65 2 0 0 0 IV-III a. C. Bucolico Theocritus Idyllia 1

[THEOCRITUS] - Idyllia - XIX - ΚΗΡΙΟΚΛΕΠΤΗΣ

Τὸν κλέπταν ποτ' Ἔρωτα κακὰ κέντασε μέλισσα

κηρίον ἐκ σίμβλων συλεύμενον, ἄκρα δὲ χειρῶν

δάκτυλα πάνθ' ὑπένυξεν. ὃ δ' ἄλγεε καὶ χέρ' ἐφύση

καὶ τὰν γᾶν ἐπάταξε καὶ ἅλατο, τᾷ δ' Ἀφροδίτᾳ

δεῖξεν τὰν ὀδύναν, καὶ μέμφετο ὅττι γε τυτθόν

θηρίον ἐντὶ μέλισσα καὶ ἁλίκα τραύματα ποιεῖ.

χἀ μάτηρ γελάσασα· 'τὺ δ' οὐκ ἴσος ἐσσὶ μελίσσαις,

ὃς τυτθὸς μὲν ἔεις τὰ δὲ τραύματα ἁλίκα ποιεῖς;'