρυφερόν ‹τε› πλόκαμον εἰς αἰθέρα ῥίπτων.
ἅμα δ' ἐπ' εὐάσμασιν ἐπιβρέμει τοιάδ'·†
Ὦ ἴτε βάκχαι,
ὦ ἴτε βάκχαι,
Τμώλου χρυσορόου χλιδά,
155μέλπετε τὸν Διόνυσον
βαρυβρόμων ὑπὸ τυμπάνων,
εὔια τὸν εὔιον ἀγαλλόμεναι θεὸν
ἐν Φρυγίαισι βοαῖς ἐνοπαῖσί τε,
160λωτὸς ὅταν εὐκέλαδος
ἱερὸς ἱερὰ παίγματα βρέμηι σύνοχα
φοιτάσιν εἰς ὄρος εἰς ὄρος· ἡδομέ-
165να δ' ἄρα πῶλος ὅπως ἅμα ματέρι
φορβάδι κῶλον ἄγει ταχύπουν σκιρτήμασι βάκχα.
170ΤΕΙΡΕΣΙΑΣ
τίς ἐν πύλαισι; Κάδμον ἐκκάλει δόμων,
Ἀγήνορος παῖδ', ὃς πόλιν Σιδωνίαν
λιπὼν ἐπύργωσ' ἄστυ Θηβαίων τόδε.
ἴτω τις, εἰσάγγελλε Τειρεσίας ὅτι
ζητεῖ νιν· οἶδε δ' αὐτὸς ὧν ἥκω πέρι
175ἅ τε ξυνεθέμην πρέσβυς ὢν γεραιτέρωι,
θύρσους ἀνάπτειν καὶ νεβρῶν δορὰς ἔχειν
στεφανοῦν τε κρᾶτα κισσίνοις βλαστήμασιν.
ΚΑΔΜΟΣ
ὦ φίλταθ', ὡς σὴν γῆρυν ἠισθόμην κλυὼν
σοφὴν σοφοῦ παρ' ἀνδρός, ἐν δόμοισιν ὤν.
180ἥκω δ' ἕτοιμος τήνδ' ἔχων σκευὴν θεοῦ·
δεῖ γάρ νιν ὄντα παῖδα θυγατρὸς ἐξ ἐμῆς
[Διόνυσον ὃς πέφηνεν ἀνθρώποις θεὸς]
ὅσον καθ' ἡμᾶς δυνατὸν αὔξεσθαι μέγαν.
ποῖ δεῖ χορεύειν, ποῖ καθιστάναι πόδα
185καὶ κρᾶτα σεῖσαι πολιόν; ἐξηγοῦ σύ μοι
γέρων γέροντι, Τειρεσία· σὺ γὰρ σοφός.
ὡς οὐ κάμοιμ' ἂν οὔτε νύκτ' οὔθ' ἡμέραν
θύρσωι κροτῶν γῆν· ἐπιλελήσμεθ' ἡδέως
γέροντες ὄντες. Τε. ταὔτ' ἐμοὶ πάσχεις ἄρα·
190κἀγὼ γὰρ ἡβῶ κἀπιχειρήσω χοροῖς.
Κα. οὔκουν ὄχοισιν εἰς ὄρος περάσομεν;
Τε. ἀλλ' οὐχ ὁμοίως ἂν ὁ θεὸς τιμὴν ἔχοι.
Κα. γέρων γέροντα παιδαγωγήσω σ' ἐγώ;
Τε. ὁ θεὸς ἀμοχθεὶ κεῖσε νῶιν ἡγήσεται.
195Κα. μόνοι δὲ πόλεως Βακχίωι χορεύσομεν;
Τε. μόνοι γὰρ εὖ φρονοῦμεν, οἱ δ' ἄλλοι κακῶς.
Κα. μακρὸν τὸ μέλλειν· ἀλλ' ἐμῆς ἔχου χερός.
Τε. ἰδού, ξύναπτε καὶ ξυνωρίζου χέρα.
[Κα. οὐ καταφρονῶ 'γὼ τῶν θεῶν θνητὸς γεγώς.
200Τε. οὐδὲν σοφιζόμεσθα τοῖσι δαίμοσιν.
πατρίους παραδοχάς, ἅς θ' ὁμήλικας χρόνωι
κεκτήμεθ', οὐδεὶς αὐτὰ καταβαλεῖ λόγος,
οὐδ' εἰ δι' ἄκρων τὸ σοφὸν ηὕρηται φρενῶν.]
Κα. ἐρεῖ τις ὡς τὸ γῆρας οὐκ αἰσχύνομαι,
205μέλλων χορεύειν κρᾶτα κισσώσας ἐμόν;
Τε. οὐ γὰρ διήιρηχ' ὁ θεὸς οὔτε τὸν νέον
εἰ χρὴ χορεύειν οὔτε τὸν γεραίτερον,
ἀλλ' ἐξ ἁπάντων βούλεται τιμὰς ἔχειν
κοινάς, διαριθμῶν δ' οὐδέν' αὔξεσθαι θέλει.
210Κα. ἐπεὶ σὺ φέγγος, Τειρεσία, τόδ' οὐχ ὁρᾶις,
ἐγὼ προφήτης σοι λόγων γενήσομαι.
Πενθεὺς πρὸς οἴκους ὅδε διὰ σπουδῆς περᾶι,
Ἐχίονος παῖς, ὧι κράτος δίδωμι γῆς.
ὡς ἐπτόηται· τί ποτ' ἐρεῖ νεώτερον;
215ΠΕΝΘΕΥΣ
ἔκδημος ὢν μὲν τῆσδ' ἐτύγχανον χθονός,
κλύω δὲ νεοχμὰ τήνδ' ἀνὰ πτόλιν κακά,
γυναῖκας ἡμῖν δώματ' ἐκλελοιπέναι
πλασταῖσι βακχείαισιν, ἐν δὲ δασκίοις
ὄρεσι θοάζειν, τὸν νεωστὶ δαίμονα
220Διόνυσον, ὅστις ἔστι, τιμώσας χοροῖς,
πλήρεις δὲ θιάσοις ἐν μέσοισιν ἱστάναι
κρατῆρας, ἄλλην δ' ἄλλοσ' εἰς ἐρημίαν
πτώσσουσαν εὐναῖς ἀρσένων ὑπηρετεῖν,
πρόφασιν μὲν ὡς δὴ μαινάδας θυοσκόους,
225τὴν δ' Ἀφροδίτην πρόσθ' ἄγειν τοῦ Βακχίου.
ὅσας μὲν οὖν εἴληφα, δεσμίους χέρας
σώιζουσι πανδήμοισι πρόσπολοι στέγαις·
ὅσαι δ' ἄπεισιν, ἐξ ὄρους θηράσομαι,
[Ἰνώ τ' Ἀγαυήν θ', ἥ μ' ἔτικτ' Ἐχίονι,
230Ἀκταίονός τε μητέρ', Αὐτονόην λέγω,]
καί σφας σιδηραῖς ἁρμόσας ἐν ἄρκυσιν
παύσω κακούργου τῆσδε βακχείας τάχα.
λέγουσι δ' ὥς τις εἰσελήλυθε ξένος,
γόης ἐπωιδὸς Λυδίας ἀπὸ χθονός,
235ξανθοῖσι βοστρύχοισιν εὔοσμος κόμην,
οἰνωπός, ὄσσοις χάριτας Ἀφροδίτης ἔχων,
ὃς ἡμέρας τε κεὐφρόνας συγγίγνεται
τελετὰς προτείνων εὐίους νεάνισιν.
εἰ δ' αὐτὸν εἴσω τῆσδε λήψομαι χθονός,
240παύσω κτυποῦντα θύρσον ἀνασείοντά τε
κόμας, τράχηλον σώματος χωρὶς τεμών.
ἐκεῖνος εἶναί φησι Διόνυσον θεόν,
ἐκεῖνος ἐν μηρῶι ποτ' ἐρράφθαι Διός·
ὃς ἐκπυροῦται λαμπάσιν κεραυνίαις
245σὺν μητρί, Δίους ὅτι γάμους ἐψεύσατο.
ταῦτ' οὐχὶ δεινὰ κἀγχόνης ἔστ' ἄξια,
ὕβρεις ὑβρίζειν, ὅστις ἔστιν ὁ ξένος;
ἀτὰρ τόδ' ἄλλο θαῦμα· τὸν τερασκόπον
ἐν ποικίλαισι νεβρίσι Τειρεσίαν ὁρῶ
250πατέρα τε μητρὸς τῆς ἐμῆς, πολὺν γέλων,
νάρθηκι βακχεύοντ'· ἀναίνομαι, πάτερ,
τὸ γῆρας ὑμῶν εἰσορῶν νοῦν οὐκ ἔχον.
οὐκ ἀποτινάξεις κισσόν; οὐκ ἐλευθέραν
θύρσου μεθήσεις χεῖρ', ἐμῆς μητρὸς πάτερ;
255σὺ ταῦτ' ἔπεισας, Τειρεσία· τόνδ' αὖ θέλεις
τὸν δαίμον' ἀνθρώποισιν ἐσφέρων νέον
σκοπεῖν πτερωτὰ κἀμπύρων μισθοὺς φέρειν.
εἰ μή σε γῆρας πολιὸν ἐξερρύετο,
καθῆσ' ἂν ἐν βάκχαισι δέσμιος μέσαις,
260τελετὰς πονηρὰς εἰσάγων· γυναιξὶ γὰρ
ὅπου βότρυος ἐν δαιτὶ γίγνεται γάνος,
οὐχ ὑγιὲς οὐδὲν ἔτι λέγω τῶν ὀργίων.
Χο. τῆς δυσσεβείας. ὦ ξέν', οὐκ αἰδῆι θεοὺς
Κάδμον τε τὸν σπείραντα γηγενῆ στάχυν,
265Ἐχίονος δ' ὢν παῖς καταισχυνεῖς γένος;
Τε. ὅταν λάβηι τις τῶν λόγων ἀνὴρ σοφὸς
καλὰς ἀφορμάς, οὐ μέγ' ἔργον εὖ λέγειν·
σὺ δ' εὔτροχον μὲν γλῶσσαν ὡς φρονῶν ἔχεις,
ἐν τοῖς λόγοισι δ' οὐκ ἔνεισί σοι φρένες.
270θράσει δὲ δυνατὸς καὶ λέγειν οἷός τ' ἀνὴρ
κακὸς πολίτης γίγνεται νοῦν οὐκ ἔχων.
οὗτος δ' ὁ δαίμων ὁ νέος, ὃν σὺ διαγελᾶις,
οὐκ ἂν δυναίμην μέγεθος ἐξειπεῖν ὅσος
καθ' Ἑλλάδ' ἔσται. δύο γάρ, ὦ νεανία,
275τὰ πρῶτ' ἐν ἀνθρώποισι· Δημήτηρ θεά ‑
Γῆ δ' ἐστίν, ὄνομα δ' ὁπότερον βούληι κάλει·
αὕτη μὲν ἐν ξηροῖσιν ἐκτρέφει βροτούς·
ὃς δ' ἦλθ' ἔπειτ', ἀντίπαλον ὁ Σεμέλης γόνος
βότρυος ὑγρὸν πῶμ' ηὗρε κἀσηνέγκατο
280θνητοῖς, ὃ παύει τοὺς ταλαιπώρους βροτοὺς
λύπης, ὅταν πλησθῶσιν ἀμπέλου ῥοῆς,
ὕπνον τε λήθην τῶν καθ' ἡμέραν κακῶν
δίδωσιν, οὐδ' ἔστ' ἄλλο φάρμακον πόνων.
οὗτος θεοῖσι σπένδεται θεὸς γεγώς,
285ὥστε διὰ τοῦτον τἀγάθ' ἀνθρώπους ἔχειν.
καὶ διαγελᾶις νιν ὡς ἐνερράφη Διὸς
μηρῶι; διδάξω σ' ὡς καλῶς ἔχει τόδε.
ἐπεί νιν ἥρπασ' ἐκ πυρὸς κεραυνίου
Ζεύς, ἐς δ' Ὄλυμπον βρέφος ἀνήγαγεν νέον,
290Ἥρα νιν ἤθελ' ἐκβαλεῖν ἀπ' οὐρανοῦ,
Ζεὺς δ' ἀντεμηχανήσαθ' οἷα δὴ θεός·
ῥήξας μέρος τι τοῦ χθόν' ἐγκυκλουμένου
αἰθέρος, ἔδωκε τόνδ' ὅμηρον, ἐκτιθεὶς
Διόνυσον Ἥρας νεικέων· χρόνωι δέ νιν
295βροτοὶ ῥαφῆναί φασιν ἐν μηρῶι Διός,
ὄνομα μεταστήσαντες, ὅτι θεᾶι θεὸς
Ἥραι ποθ' ὡμήρευσε, συνθέντες λόγον.
μάντις δ' ὁ δαίμων ὅδε· τὸ γὰρ βακχεύσιμον
καὶ τὸ μανιῶδες μαντικὴν πολλὴν ἔχει·
300ὅταν γὰρ ὁ θεὸς ἐς τὸ σῶμ' ἔλθηι πολύς,
λέγειν τὸ μέλλον τοὺς μεμηνότας ποιεῖ.
Ἄρεώς τε μοῖραν μεταλαβὼν ἔχει τινά·
στρατὸν γὰρ ἐν ὅπλοις ὄντα κἀπὶ τάξεσιν
φόβος διεπτόησε πρὶν λόγχης θιγεῖν·
305μανία δὲ καὶ τοῦτ' ἐστὶ Διονύσου πάρα.
ἔτ' αὐτὸν ὄψηι κἀπὶ Δελφίσιν πέτραις
πηδῶντα σὺν πεύκαισι δικόρυφον πλάκα,
πάλλοντα καὶ σείοντα βακχεῖον κλάδον,
μέγαν τ' ἀν' Ἑλλάδ'. ἀλλ' ἐμοί, Πενθεῦ, πιθοῦ·
310μὴ τὸ κράτος αὔχει δύναμιν ἀνθρώποις ἔχειν,
μηδ', ἢν δοκῆις μέν, ἡ δὲ δόξα σου νοσῆι,
φρονεῖν δόκει τι· τὸν θεὸν δ' ἐς γῆν δέχου
καὶ σπένδε καὶ βάκχευε καὶ στέφου κάρα.
οὐχ ὁ Διόνυσος σωφρονεῖν ἀναγκάσει
315γυναῖκας ἐς τὴν Κύπριν, ἀλλ' ἐν τῆι φύσει
[τὸ σωφρονεῖν ἔνεστιν εἰς τὰ πάντ' ἀεί]
τοῦτο· σκοπεῖν χρή· καὶ γὰρ ἐν βακχεύμασιν
οὖσ' ἥ γε σώφρων οὐ διαφθαρήσεται.
ὁρᾶις; σὺ χαίρεις, ὅταν ἐφεστῶσιν πύλαις
320πολλοί, τὸ Πενθέως δ' ὄνομα μεγαλύνηι πόλις·
κἀκεῖνος, οἶμαι, τέρπεται τιμώμενος.
ἐγὼ μὲν οὖν καὶ Κάδμος, ὃν σὺ διαγελᾶις,
κισσῶι τ' ἐρεψόμεσθα καὶ χορεύσομεν,
πολιὰ ξυνωρίς, ἀλλ' ὅμως χορευτέον,
325κοὐ θεομαχήσω σῶν λόγων πεισθεὶς ὕπο.
μαίνηι γὰρ ὡς ἄλγιστα, κοὔτε φαρμάκοις
ἄκη λάβοις ἂν οὔτ' ἄνευ τούτων νόσου.
Χο. ὦ πρέσβυ, Φοῖβόν τ' οὐ καταισχύνεις λόγοις,
τιμῶν τε Βρόμιον σωφρονεῖς, μέγαν θεόν.
330Κα. ὦ παῖ, καλῶς σοι Τειρεσίας παρήινεσεν.
οἴκει μεθ' ἡμῶν, μὴ θύραζε τῶν νόμων·
νῦν γὰρ πέτηι τε καὶ φρονῶν οὐδὲν φρονεῖς.
κεἰ μὴ γὰρ ἔστιν ὁ θεὸς οὗτος, ὡς σὺ φήις,
παρὰ σοὶ λεγέσθω· καὶ καταψεύδου καλῶς
335ὡς ἔστι Σεμέλης, ἵνα δοκῆι θεὸν τεκεῖν
ἡμῖν τε τιμὴ παντὶ τῶι γένει προσῆι.
ὁρᾶις τὸν Ἀκταίωνος ἄθλιον μόρον,
ὃν ὠμόσιτοι σκύλακες ἃς ἐθρέψατο
διεσπάσαντο, κρείσσον' ἐν κυναγίαις
340Ἀρτέμιδος εἶναι κομπάσαντ' ἐν ὀργάσιν.
ὃ μὴ πάθηις σύ· δεῦρό σου στέψω κάρα
κισσῶι· μεθ' ἡμῶν τῶι θεῶι τιμὴν δίδου.
Πε. οὐ μὴ προσοίσεις χεῖρα, βακχεύσεις δ' ἰών,
μηδ' ἐξομόρξηι μωρίαν τὴν σὴν ἐμοί;
345τῆς σῆς ‹δ'› ἀνοίας τόνδε τὸν διδάσκαλον
δίκην μέτειμι. στειχέτω τις ὡς τάχος,
ἐλθὼν δὲ θάκους τοῦδ' ἵν' οἰωνοσκοπεῖ
μοχλοῖς τριαίνου κἀνάτρεψον ἔμπαλιν,
ἄνω κάτω τὰ πάντα συγχέας ὁμοῦ,
350καὶ στέμματ' ἀνέμοις καὶ θυέλλαισιν μέθες·
μάλιστα γάρ νιν δήξομαι δράσας τάδε.
οἱ δ' ἀνὰ πόλιν στείχοντες ἐξιχνεύσατε
τὸν θηλύμορφον ξένον, ὃς ἐσφέρει νόσον
καινὴν γυναιξὶ καὶ λέχη λυμαίνεται.
355κἄνπερ λάβητε, δέσμιον πορεύσατε
δεῦρ' αὐτόν, ὡς ἂν λευσίμου δίκης τυχὼν
θάνηι, πικρὰν βάκχευσιν ἐν Θήβαις ἰδών.
Τε. ὦ σχέτλι', ὡς οὐκ οἶσθα ποῦ ποτ' εἶ λόγων·
μέμηνας ἤδη, καὶ πρὶν ἐξεστὼς φρενῶν.
360στείχωμεν ἡμεῖς, Κάδμε, κἀξαιτώμεθα
ὑπέρ τε τούτου καίπερ ὄντος ἀγρίου
ὑπέρ τε πόλεως τὸν θεὸν μηδὲν νέον
δρᾶν. ἀλλ' ἕπου μοι κισσίνου βάκτρου μέτα,
πειρῶ δ' ἀνορθοῦν σῶμ' ἐμόν, κἀγὼ τὸ σόν.
365γέροντε δ' αἰσχρὸν δύο πεσεῖν· ἴτω δ' ὅμως·
τῶι Βακχίωι γὰρ τῶι Διὸς δουλευτέον.
Πενθεὺς δ' ὅπως μὴ πένθος εἰσοίσει δόμοις
τοῖς σοῖσι, Κάδμε· μαντικῆι μὲν οὐ λέγω,
τοῖς πράγμασιν δέ· μῶρα γὰρ μῶρος λέγει.
370Χο. Ὁσία πότνα θεῶν,
Ὁσία δ' ἃ κατὰ γᾶν
χρυσέαι πτέρυγι φέρηι,
τάδε Πενθέως ἀίεις;
ἀίεις οὐχ ὁσίαν
375ὕβριν ἐς τὸν Βρόμιον, τὸν
Σεμέλας, τὸν παρὰ καλλι-
στεφάνοις εὐφροσύναις δαί-
μονα πρῶτον μακάρων; ὃς τάδ' ἔχει,
θιασεύειν τε χοροῖς
380μετά τ' αὐλοῦ γελάσαι
ἀποπαῦσαί τε μερίμνας,
ὁπόταν βότρυος ἔλθηι
γάνος ἐν δαιτὶ θεῶν, κισ-
σοφόροις δ' ἐν θαλίαις ἀν-
385δράσι κρατὴρ ὕπνον ἀμφιβάλληι.
ἀχαλίνων στομάτων
ἀνόμου τ' ἀφροσύνας
τὸ τέλος δυστυχία·
ὁ δὲ τᾶς ἡσυχίας
390βίοτος καὶ τὸ φρονεῖν
ἀσάλευτόν τε μένει καὶ
ξυνέχει δώματα· πόρσω
γὰρ ὅμως αἰθέρα ναίον-
τες ὁρῶσιν τὰ βροτῶν οὐρανίδαι.
395τὸ σοφὸν δ' οὐ σοφία,
τό τε μὴ θνατὰ φρονεῖν
βραχὺς αἰών· ἐπὶ τούτωι
δὲ τίς ἂν μεγάλα διώκων
τὰ παρόντ' οὐχὶ φέροι; μαι-
400νομένων οἵδε τρόποι καὶ
κακοβούλων παρ' ἔμοιγε φωτῶν.
ἱκοίμαν ποτὶ Κύπρον,
νᾶσον τᾶς Ἀφροδίτας,
ἵν' οἱ θελξίφρονες νέμον-
405ται θνατοῖσιν Ἔρωτες
Πάφον, τὰν ἑκατόστομοι
βαρβάρου ποταμοῦ ῥοαὶ
καρπίζουσιν ἄνομβροι,
οὗ θ' ἁ καλλιστευομένα
410Πιερία, μούσειος ἕδρα,
σεμνὰ κλειτὺς Ὀλύμπου·
ἐκεῖσ' ἄγε με, Βρόμιε Βρόμιε,
πρόβακχ' εὔιε δαῖμον.
ἐκεῖ Χάριτες, ἐκεῖ δὲ Πόθος, ἐκεῖ δὲ βάκ-
χαις θέμις ὀργιάζειν.
ὁ δαίμων ὁ Διὸς παῖς
χαίρει μὲν θαλίαισιν,
φιλεῖ δ' ὀλβοδότειραν Εἰ-
420ρήναν, κουροτρόφον θεάν.
ἴσαν δ' ἔς τε τὸν ὄλβιον
τόν τε χείρονα δῶκ' ἔχειν
οἴνου τέρψιν ἄλυπον·
μισεῖ δ' ὧι μὴ ταῦτα μέλει,
425κατὰ φάος νύκτας τε φίλας
εὐαίωνα διαζῆν,
σοφὰν δ' ἀπέχειν πραπίδα φρένα τε
περισσῶν παρὰ φωτῶν.
430τὸ πλῆθος ὅτι τὸ φαυλότερον ἐνόμισε χρῆ-
ταί τε, τόδ' ἂν δεχοίμαν.
ΘΕΡΑΠΩΝ
Πενθεῦ, πάρεσμεν τήνδ' ἄγραν ἠγρευκότες
435ἐφ' ἣν ἔπεμψας, οὐδ' ἄκρανθ' ὡρμήσαμεν.
ὁ θὴρ δ' ὅδ' ἡμῖν πρᾶος οὐδ' ὑπέσπασεν
φυγῆι πόδ', ἀλλ' ἔδωκεν οὐκ ἄκων χέρας,
οὐκ ὠχρός, οὐδ' ἤλλαξεν οἰνωπὸν γένυν,
γελῶν δὲ καὶ δεῖν κἀπάγειν ἐφίετο
440ἔμενέ τε, τοὐμὸν εὐτρεπὲς ποιούμενος.
κἀγὼ δι' αἰδοῦς εἶπον· Ὦ ξέν', οὐχ ἑκὼν
ἄγω σε, Πενθέως δ' ὅς μ' ἔπεμψ' ἐπιστολαῖς.
ἃς δ' αὖ σὺ βάκχας εἷρξας, ἃς συνήρπασας
κἄδησας ἐν δεσμοῖσι πανδήμου στέγης,
445φροῦδαί γ' ἐκεῖναι λελυμέναι πρὸς ὀργάδας
σκιρτῶσι Βρόμιον ἀνακαλούμεναι θεόν·
αὐτόματα δ' αὐταῖς δεσμὰ διελύθη ποδῶν
κλῆιδές τ' ἀνῆκαν θύρετρ' ἄνευ θνητῆς χερός.
πολλῶν δ' ὅδ' ἁνὴρ θαυμάτων ἥκει πλέως
450ἐς τάσδε Θήβας. σοὶ δὲ τἄλλα χρὴ μέλειν.
Πε. μέθεσθε χειρῶν τοῦδ'· ἐν ἄρκυσιν γὰρ ὢν
οὐκ ἔστιν οὕτως ὠκὺς ὥστε μ' ἐκφυγεῖν.
ἀτὰρ τὸ μὲν σῶμ' οὐκ ἄμορφος εἶ, ξένε,
ὡς ἐς γυναῖκας, ἐφ' ὅπερ ἐς Θήβας πάρει·
455πλόκαμός τε γάρ σου ταναὸς οὐ πάλης ὕπο,
γένυν παρ' αὐτὴν κεχυμένος, πόθου πλέως·
λευκὴν δὲ χροιὰν ἐκ παρασκευῆς ἔχεις,
οὐχ ἡλίου βολαῖσιν ἀλλ' ὑπὸ σκιᾶς
τὴν Ἀφροδίτην καλλονῆι θηρώμενος.
460πρῶτον μὲν οὖν μοι λέξον ὅστις εἶ γένος.
Δι. οὐκ ὄκνος οὐδείς, ῥάιδιον δ' εἰπεῖν τόδε.
τὸν ἀνθεμώδη Τμῶλον οἶσθά που κλύων.
Πε. οἶδ', ὃς τὸ Σάρδεων ἄστυ περιβάλλει κύκλωι.
Δι. ἐντεῦθέν εἰμι, Λυδία δέ μοι πατρίς.
465Πε. πόθεν δὲ τελετὰς τάσδ' ἄγεις ἐς Ἑλλάδα;
Δι. Διόνυσος αὐτός μ' εἰσέβησ', ὁ τοῦ Διός.
Πε. Ζεὺς δ' ἔστ' ἐκεῖ τις ὃς νέους τίκτει θεούς;
Δι. οὔκ, ἀλλ' ὁ Σεμέλην ἐνθάδε ζεύξας γάμοις.
Πε. πότερα δὲ νύκτωρ σ' ἢ κατ' ὄμμ' ἠνάγκασεν;
470Δι. ὁρῶν ὁρῶντα, καὶ δίδωσιν ὄργια.
Πε. τὰ δ' ὄργι' ἐστὶ τίν' ἰδέαν ἔχοντά σοι;
Δι. ἄρρητ' ἀβακχεύτοισιν εἰδέναι βροτῶν.
Πε. ἔχει δ' ὄνησιν τοῖσι θύουσιν τίνα;
Δι. οὐ θέμις ἀκοῦσαί σ', ἔστι δ' ἄξι' εἰδέναι.
475Πε. εὖ τοῦτ' ἐκιβδήλευσας, ἵν' ἀκοῦσαι θέλω.
Δι. ἀσέβειαν ἀσκοῦντ' ὄργι' ἐχθαίρει θεοῦ.
Πε. ὁ θεός, ὁρᾶν γὰρ φὴις σαφῶς, ποῖός τις ἦν;
Δι. ὁποῖος ἤθελ'· οὐκ ἐγὼ 'τασσον τόδε.
Πε. τοῦτ' αὖ παρωχέτευσας, εὖ γ' οὐδὲν λέγων.
480Δι. δόξει τις ἀμαθεῖ σοφὰ λέγων οὐκ εὖ φρονεῖν.
Πε. ἦλθες δὲ πρῶτα δεῦρ' ἄγων τὸν δαίμονα;
Δι. πᾶς ἀναχορεύει βαρβάρων τάδ' ὄργια.
Πε. φρονοῦσι γὰρ κάκιον Ἑλλήνων πολύ.
Δι. τάδ' εὖ γε μᾶλλον· οἱ νόμοι δὲ διάφοροι.
485Πε. τὰ δ' ἱερὰ νύκτωρ ἢ μεθ' ἡμέραν τελεῖς;
Δι. νύκτωρ τὰ πολλά· σεμνότητ' ἔχει σκότος.
Πε. τοῦτ' ἐς γυναῖκας δόλιόν ἐστι καὶ σαθρόν.
Δι. κἀν ἡμέραι τό γ' αἰσχρὸν ἐξεύροι τις ἄν.
Πε. δίκην σε δοῦναι δεῖ σοφισμάτων κακῶν.
490Δι. σὲ δ' ἀμαθίας γε κἀσεβοῦντ' ἐς τὸν θεόν.
Πε. ὡς θρασὺς ὁ βάκχος κοὐκ ἀγύμναστος λόγων.
Δι. εἴφ' ὅτι παθεῖν δεῖ· τί με τὸ δεινὸν ἐργάσηι;
Πε. πρῶτον μὲν ἁβρὸν βόστρυχον τεμῶ σέθεν.
Δι. ἱερὸς ὁ πλόκαμος· τῶι θεῶι δ' αὐτὸν τρέφω.
495Πε. ἔπειτα θύρσον τόνδε παράδος ἐκ χεροῖν.
Δι. αὐτός μ' ἀφαιροῦ· τόνδε Διονύσωι φορῶ.
Πε. εἱρκταῖσί τ' ἔνδον σῶμα σὸν φυλάξομεν.
Δι. λύσει μ' ὁ δαίμων αὐτός, ὅταν ἐγὼ θέλω.
Πε. ὅταν γε καλέσηις αὐτὸν ἐν βάκχαις σταθείς.
500Δι. καὶ νῦν ἃ πάσχω πλησίον παρὼν ὁρᾶι.
Πε. καὶ ποῦ 'στιν; οὐ γὰρ φανερὸς ὄμμασίν γ' ἐμοῖς.
Δι. παρ' ἐμοί· σὺ δ' ἀσεβὴς αὐτὸς ὢν οὐκ εἰσορᾶις.
Πε. λάζυσθε· καταφρονεῖ με καὶ Θήβας ὅδε.
Δι. αὐδῶ με μὴ δεῖν, σωφρονῶν οὐ σώφροσιν.
505Πε. ἐγὼ δὲ δεῖν γε, κυριώτερος σέθεν.
Δι. οὐκ οἶσθ' ὅτι ζῆς†οὐδ' ὃ δρᾶις οὐδ' ὅστις εἶ.
Πε. Πενθεύς, Ἀγαυῆς παῖς, πατρὸς δ' Ἐχίονος.
Δι. ἐνδυστυχῆσαι τοὔνομ' ἐπιτήδειος εἶ.
Πε. χώρει· καθείρξατ' αὐτὸν ἱππικαῖς πέλας
510φάτναισιν, ὡς ἂν σκότιον εἰσορᾶι κνέφας.
ἐκεῖ χόρευε· τάσδε δ' ἃς ἄγων πάρει
κακῶν συνεργοὺς ἢ διεμπολήσομεν
ἢ χεῖρα δούπου τοῦδε καὶ βύρσης κτύπου
παύσας ἐφ' ἱστοῖς δμωίδας κεκτήσομαι.
515Δι. στείχοιμ' ἄν· ὅτι γὰρ μὴ χρεὼν οὔτοι χρεὼν
παθεῖν. ἀτάρ τοι τῶνδ' ἄποιν' ὑβρισμάτων
μέτεισι Διόνυσός σ', ὃν οὐκ εἶναι λέγεις·
ἡμᾶς γὰρ ἀδικῶν κεῖνον ἐς δεσμοὺς ἄγεις.
Χο. Ἀχελώιου θύγατερ,
520πότνι' εὐπάρθενε Δίρκα,
σὺ γὰρ ἐν σαῖς ποτε παγαῖς
τὸ Διὸς βρέφος ἔλαβες,
ὅτε μηρῶι πυρὸς ἐξ ἀθανάτου Ζεὺς
ὁ τεκὼν ἥρπασέ νιν, τάδ' ἀναβοάσας·
Ἴθι, Διθύραμβ', ἐμὰν ἄρ-
σενα τάνδε βᾶθι νηδύν·
ἀναφαίνω σε τόδ', ὦ Βάκ-
χιε, Θήβαις ὀνομάζειν.
530σὺ δέ μ', ὦ μάκαιρα Δίρκα,
στεφανηφόρους ἀπωθῆι
θιάσους ἔχουσαν ἐν σοί.
τί μ' ἀναίνηι; τί με φεύγεις;
ἔτι ναὶ τὰν βοτρυώδη
535Διονύσου χάριν οἴνας
ἔτι σοι τοῦ Βρομίου μελήσει.
[οἵαν οἵαν ὀργὰν]
ἀναφαίνει χθόνιον
γένος ἐκφύς γε δράκοντός
540ποτε Πενθεύς, ὃν Ἐχίων
ἐφύτευσε χθόνιος,
ἀγριωπὸν τέρας, οὐ φῶτα βρότειον,
φόνιον δ' ὥστε γίγαντ' ἀντίπαλον θεοῖς·
545ὃς ἔμ' ἐν βρόχοισι τὰν τοῦ
Βρομίου τάχα ξυνάψει,
τὸν ἐμὸν δ' ἐντὸς ἔχει δώ-
ματος ἤδη θιασώταν
σκοτίαισι κρυπτὸν εἱρκταῖς.
550ἐσορᾶις τάδ', ὦ Διὸς παῖ
Διόνυσε, σοὺς προφήτας
ἐν ἁμίλλαισιν ἀνάγκας;
μόλε, χρυσῶπα τινάσσων,
ἄνα, θύρσον κατ' Ὀλύμπου,
555φονίου δ' ἀνδρὸς ὕβριν κατάσχες.
πόθι Νύσας ἄρα τᾶς θη-
ροτρόφου θυρσοφορεῖς
θιάσους, ὦ Διόνυσ', ἢ
κορυφαῖς Κωρυκίαις;
560τάχα δ' ἐν ταῖς πολυδένδροισιν Ὀλύμπου
θαλάμαις, ἔνθα ποτ' Ὀρφεὺς κιθαρίζων
σύναγεν δένδρεα μούσαις,
σύναγεν θῆρας ἀγρώστας.
565μάκαρ ὦ Πιερία,
σέβεταί σ' Εὔιος, ἥξει
τε χορεύσων ἅμα βακχεύ-
μασι, τόν τ' ὠκυρόαν
διαβὰς Ἀξιὸν εἱλισ-
570σομένας μαινάδας ἄξει
Λυδίαν τε τὸν εὐδαιμονίας βροτοῖς
ὀλβοδόταν πατέρ', ὃν ἔκλυον
εὔιππον χώραν ὕδασιν
575καλλίστοισι λιπαίνειν.
Δι. ἰώ,
κλύετ' ἐμᾶς κλύετ' αὐδᾶς,
ἰὼ βάκχαι, ἰὼ βάκχαι.
Χο. τίς ὅδε, τίς πόθεν ὁ κέλαδος
ἀνά μ' ἐκάλεσεν Εὐίου;
580Δι. ἰὼ ἰώ, πάλιν αὐδῶ,
ὁ Σεμέλας, ὁ Διὸς παῖς.
Χο. ἰὼ ἰώ, δέσποτα δέσποτα,
μόλε νυν ἁμέτερον ἐς
θίασον, ὦ Βρόμιε Βρόμιε.
585Δι. ‹σεῖε› πέδον χθονός, Ἔννοσι πότνια.
Χο. ἆ ἆ,
τάχα τὰ Πενθέως μέλαθρα διατι-
νάξεται πεσήμασιν.
ὁ Διόνυσος ἀνὰ μέλαθρα·
590σέβετέ νιν. ‑ σέβομεν ὤ.
‑ εἴδετε λάϊνα κίοσιν ἔμβολα
τάδε διάδρομα; Βρόμιος ‹ὅδ'› ἀλα-
λάζεται στέγας ἔσω.
Δι. ἅπτε κεραύνιον αἴθοπα λαμπάδα,
595σύμφλεγε σύμφλεγε δώματα Πενθέος.
Χο. ἆ ἆ,
πῦρ οὐ λεύσσεις, οὐδ' αὐγάζηι
‹τόνδε› Σεμέλας ἱερὸν ἀμφὶ τάφον
ἅν ποτε κεραυνοβόλος ἔλιπε φλόγα
Δῖος βροντά;
600δίκετε πεδόσε δίκετε τρομερὰ
σώματα, μαινάδες·
ὁ γὰρ ἄναξ ἄνω κάτω τιθεὶς ἔπεισι
μέλαθρα τάδε Διὸς γόνος.
Δι. βάρβαροι γυναῖκες, οὕτως ἐκπεπληγμέναι φόβωι
605πρὸς πέδωι πεπτώκατ'; ἤισθεσθ', ὡς ἔοικε, Βακχίου
διατινάξαντος δῶμα Πενθέως· ἀλλ' ἐξανίστατε†
σῶμα καὶ θαρσεῖτε σαρκὸς ἐξαμείψασαι τρόμον.
Χο. ὦ φάος μέγιστον ἡμῖν εὐίου βακχεύματος,
ὡς ἐσεῖδον ἀσμένη σε, μονάδ' ἔχουσ' ἐρημίαν.
610Δι. εἰς ἀθυμίαν ἀφίκεσθ', ἡνίκ' εἰσεπεμπόμην,
Πενθέως ὡς ἐς σκοτεινὰς ὁρκανὰς πεσούμενος;
Χο. πῶς γὰρ οὔ; τίς μοι φύλαξ ἦν, εἰ σὺ συμφορᾶς τύχοις;
ἀλλὰ πῶς ἠλευθερώθης, ἀνδρὸς ἀνοσίου τυχών;
Δι. αὐτὸς ἐξέσωσ' ἐμαυτὸν ῥαιδίως ἄνευ πόνου.
615Χο. οὐδέ σου συνῆψε χεῖρας δεσμίοισιν ἐν βρόχοις;
Δι. ταῦτα καὶ καθύβρισ' αὐτόν, ὅτι με δεσμεύειν δοκῶν
οὔτ' ἔθιγεν οὔθ' ἥψαθ' ἡμῶν, ἐλπίσιν δ' ἐβόσκετο.
πρὸς φάτναις δὲ ταῦρον εὑρών, οὗ καθεῖρξ' ἡμᾶς ἄγων,
τῶιδε περὶ βρόχους ἔβαλλε γόνασι καὶ χηλαῖς ποδῶν,
620θυμὸν ἐκπνέων, ἱδρῶτα σώματος στάζων ἄπο,
χείλεσιν διδοὺς ὀδόντας· πλησίον δ' ἐγὼ παρὼν
ἥσυχος θάσσων ἔλευσσον. ἐν δὲ τῶιδε τῶι χρόνωι
ἀνετίναξ' ἐλθὼν ὁ Βάκχος δῶμα καὶ μητρὸς τάφωι
πῦρ ἀνῆψ'· ὁ δ' ὡς ἐσεῖδε, δώματ' αἴθεσθαι δοκῶν,
625ἦισσ' ἐκεῖσε κἆιτ' ἐκεῖσε, δμωσὶν Ἀχελῶιον φέρειν
ἐννέπων, ἅπας δ' ἐν ἔργωι δοῦλος ἦν, μάτην πονῶν.
διαμεθεὶς δὲ τόνδε μόχθον, ὡς ἐμοῦ πεφευγότος
ἵεται ξίφος κελαινὸν ἁρπάσας δόμων ἔσω.
κἆιθ' ὁ Βρόμιος, ὡς ἔμοιγε φαίνεται, δόξαν λέγω,
630φάσμ' ἐποίησεν κατ' αὐλήν· ὁ δ' ἐπὶ τοῦθ' ὡρμημένος
ἦισσε κἀκέντει φαεννὸν ‹αἰθέρ'›, ὡς σφάζων ἐμέ.
πρὸς δὲ τοῖσδ' αὐτῶι τάδ' ἄλλα Βάκχιος λυμαίνεται·
δώματ' ἔρρηξεν χαμᾶζε, συντεθράνωται δ' ἅπαν
πικροτάτους ἰδόντι δεσμοὺς τοὺς ἐμούς· κόπου δ' ὕπο
635διαμεθεὶς ξίφος παρεῖται· πρὸς θεὸν γὰρ ὢν ἀνὴρ
ἐς μάχην ἐλθεῖν ἐτόλμησ'. ἥσυχος δ' ἐκβὰς ἐγὼ
δωμάτων ἥκω πρὸς ὑμᾶς, Πενθέως οὐ φροντίσας.
ὡς δέ μοι δοκεῖ (ψοφεῖ γοῦν ἀρβύλη δόμων ἔσω)
ἐς προνώπι' αὐτίχ' ἥξει. τί ποτ' ἄρ' ἐκ τούτων ἐρεῖ;
640ῥαιδίως γὰρ αὐτὸν οἴσω, κἂν πνέων ἔλθηι μέγα·
πρὸς σοφοῦ γὰρ ἀνδρὸς ἀσκεῖν σώφρον' εὐοργησίαν.
Πε. πέπονθα δεινά· διαπέφευγέ μ' ὁ ξένος,
ὃς ἄρτι δεσμοῖς ἦν κατηναγκασμένος.
ἔα ἔα·
645ὅδ' ἐστὶν ἁνήρ· τί τάδε; πῶς προνώπιος
φαίνηι πρὸς οἴκοις τοῖς ἐμοῖς, ἔξω βεβώς;
Δι. στῆσον πόδ', ὀργῆι δ' ὑπόθες ἥσυχον πόδα.
Πε. πόθεν σὺ δεσμὰ διαφυγὼν ἔξω περᾶις;
Δι. οὐκ εἶπον, ἢ οὐκ ἤκουσας, ὅτι λύσει μέ τις;
650Πε. τίς; τοὺς λόγους γὰρ ἐσφέρεις καινοὺς ἀεί.
Δι. ὃς τὴν πολύβοτρυν ἄμπελον φύει βροτοῖς.
‹Πε. ›
Δι. ὠνείδισας δὴ τοῦτο Διονύσωι καλόν.
Πε. κλήιειν κελεύω πάντα πύργον ἐν κύκλωι.
Δι. τί δ'; οὐχ ὑπερβαίνουσι καὶ τείχη θεοί;
655Πε. σοφὸς σοφὸς σύ, πλὴν ἃ δεῖ σ' εἶναι σοφόν.
Δι. ἃ δεῖ μάλιστα, ταῦτ' ἔγωγ' ἔφυν σοφός.
κείνου δ' ἀκούσας πρῶτα τοὺς λόγους μάθε,
ὃς ἐξ ὄρους πάρεστιν ἀγγελῶν τί σοι.
ἡμεῖς δέ σοι μενοῦμεν, οὐ φευξούμεθα.
660ΑΓΓΕΛΟΣ
Πενθεῦ κρατύνων τῆσδε Θηβαίας χθονός,
ἥκω Κιθαιρῶν' ἐκλιπών, ἵν' οὔποτε
λευκῆς χιόνος ἀνεῖσαν εὐαγεῖς βολαί.
Πε. ἥκεις δὲ ποίαν προστιθεὶς σπουδὴν λόγου;
Αγ. βάκχας ποτνιάδας εἰσιδών, αἳ τῆσδε γῆς
665οἴστροισι λευκὸν κῶλον ἐξηκόντισαν,
ἥκω φράσαι σοι καὶ πόλει χρήιζων, ἄναξ,
ὡς δεινὰ δρῶσι θαυμάτων τε κρείσσονα.
θέλω δ' ἀκοῦσαι πότερά σοι παρρησίαι
φράσω τὰ κεῖθεν ἢ λόγον στειλώμεθα·
670τὸ γὰρ τάχος σου τῶν φρενῶν δέδοικ', ἄναξ,
καὶ τοὐξύθυμον καὶ τὸ βασιλικὸν λίαν.
Πε. λέγ', ὡς ἀθῶιος ἐξ ἐμοῦ πάντως ἔσηι·
[τοῖς γὰρ δικαίοις οὐχὶ θυμοῦσθαι χρεών.]
ὅσωι δ' ἂν εἴπηις δεινότερα βακχῶν πέρι,
675τοσῶιδε μᾶλλον τὸν ὑποθέντα τὰς τέχνας
γυναιξὶ τόνδε τῆι δίκηι προσθήσομεν.
Αγ. ἀγελαῖα μὲν βοσκήματ' ἄρτι πρὸς λέπας
μόσχων ὑπεξήκριζον, ἡνίχ' ἥλιος
ἀκτῖνας ἐξίησι θερμαίνων χθόνα.
680ὁρῶ δὲ θιάσους τρεῖς γυναικείων χορῶν,
ὧν ἦρχ' ἑνὸς μὲν Αὐτονόη, τοῦ δευτέρου
μήτηρ Ἀγαυὴ σή, τρίτου δ' Ἰνὼ χοροῦ.
ηὗδον δὲ πᾶσαι σώμασιν παρειμέναι,
αἱ μὲν πρὸς ἐλάτης νῶτ' ἐρείσασαι φόβην,
685αἱ δ' ἐν δρυὸς φύλλοισι πρὸς πέδωι κάρα
εἰκῆι βαλοῦσαι σωφρόνως, οὐχ ὡς σὺ φὴις
ὠινωμένας κρατῆρι καὶ λωτοῦ ψόφωι
θηρᾶν καθ' ὕλην Κύπριν ἠρημωμένας.
ἡ σὴ δὲ μήτηρ ὠλόλυξεν ἐν μέσαις
690σταθεῖσα βάκχαις ἐξ ὕπνου κινεῖν δέμας,
μυκήμαθ' ὡς ἤκουσε κεροφόρων βοῶν.
αἱ δ' ἀποβαλοῦσαι θαλερὸν ὀμμάτων ὕπνον
ἀνῆιξαν ὀρθαί, θαῦμ' ἰδεῖν εὐκοσμίας,
νέαι παλαιαὶ παρθένοι τ' ἔτ' ἄζυγες.
695καὶ πρῶτα μὲν καθεῖσαν εἰς ὤμους κόμας
νεβρίδας τ' ἀνεστείλανθ' ὅσαισιν ἁμμάτων
σύνδεσμ' ἐλέλυτο, καὶ καταστίκτους δορὰς
ὄφεσι κατεζώσαντο λιχμῶσιν γένυν.
αἱ δ' ἀγκάλαισι δορκάδ' ἢ σκύμνους λύκων
700ἀγρίους ἔχουσαι λευκὸν ἐδίδοσαν γάλα,
ὅσαις νεοτόκοις μαστὸς ἦν σπαργῶν ἔτι
βρέφη λιπούσαις· ἐπὶ δ' ἔθεντο κισσίνους
στεφάνους δρυός τε μίλακός τ' ἀνθεσφόρου.
θύρσον δέ τις λαβοῦσ' ἔπαισεν ἐς πέτραν,
705ὅθεν δροσώδης ὕδατος ἐκπηδᾶι νοτίς·
ἄλλη δὲ νάρθηκ' ἐς πέδον καθῆκε γῆς
καὶ τῆιδε κρήνην ἐξανῆκ' οἴνου θεός·
ὅσαις δὲ λευκοῦ πώματος πόθος παρῆν,
ἄκροισι δακτύλοισι διαμῶσαι χθόνα
710γάλακτος ἑσμοὺς εἶχον· ἐκ δὲ κισσίνων
θύρσων γλυκεῖαι μέλιτος ἔσταζον ῥοαί.
ὥστ', εἰ παρῆσθα, τὸν θεὸν τὸν νῦν ψέγεις
εὐχαῖσιν ἂν μετῆλθες εἰσιδὼν τάδε.
ξυνήλθομεν δὲ βουκόλοι καὶ ποιμένες
715κοινῶν λόγων δώσοντες ἀλλήλοις ἔριν
[ὡς δεινὰ δρῶσι θαυμάτων τ' ἐπάξια].
καί τις πλάνης κατ' ἄστυ καὶ τρίβων λόγων
ἔλεξεν εἰς ἅπαντας· Ὦ σεμνὰς πλάκας
ναίοντες ὀρέων, θέλετε θηρασώμεθα
720Πενθέως Ἀγαυὴν μητέρ' ἐκ βακχευμάτων
χάριν τ' ἄνακτι θώμεθ'; εὖ δ' ἡμῖν λέγειν
ἔδοξε, θάμνων δ' ἐλλοχίζομεν φόβαις
κρύψαντες αὑτούς. αἱ δὲ τὴν τεταγμένην
ὥραν ἐκίνουν θύρσον ἐς βακχεύματα,
725Ἴακχον ἀθρόωι στόματι τὸν Διὸς γόνον
Βρόμιον καλοῦσαι· πᾶν δὲ συνεβάκχευ' ὄρος
καὶ θῆρες, οὐδὲν δ' ἦν ἀκίνητον δρόμωι.
κυρεῖ δ' Ἀγαυὴ πλησίον θρώισκουσ' ἐμοῦ,
κἀγὼ 'ξεπήδησ' ὡς συναρπάσαι θέλων,
730λόχμην κενώσας ἔνθ' ἐκρύπτομεν δέμας.
ἡ δ' ἀνεβόησεν· Ὦ δρομάδες ἐμαὶ κύνες,
θηρώμεθ' ἀνδρῶν τῶνδ' ὕπ'· ἀλλ' ἕπεσθέ μοι,
ἕπεσθε θύρσοις διὰ χερῶν ὡπλισμέναι.
ἡμεῖς μὲν οὖν φεύγοντες ἐξηλύξαμεν
735βακχῶν σπαραγμόν, αἱ δὲ νεμομέναις χλόην
μόσχοις ἐπῆλθον χειρὸς ἀσιδήρου μέτα.
καὶ τὴν μὲν ἂν προσεῖδες εὔθηλον πόριν
μυκωμένην ἕλκουσαν ἐν χεροῖν δίχα,
ἄλλαι δὲ δαμάλας διεφόρουν σπαράγμασιν.
740εἶδες δ' ἂν ἢ πλεύρ' ἢ δίχηλον ἔμβασιν
ῥιπτόμεν' ἄνω τε καὶ κάτω· κρεμαστὰ δὲ
ἔσταζ' ὑπ' ἐλάταις ἀναπεφυρμέν' αἵματι.
ταῦροι δ' ὑβρισταὶ κἀς κέρας θυμούμενοι
τὸ πρόσθεν ἐσφάλλοντο πρὸς γαῖαν δέμας,
745μυριάσι χειρῶν ἀγόμενοι νεανίδων·
θᾶσσον δὲ διεφοροῦντο σαρκὸς ἐνδυτὰ
ἢ σὲ ξυνάψαι βλέφαρα βασιλείοις κόραις.
χωροῦσι δ' ὥστ' ὄρνιθες ἀρθεῖσαι δρόμωι
πεδίων ὑποτάσεις αἳ παρ' Ἀσωποῦ ῥοαῖς
750εὔκαρπον ἐκβάλλουσι Θηβαίοις στάχυν,
Ὑσιάς τ' Ἐρυθράς θ', αἳ Κιθαιρῶνος λέπας
νέρθεν κατωικήκασιν, ὥστε πολέμιοι
ἐπεσπεσοῦσαι πάντ' ἄνω τε καὶ κάτω
διέφερον· ἥρπαζον μὲν ἐκ δόμων τέκνα,
755ὁπόσα δ' ἐπ' ὤμοις ἔθεσαν οὐ δεσμῶν ὕπο
προσείχετ' οὐδ' ἔπιπτεν [εἰς μέλαν πέδον,
οὐ χαλκός, οὐ σίδηρος], ἐπὶ δὲ βοστρύχοις
πῦρ ἔφερον, οὐδ' ἔκαιεν. οἱ δ' ὀργῆς ὕπο
ἐς ὅπλ' ἐχώρουν φερόμενοι βακχῶν ὕπο.
760οὗπερ τὸ δεινὸν ἦν θέαμ' ἰδεῖν, ἄναξ·
τοῖς μὲν γὰρ οὐχ ἥιμασσε λογχωτὸν βέλος,
οὐ χαλκός, οὐ σίδηρος ‹ˉˉ˘ˉ›,
κεῖναι δὲ θύρσους ἐξανιεῖσαι χερῶν
ἐτραυμάτιζον κἀπενώτιζον φυγῆι
γυναῖκες ἄνδρας οὐκ ἄνευ θεῶν τινος.
765πάλιν δ' ἐχώρουν ὅθεν ἐκίνησαν πόδα
κρήνας ἐπ' αὐτὰς ἃς ἀνῆκ' αὐταῖς θεός,
νίψαντο δ' αἷμα, σταγόνα δ' ἐκ παρηίδων
γλώσσηι δράκοντες ἐξεφαίδρυνον χροός.
τὸν δαίμον' οὖν τόνδ', ὅστις ἔστ', ὦ δέσποτα,
770δέχου πόλει τῆιδ'· ὡς τά τ' ἄλλ' ἐστὶν μέγας
κἀκεῖνό φασιν αὐτόν, ὡς ἐγὼ κλύω,
τὴν παυσίλυπον ἄμπελον δοῦναι βροτοῖς.
οἴνου δὲ μηκέτ' ὄντος οὐκ ἔστιν Κύπρις
οὐδ' ἄλλο τερπνὸν οὐδὲν ἀνθρώποις ἔτι.
775Χο. ταρβῶ μὲν εἰπεῖν τοὺς λόγους ἐλευθέρους
πρὸς τὸν τύραννον, ἀλλ' ὅμως εἰρήσεται·
Διόνυσος ἥσσων οὐδενὸς θεῶν ἔφυ.
Πε. ἤδη τόδ' ἐγγὺς ὥστε πῦρ ὑφάπτεται
ὕβρισμα βακχῶν, ψόγος ἐς Ἕλληνας μέγας.
780ἀλλ' οὐκ ὀκνεῖν δεῖ· στεῖχ' ἐπ' Ἠλέκτρας ἰὼν
πύλας· κέλευε πάντας ἀσπιδηφόρους
ἵππων τ' ἀπαντᾶν ταχυπόδων ἐπεμβάτας
πέλτας θ' ὅσοι πάλλουσι καὶ τόξων χερὶ
ψάλλουσι νευράς, ὡς ἐπιστρατεύσομεν
785βάκχαισιν· οὐ γὰρ ἀλλ' ὑπερβάλλει τάδε,
εἰ πρὸς γυναικῶν πεισόμεσθ' ἃ πάσχομεν.
Δι. πείθηι μὲν οὐδέν, τῶν ἐμῶν λόγων κλύων,
Πενθεῦ· κακῶς δὲ πρὸς σέθεν πάσχων ὅμως
οὔ φημι χρῆναί σ' ὅπλ' ἐπαίρεσθαι θεῶι,
790ἀλλ' ἡσυχάζειν· Βρόμιος οὐκ ἀνέξεται
κινοῦντα βάκχας ‹σ'› εὐίων ὀρῶν ἄπο.
Πε. οὐ μὴ φρενώσεις μ', ἀλλὰ δέσμιος φυγὼν
σώσηι τόδ'; ἤ σοι πάλιν ἀναστρέψω δίκην.
Δι. θύοιμ' ἂν αὐτῶι μᾶλλον ἢ θυμούμενος
795πρὸς κέντρα λακτίζοιμι θνητὸς ὢν θεῶι.
Πε. θύσω, φόνον γε θῆλυν, ὥσπερ ἄξιαι,
πολὺν ταράξας ἐν Κιθαιρῶνος πτυχαῖς.
Δι. φεύξεσθε πάντες· καὶ τόδ' αἰσχρόν, ἀσπίδας
θύρσοισι βάκχας ἐκτρέπειν χαλκηλάτους.
800Πε. ἀπόρωι γε τῶιδε συμπεπλέγμεθα ξένωι,
ὃς οὔτε πάσχων οὔτε δρῶν σιγήσεται.
Δι. ὦ τᾶν, ἔτ' ἔστιν εὖ καταστῆσαι τάδε.
Πε. τί δρῶντα; δουλεύοντα δουλείαις ἐμαῖς;
Δι. ἐγὼ γυναῖκας δεῦρ' ὅπλων ἄξω δίχα.
805Πε. οἴμοι· τόδ' ἤδη δόλιον ἐς ἐμὲ μηχανᾶι.
Δι. ποῖόν τι, σῶσαί σ' εἰ θέλω τέχναις ἐμαῖς;
Πε. ξυνέθεσθε κοινῆι τάδ', ἵνα βακχεύητ' ἀεί.
Δι. καὶ μὴν ξυνεθέμην τοῦτό γ', ἴσθι, τῶι θεῶι.
Πε. ἐκφέρετέ μοι δεῦρ' ὅπλα, σὺ δὲ παῦσαι λέγων.
810Δι. ἆ·
βούληι σφ' ἐν ὄρεσι συγκαθημένας ἰδεῖν;
Πε. μάλιστα, μυρίον γε δοὺς χρυσοῦ σταθμόν.
Δι. τί δ' εἰς ἔρωτα τοῦδε πέπτωκας μέγαν;
Πε. λυπρῶς νιν εἰσίδοιμ' ἂν ἐξωινωμένας.
815Δι. ὅμως δ' ἴδοις ἂν ἡδέως ἅ σοι πικρά;
Πε. σάφ' ἴσθι, σιγῆι γ' ὑπ' ἐλάταις καθήμενος.
Δι. ἀλλ' ἐξιχνεύσουσίν σε, κἂν ἔλθηις λάθραι.
Πε. ἀλλ' ἐμφανῶς· καλῶς γὰρ ἐξεῖπας τάδε.
Δι. ἄγωμεν οὖν σε κἀπιχειρήσεις ὁδῶι;
820Πε. ἄγ' ὡς τάχιστα· τοῦ χρόνου δέ σοι φθονῶ.
Δι. στεῖλαί νυν ἀμφὶ χρωτὶ βυσσίνους πέπλους.
Πε. τί δὴ τόδ'; ἐς γυναῖκας ἐξ ἀνδρὸς τελῶ;
Δι. μή σε κτάνωσιν, ἢν ἀνὴρ ὀφθῆις ἐκεῖ.
Πε. εὖ γ' εἶπας αὖ τόδ'· ὥς τις εἶ πάλαι σοφός.
825Δι. Διόνυσος ἡμᾶς ἐξεμούσωσεν τάδε.
Πε. πῶς οὖν γένοιτ' ἂν ἃ σύ με νουθετεῖς καλῶς;
Δι. ἐγὼ στελῶ σε δωμάτων ἔσω μολών.
Πε. τίνα στολήν; ἦ θῆλυν; ἀλλ' αἰδώς μ' ἔχει.
Δι. οὐκέτι θεατὴς μαινάδων πρόθυμος εἶ;
830Πε. στολὴν δὲ τίνα φὴις ἀμφὶ χρῶτ' ἐμὸν βαλεῖν;
Δι. κόμην μὲν ἐπὶ σῶι κρατὶ ταναὸν ἐκτενῶ.
Πε. τὸ δεύτερον δὲ σχῆμα τοῦ κόσμου τί μοι;
Δι. πέπλοι ποδήρεις· ἐπὶ κάραι δ' ἔσται μίτρα.
Πε. ἦ καί τι πρὸς τοῖσδ' ἄλλο προσθήσεις ἐμοί;
835Δι. θύρσον γε χειρὶ καὶ νεβροῦ στικτὸν δέρος.
Πε. οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολήν.
Δι. ἀλλ' αἷμα θήσεις συμβαλὼν βάκχαις μάχην.
Πε. ὀρθῶς· μολεῖν χρὴ πρῶτον ἐς κατασκοπήν.
Δι. σοφώτερον γοῦν ἢ κακοῖς θηρᾶν κακά.
840Πε. καὶ πῶς δι' ἄστεως εἶμι Καδμείους λαθών;
Δι. ὁδοὺς ἐρήμους ἴμεν· ἐγὼ δ' ἡγήσομαι.
Πε. πᾶν κρεῖσσον ὥστε μὴ 'γγελᾶν βάκχας ἐμοί.
Δι. ἐλθόντ' ἐς οἴκους ‹ˉ˘ˉ ˉ˘ˉ.
Πε. ˉ˘ˉ › ἃν δοκῆι βουλεύσομαι.
Δι. ἔξεστι· πάντηι τό γ' ἐμὸν εὐτρεπὲς πάρα.
845Πε. στείχοιμ' ἄν· ἢ γὰρ ὅπλ' ἔχων πορεύσομαι
ἢ τοῖσι σοῖσι πείσομαι βουλεύμασιν.
Δι. γυναῖκες, ἁνὴρ ἐς βόλον καθίσταται,
ἥξει δὲ βάκχας, οὗ θανὼν δώσει δίκην.
Διόνυσε, νῦν σὸν ἔργον· οὐ γὰρ εἶ πρόσω·
850τεισώμεθ' αὐτόν. πρῶτα δ' ἔκστησον φρενῶν,
ἐνεὶς ἐλαφρὰν λύσσαν· ὡς φρονῶν μὲν εὖ
οὐ μὴ θελήσηι θῆλυν ἐνδῦναι στολήν,
ἔξω δ' ἐλαύνων τοῦ φρονεῖν ἐνδύσεται.
χρήιζω δέ νιν γέλωτα Θηβαίοις ὀφλεῖν
855γυναικόμορφον ἀγόμενον δι' ἄστεως
ἐκ τῶν ἀπειλῶν τῶν πρὶν αἷσι δεινὸς ἦν.
ἀλλ' εἶμι κόσμον ὅνπερ εἰς Ἅιδου λαβὼν
ἄπεισι μητρὸς ἐκ χεροῖν κατασφαγεὶς
Πενθεῖ προσάψων· γνώσεται δὲ τὸν Διὸς
860Διόνυσον, ὡς πέφυκεν ἐν μέρει θεὸς
δεινότατος, ἀνθρώποισι δ' ἠπιώτατος.
Χο. ἆρ' ἐν παννυχίοις χοροῖς
θήσω ποτὲ λευκὸν
πόδ' ἀναβακχεύουσα, δέραν
865αἰθέρ' ἐς δροσερὸν ῥίπτουσ',
ὡς νεβρὸς χλοεραῖς ἐμπαί-
ζουσα λείμακος ἡδοναῖς,
ἁνίκ' ἂν φοβερὰν φύγηι
θήραν ἔξω φυλακᾶς
870εὐπλέκτων ὑπὲρ ἀρκύων,
θωύσσων δὲ κυναγέτας
συντείνηι δράμημα κυνῶν,
μόχθοις δ' ὠκυδρόμοις ἀελ-
λὰς θρώισκηι πεδίον
παραποτάμιον, ἡδομένα
875βροτῶν ἐρημίαις σκιαρο-
κόμοιό τ' ἔρνεσιν ὕλας;
τί τὸ σοφόν, ἢ τί τὸ κάλλιον†
παρὰ θεῶν γέρας ἐν βροτοῖς
ἢ χεῖρ' ὑπὲρ κορυφᾶς
880τῶν ἐχθρῶν κρείσσω κατέχειν;
ὅτι καλὸν φίλον αἰεί.
ὁρμᾶται μόλις, ἀλλ' ὅμως
πιστόν ‹τι› τὸ θεῖον
σθένος· ἀπευθύνει δὲ βροτῶν
885τούς τ' ἀγνωμοσύναν τιμῶν-
τας καὶ μὴ τὰ θεῶν αὔξον-
τας σὺν μαινομέναι δόξαι.
κρυπτεύουσι δὲ ποικίλως
δαρὸν χρόνου πόδα καὶ
890θηρῶσιν τὸν ἄσεπτον· οὐ
γὰρ κρεῖσσόν ποτε τῶν νόμων
γιγνώσκειν χρὴ καὶ μελετᾶν.
κούφα γὰρ δαπάνα νομί-
ζειν ἰσχὺν τόδ' ἔχειν,
ὅτι ποτ' ἄρα τὸ δαιμόνιον,
895τό τ' ἐν χρόνωι μακρῶι νόμιμον
ἀεὶ φύσει τε πεφυκός.
τί τὸ σοφόν, ἢ τί τὸ κάλλιον†
παρὰ θεῶν γέρας ἐν βροτοῖς
ἢ χεῖρ' ὑπὲρ κορυφᾶς
900τῶν ἐχθρῶν κρείσσω κατέχειν;
ὅτι καλὸν φίλον αἰεί.
εὐδαίμων μὲν ὃς ἐκ θαλάσσας
ἔφυγε χεῖμα, λιμένα δ' ἔκιχεν·
εὐδαίμων δ' ὃς ὕπερθε μόχθων
905ἐγένεθ'· ἕτερα δ' ἕτερος ἕτερον
ὄλβωι καὶ δυνάμει παρῆλθεν.
μυρίαι δ' ἔτι μυρίοις
εἰσὶν ἐλπίδες· αἱ μὲν
τελευτῶσιν ἐν ὄλβωι
βροτοῖς, αἱ δ' ἀπέβασαν·
910bτὸ δὲ κατ' ἦμαρ ὅτωι βίοτος
εὐδαίμων, μακαρίζω.
Δι. σὲ τὸν πρόθυμον ὄνθ' ἃ μὴ χρεὼν ὁρᾶν
σπεύδοντά τ' ἀσπούδαστα, Πενθέα λέγω,
ἔξιθι πάροιθε δωμάτων, ὄφθητί μοι,
915σκευὴν γυναικὸς μαινάδος βάκχης ἔχων,
μητρός τε τῆς σῆς καὶ λόχου κατάσκοπος·
πρέπεις δὲ Κάδμου θυγατέρων μορφὴν μιᾶι.
Πε. καὶ μὴν ὁρᾶν μοι δύο μὲν ἡλίους δοκῶ,
δισσὰς δὲ Θήβας καὶ πόλισμ' ἑπτάστομον·
920καὶ ταῦρος ἡμῖν πρόσθεν ἡγεῖσθαι δοκεῖς
καὶ σῶι κέρατα κρατὶ προσπεφυκέναι.
ἀλλ' ἦ ποτ' ἦσθα θήρ; τεταύρωσαι γὰρ οὖν.
Δι. ὁ θεὸς ὁμαρτεῖ, πρόσθεν ὢν οὐκ εὐμενής,
ἔνσπονδος ἡμῖν· νῦν δ' ὁρᾶις ἃ χρή σ' ὁρᾶν.
925Πε. τί φαίνομαι δῆτ'; οὐχὶ τὴν Ἰνοῦς στάσιν
ἢ τὴν Ἀγαυῆς ἑστάναι, μητρός γ' ἐμῆς;
Δι. αὐτὰς ἐκείνας εἰσορᾶν δοκῶ σ' ὁρῶν.
ἀλλ' ἐξ ἕδρας σοι πλόκαμος ἐξέστηχ' ὅδε,
οὐχ ὡς ἐγώ νιν ὑπὸ μίτραι καθήρμοσα.
930Πε. ἔνδον προσείων αὐτὸν ἀνασείων τ' ἐγὼ
καὶ βακχιάζων ἐξ ἕδρας μεθώρμισα.
Δι. ἀλλ' αὐτὸν ἡμεῖς, οἷς σε θεραπεύειν μέλει,
πάλιν καταστελοῦμεν· ἀλλ' ὄρθου κάρα.
Πε. ἰδού, σὺ κόσμει· σοὶ γὰρ ἀνακείμεσθα δή.
935Δι. ζῶναί τέ σοι χαλῶσι κοὐχ ἑξῆς πέπλων
στολίδες ὑπὸ σφυροῖσι τείνουσιν σέθεν.
Πε. κἀμοὶ δοκοῦσι παρά γε δεξιὸν πόδα·
τἀνθένδε δ' ὀρθῶς παρὰ τένοντ' ἔχει πέπλος.
Δι. ἦ πού με τῶν σῶν πρῶτον ἡγήσηι φίλων,
940ὅταν παρὰ λόγον σώφρονας βάκχας ἴδηις.
Πε. πότερα δὲ θύρσον δεξιᾶι λαβὼν χερὶ
ἢ τῆιδε βάκχηι μᾶλλον εἰκασθήσομαι;
Δι. ἐν δεξιᾶι χρὴ χἄμα δεξιῶι ποδὶ
αἴρειν νιν· αἰνῶ δ' ὅτι μεθέστηκας φρενῶν.
945Πε. ἆρ' ἂν δυναίμην τὰς Κιθαιρῶνος πτυχὰς
αὐταῖσι βάκχαις τοῖς ἐμοῖς ὤμοις φέρειν;
Δι. δύναι' ἄν, εἰ βούλοιο· τὰς δὲ πρὶν φρένας
οὐκ εἶχες ὑγιεῖς, νῦν δ' ἔχεις οἵας σε δεῖ.
Πε. μοχλοὺς φέρωμεν ἢ χεροῖν ἀνασπάσω
950κορυφαῖς ὑποβαλὼν ὦμον ἢ βραχίονα;
Δι. μὴ σύ γε τὰ Νυμφῶν διολέσηις ἱδρύματα
καὶ Πανὸς ἕδρας ἔνθ' ἔχει συρίγματα.
Πε. καλῶς ἔλεξας· οὐ σθένει νικητέον
γυναῖκας· ‹ὑπ'› ἐλάταις δ' ἐμὸν κρύψω δέμας.
955Δι. κρύψηι σὺ κρύψιν ἥν σε κρυφθῆναι χρεών,
ἐλθόντα δόλιον μαινάδων κατάσκοπον.
Πε. καὶ μὴν δοκῶ σφας ἐν λόχμαις ὄρνιθας ὣς
λέκτρων ἔχεσθαι φιλτάτοις ἐν ἕρκεσιν.
Δι. οὔκουν ἐπ' αὐτὸ τοῦτ' ἀποστέλληι φύλαξ;
960λήψηι δ' ἴσως σφας, ἢν σὺ μὴ ληφθῆις πάρος.
Πε. κόμιζε διὰ μέσης με Θηβαίας χθονός·
μόνος γὰρ αὐτῶν εἰμ' ἀνὴρ τολμῶν τόδε.
Δι. μόνος σὺ πόλεως τῆσδ' ὑπερκάμνεις, μόνος·
τοιγάρ σ' ἀγῶνες ἀναμένουσιν οὓς ἐχρῆν.
965ἕπου δέ· πομπὸς εἶμ' ἐγὼ σωτήριος,
κεῖθεν δ' ἀπάξει σ' ἄλλος ... Πε. ἡ τεκοῦσά γε.
Δι. ἐπίσημον ὄντα πᾶσιν. Πε. ἐπὶ τόδ' ἔρχομαι.
Δι. φερόμενος ἥξεις ... Πε. ἁβρότητ' ἐμὴν λέγεις.
Δι. ἐν χερσὶ μητρός. Πε. καὶ τρυφᾶν μ' ἀναγκάσεις.
970Δι. τρυφάς γε τοιάσδ'. Πε. ἀξίων μὲν ἅπτομαι.
Δι. δεινὸς σὺ δεινὸς κἀπὶ δείν' ἔρχηι πάθη,
ὥστ' οὐρανῶι στηρίζον εὑρήσεις κλέος.
ἔκτειν', Ἀγαυή, χεῖρας αἵ θ' ὁμόσποροι
Κάδμου θυγατέρες· τὸν νεανίαν ἄγω
975τόνδ' εἰς ἀγῶνα μέγαν, ὁ νικήσων δ' ἐγὼ
καὶ Βρόμιος ἔσται. τἄλλα δ' αὐτὸ σημανεῖ.
Χο. ἴτε θοαὶ Λύσσας κύνες, ἴτ' εἰς ὄρος,
θίασον ἔνθ' ἔχουσι Κάδμου κόραι·
ἀνοιστρήσατέ νιν
980ἐπὶ τὸν ἐν γυναικομίμωι στολᾶι
λυσσώδη κατάσκοπον μαινάδων.
μάτηρ πρῶτά νιν λευρᾶς ἀπὸ πέτρας
ἢ σκόλοπος†ὄψεται
δοκεύοντα, μαινάσιν δ' ἀπύσει·
985Τίς ὅδ' ὀρειδρόμων μαστὴρ Καδμειᾶν
ἐς ὄρος ἐς ὄρος ἔμολ' ἔμολεν, ὦ βάκχαι;
τίς ἄρα νιν ἔτεκεν;
οὐ γὰρ ἐξ αἵματος
990γυναικῶν ἔφυ, λεαίνας δέ τινος
ὅδ' ἢ Γοργόνων Λιβυσσᾶν γένος.
ἴτω δίκα φανερός, ἴτω
ξιφηφόρος φονεύου-
σα λαιμῶν διαμπὰξ
995τὸν ἄθεον ἄνομον ἄδικον Ἐχίονος
γόνον γηγενῆ·
ὃς ἀδίκωι γνώμαι παρανόμωι τ' ὀργᾶι
περὶ βάκχι' ὄργια ματρός τε σᾶς†
μανείσαι πραπίδι
1000παρακόπωι τε λήματι στέλλεται,
τἀνίκατον ὡς κρατήσων βίαι.
γνώμαν σώφρονα θάνατος ἀπροφάσιστος
εἰς τὰ θεῶν ἔφυ
βροτείω τ' ἔχειν ἄλυπος βίος.
1005τὸ σοφὸν οὐ φθόνω χαίρω θηρεύου-
σα τὰ δ' ἕτερα μεγάλα φανερὰ τῶν ἀεὶ
ἐπὶ τὰ καλὰ βίον,†
ἦμαρ ἐς νύκτα τ' εὐ-
αγοῦντ' εὐσεβεῖν, τὰ δ' ἔξω νόμιμα
1010δίκας ἐκβαλόντα τιμᾶν θεούς.
ἴτω δίκα φανερός, ἴτω
ξιφηφόρος φονεύου-
σα λαιμῶν διαμπὰξ
1015τὸν ἄθεον ἄνομον ἄδικον Ἐχίονος
γόνον γηγενῆ.
φάνηθι ταῦρος ἢ πολύκρανος ἰδεῖν
δράκων ἢ πυριφλέγων
ὁρᾶσθαι λέων.
1020ἴθ', ὦ Βάκχε, θὴρ ἀγρευτᾶι βακχᾶν
προσώπωι γελῶντι περίβαλε βρόχον
θανάσιμον ὑπ' ἀγέλαν πεσόν-
τι τὰν μαινάδων.
ΑΓΓΕΛΟΣ ‹Β›
ὦ δῶμ' ὃ πρίν ποτ' ηὐτύχεις ἀν' Ἑλλάδα
1025[Σιδωνίου γέροντος, ὃς τὸ γηγενὲς
δράκοντος ἔσπειρ' ὄφιος ἐν γαίαι θέρος],
ὥς σε στενάζω, δοῦλος ὢν μὲν ἀλλ' ὅμως
[χρηστοῖσι δούλοις συμφορὰ τὰ δεσποτῶν].
Χο. τί δ' ἔστιν; ἐκ βακχῶν τι μηνύεις νέον;
1030Αγ. Πενθεὺς ὄλωλε, παῖς Ἐχίονος πατρός.
Χο. ὦναξ Βρόμιε, θεὸς φαίνηι μέγας.†
Αγ. πῶς φήις; τί τοῦτ' ἔλεξας; ἦ 'πὶ τοῖς ἐμοῖς
χαίρεις κακῶς πράσσουσι δεσπόταις, γύναι;
Χο. εὐάζω ξένα μέλεσι βαρβάροις·
1035οὐκέτι γὰρ δεσμῶν ὑπὸ φόβωι πτήσσω.
Αγ. Θήβας δ' ἀνάνδρους ὧδ' ἄγεις ‹ˉ˘ˉ
ˉ˘ˉ ˉ˘ˉ ˉ˘ˉ›;
Χο. ὁ Διόνυσος ὁ Διόνυσος οὐ Θῆβαι
κράτος ἔχουσ' ἐμόν.
Αγ. συγγνωστὰ μέν σοι, πλὴν ἐπ' ἐξειργασμένοις
1040κακοῖσι χαίρειν, ὦ γυναῖκες, οὐ καλόν.
Χο. ἔνεπέ μοι, φράσον· τίνι μόρωι θνήισκει
ἄδικος ἄδικά τ' ἐκπορίζων ἀνήρ;
Αγ. ἐπεὶ θεράπνας τῆσδε Θηβαίας χθονὸς
λιπόντες ἐξέβημεν Ἀσωποῦ ῥοάς,
1045λέπας Κιθαιρώνειον εἰσεβάλλομεν
Πενθεύς τε κἀγώ (δεσπότηι γὰρ εἱπόμην)
ξένος θ' ὃς ἡμῖν πομπὸς ἦν θεωρίας.
πρῶτον μὲν οὖν ποιηρὸν ἵζομεν νάπος,
τά τ' ἐκ ποδῶν σιγηλὰ καὶ γλώσσης ἄπο
1050σώιζοντες, ὡς ὁρῶιμεν οὐχ ὁρώμενοι.
ἦν δ' ἄγκος ἀμφίκρημνον, ὕδασι διάβροχον,
πεύκαισι συσκιάζον, ἔνθα μαινάδες
καθῆντ' ἔχουσαι χεῖρας ἐν τερπνοῖς πόνοις.
αἱ μὲν γὰρ αὐτῶν θύρσον ἐκλελοιπότα
1055κισσῶι κομήτην αὖθις ἐξανέστεφον,
αἱ δ' ἐκλιποῦσαι ποικίλ' ὡς πῶλοι ζυγὰ
βακχεῖον ἀντέκλαζον ἀλλήλαις μέλος.
Πενθεὺς δ' ὁ τλήμων θῆλυν οὐχ ὁρῶν ὄχλον
ἔλεξε τοιάδ'· Ὦ ξέν', οὗ μὲν ἕσταμεν
1060οὐκ ἐξικνοῦμαι μανιάδων ὄσσοις νόσων·
ὄχθων δ' ἔπ' ἀμβὰς ἐς ἐλάτην ὑψαύχενα
ἴδοιμ' ἂν ὀρθῶς μαινάδων αἰσχρουργίαν.
τοὐντεῦθεν ἤδη τοῦ ξένου θαυμάσθ' ὁρῶ·
λαβὼν γὰρ ἐλάτης οὐράνιον ἄκρον κλάδον
1065κατῆγεν ἦγεν ἦγεν ἐς μέλαν πέδον·
κυκλοῦτο δ' ὥστε τόξον ἢ κυρτὸς τροχὸς
τόρνωι γραφόμενος περιφορὰν ἑλικοδρόμον·
ὣς κλῶν' ὄρειον ὁ ξένος χεροῖν ἄγων
ἔκαμπτεν ἐς γῆν, ἔργματ' οὐχὶ θνητὰ δρῶν.
1070Πενθέα δ' ἱδρύσας ἐλατίνων ὄζων ἔπι
ὀρθὸν μεθίει διὰ χερῶν βλάστημ' ἄνω
ἀτρέμα, φυλάσσων μὴ ἀναχαιτίσειέ νιν,
ὀρθὴ δ' ἐς ὀρθὸν αἰθέρ' ἐστηρίζετο
ἔχουσα νώτοις δεσπότην ἐφήμενον.
1075ὤφθη δὲ μᾶλλον ἢ κατεῖδε μαινάδας·
ὅσον γὰρ οὔπω δῆλος ἦν θάσσων ἄνω,
καὶ τὸν ξένον μὲν οὐκέτ' εἰσορᾶν παρῆν,
ἐκ δ' αἰθέρος φωνή τις, ὡς μὲν εἰκάσαι
Διόνυσος, ἀνεβόησεν· Ὦ νεάνιδες,
1080ἄγω τὸν ὑμᾶς κἀμὲ τἀμά τ' ὄργια
γέλων τιθέμενον· ἀλλὰ τιμωρεῖσθέ νιν.
καὶ ταῦθ' ἅμ' ἠγόρευε καὶ πρὸς οὐρανὸν
καὶ γαῖαν ἐστήριζε φῶς σεμνοῦ πυρός.
σίγησε δ' αἰθήρ, σῖγα δ' ὕλιμος νάπη
1085φύλλ' εἶχε, θηρῶν δ' οὐκ ἂν ἤκουσας βοήν.
αἱ δ' ὠσὶν ἠχὴν οὐ σαφῶς δεδεγμέναι
ἔστησαν ὀρθαὶ καὶ διήνεγκαν κόρας.
ὁ δ' αὖθις ἐπεκέλευσεν· ὡς δ' ἐγνώρισαν
σαφῆ κελευσμὸν Βακχίου Κάδμου κόραι
1090ἦιξαν πελείας ὠκύτητ' οὐχ ἥσσονες
[ποδῶν ἔχουσαι συντόνοις δρομήμασι
μήτηρ Ἀγαυὴ σύγγονοί θ' ὁμόσποροι]
πᾶσαί τε βάκχαι, διὰ δὲ χειμάρρου νάπης
ἀγμῶν τ' ἐπήδων θεοῦ πνοαῖσιν ἐμμανεῖς.
1095ὡς δ' εἶδον ἐλάτηι δεσπότην ἐφήμενον,
πρῶτον μὲν αὐτοῦ χερμάδας κραταιβόλους
ἔρριπτον, ἀντίπυργον ἐπιβᾶσαι πέτραν,
ὄζοισί τ' ἐλατίνοισιν ἠκοντίζετο,
ἄλλαι δὲ θύρσους ἵεσαν δι' αἰθέρος
1100Πενθέως, στόχον δύστηνον, ἀλλ' οὐκ ἤνυτον.
κρεῖσσον γὰρ ὕψος τῆς προθυμίας ἔχων
καθῆσθ' ὁ τλήμων, ἀπορίαι λελημμένος.
τέλος δὲ δρυΐνοις συντριαινοῦσαι κλάδοις
ῥίζας ἀνεσπάρασσον ἀσιδήροις μοχλοῖς.
1105ἐπεὶ δὲ μόχθων τέρματ' οὐκ ἐξήνυτον,
ἔλεξ' Ἀγαυή· Φέρε, περιστᾶσαι κύκλωι
πτόρθου λάβεσθε, μαινάδες, τὸν ἀμβάτην
θῆρ' ὡς ἕλωμεν μηδ' ἀπαγγείληι θεοῦ
χοροὺς κρυφαίους. αἱ δὲ μυρίαν χέρα
1110προσέθεσαν ἐλάτηι κἀξανέσπασαν χθονός.
ὑψοῦ δὲ θάσσων ὑψόθεν χαμαιριφὴς
πίπτει πρὸς οὖδας μυρίοις οἰμώγμασιν
Πενθεύς· κακοῦ γὰρ ἐγγὺς ὢν ἐμάνθανεν.
πρώτη δὲ μήτηρ ἦρξεν ἱερέα φόνου
1115καὶ προσπίτνει νιν· ὁ δὲ μίτραν κόμης ἄπο
ἔρριψεν, ὥς νιν γνωρίσασα μὴ κτάνοι
τλήμων Ἀγαυή, καὶ λέγει παρήιδος
ψαύων· Ἐγώ τοι, μῆτερ, εἰμί, παῖς σέθεν
Πενθεύς, ὃν ἔτεκες ἐν δόμοις Ἐχίονος·
1120οἴκτιρε δ' ὦ μῆτέρ με μηδὲ ταῖς ἐμαῖς
ἁμαρτίαισι παῖδα σὸν κατακτάνηις.
ἡ δ' ἀφρὸν ἐξιεῖσα καὶ διαστρόφους
κόρας ἑλίσσουσ', οὐ φρονοῦσ' ἃ χρὴ φρονεῖν,
ἐκ Βακχίου κατείχετ', οὐδ' ἔπειθέ νιν.
1125λαβοῦσα δ' ὠλέναισ' ἀριστερὰν χέρα,
πλευροῖσιν ἀντιβᾶσα τοῦ δυσδαίμονος
ἀπεσπάραξεν ὦμον, οὐχ ὑπὸ σθένους
ἀλλ' ὁ θεὸς εὐμάρειαν ἐπεδίδου χεροῖν.
Ἰνὼ δὲ τἀπὶ θάτερ' ἐξηργάζετο
1130ῥηγνῦσα σάρκας, Αὐτονόη τ' ὄχλος τε πᾶς
ἐπεῖχε βακχῶν· ἦν δὲ πᾶσ' ὁμοῦ βοή,
ὁ μὲν στενάζων ὅσον ἐτύγχαν' ἐμπνέων,
αἱ δ' ὠλόλυζον. ἔφερε δ' ἡ μὲν ὠλένην,
ἡ δ' ἴχνος αὐταῖς ἀρβύλαις, γυμνοῦντο δὲ
1135πλευραὶ σπαραγμοῖς, πᾶσα δ' ἡιματωμένη
χεῖρας διεσφαίριζε σάρκα Πενθέως.
κεῖται δὲ χωρὶς σῶμα, τὸ μὲν ὑπὸ στύφλοις
πέτραις, τὸ δ' ὕλης ἐν βαθυξύλωι φόβηι,
οὐ ῥάιδιον ζήτημα· κρᾶτα δ' ἄθλιον,
1140ὅπερ λαβοῦσα τυγχάνει μήτηρ χεροῖν,
πήξασ' ἐπ' ἄκρον θύρσον ὡς ὀρεστέρου
φέρει λέοντος διὰ Κιθαιρῶνος μέσου,
λιποῦσ' ἀδελφὰς ἐν χοροῖσι μαινάδων.
χωρεῖ δὲ θήραι δυσπότμωι γαυρουμένη
1145τειχέων ἔσω τῶνδ', ἀνακαλοῦσα Βάκχιον
τὸν ξυγκύναγον, τὸν ξυνεργάτην ἄγρας,
τὸν καλλίνικον, ὧι δάκρυα νικηφορεῖ.
ἐγὼ μὲν οὖν ‹τῆιδ'› ἐκποδὼν τῆι ξυμφορᾶι
ἄπειμ', Ἀγαυὴν πρὶν μολεῖν πρὸς δώματα.
1150τὸ σωφρονεῖν δὲ καὶ σέβειν τὰ τῶν θεῶν
κάλλιστον· οἶμαι δ' αὐτὸ καὶ σοφώτατον
θνητοῖσιν εἶναι κτῆμα τοῖσι χρωμένοις.
Χο. ἀναχορεύσωμεν Βάκχιον,
ἀναβοάσωμεν ξυμφορὰν
1155τὰν τοῦ δράκοντος Πενθέος ἐκγενέτα,
ὃς τὰν θηλυγενῆ στολὰν
νάρθηκά τε πιστὸν Ἅιδα†
ἔλαβεν εὔθυρσον,
ταῦρον προηγητῆρα συμφορᾶς ἔχων.
1160βάκχαι Καδμεῖαι,
τὸν καλλίνικον κλεινὸν ἐξεπράξατε
ἐς γόον, ἐς δάκρυα.
καλὸς ἀγὼν ἐν αἵματι στάζουσαν
χέρα περιβαλεῖν τέκνου.
1165ἀλλ' εἰσορῶ γὰρ ἐς δόμους ὁρμωμένην
Πενθέως Ἀγαυὴν μητέρ' ἐν διαστρόφοις
ὄσσοις, δέχεσθ' ἐς κῶμον εὐίου θεοῦ.
ΑΓΑΥΗ
Ἀσιάδες βάκχαι ... Χο. τί με θροεῖς, ‹γύναι›;
Αγ. φέρομεν ἐξ ὀρέων
1170ἕλικα νεότομον ἐπὶ μέλαθρα,
μακαρίαν θήραν.
Χο. ὁρῶ καί σε δέξομαι σύγκωμον.
Αγ. ἔμαρψα τόνδ' ἄνευ βρόχων
‹ˉ˘ˉ˘˘ˉ› νέον ἶνιν,
1175ὡς ὁρᾶν πάρα.
Χο. πόθεν ἐρημίας;
Αγ. Κιθαιρών ... Χο. Κιθαιρών;
Αγ. κατεφόνευσέ νιν.
Χο. τίς ἁ βαλοῦσα; Αγ. πρῶτον ἐμὸν τὸ γέρας·
1180μάκαιρ' Ἀγαυὴ κληιζόμεθ' ἐν θιάσοις.
Χο. τίς ἄλλα; Αγ. τὰ Κάδμου ...
Χο. τί Κάδμου; Αγ. γένεθλα
μετ' ἐμὲ μετ' ἐμὲ τοῦδ' ἔθιγε θηρός· εὐ-
τυχής γ' ἅδ' ἄγρα.
μέτεχέ νυν θοίνας. Χο. τί μετέχω, τλᾶμον;
1185Αγ. νέος ὁ μόσχος ἄρ-
τι γένυν ὑπὸ κόρυθ' ἁπαλότριχα
κατάκομον θάλλει.
Χο. πρέπει γ' ὥστε θὴρ ἄγραυλος φόβαι.
Αγ. ὁ Βάκχιος κυναγέτας
1190σοφὸς σοφῶς ἀνέπηλ' ἐπὶ θῆρα
τόνδε μαινάδας.
Χο. ὁ γὰρ ἄναξ ἀγρεύς.
Αγ. ἐπαινεῖς; Χο. ἐπαινῶ.
Αγ. τάχα δὲ Καδμεῖοι ...
1195Χο. καὶ παῖς γε Πενθεύς ... Αγ. ματέρ' ἐπαινέσεται,
λαβοῦσαν ἄγραν τάνδε λεοντοφυᾶ.
Χο. περισσάν. Αγ. περισσῶς.
Χο. ἀγάλληι; Αγ. γέγηθα,
μεγάλα μεγάλα καὶ φανερὰ τᾶιδ' ἄγραι
κατειργασμένα.
1200Χο. δεῖξόν νυν, ὦ τάλαινα, σὴν νικηφόρον
ἀστοῖσιν ἄγραν ἣν φέρουσ' ἐλήλυθας.
Αγ. ὦ καλλίπυργον ἄστυ Θηβαίας χθονὸς
ναίοντες, ἔλθεθ' ὡς ἴδητε τήνδ' ἄγραν
Κάδμου θυγατέρες θηρὸς ἣν ἠγρεύσαμεν,
1205οὐκ ἀγκυλωτοῖς Θεσσαλῶν στοχάσμασιν,
οὐ δικτύοισιν, ἀλλὰ λευκοπήχεσιν
χειρῶν ἀκμαῖσι. κἆιτ' ἀκοντίζειν χρεὼν
καὶ λογχοποιῶν ὄργανα κτᾶσθαι μάτην;
ἡμεῖς δέ γ' αὐτῆι χειρὶ τόνδε θ' εἵλομεν
1210χωρίς τε θηρὸς ἄρθρα διεφορήσαμεν.
ποῦ μοι πατὴρ ὁ πρέσβυς; ἐλθέτω πέλας.
Πενθεύς τ' ἐμὸς παῖς ποῦ 'στιν; αἰρέσθω λαβὼν
πηκτῶν πρὸς οἴκους κλιμάκων προσαμβάσεις,
ὡς πασσαλεύσηι κρᾶτα τριγλύφοις τόδε
1215λέοντος ὃν πάρειμι θηράσασ' ἐγώ.
Κα. ἕπεσθέ μοι φέροντες ἄθλιον βάρος
Πενθέως, ἕπεσθε, πρόσπολοι, δόμων πάρος,
οὗ σῶμα μοχθῶν μυρίοις ζητήμασιν
φέρω τόδ', εὑρὼν ἐν Κιθαιρῶνος πτυχαῖς
1220διασπαρακτὸν κοὐδὲν ἐν ταὐτῶι πέδου
[λαβών, ἐν ὕληι κείμενον δυσευρέτωι].
ἤκουσα γάρ του θυγατέρων τολμήματα,
ἤδη κατ' ἄστυ τειχέων ἔσω βεβὼς
σὺν τῶι γέροντι Τειρεσίαι βακχῶν πάρα·
1225πάλιν δὲ κάμψας εἰς ὄρος κομίζομαι
τὸν κατθανόντα παῖδα μαινάδων ὕπο.
καὶ τὴν μὲν Ἀκταίων' Ἀρισταίωι ποτὲ
τεκοῦσαν εἶδον Αὐτονόην Ἰνώ θ' ἅμα
ἔτ' ἀμφὶ δρυμοὺς οἰστροπλῆγας ἀθλίας,
1230τὴν δ' εἶπέ τίς μοι δεῦρο βακχείωι ποδὶ
στείχειν Ἀγαυήν, οὐδ' ἄκραντ' ἠκούσαμεν·
λεύσσω γὰρ αὐτήν, ὄψιν οὐκ εὐδαίμονα.
Αγ. πάτερ, μέγιστον κομπάσαι πάρεστί σοι,
πάντων ἀρίστας θυγατέρας σπεῖραι μακρῶι
1235θνητῶν· ἁπάσας εἶπον, ἐξόχως δ' ἐμέ,
ἣ τὰς παρ' ἱστοῖς ἐκλιποῦσα κερκίδας
ἐς μείζον' ἥκω, θῆρας ἀγρεύειν χεροῖν.
φέρω δ' ἐν ὠλέναισιν, ὡς ὁρᾶις, τάδε
λαβοῦσα τἀριστεῖα, σοῖσι πρὸς δόμοις
1240ὡς ἀγκρεμασθῆι· σὺ δέ, πάτερ, δέξαι χεροῖν,
γαυρούμενος δὲ τοῖς ἐμοῖς ἀγρεύμασιν
κάλει φίλους ἐς δαῖτα· μακάριος γὰρ εἶ,
μακάριος, ἡμῶν τοιάδ' ἐξειργασμένων.
Κα. [ὦ πένθος οὐ μετρητὸν οὐδ' οἷόν τ' ἰδεῖν,
1245φόνον ταλαίναις χερσὶν ἐξειργασμένων.]
καλὸν τὸ θῦμα καταβαλοῦσα δαίμοσιν
ἐπὶ δαῖτα Θήβας τάσδε κἀμὲ παρακαλεῖς.
οἴμοι κακῶν μὲν πρῶτα σῶν, ἔπειτ' ἐμῶν·
ὡς ὁ θεὸς ἡμᾶς ἐνδίκως μὲν ἀλλ' ἄγαν
1250Βρόμιος ἄναξ ἀπώλεσ' οἰκεῖος γεγώς.
Αγ. ὡς δύσκολον τὸ γῆρας ἀνθρώποις ἔφυ
ἔν τ' ὄμμασι σκυθρωπόν. εἴθε παῖς ἐμὸς
εὔθηρος εἴη, μητρὸς εἰκασθεὶς τρόποις,
ὅτ' ἐν†νεανίαισι Θηβαίοις ἅμα
1255θηρῶν ὀριγνῶιτ'· ἀλλὰ θεομαχεῖν μόνον
οἷός τ' ἐκεῖνος. νουθετητέος, πάτερ,
σοὐστίν. τίς αὐτὸν δεῦρ' ἂν ὄψιν εἰς ἐμὴν
καλέσειεν, ὡς ἴδηι με τὴν εὐδαίμονα;
Κα. φεῦ φεῦ· φρονήσασαι μὲν οἷ' ἐδράσατε
1260ἀλγήσετ' ἄλγος δεινόν· εἰ δὲ διὰ τέλους
ἐν τῶιδ' ἀεὶ μενεῖτ' ἐν ὧι καθέστατε,
οὐκ εὐτυχοῦσαι δόξετ' οὐχὶ δυστυχεῖν.
Αγ. τί δ' οὐ καλῶς τῶνδ' ἢ τί λυπηρῶς ἔχει;
Κα. πρῶτον μὲν ἐς τόνδ' αἰθέρ' ὄμμα σὸν μέθες.
1265Αγ. ἰδού· τί μοι τόνδ' ἐξυπεῖπας εἰσορᾶν;
Κα. ἔθ' αὑτὸς ἤ σοι μεταβολὰς ἔχειν δοκεῖ;
Αγ. λαμπρότερος ἢ πρὶν καὶ διειπετέστερος.
Κα. τὸ δὲ πτοηθὲν τόδ' ἔτι σῆι ψυχῆι πάρα;
Αγ. οὐκ οἶδα τοὔπος τοῦτο· γίγνομαι δέ πως
1270ἔννους, μετασταθεῖσα τῶν πάρος φρενῶν.
Κα. κλύοις ἂν οὖν τι κἀποκρίναι' ἂν σαφῶς;
Αγ. ὡς ἐκλέλησμαί γ' ἃ πάρος εἴπομεν, πάτερ.
Κα. ἐς ποῖον ἦλθες οἶκον ὑμεναίων μέτα;
Αγ. Σπαρτῶι μ' ἔδωκας, ὡς λέγουσ', Ἐχίονι.
1275Κα. τίς οὖν ἐν οἴκοις παῖς ἐγένετο σῶι πόσει;
Αγ. Πενθεύς, ἐμῆι τε καὶ πατρὸς κοινωνίαι.
Κα. τίνος πρόσωπον δῆτ' ἐν ἀγκάλαις ἔχεις;
Αγ. λέγοντος, ὥ γ' ἔφασκον αἱ θηρώμεναι.
Κα. σκέψαι νυν ὀρθῶς· βραχὺς ὁ μόχθος εἰσιδεῖν.
1280Αγ. ἔα, τί λεύσσω; τί φέρομαι τόδ' ἐν χεροῖν;
Κα. ἄθρησον αὐτὸ καὶ σαφέστερον μάθε.
Αγ. ὁρῶ μέγιστον ἄλγος ἡ τάλαιν' ἐγώ.
Κα. μῶν σοι λέοντι φαίνεται προσεικέναι;
Αγ. οὔκ, ἀλλὰ Πενθέως ἡ τάλαιν' ἔχω κάρα.
1285Κα. ὠιμωγμένον γε πρόσθεν ἢ σὲ γνωρίσαι.
Αγ. τίς ἔκτανέν νιν; πῶς ἐμὰς ἦλθ' ἐς χέρας;
Κα. δύστην' ἀλήθει', ὡς ἐν οὐ καιρῶι πάρει.
Αγ. λέγ', ὡς τὸ μέλλον καρδία πήδημ' ἔχει.
Κα. σύ νιν κατέκτας καὶ κασίγνηται σέθεν.
1290Αγ. ποῦ δ' ὤλετ'; ἦ κατ' οἶκον, ἢ ποίοις τόποις;
Κα. οὗπερ πρὶν Ἀκταίωνα διέλαχον κύνες.
Αγ. τί δ' ἐς Κιθαιρῶν' ἦλθε δυσδαίμων ὅδε;
Κα. ἐκερτόμει θεὸν σάς τε βακχείας μολών.
Αγ. ἡμεῖς δ' ἐκεῖσε τίνι τρόπωι κατήραμεν;
1295Κα. ἐμάνητε, πᾶσά τ' ἐξεβακχεύθη πόλις.
Αγ. Διόνυσος ἡμᾶς ὤλεσ', ἄρτι μανθάνω.
Κα. ὕβριν ‹γ'› ὑβρισθείς· θεὸν γὰρ οὐχ ἡγεῖσθέ νιν.
Αγ. τὸ φίλτατον δὲ σῶμα ποῦ παιδός, πάτερ;
Κα. ἐγὼ μόλις νιν ἐξερευνήσας φέρω.
1300Αγ. ἦ πᾶν ἐν ἄρθροις συγκεκληιμένον καλῶς;
‹ ›
‹ ›
Αγ. Πενθεῖ δὲ τί μέρος ἀφροσύνης προσῆκ' ἐμῆς;
Κα. ὑμῖν ἐγένεθ' ὅμοιος, οὐ σέβων θεόν.
τοιγὰρ συνῆψε πάντας ἐς μίαν βλάβην,
ὑμᾶς τε τόνδε θ', ὥστε διολέσαι δόμους
1305κἄμ', ὅστις ἄτεκνος ἀρσένων παίδων γεγὼς
τῆς σῆς τόδ' ἔρνος, ὦ τάλαινα, νηδύος
αἴσχιστα καὶ κάκιστα κατθανόνθ' ὁρῶ·
ὧι δῶμ' ἀνέβλεφ', ὃς συνεῖχες, ὦ τέκνον,
τοὐμὸν μέλαθρον, παιδὸς ἐξ ἐμῆς γεγώς,
1310πόλει τε τάρβος ἦσθα· τὸν γέροντα δὲ
οὐδεὶς ὑβρίζειν ἤθελ' εἰσορῶν τὸ σὸν
κάρα· δίκην γὰρ ἀξίαν ἐλάμβανες.
νῦν δ' ἐκ δόμων ἄτιμος ἐκβεβλήσομαι
ὁ Κάδμος ὁ μέγας, ὃς τὸ Θηβαίων γένος
1315ἔσπειρα κἀξήμησα κάλλιστον θέρος.
ὦ φίλτατ' ἀνδρῶν (καὶ γὰρ οὐκέτ' ὢν ὅμως
τῶν φιλτάτων ἔμοιγ' ἀριθμήσηι, τέκνον),
οὐκέτι γενείου τοῦδε θιγγάνων χερὶ
τὸν μητρὸς αὐδῶν πατέρα προσπτύξηι, τέκνον,
1320λέγων· Τίς ἀδικεῖ, τίς σ' ἀτιμάζει, γέρον;
τίς σὴν ταράσσει καρδίαν λυπηρὸς ὤν;
λέγ', ὡς κολάζω τὸν ἀδικοῦντά σ', ὦ πάτερ.
νῦν δ' ἄθλιος μέν εἰμ' ἐγώ, τλήμων δὲ σύ,
οἰκτρὰ δὲ μήτηρ, τλήμονες δὲ σύγγονοι.
1325εἰ δ' ἔστιν ὅστις δαιμόνων ὑπερφρονεῖ,
ἐς τοῦδ' ἀθρήσας θάνατον ἡγείσθω θεούς.
Χο. τὸ μὲν σὸν ἀλγῶ, Κάδμε· σὸς δ' ἔχει δίκην
παῖς παιδὸς ἀξίαν μέν, ἀλγεινὴν δὲ σοί.
Αγ. ὦ πάτερ, ὁρᾶις γὰρ τἄμ' ὅσωι μετεστράφη
‹ ›
‹ ›
‹Δι.›
‹ ›
1330δράκων γενήσηι μεταβαλών, δάμαρ τε σὴ
ἐκθηριωθεῖσ' ὄφεος ἀλλάξει τύπον,
ἣν Ἄρεος ἔσχες Ἁρμονίαν θνητὸς γεγώς.
ὄχον δὲ μόσχων, χρησμὸς ὡς λέγει Διός,
ἐλᾶις μετ' ἀλόχου βαρβάρων ἡγούμενος,
1335πολλὰς δὲ πέρσεις ἀναρίθμωι στρατεύματι
πόλεις· ὅταν δὲ Λοξίου χρηστήριον
διαρπάσωσι, νόστον ἄθλιον πάλιν
σχήσουσι· σὲ δ' Ἄρης Ἁρμονίαν τε ῥύσεται
μακάρων τ' ἐς αἶαν σὸν καθιδρύσει βίον.
1340ταῦτ' οὐχὶ θνητοῦ πατρὸς ἐκγεγὼς λέγω
Διόνυσος ἀλλὰ Ζηνός· εἰ δὲ σωφρονεῖν
ἔγνωθ', ὅτ' οὐκ ἠθέλετε, τὸν Διὸς γόνον
ηὐδαιμονεῖτ' ἂν σύμμαχον κεκτημένοι.
Κα. Διόνυσε, λισσόμεσθά σ', ἠδικήκαμεν.
1345Δι. ὄψ' ἐμάθεθ' ἡμᾶς, ὅτε δ' ἐχρῆν οὐκ ἤιδετε.
Κα. ἐγνώκαμεν ταῦτ'· ἀλλ' ἐπεξέρχηι λίαν.
Δι. καὶ γὰρ πρὸς ὑμῶν θεὸς γεγὼς ὑβριζόμην.
Κα. ὀργὰς πρέπει θεοὺς οὐχ ὁμοιοῦσθαι βροτοῖς.
Δι. πάλαι τάδε Ζεὺς οὑμὸς ἐπένευσεν πατήρ.
1350Αγ. αἰαῖ, δέδοκται, πρέσβυ, τλήμονες φυγαί.
Δι. τί δῆτα μέλλεθ' ἅπερ ἀναγκαίως ἔχει;
Κα. ὦ τέκνον, ὡς ἐς δεινὸν ἤλθομεν κακὸν
‹πάντες›, σύ θ' ἡ τάλαινα σύγγονοί τε σαὶ
ἐγώ θ' ὁ τλήμων· βαρβάρους ἀφίξομαι
1355γέρων μέτοικος, ἔτι δέ μοὐστὶ θέσφατον
ἐς Ἑλλάδ' ἀγαγεῖν μιγάδα βαρβάρων στρατόν.
καὶ τὴν Ἄρεως παῖδ' Ἁρμονίαν, δάμαρτ' ἐμήν,
δράκων δρακαίνης ‹σχῆμ'› ἔχουσαν ἀγρίας
ἄξω 'πὶ βωμοὺς καὶ τάφους Ἑλληνικούς,
1360ἡγούμενος λόγχαισιν· οὐδὲ παύσομαι
κακῶν ὁ τλήμων οὐδὲ τὸν καταιβάτην
Ἀχέροντα πλεύσας ἥσυχος γενήσομαι.
Αγ. ὦ πάτερ, ἐγὼ δὲ σοῦ στερεῖσα φεύξομαι.
Κα. τί μ' ἀμφιβάλλεις χερσίν, ὦ τάλαινα παῖ,
1365ὄρνις ὅπως κηφῆνα πολιόχρων κύκνος;
Αγ. ποῖ γὰρ τράπωμαι πατρίδος ἐκβεβλημένη;
Κα. οὐκ οἶδα, τέκνον· σμικρὸς ἐπίκουρος πατήρ.
Αγ. χαῖρ', ὦ μέλαθρον, χαῖρ', ὦ πατρία
πόλις· ἐκλείπω σ' ἐπὶ δυστυχίαι
1370φυγὰς ἐκ θαλάμων.
Κα. στεῖχέ νυν, ὦ παῖ, τὸν Ἀρισταίου
‹ ›.
Αγ. στένομαί σε, πάτερ. Κα. κἀγώ, τέκνον,
καὶ σὰς ἐδάκρυσα κασιγνήτας.†
Αγ. δεινῶς γὰρ τάνδ' αἰκίαν
1375Διόνυσος ἄναξ
τοὺς σοὺς εἰς οἴκους ἔφερε.†
Κα. καὶ γὰρ ἔπασχεν δεινὰ πρὸς ἡμῶν,
ἀγέραστον ἔχων ὄνομ' ἐν Θήβαις.
Αγ. χαῖρε πάτερ μοι. Κα. χαῖρ', ὦ μελέα
1380θύγατερ· χαλεπῶς ‹δ'› ἐς τόδ' ἂν ἥκοις.
Αγ. ἄγετ' ὦ πομποί με κασιγνήτας
ἵνα συμφυγάδας ληψόμεθ' οἰκτράς.
ἔλθοιμι δ' ὅπου
μήτε Κιθαιρὼν ‹˘˘ˉ› μιαρὸς
1385μήτε Κιθαιρῶν' ὄσσοισιν ἐγώ,
μηδ' ὅθι θύρσου μνῆμ' ἀνάκειται·
βάκχαις δ' ἄλλαισι μέλοιεν.
[Χο. πολλαὶ μορφαὶ τῶν δαιμονίων,
πολλὰ δ' ἀέλπτως κραίνουσι θεοί·
1390καὶ τὰ δοκηθέντ' οὐκ ἐτελέσθη,
τῶν δ' ἀδοκήτων πόρον ηὗρε θεός.
τοιόνδ' ἀπέβη τόδε πρᾶγμα.]