755 61 1 1 0 0 444 a. C. ? Epinicio Pindarus X Nemea Bowra, C. M., Oxford, 1946. 1 5 triadi stesicoree

˘˘ˉ˘˘ˉ˘ˉˉˉ˘ˉˉˉ˘˘ˉ˘˘ˉ

ˉ˘ˉˉˉ˘˘ˉ˘˘ˉˉˉ˘˘ˉ˘˘ˉ

ˉ˘ˉˉˉ˘˘ˉ˘˘ˉ

ˉ˘ˉˉ˘ˉ˘˘ˉ˘˘ˉˉˉ˘ˉ

ˉ˘ˉˉˉ˘˘ˉ˘˘ˉˉˉ˘˘ˉ˘˘ˉ

ˉ˘ˉˉˉ˘ˉˉˉ˘ˉˉ˘ˉˉ˘ˉ˘ˉˉˉ˘ˉ

ˉ˘ˉˉˉ˘˘ˉ˘˘ˉˉˉ˘ˉ

ˉ˘ˉˉˉ˘˘ˉ˘ˉ˘ˉˉˉ˘ˉ

ˉ˘˘ˉ˘˘ˉˉˉ˘˘ˉ˘˘ˉ

ˉ˘˘ˉ˘˘ˉˉˉ˘ˉˉ

ˉ˘ˉˉˉ˘ˉˉˉ˘˘ˉ˘˘ˉˉ

˘˘˘ˉˉ˘ˉˉ˘˘ˉ˘˘ˉˉˉ˘ˉˉˉ˘ˉ

PINDARUS - Nemea X - ΘΕΑΙΩΙ ΑΡΓΕΙΩΙ ΠΑΛΑΙΣΤΗΙ

Α΄ )+­02µ8¹¼¾DÅÈÊORÒY[ÛΔαναοῦ πόλιν ἀγλαοθρόνων τε πεντήκοντα κορᾶν, Χάριτες,

¨+®°´69º?AÂÆÈOQÒY[ÜἌργος Ἥρας δῶμα θεοπρεπὲς ὑμνεῖτε· φλέγεται δ' ἀρεταῖς

©+­°³8:»@BÂμυρίαις ἔργων θρασέων ἕνεκεν.

©,¯3¶9:½BEÆÈÌQÑμακρὰ μὲν τὰ Περσέος ἀμφὶ Μεδοίσας Γοργόνος,

   5©,²´·:=¾BDÅÈËPRÓXZÛπολλὰ δ' Αἰγύπτῳ καταοίκισεν ἄστηταῖς Ἐπάφου παλάμαις·

©-¯²¶9»¾ÂHÈÊNÏUÖ[Ûßáhæοὐδ' Ὑπερμήστρα παρεπλάγχθη, μονόψαφον ἐν κολεῷ κατασχοῖσα ξίφος.


)*¬./´8º¾ÁFÆËÍQTÔX[ÚΔιομήδεα δ' ἄμβροτον ξανθά ποτε Γλαυκῶπις ἔθηκε θεόν·

ª+°´·:=¾CFÇÉÌPSÒXZÚγαῖα δ' ἐν Θήβαις ὑπέδεκτο κεραυνωθεῖσα Διὸς βέλεσιν

©,°´¶;?ÀCFÆμάντιν Οἰκλείδαν, πολέμοιο νέφος·

  10ª-°²¶9;¾BEÅÉËPÑκαὶ γυναιξὶν καλλικόμοισιν ἀριστεύει πάλαι·

ª-±µ·;?¾DGÇÌÎTVÖZ^ÝΖεὺς ἐπ' Ἀλκμήναν Δανάαν τε μολὼν τοῦτον κατέφανε λόγον·

©,±´¸9¼ÀÃIÉÍRÔ×Ø^Ýàâjèπατρὶ δ' Ἀδράστοιο Λυγκεῖ τε φρενῶν καρπὸν εὐθείᾳ συνάρμοξεν δίκᾳ·


ª,²µ¸;@¿CGÊÍÐUÕθρέψε δ' αἰχμὰν Ἀμφιτρύωνος. ὁ δ' ὄλβῳ φέρτατος

¨*®³¶9;¼BÃÅÉÎSÕἵκετ' ἐς κείνου γενεάν, ἐπεὶ ἐν χαλκέοις ὅπλοις

  15©+-®13µº¼@CÃGIÉΤηλεβόας ἔναρεν· τῷ ὄψιν ἐειδόμενος

¨*,®24·»½BÂÅἀθανάτων βασιλεὺς αὐλὰν ἐσῆλθεν,

ª/²´·;½ÀÂGHËPTÔ×σπέρμ' ἀδείμαντον φέρων Ἡρακλέος· οὗ κατ' Ὄλυμπον

(*,¯±4·¸;?ÀDFÈËÏTÖÙÜcàἄλοχος Ἥβα τελείᾳ παρὰ ματέρι βαίνοισ' ἔστι, καλλίστα θεῶν.


Β΄ *,°46¹@ÀÂÄLÌÏÓVYÚacáβραχύ μοι στόμα πάντ' ἀναγήσασθ', ὅσων Ἀργεῖον ἔχει τέμενος

  20ª,¯²¶9=ÀEGÈÌÎTV×]^Þμοῖραν ἐσλῶν· ἔστι δὲ καὶ κόρος ἀνθρώπων βαρὺς ἀντιάσαι·

¨-¯³µ8;¾BEÅἀλλ' ὅμως εὔχορδον ἔγειρε λύραν,

ª-°3µ9;¿DIÉÎÑVÕκαὶ παλαισμάτων λάβε φροντίδ'· ἀγών τοι χάλκεος

©+®±´79½ACÂÅÇLMÎTXØδᾶμον ὀτρύνει ποτὶ βουθυσίαν Ἥρας ἀέθλων τε κρίσιν·

©+¬°³6¹»¾DÅÈNÎQÓW×ÛÝeãΟὐλία παῖς ἔνθα νικάσαις δὶς ἔσχεν Θεαῖος εὐφόρων λάθαν πόνων.


  25(+­/2¶9½ÀÂIÉÍÏSW×]aßἐκράτησε δὲ καί ποθ' Ἕλλανα στρατὸν Πυθῶνι, τύχᾳ τε μολών

ª-°µ¹=@¿EGÇÍÐTYÙacâκαὶ τὸν Ἰσθμοῖ καὶ Νεμέᾳ στέφανον, Μοίσαισί τ' ἔδωκ' ἀρόσαι,

ª.±µ¹:?ÀDGÇτρὶς μὲν ἐν πόντοιο πύλαισι λαχών,

ª.²µ¹?AÂGJËÏÐUÕτρὶς δὲ καὶ σεμνοῖς δαπέδοις ἐν Ἀδραστείῳ νόμῳ.

ª-¯´¸;?ÀFHÊÌÏUWÙadâΖεῦ πάτερ, τῶν μὰν ἔραται φρενί, σιγᾷ οἱ στόμα· πὰν δὲ τέλος

  30¨,¯²·;½ÀÃHÇËPÐÔ×^Þáäkéἐν τὶν ἔργων· οὐδ' ἀμόχθῳ καρδίᾳ προσφέρων τόλμαν παραιτεῖται χάριν.


ª.°²¶9?¿DGÇÊÍRÒγνώτ' ἀείδω θεῷ τε καὶ ὅστις ἁμιλλᾶται πέρι

¨+­±´8:½CEÅËÎTÔἐσχάτων ἀέθλων κορυφαῖς. ὕπατον δ' ἔσχεν Πίσα

¨*-®25¹¼¾CFÇLNÎἩρακλέος τεθμόν. ἁδεῖαί γε μὲν ἀμβολάδαν

¨,.±58º½¾DÅÉἐν τελεταῖς δὶς Ἀθαναίων νιν ὀμφαί

  35©+­³´7»¾ÀEGÈMPÑÒκώμασαν· γαίᾳ δὲ καυθείσᾳ πυρὶ καρπὸς ἐλαίας

(*,¯±5¹º=@ÁDGÈÌÏTÔØÜbáἔμολεν Ἥρας τὸν εὐάνορα λαὸν ἐν ἀγγέων ἕρκεσιν παμποικίλοις.


Γ΄ (*¬/3µ6º½¾DÄÇÉOQÒVXØἐπέβα δέ, Θεαῖε, ματρώων πολύγνωτον γένος ὑμετέρων

©*¬°²57¹=AÃÆÊOQÒXZÚεὐάγων τιμὰ Χαρίτεσσί τε καὶ σὺν Τυνδαρίδαις θαμάκις.

¨*«®¯37¸?AÃἀξιωθείην κεν, ἐὼν Θρασύκλου

  40¨+¬/²57»@AÂÆÊPÏἈντία τε σύγγονος, Ἄργεϊ μὴ κρύπτειν φάος

¨+­²´68º@CÄÊÍPSÕZ^Ýὀμμάτων. νικαφορίαις γὰρ ὅσαις Προίτοιο τόδ' ἱπποτρόφον

¨+®°²6¸¼ÁGÈÎTÓÖ×_ßãçnìἄστυ θάλησεν Κορίνθου τ' ἐν μυχοῖς· καὶ Κλεωναίων πρὸς ἀνδρῶν τετράκις,


)+¬.0µ8º¼¿EÇÉÌRSÔY[ÛΣικυωνόθε δ' ἀργυρωθέντες σὺν οἰνηραῖς φιάλαις ἀπέβαν,

¨,¯²´79º?AÂÅÇMOÐTXÙἐκ δὲ Πελλάνας ἐπιεσσάμενοι νῶτον μαλακαῖσι κρόκαις·

  45¨+®±µ78¼ACÃἀλλὰ χαλκὸν μυρίον οὐ δυνατόν

¨*¬°¶9;½CFÆÉÌRÒἐξελέγχειν ‑ μακροτέρας γὰρ ἀριθμῆσαι σχολᾶς ‑

¨,±³¸;?¾DFÇÈËOQÒWYØὅν τε Κλείτωρ καὶ Τεγέα καὶ Ἀχαιῶν ὑψίβατοι πόλιες

ª-°±µ9º¾ÀFÆÊPÐÕ×^Þàãkêκαὶ Λύκαιον πὰρ Διὸς θῆκε δρόμῳ, σὺν ποδῶν χειρῶν τε νικῶντι σθένει.


©,®´·:?¿DFÅÉÍRÑΚάστορος δ' ἐλθόντος ἐπὶ ξενίαν πὰρ Παμφάη

  50ª-¯²µ8:½ABÅÉËQÑκαὶ κασιγνήτου Πολυδεύκεος, οὐ θαῦμα σφίσιν

¨+-°36·º½BDÅIMÎἐγγενὲς ἔμμεν ἀεθληταῖς ἀγαθοῖσιν· ἐπεί

©+-°35·»¾CÃÅεὐρυχόρου ταμίαι Σπάρτας ἀγώνων

ª,¯²¶9¼¾ÂGHÈMPÑÒμοῖραν Ἑρμᾷ καὶ σὺν Ἡρακλεῖ διέποντι θάλειαν,

)+.±µ9¼½CEÅIKÌÑÔZÙÝàhæμάλα μὲν ἀνδρῶν δικαίων περικαδόμενοι. καὶ μὰν θεῶν πιστὸν γένος.


Δ΄ )+®02µ:¼¿ÂFÆÊÎTV×]aßμεταμειβόμενοι δ' ἐναλλὰξ ἁμέραν τὰν μὲν παρὰ πατρὶ φίλῳ

  56©,®²¶=@ÂFHÊËÎTUÖ]_ßΔὶ νέμονται, τὰν δ' ὑπὸ κεύθεσι γαίας ἐν γυάλοις Θεράπνας,

©,¯²µ8;¾AEÆπότμον ἀμπιπλάντες ὁμοῖον· ἐπεί

ª,°³¶:;¾CFÇÊÑUÕτοῦτον, ἢ πάμπαν θεὸς ἔμμεναι οἰκεῖν τ' οὐρανῷ,

©+°±³79¼ACÄÆÊOQÒXZÚεἵλετ' αἰῶνα φθιμένου Πολυδεύκης Κάστορος ἐν πολέμῳ.

  60©-°²µ8¼¾ÂHÈËPÑÓ×]Ûßâièτὸν γὰρ Ἴδας ἀμφὶ βουσίν πως χολωθεὶς ἔτρωσεν χαλκέας λόγχας ἀκμᾷ.


(*­.0³6¹»½BÂÆÊQRÓZ]Ýἀπὸ Ταϋγέτου πεδαυγάζων ἴδεν Λυγκεὺς δρυὸς ἐν στελέχει

¨*­³¶9=¾CEÄÈËQSÕY[Ûἡμένους. κείνου γὰρ ἐπιχθονίων πάντων γένετ' ὀξύτατον

¨+°²µ9=¾CFÆὄμμα. λαιψηροῖς δὲ πόδεσσιν ἄφαρ

¨*¬¯µ8:¼ADÄÆËOÎἐξικέσθαν, καὶ μέγα ἔργον ἐμήσαντ' ὠκέως

  65ª-¯´¶:=¿DFÆÈËPQÔXZÛκαὶ πάθον δεινὸν παλάμαις Ἀφαρητίδαι Διός· αὐτίκα γάρ

¨+®°µ9º¼ÂIÉÌRÒÖÙaßãækèἦλθε Λήδας παῖς διώκων· τοὶ δ' ἔναντα στάθεν τύμβῳ σχεδὸν πατρωΐῳ·


¨+®±³69»BCÃÇÊPÑἔνθεν ἁρπάξαντες ἄγαλμ' Ἀΐδα, ξεστὸν πέτρον,

¨+­²µ8:½ABÄÊÍTÔἔμβαλον στέρνῳ Πολυδεύκεος· ἀλλ' οὔ νιν φλάσαν

©-/±48º½ÀHLÌQTÓοὐδ' ἀνέχασσαν· ἐφορμαθεὶς δ' ἄρ' ἄκοντι θοῷ,

  70¨*,¯23¶¼¿CÄÇἤλασε Λυγκέος ἐν πλευραῖσι χαλκόν.

ª0´¶¹=¾ÃÅJLËPSÔÖΖεὺς δ' ἐπ' Ἴδᾳ πυρφόρον πλᾶξε ψολόεντα κεραυνόν·

(*/²³8º½CEÅLNÏÓÖ[ÛÞãjèἅμα δ' ἐκαίοντ' ἐρῆμοι. χαλεπὰ δ' ἔρις ἀνθρώποις ὁμιλεῖν κρεσσόνων.


Ε΄ )+¬26¸;½ÀÁGÇËÍQTÕZ]Üταχέως δ' ἐπ' ἀδελφεοῦ βίαν πάλιν χώρησεν ὁ Τυνδαρίδας,

ª-±³¶9:¿EGÈÌÏTX×]_Þκαί νιν οὔπω τεθναότ', ἄσθματι δὲ φρίσσοντα πνοὰς ἔκιχεν.

  75©,¯²µ9=½CEÆθερμὰ δὴ τέγγων δάκρυα στοναχαῖς

¨+¬°²49»BDÃÈÌQÑὄρθιον φώνασε· 'Πάτερ Κρονίων, τίς δὴ λύσις

¨+®±µ;?ÀEGÇËÏUWØ]bàἔσσεται πενθέων; καὶ ἐμοὶ θάνατον σὺν τῷδ' ἐπίτειλον, ἄναξ.

©+®±³6¸¼¾BÂÅIÌÏÔZÚÝáiçοἴχεται τιμὰ φίλων τατωμένῳ φωτί· παῦροι δ' ἐν πόνῳ πιστοὶ βροτῶν


)+®13µ8»ÀÃGÇÌÒWXÙ^aàκαμάτου μεταλαμβάνειν.' ὣς ἤνεπε· Ζεὺς δ' ἀντίος ἤλυθέ οἱ,

  80ª-±´¶:=ÁFJËÌÑV[Übeãκαὶ τόδ' ἐξαύδασ' ἔπος· 'Ἐσσί μοι υἱός· τόνδε δ' ἔπειτα πόσις

ª-±³·:?¾CEÆσπέρμα θνατὸν ματρὶ τεᾷ πελάσαις

ª,¯±µ:=¿DHÈËÏSÓστάξεν ἥρως, ἀλλ' ἄγε τῶνδέ τοι ἔμπαν αἵρεσιν

©,®´·;?¿EHÈÍÐTW×]_Þπαρδίδωμ'· εἰ μὲν θάνατόν τε φυγὼν καὶ γῆρας ἀπεχθόμενον

©+¯±´8»ÁÃHÉÍUÕØÙ_ßáåníαὐτὸς Οὔλυμπον θέλεις ‹ναίειν ἐμοὶ› σύν τ' Ἀθαναίᾳ κελαινεγχεῖ τ' Ἄρει,


  85¨+¯³µ9;ÀEHÈËÎSÓἔστι σοι τούτων λάχος· εἰ δὲ κασιγνήτου πέρι

©,¯³¶:?¿DFÆÉÍQÑμάρνασαι, πάντων δὲ νοεῖς ἀποδάσσασθαι ἴσον,

¨*,¯37¹¾¿DFÆKNÍἥμισυ μέν κε πνέοις γαίας ὑπένερθεν ἐών,

¨*,²47¹¾ÂHÉËἥμισυ δ' οὐρανοῦ ἐν χρυσέοις δόμοισιν.'

¨+°²´7»¿ÁFIÈNPÒÔὣς ἄρ' αὐδάσαντος οὐ γνώμᾳ διπλόαν θέτο βουλάν,

  90(*/±³7º½BFÇKNÏÑÕZÚÝàgåἀνὰ δ' ἔλυσεν μὲν ὀφθαλμόν, ἔπειτα δὲ φωνὰν χαλκομίτρα Κάστορος.