˘˘ˉ˘˘ˉ˘ˉ˘ˉˉ
ˉ˘ˉ˘˘ˉ˘ˉ˘ˉ˘ˉˉ˘ˉ
ˉˉ˘ˉˉ˘ˉ˘˘ˉ˘ˉˉ
ˉˉ˘˘ˉ˘ˉ˘ˉˉ
ˉˉˉ˘˘ˉ˘ˉˉˉ˘˘ˉ˘ˉˉˉ˘ˉ˘˘ˉˉˉ˘ˉ˘ˉ
ˉ˘ˉ˘˘ˉ˘ˉ˘ˉ˘ˉ
ˉˉ˘˘ˉ˘ˉˉ˘˘ˉˉ
ˉˉ˘˘ˉ˘ˉ
˘˘ˉ˘˘ˉ˘ˉ˘ˉˉ
ˉˉ˘ˉˉ˘˘ˉ˘ˉˉ˘ˉ˘˘ˉ˘ˉ
ˉ˘˘ˉˉˉ
ˉˉ˘˘ˉˉ˘ˉ˘˘ˉ
Α΄ )+®24¸;¾BÃÅΤίνι τῶν πάρος, ὦ μάκαιρα Θήβα,
)«.0²4µ9»@ÁÃIÈκαλῶν ἐπιχωρίων μάλιστα θυμὸν τεόν
©¬.²4·:?ÀEÅÈεὔφρανας; ἦρα χαλκοκρότου πάρεδρον
©«-/²4¹;¾ÀΔαμάτερος ἁνίκ' εὐρυχαίταν
5¨¬®23µ7»¿ÁFHÈMÌÑÓXÙ^aßâæmësðἄντειλας Διόνυσον, ἢ χρυσῷ μεσονύκτιον νείφοντα δεξαμένα τὸν φέρτατον θεῶν,
(*®14µ7º@ÀÄὁπότ' Ἀμφιτρύωνος ἐν θυρέτροις
*02´8º?ÀDÆÈNÏσταθεὶς ἄλοχον μετῆλθεν Ἡρακλείοις γοναῖς;
¨¬/²¶»?AÀCÅÈἢτ' ἀμφὶ πυκναῖς Τειρεσίαο βουλαῖς;
¨¬12´5¸;½¿ἢτ' ἀμφ' Ἰόλαον ἱππόμητιν;
10¨¬¯24¶9»¾ÂFHÉNÎÑÔYÚacáäçnítòἢ Σπαρτῶν ἀκαμαντολογχᾶν; ἢ ὅτε καρτερᾶς Ἄδραστον ἐξ ἀλαλᾶς ἄμπεμψας ὀρφανόν
©+¬/1³6¹=¿DÃμυρίων ἑτάρων ἐς Ἄργος ἵππιον;
¨«-1´6·»?AÂÅἢ Δωρίδ' ἀποικίαν οὕνεκεν ὀρθῷ
¨«-0²6¸ἔστασας ἐπὶ σφυρῷ
)+®02³7¹AÁÄΛακεδαιμονίων, ἕλον δ' Ἀμύκλας
15©¬¯24·:½ÁÅIKÌPÐΑἰγεῖδαι σέθεν ἔκγονοι, μαντεύμασι Πυθίοις;
¨+.±²µἀλλὰ παλαιὰ γάρ
©¬/1µ¸:¼BFÇεὕδει χάρις, ἀμνάμονες δὲ βροτοί,
Β΄ (+®13´7¸:½Àὅ τι μὴ σοφίας ἄωτον ἄκρον
*02³7¹;¾BÂÅJÊκλυταῖς ἐπέων ῥοαῖσιν ἐξίκηται ζυγέν·
20©«/²4·9;¾CÄÇκώμαζ' ἔπειτεν ἁδυμελεῖ σὺν ὕμνῳ
ª¯12´8»@ÁÆκαὶ Στρεψιάδᾳ· φέρει γὰρ Ἰσθμοῖ
©«¯35·=¿ÄÇLOÐV×ÚÜdãlnìðô{ø¢ýνίκαν παγκρατίου, σθένει τ' ἔκπαγλος ἰδεῖν τε μορφάεις, ἄγει τ' ἀρετὰν οὐκ αἴσχιον φυᾶς.
*,¯24µ8»?ÁÄφλέγεται δὲ ἰοπλόκοισι Μοίσαις,
)¬-2´6¸;½AÃÅKËμάτρωΐ θ' ὁμωνύμῳ δέδωκε κοινὸν θάλος,
25©¬/²µ¸=AÁFÇÉχάλκασπις ᾧ πότμον μὲν Ἄρης ἔμειξεν,
©«02µ7º?ÀÃτιμὰ δ' ἀγαθοῖσιν ἀντίκειται.
¨«®24·:½ÂÄIKËPÐÒÖZÚcfäèërðvõἴστω γὰρ σαφὲς ὅστις ἐν ταύτᾳ νεφέλᾳ χάλαζαν αἵματος πρὸ φίλας πάτρας ἀμύνεται,
ª,¯25·:¼AÀGÇλοιγὸν ἄντα φέρων ἐναντίῳ στρατῷ,
¨«/1²5·ºABÄÆἀστῶν γενεᾷ μέγιστον κλέος αὔξων
30©ª02¶9»ζώων τ' ἀπὸ καὶ θανών.
),°13¶7»AÁÃτὺ δέ, Διοδότοιο παῖ, μαχατάν
©+¬02³6»?¾DHÈMÍαἰνέων Μελέαγρον, αἰνέων δὲ καὶ Ἕκτορα
¨+,®¯³Ἀμφιάραόν τε,
©ª-0²¶8»?AÀεὐανθέ' ἀπέπνευσας ἁλικίαν
Γ΄ *,®15·9½DÄÈπρομάχων ἀν' ὅμιλον, ἔνθ' ἄριστοι
36¨«/1´5¹;¾CÄÇLÌἔσχον πολέμοιο νεῖκος ἐσχάταις ἐλπίσιν.
¨«/²5¹=@ÂGÈÍἔτλαν δὲ πένθος οὐ φατόν· ἀλλὰ νῦν μοι
ª«,.²4µ8º½Γαιάοχος εὐδίαν ὄπασσεν
¨¯15·9¼ÀÂIKÌPÑÔÖ]ßegåéítòzøἐκ χειμῶνος. ἀείσομαι χαίταν στεφάνοισιν ἁρμόζων. ὁ δ' ἀθανάτων μὴ θρασσέτω φθόνος,
40(*14¶8º@¿Áὅτι τερπνὸν ἐφάμερον διώκων
(ª,/²4·9¼BÃÇLÌἕκαλος ἔπειμι γῆρας ἔς τε τὸν μόρσιμον
©ª,±4¶:?¿DÄÇαἰῶνα. θνᾴσκομεν γὰρ ὁμῶς ἅπαντες·
ª¬23µ:½BÆÉδαίμων δ' ἄϊσος· τὰ μακρὰ δ' εἴ τις
©°57º=¾ÂÅJLÌRÑÔ×^ßgiçêísòxöπαπταίνει, βραχὺς ἐξικέσθαι χαλκόπεδον θεῶν ἕδραν· ὅ τοι πτερόεις ἔρριψε Πάγασος
45©,®13µ:¾BÃIËδεσπόταν ἐθέλοντ' ἐς οὐρανοῦ σταθμούς
¨¬04¶8º¾CEÅÈἐλθεῖν μεθ' ὁμάγυριν Βελλεροφόνταν
©«03¶:¼Ζηνός. τὸ δὲ πὰρ δίκαν
*,¯24¶9¼AÂÄγλυκὺ πικροτάτα μένει τελευτά.
¨+±µ7¸;½ÀÃJLÎRÑἄμμι δ', ὦ χρυσέᾳ κόμᾳ θάλλων, πόρε, Λοξία,
50«-0²¶¸τεαῖσιν ἁμίλλαισιν
©ª-.²µ7¸=@Àεὐανθέα καὶ Πυθόϊ στέφανον.