1123 39 0 0 0 IV-III a. C. Bucolico Theocritus Idyllia 2

THEOCRITUS - Idyllia VII - ΘΑΛΥΣΙΑ

Ἦς χρόνος ἁνίκ' ἐγών τε καὶ Εὔκριτος εἰς τὸν Ἅλεντα

εἵρπομες ἐκ πόλιος, σὺν καὶ τρίτος ἄμμιν Ἀμύντας.

τᾷ Δηοῖ γὰρ ἔτευχε θαλύσια καὶ Φρασίδαμος

κἀντιγένης, δύο τέκνα Λυκωπέος, εἴ τί περ ἐσθλόν

χαῶν τῶν ἐπάνωθεν ἀπὸ Κλυτίας τε καὶ αὐτῶ

Χάλκωνος, Βούριναν ὃς ἐκ ποδὸς ἄνυε κράναν

εὖ ἐνερεισάμενος πέτρᾳ γόνυ· ταὶ δὲ παρ' αὐτάν

αἴγειροι πτελέαι τε ἐύσκιον ἄλσος ὕφαινον

χλωροῖσιν πετάλοισι κατηρεφέες κομόωσαι.

κοὔπω τὰν μεσάταν ὁδὸν ἄνυμες, οὐδὲ τὸ σᾶμα

ἁμῖν τὸ Βρασίλα κατεφαίνετο, καί τιν' ὁδίταν

ἐσθλὸν σὺν Μοίσαισι Κυδωνικὸν εὕρομες ἄνδρα,

οὔνομα μὲν Λυκίδαν, ἦς δ' αἰπόλος, οὐδέ κέ τίς νιν

ἠγνοίησεν ἰδών, ἐπεὶ αἰπόλῳ ἔξοχ' ἐῴκει.

ἐκ μὲν γὰρ λασίοιο δασύτριχος εἶχε τράγοιο

κνακὸν δέρμ' ὤμοισι νέας ταμίσοιο ποτόσδον,

ἀμφὶ δέ οἱ στήθεσσι γέρων ἐσφίγγετο πέπλος

ζωστῆρι πλακερῷ, ῥοικὰν δ' ἔχεν ἀγριελαίω

δεξιτερᾷ κορύναν. καί μ' ἀτρέμας εἶπε σεσαρώς

ὄμματι μειδιόωντι, γέλως δέ οἱ εἴχετο χείλευς·

'Σιμιχίδα, πᾷ δὴ τὺ μεσαμέριον πόδας ἕλκεις,

ἁνίκα δὴ καὶ σαῦρος ἐν αἱμασιαῖσι καθεύδει,

οὐδ' ἐπιτυμβίδιοι κορυδαλλίδες ἠλαίνοντι;

ἦ μετὰ δαῖτ' ἄκλητος ἐπείγεαι, ἤ τινος ἀστῶν

λανὸν ἔπι θρῴσκεις; ὥς τοι ποσὶ νισσομένοιο

πᾶσα λίθος πταίοισα ποτ' ἀρβυλίδεσσιν ἀείδει.'

τὸν δ' ἐγὼ ἀμείφθην· 'Λυκίδα φίλε, φαντί τυ πάντες

ἦμεν συρικτὰν μέγ' ὑπείροχον ἔν τε νομεῦσιν

ἔν τ' ἀματήρεσσι. τὸ δὴ μάλα θυμὸν ἰαίνει

ἁμέτερον· καίτοι κατ' ἐμὸν νόον ἰσοφαρίζειν

ἔλπομαι. ἁ δ' ὁδὸς ἅδε θαλυσιάς· ἦ γὰρ ἑταῖροι

ἀνέρες εὐπέπλῳ Δαμάτερι δαῖτα τελεῦντι

ὄλβω ἀπαρχόμενοι· μάλα γάρ σφισι πίονι μέτρῳ

ἁ δαίμων εὔκριθον ἀνεπλήρωσεν ἀλωάν.

ἀλλ' ἄγε δή, ξυνὰ γὰρ ὁδὸς ξυνὰ δὲ καὶ ἀώς,

βουκολιασδώμεσθα· τάχ' ὥτερος ἄλλον ὀνασεῖ.

καὶ γὰρ ἐγὼ Μοισᾶν καπυρὸν στόμα, κἠμὲ λέγοντι

πάντες ἀοιδὸν ἄριστον· ἐγὼ δέ τις οὐ ταχυπειθής,

οὐ Δᾶν· οὐ γάρ πω κατ' ἐμὸν νόον οὔτε τὸν ἐσθλόν

Σικελίδαν νίκημι τὸν ἐκ Σάμω οὔτε Φιλίταν

ἀείδων, βάτραχος δὲ ποτ' ἀκρίδας ὥς τις ἐρίσδω.'

ὣς ἐφάμαν ἐπίταδες· ὁ δ' αἰπόλος ἁδὺ γελάσσας,

'τάν τοι', ἔφα, 'κορύναν δωρύττομαι, οὕνεκεν ἐσσί

πᾶν ἐπ' ἀλαθείᾳ πεπλασμένον ἐκ Διὸς ἔρνος.

ὥς μοι καὶ τέκτων μέγ' ἀπέχθεται ὅστις ἐρευνῇ

ἶσον ὄρευς κορυφᾷ τελέσαι δόμον Ὠρομέδοντος,

καὶ Μοισᾶν ὄρνιχες ὅσοι ποτὶ Χῖον ἀοιδόν

ἀντία κοκκύζοντες ἐτώσια μοχθίζοντι.

ἀλλ' ἄγε βουκολικᾶς ταχέως ἀρξώμεθ' ἀοιδᾶς,

Σιμιχίδα· κἠγὼ μέν ‑ ὅρη, φίλος, εἴ τοι ἀρέσκει

τοῦθ' ὅτι πρᾶν ἐν ὄρει τὸ μελύδριον ἐξεπόνασα.

 

Ἔσσεται Ἀγεάνακτι καλὸς πλόος ἐς Μιτυλήναν,

χὤταν ἐφ' ἑσπερίοις Ἐρίφοις νότος ὑγρὰ διώκῃ

κύματα, χὠρίων ὅτ' ἐπ' ὠκεανῷ πόδας ἴσχει,

αἴ κα τὸν Λυκίδαν ὀπτεύμενον ἐξ Ἀφροδίτας

ῥύσηται· θερμὸς γὰρ ἔρως αὐτῶ με καταίθει.

χἀλκυόνες στορεσεῦντι τὰ κύματα τάν τε θάλασσαν

τόν τε νότον τόν τ' εὖρον, ὃς ἔσχατα φυκία κινεῖ,

ἁλκυόνες, γλαυκαῖς Νηρηΐσι ταί τε μάλιστα

ὀρνίχων ἐφίληθεν, ὅσοις τέ περ ἐξ ἁλὸς ἄγρα.

Ἀγεάνακτι πλόον διζημένῳ ἐς Μιτυλήναν

ὤρια πάντα γένοιτο, καὶ εὔπλοος ὅρμον ἵκοιτο.

κἠγὼ τῆνο κατ' ἆμαρ ἀνήτινον ἢ ῥοδόεντα

ἢ καὶ λευκοΐων στέφανον περὶ κρατὶ φυλάσσων

τὸν Πτελεατικὸν οἶνον ἀπὸ κρατῆρος ἀφυξῶ

πὰρ πυρὶ κεκλιμένος, κύαμον δέ τις ἐν πυρὶ φρυξεῖ.

χἀ στιβὰς ἐσσεῖται πεπυκασμένα ἔστ' ἐπὶ πᾶχυν

κνύζᾳ τ' ἀσφοδέλῳ τε πολυγνάμπτῳ τε σελίνῳ.

καὶ πίομαι μαλακῶς μεμναμένος Ἀγεάνακτος

αὐταῖς ἐν κυλίκεσσι καὶ ἐς τρύγα χεῖλος ἐρείδων.

αὐλησεῦντι δέ μοι δύο ποιμένες, εἷς μὲν Ἀχαρνεύς,

εἷς δὲ Λυκωπίτας· ὁ δὲ Τίτυρος ἐγγύθεν ᾀσεῖ

ὥς ποκα τᾶς Ξενέας ἠράσσατο Δάφνις ὁ βούτας,

χὠς ὄρος ἀμφεπονεῖτο καὶ ὡς δρύες αὐτὸν ἐθρήνευν

Ἱμέρα αἵτε φύοντι παρ' ὄχθαισιν ποταμοῖο,

εὖτε χιὼν ὥς τις κατετάκετο μακρὸν ὑφ' Αἷμον

ἢ Ἄθω ἢ Ῥοδόπαν ἢ Καύκασον ἐσχατόωντα.

ᾀσεῖ δ' ὥς ποκ' ἔδεκτο τὸν αἰπόλον εὐρέα λάρναξ

ζωὸν ἐόντα κακαῖσιν ἀτασθαλίαισιν ἄνακτος,

ὥς τέ νιν αἱ σιμαὶ λειμωνόθε φέρβον ἰοῖσαι

κέδρον ἐς ἁδεῖαν μαλακοῖς ἄνθεσσι μέλισσαι,

οὕνεκά οἱ γλυκὺ Μοῖσα κατὰ στόματος χέε νέκταρ.

ὦ μακαριστὲ Κομᾶτα, τύ θην τάδε τερπνὰ πεπόνθεις·

καὶ τὺ κατεκλᾴσθης ἐς λάρνακα, καὶ τὺ μελισσᾶν

κηρία φερβόμενος ἔτος ὥριον ἐξεπόνασας.

αἴθ' ἐπ' ἐμεῦ ζωοῖς ἐναρίθμιος ὤφελες ἦμεν,

ὥς τοι ἐγὼν ἐνόμευον ἀν' ὤρεα τὰς καλὰς αἶγας

φωνᾶς εἰσαΐων, τὺ δ' ὑπὸ δρυσὶν ἢ ὑπὸ πεύκαις

ἁδὺ μελισδόμενος κατεκέκλισο, θεῖε Κομᾶτα.'

 

Χὢ μὲν τόσσ' εἰπὼν ἀπεπαύσατο· τὸν δὲ μέτ' αὖθις

κἠγὼν τοῖ' ἐφάμαν· 'Λυκίδα φίλε, πολλὰ μὲν ἄλλα

Νύμφαι κἠμὲ δίδαξαν ἀν' ὤρεα βουκολέοντα

ἐσθλά, τά που καὶ Ζηνὸς ἐπὶ θρόνον ἄγαγε φάμα·

ἀλλὰ τόγ' ἐκ πάντων μέγ' ὑπείροχον, ᾧ τυ γεραίρειν

ἀρξεῦμ'· ἀλλ' ὑπάκουσον, ἐπεὶ φίλος ἔπλεο Μοίσαις.

 

Σιμιχίδᾳ μὲν Ἔρωτες ἐπέπταρον· ἦ γὰρ ὁ δειλός

τόσσον ἐρᾷ Μυρτοῦς ὅσον εἴαρος αἶγες ἔρανται.

Ὥρατος δ' ὁ τὰ πάντα φιλαίτατος ἀνέρι τήνῳ

παιδὸς ὑπὸ σπλάγχνοισιν ἔχει πόθον. οἶδεν Ἄριστις,

ἐσθλὸς ἀνήρ, μέγ' ἄριστος, ὃν οὐδέ κεν αὐτὸς ἀείδειν

Φοῖβος σὺν φόρμιγγι παρὰ τριπόδεσσι μεγαίροι,

ὡς ἐκ παιδὸς Ἄρατος ὑπ' ὀστίον αἴθετ' ἔρωτι.

τόν μοι, Πάν, Ὁμόλας ἐρατὸν πέδον ὅστε λέλογχας,

ἄκλητον τήνοιο φίλας ἐς χεῖρας ἐρείσαις,

εἴτ' ἔστ' ἆρα Φιλῖνος ὁ μαλθακὸς εἴτε τις ἄλλος.

κεἰ μὲν ταῦτ' ἔρδοις, ὦ Πὰν φίλε, μήτι τυ παῖδες

Ἀρκαδικοὶ σκίλλαισιν ὑπὸ πλευράς τε καὶ ὤμως

τανίκα μαστίζοιεν, ὅτε κρέα τυτθὰ παρείη·

εἰ δ' ἄλλως νεύσαις, κατὰ μὲν χρόα πάντ' ὀνύχεσσι

δακνόμενος κνάσαιο καὶ ἐν κνίδαισι καθεύδοις·

εἴης δ' Ἠδωνῶν μὲν ἐν ὤρεσι χείματι μέσσῳ

Ἕβρον πὰρ ποταμὸν τετραμμένος ἐγγύθεν Ἄρκτω,

ἐν δὲ θέρει πυμάτοισι παρ' Αἰθιόπεσσι νομεύοις

πέτρᾳ ὕπο Βλεμύων, ὅθεν οὐκέτι Νεῖλος ὁρατός.

ὔμμες δ' Ὑετίδος καὶ Βυβλίδος ἁδὺ λιπόντες

νᾶμα καὶ Οἰκοῦντα, ξανθᾶς ἕδος αἰπὺ Διώνας,

ὦ μάλοισιν Ἔρωτες ἐρευθομένοισιν ὁμοῖοι,

βάλλετέ μοι τόξοισι τὸν ἱμερόεντα Φιλῖνον,

βάλλετ', ἐπεὶ τὸν ξεῖνον ὁ δύσμορος οὐκ ἐλεεῖ μευ.

καὶ δὴ μὰν ἀπίοιο πεπαίτερος, αἱ δὲ γυναῖκες,

"αἰαῖ", φαντί, "Φιλῖνε, τό τοι καλὸν ἄνθος ἀπορρεῖ".

μηκέτι τοι φρουρέωμες ἐπὶ προθύροισιν, Ἄρατε,

μηδὲ πόδας τρίβωμες· ὁ δ' ὄρθριος ἄλλον ἀλέκτωρ

κοκκύσδων νάρκαισιν ἀνιαραῖσι διδοίη·

εἷς δ' ἀπὸ τᾶσδε, φέριστε, Μόλων ἄγχοιτο παλαίστρας.

ἄμμιν δ' ἁσυχία τε μέλοι, γραία τε παρείη

ἅτις ἐπιφθύζοισα τὰ μὴ καλὰ νόσφιν ἐρύκοι.'

 

Τόσσ' ἐφάμαν· ὃ δέ μοι τὸ λαγωβόλον, ἁδὺ γελάσσας

ὡς πάρος, ἐκ Μοισᾶν ξεινήιον ὤπασεν ἦμεν.

χὢ μὲν ἀποκλίνας ἐπ' ἀριστερὰ τὰν ἐπὶ Πύξας

εἷρφ' ὁδόν· αὐτὰρ ἐγών τε καὶ Εὔκριτος ἐς Φρασιδάμω

στραφθέντες χὠ καλὸς Ἀμύντιχος ἔν τε βαθείαις

ἁδείας σχοίνοιο χαμευνίσιν ἐκλίνθημες

ἔν τε νεοτμάτοισι γεγαθότες οἰναρέοισι.

πολλαὶ δ' ἄμμιν ὕπερθε κατὰ κρατὸς δονέοντο

αἴγειροι πτελέαι τε· τὸ δ' ἐγγύθεν ἱερὸν ὕδωρ

Νυμφᾶν ἐξ ἄντροιο κατειβόμενον κελάρυζε.

τοὶ δὲ ποτὶ σκιαραῖς ὀροδαμνίσιν αἰθαλίωνες

τέττιγες λαλαγεῦντες ἔχον πόνον· ἁ δ' ὀλολυγών

τηλόθεν ἐν πυκιναῖσι βάτων τρύζεσκεν ἀκάνθαις·

ἄειδον κόρυδοι καὶ ἀκανθίδες, ἔστενε τρυγών,

πωτῶντο ξουθαὶ περὶ πίδακας ἀμφὶ μέλισσαι.

πάντ' ὦσδεν θέρεος μάλα πίονος, ὦσδε δ' ὀπώρας.

ὄχναι μὲν πὰρ ποσσί, παρὰ πλευραῖσι δὲ μᾶλα

δαψιλέως ἁμῖν ἐκυλίνδετο, τοὶ δ' ἐκέχυντο

ὄρπακες βραβίλοισι καταβρίθοντες ἔραζε·

τετράενες δὲ πίθων ἀπελύετο κρατὸς ἄλειφαρ.

Νύμφαι Κασταλίδες Παρνάσιον αἶπος ἔχοισαι,

ἆρά γέ πᾳ τοιόνδε Φόλω κατὰ λάινον ἄντρον

κρατῆρ' Ἡρακλῆι γέρων ἐστάσατο Χίρων;

ἆρά γέ πᾳ τῆνον τὸν ποιμένα τὸν ποτ' Ἀνάπῳ,

τὸν κρατερὸν Πολύφαμον, ὃς ὤρεσι νᾶας ἔβαλλε,

τοῖον νέκταρ ἔπεισε κατ' αὔλια ποσσὶ χορεῦσαι,

οἷον δὴ τόκα πῶμα διεκρανάσατε, Νύμφαι,

βωμῷ πὰρ Δάματρος ἁλωΐδος; ἇς ἐπὶ σωρῷ

αὖτις ἐγὼ πάξαιμι μέγα πτύον, ἃ δὲ γελάσσαι

δράγματα καὶ μάκωνας ἐν ἀμφοτέραισιν ἔχοισα.