4598 579 0 18 261 31 IV-III a. C. Commedia Menander Epitrepontes Sandbach, F.H., Oxford, Clarendon Press, 1972. 124

MENANDER - Epitrepontes - ΕΠΙΤΡΕΠΟΝΤΕΣ

[ΣΜΙΚΡΙΝΗΣ]

ἅνθρωπος οἶνον. αὐτὸ τοῦτ' ἐκπλήττομαι

ἔγωγ'. ὑπὲρ ‹δὲ› τοῦ μεθύσκεσθ' οὐ λέγω.

ἀπιστίαι γάρ ἐσθ' ὅμοιον τοῦτό γε,

 130εἰ καὶ βιάζεται κοτύλην τις τοὐβόλου

ὠνούμενος πίνειν ἑαυτόν.

(ΧΑΙΡΕΣΤΡΑΤΟΣ)    τοῦτ' ἐγ̣[ὼ

προσέμενον· οὗτος ἐμπεσὼν διασκ̣[εδᾶι

τὸν ἔρωτα.

(Σμ)    τί δέ μοι τοῦτο; πάλιν οἰμω[ζέτω.

προῖκα δὲ λαβὼν τάλαντα τέτταρ' ἀργύρου

 135οὐ τῆς γυναικὸς νενόμιχ' αὑτὸν οἰκέτην·

ἀπόκοιτός ἐστι· πορνοβοσκῶι δώδεκα

τῆς ἡμέρας δραχμὰς δίδωσι.

(Χαι)    δώδεκα·

πέπυς]τ' ἀκριβῶς οὑτοσὶ τὰ πράγματα.

(Σμ) μηνὸς διατροφὴν ἀνδρὶ καὶ πρὸς ἡμερῶν

 140ἕξ.

(Χαι)    εὖ λελόγισται. δύ' ὀβόλους τῆς ἡμέρας,

ἱκανό]ν τι τῶι πεινῶντι ‹πρὸς› πτισάνην ποτέ.

(ΑΒΡΟΤΟΝΟΝ)

Χαρίσι]ός σε προσμένει, Χαιρέ̣[στρατε.

τίς ὅδ' ἐς]τ̣ι̣ δ̣[ή], γλυκύτατε;

(Χαι)    ὁ τῆς [νύμφης πα]τήρ.

(Ἁβρ) ἀλλὰ τί παθ]ὼν ὡς ἄθλιός τισ[

 145[           ὁ] τρισκακοδ[αίμων ψάλ]τριαν

[          ]σ̣α̣ν̣ γυναῖκα

(quot desint uersus ignotum, sed non amplius xxxv ut uidetur)

(Ἁβρ) οὕτως ἀγα]θόν τι σοι γένοιτο, μὴ λέγε

() [        ]

 160(Σμ)    οὐκ ἐς κόρακας; οἰμώξει μακρά.

εἴσειμι ν]ῦν εἴσω, σαφῶς τε πυθόμενος

ὅπως ἔχει] τὰ τῆς θυγατρός, βουλεύσομαι

ὅντινα τ]ρόπον πρὸς τοῦτον ἤδη προσβαλῶ.

(Ἁβρ) φράσωμ]εν αὐτῶι τοῦτον ἥκοντ' ἐνθάδε;

 165(Χαι) φράσω]μεν. οἷον κίναδος· οἰκίαν ποεῖ

ἀνάστα]τον.

(Ἁβρ)    πολλὰς ἐβουλόμην ἅμα.

(Χαι) πολλάς;]

(Ἁβρ)    μίαν μὲν τὴν ἐφεξῆς.

(Χαι)    τὴν ἐμήν;

(Ἁβρ) τὴν ς]ήν γ'. ἴωμεν δεῦρο πρὸς Χαρίσιον.

(Χαι) ἴωμεν· ὡς καὶ μειρακυλλίων ὄχλος

 170εἰς τὸν τόπον τις ἔρχεθ' ὑποβεβρεγμένων

οἷς] μὴ 'νοχλεῖν εὔκαιρον εἶναί μοι δοκεῖ.

ΧΟΡΟΥ

(ΟΝΗΣΙΜΟΣ)

ἐπι[σφαλῆ μὲν] πάντα τἀνθ[ρώπων

οιομ̣[

καὶ τοπ[

 175ὁ δεσπό[της

ὁ γέρω[ν

οὐδὲ λο̣[

(desunt uersus non amplius xl ut uidetur)

(ΣΥΡΙΣΚΟΣ)

φεύγεις τὸ δίκαιον.

(ΔΑΟΣ)    συκοφαντεῖς δυστυχής.

οὐ δεῖ σ' ἔχειν τὰ μὴ σά.

(Συ)    ἐπιτρεπτέον τινί

 220ἐστι περὶ τούτων.

(Δα)    βούλομαι· κρινώμεθα.

(Συ) τίς οὖν;

(Δα) ἐμοὶ μὲν πᾶς ἱκανός. δίκαια δὲ

πάσχω· τί γάρ σοι μετεδίδουν;

(Συ)    τοῦτον λαβεῖν

βούλει κριτήν;

(Δα)    ἀγαθῆι τύχηι.

(Συ)    πρὸς τῶν θεῶν,

βέλτιστε, μικρὸν ἂν σχολάσαις ἡμῖν χρόνον;

 225(Σμ) ὑμῖν; περὶ τίνος;

(Συ)    ἀντιλέγομεν πρᾶγμά τι.

(Σμ) τί οὖν ἐμοὶ μέλει;

(Συ)    κριτὴν τούτου τινὰ

ζητοῦμεν ἴσον· εἰ δή σε μηδὲν κωλύει,

διάλυσον ἡμᾶς.

(Σμ)    ὦ κάκιστ' ἀπολούμενοι,

δίκας λέγοντες περιπατεῖτε, διφθέρας

 230ἔχοντες;

(Συ)    ἀλλ' ὅμως. τὸ πρᾶγμ' ἐστὶν βραχύ,

καὶ ῥάιδιον μαθεῖν. πάτερ, δὸς τὴν χάριν·

μὴ καταφρονήσηις, πρὸς θεῶν. ἐν παντὶ δεῖ

καιρῶι τὸ δίκαιον ἐπικρατεῖν ἁπανταχοῦ,

καὶ τὸν παρατυγχάνοντα τούτου τοῦ μέρους

 235ἔχειν πρόνοιαν κοινόν ἐστι τῶι βίωι

πάντων.

Δα    μετρίωι γε συμπέπλεγμαι ῥήτορι.

τί γὰρ μετεδίδουν;

(Σμ)    ἐμμενεῖτ' οὖν, εἰπέ μοι,

οἷς ἂν δικάσω;

Συ    πάντως.

(Σμ)    ἀκούσομαι· τί γὰρ

τό με κωλύον; σὺ πρότερος ὁ σιωπῶν λέγε.

 240Δα μικρόν γ' ἄνωθεν, οὐ τὰ πρὸς τοῦτον μόνον

πραχθένθ', ἵν' ἦι σοι καὶ σαφῆ τὰ πράγματα.

ἐν τῶι δασεῖ τῶι πλησίον τῶν χωρίων

τούτων ἐποίμαινον τριακοστὴν ἴσως,

βέλτιστε, ταύτην ἡμέραν αὐτὸς μόνος

 245κἀκκείμενον παιδάριον εὗρον νήπιον

ἔχον δέραια καὶ τοιουτονί τινα

κόσμον.

(Συ)    περὶ τούτων ἐστίν.

Δα    οὐκ ἐᾶι λέγειν.

(Σμ) ἐὰν λαλῆις μεταξύ, τῆι βακτηρίαι

καθίξομαί σου.

(Συ)    καὶ δικαίως.

(Σμ)    λέγε.

(Δα)    λέγω.

 250ἀνειλόμην, ἀπῆλθον οἴκαδ' αὔτ' ἔχων,

τρέφειν ἔμελλον. ταῦτ' ἔδοξέ μοι τότε·

ἐν νυκτὶ βουλὴν δ', ὅπερ ἅπασι γίνεται,

διδοὺς ἐμαυτῶι διελογιζόμην· ἐμοὶ

τί παιδοτροφίας καὶ κακῶν; πόθεν δ' ἐγὼ

 255τοσαῦτ' ἀναλώσω; τί φροντίδων ἐμοί;

τοιουτοσί τις ἦν. ἐποίμαινον πάλιν

ἕωθεν. ἦλθεν οὗτος ‑ ἐστὶ δ' ἀνθρακεύς ‑

εἰς τὸν τόπον τὸν αὐτὸν ἐκπρίσων ἐκεῖ

στελέχη· πρότερον δέ μοι συνήθης ἐγεγόνει.

 260λαλοῦμεν ἀλλήλοις. σκυθρωπὸν ὄντα με

ἰδών, "τί σύννους" φησὶ "Δᾶος;" "τί γάρ;" ἐγώ,

"περίεργός εἰμι," καὶ τὸ πρᾶγμ' αὐτῶι λέγω,

ὡς εὗρον, ὡς ἀνειλόμην. ὁ δὲ τότε μὲν

εὐθὺς πρὶν εἰπεῖν πάντ' ἐδεῖθ', "οὕτω τί σοι

 265ἀγαθὸν γένοιτο Δᾶε" παρ' ἕκαστον λέγων,

"ἐμοὶ τὸ παιδίον δός. οὕτως εὐτυχής,

οὕτως ἐλεύθερος. γυναῖκά" φησι "γὰρ

ἔχω, τεκούσηι δ' ἀπέθανεν τὸ παιδίον",

ταύτην λέγων, ἣ νῦν ἔχει τὸ παιδίον.

 270ἐδέου Συρίσκε;

‹Συ›    ‹ἔγωγε.›

(Δα)    ὅλην τὴν ἡμέραν

κατέτριψε. λιπαροῦντι καὶ πείθοντί με

ὑπεσχόμην. ἔδωκ', ἀπῆλθεν μυρία

εὐχόμενος ἀγαθά· λαμβάνων μου κατεφίλει

τὰς χεῖρας. ἐπόεις ταῦτα;

(Συ)    ἐπόουν.

(Δα)    ἀπηλλάγη.

 275μετὰ τῆς γυναικὸς περιτυχών μοι νῦν ἄφνω

τὰ τότε συνεκτεθέντα τούτωι ‑ μικρὰ δὲ

ἦν ταῦτα καὶ λῆρός τις, οὐθέν ‑ ἀξιοῖ

ἀπολαμβάνειν καὶ δεινὰ πάσχειν φήσ', ὅτι

οὐκ ἀποδίδωμ', αὐτὸς δ' ἔχειν ταῦτ' ἀξιῶ.

 280ἐγὼ δέ γ' αὐτόν φημι δεῖν ἔχειν χάριν

οὗ μετέλαβεν δεόμενος· εἰ μὴ πάντα δὲ

τούτωι δίδωμ', οὐκ ἐξετασθῆναί με δεῖ.

εἰ καὶ βαδίζων εὗρεν ἅμ' ἐμοὶ ταῦτα καὶ

ἦν κοινὸς Ἑρμῆς, τὸ μὲν ἂν οὗτος ἔλαβ[εν ἄν,

 285τὸ δ' ἐγώ· μόνου δ' εὑρόντος, οὐ παρὼν τ̣[ότε

ἅπαντ' ἔχειν οἴει σε δεῖν, ἐμὲ δ' οὐδὲ ἕν;

τὸ πέρας· δέδωκά σοι τι τῶν ἐμῶν ἐ[γώ·

εἰ τοῦτ' ἀρεστόν ἐστί σοι, καὶ νῦν ἔχε·

εἰ δ' οὐκ ἀρέσκει, μετανοεῖς δ', ἀπόδος πάλιν

 290καὶ μηδὲν ἀδίκει μηδ' ἐλαττοῦ. πάντα δέ,

τὰ μὲν παρ' ἑκόντος, τὰ δὲ κατισχύσαντά με,

οὐ δεῖ σ' ἔχειν. εἴρηκα τόν γ' ἐμὸν λόγον.

(Συ) εἴρηκεν;

(Σμ)    οὐκ ἤκουσας; εἴρηκεν.

Συ    καλῶς.

οὐκοῦν ἐγὼ μετὰ ταῦτα. μόνος εὗρ' οὑτοσὶ

 295τὸ παιδίον, καὶ πάντα ταῦθ' ἃ νῦν λέγει

ὀρθῶς λέγει, καὶ γέγονεν οὕτως, ὦ πάτερ.

οὐκ ἀντιλέγω. δεόμενος, ἱκετεύων ἐγὼ

ἔλαβον παρ' αὐτοῦ τοῦτ'· ἀληθῆ γὰρ λέγει.

ποιμήν τις ἐξήγγειλέ μοι, πρὸς ὃν οὑτοσὶ

 300ἐλάλησε, τῶν τούτωι συνέργων, ἅμα τινὰ

κόσμον συνευρεῖν αὐτόν· ἐπὶ τοῦτον, πάτερ,

αὐτὸς πάρεστιν οὑτοσί. ‑ τὸ παιδίον

δός μοι γύναι. ‑ τὰ δέραια καὶ γνωρίσματα

οὗτός σ' ἀπαιτεῖ Δᾶ'· ἑαυτῶι φησι γὰρ

 305ταῦτ' ἐπιτεθῆναι κόσμον, οὐ σοὶ διατροφήν.

κἀγὼ συναπαιτῶ κύριος γεγενημένος

τούτου· σὺ δ' ἐπόησάς με δούς. νῦν γνωστέον

βέλτιστέ σοι ταῦτ' ἐστίν, ὡς ἐμοὶ δοκεῖ,

τὰ χρυσί' ἢ ταῦθ' ὅ τι ποτ' ἐστὶ πότερα δεῖ

 310κατὰ τὴν δόσιν τῆς μητρός, ἥτις ἦν ποτε,

τῶι παιδίωι τηρεῖσθ', ἕως ἂν ἐκτραφῆι,

ἢ τὸν λελωποδυτηκότ' αὐτὸν ταῦτ' ἔχειν,

εἰ πρῶτος εὗρε τἀλλότρια. τί οὖν τότε,

ὅτ' ἐλάμβανον τοῦτ', οὐκ ἀπήιτουν ταῦτά σε;

 315οὔπω παρ' ἐμοὶ τότ' ἦν ὑπὲρ τούτου λέγειν.

ἥκω δὲ καὶ νῦν οὐκ ἐμαυτοῦ σ' οὐδὲ ἓν

ἴδιον ἀπαιτῶν. κοινὸς Ἑρμῆς; μηδὲ ἓν

εὕρισχ', ὅπου πρόσεστι σῶμ' ἀδικούμενον·

οὐχ εὕρεσις τοῦτ' ἔστιν ἀλλ' ἀφαίρεσις.

 320βλέψον δὲ κἀκεῖ, πάτερ· ἴσως ἔσθ' οὑτοσὶ

ὁ παῖς ὑπὲρ ἡμᾶς καὶ τραφεὶς ἐν ἐργάταις

ὑπερόψεται ταῦτ', εἰς δὲ τὴν αὑτοῦ φύσιν

ἄιξας ἐλεύθερόν τι τολμήσει πονεῖν,

θηρᾶν λέοντας, ὅπλα βαστάζειν, τρέχειν

 325ἐν ἀγῶσι. τεθέασαι τραγωιδούς, οἶδ' ὅτι,

καὶ ταῦτα κατέχεις πάντα. Νηλέα τινὰ

Πελίαν τ' ἐκείνους εὗρε πρεσβύτης ἀνὴρ

αἰπόλος, ἔχων οἵαν ἐγὼ νῦν διφθέραν,

ὡς δ' ἤισθετ' αὐτοὺς ὄντας αὑτοῦ κρείττονας,

 330λέγει τὸ πρᾶγμ', ὡς εὗρεν, ὡς ἀνείλετο.

ἔδωκε δ' αὐτοῖς πηρίδιον γνωρισμάτων,

ἐξ οὗ μαθόντες πάντα τὰ καθ' αὑτοὺς σαφῶς

ἐγένοντο βασιλεῖς οἱ τότ' ὄντες αἰπόλοι.

εἰ δ' ἐκλαβὼν ἐκεῖνα Δᾶος ἀπέδοτο,

 335αὐτὸς ἵνα κερδάνειε δραχμὰς δώδεκα,

ἀγνῶτες ἂν τὸν πάντα διετέλουν χρόνον

οἱ τηλικοῦτοι καὶ τοιοῦτοι τῶι γένει.

οὐ δὴ καλῶς ἔχει τὸ μὲν σῶμ' ἐκτρέφειν

ἐμὲ τοῦτο, τὴν [δὲ] τοῦδε τῆς σωτηρίας

 340ἐλπίδα λαβόντα Δᾶον ἀφανίσαι, πάτερ.

γαμῶν ἀδελφήν τις διὰ γνωρίσματα

ἐπέσχε, μητέρ' ἐντυχὼν ἐρρύσατο,

ἔσωσ' ἀδελφόν. ὄντ' ἐπισφαλῆ φύσει

τὸν βίον ἁπάντων τῆι προνοίαι δεῖ, πάτερ,

 345τηρεῖν, πρὸ πολλοῦ ταῦθ' ὁρῶντ' ἐξ ὧν ἔνι.

ἀλλ' "ἀπόδος, εἰ μή" φησ' "ἀρέσκει." τοῦτο γὰρ

ἰσχυρὸν οἴεταί τι πρὸς τὸ πρᾶγμ' ἔχειν.

οὐκ ἔστι δίκαιον· εἴ τι τῶν τούτου σε δεῖ

ἀποδιδόναι, καὶ τοῦτο πρὸς ζητεῖς λαβεῖν,

 350ἵν' ἀσφαλέστερον πονηρεύσηι πάλιν,

εἰ νῦν τι τῶν τούτου σέσωκεν ἡ Τύχη;

εἴρηκα. κρῖνον ὅ τι δίκαιον νενόμικας.

(Σμ) ἀλλ' εὔκριτ' ἐστί· πάντα τὰ συνεκκείμενα

τοῦ παιδίου 'στί. τοῦτο γινώσκω.

(Δα)    καλῶς·

 355τὸ παιδίον δέ;

(Σμ)    οὐ γνώσομ' εἶναι μὰ Δία σοῦ

τοῦ νῦν ἀδικοῦντος, τοῦ βοηθοῦντος δὲ καὶ

ἐπεξιόντος τἀδικεῖν μέλλοντί σοι.

(Συ) πόλλ' ἀγαθά σοι γένοιτο.

(Δα)    δεινή γ' ἡ [κρίσις

νὴ τὸν Δία τὸν Σωτῆρ'· ἅπανθ' εὑρὼν [ἐγὼ

 360ἅπαντα περιέσπασμ'. ὁ δ' οὐχ εὑρὼν ἔχει.

οὐκοῦν ἀποδιδῶ;

(Σμ)    φημί.

(Δα)    δεινή γ' ἡ κρίσις,

ἢ μηθὲν ἀγαθόν μοι γένοιτο.

(Συ)    φέρε τ̣[αχύ.

(Δα) ὦ Ἡράκλεις, ἃ πέπονθα.

(Συ)    τὴν πήραν χάλα

καὶ δεῖξον· ἐν ταύτηι περιφέρεις γάρ. βραχὺ

 365πρόσμεινον, ἱκετεύω σ', ἵν' ἀποδῶι.

(Δα)    τί γὰρ ἐγὼ

ἐπέτρεψα τούτωι;

(Σμ)    δός ποτ', ἐργαστήριον.

‹Δα› αἰσχρά γ' ἃ πέπονθα.

(Σμ)    πάντ' ἔχεις;

(Συ)    οἶμαί γε δή,

εἰ μή τι καταπέπωκε τὴν δίκην ἐμοῦ

λέγοντος, ὡς ἡλίσκετο.

(Δα)    οὐκ ἂν ὠιόμην.

 370(Συ) ἀλλ' εὐτύχει, βέλτιστε. τοιούτους ἔδει

θᾶττον δικάζειν πάντας.

(Δα)    [ἀδί]κ̣[ου πράγμ]ατος.

ὦ Ἡράκλεις, οὐ γέγονε δεινοτέρα κρίσις.

Συ πονηρὸς ἦσθας.

‹Δα›    ὦ πόνηρ', [ὅπως σὺ] νῦν

τούτωι φυλάξεις αὐτ[α            ]η̣

 375εὖ ἴσθι, τηρήσω σε πάντα τὸν χρόνον.

(Συ) οἴμωζε καὶ βάδιζε. σὺ δὲ ταυτί, γύναι,

λαβοῦσα πρὸς τὸν τρόφιμον ἐνθάδ' εἴσφερε

Χαιρέστρατον. νῦν γὰρ μενοῦμεν ἐνθάδε,

εἰς αὔριον δ' ἐπ' ἔργον ἐξορμήσομεν

 380τὴν ἀποφορὰν ἀποδόντες. ἀλλὰ ταῦτά μοι

πρῶτ' ἀπαρίθμησαι καθ' ἕν. ἔχεις κοιτίδα τινά;

βάλλ' εἰς τὸ προκόλπιον.

(Ον)    μάγειρον βραδύτερον

οὐδεὶς ἑόρακε· τηνικαῦτ' ἐχθὲς πάλαι

ἔπινον.

(Συ)    οὑτοσὶ μὲν εἶναι φαίνεται

 385ἀλεκτρυών τις καὶ μάλα στριφνός· λαβέ.

τουτὶ δὲ διάλιθόν τι. πέλεκυς οὑτοσί.

Ον τί ταῦτα;

(Συ)    ὑπόχρυσος δακτύλιός τις οὑτοσί,

αὐτὸς σιδηροῦς· γλύμμα ταῦρος ἢ τράγος·

οὐκ ἂν διαγνοίην· Κλεόστρατος δέ τις

 390ἐστὶν ὁ ποήσας, ὡς λέγει τὰ γράμματα.

(Ον) ἐπί]δειξον.

(Συ)    ἤν. σὺ δ' εἶ τίς;

(Ον)    οὗτός ἐστι.

(Συ)    τίς;

(Ον) ὁ δακτύλιος.

(Συ)    ὁ ποῖος; οὐ γὰρ μανθάνω.

(Ον) τοῦ δεσπότου τοὐμοῦ Χαρισίου.

(Συ)    χολᾶις.

(Ον) ὃν ἀ]πώλεσεν.

(Συ)    τὸν δακτύλιον θές, ἄθλιε.

 395(Ον) τὸν ἡμ]έτερόν σοι θῶ; πόθεν δ' αὐτὸν λαβὼν

ἔχεις;]

(Συ)    Ἄπολλον καὶ θεοί, δεινοῦ κακοῦ.

οἷον ἀ]π̣[ο]σῶσαι χρήματ' ἐστὶν ὀρφανοῦ

παιδός. ὁ προσελθὼν εὐθὺς ἁρπάζειν βλέπει.

τὸν δακτύλιον θές, φημί.

(Ον)    προσπαίζεις ἐμοί;

 400τοῦ δεσπότου 'στι, νὴ τὸν Ἀπόλλω καὶ θεούς.

(Συ) ἀποσφαγείην πρότερον ἂν δήπουθεν ἢ

τούτωι τι καθυφείμην. ἄραρε, δικάσομαι

ἅπασι καθ' ἕνα. παιδίου 'στιν, οὐκ ἐμά. ‑

στρεπτόν τι τουτί· λαβὲ σύ. πορφυρᾶ πτέρυξ.

 405εἴσω δὲ πάραγε. ‑ σὺ δὲ τί μοι λέγεις;

(Ον)    ἐγώ;

Χαρισίου 'στιν οὑτοσί· τοῦτόν ποτε

μεθ̣ύ̣ω̣[ν ἀπώλ]εσ', ὡς ἔφη.

(Συ)    Χαιρεστράτου

εἴμ' οἰκέτης. ἢ σῶιζε τοῦτον ἀσφαλῶς,

ἤ μοι δ[ός, ἵν' ἐγ]ώ [σοι] παρέχω σῶν.

(Ον)    βούλομαι

 410αὐτὸς [φυλάττειν.]

(Συ)    οὐδὲ ἕν μοι διαφέρει·

εἰς ταὐτὸ γὰρ παράγομεν, ὡς ἐμοὶ δοκεῖ,

δεῦρ' ἀμφότεροι.

(Ον)    νυνὶ μὲν οὖν συνάγουσι καὶ

οὐκ ἔστιν εὔκαιρον τὸ μηνύειν ἴσως

αὐτῶι περὶ τούτων, αὔριον δέ.

(Συ)    καταμενῶ,

 415αὔριον ὅτωι βούλεσθ' ἐπιτρέπειν ἑνὶ λόγωι

ἕτοιμος. οὐδὲ νῦν κακῶς ἀπήλλαχα.

πάντων δ' ἀμελήσανθ', ὡς ἔοικε, δεῖ δίκας

μελετᾶν· διὰ τουτὶ πάντα νυνὶ σώιζεται.

ΧΟΡΟΥ

Ον τὸν δακτύλιον ὥρμηκα πλεῖν ἢ πεντάκις

 420τῶι δεσπότηι δεῖξαι προσελθών, καὶ σφόδρα

ὢν ἐγγὺς ἤδη καὶ πρὸς αὐτῶι παντελῶς

ἀναδύομαι. καὶ τῶν πρότερόν μοι μεταμέλει

μηνυμάτων· λέγει γὰρ ἐπιεικῶς πυκνά

"ὡς τὸν φράσαντα ταῦτά μοι κακὸν κακῶς

 425ὁ Ζεὺς ἀπολέσαι." μή με δὴ διαλλαγεὶς

πρὸς τὴν γυναῖκα τὸν φράσαντα ταῦτα καὶ

συνειδότ' ἀφανίσηι λαβών. καλῶς [ποῶν

ἕτερόν τι πρὸς τούτοις κυκᾶν [ἀπεσχόμην.

κἀνταῦθα κακὸν ἔνεστιν ἐπιεικῶς [μέγα.

 430Ἁβρ ἐᾶτέ μ' ἱκετεύω σε καὶ μή μοι κακὰ

παρέχετ'. ἐμαυτήν, ὡς ἔοικεν, ἁθλία

λέληθα χλευάζουσ'· ἐρᾶσθ[αι προσεδόκων,

θεῖον δὲ μισεῖ μῖσος ἅνθρωπός με τι.

οὐκέτι μ' ἐᾶι γὰρ οὐδὲ κατακεῖσθαι, τάλαν,

 435παρ' αὑτόν, ἀλλὰ χωρίς.

(Ον)    ἀλλ' ἀποδῶ πάλιν

παρ' οὗ παρέλαβον ἀρτίως; ἄτοπον.

Ἁβρ    τάλας

οὗτος. τί τοσοῦτον ἀργύριον ἀπολλύει;

ἐπεὶ τό γ' ἐπὶ τούτωι τὸ τῆς θεοῦ φέρειν

κανοῦν ἔμοιγ' οἷόν τε νῦν ἐστ', ὦ τάλαν·

 440ἁγνὴ γάμων γάρ, φασίν, ἡμ[έ]ρ̣α̣[ν τρίτ]ην

ἤδη κάθημαι.

(Ον)    πῶς ἂν οὖν, πρὸς τῶν θεῶν,

πῶς ἄν, ἱκετεύω ‑

(Συ)    ποῦ 'στ[ιν, ὃν ζη]τῶν ἐγὼ

περιέρχομ' ἔνδον; οὗτος [ἀπόδος], ὦγαθέ,

τὸν δακτύλιον, ἢ δεῖξον ὧι μέλλεις ποτέ.

 445κρινώμεθ'· ἐλθεῖν δεῖ μέ ποι.

(Ον)    τοιουτονί

ἐστιν τὸ πρᾶγμ', ἄνθρωπε· τοῦ μὲν δεσπότου

ἔστ', οἶδ' ἀκριβῶς, οὑτοσὶ Χαρισίου,

ὀκνῶ δὲ δεῖξαι· πατέρα γὰρ τοῦ παιδίου

αὐτὸν ποῶ σχεδόν τι τοῦτον προσφέρων

 450μεθ' οὗ συνεξέκειτο.

(Συ)    πῶς, ἀβέλτερε;

(Ον) Ταυροπολίοις ἀπώλεσεν τοῦτόν ποτε

παννυχίδος οὔσης καὶ γυναικῶν. κατὰ λόγον

ἐστὶν βιασμὸν τοῦτον εἶναι παρθένου·

ἣ δ' ἔτεκε τοῦτο κἀξέθηκε δηλαδή.

 455εἰ μέν τις οὖν εὑρὼν ἐκείνην προσφέροι

τοῦτον, σαφὲς ἄν τι δεικνύοι τεκμήριον·

νυνὶ δ' ὑπόνοιαν καὶ ταραχὴν ἔχει.

(Συ)    σκόπει

αὐτὸς περὶ τούτων. εἰ δ' ἀνασείεις, ἀπολαβεῖν

τὸν δακτύλιόν με βουλόμενος δοῦναί τε σοι

 460μικρόν τι, ληρεῖς. οὐκ ἔνεστιν οὐδὲ εἷς

παρ' ἐμοὶ μερισμός.

(Ον)    οὐδὲ δέομαι.

Συ    ταῦτα δή.

ἥξω διαδραμών ‑ εἰς πόλιν γὰρ ἔρχομαι

νυνί ‑ περὶ τούτων εἰσόμενος τί δεῖ ποεῖν.

(Ἁβρ) τὸ παιδάριον, ὃ νῦν τιθηνεῖθ' ἡ γυνή,

 465Ὀνήσιμ', ἔνδον, οὗτος εὗρεν ἁνθρακεύς;

(Ον) ναί,] φησίν.

(Ἁβρ)    ὡς κομψόν, τάλαν.

(Ον)    καὶ τουτονὶ

τὸν δακτύλιον ἐπόντα τοὐμοῦ δεσπότου.

(Ἁβρ) αἴ, δύσμορ'· εἶτ' εἰ τρόφιμος ὄντως ἐστί σου,

τρεφόμενον ὄψει τοῦτον ἐν δούλου μέρει,

 470κοὐκ ἂν δικαίως ἀποθάνοις;

(Ον)    ὅπερ λέγω,

τὴν μητέρ' οὐδεὶς οἶδεν.

(Ἁβρ)    ἀπέβαλεν δέ, φήις,

Ταυροπολίοις αὐτόν;

(Ον)    παροινῶν γ', ὡς ἐμοὶ

τὸ παιδάριον εἶφ' ἁκόλουθος.

Ἁβρ    δηλαδὴ

εἰς τὰς γυναῖκας παννυχιζούσας μόνας

 475ἐνέ[πεσε· κἀμο]ῦ γὰρ παρούσης ἐγένετο

τοιοῦτον ἕτερον.

(Ον)    σοῦ παρούσης;

(Ἁβρ)    πέρυσι, ναί,

Ταυροπολίοις· παισὶν γὰρ ἔψαλλον κόραις,

αὕτη θ' [ὁμοῦ συ]νέπαιζεν. οὐδ' ἐγὼ τότε,

οὔπω γάρ, ἄνδρ' ἤιδειν τί ἐστι.

‹Ον›    καὶ μάλα.

 480‹Ἁβρ› μὰ τὴν Ἀφροδίτην.

(Ον)    τὴν δὲ παῖδ‹ά γ'› ἥτις ἦν

οἶσθας;

(Ἁβρ)    πυθοίμην ἄν· παρ' αἷς γὰρ ἦν ἐγὼ

γυναιξί, τούτων ἦν φίλη.

(Ον)    πατρὸς τίνος

ἤκουσας;

(Ἁβρ)    οὐδὲν οἶδα· πλὴν ἰδοῦσά γε

γνοίην ἂν αὐτήν. εὐπρεπής τις, ὦ θεοί·

 485καὶ πλουσίαν ἔφασάν τινα.

Ον    αὕτη 'στιν τυχόν.

(Ἁβρ) οὐκ οἶδ'· ἐπλανήθη γὰρ μεθ' ἡμῶν οὖσ' ἐκεῖ,

εἶτ' ἐξαπίνης κλάουσα προστρέχει μόνη,

τίλλουσ' ἑαυτῆς τὰς τρίχας, καλὸν πάνυ

καὶ λεπτόν, ὦ θεοί, ταραντῖνον σφόδρα

 490ἀπολωλεκυῖ'· ὅλον γὰρ ἐγεγόνει ῥάκος.

(Ον) καὶ τοῦτον εἶχεν;

(Ἁβρ)    εἶχ' ἴσως, ἀλλ' οὐκ ἐμοὶ

ἔδειξεν· οὐ γὰρ ψεύσομαι.

(Ον)    τί χρὴ ποεῖν

ἐμὲ νῦν;

(Ἁβρ)    ὅρα σὺ τοῦτ'· ἐὰν δὲ νοῦν ἔχηις

ἐμοί τε πείθηι, τοῦτο πρὸς τὸν δεσπότην

 495φανερὸν ποήσεις· εἰ γάρ ἐστ' ἐλευθέρας

παιδός, τί τοῦτον λανθάνειν δεῖ τὸ γεγονός;

(Ον) πρότερον ἐκείνην ἥτις ἐστίν, Ἁβρότονον,

εὕρωμεν. ἐπὶ τούτωι δ' ἐμοὶ νῦν συ[γγενοῦ.

(Ἁβρ) οὐκ ἂν δυναίμην, τὸν ἀδικοῦντα πρὶν [σαφῶς

 500τίς ἐστιν εἰδέναι. φοβοῦμαι τοῦτ' ἐγώ,

μάτην τι μηνύειν πρὸς ἐκείνας ἃς λέγω.

τίς οἶδεν εἰ καὶ τοῦτον ἐνέχυρον λαβὼν

τότε τις παρ' αὐτοῦ τῶν παρόντων ἀπέβαλεν

ἕτερος; κυβεύων τυχὸν ἴσως εἰς συμβολὰς

 505ὑπόθημ' ἔδωκ', ἢ συντιθέμενος περί τινος

περιείχετ', εἶτ' ἔδωκεν· ἕτερα μυρία

ἐν τοῖς πότοις τοιαῦτα γίνεσθαι φιλεῖ.

πρὶν εἰδέναι δὲ τὸν ἀδικοῦντ' οὐ βούλομαι

ζητεῖν ἐκείνην οὐδὲ μηνύειν ἐγὼ

 510τοιοῦτον οὐδέν.

Ον    οὐ κακῶς μέντοι λέγεις.

τί οὖν ποήσηι τις;

Ἁβρ    θέασ', Ὀνήσιμε,

ἂν συναρέσηι σοι τοὐμὸν ἐνθύμημ' ἄρα.

ἐμὸν ποήσομαι τὸ πρᾶγμα τοῦτ' ἐγώ,

τὸν δακτύλιον λαβοῦσά τ' εἴσω τουτονὶ

 515εἴσειμι πρὸς ἐκεῖνον.

(Ον)    λέγ' ὃ λέγεις· ἄρτι γὰρ

νοῶ.

(Ἁβρ)    κατιδών μ' ἔχουσαν ἀνακρινεῖ πόθεν

εἴληφα. φήσω "Ταυροπολίοις παρθένος

ἔτ' οὖσα", τά τ' ἐκείνηι γενόμενα πάντ' ἐμὰ

ποουμένη· τὰ πλεῖστα δ' αὐτῶν οἶδ' ἐγώ.

 520(Ον) ἄριστά γ' ἀνθρώπων.

(Ἁβρ)    ἐὰν οἰκεῖον ἦι

αὐτῶι τὸ πρᾶγμ‹α δ'›, εὐθὺς ἥξει φερόμενος

ἐπὶ τὸν ἔλεγχον καὶ μεθύων γε νῦν ἐρεῖ

πρότερος ἅπαντα καὶ προπετῶς· ἃ δ' ἂν λέγηι

προσομολογήσω τοῦ διαμαρτεῖν μηδὲ ἓν

 525προτέρα λέγουσα.

(Ον)    ὑπέρευγε νὴ τὸν Ἥλιον.

(Ἁβρ) τὰ κοινὰ ταυτὶ δ' ἀκκιοῦμαι τῶι λόγωι

τοῦ μὴ διαμαρτεῖν· "ὡς ἀναιδὴς ἦσθα καὶ

ἰταμός τις".

(Ον)    εὖγε.

(Ἁβρ)    "κατέβαλες δέ μ' ὡς σφόδρα·

ἱμάτια δ' οἷ' ἀπώλεσ' ἡ τάλαιν' ἐγώ"

 530φήσω. πρὸ τούτου δ' ἔνδον αὐτὸ βούλομαι

λαβοῦσα κλαῦσαι καὶ φιλῆσαι καὶ πόθεν

ἔλαβεν ἐρωτᾶν τὴν ἔχουσαν.

Ον    Ἡράκλεις.

(Ἁβρ) τὸ πέρας δὲ πάντων, "παιδίον τοίνυν" ἐρῶ

"ἐστ]ὶ̣ γεγονός σοι", καὶ τὸ νῦν εὑρημένον

 535δείξω.

(Ον)    πανούργως καὶ κακοήθως, Ἁβρότονον.

(Ἁβρ) ἂν δ' ἐξετασθῆι ταῦτα καὶ φανῆι πατὴρ

ὢν οὗτος αὐτοῦ, τὴν κόρην ζητήσομεν

κατὰ σχολήν.

(Ον)    ἐκεῖνο δ' οὐ λέγεις, ὅτι

ἐλευθέρα γίνηι σύ· τοῦ γὰρ παιδίου

 540μητέρα σε νομίσας λύσετ' εὐθὺς δηλαδή.

(Ἁβρ) οὐκ οἶδα· βουλοίμην δ' ἄν.

(Ον)    οὐ γὰρ οἶσθα σύ;

ἀλλ' [ἦ] χάρις τις, Ἁβρότονον, τούτων ἐμοί;

(Ἁβρ) νὴ τὼ θεώ, πάντων γ' ἐμαυτῆι σ' αἴτιον

ἡγήσομαι τούτων.

(Ον)    ἐὰν δὲ μηκέτι

 545ζητῆις ἐκείνην ἐξεπίτηδες, ἀλλ' ἐᾶις

παρακρουσαμένη με, πῶς τὸ τοιοῦθ' ἕξει;

(Ἁβρ)    τάλαν,

τίνος ἕνεκεν; παίδων ἐπιθυμεῖν σοι δοκῶ;

ἐλευθέρα μόνον γενοίμην, ὦ θεοί.

τοῦτον λάβοιμι μισθὸν ἐκ τούτων.

Ον    λάβοις.

 550(Ἁβρ) οὐκοῦν συναρέσκει σοι;

(Ον)    συναρέσκει διαφόρως·

ἂν γὰρ κακοηθεύσηι, μαχοῦμαί σοι τότε·

δυνήσομαι γάρ. ἐν δὲ τῶι παρόντι νῦν

ἴδωμεν εἰ τοῦτ' ἐστίν.

(Ἁβρ)    οὐκοῦν συνδοκεῖ;

(Ον) μάλιστα.

(Ἁβρ)    τὸν δακτύλιον ἀποδίδου ταχύ.

 555(Ον) λάμβανε.

(Ἁβρ)    φίλη Πειθοῖ, παροῦσα σύμμαχος

πόει κατορθοῦν τοὺς λόγους οὓς ἂν λέγω.

(Ον) τοπαστικὸν τὸ γύναιον. ὡς ἤισθηθ' ὅτι

κατὰ τὸν ἔρωτ' οὐκ ἔστ' ἐλευθερίας τυχεῖν

ἄλλως δ' ἀλύει, τὴν ἑτέραν πορεύεται

 560ὁδόν. ἀλλ' ἐγὼ τὸν πάντα δουλεύσω χρόνον,

λέμφος, ἀπόπληκτος, οὐδαμῶς προνοητικὸς

τὰ τοιαῦτα. παρὰ ταύτης δ' ἴσως τι λήψομαι,

ἂν ἐπιτύχηι· καὶ γὰρ δίκαιον. ὡς κενὰ

καὶ διαλογίζομ' ὁ κακοδαίμων, προσδοκῶν

 565χάριν κομιεῖσθαι παρὰ γυναικός· μὴ μόνον

κακόν τι προσλάβοιμι. νῦν ἐπισφαλῆ

τὰ πράγματ' ἐστὶ τὰ περὶ τὴν κεκτημένην·

ταχέως ἐὰν γὰρ εὑρεθῆι πατρὸς κόρη

ἐλευθέρου μήτηρ τε τοῦ νῦν παιδίου

 570γεγονυῖ', ἐκείνην λήψεται ταύτην[

[           ]ν ἀπολείπειν[

καὶ νῦν χαριέντως ἐκνενευκέναι δοκῶ

τῶι μὴ δι' ἐμοῦ ταυτὶ κυκᾶσθαι. χαιρέτω

τὸ πολλὰ πράττειν· ἂν δέ τις λάβηι μέ τι

 575περιεργασάμενον ἢ λαλήσαντ' ἐκτεμεῖν

δίδωμ' ἐμαυτοῦ τοὺς ὀδόντας· ‑ οὑτοσὶ

τίς ἐσθ' ὁ προσιών; Σμικρίνης ἀναστρέφει

ἐξ ἄστεως πάλιν ταρακτικῶς ἔχων

αὖτις· πέπυσται τὰς ἀλ[ηθείας ἴς]ως

 580παρά τινος οὗτος. ἐκπ[οδὼν δὲ β]ούλομαι

ποιεῖν ἐ[μαυτόν                ]λ̣α.ειν·

προ̣[                       ]ν̣ με δεῖ.

(Σμ) εξηι[

ἄσωτ[

 585ὅλη γὰ[ρ

εὐθὺσ[                           ]δη

σαφῶσ[

πίνειν[                           ]ιων

τοὔνομ[                          ]ψαλτρίας

 590ζῆν αὐτὸ[ν                       ]ης ἔφη

πλέον ἡμ[ερῶν

αυτὸν διαλλ̣[                     ]ενον.

οἴμοι τάλ[ας                      ].η

κοινωνὸ[                          ]λη

 595προσῆλθ[                         ]εγω

ὅτε τὴν[                         ]υ τοῦτο γε

πυνθαν[ομενο                    ]τ̣ησέ με

φιλο[                          τ]ῶι τρόπωι

ἐναν̣τ[ι                      ]τ̣α τὴν ἁπλοῦν

 600[                             ]καὶ ψάλτριαν̣

[                            ]κύβοι τυχόν

[                           ]λὰ χαιρέτω.

(Καρ) [                          ]πολλῶν ἐγὼ

[                         ]ων ἐκτησάμην

 605...

[                         ]η μοι μόνη

...

...

οὐδεὶς σ̣[.......] ἕτερος ὑμῖν.

(Σμ)    ποικίλον

 610ἄριστον ἀριστῶσιν.

(Καρ)    ὢ τρισάθλιος

ἐγὼ κατὰ πολλά. νῦν μὲν οὖν οὐκ οἶδ' ὅπως

δ[ια]σκεδάν[νυντ'] ἐ̣κτ̣ός· ἀλλ' ἐὰν πάλιν

π[                ] μαγείρου [τι]σ̣ τύχηι

[                 β]αλεῖτ' ἐς μακαρίαν.

 615Σμ [                           ]ι̣ς τινος

(v uersuum paucae litterae supersunt)

Σμ Χα[                    ψαλ]τρίας

Καρ νῦ[ν                  ]ωσι καὶ

μ̣ε̣[

(Σμ) [                            ]ἆρα γε

[Καρ] [                             έ]χουσι δή

 625(Σμ) σ̣[

(Καρ) [                        πέ]μπειν ἵνα

[                   ]τὰ χρήματα

αι[                 ]ν ἡλίκη

ει[                 ]λ̣ομαι

εἶν[αι           ]δέσποιν' οἰκίας.

 630ὦ Ἡρ[άκλεις                 ] Σιμίας

ἀπίωμ[εν

[Χαι] [                   ]νὴ τὸν Ἥλιον

μικροῦ γ[                ]ταύτην ἐγώ.

πρώην αρ[                 ] τὰς ὀφρῦς

ἐπάνωθ[εν

 635ἔγωγ' ἀπολ̣[οίμην

ὀκνηρο[

Σμ ἔπειτα δ[

θυγατέρα [

τέτοκε κ[

 640λαβόντ' α̣[

παρακαλ[ες

διακονε̣[

[Σμ] Χαρ̣[

τὸ φ[

 645ὑμῶν ἑταῖρος οὗτος οὐδ' ἠισχύνετο

παιδάριον ἐκ πόρνης [

(uersuum v reliquiae minimae)

ο]υ βίου

το]ῦ δυστυχοῦσ:

]ν δυστυχῆ:

 655(Σμ) τοῦ̣τ̣ο̣[                ]ν̣, ἀλλ' ἴσως ἐγὼ

πολυπραγμ[ονῶ πλεί]ω τε πράττω τῶν ἐμῶν,

κατὰ λόγον ἐξὸν [ἀπιέν]α̣ι̣ τὴν θυγατέρα

λαβόντα. τοῦτο μὲν ποήσω καὶ σχεδὸν

δεδογμένον μ̣[οι τυγχ]ά̣νει. μαρτύρομαι

 660ὑμᾶς δ' ὁμο[

μεθ' ὧν σ[

θυγατέρα [

ἀνάξι'· ὑ[

(Χαι) μηδεσ̣[

 665κ̣α̣ιπ̣ε[

   (desunt uersus fere xiv)

 680[Σμ] μισεῖ τὸν ἡδὺν λεγόμενον τοῦτον βίον·

ἔπινε μετὰ τοῦ δεῖνος, εἶχεν ἑσπέρας

[            ]ε̣ν̣ δ' αὔριο[ν...] δ̣εῖν' ἔχει

(uersuum vii reliquiae minimae)

 690ἡμῖν κεκηδ[ευκ..

Χαι

(Σμ) ὑψηλὸς ὤν τις [οὗτος] οὐκ οἰμώξεται;

καταφθαρείς τ' ἐν ματρυλείωι τὸν βίον

μετὰ τῆς καλῆς γυναικὸς ἣν ἐπεισάγει

βιώσεθ', ἡμᾶς δ[' οὐ]δὲ γινώσκειν δοκῶν

 695[                εἰ]σ̣ά̣ξει λαβὼν

] δηλαδή

] ἐμοὶ δοκεῖ

]ιν

ἐστί μοι

(desunt uersus fere xiv inter quos scribas

[ΧΟΡΟΥ])

 700[ΠΑΜΦΙΛΗ]

ἀλλ' εἴ με σώιζων τοῦτο μὴ πείσαις ἐμέ,

 715οὐκέτι πατὴρ κρίνοι' ἂν ἀλλὰ δεσπότης.

(Σμ) λόγου δὲ δεῖται ταῦτα καὶ συμπείσεως;

οὐκ ἐ̣π̣[ιπ]ό̣[λαιον; α]ὐ[τό, Π]α̣μφ̣ί̣λη, βοᾶι

φωνὴν ἀφιέν· εἰ δὲ κἀμὲ δεῖ λέγειν,

ἕτοιμός εἰμι, τρία δέ σοι προθήσομαι.

 720οὔτ' ἂν ἔτι σωθείη ποθ' οὗτος οὔτε σύ.

[.....]ν̣ ἀμε[λ]ῶς ἡδέως, [σὺ] δ[' οὐ] σφόδρα

[                 ]κ̣ουσ' ἐαθείης ἔτ' ἄν

[             δια]κονω τούτων τι̣[

[                ]ν̣ ἔχουσ'· ἅπαν[

(desunt uersus fere xxiv)

τὴν πολυτέλειαν. Θεσμοφόρια δὶς τίθει,

 750Σκίρα δίς· τὸν ὄλεθρον τοῦ βίου καταμάνθανε.

οὔκουν ἀπόλωλεν οὗτος ὁμολογουμένως;

σκόπει τὸ σὸν δή· φησὶ δεῖν εἰς Πειραιᾶ

αὐτὸν βαδίσαι· καθεδεῖτ' ἐκεῖσ' ἐλθ[ών·

του[τ...] ὀδυνήσει, περιμενεῖς πανν̣[

 755ἄδει[πν]ος· ὁ̣ δ̣ὲ πίνει με[τ' ἐκε]ί̣νης δ̣η̣[λαδή

[..]. ευ̣[......]ς ἐξῆλθε̣[

[....]κ[..]ρευ̣ο̣[.] παντ̣[

[.........]σ̣ο̣ι̣ βούλο[μ

(desunt uersus fere xciv)

(Ἁβρ) ἔξειμ' ἔχουσα· κλαυμυρίζεται, τάλαν,

πάλαι γάρ· οὐκ οἶδ' ὅ τι κακὸν πέπονθέ μοι.

 855(Πα) τίς ἂν θεῶν τάλαιναν ἐλεήσειέ με;

Ἁβρ ὦ φίλτατον [τέκνον, πότ'] ὄ̣ψ̣ε̣ι̣ μητέρα;

καὶ[                     ]

(Πα)    πορεύσομαι.

(Ἁβρ) μικρόν, γύναι, πρόσμεινον.

(Πα)    ἐμὲ καλεῖς;

(Ἁβρ)    ἐγώ.

ἐναν]τίον [βλέ]πε.

[Πα]    [ἦ μ]ε γινώσκεις, γύναι;

 860(Ἁβρ) αὐτή 'στιν [ἣν] ἑ̣ό̣[ρ]α̣κ̣α· χαῖρε, φιλτάτη.

(Πα) τ̣ί̣[ς δ' εἶ] σ̣ύ̣;

(Ἁβρ)    χεῖρα δεῦρό μοι τὴν σὴν δίδου̣.

λέγε μοι, γλυκεῖα, πέρυσιν ἦ[λθες ἐπὶ θέαν

τοῖς Ταυροπολίοις ε[

(Πα) γύναι, πόθεν ἔχεις, εἰπέ μοι, τὸ παιδίον

 865λαβοῦσα;

(Ἁβρ)    ὁρᾶις τι, φιλτάτη, σοι γνώριμον

ὧν] τοῦτ' ἔχει; μηδέν με δείσηις, ὦ γύναι.

(Πα) οὐκ ἔτεκες αὐτὴ τοῦτο;

(Ἁβρ)    προσεποιησάμην,

οὐχ ἵν' ἀδικήσω τὴν τεκοῦσαν, ἀλλ' ἵνα

κατὰ σχολὴν εὕροιμι. νῦν δ' εὕρηκα· σὲ

 870ὁρῶ γάρ, ἣν καὶ τότε.

(Πα)    τίνος δ' ἐστὶν πατρός;

(Ἁβρ) Χαρισίου.

(Πα)    τοῦτ' οἶσθ' ἀκριβῶς, φιλτάτη;

(Ἁβρ) εὖ ο]ἶδ̣' ἔ[γωγ'· ἀλλ'] οὐ σε τὴν νύμφην ὁρῶ

τὴν ἔνδον οὖσαν;

(Πα)    ναιχί.

(Ἁβρ)    μακαρία γύναι,

θεῶν τις ὑμᾶς ἠλέησε. τὴν θύραν

 875τῶν γειτόνων τις ἐψόφηκεν ἐξιών.

εἴσω λαβοῦσά μ' ὡς σεαυτὴν εἴσαγε,

ἵνα καὶ τὰ λοιπὰ πάντα μου πύθηι σαφῶς.

Ον ὑπομαίνεθ' οὗτος, νὴ τὸν Ἀπόλλω, μαίνεται·

μεμάνητ' ἀληθῶς· μαίνεται νὴ τοὺς θεούς.

 880τὸν δεσπότην λέγω Χαρίσιον. χολὴ

μέλαινα προσπέπτωκεν ἢ τοιοῦτό [τι.

τί γὰρ ἄν τις εἰκάσειεν ἄλλο γεγονέναι;

πρὸς ταῖς θύραις γὰρ ἔνδον ἀρτί[ως πολὺν

χρόνον διακύπτων ἐνδ̣[ιέτριψ'

 885ὁ πατὴρ δὲ τῆς νύμφης τι περὶ [τοῦ πράγματος

ἐλάλει πρὸς ἐκείνην, ὡς ἔοιχ', ὁ δ' οἷα μὲν

ἤλλαττε χρώματ', ἄνδρες, οὐδ' εἰπεῖν καλόν.

"ὦ γλυκυτάτη" δὲ "τῶν λόγων οἵους λέγεις"

ἀνέκραγε, τὴν κεφαλήν τ' ἀνεπάταξε σφόδρα

 890αὑτοῦ. πάλιν δὲ διαλιπών, "οἵαν λαβὼν

γυναῖχ' ὁ μέλεος ἠτύχηκα." τὸ δὲ πέρας,

ὡς πάντα διακούσας ἀπῆλθ' εἴσω ποτέ,

βρυχηθμὸς ἔνδον, τιλμός, ἔκστασις συχνή.

"ἐγὼ" γὰρ "ἁλιτήριος" πυκνὸν πάνυ

 895ἔλεγεν "τοιοῦτον ἔργον ἐξειργασμένος

αὐτὸς γεγονώς τε παιδίου νόθου πατὴρ

οὐκ ἔσχον οὐδ' ἔδωκα συγγνώμης μέρος

οὐθὲν ἀτυχούσηι ταὔτ' ἐκείνηι, βάρβαρος

ἀνηλεής τε." λοιδορεῖτ' ἐρρωμένως

 900αὑτῶι βλέπει θ' ὕφαιμον ἠρεθισμένος.

πέφρικ' ἐγὼ μέν, αὖός εἰμι τῶι δέει.

οὕτως ἔχων γὰρ αὐτὸν ἂν ἴδηι μέ που

τὸν διαβαλόντα, τυχὸν ἀποκτείνειεν ἄν.

διόπερ ὑπεκδέδυκα δεῦρ' ἔξω λάθραι.

 905καὶ ποῖ τράπωμαί γ'; εἰς τί βουλῆς; οἴχομαι.

ἀπόλωλα· τὴν θύραν πέπληχεν ἐξιών·

Ζεῦ σῶτερ, εἴπερ ἐστὶ δυνατόν, σῶιζέ με.

ΧΑΡΙΣΙΟΣ

ἐγώ τις ἀναμάρτητος, εἰς δόξαν βλέπων

καὶ τὸ καλὸν ὅ τι πότ' ἐστι καὶ ταἰσχρὸν σκοπῶν,

 910ἀκέραιος, ἀνεπίπληκτος αὐτὸς τῶι βίωι ‑

εὖ μοι κέχρηται καὶ προσηκόντως πάνυ

τὸ δαιμόνιον ‑ ἐνταῦθ' ἔδειξ' ἄνθρωπος ὤν.

"ὦ τρισκακόδαιμον, μεγάλα φυσᾶις καὶ λαλεῖς,

ἀκούσιον γυναικὸς ἀτύχημ' οὐ φέρεις,

 915αὐτὸν δὲ δείξω σ' εἰς ὅμοι' ἐπταικότα,

καὶ χρήσετ' αὐτή σοι τότ' ἠπίως, σὺ δὲ

ταύτην ἀτιμάζεις· ἐπιδειχθήσει θ' ἅμα

ἀτυχὴς γεγονὼς καὶ σκαιὸς ἀγνώμων τ' ἀνήρ."

ὅμοιά γ' εἶπεν οἷς σὺ διενόου τότε

 920πρὸς τὸν πατέρα, κοινωνὸς ἥκειν τοῦ βίου

[            κ]οὐ δεῖν τἀτύχημ' αὐτὴν φυγεῖν

τὸ συμβεβηκός. σὺ δέ τις ὑψηλὸς σφόδρα

[                                  ]ν̣

[                      ]βάρβαρος

 925[                    ]υ̣ν ταύτηι σοφῶς

[                  ]ε̣ μέτεισι διὰ τέλους

[         ]ονων τις· ὁ δὲ πατὴρ

[      ]έ̣σ̣τ̣ατ' αὐτῆι χρήσεται. τί δέ μοι πατρός;

ἐρ]ῶ δ̣ι̣α̣ρ̣ρ̣ήδην "ἐμοὶ σύ, Σμικρίνη,

 930μὴ πάρεχε πράγματ'· οὐκ ἀπολείπει μ' ἡ γυνή.

τί σ̣υνταράττεις καὶ βιάζηι Παμφίλην;

τ]ί̣ σ̣' α̣ὖ̣ βλ̣έπω 'γώ;"

Ον    πάνυ κακῶς ἔχω σφόδρα,

οἴμοι τάλας. καὶ σοῦ δέομαι τούτοις, [γύναι,

μή μ' ἐγκαταλίπηις.

‹Χαρ›    οὗτος ἐπακροώμενος

 935ἕστηκας ἱερόσυλέ̣ μ̣ο̣υ̣;

[Ον]    [μ]ὰ̣ τ̣ο̣ὺ̣σ̣ θ̣ε̣ο̣ύ̣σ̣,

ἀλλ' ἀρτίως ἐξῆλθον.

[Χαρ]    α̣[        ]λαθεῖν

ἔσται σε πρα̣..μ̣ια.......ησ[

πάντ' ἐπακροάσει;

(Ον)

ἐγώ σε λανθάνει̣ν̣ π̣ο̣ν̣[

 940βροντῶντα.

(Χαρ)    δια.ε̣[

(Ἁβρ) ἀλλ' οὐθὲν ὀφθήσε̣[ι

(Χαρ) τίς εἶ σ[ύ;

[Ἁβρ]

(Χαρ) οὐκ ε̣ισ̣[

(Ἁβρ) οὐκ ἦν ἐ̣[μὸν

 945(Χαρ) οὐκ ἦν σό[ν;

(Ἁβρ) βούλει μ' ἀπ[

(Χαρ) ἀλλ' ἐξαπει̣[

() ἔμ' ἐπρ[

() ἔ[δ]εισ[

 950(Χαρ) τί φήις, Ὀν[ήσιμ'], ἐξεπειράθη[

(Ον) αὕ]τ̣η̣ μ' [ἔπε]ι̣σε, νὴ τὸν Ἀπόλλω [

(Χαρ) καὶ σύ μ]ε περισπᾶις, ἱερόσυλε;

(Ἁβρ)    μὴ μάχου,

γλυκύτ]ατε· τῆς γαμετῆς γυναικός ἐστί σου

τέκνον] γάρ, οὐκ ἀλλότριον.

(Χαρ)    εἰ γὰρ ὤφελεν.

 955(Ἁβρ) νὴ τὴν φίλην Δήμητρα.

(Χαρ)    τίνα λόγον λέγεις;

(Ἁβρ) τίνα; τὸν] ἀληθῆ.

(Χαρ)    Παμφίλης τὸ παιδίον;

ἀλλ' ἦν ἐμ]ό̣ν.

(Ἁβρ)    καὶ σόν γ' ὁμοίως.

(Χαρ)    Παμφίλης;

Ἁβρότο]ν̣ον ἱκετεύω σε, μή μ' ἀναπτεροῦ

(desunt uersus fere x)

[                ]αι γαρ[

 970(Ἁβρ) [                  ]πῶς ἐγώ, τάλαν,

[                  πρ]ὶν πάντ' εἰδέναι

(Χαρ) [                   ]ὀρθῶς λέγεις

[                      ]ο̣ μ̣ο̣ι̣:

[                      ]τ̣ερε

 975[                      ]ὅμως

[                      ]τ̣ο δή

[                      ]βούλομαι

[                       ]ματα.

[ΧΟΡΟΥ]

[Χαι] [                     ]ειμενον

 980[                   τα]ύτη[.] ἐ̣π̣[εὶ

[                   ]ἐναντίον,

Χ[α]ι[ρέστρ]ατ', ἤδη τὸ μετὰ ταῦτα σκεπτέον,

ὅπως διαμενεῖς ὢν Χαρισίωι [φίλος

οἷός ποτ' ἦσθα πιστός. οὐ γάρ ἐσ[τί που

 985ἑταιρίδιον τοῦτ' οὐδὲ τὸ τυχὸν[

σπουδῆι δὲ καὶ παιδάριον ἥδ̣'[

ἐλεύθερος. πάξ. μὴ βλέπεις τ[

καὶ πρῶτον αὐτὴν κατὰ μόνα[ς

τὸν φίλτατον καὶ τὸν γλυκύτατον[

(desunt uersus fere xiii)

].ο̣τ̣ρ̣[

]καλ[

1005εἰ τὸ̣ καλὸν σ[

ὥσπερ λύκ[ος

ἀπελήλυ[θ

ἀποστ[

φιλο[

1010διαι̣[

οὐ κρι[

καὶ ν[

ὅσα μ.[

ην μοι̣ [

1015ἔνδον πο̣.[

ἔοικεν: οὐ[

]οσ̣πε̣[

(desunt uersus fere xix, tum extant uersuum xv litterae

perpaucae, deinde desunt uersus non amplius ix; his lacunis

frustula sequentia coniectura inserunt editores)

ἐπ' αὐτὸ[ν

ὄντωσ[.]β[

1020ἀλλ' ἐξαπατ[

Ον ἀπέσωσε συ.[

ἐγὼ δὲ προσ[

σ̣.α̣ν

]τ̣ωμενου:

τὸ]ν Δία

]αυτοῦ τῶι σφόδρα

1055]ω̣ς ὁμολογῶ:

εἰ]ς ἐμὲ βλέπει

]α̣ιε[

1060σώφρονα· τοιαυτησὶ γὰρ οὐκ ἀπέσχετ' ἂν

ἐκεῖνος, εὖ τοῦτ' οἶδ'· ἐγὼ δ' ἀφέξομαι.

Σμ ἂν μὴ κατάξω τὴν κεφαλήν σου, Σωφρόνη,

κάκιστ' ἀπολοίμην. νουθετήσεις καὶ σύ με;

προπετῶς ἀπάγω τὴν θυγατέρ', ἱερόσυλε γραῦ;

1065ἀλλ' ἦ περιμένω καταφαγεῖν τὴν προῖκά μου

τὸν χρηστὸν αὐτῆς ἄνδρα καὶ λόγους λέγω

περὶ τῶν ἐμαυτοῦ; ταῦτα συμπείθεις με σύ;

οὐκ ὀξυλαβῆσαι κρεῖττον; οἰμώξει μακρά,

ἂν ἔτι λαλῆις τι. κρίνομαι πρὸς Σωφρόνην;

1070μετάπεισον αὐτήν, ὅταν ἴδηις. οὕτω τί μοι

ἀγαθὸν γένοιτο Σωφρόνη γάρ, οἴκαδε

ἀπιών ‑ τὸ τέλμ' εἶδες παριοῦσ'; ἐνταῦθά σε

τὴν νύκτα βαπτίζων ὅλην ἀποκτενῶ,

κἀγώ σε ταὔτ' ἐμοὶ φρονεῖν ἀναγκάσω

1075καὶ μὴ στασιάζειν. ἡ θύρα παιητέα·

κεκλειμένη γάρ ἐστι. παῖδες, παιδίον·

ἀνοιξάτω τις. παῖδες, οὐχ ὑμῖν λέγω;

Ον τίς ἐσθ' ὁ κόπτων τὴν θύραν; ὤ, Σμικρίνης

ὁ χαλεπός, ἐπὶ τὴν προῖκα καὶ τὴν θυγατέρα

1080ἥκων.

(Σμ)    ἔγωγε, τρισκατάρατε.

(Ον)    καὶ μάλα

ὀρθῶς· λογιστικοῦ γὰρ ἀνδρὸς καὶ σφόδρα

φρονοῦντος ἡ σπουδή, τό θ' ἅρπασμ', Ἡράκλεις,

θαυμαστὸν οἷον.

‹Σμ›    πρὸς θεῶν καὶ δαιμόνων ‑

‹Ον› οἴει τοσαύτην τοὺς θεοὺς ἄγειν σχολὴν

1085ὥστε τὸ κακὸν καὶ τἀγαθὸν καθ' ἡμέραν

νέμειν ἑκάστωι, Σμικρίνη;

(Σμ)    λέγεις δὲ τί;

(Ον) σαφῶς διδάξω σ'. εἰσὶν αἱ πᾶσαι πόλεις,

ὅμοιον εἰπεῖν, χίλιαι· τρισμύριοι

οἰκοῦσ' ἑκάστην. καθ' ἕνα τούτων οἱ θεοὶ

1090ἕκαστον ἐπιτρίβουσιν ἢ σώιζουσι;

(Σμ)    πῶς;

λέγεις γὰρ ἐπίπονόν τιν' αὐτοὺς ζῆν [βίον.

(Ον) οὐκ ἆρα φροντίζουσιν ἡμῶν οἱ θεοί,

φήσεις; ἑκάστωι τὸν τρόπον συν[ώικισαν

φρούραρχον· οὗτος ἔνδο̣[ν] ἐπ̣[

1095ἐπέτριψεν, ἂν αὐτῶι κακῶς χρη̣[σώμεθα,

ἕτερον δ' ἔσωσεν. οὗτός ἐσθ' ἡμῖν θεὸς

ὅ τ' αἴτιος καὶ τοῦ καλῶς καὶ τοῦ κακῶς

πράττειν ἑκάστωι· τοῦτον ἱλάσκου ποῶν

μηδὲν ἄτοπον μηδ' ἀμαθές, ἵνα πράττηις καλῶς.

1100(Σμ) εἶθ' οὑμός, ἱερόσυλε, νῦν τρόπος ποεῖ

ἀμαθές τι;

(Ον)    συντρίβει σε.

(Σμ)    τῆς παρρησίας.

(Ον) ἀλλ' ἀπαγαγεῖν παρ' ἀνδρὸς αὑτοῦ θυγατέρα

ἀγαθὸν σὺ κρίνεις, Σμικρίνη;

(Σμ)    λέγει δὲ τίς

τοῦτ' ἀγαθόν; ἀλλὰ νῦν ἀναγκαῖον.

(Ον)    θεᾶι;

1105τὸ κακὸν ἀναγκαῖον λογίζεθ' οὑτοσί.

τοῦτόν τις ἄλλος, οὐχ ὁ τρόπος, ἀπολλύει;

καὶ νῦν μὲν ὁρμῶντ' ἐπὶ πονηρὸν πρᾶγμά σε

ταὐτόματον ἀποσέσωκε, καὶ καταλαμβάνεις

διαλλαγὰς λύσεις τ' ἐκείνων τῶν κακῶν.

1110αὖθις δ' ὅπως μὴ λήψομαί σε, Σμικρίνη,

προπετῆ λέγω σοι· νῦν δὲ τῶν ἐγκλημάτων

ἀφεῖσο τούτων, τὸν δὲ θυγατριδοῦν λαβὼν

ἔνδον πρόσειπε.

(Σμ)    θυγατριδοῦν, μαστιγία;

(Ον) παχύδερμος ἦσθα καὶ σύ, νοῦν ἔχειν δοκῶν.

1115οὕτως ἐτήρεις παῖδ' ἐπίγαμον; τοιγαροῦν

τέρασιν ὅμοια πεντάμηνα παιδία

ἐκτρέφομεν.

(Σμ)    οὐκ οἶδ' ὅ τι λέγεις.

(Ον)    ἡ γραῦς δέ γε

οἶδ', ὡς ἐγὦιμαι· τότε γὰρ οὑμὸς δεσπότης

τοῖς Ταυροπολίοις, Σωφρόνη, ταύτην λαβὼν

1120χορῶν ἀποσπασθεῖσαν ‑ αἰσθάνει γε; νή,

νυνὶ δ' ἀναγνωρισμὸς αὐτοῖς γέγονε καὶ

ἅπαντ' ἀγαθά.

(Σμ)    τί φησιν, ἱερόσυλε γραῦ;

(Ον) "ἡ φύσις ἐβούλεθ', ἧι νόμων οὐδὲν μέλει·

γυνὴ δ' ἐπ' αὐτῶι τῶιδ' ἔφυ." τί μῶρος εἶ;

1125τραγικὴν ἐρῶ σοι ῥῆσιν ἐξ Αὔγης ὅλην

ἂν μή ποτ' αἴσθηι, Σμικρίνη.

(Σμ)    σύ μοι χολὴν

κινεῖς παθαινομένη· σὺ γὰρ σφόδρ' οἶσθ' ὅ τι

οὗτο]ς λέγει νῦν.

(Ον)    οἶδε̣· τ̣‹οῦτ'› εὖ ἴσθ' ὅτι

ἡ γραῦ]ς προτέρα συνῆκε.

(Σμ)    πάνδεινον λέγεις.

1130(Ον) οὐ γέγονεν] εὐτύχημα μεῖζον οὐδὲ ἕν.

‹Σμ› εἰ τοῦ]τ' ἀληθές ἐσθ' ὃ λέγεις, τὸ παιδίον

Fragmenta

Fr. 1

(Καρίων)

οὐχ ὁ τρόφιμός σου πρὸς θεῶν, Ὀνήσιμε,

ὁ νῦν ἔχων ‹τὴν› Ἁβρότονον τὴν ψάλτριαν

ἔγημ' ἔναγχος;

(Ὀνήσιμος)    πάνυ μὲν οὖν.

Fr. 2

   φιλῶ σ', Ὀνήσιμε,

   οὐδέν ‹ἐστι› γὰρ

γλυκύτερον ἢ πάντ' εἰδέναι.

Fr. 3

τί δ' οὐ ποεῖς ἄριστον; ὁ δ' ἀλύει πάλαι

κατακείμενος.

Fr. 5

   ἐπέπασα

ἐπὶ τὸ τάριχος ἅλας, ἐὰν οὕτω τύχηι.

Fr. 6

ἀργὸς δ' ὑγιαίνων τοῦ πυρέττοντος πολύ

ἐστ' ἀθλιώτερος· μάτην γοῦν ἐσθίει

διπλάσια.

Fr. 7

   χαλεπόν, Παμφίλη,

ἐλευθέραι γυναικὶ πρὸς πόρνην μάχη·

πλείονα κακουργεῖ, πλείον' οἶδ', αἰσχύνεται

οὐδέν, κολακεύει μᾶλλον.

Fr. 8

   ἐξετύφην μὲν οὖν

κλαίουσ' ὅλως

ἐν Ἐπιτρέπουσιν.

Fr. 9

οὐθὲν πέπονθας δεινὸν ἂν μὴ προσποῆι.

Fr. 10

ἐλευθέρωι τὸ καταγελᾶσθαι ‹γὰρ› πολὺ

αἴσχιόν ἐστι, τὸ δ' ὀδυνᾶσθ' ἀνθρώπινον.