245 30 0 4 15 2 IV-III a. C. Commedia Menander Perinthia Sandbach, F.H., Oxford, Clarendon Press, 1972. 4

MENANDER - Perinthia - ΠΕΡΙΝΘΙΑ

[ΛΑΧΗΣ]    σὺ δ' ἀκολούθει [

[ ] κληματίδ]ας ἔξεισιν φέρων.

‹Λαχ›    τὸ πῦ[ρ

[ΔΑΟΣ]

καὶ πῦρ· πρόδηλον. ὦ Τίβειε καὶ Γέτα,

ἔπειτα κατακαύσει μ'. ἀφείητ' ἄν, Γέτα,

   5σύν]δουλον ὄντα καὶ διασώσαι̣[τ'. ε]ὖ πάνυ

νῦν] ἄν μ' ἀφείητ'. ἀλλὰ περιόψεσθέ με;

οὕτω] πρὸς ἀλλήλους ἔχομεν; προσέρχεται

ὁ Πυρ]ρίας ὅσον γε φορτίον φέρων.

ἀπόλωλα. καὶ δᾶιδ' αὐτὸς ἡμμένην ἔχων

  10[.....ἀκ]ολουθεῖ.

Λαχ    περίθετ' ἐν κύκλωι ταχύ.

νυνί γ' ἐπ]ίδειξαι, Δᾶε, τὴν πανουργίαν,

τέχνην τιν' εὑρὼν διαφυγών τ' ἐνθένδε με.

(Δα) τέχνην ἐγώ;

(Λα)    ναί, Δᾶε· τὸν μὲν ἀπράγμονα

καὶ κοῦφον ἐξαπατᾶν γάρ ἐστι δεσπότην

  15φλύαρος.

(Δα)    ἡήν.

(Λα)    εἰ δέ τις τὴν τῶν φρενῶν

στακτήν ‑

(Σω)    ἐκνίσθης;

(Δα)    οὐχὶ πρὸς σοῦ, δέσποτα.

(Σω) ὁ μὲν πονηρός, ὁ θρασὺς ἐνθάδ' ἀρτίως

κατὰ τῶν σκελῶν τὴν κληρονομίαν φιλτατο[

[                 ]ο̣δ̣ων.

()    ἕξειν χάριν

  20[            ]ς ὑφ' ἡμῶν.

Λαχ    κάετε.

[ΣΩ]ΣΙΑΣ [                     ]ως ἀφίκετο

[         ]φερόμενος γὰρ κἀν κύκλωι

[           ]ρ̣των τ' ἐστὶ τὸ [

Fragmenta aliunde nota

Fr. 1

οἱ τῶν μετοίκων Ἀθήνησι προ-

εστηκότες

Fr. 2

τὸ παιδίον ‹δ'› εἰσῆλθεν ἑψητοὺς φέρον.

Fr. 3

ὅστις παραλαβὼν δεσπότην ἀπράγμονα

καὶ κοῦφον ἐξαπατᾶι θεράπων, οὐκ οἶδ' ὅ τι

οὗτος μεγαλεῖόν ἐστι διαπεπραγμένος,

ἐπαβελτερώσας τὸν πάλαι ‹γ'› ἀβέλτερον.

Fr. 4

   οὐδεμίαν ἡ γραῦς ὅλως

κύλικα παρῆκεν ἀλλὰ πίνει τὴν κύκλωι.

Fr. 5

οὐπώποτ' ἐζήλωσα πολυτελῆ νεκρόν·

εἰς τὸν ἴσον ὄγκον τῶι σφόδρ' ἔρχετ' εὐτελεῖ.

Fr. 6

   ὅσ' ἐστὶ μαλακὰ συλλαβὼν

ἐκ τῆς πόλεως τὸ σύνολον ἐκπήδα, φίλος,

θᾶττον.

Fr. 7

τὰ δ' ἄλλ' ἀνέπαφα σώματ' οὐδὲ λη‹πτέα›

Fr. 8

ἐπὶ τῶν ἁμαξῶν εἰσι πομπεῖαί τινες

σφόδρα λοίδοροι.

Fr. 9

οὐδ' αὐτός εἰμι σὺν θεοῖς ὑπόξυλος.

Fr. 10

Αἰάντειος γέλως