401 16 0 0 0 IV-III a. C. Bucolico Theocritus Idyllia 1

THEOCRITUS - Idyllia - XVIII - ΕΛΕΝΗΣ ΕΠΙΘΑΛΑΜΙΟΣ

Ἔν ποκ' ἄρα Σπάρτᾳ ξανθότριχι πὰρ Μενελάῳ

παρθενικαὶ θάλλοντα κόμαις ὑάκινθον ἔχοισαι

πρόσθε νεογράπτω θαλάμω χορὸν ἐστάσαντο,

δώδεκα ταὶ πρᾶται πόλιος, μέγα χρῆμα Λακαινᾶν,

ἁνίκα Τυνδαρίδα κατεκλᾴξατο τὰν ἀγαπατάν

μναστεύσας Ἑλέναν ὁ νεώτερος Ἀτρέος υἱῶν.

ἄειδον δ' ἅμα πᾶσαι ἐς ἓν μέλος ἐγκροτέοισαι

ποσσὶ περιπλέκτοις, ὑπὸ δ' ἴαχε δῶμ' ὑμεναίῳ·

 

Οὕτω δὴ πρωϊζὰ κατέδραθες, ὦ φίλε γαμβρέ;

ἦ ῥά τις ἐσσὶ λίαν βαρυγούνατος; ἦ ῥα φίλυπνος;

ἦ ῥα πολύν τιν' ἔπινες, ὅκ' εἰς εὐνὰν κατεβάλλευ;

εὕδειν μὰν σπεύδοντα καθ' ὥραν αὐτὸν ἐχρῆν τυ,

παῖδα δ' ἐᾶν σὺν παισὶ φιλοστόργῳ παρὰ ματρί

παίσδειν ἐς βαθὺν ὄρθρον, ἐπεὶ καὶ ἔνας καὶ ἐς ἀῶ

κἠς ἔτος ἐξ ἔτεος, Μενέλαε, τεὰ νυὸς ἅδε.

ὄλβιε γάμβρ', ἀγαθός τις ἐπέπταρεν ἐρχομένῳ τοι

ἐς Σπάρταν ἅπερ ὧλλοι ἀριστέες, ὡς ἀνύσαιο·

μῶνος ἐν ἡμιθέοις Κρονίδαν Δία πενθερὸν ἑξεῖς.

Ζανός τοι θυγάτηρ ὑπὸ τὰν μίαν ἵκετο χλαῖναν,

οἵα Ἀχαιιάδων γαῖαν πατεῖ οὐδεμί' ἄλλα·

ἦ μέγα κά τι τέκοιτ', εἰ ματέρι τίκτοι ὁμοῖον.

ἄμμες δ' αἱ πᾶσαι συνομάλικες, αἷς δρόμος ωὑτός

χρισαμέναις ἀνδριστὶ παρ' Εὐρώταο λοετροῖς,

τετράκις ἑξήκοντα κόραι, θῆλυς νεολαία,

τᾶν οὐδ' ἅτις ἄμωμος ἐπεί χ' Ἑλένᾳ παρισωθῇ.

Ἀὼς ἀντέλλοισα καλὸν διέφανε πρόσωπον,

πότνια Νύξ, τό τε λευκὸν ἔαρ χειμῶνος ἀνέντος·

ὧδε καὶ ἁ χρυσέα Ἑλένα διεφαίνετ' ἐν ἁμῖν.

πιείρᾳ μεγάλα ἅτ' ἀνέδραμε κόσμος ἀρούρᾳ

ἢ κάπῳ κυπάρισσος, ἢ ἅρματι Θεσσαλὸς ἵππος,

ὧδε καὶ ἁ ῥοδόχρως Ἑλένα Λακεδαίμονι κόσμος·

οὐδέ τις ἐκ ταλάρω πανίσδεται ἔργα τοιαῦτα,

οὐδ' ἐνὶ δαιδαλέῳ πυκινώτερον ἄτριον ἱστῷ

κερκίδι συμπλέξασα μακρῶν ἔταμ' ἐκ κελεόντων.

οὐ μὰν οὐδὲ λύραν τις ἐπίσταται ὧδε κροτῆσαι

Ἄρτεμιν ἀείδοισα καὶ εὐρύστερνον Ἀθάναν

ὡς Ἑλένα, τᾶς πάντες ἐπ' ὄμμασιν ἵμεροι ἐντί.

ὦ καλά, ὦ χαρίεσσα κόρα, τὺ μὲν οἰκέτις ἤδη.

ἄμμες δ' ἐς Δρόμον ἦρι καὶ ἐς λειμώνια φύλλα

ἑρψεῦμες στεφάνως δρεψεύμεναι ἁδὺ πνέοντας,

πολλὰ τεοῦς, Ἑλένα, μεμναμέναι ὡς γαλαθηναί

ἄρνες γειναμένας ὄιος μαστὸν ποθέοισαι.

πρᾶταί τοι στέφανον λωτῶ χαμαὶ αὐξομένοιο

πλέξασαι σκιερὰν καταθήσομεν ἐς πλατάνιστον·

πρᾶται δ' ἀργυρέας ἐξ ὄλπιδος ὑγρὸν ἄλειφαρ

λαζύμεναι σταξεῦμες ὑπὸ σκιερὰν πλατάνιστον·

γράμματα δ' ἐν φλοιῷ γεγράψεται, ὡς παριών τις

ἀννείμῃ Δωριστί· 'σέβευ μ'· Ἑλένας φυτόν εἰμι.'

Χαίροις, ὦ νύμφα· χαίροις, εὐπένθερε γαμβρέ.

Λατὼ μὲν δοίη, Λατὼ κουροτρόφος, ὔμμιν

εὐτεκνίαν, Κύπρις δέ, θεὰ Κύπρις, ἶσον ἔρασθαι

ἀλλάλων, Ζεὺς δέ, Κρονίδας Ζεύς, ἄφθιτον ὄλβον,

ὡς ἐξ εὐπατριδᾶν εἰς εὐπατρίδας πάλιν ἔνθῃ.

εὕδετ' ἐς ἀλλάλων στέρνον φιλότατα πνέοντες

καὶ πόθον· ἐγρέσθαι δὲ πρὸς ἀῶ μὴ 'πιλάθησθε.

νεύμεθα κἄμμες ἐς ὄρθρον, ἐπεί κα πρᾶτος ἀοιδός

ἐξ εὐνᾶς κελαδήσῃ ἀνασχὼν εὔτριχα δειράν.

Ὑμὴν ὦ Ὑμέναιε, γάμῳ ἐπὶ τῷδε χαρείης.