7687 733 3 3 18 253 424 a. C. ? Tragedia Euripides Hecuba Diggle, J., Oxford, Clarendon Press, 1984. 170

EURIPIDES - Hecuba - ΕΚΑΒΗ

ΠΟΛΥΔΩΡΟΥ ΕΙΔΩΛΟΝ

Ἥκω νεκρῶν κευθμῶνα καὶ σκότου πύλας

λιπών, ἵν' Ἅιδης χωρὶς ὤικισται θεῶν,

Πολύδωρος, Ἑκάβης παῖς γεγὼς τῆς Κισσέως

Πριάμου τε πατρός, ὅς μ', ἐπεὶ Φρυγῶν πόλιν

   5κίνδυνος ἔσχε δορὶ πεσεῖν Ἑλληνικῶι,

δείσας ὑπεξέπεμψε Τρωϊκῆς χθονὸς

Πολυμήστορος πρὸς δῶμα Θρηικίου ξένου,

ὃς τήνδ' ἀρίστην Χερσονησίαν πλάκα

σπείρει, φίλιππον λαὸν εὐθύνων δορί.

  10πολὺν δὲ σὺν ἐμοὶ χρυσὸν ἐκπέμπει λάθραι

πατήρ, ἵν', εἴ ποτ' Ἰλίου τείχη πέσοι,

τοῖς ζῶσιν εἴη παισὶ μὴ σπάνις βίου.

νεώτατος δ' ἦ Πριαμιδῶν, ὃ καί με γῆς

ὑπεξέπεμψεν· οὔτε γὰρ φέρειν ὅπλα

  15οὔτ' ἔγχος οἷός τ' ἦ νέωι βραχίονι.

ἕως μὲν οὖν γῆς ὄρθ' ἔκειθ' ὁρίσματα

πύργοι τ' ἄθραυστοι Τρωϊκῆς ἦσαν χθονὸς

Ἕκτωρ τ' ἀδελφὸς οὑμὸς εὐτύχει δορί,

καλῶς παρ' ἀνδρὶ Θρηικὶ πατρώιωι ξένωι

  20τροφαῖσιν ὥς τις πτόρθος ηὐξόμην τάλας·

ἐπεὶ δὲ Τροία θ' Ἕκτορός τ' ἀπόλλυται

ψυχὴ πατρώια θ' ἑστία κατεσκάφη

αὐτός τε βωμῶι πρὸς θεοδμήτωι πίτνει

σφαγεὶς Ἀχιλλέως παιδὸς ἐκ μιαιφόνου,

  25κτείνει με χρυσοῦ τὸν ταλαίπωρον χάριν

ξένος πατρῶιος καὶ κτανὼν ἐς οἶδμ' ἁλὸς

μεθῆχ', ἵν' αὐτὸς χρυσὸν ἐν δόμοις ἔχηι.

κεῖμαι δ' ἐπ' ἀκταῖς, ἄλλοτ' ἐν πόντου σάλωι,

πολλοῖς διαύλοις κυμάτων φορούμενος,

  30ἄκλαυτος ἄταφος· νῦν δ' ὑπὲρ μητρὸς φίλης

Ἑκάβης ἀίσσω, σῶμ' ἐρημώσας ἐμόν,

τριταῖον ἤδη φέγγος αἰωρούμενος,

ὅσονπερ ἐν γῆι τῆιδε Χερσονησίαι

μήτηρ ἐμὴ δύστηνος ἐκ Τροίας πάρα.

  35πάντες δ' Ἀχαιοὶ ναῦς ἔχοντες ἥσυχοι

θάσσουσ' ἐπ' ἀκταῖς τῆσδε Θρηικίας χθονός.

ὁ Πηλέως γὰρ παῖς ὑπὲρ τύμβου φανεὶς

κατέσχ' Ἀχιλλεὺς πᾶν στράτευμ' Ἑλληνικόν,

πρὸς οἶκον εὐθύνοντας ἐναλίαν πλάτην·

  40αἰτεῖ δ' ἀδελφὴν τὴν ἐμὴν Πολυξένην

τύμβωι φίλον πρόσφαγμα καὶ γέρας λαβεῖν.

καὶ τεύξεται τοῦδ' οὐδ' ἀδώρητος φίλων

ἔσται πρὸς ἀνδρῶν· ἡ πεπρωμένη δ' ἄγει

θανεῖν ἀδελφὴν τῶιδ' ἐμὴν ἐν ἤματι.

  45δυοῖν δὲ παίδοιν δύο νεκρὼ κατόψεται

μήτηρ, ἐμοῦ τε τῆς τε δυστήνου κόρης.

φανήσομαι γάρ, ὡς τάφου τλήμων τύχω,

δούλης ποδῶν πάροιθεν ἐν κλυδωνίωι.

τοὺς γὰρ κάτω σθένοντας ἐξηιτησάμην

  50τύμβου κυρῆσαι κἀς χέρας μητρὸς πεσεῖν.

τοὐμὸν μὲν οὖν ὅσονπερ ἤθελον τυχεῖν

ἔσται· γεραιᾶι δ' ἐκποδὼν χωρήσομαι

Ἑκάβηι· περᾶι γὰρ ἥδ' ὑπὸ σκηνῆς πόδα

Ἀγαμέμνονος, φάντασμα δειμαίνουσ' ἐμόν.

  55φεῦ·

ὦ μῆτερ, ἥτις ἐκ τυραννικῶν δόμων

δούλειον ἦμαρ εἶδες, ὡς πράσσεις κακῶς

ὅσονπερ εὖ ποτ'· ἀντισηκώσας δέ σε

φθείρει θεῶν τις τῆς πάροιθ' εὐπραξίας.

ΕΚΑΒΗ

ἄγετ', ὦ παῖδες, τὴν γραῦν πρὸ δόμων,

  60ἄγετ' ὀρθοῦσαι τὴν ὁμόδουλον,

Τρωιάδες, ὑμῖν, πρόσθε δ' ἄνασσαν,

[λάβετε φέρετε πέμπετ' ἀείρετέ μου]

γεραιᾶς χειρὸς προσλαζύμεναι·

  65κἀγὼ σκολιῶι σκίπωνι χερὸς

διερειδομένη σπεύσω βραδύπουν

ἤλυσιν ἄρθρων προτιθεῖσα.

ὦ στεροπὰ Διός, ὦ σκοτία νύξ,

τί ποτ' αἴρομαι ἔννυχος οὕτω

  70δείμασι φάσμασιν; ὦ πότνια Χθών,

μελανοπτερύγων μᾶτερ ὀνείρων,

ἀποπέμπομαι ἔννυχον ὄψιν

[ἣν περὶ παιδὸς ἐμοῦ τοῦ σωιζομένου κατὰ Θρήικην

  75ἀμφὶ Πολυξείνης τε φίλης θυγατρὸς δι' ὀνείρων

εἶδον γὰρ φοβερὰν ὄψιν ἔμαθον ἐδάην].

ὦ χθόνιοι θεοί, σώσατε παῖδ' ἐμόν,

  80ὃς μόνος οἴκων ἄγκυρ' ἔτ' ἐμῶν

τὴν χιονώδη Θρήικην κατέχει

ξείνου πατρίου φυλακαῖσιν.

ἔσται τι νέον·

ἥξει τι μέλος γοερὸν γοεραῖς.

  85οὔποτ' ἐμὰ φρὴν ὧδ' ἀλίαστον

φρίσσει ταρβεῖ.

ποῦ ποτε θείαν Ἑλένου ψυχὰν

καὶ Κασσάνδραν ἐσίδω, Τρωιάδες,

ὥς μοι κρίνωσιν ὀνείρους;

  90[εἶδον γὰρ βαλιὰν ἔλαφον λύκου αἵμονι χαλᾶι

σφαζομέναν, ἀπ' ἐμῶν γονάτων σπασθεῖσαν ἀνοίκτως.

καὶ τόδε δεῖμά μοι·

ἧλθ' ὑπὲρ ἄκρας τύμβου κορυφᾶς

φάντασμ' Ἀχιλέως· ἤιτει δὲ γέρας

  95τῶν πολυμόχθων τινὰ Τρωϊάδων.

ἀπ' ἐμᾶς οὖν ἀπ' ἐμᾶς τόδε παιδὸς

πέμψατε, δαίμονες, ἱκετεύω.]

ΧΟΡΟΣ

Ἑκάβη, σπουδῆι πρὸς σ' ἐλιάσθην

τὰς δεσποσύνους σκηνὰς προλιποῦσ',

 100ἵν' ἐκληρώθην καὶ προσετάχθην

δούλη, πόλεως ἀπελαυνομένη

τῆς Ἰλιάδος, λόγχης αἰχμῆι

δοριθήρατος πρὸς Ἀχαιῶν,

οὐδὲν παθέων ἀποκουφίζουσ'

 105ἀλλ' ἀγγελίας βάρος ἀραμένη

μέγα σοί τε, γύναι, κῆρυξ ἀχέων.

ἐν γὰρ Ἀχαιῶν πλήρει ξυνόδωι

λέγεται δόξαι σὴν παῖδ' Ἀχιλεῖ

σφάγιον θέσθαι. τύμβου δ' ἐπιβὰς

 110οἶσθ' ὅτε χρυσέοις ἐφάνη σὺν ὅπλοις,

τὰς ποντοπόρους δ' ἔσχε σχεδίας

λαίφη προτόνοις ἐπερειδομένας,

τάδε θωύσσων· Ποῖ δή, Δαναοί,

τὸν ἐμὸν τύμβον

 115στέλλεσθ' ἀγέραστον ἀφέντες;

πολλῆς δ' ἔριδος συνέπαισε κλύδων,

δόξα δ' ἐχώρει δίχ' ἀν' Ἑλλήνων

στρατὸν αἰχμητήν, τοῖς μὲν διδόναι

τύμβωι σφάγιον, τοῖς δ' οὐχὶ δοκοῦν.

 120ἦν δὲ τὸ μὲν σὸν σπεύδων ἀγαθὸν

τῆς μαντιπόλου Βάκχης ἀνέχων

λέκτρ' Ἀγαμέμνων· τὼ Θησείδα δ',

ὄζω Ἀθηνῶν, δισσῶν μύθων

ῥήτορες ἦσαν, γνώμηι δὲ μιᾶι

 125συνεχωρείτην τὸν Ἀχίλλειον

τύμβον στεφανοῦν αἵματι χλωρῶι,

τὰ δὲ Κασσάνδρας λέκτρ' οὐκ ἐφάτην

τῆς Ἀχιλείας

πρόσθεν θήσειν ποτὲ λόγχης.

 130σπουδαὶ δὲ λόγων κατατεινομένων

ἦσαν ἴσαι πως, πρὶν ὁ ποικιλόφρων

κόπις ἡδυλόγος δημοχαριστὴς

Λαερτιάδης πείθει στρατιὰν

μὴ τὸν ἄριστον Δαναῶν πάντων

 135δούλων σφαγίων οὕνεκ' ἀπωθεῖν,

μηδέ τιν' εἰπεῖν παρὰ Φερσεφόνηι

στάντα φθιμένων ὡς ἀχάριστοι

Δαναοὶ Δαναοῖς τοῖς οἰχομένοις

ὑπὲρ Ἑλλήνων

 140Τροίας πεδίων ἀπέβησαν.

ἥξει δ' Ὀδυσεὺς ὅσον οὐκ ἤδη

πῶλον ἀφέλξων σῶν ἀπὸ μαστῶν

ἔκ τε γεραιᾶς χερὸς ὁρμήσων.

ἀλλ' ἴθι ναούς, ἴθι πρὸς βωμούς,

 145[ἵζ' Ἀγαμέμνονος ἱκέτις γονάτων,]

κήρυσσε θεοὺς τούς τ' οὐρανίδας

τούς θ' ὑπὸ γαίας. ἢ γάρ σε λιταὶ

διακωλύσουσ' ὀρφανὸν εἶναι

παιδὸς μελέας ἢ δεῖ σ' ἐπιδεῖν

 150τύμβωι προπετῆ φοινισσομένην

αἵματι παρθένον ἐκ χρυσοφόρου

δειρῆς νασμῶι μελαναυγεῖ.

Εκ. οἲ ἐγὼ μελέα, τί ποτ' ἀπύσω;

 155ποίαν ἀχώ, ποῖον ὀδυρμόν,

δειλαία δειλαίου γήρως

‹καὶ› δουλείας τᾶς οὐ τλατᾶς,

τᾶς οὐ φερτᾶς; ὤμοι μοι.

τίς ἀμύνει μοι; ποία γενεά,

 160ποία δὲ πόλις; φροῦδος πρέσβυς,

φροῦδοι παῖδες.

ποίαν ἢ ταύταν ἢ κείναν

στείχω; ποῖ δὴ σωθῶ; ποῦ τις

θεῶν ἢ δαίμων ἐπαρωγός;

 165ὦ κάκ' ἐνεγκοῦσαι

Τρωιάδες, ὦ κάκ' ἐνεγκοῦσαι

πήματ', ἀπωλέσατ' ὠλέσατ'· οὐκέτι μοι βίος

ἀγαστὸς ἐν φάει.

 170ὦ τλάμων ἅγησαί μοι πούς,

ἅγησαι τᾶι γηραιᾶι

πρὸς τάνδ' αὐλάν. ὦ τέκνον, ὦ παῖ

δυστανοτάτας ματέρος, ἔξελθ'

ἔξελθ' οἴκων, ἄιε ματέρος αὐδάν.†

 175ἰὼ τέκνον [ὡς εἰδῆις οἵαν οἵαν

ἀίω φάμαν περὶ σᾶς ψυχᾶς].

ΠΟΛΥΞΕΝΗ

μᾶτερ μᾶτερ, τί βοᾶις; τί νέον

καρύξασ' οἴκων μ' ὥστ' ὄρνιν

θάμβει τῶιδ' ἐξέπταξας;

 180Εκ. οἴμοι τέκνον.

Πο. τί με δυσφημεῖς; φροίμιά μοι κακά.

Εκ. αἰαῖ σᾶς ψυχᾶς.

Πο. ἐξαύδα· μὴ κρύψηις δαρόν.

δειμαίνω δειμαίνω, μᾶτερ,

 185τί ποτ' ἀναστένεις.

Εκ. τέκνον τέκνον μελέας ματρός ...

Πο. τί τόδ' ἀγγέλλεις;

Εκ. σφάξαι σ' Ἀργείων κοινὰ

συντείνει πρὸς τύμβον γνώμα

 190Πηλείαι γένναι.

Πο. οἴμοι, μᾶτερ, πῶς φθέγγηι;

ἀμέγαρτα κακῶν μάνυσόν μοι,

μάνυσον, μᾶτερ.

Εκ. αὐδῶ, παῖ, δυσφήμους φήμας,

 195ἀγγέλλουσ' Ἀργείων δόξαι

ψήφωι τᾶς σᾶς περὶ μοίρας.

Πο. ὦ δεινὰ παθοῦσ', ὦ παντλάμων,

ὦ δυστάνου, μᾶτερ, βιοτᾶς,

οἵαν οἵαν αὖ σοι λώβαν

 200ἐχθίσταν ἀρρήταν τ'

ὦρσέν τις δαίμων.

οὐκέτι σοι παῖς ἅδ' οὐκέτι δὴ

γήραι δειλαία δειλαίωι

συνδουλεύσω.

 205σκύμνον γάρ μ' ὥστ' οὐριθρέπταν

μόσχον δειλαία δειλαίαν

‹                  › ἐσόψηι

χειρὸς ἀναρπαστὰν

σᾶς ἄπο λαιμότομόν θ' Ἅιδαι

γᾶς ὑποπεμπομέναν σκότον, ἔνθα νεκρῶν μέτα

 210τάλαινα κείσομαι.

[καὶ σοῦ μέν, μᾶτερ, δυστάνου

κλαίω πανδύρτοις θρήνοις,

τὸν ἐμὸν δὲ βίον λώβαν λύμαν τ'

οὐ μετακλαίομαι, ἀλλὰ θανεῖν μοι

 215ξυντυχία κρείσσων ἐκύρησεν.]

Χο. καὶ μὴν Ὀδυσσεὺς ἔρχεται σπουδῆι ποδός,

Ἑκάβη, νέον τι πρὸς σὲ σημανῶν ἔπος.

ΟΔΥΣΣΕΥΣ

γύναι, δοκῶ μέν σ' εἰδέναι γνώμην στρατοῦ

ψῆφόν τε τὴν κρανθεῖσαν· ἀλλ' ὅμως φράσω.

 220ἔδοξ' Ἀχαιοῖς παῖδα σὴν Πολυξένην

σφάξαι πρὸς ὀρθὸν χῶμ' Ἀχιλλείου τάφου.

ἡμᾶς δὲ πομποὺς καὶ κομιστῆρας κόρης

τάσσουσιν εἶναι· θύματος δ' ἐπιστάτης

ἱερεύς τ' ἐπέσται τοῦδε παῖς Ἀχιλλέως.

 225οἶσθ' οὖν ὃ δρᾶσον· μήτ' ἀποσπασθῆις βίαι

μήτ' ἐς χερῶν ἅμιλλαν ἐξέλθηις ἐμοί,

γίγνωσκε δ' ἀλκὴν καὶ παρουσίαν κακῶν

τῶν σῶν· σοφόν τοι κἀν κακοῖς ἃ δεῖ φρονεῖν.

Εκ. αἰαῖ· παρέστηχ', ὡς ἔοικ', ἀγὼν μέγας,

 230πλήρης στεναγμῶν οὐδὲ δακρύων κενός.

κἄγωγ' ἄρ' οὐκ ἔθνηισκον οὗ μ' ἐχρῆν θανεῖν,

οὐδ' ὤλεσέν με Ζεύς, τρέφει δ' ὅπως ὁρῶ

κακῶν κάκ' ἄλλα μείζον' ἡ τάλαιν' ἐγώ.

εἰ δ' ἔστι τοῖς δούλοισι τοὺς ἐλευθέρους

 235μὴ λυπρὰ μηδὲ καρδίας δηκτήρια

ἐξιστορῆσαι, σοὶ μὲν εἰρῆσθαι†χρεών,

ἡμᾶς δ' ἀκοῦσαι τοὺς ἐρωτῶντας τάδε.

Οδ. ἔξεστ', ἐρώτα· τοῦ χρόνου γὰρ οὐ φθονῶ.

Εκ. οἶσθ' ἡνίκ' ἦλθες Ἰλίου κατάσκοπος

 240δυσχλαινίαι τ' ἄμορφος ὀμμάτων τ' ἄπο

φόνου σταλαγμοὶ σὴν κατέσταζον γένυν;

Οδ. οἶδ'· οὐ γὰρ ἄκρας καρδίας ἔψαυσέ μου.

Εκ. ἔγνω δέ σ' Ἑλένη καὶ μόνηι κατεῖπ' ἐμοί;

Οδ. μεμνήμεθ' ἐς κίνδυνον ἐλθόντες μέγαν.

 245Εκ. ἥψω δὲ γονάτων τῶν ἐμῶν ταπεινὸς ὤν;

Οδ. ὥστ' ἐνθανεῖν γε σοῖς πέπλοισι χεῖρ' ἐμήν.

Εκ. τί δῆτ' ἔλεξας δοῦλος ὢν ἐμὸς τότε;

 250Οδ. πολλῶν λόγων εὑρήμαθ' ὥστε μὴ θανεῖν.

Εκ. ἔσωσα δῆτά σ' ἐξέπεμψά τε χθονός;

Οδ. ὥστ' εἰσορᾶν γε φέγγος ἡλίου τόδε.

Εκ. οὔκουν κακύνηι τοῖσδε τοῖς βουλεύμασιν,

ὃς ἐξ ἐμοῦ μὲν ἔπαθες οἶα φὴις παθεῖν,

δρᾶις δ' οὐδὲν ἡμᾶς εὖ, κακῶς δ' ὅσον δύναι;

ἀχάριστον ὑμῶν σπέρμ', ὅσοι δημηγόρους

 255ζηλοῦτε τιμάς· μηδὲ γιγνώσκοισθέ μοι,

οἳ τοὺς φίλους βλάπτοντες οὐ φροντίζετε,

ἢν τοῖσι πολλοῖς πρὸς χάριν λέγητέ τι.

ἀτὰρ τί δὴ σόφισμα τοῦθ' ἡγούμενοι

ἐς τήνδε παῖδα ψῆφον ὥρισαν φόνου;

 260πότερα τὸ χρή σφ' ἐπήγαγ' ἀνθρωποσφαγεῖν

πρὸς τύμβον, ἔνθα βουθυτεῖν μᾶλλον πρέπει;

ἢ τοὺς κτανόντας ἀνταποκτεῖναι θέλων

ἐς τήνδ' Ἀχιλλεὺς ἐνδίκως τείνει φόνον;

ἀλλ' οὐδὲν αὐτὸν ἥδε γ' εἴργασται κακόν.

 265Ἑλένην νιν αἰτεῖν χρῆν τάφωι προσφάγματα·

κείνη γὰρ ὤλεσέν νιν ἐς Τροίαν τ' ἄγει.

εἰ δ' αἰχμαλώτων χρή τιν' ἔκκριτον θανεῖν

κάλλει θ' ὑπερφέρουσαν, οὐχ ἡμῶν τόδε·

ἡ Τυνδαρὶς γὰρ εἶδος ἐκπρεπεστάτη,

 270ἀδικοῦσά θ' ἡμῶν οὐδὲν ἧσσον ηὑρέθη.

τῶι μὲν δικαίωι τόνδ' ἁμιλλῶμαι λόγον·

ἃ δ' ἀντιδοῦναι δεῖ σ' ἀπαιτούσης ἐμοῦ

ἄκουσον. ἥψω τῆς ἐμῆς, ὡς φήις, χερὸς

καὶ τῆσδε γραίας προσπίτνων παρηίδος·

 275ἀνθάπτομαί σου τῶνδε τῶν αὐτῶν ἐγὼ

χάριν τ' ἀπαιτῶ τὴν τόθ' ἱκετεύω τέ σε,

μή μου τὸ τέκνον ἐκ χερῶν ἀποσπάσηις

μηδὲ κτάνητε· τῶν τεθνηκότων ἅλις.

ταύτηι γέγηθα κἀπιλήθομαι κακῶν·

 280ἥδ' ἀντὶ πολλῶν ἐστί μοι παραψυχή,

πόλις, τιθήνη, βάκτρον, ἡγεμὼν ὁδοῦ.

οὐ τοὺς κρατοῦντας χρὴ κρατεῖν ἃ μὴ χρεὼν

οὐδ' εὐτυχοῦντας εὖ δοκεῖν πράξειν ἀεί·

κἀγὼ γὰρ ἦ ποτ' ἀλλὰ νῦν οὐκ εἴμ' ἔτι,

 285τὸν πάντα δ' ὄλβον ἦμαρ ἕν μ' ἀφείλετο.

ἀλλ', ὦ φίλον γένειον, αἰδέσθητί με,

οἴκτιρον· ἐλθὼν δ' εἰς Ἀχαιικὸν στρατὸν

παρηγόρησον ὡς ἀποκτείνειν φθόνος

γυναῖκας, ἃς τὸ πρῶτον οὐκ ἐκτείνατε

 290βωμῶν ἀποσπάσαντες ἀλλ' ὠικτίρατε.

νόμος δ' ἐν ὑμῖν τοῖς τ' ἐλευθέροις ἴσος

καὶ τοῖσι δούλοις αἵματος κεῖται πέρι.

τὸ δ' ἀξίωμα, κἂν κακῶς λέγηις, τὸ σὸν

πείσει· λόγος γὰρ ἔκ τ' ἀδοξούντων ἰὼν

 295κἀκ τῶν δοκούντων αὑτὸς οὐ ταὐτὸν σθένει.

Χο. οὐκ ἔστιν οὕτω στερρὸς ἀνθρώπου φύσις

ἥτις γόων σῶν καὶ μακρῶν ὀδυρμάτων

κλύουσα θρήνους οὐκ ἂν ἐκβάλοι δάκρυ.

Οδ. Ἑκάβη, διδάσκου, μηδὲ τῶι θυμουμένωι

 300τὸν εὖ λέγοντα δυσμενῆ ποιοῦ φρενός.

ἐγὼ τὸ μὲν σὸν σῶμ' ὑφ' οὗπερ εὐτύχουν

σώιζειν ἕτοιμός εἰμι κοὐκ ἄλλως λέγω·

ἃ δ' εἶπον εἰς ἅπαντας οὐκ ἀρνήσομαι,

Τροίας ἁλούσης ἀνδρὶ τῶι πρώτωι στρατοῦ

 305σὴν παῖδα δοῦναι σφάγιον ἐξαιτουμένωι.

ἐν τῶιδε γὰρ κάμνουσιν αἱ πολλαὶ πόλεις,

ὅταν τις ἐσθλὸς καὶ πρόθυμος ὢν ἀνὴρ

μηδὲν φέρηται τῶν κακιόνων πλέον.

ἡμῖν δ' Ἀχιλλεὺς ἄξιος τιμῆς, γύναι,

 310θανὼν ὑπὲρ γῆς Ἑλλάδος κάλλιστ' ἀνήρ.

οὔκουν τόδ' αἰσχρόν, εἰ βλέποντι μὲν φίλωι

χρώμεσθ', ἐπεὶ δ' ὄλωλε μὴ χρώμεσθ' ἔτι;

εἶἑν· τί δῆτ' ἐρεῖ τις, ἤν τις αὖ φανῆι

στρατοῦ τ' ἄθροισις πολεμίων τ' ἀγωνία;

 315πότερα μαχούμεθ' ἢ φιλοψυχήσομεν,

τὸν κατθανόνθ' ὁρῶντες οὐ τιμώμενον;

καὶ μὴν ἔμοιγε ζῶντι μὲν καθ' ἡμέραν

κεἰ σμίκρ' ἔχοιμι πάντ' ἂν ἀρκούντως ἔχοι·

τύμβον δὲ βουλοίμην ἂν ἀξιούμενον

 320τὸν ἐμὸν ὁρᾶσθαι· διὰ μακροῦ γὰρ ἡ χάρις.

εἰ δ' οἰκτρὰ πάσχειν φήις, τάδ' ἀντάκουέ μου·

εἰσὶν παρ' ἡμῖν οὐδὲν ἧσσον ἄθλιαι

γραῖαι γυναῖκες ἠδὲ πρεσβῦται σέθεν,

νύμφαι τ' ἀρίστων νυμφίων τητώμεναι,

 325ὧν ἥδε κεύθει σώματ' Ἰδαία κόνις.

τόλμα τάδ'. ἡμεῖς δ', εἰ κακῶς νομίζομεν

τιμᾶν τὸν ἐσθλόν, ἀμαθίαν ὀφλήσομεν·

οἱ βάρβαροι δὲ μήτε τοὺς φίλους φίλους

ἡγεῖσθε μήτε τοὺς καλῶς τεθνηκότας

 330θαυμάζεθ', ὡς ἂν ἡ μὲν Ἑλλὰς εὐτυχῆι,

ὑμεῖς δ' ἔχηθ' ὅμοια τοῖς βουλεύμασιν.

Χο. αἰαῖ· τὸ δοῦλον ὡς κακὸν πέφυκ' ἀεὶ

τολμᾶι θ' ἃ μὴ χρή, τῆι βίαι νικώμενον.

Εκ. ὦ θύγατερ, οὑμοὶ μὲν λόγοι πρὸς αἰθέρα

 335φροῦδοι μάτην ῥιφθέντες ἀμφὶ σοῦ φόνου·

σὺ δ', εἴ τι μείζω δύναμιν ἢ μήτηρ ἔχεις,

σπούδαζε πάσας ὥστ' ἀηδόνος στόμα

φθογγὰς ἱεῖσα, μὴ στερηθῆναι βίου.

πρόσπιπτε δ' οἰκτρῶς τοῦδ' Ὀδυσσέως γόνυ

 340καὶ πεῖθ' (ἔχεις δὲ πρόφασιν· ἔστι γὰρ τέκνα

καὶ τῶιδε) τὴν σὴν ὥστ' ἐποικτῖραι τύχην.

Πο. ὁρῶ σ', Ὀδυσσεῦ, δεξιὰν ὑφ' εἵματος

κρύπτοντα χεῖρα καὶ πρόσωπον ἔμπαλιν

στρέφοντα, μή σου προσθίγω γενειάδος.

 345θάρσει· πέφευγας τὸν ἐμὸν Ἱκέσιον Δία·

ὡς ἕψομαί γε τοῦ τ' ἀναγκαίου χάριν

θανεῖν τε χρήιζουσ'· εἰ δὲ μὴ βουλήσομαι,

κακὴ φανοῦμαι καὶ φιλόψυχος γυνή.

τί γάρ με δεῖ ζῆν; ἧι πατὴρ μὲν ἦν ἄναξ

 350Φρυγῶν ἁπάντων· τοῦτό μοι πρῶτον βίου.

ἔπειτ' ἐθρέφθην ἐλπίδων καλῶν ὕπο

βασιλεῦσι νύμφη, ζῆλον οὐ σμικρὸν γάμων

ἔχουσ', ὅτου δῶμ' ἑστίαν τ' ἀφίξομαι.

δέσποινα δ' ἡ δύστηνος Ἰδαίαισιν ἦ,

 355γυναιξὶ παρθένοις τ' ἀπόβλεπτος μέτα,

ἴση θεοῖσι πλὴν τὸ κατθανεῖν μόνον.

νῦν δ' εἰμὶ δούλη. πρῶτα μέν με τοὔνομα

θανεῖν ἐρᾶν τίθησιν οὐκ εἰωθὸς ὄν·

ἔπειτ' ἴσως ἂν δεσποτῶν ὠμῶν φρένας

 360τύχοιμ' ἄν, ὅστις ἀργύρου μ' ὠνήσεται,

τὴν Ἕκτορός τε χἀτέρων πολλῶν κάσιν,

προσθεὶς δ' ἀνάγκην σιτοποιὸν ἐν δόμοις

σαίρειν τε δῶμα κερκίσιν τ' ἐφεστάναι

λυπρὰν ἄγουσαν ἡμέραν μ' ἀναγκάσει·

 365λέχη δὲ τἀμὰ δοῦλος ὠνητός ποθεν

χρανεῖ, τυράννων πρόσθεν ἠξιωμένα.

οὐ δῆτ'· ἀφίημ' ὀμμάτων ἐλευθέρων

φέγγος τόδ', Ἅιδηι προστιθεῖσ' ἐμὸν δέμας.

ἄγ' οὖν μ', Ὀδυσσεῦ, καὶ διέργασαί μ' ἄγων·

 370οὔτ' ἐλπίδος γὰρ οὔτε του δόξης ὁρῶ

θάρσος παρ' ἡμῖν ὥς ποτ' εὖ πρᾶξαί με χρή.

μῆτερ, σὺ δ' ἡμῖν μηδὲν ἐμποδὼν γένηι

λέγουσα μηδὲ δρῶσα, συμβούλου δέ μοι

θανεῖν πρὶν αἰσχρῶν μὴ κατ' ἀξίαν τυχεῖν.

 375ὅστις γὰρ οὐκ εἴωθε γεύεσθαι κακῶν

φέρει μέν, ἀλγεῖ δ' αὐχέν' ἐντιθεὶς ζυγῶι·

θανὼν δ' ἂν εἴη μᾶλλον εὐτυχέστερος

ἢ ζῶν· τὸ γὰρ ζῆν μὴ καλῶς μέγας πόνος.

Χο. δεινὸς χαρακτὴρ κἀπίσημος ἐν βροτοῖς

 380ἐσθλῶν γενέσθαι, κἀπὶ μεῖζον ἔρχεται

τῆς εὐγενείας ὄνομα τοῖσιν ἀξίοις.

Εκ. καλῶς μὲν εἶπας, θύγατερ, ἀλλὰ τῶι καλῶι

λύπη πρόσεστιν. εἰ δὲ δεῖ τῶι Πηλέως

χάριν γενέσθαι παιδὶ καὶ ψόγον φυγεῖν

 385ὑμᾶς, Ὀδυσσεῦ, τήνδε μὲν μὴ κτείνετε,

ἡμᾶς δ' ἄγοντες πρὸς πυρὰν Ἀχιλλέως

κεντεῖτε, μὴ φείδεσθ'· ἐγὼ 'τεκον πάριν,

ὃς παῖδα Θέτιδος ὤλεσεν τόξοις βαλών.

Οδ. οὐ σ', ὦ γεραιά, κατθανεῖν Ἀχιλλέως

 390φάντασμ' Ἀχαιοὺς ἀλλὰ τήνδ' ἠιτήσατο.

Εκ. ὑμεῖς δέ μ' ἀλλὰ θυγατρὶ συμφονεύσατε,

καὶ δὶς τόσον πῶμ' αἵματος γενήσεται

γαίαι νεκρῶι τε τῶι τάδ' ἐξαιτουμένωι.

Οδ. ἅλις κόρης σῆς θάνατος, οὐ προσοιστέος

 395ἄλλος πρὸς ἄλλωι· μηδὲ τόνδ' ὠφείλομεν.

Εκ. πολλή γ' ἀνάγκη θυγατρὶ συνθανεῖν ἐμέ.

Οδ. πῶς; οὐ γὰρ οἶδα δεσπότας κεκτημένος.

Εκ. ὅμοια· κισσὸς δρυὸς ὅπως τῆσδ' ἕξομαι.

Οδ. οὔκ, ἤν γε πείθηι τοῖσι σοῦ σοφωτέροις.

 400Εκ. ὡς τῆσδ' ἑκοῦσα παιδὸς οὐ μεθήσομαι.

Οδ. ἀλλ' οὐδ' ἐγὼ μὴν τήνδ' ἄπειμ' αὐτοῦ λιπών.

Πο. μῆτερ, πιθοῦ μοι· καὶ σύ, παῖ Λαερτίου,

χάλα τοκεῦσιν εἰκότως θυμουμένοις,

σύ τ', ὦ τάλαινα, τοῖς κρατοῦσι μὴ μάχου.

 405βούληι πεσεῖν πρὸς οὖδας ἑλκῶσαί τε σὸν

γέροντα χρῶτα πρὸς βίαν ὠθουμένη

ἀσχημονῆσαί τ' ἐκ νέου βραχίονος

σπασθεῖσ', ἃ πείσηι; μὴ σύ γ'· οὐ γὰρ ἄξιον.

ἀλλ', ὦ φίλη μοι μῆτερ, ἡδίστην χέρα

 410δὸς καὶ παρειὰν προσβαλεῖν παρηίδι·

ὡς οὔποτ' αὖθις ἀλλὰ νῦν πανύστατον

ἀκτῖνα κύκλον θ' ἡλίου προσόψομαι.

τέλος δέχηι δὴ τῶν ἐμῶν προσφθεγμάτων·

ὦ μῆτερ ὦ τεκοῦσ', ἄπειμι δὴ κάτω.

Εκ. οἰκτρὰ σύ, τέκνον, ἀθλία δ' ἐγὼ γυνή.

Πο. ἐκεῖ δ' ἐν Ἅιδου κείσομαι χωρὶς σέθεν.

Εκ. οἴμοι· τί δράσω; ποῖ τελευτήσω βίον;

 420Πο. δούλη θανοῦμαι, πατρὸς οὖσ' ἐλευθέρου ...

 415Εκ. ὦ θύγατερ, ἡμεῖς δ' ἐν φάει δουλεύσομεν.

Πο. ἄνυμφος ἀνυμέναιος ὧν μ' ἐχρῆν τυχεῖν.

Εκ. ἡμεῖς δὲ πεντήκοντά γ' ἄμμοροι τέκνων.

Πο. τί σοι πρὸς Ἕκτορ' ἢ γέροντ' εἴπω πόσιν;

Εκ. ἄγγελλε πασῶν ἀθλιωτάτην ἐμέ.

Πο. ὦ στέρνα μαστοί θ', οἵ μ' ἐθρέψαθ' ἡδέως.

 425Εκ. ὦ τῆς ἀώρου θύγατερ ἀθλία τύχης.

Πο. χαῖρ', ὦ τεκοῦσα, χαῖρε Κασσάνδρα τέ μοι ...

Εκ. χαίρουσιν ἄλλοι, μητρὶ δ' οὐκ ἔστιν τόδε.

Πο. ὅ τ' ἐν φιλίπποις Θρηιξὶ Πολύδωρος κάσις.

Εκ. εἰ ζῆι γ'· ἀπιστῶ δ'· ὧδε πάντα δυστυχῶ.

 430Πο. ζῆι καὶ θανούσης ὄμμα συγκλήισει τὸ σόν.

Εκ. τέθνηκ' ἔγωγε πρὶν θανεῖν κακῶν ὕπο.

Πο. κόμιζ', Ὀδυσσεῦ, μ' ἀμφιθεὶς κάραι πέπλους,

ὡς πρὶν σφαγῆναί γ' ἐκτέτηκα καρδίαν

θρήνοισι μητρὸς τήνδε τ' ἐκτήκω γόοις.

 435ὦ φῶς· προσειπεῖν γὰρ σὸν ὄνομ' ἔξεστί μοι,

μέτεστι δ' οὐδὲν πλὴν ὅσον χρόνον ξίφους

βαίνω μεταξὺ καὶ πυρᾶς Ἀχιλλέως.

Εκ. οἲ 'γώ, προλείπω, λύεται δέ μου μέλη.

ὦ θύγατερ, ἅψαι μητρός, ἔκτεινον χέρα,

 440δός, μὴ λίπηις μ' ἄπαιδ'. ἀπωλόμην, φίλαι.

[ὣς τὴν Λάκαιναν σύγγονον Διοσκόροιν

Ἑλένην ἴδοιμι· διὰ καλῶν γὰρ ὀμμάτων

αἴσχιστα Τροίαν εἶλε τὴν εὐδαίμονα.]

Χο. αὔρα, ποντιὰς αὔρα,

 445ἅτε ποντοπόρους κομί-

ζεις θοὰς ἀκάτους ἐπ' οἶδμα λίμνας,

ποῖ με τὰν μελέαν πορεύ-

σεις; τῶι δουλόσυνος πρὸς οἶ-

κον κτηθεῖσ' ἀφίξομαι; ἢ

 450Δωρίδος ὅρμον αἴας,

ἢ Φθιάδος ἔνθα τὸν

καλλίστων ὑδάτων πατέρα

φασὶν Ἀπιδανὸν πεδία λιπαίνειν,

 455ἢ νάσων, ἁλιήρει

κώπαι πεμπομέναν τάλαι-

ναν, οἰκτρὰν βιοτὰν ἔχουσαν οἴκοις,

ἔνθα πρωτόγονός τε φοῖ-

νιξ δάφνα θ' ἱεροὺς ἀνέ-

 460σχε πτόρθους Λατοῖ φίλον ὠ-

δῖνος ἄγαλμα Δίας;

σὺν Δηλιάσιν τε κού-

ραισιν Ἀρτέμιδος θεᾶς

 465χρυσέαν τ' ἄμπυκα τόξα τ' εὐλογήσω;

ἢ Παλλάδος ἐν πόλει

τὰς καλλιδίφρους Ἀθα-

ναίας ἐν κροκέωι πέπλωι

ζεύξομαι ἆρα πώ-

 470λους ἐν δαιδαλέαισι ποι-

κίλλουσ' ἀνθοκρόκοισι πή-

ναις ἢ Τιτάνων γενεάν,

τὰν Ζεὺς ἀμφιπύρωι κοιμί-

ζει φλογμῶι Κρονίδας;

 475ὤμοι τεκέων ἐμῶν,

ὤμοι πατέρων χθονός θ',

ἃ καπνῶι κατερείπεται

τυφομένα δορί-

κτητος Ἀργεΐων· ἐγὼ

 480δ' ἐν ξείναι χθονὶ δὴ κέκλη-

μαι δούλα, λιποῦσ' Ἀσίαν,

Εὐρώπας θεραπνᾶν ἀλλά-

ξασ' Ἅιδα θαλάμους.

ΤΑΛΘΥΒΙΟΣ

ποῦ τὴν ἄνασσαν δή ποτ' οὖσαν Ἰλίου

 485Ἑκάβην ἂν ἐξεύροιμι, Τρωιάδες κόραι;

Χο. αὕτη πέλας σοῦ νῶτ' ἔχουσ' ἐπὶ χθονί,

Ταλθύβιε, κεῖται συγκεκληιμένη πέπλοις.

Τα. ὦ Ζεῦ, τί λέξω; πότερά σ' ἀνθρώπους ὁρᾶν

ἢ δόξαν ἄλλως τήνδε κεκτῆσθαι μάτην

 490[ψευδῆ, δοκοῦντας δαιμόνων εἶναι γένος],

τύχην δὲ πάντα τἀν βροτοῖς ἐπισκοπεῖν;

οὐχ ἥδ' ἄνασσα τῶν πολυχρύσων Φρυγῶν,

οὐχ ἥδε Πριάμου τοῦ μέγ' ὀλβίου δάμαρ;

καὶ νῦν πόλις μὲν πᾶσ' ἀνέστηκεν δορί,

 495αὐτὴ δὲ δούλη γραῦς ἄπαις ἐπὶ χθονὶ

κεῖται, κόνει φύρουσα δύστηνον κάρα.

φεῦ φεῦ· γέρων μέν εἰμ', ὅμως δέ μοι θανεῖν

εἴη πρὶν αἰσχρᾶι περιπεσεῖν τύχηι τινί.

ἀνίστασ', ὦ δύστηνε, καὶ μετάρσιον

 500πλευρὰν ἔπαιρε καὶ τὸ πάλλευκον κάρα.

Εκ. ἔα· τίς οὗτος σῶμα τοὐμὸν οὐκ ἐᾶι

κεῖσθαι; τί κινεῖς μ', ὅστις εἶ, λυπουμένην;

Τα. Ταλθύβιος ἥκω, Δαναϊδῶν ὑπηρέτης

[Ἀγαμέμνονος πέμψαντος, ὦ γύναι, μέτα].

 505Εκ. ὦ φίλτατ', ἆρα κἄμ' ἐπισφάξαι τάφωι

δοκοῦν Ἀχαιοῖς ἦλθες; ὡς φίλ' ἂν λέγοις.

σπεύδωμεν, ἐγκονῶμεν· ἡγοῦ μοι, γέρον.

Τα. σὴν παῖδα κατθανοῦσαν ὡς θάψηις, γύναι,

ἥκω μεταστείχων σε· πέμπουσιν δέ με

 510δισσοί τ' Ἀτρεῖδαι καὶ λεὼς Ἀχαιικός.

Εκ. οἴμοι, τί λέξεις; οὐκ ἄρ' ὡς θανουμένους

μετῆλθες ἡμᾶς ἀλλὰ σημανῶν κακά;

ὄλωλας, ὦ παῖ, μητρὸς ἁρπασθεῖσ' ἄπο,

ἡμεῖς δ' ἄτεκνοι τοὐπὶ σ'· ὦ τάλαιν' ἐγώ.

 515πῶς καί νιν ἐξεπράξατ'; ἆρ' αἰδούμενοι;

ἢ πρὸς τὸ δεινὸν ἤλθεθ' ὡς ἐχθράν, γέρον,

κτείνοντες; εἰπέ, καίπερ οὐ λέξων φίλα.

Τα. διπλᾶ με χρήιζεις δάκρυα κερδᾶναι, γύναι,

σῆς παιδὸς οἴκτωι· νῦν τε γὰρ λέγων κακὰ

 520τέγξω τόδ' ὄμμα πρὸς τάφωι θ' ὅτ' ὤλλυτο.

παρῆν μὲν ὄχλος πᾶς Ἀχαιικοῦ στρατοῦ

πλήρης πρὸ τύμβου σῆς κόρης ἐπὶ σφαγάς,

λαβὼν δ' Ἀχιλλέως παῖς Πολυξένην χερὸς

ἔστησ' ἐπ' ἄκρου χώματος, πέλας δ' ἐγώ·

 525λεκτοί τ' Ἀχαιῶν ἔκκριτοι νεανίαι,

σκίρτημα μόσχου σῆς καθέξοντες χεροῖν,

ἕσποντο. πλῆρες δ' ἐν χεροῖν λαβὼν δέπας

πάγχρυσον αἴρει χειρὶ παῖς Ἀχιλλέως

χοὰς θανόντι πατρί· σημαίνει δέ μοι

 530σιγὴν Ἀχαιῶν παντὶ κηρῦξαι στρατῶι.

κἀγὼ καταστὰς εἶπον ἐν μέσοις τάδε·

Σιγᾶτ', Ἀχαιοί, σῖγα πᾶς ἔστω λεώς,

σίγα σιώπα. νήνεμον δ' ἔστησ' ὄχλον.

ὁ δ' εἶπεν· Ὦ παῖ Πηλέως, πατὴρ δ' ἐμός,

 535δέξαι χοάς μοι τάσδε κηλητηρίους,

νεκρῶν ἀρωγούς· ἐλθὲ δ', ὡς πίηις μέλαν

κόρης ἀκραιφνὲς αἶμ' ὅ σοι δωρούμεθα

στρατός τε κἀγώ· πρευμενὴς δ' ἡμῖν γενοῦ

λῦσαί τε πρύμνας καὶ χαλινωτήρια

 540νεῶν δὸς ἡμῖν πρευμενοῦς†τ' ἀπ' Ἰλίου

νόστου τυχόντας πάντας ἐς πάτραν μολεῖν.

τοσαῦτ' ἔλεξε, πᾶς δ' ἐπηύξατο στρατός.

εἶτ' ἀμφίχρυσον φάσγανον κώπης λαβὼν

ἐξεῖλκε κολεοῦ, λογάσι δ' Ἀργείων στρατοῦ

 545νεανίαις ἔνευσε παρθένον λαβεῖν.

ἡ δ', ὡς ἐφράσθη, τόνδ' ἐσήμηνεν λόγον·

Ὦ τὴν ἐμὴν πέρσαντες Ἀργεῖοι πόλιν,

ἑκοῦσα θνήισκω· μή τις ἅψηται χροὸς

τοὐμοῦ· παρέξω γὰρ δέρην εὐκαρδίως.

 550ἐλευθέραν δέ μ', ὡς ἐλευθέρα θάνω,

πρὸς θεῶν, μεθέντες κτείνατ'· ἐν νεκροῖσι γὰρ

δούλη κεκλῆσθαι βασιλὶς οὖσ' αἰσχύνομαι.

λαοὶ δ' ἐπερρόθησαν Ἀγαμέμνων τ' ἄναξ

εἶπεν μεθεῖναι παρθένον νεανίαις.

 555[οἱ δ', ὡς τάχιστ' ἤκουσαν ὑστάτην ὄπα,

μεθῆκαν, οὗπερ καὶ μέγιστον ἦν κράτος.]

κἀπεὶ τόδ' εἰσήκουσε δεσποτῶν ἔπος,

λαβοῦσα πέπλους ἐξ ἄκρας ἐπωμίδος

ἔρρηξε λαγόνας ἐς μέσας παρ' ὀμφαλὸν

 560μαστούς τ' ἔδειξε στέρνα θ' ὡς ἀγάλματος

κάλλιστα, καὶ καθεῖσα πρὸς γαῖαν γόνυ

ἔλεξε πάντων τλημονέστατον λόγον·

Ἰδού, τόδ', εἰ μὲν στέρνον, ὦ νεανία,

παίειν προθυμῆι, παῖσον, εἰ δ' ὑπ' αὐχένα

 565χρήιζεις πάρεστι λαιμὸς εὐτρεπὴς ὅδε.

ὁ δ' οὐ θέλων τε καὶ θέλων οἴκτωι κόρης

τέμνει σιδήρωι πνεύματος διαρροάς·

κρουνοὶ δ' ἐχώρουν. ἡ δὲ καὶ θνήισκουσ' ὅμως

πολλὴν πρόνοιαν εἶχεν εὐσχήμων πεσεῖν,

 570κρύπτουσ' ἃ κρύπτειν ὄμματ' ἀρσένων χρεών.

ἐπεὶ δ' ἀφῆκε πνεῦμα θανασίμωι σφαγῆι,

οὐδεὶς τὸν αὐτὸν εἶχεν Ἀργείων πόνον,

ἀλλ' οἱ μὲν αὐτῶν τὴν θανοῦσαν ἐκ χερῶν

φύλλοις ἔβαλλον, οἱ δὲ πληροῦσιν πυρὰν

 575κορμοὺς φέροντες πευκίνους, ὁ δ' οὐ φέρων

πρὸς τοῦ φέροντος τοιάδ' ἤκουεν κακά·

Ἕστηκας, ὦ κάκιστε, τῆι νεάνιδι

οὐ πέπλον οὐδὲ κόσμον ἐν χεροῖν ἔχων;

οὐκ εἶ τι δώσων τῆι περίσσ' εὐκαρδίωι

 580ψυχήν τ' ἀρίστηι; τοιάδ' ἀμφὶ σῆς λέγων

παιδὸς θανούσης εὐτεκνωτάτην τέ σε

πασῶν γυναικῶν δυστυχεστάτην θ' ὁρῶ.

Χο. δεινόν τι πῆμα Πριαμίδαις ἐπέζεσεν

πόλει τε τἠμῆι θεῶν ἀνάγκαισιν τόδε.

 585Εκ. ὦ θύγατερ, οὐκ οἶδ' εἰς ὅτι βλέψω κακῶν,

πολλῶν παρόντων· ἢν γὰρ ἅψωμαί τινος,

τόδ' οὐκ ἐᾶι με, παρακαλεῖ δ' ἐκεῖθεν αὖ

λύπη τις ἄλλη διάδοχος κακῶν κακοῖς.

καὶ νῦν τὸ μὲν σὸν ὥστε μὴ στένειν πάθος

 590οὐκ ἂν δυναίμην ἐξαλείψασθαι φρενός·

τὸ δ' αὖ λίαν παρεῖλες ἀγγελθεῖσά μοι

γενναῖος. οὔκουν δεινόν, εἰ γῆ μὲν κακὴ

τυχοῦσα καιροῦ θεόθεν εὖ στάχυν φέρει,

χρηστὴ δ' ἁμαρτοῦσ' ὧν χρεὼν αὐτὴν τυχεῖν

 595κακὸν δίδωσι καρπόν, ἄνθρωποι δ' ἀεὶ

ὁ μὲν πονηρὸς οὐδὲν ἄλλο πλὴν κακός,

ὁ δ' ἐσθλὸς ἐσθλὸς οὐδὲ συμφορᾶς ὕπο

φύσιν διέφθειρ' ἀλλὰ χρηστός ἐστ' ἀεί;

[ἆρ' οἱ τεκόντες διαφέρουσιν ἢ τροφαί;

 600ἔχει γε μέντοι καὶ τὸ θρεφθῆναι καλῶς

δίδαξιν ἐσθλοῦ· τοῦτο δ' ἤν τις εὖ μάθηι,

οἶδεν τό γ' αἰσχρὸν κανόνι τοῦ καλοῦ μαθών.]

καὶ ταῦτα μὲν δὴ νοῦς ἐτόξευσεν μάτην·

σὺ δ' ἐλθὲ καὶ σήμηνον Ἀργείοις τάδε,

 605μὴ θιγγάνειν μοι μηδέν' ἀλλ' εἴργειν ὄχλον

τῆς παιδός. ἔν τοι μυρίωι στρατεύματι

ἀκόλαστος ὄχλος ναυτική τ' ἀναρχία

κρείσσων πυρός, κακὸς δ' ὁ μή τι δρῶν κακόν.

σὺ δ' αὖ λαβοῦσα τεῦχος, ἀρχαία λάτρι,

 610βάψασ' ἔνεγκε δεῦρο ποντίας ἁλός,

ὡς παῖδα λουτροῖς τοῖς πανυστάτοις ἐμήν,

νύμφην τ' ἄνυμφον παρθένον τ' ἀπάρθενον,

λούσω προθῶμαί θ' ‑ ὡς μὲν ἀξία, πόθεν;

οὐκ ἂν δυναίμην· ὡς δ' ἔχω (τί γὰρ πάθω;),

 615κόσμον γ' ἀγείρασ' αἰχμαλωτίδων πάρα,

αἵ μοι πάρεδροι τῶνδ' ἔσω σκηνωμάτων

ναίουσιν, εἴ τις τοὺς νεωστὶ δεσπότας

λαθοῦσ' ἔχει τι κλέμμα τῶν αὑτῆς δόμων.

ὦ σχήματ' οἴκων, ὦ ποτ' εὐτυχεῖς δόμοι,

 620ὦ πλεῖστ' ἔχων μάλιστά τ' εὐτεκνώτατε

Πρίαμε, γεραιά θ' ἥδ' ἐγὼ μήτηρ τέκνων,

ὡς ἐς τὸ μηδὲν ἥκομεν, φρονήματος

τοῦ πρὶν στερέντες. εἶτα δῆτ' ὀγκούμεθα,

ὁ μέν τις ἡμῶν πλουσίοισι δώμασιν,

 625ὁ δ' ἐν πολίταις τίμιος κεκλημένος;

τὰ δ' οὐδέν, ἄλλως φροντίδων βουλεύματα

γλώσσης τε κόμποι. κεῖνος ὀλβιώτατος

ὅτωι κατ' ἦμαρ τυγχάνει μηδὲν κακόν.

Χο. ἐμοὶ χρῆν συμφοράν,

 630ἐμοὶ χρῆν πημονὰν γενέσθαι,

Ἰδαίαν ὅτε πρῶτον ὕλαν

Ἀλέξανδρος εἰλατίναν

ἐτάμεθ', ἅλιον ἐπ' οἶδμα ναυστολήσων

 635Ἑλένας ἐπὶ λέκτρα, τὰν

καλλίσταν ὁ χρυσοφαὴς

Ἅλιος αὐγάζει.

πόνοι γὰρ καὶ πόνων

ἀνάγκαι κρείσσονες κυκλοῦνται·

 640κοινὸν δ' ἐξ ἰδίας ἀνοίας

κακὸν τᾶι Σιμουντίδι γᾶι

ὀλέθριον ἔμολε συμφορᾶι τ' ἔπ' ἄλλων,

ἐκρίθη δ' ἔρις, ἃν ἐν Ἴ-

 645δαι κρίνει τρισσὰς μακάρων

παῖδας ἀνὴρ βούτας,

ἐπὶ δορὶ καὶ φόνωι καὶ ἐμῶν μελάθρων λώβαι·

 650στένει δὲ καί τις ἀμφὶ τὸν εὔροον Εὐρώταν

Λάκαινα πολυδάκρυτος ἐν δόμοις κόρα,

πολιόν τ' ἐπὶ κρᾶτα μάτηρ τέκνων θανόντων

 655τίθεται χέρα δρύπτεταί τε ‹        › παρειάν,

δίαιμον ὄνυχα τιθεμένα σπαραγμοῖς.

ΘΕΡΑΠΑΙΝΑ

γυναῖκες, Ἑκάβη ποῦ ποθ' ἡ παναθλία,

ἡ πάντα νικῶσ' ἄνδρα καὶ θῆλυν σπορὰν

 660κακοῖσιν; οὐδεὶς στέφανον ἀνθαιρήσεται.

Χο. τί δ', ὦ τάλαινα σῆς κακογλώσσου βοῆς;

ὡς οὔποθ' εὕδει λυπρά μοι κηρύγματα.

Θε. Ἑκάβηι φέρω τόδ' ἄλγος· ἐν κακοῖσι δὲ

οὐ ῥάιδιον βροτοῖσιν εὐφημεῖν στόμα.

 665Χο. καὶ μὴν περῶσα τυγχάνει δόμων ὕπο

ἥδ', ἐς δὲ καιρὸν σοῖσι φαίνεται λόγοις.

Θε. ὦ παντάλαινα κἄτι μᾶλλον ἢ λέγω,

δέσποιν', ὄλωλας κοὐκέτ' εἶ, βλέπουσα φῶς,

ἄπαις ἄνανδρος ἄπολις ἐξεφθαρμένη.

 670Εκ. οὐ καινὸν εἶπας, εἰδόσιν δ' ὠνείδισας.

ἀτὰρ τί νεκρὸν τόνδε μοι Πολυξένης

ἥκεις κομίζουσ', ἧς ἀπηγγέλθη τάφος

πάντων Ἀχαιῶν διὰ χερὸς σπουδὴν ἔχειν;

Θε. ἥδ' οὐδὲν οἶδεν, ἀλλά μοι Πολυξένην

 675θρηνεῖ, νέων δὲ πημάτων οὐχ ἅπτεται.

Εκ. οἲ 'γὼ τάλαινα· μῶν τὸ βακχεῖον κάρα

τῆς θεσπιωιδοῦ δεῦρο Κασσάνδρας φέρεις;

Θε. ζῶσαν λέλακας, τὸν θανόντα δ' οὐ στένεις

τόνδ'· ἀλλ' ἄθρησον σῶμα γυμνωθὲν νεκροῦ,

 680εἴ σοι φανεῖται θαῦμα καὶ παρ' ἐλπίδας.

Εκ. οἴμοι, βλέπω δὴ παῖδ' ἐμὸν τεθνηκότα,

Πολύδωρον, ὅν μοι Θρὴιξ ἔσωιζ' οἴκοις ἀνήρ.

ἀπωλόμην δύστηνος, οὐκέτ' εἰμὶ δή.

ὦ τέκνον τέκνον,

 685αἰαῖ, κατάρχομαι νόμον

βακχεῖον, ἐξ ἀλάστορος

ἀρτιμαθὴς κακῶν.

Χο. ἔγνως γὰρ ἄτην παιδός, ὦ δύστηνε σύ;

Εκ. ἄπιστ' ἄπιστα, καινὰ καινὰ δέρκομαι.

 690ἕτερα δ' ἀφ' ἑτέρων κακὰ κακῶν κυρεῖ,

οὐδέ ποτ' ἀστένακτος ἀδάκρυτος ἁ-

μέρα 'πισχήσει.

Χο. δείν', ὦ τάλαινα, δεινὰ πάσχομεν κακά.

Εκ. ὦ τέκνον τέκνον ταλαίνας ματρός,

 695τίνι μόρωι θνήισκεις, τίνι πότμωι κεῖσαι,

πρὸς τίνος ἀνθρώπων;

Θε. οὐκ οἶδ'· ἐπ' ἀκταῖς νιν κυρῶ θαλασσίαις.

Εκ. ἔκβλητον ἢ πέσημα φοινίου δορὸς

 700ἐν ψαμάθωι λευρᾶι;

Θε. πόντου νιν ἐξήνεγκε πελάγιος κλύδων.

Εκ. ὤμοι αἰαῖ,

ἔμαθον ἐνύπνιον ὀμμάτων

ἐμῶν ὄψιν (οὔ με παρέβα φάντα-

 705σμα μελανόπτερον),

ἃν ἐσεῖδον ἀμφὶ σοῦ,

ὦ τέκνον, οὐκέτ' ὄντος Διὸς ἐν φάει.

Χο. τίς γάρ νιν ἔκτειν'; οἶσθ' ὀνειρόφρων φράσαι;

Εκ. ἐμὸς ἐμὸς ξένος, Θρήικιος ἱππότας,

ἵν' ὁ γέρων πατὴρ ἔθετό νιν κρύψας.

Χο. οἴμοι, τί λέξεις; χρυσὸν ὡς ἔχοι κτανών;

Εκ. ἄρρητ' ἀνωνόμαστα, θαυμάτων πέρα,

 715οὐχ ὅσι' οὐδ' ἀνεκτά. ποῦ δίκα ξένων;

ὦ κατάρατ' ἀνδρῶν, ὡς διεμοιράσω

χρόα, σιδαρέωι τεμὼν φασγάνωι

 720μέλεα τοῦδε παιδὸς οὐδ' ὤικτισας.

Χο. ὦ τλῆμον, ὥς σε πολυπονωτάτην βροτῶν

δαίμων ἔθηκεν ὅστις ἐστί σοι βαρύς.

ἀλλ' εἰσορῶ γὰρ τοῦδε δεσπότου δέμας

 725Ἀγαμέμνονος, τοὐνθένδε σιγῶμεν, φίλαι.

ΑΓΑΜΕΜΝΩΝ

Ἑκάβη, τί μέλλεις παῖδα σὴν κρύπτειν τάφωι

ἐλθοῦσ' ἐφ' οἷσπερ Ταλθύβιος ἤγγειλέ μοι

μὴ θιγγάνειν σῆς μηδέν' Ἀργείων κόρης;

ἡμεῖς μὲν οὖν εἰῶμεν οὐδ' ἐψαύομεν·

 730σὺ δὲ σχολάζεις, ὥστε θαυμάζειν ἐμέ.

ἥκω δ' ἀποστελῶν σε· τἀκεῖθεν γὰρ εὖ

πεπραγμέν' ἐστίν, εἴ τι τῶνδ' ἐστὶν καλῶς.

ἔα· τίν' ἄνδρα τόνδ' ἐπὶ σκηναῖς ὁρῶ

θανόντα Τρώων; οὐ γὰρ Ἀργεῖον πέπλοι

 735δέμας περιπτύσσοντες ἀγγέλλουσί μοι.

Εκ. δύστην', ἐμαυτὴν γὰρ λέγω λέγουσα σέ,

Ἑκάβη, τί δράσω; πότερα προσπέσω γόνυ

Ἀγαμέμνονος τοῦδ' ἢ φέρω σιγῆι κακά;

Αγ. τί μοι προσώπωι νῶτον ἐγκλίνασα σὸν

 740δύρηι, τὸ πραχθὲν δ' οὐ λέγεις; τίς ἔσθ' ὅδε;

Εκ. ἀλλ' εἴ με δούλην πολεμίαν θ' ἡγούμενος

γονάτων ἀπώσαιτ', ἄλγος ἂν προσθείμεθ' ἄν.

Αγ. οὔτοι πέφυκα μάντις, ὥστε μὴ κλύων

ἐξιστορῆσαι σῶν ὁδὸν βουλευμάτων.

 745Εκ. ἆρ' ἐκλογίζομαί γε πρὸς τὸ δυσμενὲς

μᾶλλον φρένας τοῦδ', ὄντος οὐχὶ δυσμενοῦς

Αγ. εἴ τοί με βούληι τῶνδε μηδὲν εἰδέναι,

ἐς ταὐτὸν ἥκεις· καὶ γὰρ οὐδ' ἐγὼ κλύειν.

Εκ. οὐκ ἂν δυναίμην τοῦδε τιμωρεῖν ἄτερ

 750τέκνοισι τοῖς ἐμοῖσι. τί στρέφω τάδε;

τολμᾶν ἀνάγκη, κἂν τύχω κἂν μὴ τύχω.

Ἀγάμεμνον, ἱκετεύω σε τῶνδε γουνάτων

καὶ σοῦ γενείου δεξιᾶς τ' εὐδαίμονος.

Αγ. τί χρῆμα μαστεύουσα; μῶν ἐλεύθερον

 755αἰῶνα θέσθαι; ῥάιδιον γάρ ἐστί σοι.

[Εκ. οὐ δῆτα· τοὺς κακοὺς δὲ τιμωρουμένη

αἰῶνα τὸν σύμπαντα δουλεύειν θέλω.]

Εκ. οὐδέν τι τούτων ὧν σὺ δοξάζεις, ἄναξ.

Αγ. καὶ δὴ τίν' ἡμᾶς εἰς ἐπάρκεσιν καλεῖς;

 760Εκ. ὁρᾶις νεκρὸν τόνδ' οὗ καταστάζω δάκρυ;

Αγ. ὁρῶ· τὸ μέντοι μέλλον οὐκ ἔχω μαθεῖν.

Εκ. τοῦτόν ποτ' ἔτεκον κἄφερον ζώνης ὕπο.

Αγ. ἔστιν δὲ τίς σῶν οὗτος, ὦ τλῆμον, τέκνων;

Εκ. οὐ τῶν θανόντων Πριαμιδῶν ὑπ' Ἰλίωι.

 765Αγ. ἦ γάρ τιν' ἄλλον ἔτεκες ἢ κείνους, γύναι;

Εκ. ἀνόνητά γ', ὡς ἔοικε, τόνδ' ὃν εἰσορᾶις.

Αγ. ποῦ δ' ὢν ἐτύγχαν', ἡνίκ' ὤλλυτο πτόλις;

Εκ. πατήρ νιν ἐξέπεμψεν ὀρρωδῶν θανεῖν.

Αγ. ποῖ τῶν τότ' ὄντων χωρίσας τέκνων μόνον;

 770Εκ. ἐς τήνδε χώραν, οὗπερ ηὑρέθη θανών.

Αγ. πρὸς ἄνδρ' ὃς ἄρχει τῆσδε Πολυμήστωρ χθονός;

Εκ. ἐνταῦθ' ἐπέμφθη πικροτάτου χρυσοῦ φύλαξ.

Αγ. θνήισκει δὲ πρὸς τοῦ καὶ τίνος πότμου τυχών;

Εκ. τίνος γ' ὑπ' ἄλλου; Θρήιξ νιν ὤλεσε ξένος.

 775Αγ. ὦ τλῆμον· ἦ που χρυσὸν ἠράσθη λαβεῖν;

Εκ. τοιαῦτ', ἐπειδὴ συμφορὰν ἔγνω Φρυγῶν.

Αγ. ηὗρες δὲ ποῦ νιν; ἢ τίς ἤνεγκεν νεκρόν;

Εκ. ἥδ', ἐντυχοῦσα ποντίας ἀκτῆς ἔπι.

Αγ. τοῦτον ματεύουσ' ἢ πονοῦσ' ἄλλον πόνον;

 780Εκ. λούτρ' ὤιχετ' οἴσουσ' ἐξ ἁλὸς Πολυξένηι.

Αγ. κτανών νιν, ὡς ἔοικεν, ἐκβάλλει ξένος.

Εκ. θαλασσόπλαγκτόν γ', ὦδε διατεμὼν χρόα.

Αγ. ὦ σχετλία σὺ τῶν ἀμετρήτων πόνων.

Εκ. ὄλωλα κοὐδὲν λοιπόν, Ἀγάμεμνον, κακῶν.

 785Αγ. φεῦ φεῦ· τίς οὕτω δυστυχὴς ἔφυ γυνή;

Εκ. οὐκ ἔστιν, εἰ μὴ τὴν Τύχην αὐτὴν λέγοις.

ἀλλ' ὧνπερ οὕνεκ' ἀμφὶ σὸν πίπτω γόνυ

ἄκουσον. εἰ μὲν ὅσιά σοι παθεῖν δοκῶ,

στέργοιμ' ἄν· εἰ δὲ τοὔμπαλιν, σύ μοι γενοῦ

 790τιμωρὸς ἀνδρός, ἀνοσιωτάτου ξένου,

ὃς οὔτε τοὺς γῆς νέρθεν οὔτε τοὺς ἄνω

δείσας δέδρακεν ἔργον ἀνοσιώτατον

[κοινῆς τραπέζης πολλάκις τυχὼν ἐμοὶ

ξενίας τ' ἀριθμῶι πρῶτα τῶν ἐμῶν φίλων·

 795τυχὼν δ' ὅσων δεῖ καὶ λαβὼν προμηθίαν

ἔκτεινε· τύμβου δ', εἰ κτανεῖν ἐβούλετο,

οὐκ ἠξίωσεν ἀλλ' ἀφῆκε πόντιον].

ἡμεῖς μὲν οὖν δοῦλοί τε κἀσθενεῖς ἴσως·

ἀλλ' οἱ θεοὶ σθένουσι χὠ κείνων κρατῶν

 800νόμος· νόμωι γὰρ τοὺς θεοὺς ἡγούμεθα

καὶ ζῶμεν ἄδικα καὶ δίκαι' ὡρισμένοι·

ὃς ἐς σ' ἀνελθὼν εἰ διαφθαρήσεται

καὶ μὴ δίκην δώσουσιν οἵτινες ξένους

κτείνουσιν ἢ θεῶν ἱερὰ τολμῶσιν φέρειν,

 805οὐκ ἔστιν οὐδὲν τῶν ἐν ἀνθρώποισι σῶν.

ταῦτ' οὖν ἐν αἰσχρῶι θέμενος αἰδέσθητί με,

οἴκτιρον ἡμᾶς, ὡς γραφεύς τ' ἀποσταθεὶς

ἰδοῦ με κἀνάθρησον οἷ' ἔχω κακά.

τύραννος ἦ ποτ' ἀλλὰ νῦν δούλη σέθεν,

 810εὔπαις ποτ' οὖσα, νῦν δὲ γραῦς ἄπαις θ' ἅμα,

ἄπολις ἔρημος ἀθλιωτάτη βροτῶν.

οἴμοι τάλαινα, ποῖ μ' ὑπεξάγεις πόδα;

ἔοικα πράξειν οὐδέν· ὦ τάλαιν' ἐγώ.

τί δῆτα θνητοὶ τἄλλα μὲν μαθήματα

 815μοχθοῦμεν ὡς χρὴ πάντα καὶ ματεύομεν,

πειθὼ δὲ τὴν τύραννον ἀνθρώποις μόνην

οὐδέν τι μᾶλλον ἐς τέλος σπουδάζομεν

μισθοὺς διδόντες μανθάνειν, ἵν' ἦν ποτε

πείθειν ἅ τις βούλοιτο τυγχάνειν θ' ἅμα;

 820τί οὖν ἔτ' ἄν τις ἐλπίσαι πράξειν καλῶς;

οἱ μὲν γὰρ ὄντες παῖδες οὐκέτ' εἰσί μοι,

αὐτὴ δ' ἐπ' αἰσχροῖς αἰχμάλωτος οἴχομαι,

καπνὸν δὲ πόλεως τόνδ' ὑπερθρώισκονθ' ὁρῶ.

καὶ μήν (ἴσως μὲν τοῦ λόγου ξένον τόδε,

 825Κύπριν προβάλλειν, ἀλλ' ὅμως εἰρήσεται)

πρὸς σοῖσι πλευροῖς παῖς ἐμὴ κοιμίζεται

ἡ φοιβάς, ἣν καλοῦσι Κασσάνδραν Φρύγες.

ποῦ τὰς φίλας δῆτ' εὐφρόνας λέξεις, ἄναξ;

ἦ τῶν ἐν εὐνῆι φιλτάτων ἀσπασμάτων

 830χάριν τιν' ἕξει παῖς ἐμή, κείνης δ' ἐγώ;

[ἐκ τοῦ σκότου τε τῶν τε νυκτερησίων

φίλτρων μεγίστη γίγνεται βροτοῖς χάρις.]

ἄκουε δή νυν. τὸν θανόντα τόνδ' ὁρᾶις;

τοῦτον καλῶς δρῶν ὄντα κηδεστὴν σέθεν

 835δράσεις. ἑνός μοι μῦθος ἐνδεὴς ἔτι.

εἴ μοι γένοιτο φθόγγος ἐν βραχίοσιν

καὶ χερσὶ καὶ κόμαισι καὶ ποδῶν βάσει

ἢ Δαιδάλου τέχναισιν ἢ θεῶν τινος,

ὡς πάνθ' ἁμαρτῆι σῶν ἔχοιτο γουνάτων

 840κλαίοντ', ἐπισκήπτοντα παντοίους λόγους.

ὦ δέσποτ', ὦ μέγιστον Ἕλλησιν φάος,

πιθοῦ, παράσχες χεῖρα τῆι πρεσβύτιδι

τιμωρόν, εἰ καὶ μηδέν ἐστιν ἀλλ' ὅμως.

ἐσθλοῦ γὰρ ἀνδρὸς τῆι δίκηι θ' ὑπηρετεῖν

 845καὶ τοὺς κακοὺς δρᾶν πανταχοῦ κακῶς ἀεί.

Χο. δεινόν γε, θνητοῖς ὡς ἅπαντα συμπίτνει

καὶ τῆς ἀνάγκης οἱ νόμοι διώρισαν,

φίλους τιθέντες τούς γε πολεμιωτάτους

ἐχθρούς τε τοὺς πρὶν εὐμενεῖς ποιούμενοι.

 850Αγ. ἐγώ σε καὶ σὸν παῖδα καὶ τύχας σέθεν,

Ἑκάβη, δι' οἴκτου χεῖρά θ' ἱκεσίαν ἔχω,

καὶ βούλομαι θεῶν θ' οὕνεκ' ἀνόσιον ξένον

καὶ τοῦ δικαίου τήνδε σοι δοῦναι δίκην,

εἴ πως φανείη γ' ὥστε σοί τ' ἔχειν καλῶς

 855στρατῶι τε μὴ δόξαιμι Κασσάνδρας χάριν

Θρήικης ἄνακτι τόνδε βουλεῦσαι φόνον.

ἔστιν γὰρ ἧι ταραγμὸς ἐμπέπτωκέ μοι·

τὸν ἄνδρα τοῦτον φίλιον ἡγεῖται στρατός,

τὸν κατθανόντα δ' ἐχθρόν· εἰ δὲ σοὶ φίλος

 860ὅδ' ἐστί, χωρὶς τοῦτο κοὐ κοινὸν στρατῶι.

πρὸς ταῦτα φρόντιζ'· ὡς θέλοντα μέν μ' ἔχεις

σοὶ ξυμπονῆσαι καὶ ταχὺν προσαρκέσαι,

βραδὺν δ', Ἀχαιοῖς εἰ διαβληθήσομαι.

Εκ. φεῦ.

οὐκ ἔστι θνητῶν ὅστις ἔστ' ἐλεύθερος·

 865ἢ χρημάτων γὰρ δοῦλός ἐστιν ἢ τύχης

ἢ πλῆθος αὐτὸν πόλεος ἢ νόμων γραφαὶ

εἴργουσι χρῆσθαι μὴ κατὰ γνώμην τρόποις.

ἐπεὶ δὲ ταρβεῖς τῶι τ' ὄχλωι πλέον νέμεις,

ἐγώ σε θήσω τοῦδ' ἐλεύθερον φόβου.

 870σύνισθι μὲν γάρ, ἤν τι βουλεύσω κακὸν

τῶι τόνδ' ἀποκτείναντι, συνδράσηις δὲ μή.

ἢν δ' ἐξ Ἀχαιῶν θόρυβος ἢ 'πικουρία

πάσχοντος ἀνδρὸς Θρηικὸς οἷα πείσεται

φανῆι τις, εἶργε μὴ δοκῶν ἐμὴν χάριν.

 875τὰ δ' ἄλλα ‑ θάρσει ‑ πάντ' ἐγὼ θήσω καλῶς.

Αγ. πῶς οὖν; τί δράσεις; πότερα φάσγανον χερὶ

λαβοῦσα γραίαι φῶτα βάρβαρον κτενεῖς

ἢ φαρμάκοισιν ἢ 'πικουρίαι τίνι;

τίς σοι ξυνέσται χείρ' πόθεν κτήσηι φίλους;

 880Εκ. στέγαι κεκεύθασ' αἵδε Τρωιάδων ὄχλον.

Αγ. τὰς αἰχμαλώτους εἶπας, Ἑλλήνων ἄγραν;

Εκ. σὺν ταῖσδε τὸν ἐμῶν φονέα τιμωρήσομαι.

Αγ. καὶ πῶς γυναιξὶν ἀρσένων ἔσται κράτος;

Εκ. δεινὸν τὸ πλῆθος σὺν δόλωι τε δύσμαχον.

 885Αγ. δεινόν· τὸ μέντοι θῆλυ μέμφομαι σθένος.

Εκ. τί δ'; οὐ γυναῖκες εἷλον Αἰγύπτου τέκνα

καὶ Λῆμνον ἄρδην ἀρσένων ἐξώικισαν;

ἀλλ' ὣς γενέσθω· τόνδε μὲν μέθες λόγον,

πέμψον δέ μοι τήνδ' ἀσφαλῶς διὰ στρατοῦ

 890γυναῖκα. καὶ σὺ Θρηικὶ πλαθεῖσα ξένωι

λέξον· Καλεῖ σ' ἄνασσα δή ποτ' Ἰλίου

Ἑκάβη, σὸν οὐκ ἔλασσον ἢ κείνης χρέος,

καὶ παῖδας, ὡς δεῖ καὶ τέκν' εἰδέναι λόγους

τοὺς ἐξ ἐκείνης. τὸν δὲ τῆς νεοσφαγοῦς

 895Πολυξένης ἐπίσχες, Ἀγάμεμνον, τάφον,

ὡς τώδ' ἀδελφὼ πλησίον μιᾶι φλογί,

δισσὴ μέριμνα μητρί, κρυφθῆτον χθονί.

Αγ. ἔσται τάδ' οὕτω· καὶ γὰρ εἰ μὲν ἦν στρατῶι

πλοῦς, οὐκ ἂν εἶχον τήνδε σοι δοῦναι χάριν·

 900νῦν δ', οὐ γὰρ ἵησ' οὐρίους πνοὰς θεός,

μένειν ἀνάγκη πλοῦν ὁρῶντας ἡσύχους.

γένοιτο δ' εὖ πως· πᾶσι γὰρ κοινὸν τόδε,

ἰδίαι θ' ἑκάστωι καὶ πόλει, τὸν μὲν κακὸν

κακόν τι πάσχειν, τὸν δὲ χρηστὸν εὐτυχεῖν.

 905Χο. σὺ μέν, ὦ πατρὶς Ἰλιάς,

τῶν ἀπορθήτων πόλις οὐκέτι λέξηι·

τοῖον Ἑλλάνων νέφος ἀμφί σε κρύπτει

δορὶ δὴ δορὶ πέρσαν.

 910ἀπὸ δὲ στεφάναν κέκαρ-

σαι πύργων, κατὰ δ' αἰθάλου

κηλῖδ' οἰκτροτάταν κέχρωσαι.

τάλαιν', οὐκέτι σ' ἐμβατεύσω.

μεσονύκτιος ὠλλύμαν,

 915ἦμος ἐκ δείπνων ὕπνος ἡδὺς ἐπ' ὄσσοις

σκίδναται, μολπᾶν δ' ἄπο καὶ χοροποιὸν

θυσίαν καταπαύσας

πόσις ἐν θαλάμοις ἔκει-

 920το, ξυστὸν δ' ἐπὶ πασσάλωι,

ναύταν οὐκέθ' ὁρῶν ὅμιλον

Τροίαν Ἰλιάδ' ἐμβεβῶτα.

ἐγὼ δὲ πλόκαμον ἀναδέτοις

μίτραισιν ἐρρυθμιζόμαν

 925χρυσέων ἐνόπτρων λεύσσουσ' ἀτέρμονας εἰς αὐγάς,

ἐπιδέμνιος ὡς πέσοιμ' ἐς εὐνάν.

ἀνὰ δὲ κέλαδος ἔμολε πόλιν·

κέλευσμα δ' ἦν κατ' ἄστυ Τροίας τόδ'· Ὦ

 930παῖδες Ἑλλάνων, πότε δὴ πότε τὰν

Ἰλιάδα σκοπιὰν

πέρσαντες ἥξετ' οἴκους;

λέχη δὲ φίλια μονόπεπλος

λιποῦσα, Δωρὶς ὡς κόρα,

 935σεμνὰν προσίζουσ' οὐκ ἤνυσ' Ἄρτεμιν ἁ τλάμων·

ἄγομαι δὲ θανόντ' ἰδοῦσ' ἀκοίταν

τὸν ἐμὸν ἅλιον ἐπὶ πέλαγος·

πόλιν τ' ἀποσκοποῦσ', ἐπεὶ νόστιμον

 940ναῦς ἐκίνησεν πόδα καί μ' ἀπὸ γᾶς

ὥρισεν Ἰλιάδος,

τάλαιν' ἀπεῖπον ἄλγει,

τὰν τοῖν Διοσκούροιν Ἑλέναν κάσιν Ἰδαῖόν τε

βούταν

 945αἰνόπαριν κατάραι

διδοῦσ', ἐπεί με γαίας

ἐκ πατρίας ἀπώλεσεν

ἐξώικισέν τ' οἴκων γάμος οὐ γάμος ἀλλ'

ἀλάστορός τις οἰζύς·

 950ἃν μήτε πέλαγος ἅλιον ἀπαγάγοι πάλιν

μήτε πατρῶιον ἵκοιτ' ἐς οἶκον.

ΠΟΛΥΜΗΣΤΩΡ

ὦ φίλτατ' ἀνδρῶν Πρίαμε, φιλτάτη δὲ σύ,

Ἑκάβη, δακρύω σ' εἰσορῶν πόλιν τε σὴν

 955τήν τ' ἀρτίως θανοῦσαν ἔκγονον σέθεν.

φεῦ·

οὐκ ἔστιν οὐδὲν πιστόν, οὔτ' εὐδοξία

οὔτ' αὖ καλῶς πράσσοντα μὴ πράξειν κακῶς.

φύρουσι δ' αὐτὰ θεοὶ πάλιν τε καὶ πρόσω

ταραγμὸν ἐντιθέντες, ὡς ἀγνωσίαι

 960σέβωμεν αὐτούς. ἀλλὰ ταῦτα μὲν τί δεῖ

θρηνεῖν, προκόπτοντ' οὐδὲν ἐς πρόσθεν κακῶν;

σὺ δ', εἴ τι μέμφηι τῆς ἐμῆς ἀπουσίας,

σχές· τυγχάνω γὰρ ἐν μέσοις Θρήικης ὅροις

ἀπών, ὅτ' ἦλθες δεῦρ'· ἐπεὶ δ' ἀφικόμην,

 965ἤδη πόδ' ἔξω δωμάτων αἴροντί μοι

ἐς ταὐτὸν ἥδε συμπίτνει δμωὶς σέθεν,

λέγουσα μύθους ὧν κλύων ἀφικόμην.

Εκ. αἰσχύνομαί σε προσβλέπειν ἐναντίον,

Πολυμῆστορ, ἐν τοιοῖσδε κειμένη κακοῖς.

 970ὅτωι γὰρ ὤφθην εὐτυχοῦσ', αἰδώς μ' ἔχει

ἐν τῶιδε πότμωι τυγχάνουσ' ἵν' εἰμὶ νῦν,

κοὐκ ἂν δυναίμην προσβλέπειν ὀρθαῖς κόραις·

ἀλλ' αὐτὸ μὴ δύσνοιαν ἡγήσηι σέθεν

[Πολυμῆστορ· ἄλλως δ' αἴτιόν τι καὶ νόμος,

 975γυναῖκας ἀνδρῶν μὴ βλέπειν ἐναντίον].

Πο. καὶ θαῦμά γ' οὐδέν. ἀλλὰ τίς χρεία σ' ἐμοῦ;

τί χρῆμ' ἐπέμψω τὸν ἐμὸν ἐκ δόμων πόδα;

Εκ. ἴδιον ἐμαυτῆς δή τι πρὸς σὲ βούλομαι

καὶ παῖδας εἰπεῖν σούς· ὀπάονας δέ μοι

 980χωρὶς κέλευσον τῶνδ' ἀποστῆναι δόμων.

Πο. χωρεῖτ'· ἐν ἀσφαλεῖ γὰρ ἥδ' ἐρημία.

φίλη μὲν εἶ σύ, προσφιλὲς δέ μοι τόδε

στράτευμ' Ἀχαιῶν. ἀλλὰ σημαίνειν σε χρή·

τί χρὴ τὸν εὖ πράσσοντα μὴ πράσσουσιν εὖ

 985φίλοις ἐπαρκεῖν; ὡς ἕτοιμός εἰμ' ἐγώ.

Εκ. πρῶτον μὲν εἰπὲ παῖδ' ὃν ἐξ ἐμῆς χερὸς

Πολύδωρον ἔκ τε πατρὸς ἐν δόμοις ἔχεις,

εἰ ζῆι· τὰ δ' ἄλλα δεύτερόν σ' ἐρήσομαι.

Πο. μάλιστα· τοὐκείνου μὲν εὐτυχεῖς μέρος.

 990Εκ. ὦ φίλταθ', ὡς εὖ κἀξίως λέγεις σέθεν.

Πο. τί δῆτα βούληι δεύτερον μαθεῖν ἐμοῦ;

Εκ. εἰ τῆς τεκούσης τῆσδε μέμνηταί τί που.

Πο. καὶ δεῦρό γ' ὡς σὲ κρύφιος ἐζήτει μολεῖν.

Εκ. χρυσὸς δὲ σῶς ὃν ἦλθεν ἐκ Τροίας ἔχων;

 995Πο. σῶς, ἐν δόμοις γε τοῖς ἐμοῖς φρουρούμενος.

Εκ. σῶσόν νυν αὐτὸν μηδ' ἔρα τῶν πλησίον.

Πο. ἥκιστ'· ὀναίμην τοῦ παρόντος, ὦ γύναι.

Εκ. οἶσθ' οὖν ἃ λέξαι σοί τε καὶ παισὶν θέλω;

Πο. οὐκ οἶδα· τῶι σῶι τοῦτο σημανεῖς λόγωι.

1000Εκ. ἔστ', ὦ φιληθεὶς ὡς σὺ νῦν ἐμοὶ φιλῆι ...

Πο. τί χρῆμ' ὃ κἀμὲ καὶ τέκν' εἰδέναι χρεών;

Εκ. χρυσοῦ παλαιαὶ Πριαμιδῶν κατώρυχες.

Πο. ταῦτ' ἔσθ' ἃ βούληι παιδὶ σημῆναι σέθεν;

Εκ. μάλιστα, διὰ σοῦ γ'· εἶ γὰρ εὐσεβὴς ἀνήρ.

1005Πο. τί δῆτα τέκνων τῶνδε δεῖ παρουσίας;

Εκ. ἄμεινον, ἢν σὺ κατθάνηις, τούσδ' εἰδέναι.

Πο. καλῶς ἔλεξας· τῆιδε καὶ σοφώτερον.

Εκ. οἶσθ' οὖν Ἀθάνας Ἰλιάδος ἵνα στέγαι;

Πο. ἐνταῦθ' ὁ χρυσός ἐστι; σημεῖον δὲ τί;

1010Εκ. μέλαινα πέτρα γῆς ὑπερτέλλουσ' ἄνω.

Πο. ἔτ' οὖν τι βούληι τῶν ἐκεῖ φράζειν ἐμοί;

Εκ. σῶσαί σε χρήμαθ' οἷς συνεξῆλθον θέλω.

Πο. ποῦ δῆτα; πέπλων ἐντὸς ἢ κρύψασ' ἔχεις;

Εκ. σκύλων ἐν ὄχλωι ταῖσδε σώιζεται στέγαις.

1015Πο. ποῦ δ'; αἵδ' Ἀχαιῶν ναύλοχοι περιπτυχαί.

Εκ. ἴδιαι γυναικῶν αἰχμαλωτίδων στέγαι.

Πο. τἄνδον δὲ πιστὰ κἀρσένων ἐρημία;

Εκ. οὐδεὶς Ἀχαιῶν ἔνδον ἀλλ' ἡμεῖς μόναι.

ἀλλ' ἕρπ' ἐς οἴκους· καὶ γὰρ Ἀργεῖοι νεῶν

1020λῦσαι ποθοῦσιν οἴκαδ' ἐκ Τροίας πόδα·

ὡς πάντα πράξας ὧν σε δεῖ στείχηις πάλιν

ξὺν παισὶν οὗπερ τὸν ἐμὸν ὤικισας γόνον.

Χο. οὔπω δέδωκας ἀλλ' ἴσως δώσεις δίκην·

1025ἀλίμενόν τις ὡς ἐς ἄντλον πεσὼν

λέχριος ἐκπεσῆι φίλας καρδίας,

ἀμέρσας βίον. τὸ γὰρ ὑπέγγυον

1030Δίκαι καὶ θεοῖσιν οὗ ξυμπίτνει,

ὀλέθριον ὀλέθριον κακόν.

ψεύσει σ' ὁδοῦ τῆσδ' ἐλπὶς ἥ σ' ἐπήγαγεν

θανάσιμον πρὸς Ἀίδαν, ὦ τάλας,

ἀπολέμωι δὲ χειρὶ λείψεις βίον.

1035Πο. (ἔνδοθεν)

ὤμοι, τυφλοῦμαι φέγγος ὀμμάτων τάλας.

Χο. ἠκούσατ' ἀνδρὸς Θρηικὸς οἰμωγήν, φίλαι;

Πο. ὤμοι μάλ' αὖθις, τέκνα, δυστήνου σφαγῆς.

Χο. φίλαι, πέπρακται καίν' ἔσω δόμων κακά.

Πο. ἀλλ' οὔτι μὴ φύγητε λαιψηρῶι ποδί·

1040βάλλων γὰρ οἴκων τῶνδ' ἀναρρήξω μυχούς.

ἰδού, βαρείας χειρὸς ὁρμᾶται βέλος.

Χο. βούλεσθ' ἐπεσπέσωμεν; ὡς ἀκμὴ καλεῖ

Ἑκάβηι παρεῖναι Τρωιάσιν τε συμμάχους.

Εκ. ἄρασσε, φείδου μηδέν, ἐκβάλλων πύλας·

1045οὐ γάρ ποτ' ὄμμα λαμπρὸν ἐνθήσεις κόραις,

οὐ παῖδας ὄψηι ζῶντας οὓς ἔκτειν' ἐγώ.

Χο. ἦ γὰρ καθεῖλες Θρῆικα καὶ κρατεῖς ξένον,

δέσποινα, καὶ δέδρακας οἷάπερ λέγεις;

Εκ. ὄψηι νιν αὐτίκ' ὄντα δωμάτων πάρος

1050τυφλὸν τυφλῶι στείχοντα παραφόρωι ποδί,

παίδων τε δισσῶν σώμαθ', οὓς ἔκτειν' ἐγὼ

σὺν ταῖσδ' ἀρίσταις Τρωιάσιν· δίκην δέ μοι

δέδωκε. χωρεῖ δ', ὡς ὁρᾶις, ὅδ' ἐκ δόμων.

ἀλλ' ἐκποδὼν ἄπειμι κἀποστήσομαι

1055θυμῶι ζέοντι Θρηικὶ δυσμαχωτάτωι.

Πο. ὤμοι ἐγώ, πᾶι βῶ, πᾶι στῶ, πᾶι κέλσω,

τετράποδος βάσιν θηρὸς ὀρεστέρου

τιθέμενος ἐπὶ χεῖρα καὶ ἴχνος; ποίαν

1060ἢ ταύταν ἢ τάνδ' ἐξαλλάξω, τὰς

ἀνδροφόνους μάρψαι χρήιζων Ἰλιάδας,

αἵ με διώλεσαν;

τάλαιναι κόραι τάλαιναι Φρυγῶν,

ὦ κατάρατοι,

1065ποῖ καί με φυγᾶι πτώσσουσι μυχῶν;

εἴθε μοι ὀμμάτων αἱματόεν βλέφαρον

ἀκέσαι' ἀκέσαιο, τυφλόν,

Ἅλιε, φέγγος ἀπαλλάξας.

ἆ ἆ,

σίγα· κρυπτὰν βάσιν αἰσθάνομαι

1070τάνδε γυναικῶν. πᾶι πόδ' ἐπάιξας

σαρκῶν ὀστέων τ' ἐμπλησθῶ,

θοίναν ἀγρίων τιθέμενος θηρῶν,

ἀρνύμενος λώβας λύμας τ' ἀντίποιν'

ἐμᾶς, ὦ τάλας;

1075ποῖ πᾶι φέρομαι τέκν' ἔρημα λιπὼν

Βάκχαις Ἅιδα διαμοιρᾶσαι

σφακτά, κυσίν τε φοινίαν δαῖτ' ἀνή-

μερόν τ' ὄρειον ἐκβολάν;

πᾶι στῶ, πᾶι κάμψω, [πᾶι βῶ]

1080ναῦς ὅπως ποντίοις πείσμασιν λινόκροκον

φᾶρος στέλλων, ἐπὶ τάνδε συθεὶς

τέκνων ἐμῶν φύλαξ ὀλέθριον κοίταν;

1085Χο. ὦ τλῆμον, ὥς σοι δύσφορ' εἴργασται κακά·

δράσαντι δ' αἰσχρὰ δεινὰ τἀπιτίμια

[δαίμων ἔδωκεν ὅστις ἐστί σοι βαρύς].

Πο. αἰαῖ ἰὼ Θρήικης λογχοφόρον ἔνο-

1090πλον εὔιππον Ἄρει κάτοχον γένος.

ἰὼ Ἀχαιοί, ἰὼ Ἀτρεῖδαι·

βοὰν βοάν, ἀυτῶ βοάν·

ὦ ἴτε μόλετε πρὸς θεῶν.

κλύει τις ἢ οὐδεὶς ἀρκέσει; τί μέλλετε;

1095γυναῖκες ὤλεσάν με,

γυναῖκες αἰχμαλωτίδες·

δεινὰ δεινὰ πεπόνθαμεν.

ὤμοι ἐμᾶς λώβας.

ποῖ τράπωμαι, ποῖ πορευθῶ;

1100ἀμπτάμενος οὐράνιον ὑψιπετὲς ἐς μέλαθρον,

Ὠαρίων ἢ Σείριος ἔνθα πυρὸς φλογέας ἀφίησιν

1105ὄσσων αὐγάς, ἢ τὸν ἐς Ἅιδα

μελάγχρωτα πορθμὸν ἄιξω τάλας;

Χο. συγγνώσθ', ὅταν τις κρείσσον' ἢ φέρειν κακὰ

πάθηι, ταλαίνης ἐξαπαλλάξαι ζόης.

Αγ. κραυγῆς ἀκούσας ἦλθον· οὐ γὰρ ἥσυχος

1110πέτρας ὀρείας παῖς λέλακ' ἀνὰ στρατὸν

Ἠχὼ διδοῦσα θόρυβον· εἰ δὲ μὴ Φρυγῶν

πύργους πεσόντας ἦισμεν Ἑλλήνων δορί,

φόβον παρέσχ' ἂν οὐ μέσως ὅδε κτύπος.

Πο. ὦ φίλτατ', ἠισθόμην γάρ, Ἀγάμεμνον, σέθεν

1115φωνῆς ἀκούσας, εἰσορᾶις ἃ πάσχομεν;

Αγ. ἔα·

Πολυμῆστορ ὦ δύστηνε, τίς σ' ἀπώλεσεν;

τίς ὄμμ' ἔθηκε τυφλὸν αἱμάξας κόρας

παῖδάς τε τούσδ' ἔκτεινεν; ἦ μέγαν χόλον

σοὶ καὶ τέκνοισιν εἶχεν ὅστις ἦν ἄρα.

1120Πο. Ἑκάβη με σὺν γυναιξὶν αἰχμαλωτίσιν

ἀπώλεσ' ‑ οὐκ ἀπώλεσ' ἀλλὰ μειζόνως.

Αγ. τί φήις; σὺ τοὔργον εἴργασαι τόδ', ὡς λέγει;

σὺ τόλμαν, Ἑκάβη, τήνδ' ἔτλης ἀμήχανον;

Πο. ὤμοι, τί λέξεις; ἦ γὰρ ἐγγύς ἐστί που;

1125σήμηνον, εἰπὲ ποῦ 'σθ', ἵν' ἁρπάσας χεροῖν

διασπάσωμαι καὶ καθαιμάξω χρόα.

Αγ. οὗτος, τί πάσχεις; Πο. πρὸς θεῶν σε λίσσομαι,

μέθες μ' ἐφεῖναι τῆιδε μαργῶσαν χέρα.

Αγ. ἴσχ'· ἐκβαλὼν δὲ καρδίας τὸ βάρβαρον

1130λέγ', ὡς ἀκούσας σοῦ τε τῆσδέ τ' ἐν μέρει

κρίνω δικαίως ἄνθ' ὅτου πάσχεις τάδε.

Πο. λέγοιμ' ἄν. ἦν τις Πριαμιδῶν νεώτατος,

Πολύδωρος, Ἑκάβης παῖς, ὃν ἐκ Τροίας ἐμοὶ

πατὴρ δίδωσι Πρίαμος ἐν δόμοις τρέφειν,

1135ὕποπτος ὢν δὴ Τρωϊκῆς ἁλώσεως.

τοῦτον κατέκτειν'· ἄνθ' ὅτου δ' ἔκτεινά νιν

ἄκουσον, ὡς εὖ καὶ σοφῆι προμηθίαι.

ἔδεισα μή σοι πολέμιος λειφθεὶς ὁ παῖς

Τροίαν ἀθροίσηι καὶ ξυνοικίσηι πάλιν,

1140γνόντες δ' Ἀχαιοὶ ζῶντα Πριαμιδῶν τινα

Φρυγῶν ἐς αἶαν αὖθις ἄρειαν στόλον,

κἄπειτα Θρήικης πεδία τρίβοιεν τάδε

λεηλατοῦντες, γείτοσιν δ' εἴη κακὸν

Τρώων, ἐν ὧιπερ νῦν, ἄναξ, ἐκάμνομεν.

1145Ἑκάβη δὲ παιδὸς γνοῦσα θανάσιμον μόρον

λόγωι με τοιῶιδ' ἤγαγ', ὡς κεκρυμμένας

θήκας φράσουσα Πριαμιδῶν ἐν Ἰλίωι

χρυσοῦ· μόνον δὲ σὺν τέκνοισί μ' εἰσάγει

δόμους, ἵν' ἄλλος μή τις εἰδείη τάδε.

1150ἵζω δὲ κλίνης ἐν μέσωι κάμψας γόνυ·

πολλαὶ δέ, χειρὸς αἱ μὲν ἐξ ἀριστερᾶς,

αἱ δ' ἔνθεν, ὡς δὴ παρὰ φίλωι Τρώων κόραι

θάκους ἔχουσαι κερκίδ' Ἠδωνῆς χερὸς

ἤινουν, ὑπ' αὐγὰς τούσδε λεύσσουσαι πέπλους·

1155ἄλλαι δὲ κάμακε Θρηικίω θεώμεναι

γυμνόν μ' ἔθηκαν διπτύχου στολίσματος.

ὅσαι δὲ τοκάδες ἦσαν, ἐκπαγλούμεναι

τέκν' ἐν χεροῖν ἔπαλλον, ὡς πρόσω πατρὸς

γένοιντο, διαδοχαῖσ' ἀμείβουσαι χερῶν.

1160κἆιτ' ἐκ γαληνῶν πῶς δοκεῖς προσφθεγμάτων

εὐθὺς λαβοῦσαι φάσγαν' ἐκ πέπλων ποθὲν

κεντοῦσι παῖδας, αἱ δὲ πολυπόδων δίκην

ξυναρπάσασαι τὰς ἐμὰς εἶχον χέρας

καὶ κῶλα· παισὶ δ' ἀρκέσαι χρήιζων ἐμοῖς,

1165εἰ μὲν πρόσωπον ἐξανισταίην ἐμὸν

κόμης κατεῖχον, εἰ δὲ κινοίην χέρας

πλήθει γυναικῶν οὐδὲν ἤνυτον τάλας.

τὸ λοίσθιον δέ, πῆμα πήματος πλέον,

ἐξειργάσαντο δείν'· ἐμῶν γὰρ ὀμμάτων

1170πόρπας λαβοῦσαι τὰς ταλαιπώρους κόρας

κεντοῦσιν αἱμάσσουσιν· εἶτ' ἀνὰ στέγας

φυγάδες ἔβησαν. ἐκ δὲ πηδήσας ἐγὼ

θὴρ ὣς διώκω τὰς μιαιφόνους κύνας,

ἅπαντ' ἐρευνῶν τοῖχον, ὡς κυνηγέτης

1175βάλλων ἀράσσων. τοιάδε σπεύδων χάριν

πέπονθα τὴν σήν, πολέμιόν γε σὸν κτανών,

Ἀγάμεμνον. ὡς δὲ μὴ μακροὺς τείνω λόγους,

εἴ τις γυναῖκας τῶν πρὶν εἴρηκεν κακῶς

ἢ νῦν λέγων ἔστιν τις ἢ μέλλει λέγειν,

1180ἅπαντα ταῦτα συντεμὼν ἐγὼ φράσω·

γένος γὰρ οὔτε πόντος οὔτε γῆ τρέφει

τοιόνδ'· ὁ δ' αἰεὶ ξυντυχὼν ἐπίσταται.

Χο. μηδὲν θρασύνου μηδὲ τοῖς σαυτοῦ κακοῖς

τὸ θῆλυ συνθεὶς ὧδε πᾶν μέμψηι γένος.

1185[πολλαὶ γὰρ ἡμῶν· αἱ μέν εἰσ' ἐπίφθονοι,

αἱ δ' εἰς ἀριθμὸν τῶν κακῶν πεφύκαμεν.]

Εκ. Ἀγάμεμνον, ἀνθρώποισιν οὐκ ἐχρῆν ποτε

τῶν πραγμάτων τὴν γλῶσσαν ἰσχύειν πλέον·

ἀλλ' εἴτε χρήστ' ἔδρασε χρήστ' ἔδει λέγειν,

1190εἴτ' αὖ πονηρὰ τοὺς λόγους εἶναι σαθρούς,

καὶ μὴ δύνασθαι τἄδικ' εὖ λέγειν ποτέ.

σοφοὶ μὲν οὖν εἰσ' οἱ τάδ' ἠκριβωκότες,

ἀλλ' οὐ δύνανται διὰ τέλους εἶναι σοφοί,

κακῶς δ' ἀπώλοντ'· οὔτις ἐξήλυξέ πω.

1195καί μοι τὸ μὲν σὸν ὧδε φροιμίοις ἔχει·

πρὸς τόνδε δ' εἶμι καὶ λόγοις ἀμείψομαι·

ὃς φὴις Ἀχαιῶν πόνον ἀπαλλάσσων διπλοῦν

Ἀγαμέμνονός θ' ἕκατι παῖδ' ἐμὸν κτανεῖν.

ἀλλ', ὦ κάκιστε, πρῶτον οὔποτ' ἂν φίλον

1200τὸ βάρβαρον γένοιτ' ἂν Ἕλλησιν γένος

οὐδ' ἂν δύναιτο. τίνα δὲ καὶ σπεύδων χάριν

πρόθυμος ἦσθα; πότερα κηδεύσων τινὰ

ἢ συγγενὴς ὢν ἢ τίν' αἰτίαν ἔχων;

ἢ σῆς ἔμελλον γῆς τεμεῖν βλαστήματα

1205πλεύσαντες αὖθις; τίνα δοκεῖς πείσειν τάδε;

ὁ χρυσός, εἰ βούλοιο τἀληθῆ λέγειν,

ἔκτεινε τὸν ἐμὸν παῖδα καὶ κέρδη τὰ σά.

ἐπεὶ δίδαξον τοῦτο· πῶς, ὅτ' εὐτύχει

Τροία, πέριξ δὲ πύργος εἶχ' ἔτι πτόλιν,

1210ἔζη τε Πρίαμος Ἕκτορός τ' ἤνθει δόρυ,

τί οὐ τότ', εἴπερ τῶιδ' ἐβουλήθης χάριν

θέσθαι, τρέφων τὸν παῖδα κἀν δόμοις ἔχων

ἔκτεινας ἢ ζῶντ' ἦλθες Ἀργείοις ἄγων;

ἀλλ' ἡνίχ' ἡμεῖς οὐκέτ' ἦμεν ἐν φάει,

1215καπνὸς δ' ἐσήμην' ἄστυ πολεμίοις ὕπο,

ξένον κατέκτας σὴν μολόντ' ἐφ' ἑστίαν.

πρὸς τοῖσδε νῦν ἄκουσον ὡς φαίνηι κακός·

χρῆν σ', εἴπερ ἦσθα τοῖς Ἀχαιοῖσιν φίλος,

τὸν χρυσὸν ὃν φὴις οὐ σὸν ἀλλὰ τοῦδ' ἔχειν

1220δοῦναι φέροντα πενομένοις τε καὶ χρόνον

πολὺν πατρώιας γῆς ἀπεξενωμένοις·

σὺ δ' οὐδὲ νῦν πω σῆς ἀπαλλάξαι χερὸς

τολμᾶις, ἔχων δὲ καρτερεῖς ἔτ' ἐν δόμοις.

καὶ μὴν τρέφων μὲν ὥς σε παῖδ' ἐχρῆν τρέφειν

1225σώσας τε τὸν ἐμόν, εἶχες ἂν καλὸν κλέος·

ἐν τοῖς κακοῖς γὰρ ἁγαθοὶ σαφέστατοι

φίλοι· τὰ χρηστὰ δ' αὔθ' ἕκαστ' ἔχει φίλους.

εἰ δ' ἐσπάνιζες χρημάτων, ὁ δ' εὐτύχει,

θησαυρὸς ἄν σοι παῖς ὑπῆρχ' οὑμὸς μέγας·

1230νῦν δ' οὔτ' ἐκεῖνον ἄνδρ' ἔχεις σαυτῶι φίλον

χρυσοῦ τ' ὄνησις οἴχεται παῖδές τε σοὶ

αὐτός τε πράσσεις ὧδε. σοὶ δ' ἐγὼ λέγω,

Ἀγάμεμνον· εἰ τῶιδ' ἀρκέσεις, κακὸς φανῆι·

οὔτ' εὐσεβῆ γὰρ οὔτε πιστὸν οἷς ἐχρῆν,

1235οὐχ ὅσιον, οὐ δίκαιον εὖ δράσεις ξένον·

αὐτὸν δὲ χαίρειν τοῖς κακοῖς σε φήσομεν

τοιοῦτον ὄντα· δεσπότας δ' οὐ λοιδορῶ.

Χο. φεῦ φεῦ· βροτοῖσιν ὡς τὰ χρηστὰ πράγματα

χρηστῶν ἀφορμὰς ἐνδίδωσ' ἀεὶ λόγων.

1240Αγ. ἀχθεινὰ μέν μοι τἀλλότρια κρίνειν κακά,

ὅμως δ' ἀνάγκη· καὶ γὰρ αἰσχύνην φέρει

πρᾶγμ' ἐς χέρας λαβόντ' ἀπώσασθαι τόδε.

ἐμοὶ δ', ἵν' εἰδῆις, οὔτ' ἐμὴν δοκεῖς χάριν

οὔτ' οὖν Ἀχαιῶν ἄνδρ' ἀποκτεῖναι ξένον,

1245ἀλλ' ὡς ἔχηις τὸν χρυσὸν ἐν δόμοισι σοῖς.

λέγεις δὲ σαυτῶι πρόσφορ' ἐν κακοῖσιν ὤν.

τάχ' οὖν παρ' ὑμῖν ῥάιδιον ξενοκτονεῖν·

ἡμῖν δέ γ' αἰσχρὸν τοῖσιν Ἕλλησιν τόδε.

πῶς οὖν σε κρίνας μὴ ἀδικεῖν φύγω ψόγον;

1250οὐκ ἂν δυναίμην. ἀλλ' ἐπεὶ τὰ μὴ καλὰ

πράσσειν ἐτόλμας, τλῆθι καὶ τὰ μὴ φίλα.

Πο. οἴμοι, γυναικός, ὡς ἔοιχ', ἡσσώμενος

δούλης ὑφέξω τοῖς κακίοσιν δίκην.

Εκ. οὔκουν δικαίως, εἴπερ εἰργάσω κακά;

1255Πο. οἴμοι τέκνων τῶνδ' ὀμμάτων τ' ἐμῶν τάλας.

Εκ. ἀλγεῖς; τί δ'; ἦ 'μὲ παιδὸς οὐκ ἀλγεῖν δοκεῖς;

Πο. χαίρεις ὑβρίζουσ' εἰς ἔμ', ὦ πανοῦργε σύ.

Εκ. οὐ γάρ με χαίρειν χρή σε τιμωρουμένην;

Πο. ἀλλ' οὐ τάχ', ἡνίκ' ἄν σε ποντία νοτίς ...

1260Εκ. μῶν ναυστολήσηι γῆς ὅρους Ἑλληνίδος;

Πο. κρύψηι μὲν οὖν πεσοῦσαν ἐκ καρχησίων.

Εκ. πρὸς τοῦ βιαίων τυγχάνουσαν ἁλμάτων;

Πο. αὐτὴ πρὸς ἱστὸν ναὸς ἀμβήσηι ποδί.

Εκ. ὑποπτέροις νώτοισιν ἢ ποίωι τρόπωι;

1265Πο. κύων γενήσηι πύρσ' ἔχουσα δέργματα.

Εκ. πῶς δ' οἶσθα μορφῆς τῆς ἐμῆς μετάστασιν;

Πο. ὁ Θρηιξὶ μάντις εἶπε Διόνυσος τάδε.

Εκ. σοὶ δ' οὐκ ἔχρησεν οὐδὲν ὧν ἔχεις κακῶν;

Πο. οὐ γάρ ποτ' ἂν σύ μ' εἷλες ὧδε σὺν δόλωι.

1270Εκ. θανοῦσα δ' ἢ ζῶσ' ἐνθάδ' ἐκπλήσω βιον;

Πο. θανοῦσα· τύμβωι δ' ὄνομα σῶι κεκλήσεται ...

Εκ. μορφῆς ἐπωιδὸν μή τι τῆς ἐμῆς ἐρεῖς;

Πο. κυνὸς ταλαίνης σῆμα, ναυτίλοις τέκμαρ.

Εκ. οὐδὲν μέλει μοι, σοῦ γέ μοι δόντος δίκην.

1275Πο. καὶ σήν γ' ἀνάγκη παῖδα Κασσάνδραν θανεῖν.

Εκ. ἀπέπτυσ'· αὐτῶι ταῦτα σοὶ δίδωμ' ἔχειν.

Πο. κτενεῖ νιν ἡ τοῦδ' ἄλοχος, οἰκουρὸς πικρά.

Εκ. μήπω μανείη Τυνδαρὶς τοσόνδε παῖς.

Πο. καὐτόν γε τοῦτον, πέλεκυν ἐξάρασ' ἄνω.

1280Αγ. οὗτος σύ, μαίνηι καὶ κακῶν ἐρᾶις τυχεῖν;

Πο. κτεῖν', ὡς ἐν Ἄργει φόνια λουτρά σ' ἀμμένει.

Αγ. οὐχ ἕλξετ' αὐτόν, δμῶες, ἐκποδὼν βίαι;

Πο. ἀλγεῖς ἀκούων; Αγ. οὐκ ἐφέξετε στόμα;

Πο. ἐγκλήιετ'· εἴρηται γάρ. Αγ. οὐχ ὅσον τάχος

1285νήσων ἐρήμων αὐτὸν ἐκβαλεῖτέ ποι,

ἐπείπερ οὕτω καὶ λίαν θρασυστομεῖ;

Ἑκάβη, σὺ δ', ὦ τάλαινα, διπτύχους νεκροὺς

στείχουσα θάπτε· δεσποτῶν δ' ὑμᾶς χρεὼν

σκηναῖς πελάζειν, Τρωιάδες· καὶ γὰρ πνοὰς

1290πρὸς οἶκον ἤδη τάσδε πομπίμους ὁρῶ.

εὖ δ' ἐς πάτραν πλεύσαιμεν, εὖ δὲ τἀν δόμοις

ἔχοντ' ἴδοιμεν τῶνδ' ἀφειμένοι πόνων.

Χο. ἴτε πρὸς λιμένας σκηνάς τε, φίλαι,

τῶν δεσποσύνων πειρασόμεναι

1295μόχθων· στερρὰ γὰρ ἀνάγκη.