1089 94 0 0 0 IV-III a. C. Bucolico Theocritus Idyllia 8

THEOCRITUS - Idyllia - XV - ΣΥΡΑΚΟΣΙΑΙ Η ΑΔΩΝΙΑΖΟΥΣΑΙ

ΓΟΡΓΩ ΚΑΙ ΠΡΑΞΙΝΟΑ

ΓΟΡΓΩ Ἔνδοι Πραξινόα; ΠΡΑΞΙΝΟΑ Γοργὼ φίλα, ὡς χρόνῳ. ἔνδοι.

θαῦμ' ὅτι καὶ νῦν ἦνθες. ὅρη δρίφον, Εὐνόα, αὐτᾷ·

ἔμβαλε καὶ ποτίκρανον. ΓΟ. ἔχει κάλλιστα. ΠΡ. καθίζευ.

ΓΟ. ὢ τᾶς ἀλεμάτω ψυχᾶς· μόλις ὔμμιν ἐσώθην,

Πραξινόα, πολλῶ μὲν ὄχλω, πολλῶν δὲ τεθρίππων·

παντᾷ κρηπῖδες, παντᾷ χλαμυδηφόροι ἄνδρες·

ἁ δ' ὁδὸς ἄτρυτος· τὺ δ' ἑκαστέρω αἰὲν ἀποικεῖς.

ΠΡ. ταῦθ' ὁ πάραρος τῆνος· ἐπ' ἔσχατα γᾶς ἔλαβ' ἐνθών

ἰλεόν, οὐκ οἴκησιν, ὅπως μὴ γείτονες ὦμες

ἀλλάλαις, ποτ' ἔριν, φθονερὸν κακόν, αἰὲν ὁμοῖος.

ΓΟ. μὴ λέγε τὸν τεὸν ἄνδρα, φίλα, Δίνωνα τοιαῦτα

τῶ μικκῶ παρεόντος· ὅρη, γύναι, ὡς ποθορῇ τυ.

θάρσει, Ζωπυρίων, γλυκερὸν τέκος· οὐ λέγει ἀπφῦν.

ΠΡ. αἰσθάνεται τὸ βρέφος, ναὶ τὰν πότνιαν. ΓΟ. καλὸς ἀπφῦς.

ΠΡ. ἀπφῦς μὰν τῆνός γα πρόαν ‑ λέγομες δὲ πρόαν θην

'πάππα, νίτρον καὶ φῦκος ἀπὸ σκανᾶς ἀγοράσδειν' ‑

ἷκτο φέρων ἅλας ἄμμιν, ἀνὴρ τρισκαιδεκάπαχυς.

ΓΟ. χὠμὸς ταυτᾷ ἔχει· φθόρος ἀργυρίω Διοκλείδας·

ἑπταδράχμως κυνάδας, γραιᾶν ἀποτίλματα πηρᾶν,

πέντε πόκως ἔλαβ' ἐχθές, ἅπαν ῥύπον, ἔργον ἐπ' ἔργῳ.

ἀλλ' ἴθι, τὠμπέχονον καὶ τὰν περονατρίδα λάζευ.

βᾶμες τῶ βασιλῆος ἐς ἀφνειῶ Πτολεμαίω

θασόμεναι τὸν Ἄδωνιν· ἀκούω χρῆμα καλόν τι

κοσμεῖν τὰν βασίλισσαν. ΠΡ. ἐν ὀλβίῳ ὄλβια πάντα.

ΓΟ. ὧν ἴδες, ὧν εἴπαις κεν ἰδοῖσα τὺ τῷ μὴ ἰδόντι.

ἕρπειν ὥρα κ' εἴη. ΠΡ. ἀεργοῖς αἰὲν ἑορτά.

Εὐνόα, αἶρε τὸ νῆμα καὶ ἐς μέσον, αἰνόδρυπτε,

θὲς πάλιν· αἱ γαλέαι μαλακῶς χρῄζοντι καθεύδειν.

κινεῦ δή· φέρε θᾶσσον ὕδωρ. ὕδατος πρότερον δεῖ,

ἃ δὲ σμᾶμα φέρει. δὸς ὅμως. μὴ δὴ πολύ, λᾳστρί.

ἔγχει ὕδωρ. δύστανε, τί μευ τὸ χιτώνιον ἄρδεις;

παῦέ ποχ'· οἷα θεοῖς ἐδόκει, τοιαῦτα νένιμμαι.

ἁ κλᾲξ τᾶς μεγάλας πεῖ λάρνακος; ὧδε φέρ' αὐτάν.

ΓΟ. Πραξινόα, μάλα τοι τὸ καταπτυχὲς ἐμπερόναμα

τοῦτο πρέπει· λέγε μοι, πόσσω κατέβα τοι ἀφ' ἱστῶ;

ΠΡ. μὴ μνάσῃς, Γοργοῖ· πλέον ἀργυρίω καθαρῶ μνᾶν

ἢ δύο· τοῖς δ' ἔργοις καὶ τὰν ψυχὰν ποτέθηκα.

ΓΟ. ἀλλὰ κατὰ γνώμαν ἀπέβα τοι· τοῦτό κεν εἴπαις.

ΠΡ. τὠμπέχονον φέρε μοι καὶ τὰν θολίαν· κατὰ κόσμον

ἀμφίθες. οὐκ ἀξῶ τυ, τέκνον. Μορμώ, δάκνει ἵππος.

δάκρυ' ὅσσα θέλεις, χωλὸν δ' οὐ δεῖ τυ γενέσθαι.

ἕρπωμες. Φρυγία, τὸν μικκὸν παῖσδε λαβοῖσα,

τὰν κύν' ἔσω κάλεσον, τὰν αὐλείαν ἀπόκλᾳξον.

ὦ θεοί, ὅσσος ὄχλος. πῶς καὶ πόκα τοῦτο περᾶσαι

χρὴ τὸ κακόν; μύρμακες ἀνάριθμοι καὶ ἄμετροι.

πολλά τοι, ὦ Πτολεμαῖε, πεποίηται καλὰ ἔργα,

ἐξ ὧ ἐν ἀθανάτοις ὁ τεκών· οὐδεὶς κακοεργός

δαλεῖται τὸν ἰόντα παρέρπων Αἰγυπτιστί,

οἷα πρὶν ἐξ ἀπάτας κεκροτημένοι ἄνδρες ἔπαισδον,

ἀλλάλοις ὁμαλοί, κακὰ παίχνια, πάντες ἀραῖοι.

ἁδίστα Γοργώ, τί γενώμεθα; τοὶ πολεμισταί

ἵπποι τῶ βασιλῆος. ἄνερ φίλε, μή με πατήσῃς.

ὀρθὸς ἀνέστα ὁ πυρρός· ἴδ' ὡς ἄγριος. κυνοθαρσής

Εὐνόα, οὐ φευξῇ; διαχρησεῖται τὸν ἄγοντα.

ὠνάθην μεγάλως ὅτι μοι τὸ βρέφος μένει ἔνδον.

ΓΟ. θάρσει, Πραξινόα· καὶ δὴ γεγενήμεθ' ὄπισθεν,

τοὶ δ' ἔβαν ἐς χώραν. ΠΡ. καὐτὰ συναγείρομαι ἤδη.

ἵππον καὶ τὸν ψυχρὸν ὄφιν τὰ μάλιστα δεδοίκω

ἐκ παιδός. σπεύδωμες· ὄχλος πολὺς ἄμμιν ἐπιρρεῖ.

ΓΟ. ἐξ αὐλᾶς, ὦ μᾶτερ; ΓΡΑΥΣ ἐγών, τέκνα. ΓΟ. εἶτα παρενθεῖν

εὐμαρές; ΓΡ. ἐς Τροίαν πειρώμενοι ἦνθον Ἀχαιοί,

κάλλισται παίδων· πείρᾳ θην πάντα τελεῖται.

ΓΟ. χρησμὼς ἁ πρεσβῦτις ἀπῴχετο θεσπίξασα.

ΠΡ. πάντα γυναῖκες ἴσαντι, καὶ ὡς Ζεὺς ἀγάγεθ' Ἥραν.

ΓΟ. θᾶσαι, Πραξινόα, περὶ τὰς θύρας ὅσσος ὅμιλος.

ΠΡ. θεσπέσιος. Γοργοῖ, δὸς τὰν χέρα μοι· λάβε καὶ τύ,

Εὐνόα, Εὐτυχίδος· πότεχ' αὐτᾶς μὴ ἀποπλαγχθῇς.

πᾶσαι ἅμ' εἰσένθωμες· ἀπρὶξ ἔχευ, Εὐνόα, ἁμῶν.

οἴμοι δειλαία, δίχα μοι τὸ θερίστριον ἤδη

ἔσχισται, Γοργοῖ. ποττῶ Διός, εἴ τι γένοιο

εὐδαίμων, ἄνθρωπε, φυλάσσεο τὠμπέχονόν μευ.

  ΞΕΝΟΣ

οὐκ ἐπ' ἐμὶν μέν, ὅμως δὲ φυλάξομαι. ΠΡ. ὄχλος ἀλαθέως·

ὠθεῦνθ' ὥσπερ ὕες. ΞΕ. θάρσει, γύναι· ἐν καλῷ εἰμές.

ΠΡ. κἠς ὥρας κἤπειτα, φίλ' ἀνδρῶν, ἐν καλῷ εἴης,

ἄμμε περιστέλλων. χρηστῶ κοἰκτίρμονος ἀνδρός.

φλίβεται Εὐνόα ἄμμιν· ἄγ', ὦ δειλὰ τύ, βιάζευ.

κάλλιστ'· 'ἔνδοι πᾶσαι', ὁ τὰν νυὸν εἶπ' ἀποκλᾴξας.

ΓΟ. Πραξινόα, πόταγ' ὧδε. τὰ ποικίλα πρᾶτον ἄθρησον,

λεπτὰ καὶ ὡς χαρίεντα· θεῶν περονάματα φασεῖς.

ΠΡ. πότνι' Ἀθαναία, ποῖαί σφ' ἐπόνασαν ἔριθοι,

ποῖοι ζωογράφοι τἀκριβέα γράμματ' ἔγραψαν.

ὡς ἔτυμ' ἑστάκαντι καὶ ὡς ἔτυμ' ἐνδινεῦντι,

ἔμψυχ', οὐκ ἐνυφαντά. σοφόν τι χρῆμ' ἄνθρωπος.

αὐτὸς δ' ὡς θαητὸς ἐπ' ἀργυρέας κατάκειται

κλισμῶ, πρᾶτον ἴουλον ἀπὸ κροτάφων καταβάλλων,

ὁ τριφίλητος Ἄδωνις, ὁ κἠν Ἀχέροντι φιληθείς.

ΕΤΕΡΟΣ ΞΕΝΟΣ

παύσασθ', ὦ δύστανοι, ἀνάνυτα κωτίλλοισαι,

τρυγόνες· ἐκκναισεῦντι πλατειάσδοισαι ἅπαντα.

ΠΡ. μᾶ, πόθεν ὥνθρωπος; τί δὲ τίν, εἰ κωτίλαι εἰμές;

πασάμενος ἐπίτασσε· Συρακοσίαις ἐπιτάσσεις.

ὡς εἰδῇς καὶ τοῦτο, Κορίνθιαι εἰμὲς ἄνωθεν,

ὡς καὶ ὁ Βελλεροφῶν. Πελοποννασιστὶ λαλεῦμες,

Δωρίσδειν δ' ἔξεστι, δοκῶ, τοῖς Δωριέεσσι.

μὴ φύη, Μελιτῶδες, ὃς ἁμῶν καρτερὸς εἴη,

πλὰν ἑνός. οὐκ ἀλέγω. μή μοι κενεὰν ἀπομάξῃς.

ΓΟ. σίγη, Πραξινόα· μέλλει τὸν Ἄδωνιν ἀείδειν

ἁ τᾶς Ἀργείας θυγάτηρ, πολύιδρις ἀοιδός,

ἅτις καὶ πέρυσιν τὸν ἰάλεμον ἀρίστευσε.

φθεγξεῖταί τι, σάφ' οἶδα, καλόν· διαχρέμπτεται ἤδη.

ΓΥΝΗ ΑΟΙΔΟΣ

Δέσποιν', ἃ Γολγώς τε καὶ Ἰδάλιον ἐφίλησας

αἰπεινάν τ' Ἔρυκα, χρυσῷ παίζοισ' Ἀφροδίτα,

οἷόν τοι τὸν Ἄδωνιν ἀπ' ἀενάω Ἀχέροντος

μηνὶ δυωδεκάτῳ μαλακαὶ πόδας ἄγαγον Ὧραι,

βάρδισται μακάρων Ὧραι φίλαι· ἀλλὰ ποθειναί

ἔρχονται πάντεσσι βροτοῖς αἰεί τι φέροισαι.

Κύπρι Διωναία, τὺ μὲν ἀθανάταν ἀπὸ θνατᾶς,

ἀνθρώπων ὡς μῦθος, ἐποίησας Βερενίκαν,

ἀμβροσίαν ἐς στῆθος ἀποστάξασα γυναικός·

τὶν δὲ χαριζομένα, πολυώνυμε καὶ πολύναε,

ἁ Βερενικεία θυγάτηρ Ἑλένᾳ εἰκυῖα

Ἀρσινόα πάντεσσι καλοῖς ἀτιτάλλει Ἄδωνιν.

πὰρ μέν οἱ ὥρια κεῖται, ὅσα δρυὸς ἄκρα φέροντι,

πὰρ δ' ἁπαλοὶ κᾶποι πεφυλαγμένοι ἐν ταλαρίσκοις

ἀργυρέοις, Συρίω δὲ μύρω χρύσει' ἀλάβαστρα,

εἴδατά θ' ὅσσα γυναῖκες ἐπὶ πλαθάνω πονέονται

ἄνθεα μίσγοισαι λευκῷ παντοῖα μαλεύρῳ,

ὅσσα τ' ἀπὸ γλυκερῶ μέλιτος τά τ' ἐν ὑγρῷ ἐλαίῳ.

πάντ' αὐτῷ πετεηνὰ καὶ ἑρπετὰ τεῖδε πάρεστι·

χλωραὶ δὲ σκιάδες μαλακῷ βρίθοισαι ἀνήθῳ

δέδμανθ'· οἱ δέ τε κῶροι ὑπερπωτῶνται Ἔρωτες,

οἷοι ἀηδονιδῆες ἀεξομενᾶν ἐπὶ δένδρῳ

πωτῶνται πτερύγων πειρώμενοι ὄζον ἀπ' ὄζω.

ὢ ἔβενος, ὢ χρυσός, ὢ ἐκ λευκῶ ἐλέφαντος

αἰετοὶ οἰνοχόον Κρονίδᾳ Διὶ παῖδα φέροντες,

πορφύρεοι δὲ τάπητες ἄνω μαλακώτεροι ὕπνω·

ἁ Μίλατος ἐρεῖ χὠ τὰν Σαμίαν καταβόσκων,

'ἔστρωται κλίνα τὠδώνιδι τῷ καλῷ ἄμμιν'.

τὸν μὲν Κύπρις ἔχει, τὰν δ' ὁ ῥοδόπαχυς Ἄδωνις.

ὀκτωκαιδεκετὴς ἢ ἐννεακαίδεχ' ὁ γαμβρός·

οὐ κεντεῖ τὸ φίλημ'· ἔτι οἱ περὶ χείλεα πυρρά.

νῦν μὲν Κύπρις ἔχοισα τὸν αὑτᾶς χαιρέτω ἄνδρα·

ἀῶθεν δ' ἄμμες νιν ἅμα δρόσῳ ἀθρόαι ἔξω

οἰσεῦμες ποτὶ κύματ' ἐπ' ἀιόνι πτύοντα,

λύσασαι δὲ κόμαν καὶ ἐπὶ σφυρὰ κόλπον ἀνεῖσαι

στήθεσι φαινομένοις λιγυρᾶς ἀρξεύμεθ' ἀοιδᾶς.

ἕρπεις, ὦ φίλ' Ἄδωνι, καὶ ἐνθάδε κἠς Ἀχέροντα

ἡμιθέων, ὡς φαντί, μονώτατος. οὔτ' Ἀγαμέμνων

τοῦτ' ἔπαθ' οὔτ' Αἴας ὁ μέγας, βαρυμάνιος ἥρως,

οὔθ' Ἕκτωρ, Ἑκάβας ὁ γεραίτατος εἴκατι παίδων,

οὐ Πατροκλῆς, οὐ Πύρρος ἀπὸ Τροίας ἐπανενθών,

οὔθ' οἱ ἔτι πρότεροι Λαπίθαι καὶ Δευκαλίωνες,

οὐ Πελοπηιάδαι τε καὶ Ἄργεος ἄκρα Πελασγοί.

ἵλαος, ὦ φίλ' Ἄδωνι, καὶ ἐς νέωτ'· εὐθυμεύσαις

καὶ νῦν ἦνθες, Ἄδωνι, καί, ὅκκ' ἀφίκῃ, φίλος ἡξεῖς.

 

ΓΟ. Πραξινόα, τὸ χρῆμα σοφώτατον ἁ θήλεια·

ὀλβία ὅσσα ἴσατι, πανολβία ὡς γλυκὺ φωνεῖ.

ὥρα ὅμως κἠς οἶκον. ἀνάριστος Διοκλείδας·

χὠνὴρ ὄξος ἅπαν, πεινᾶντι δὲ μηδὲ ποτένθῃς.

χαῖρε, Ἄδων ἀγαπατέ, καὶ ἐς χαίροντας ἀφικνεῦ.