4679 484 0 5 0 0 VI sec. a. C.-X d. C. Epigramma Autori vari XIV Anthologia Graeca Beckby, H., Munich, Heimeran, 1-2:1965; 3-4:1968 15

Anthologia Graeca XIV

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16

ΑΡΙΘΜΗΤΙΚΑ ΚΑΙ ΓΡΙΦΟΙ

1

ΣΩΚΡΑΤΟΥΣ

Ὄλβιε Πυθαγόρη, Μουσέων Ἑλικώνιον ἔρνος,

εἰπέ μοι εἰρομένῳ, ὁπόσοι σοφίης κατ' ἀγῶνα

σοῖσι δόμοισιν ἔασιν ἀεθλεύοντες ἄριστα. ‑

Πυθαγόρας

Τοιγὰρ ἐγὼν εἴποιμι, Πολύκρατες· ἡμίσεες μὲν

ἀμφὶ καλὰ σπεύδουσι μαθήματα· τέτρατοι αὖτε

ἀθανάτου φύσεως πεπονήαται· ἑβδομάτοις δὲ

σιγὴ πᾶσα μέμηλε καὶ ἄφθιτοι ἔνδοθι μῦθοι·

τρεῖς δὲ γυναῖκες ἔασι, Θεανὼ δ' ἔξοχος ἄλλων.

τόσσους Πιερίδων ὑποφήτορας αὐτὸς ἀγινῶ.

2

ΕΙΣ ΑΓΑΛΜΑ ΠΑΛΛΑΔΟΣ

Παλλὰς ἐγὼ χρυσῆ σφυρήλατος· αὐτὰρ ὁ χρυσὸς

   αἰζηῶν πέλεται δῶρον ἀοιδοπόλων.

ἥμισυ μὲν χρυσοῖο Χαρίσιος, ὀγδοάτην δὲ

   Θέσπις καὶ δεκάτην μοῖραν ἔδωκε Σόλων,

αὐτὰρ ἐεικοστὴν Θεμίσων· τὰ δὲ λοιπὰ τάλαντα

   ἐννέα καὶ τέχνη δῶρον Ἀριστοδίκου.

3

ΑΛΛΟ

Ἁ Κύπρις τὸν Ἔρωτα κατηφιόωντα προσηύδα·

Τίπτε τοι, ὦ τέκος, ἄλγος ἐπέχραεν; ὃς δ' ἀπάμειπτο·

Πιερίδες μοι μῆλα διήρπασαν ἄλλυδις ἄλλη

αἰνύμεναι κόλποιο, τὰ δὴ φέρον ἐξ Ἑλικῶνος.

Κλειὼ μὲν μήλων πέμπτον λάβε, δωδέκατον δὲ

Εὐτέρπη· ἀτὰρ ὀγδοάτην λάχε δῖα Θάλεια·

Μελπομένη δ' εἰκοστὸν ἀπαίνυτο, Τερψιχόρη δὲ

τέτρατον· ἑβδομάτην δ' Ἐρατὼ μετεκίαθε μοίρην·

ἡ δὲ τριηκόντων με Πολύμνια νόσφισε μήλων,

Οὐρανίη δ' ἑκατόν τε καὶ εἴκοσι· Καλλιόπη δὲ

βριθομένη μήλοισι τριηκοσίοισι βέβηκε.

σοὶ δ' ἄρα κουφοτέρῃσιν ἐγὼ σὺν χερσὶν ἱκάνω

πεντήκοντα φέρων τάδε λείψανα μῆλα θεάων.

4

ΑΛΛΟ

Αὐγείην ἐρέεινε μέγα σθένος Ἀλκεΐδαο

πληθὺν βουκολίων διζήμενος· ὃς δ' ἀπάμειπτο·

Ἀμφὶ μὲν Ἀλφειοῖο ῥοάς, φίλος, ἥμισυ τῶνδε·

μοίρη δ' ὀγδοάτη ὄχθον Κρόνου ἀμφινέμονται·

δωδεκάτη δ' ἀπάνευθε Ταραξίπποιο παρ' ἱρόν·

ἀμφὶ δ' ἄρ' Ἤλιδα δῖαν ἐεικοστὴ νεμέθονται·

αὐτὰρ ἐν Ἀρκαδίηφι τριηκοστὴν προλέλοιπα·

λοιπὰς δ' αὖ λεύσσεις ἀγέλας τόδε πεντήκοντα.

5

ΑΛΛΟ

Εἰμὶ πατρὸς λευκοῖο μέλαν τέκος, ἄπτερος ὄρνις

   ἄχρι καὶ οὐρανίων ἱπτάμενος νεφέων·

κούραις δ' ἀντομένῃσιν ἀπενθέα δάκρυα τίκτω·

   εὐθὺ δὲ γεννηθεὶς λύομαι εἰς ἀέρα.

6

ΑΛΛΟ

Ὡρονόμων ὄχ' ἄριστε, πόσον παρελήλυθεν ἠοῦς; ‑

Ὅσσον ἀποιχομένοιο δύο τρίτα, δὶς τόσα λείπει.

7

ΑΛΛΟ

Χάλκεός εἰμι λέων· κρουνοὶ δέ μοι ὄμματα δοιὰ

   καὶ στόμα καὶ τὸ θέναρ δεξιτεροῖο ποδός.

πλήθει δὲ κρητῆρα δύ' ἤμασι δεξιὸν ὄμμα

   καὶ λαιὸν τρισσοῖς καὶ πισύροισι θέναρ·

ἄρκιον ἓξ ὥραις πλῆσαι στόμα· σὺν δ' ἅμα πάντα,

   καὶ στόμα καὶ γλῆναι καὶ θέναρ, εἰπὲ πόσον.

8

ΑΛΛΟ

Ἕξ, ἕν, πέντε, δύο, τρία, τέσσαρα κῦβος ἐλαύνει.

9

ΑΛΛΟ

Ἄνδρ' ἐμὸν εἷλ' ἑκυρός, ἑκυρὸν δ' ἐμὸς ἔκτανεν ἀνὴρ

   καὶ δαὴρ ἑκυρὸν καὶ ἑκυρὸς γενέτην.

10

ΑΛΛΟ

Λέβητας ἔγνων μὴ σιωπᾶν εἰδότας,

πλὴν ἄρτια τὸν χαλκὸν ἠχεῖν προτρέπειν

ἀντικτυποῦντος τοῦ πρώτου τῷ δευτέρῳ

καὶ μεταδιδόντος τῷ τετάρτῳ τοῦ τρίτου.

ἐὰν δὲ τὸ κινοῦν ἠρεμῇ καὶ μὴ πνέῃ,

ἄφωνος ὁ λέβης· τῇ φύσει γὰρ οὐ λάλος.

τῶν σῶν δὲ λεβήτων ἡ φύσις μὲν εὔστομος,

νοῖ δ' ἐντυχοῦσα γίνετ' εὐστομωτέρα

σιγῶσ', ὅταν δεῖ, καὶ λαλοῦσ', ὅταν δέῃ.

11

ΑΛΛΟ

Τοὺς χιλίους στατῆρας, οὓς ἐκτησάμην,

λαβεῖν κελεύω τοὺς ἐμοὺς παῖδας δύο·

πλὴν γνησίου τὸ πέμπτον ηὐξήσθω δέκα

μέτρου τετάρτου τῶν λαχόντων τῷ νόθῳ.

12

ΑΛΛΟ

Ἓξ μνῶν ἓξ φιάλας Κροῖσος βασιλεὺς ἀνέθηκεν

   δραχμῇ τὴν ἑτέρην μείζονα τῆς ἑτέρης.

13

ΑΛΛΟ

Ἄμφω μὲν ἡμεῖς εἴκοσι μνᾶς ἕλκομεν,

Ζῆθός τε χὠ ξύναιμος· ἢν δέ μου λάβῃς

τρίτον τὸ τέτρατον τε τοῦδ' Ἀμφίονος,

ἓξ πάντ' ἀνευρὼν μητρὸς εὑρήσεις σταθμόν.

14

ΑΛΛΟ

Εἷς ἄνεμος, δύο νῆες, ἐρέττουσιν δέκα ναῦται·

   εἷς δὲ κυβερνήτης ἀμφοτέρας ἐλάει.

15

ΑΛΛΟ

Ἓξ πόδες ἐν χώραισι τόσαις μετροῦσιν ἴαμβον,

σπονδεῖος, χόριος καὶ δάκτυλος ἠδ' ἀνάπαιστος,

πυρρίχιος καὶ ἴαμβος· ἔχει δέ τε οἶκον ἕκαστος.

πυρριχίου τέλος ἔσθ'· ὃς μακρὰν οἶδεν ἐν ἀρχῇ,

πρώτη καὶ τριτάτη, πέμπτη δέ τε τόνδε κατίσχει·

οἱ δ' ἄλλοι κατὰ πᾶσαν ὁμῶς βαίνουσιν ἀταρπόν·

μοῦνον ἴαμβον ἄνακτα φέρει τόπος, ὅν κ' ἐθελήσῃ.

16

ΑΛΛΟ

Νῆσος ὅλη, μύκημα βοὸς φωνή τε δανειστοῦ.

17

ΑΛΛΟ

Θήρη μὲν πολέμου μελέτη, θήρη δὲ διδάσκει

κρυπτὸν ἑλεῖν, ἐπιόντα μένειν, φεύγοντα διώκειν.

18

ΑΛΛΟ

Ἕκτορα τὸν Πριάμου Διομήδης ἔκτανεν ἀνὴρ

   Αἴας πρὸ Τρώων ἔγχεϊ μαρνάμενον.

19

ΑΛΛΟ

Εἶδον ἐγώ ποτε θῆρα δι' ὕλης τμητοσιδήρου

ὕπτιον ὀρθὰ τρέχοντα, ποσὶν δ' οὐχ ἥπτετο γαίης.

20

ΑΛΛΟ

Εἰ πυρὸς αἰθομένου μέσσην ἑκατοντάδα θείης,

   παρθένου εὑρήσεις υἱέα καὶ φονέα.

21

ΑΛΛΟ

Ἐς μέσον Ἡφαίστοιο βαλὼν ἑκατοντάδα μούνην

   παρθένου εὑρήσεις υἱέα καὶ φονέα.

22

ΑΛΛΟ

Μὴ λέγε, καὶ λέξεις ἐμὸν οὔνομα. δεῖ δέ σε λέξαι;

ὧδε πάλιν (μέγα θαῦμα) λέγων ἐμὸν οὔνομα λέξεις.

23

ΑΛΛΟ

Νηρέος ὄντα με παῖδα φέρει γαιήιος υἱός,

   τὸν Στυγὸς ἱμερτοῖς νάμασι δυόμενον.

24

ΑΛΛΟ

‹Ἀνδρό›μεον Διόνυσον ὁρᾷς ἐμέ· τίκτε με νηδὺς

διχθαδίη, μνήμης δὲ πατὴρ ἐμὸς ἡγεμονεύει·

θηροφόρον δέ με πρῶτον ἐγείνατο νηλεόθυμον·

αὐτοκασιγνήτης δὲ προκὸς φίλον υἷα κατακτὰς

οὐκέτι θῆρα φέρω, ἀλλ' οὐρανὸν ἠδὲ θάλασσαν

καὶ χθόνα καὶ μακάρων ἱερὸν χορὸν ἄφθιτον αἰεί.

25

ΑΛΛΟ

Ὀφθαλμοὺς Σκύλλης ποθέω, τοὺς ἔσβεσεν αὐτὸς

ἠέλιος μήνη τε· πατὴρ δέ με δείδιε κούρην·

λοῦμαι δ' ἀενάοισι δύω ποταμοῖσι θανοῦσα,

οὓς κορυφὴ προΐησιν ἐπ' ὀφρυόεντι κολωνῷ.

26

ΑΛΛΟ

Ξανθὴ μέν τις ἐγὼν ἤμην πάρος, ἀλλὰ κοπεῖσα

   γίνομαι ἀργεννῆς λευκοτέρη χιόνος·

χαίρω δὲ γλυκερῷ τε καὶ ἰχθυόεντι λοετρῷ

   πρώτη δαιτυμόνων ἐς χορὸν ἐρχομένη.

27

ΑΛΛΟ

Παρθένον ἐν πελάγει ζητῶν τὴν πρόσθε λέοντα

   τηθὴν εὑρήσεις παιδοφόνου Ἑκάβης.

28

ΑΛΛΟ

Ἐξ ἁλὸς ἰχθυόεν γένος ἔλλαχον· εἷς δέ μ' ἄεθλος

   εἰς Διονυσιακοὺς οἶδεν ἀγῶνας ἄγειν·

καὶ δέμας ἐν σταδίοισιν ἀλειψάμενος λίπ' ἐλαίῳ,

   υἱέα μὲν Δηοῦς ὤλεσα χερσὶν ἐμαῖς·

δεύτερον αὖτε Γίγαντας ἀολλέας ἄλλοθεν ἄλλους

   ἐκπέμπω πολλαῖς χείρεσιν ἑλκομένους.

29

ΑΛΛΟ

Μούνῳ μοι φίλον ἐστὶ γυναιξί περ ἐν φιλότητι

   μίγνυσθαι αὐτῶν λισσομένων ποσίων.

30

ΑΛΛΟ

Κριὸν ἔχω γενετῆρα, τέκεν δέ με τῷδε χελώνη·

   τικτομένη δ' ἄμφω πέφνον ἐμοὺς γονέας.

31

ΑΛΛΟ

Οἴνου τὴν ἑτέρην γράφε μητέρα καὶ θὲς ἐπ' ἄρθρῳ

   ἄρθρον, καὶ πάτρην πατρὸς ἄκοιτιν ὁρᾷς.

32

ΑΛΛΟ

Κτανθεὶς τὸν κτείναντα κατέκτανον· ἀλλ' ὁ μὲν οὐδ' ὣς

   ἤλυθεν εἰς Ἀίδην· αὐτὰρ ἔγωγ' ἔθανον.

33

ΑΛΛΟ

Τόν με κατακτείναντα κατέκτανον, οὐ δέ μοι ἦδος·

   θῆκε γὰρ ἀθάνατον τὸν κτάμενον θάνατος.

34

ΑΛΛΟ

Νῆσός τις πόλις ἐστὶ φυτώνυμον αἷμα λαχοῦσα,

ἰσθμὸν ὁμοῦ καὶ πορθμὸν ἐπ' ἠπείροιο φέρουσα·

ἔνθ' ἀπ' ἐμῆς ἔσθ' αἷμα ὁμοῦ καὶ Κέκροπος αἷμα·

ἔνθ' Ἥφαιστος ἔχει χαίρων γλαυκῶπιν Ἀθήνην·

κεῖθι θυηπολίην πέμπειν κελόμην Ἡρακλεῖ.

35

ΑΛΛΟ

Ἀνθρώπου μέλος εἰμί, ὃ καὶ τέμνει με σίδηρος·

   γράμματος αἰρομένου δύεται ἠέλιος.

36

ΑΛΛΟ

Πικρή μοι ζωή, θάνατος γλυκύς, ὕδατα δ' ἄμφω,

   θνῄσκω ἀναιμάκτοις ἔγχεσι νυσσόμενος·

ἢν δέ τις ἐν ζώοντι νέκυν τύμβῳ με καλύψῃ,

   αἵματι συγγενέων πρῶτον ἀποβρέχομαι.

37

ΑΛΛΟ

Παλλάδος εἰμὶ φίλη, τίκτω δ' ἀπερείσια τέκνα,

ἃ κατὰ πετράων ἄνδρες βάλον· ὀλλυμένων δὲ

Πηλείδῃ φάος ἔσκε, βροτῶν ἄκος, ἕρκος ἀγώνων.

38

ΑΛΛΟ

Κτεῖνα κάσιν, κτάνε δ' αὖ με κάσις, θάνομεν δ' ὑπὸ πατρός·

   μητέρα δ' ἀμφότεροι τεθναότες κτάνομεν.

39

ΑΛΛΟ

Νῆσόν τις καλέων μ' οὐ ψεύσεται· ὡς ἐτεὸν γὰρ

   πολλοὺς ἐς κελάδους οὔνομ' ἔθηκεν ἐμόν.

40

ΑΛΛΟ

Εἰσὶ κασίγνηται δύ' ἀδελφεαί· ἡ μία τίκτει

τὴν ἑτέρην, αὐτὴ δὲ τεκοῦσ' ἀπὸ τῆσδε τεκνοῦται,

ὥστε κασιγνήτας οὔσας ἅμα καὶ συνομαίμους

αὐτοκασιγνήτας κοινῇ καὶ μητέρας εἶναι.

41

ΑΛΛΟ

Μητέρ' ἐμὴν τίκτω καὶ τίκτομαι· εἰμὶ δὲ ταύτης

   ἄλλοτε μὲν μείζων, ἄλλοτε μειοτέρη.

42

ΑΛΛΟ

Παρθένος εἰμὶ γυνή, καὶ παρθένου εἰμὶ γυναικός,

   καὶ κατ' ἔτος τίκτω παρθένος οὖσα γυνή.

43

ΑΛΛΟ

Εἰμὶ πόλου μίμημα· δύω δέ με θῆρες ἄγουσι,

   πρόσθε μὲν Ἠριγόνης, Πασιφάης δ' ὄπιθεν·

Ἡρακλέους τηρεῖ με συνευνέτις, ἡ δέ με Φοίβου

   τείρει νύμφα φίλη πολλάκι δαιομένη.

44

ΑΛΛΟ

Νυκτὶ μιῇ καὶ Τρωσὶν ἐπήλυθα, καὶ τὰ Πελασγῶν

   φῦλα διατμήξας εἷλον ἄνευ δόρατος·

οὐ μὲν ὁ Τυδείδης οὐδ' ὁ πτολίπορθος Ὀδυσσεὺς

   τὸν θρασὺν ἐκ νηῶν ἔσθενον ἐξελάσαι·

ἀλλὰ μένος καὶ θάρσος ἐνὶ στήθεσσιν ἀέξων

   Ἀργείων στρατιὴν ὤλεσα καὶ Φρυγίων.

45

ΑΛΛΟ

Εἰμὶ μέλας, λευκός, ξανθὸς ξηρός τε καὶ ὑγρός·

εὖτε δὲ δουρατέων πεδίων ὕπερ ἐντανύσῃς με,

   Ἄρεϊ καὶ παλάμῃ φθέγγομαι οὐ λαλέων.

46

ΑΛΛΟ

Γράμματος ἀρνυμένου πληγὴν ποδὸς οὔνομα τεύχει

ἡμέτερον· πταίειν δὲ βροτῶν πόδας οὔποτ' ἐάσει.

47

ΑΛΛΟ

Εἵνεκα φωτὸς ἐγὼ φῶς ὤλεσα· φὼς δὲ παραστὰς

   φῶς μοι ὄπασσε φίλον ποσσὶ χαριζόμενος.

48

ΑΛΛΟ

Αἱ Χάριτες μήλων καλάθους φέρον, ἐν δὲ ἑκάστῃ

ἶσον ἔην πλῆθος. Μοῦσαι σφίσιν ἀντεβόλησαν

ἐννέα καὶ μήλων σφέας ᾔτεον· αἳ δ' ἄρ' ἔδωκαν

ἶσον ἑκάστῃ πλῆθος, ἔχον δ' ἴσα ἐννέα καὶ τρεῖς.

εἰπέ, πόσον μὲν δῶκαν, ὅπως δ' ἴσα πᾶσαι ἔχεσκον.

49

ΑΛΛΟ

Τεῦξόν μοι στέφανον, χρυσὸν χαλκόν τε κεράσσας

κασσίτερόν θ' ἅμα τοῖσι πολύκμητόν τε σίδηρον,

μνῶν ἑξήκοντα· χρυσὸς δ' ἐχέτω μετὰ χαλκοῦ

δοιὰ μέρη τρισσῶν· χρυσὸς δ' ἅμα κασσίτερός τε

τρισσὰ μέρη τετόρων· χρυσὸς δ' αὖτ' ἠδὲ σίδηρος

τόσσα μέρη τῶν πέντε. πόσον δ' ἄρα δεῖ σε κεράσσαι

λέξον τοῦ χρυσοῦ, χαλκοῦ πόσον, ἀλλ' ἔτι λέξον,

κασσιτέροιο πόσον, λοιποῦ πόσον εἰπὲ σιδήρου,

ὥστε σε τὸν στέφανον τεῦξαι μνῶν ἑξήκοντα.

50

ΑΛΛΟ

Τὸ τρίτον, ἀργυροποιέ, προσέμβαλε καὶ τὸ τέταρτον

   τῆς φιάλης εἰς ἕν, καὶ τὸ δυωδέκατον·

εἰς δὲ κάμινον ἔλαυνε βαλὼν καὶ πάντα κυκήσας

   ἔξελέ μοι βῶλον· μνᾶν δέ μοι ἑλκυσάτω.

51

ΑΛΛΟ

Ἔχω τὸν ἑξῆς καὶ τὸ τοῦ τρίτου τρίτον. ‑

Κἀγὼ τὸν ἑξῆς καὶ τὸ τοῦ πρώτου τρίτον. ‑

Κἀγὼ δέκα μνᾶς καὶ τὸ τοῦ μέσου τρίτον.

52

ΑΛΛΟ

Ἦν ὅτε σὺν Λαπίθῃσι καὶ ἀλκίμῳ Ἡρακλῆι

   Κενταύρους διφυεῖς ὤλεσα μαρνάμενος·

ἦν ὅτε μουνογένεια κόρη θάνεν ἐν τρισὶ πληγαῖς

   ἡμετέραις, Κρονίδην δ' ἤκαχον εἰνάλιον·

νῦν δέ με Μοῦσα τρίτη πυρίναις Νύμφαισι μιγέντα

   δέρκεται ὑελίνῳ κείμενον ἐν δαπέδῳ.

53

ΑΛΛΟ

Ἡφαίστῳ ποτὲ Παλλὰς ὑπ' ἀγκοίνῃσι δαμεῖσα

   εἰς εὐνὴν ἐμίγη Πηλέος ἐν θαλάμοις·

τοὶ δ' ὡς οὖν λιπαρῇσι καλυφθήτην ὀθόνῃσιν,

   αὐτίκ' ἐγεννήθη νυκτιπόλος Φαέθων.

54

ΑΛΛΟ

Κἀμὲ σοφὴ ποίησε τέχνη Παιήονος ἔμπνουν

   πῦρ ὑπὸ χαλκελάτοις χείλεσι κευθομένην·

δειλῶν δ' αἷμα κελαινὸν ἀπ' ἀνθρώπων ἐρύουσα

   Ἥφαιστον κτείνω γαστρὶ περισχομένη.

55

ΑΛΛΟ

Μούνῳ μοι θέμις ἐστὶ γυναικῶν ἐν φιλότητι

   μίσγεσθαι φανερῶς λισσομένων ποσίων·

μοῦνος δ' ἠιθέοισι καὶ ἀνδράσιν ἠδὲ γέρουσιν

   παρθενικαῖς τ' ἐπέβην ἀχνυμένων τοκέων.

μαχλοσύνην ἤχθηρα· φιλεῖ δέ με παιονίη χεὶρ

   Ἀμφιτρυωνιάδην ἐκτελέοντα πόνον.

ἀμφὶ δ' ὀπυιομένοισι καὶ ἂν Πλουτῆι μαχοίμην

   αἰὲν ὑπὲρ ψυχῆς τῶν, ὁπόσοις ἐμίγην.

εὔρινον δέ με παῖδα καὶ ἀργιόδοντα τίθησιν

   ἰδρείῃ μερόπων αἰγὶ μιγεὶς ἐλέφας.

56

ΑΛΛΟ

Ἄν μ' ἐσίδῃς, καὶ ἐγὼ σέ. σὺ μὲν βλεφάροισι δέδορκας,

   ἀλλ' ἐγὼ οὐ βλεφάροις· οὐ γὰρ ἔχω βλέφαρα.

ἂν δ' ἐθέλῃς, λαλέω φωνῆς δίχα· σοὶ γὰρ ὑπάρχει

   φωνή, ἐμοὶ δὲ μάτην χείλε' ἀνοιγόμενα.

57

ΑΛΛΟ

Οὔνομα μητρὸς ἔχω, γλυκερώτερός εἰμι τεκούσης·

   ἀλλ' ἡ μὲν δολιχή, τυτθὸς ἐγὼ δὲ πέλω·

ἄβρωτος κείνη πλὴν κράατος· εἰμὶ δ' ἔγωγε

   τρωκτὸς ἅπας, μοῦνον δ' ἔντερ' ἄβρωτα φέρω.

58

ΑΛΛΟ

Ἐγκέφαλον φορέω κεφαλῆς ἄτερ· εἰμὶ δὲ χλωρὴ

   αὐχένος ἐκ δολιχοῦ γῆθεν ἀειρομένη·

σφαίρῃ δ' ὡς ὑπὲρ αὐλὸν ἐείδομαι· ἢν δὲ ματεύσῃς

   ἔνδον ἐμῶν λαγόνων, μητρὸς ἔχω πατέρα.

59

ΑΛΛΟ

Υἷας πεντήκοντα μιῇ ἐνὶ γαστρὶ λαβοῦσα

   φηλητῶν πάντων ἔκτανον ἡγεμόνα.

αὐτὰρ ὃ δὶς τέθνηκεν, ἐπεὶ δύο γαστέρες αὐτὸν

   τίκτον, χαλκείη καὶ πάρος ἀνδρομέη.

60

ΑΛΛΟ

Ὕλη μέν με τέκεν, καινούργησεν δὲ σίδηρος·

   εἰμὶ δὲ Μουσάων μυστικὸν ἐκδόχιον·

κλειομένη σιγῶ· λαλέω δ', ὅταν ἐκπετάσῃς με,

   κοινωνὸν τὸν Ἄρη μοῦνον ἔχουσα λόγων.

61

ΑΛΛΟ

Οὔρεσι μὲν γενόμην, δένδρον δέ μοι ἔπλετο μήτηρ,

   πῦρ δὲ πατήρ, βῶλος δ' εἰμὶ μελαινομένη·

ἢν δέ μ' ἔσω κεράμοιο πατὴρ τήξῃσι, βαθείας

   ἅρματος ὠτειλὰς ῥύομαι εἰναλίου.

62

ΑΛΛΟ

Λίην ἔντριχός εἰμι· τὰ φύλλα δέ μου κατακρύπτει

   τὰς τρίχας, εἰ τρύπη φαίνεται οὐδαμόθεν·

πολλοῖς παιδαρίοις ἐμπαίζομαι· εἰ δέ τίς ἐστιν

   εἰς τὸ βαλεῖν ἀφυής, ἵσταται ὥσπερ ὄνος.

63

ΜΕΣΟΜΗΔΟΥΣ

Ἕρπουσα, βεβῶσα, ποτωμένα,

νόθον ἴχνος ἀειρομένα δρομάς,

πτερόεσσα μὲν ἦν τὰ πρόσω γυνά,

τὰ δὲ μέσσα βρέμουσα λέαινα θήρ,

τὰ δ' ὄπισθεν ἑλισσόμενος δράκων.

οὔθ' ὁλκὸς ἀπέτρεχεν, οὐ γυνά,

οὔτ' ὄρνις ὅλον δέμας οὔτε θήρ·

κούρα γὰρ ἐφαίνετ' ἄνευ ποδῶν,

κεφαλὰν δ' οὐκ ἔσχε βρέμουσα θήρ.

φύσιν εἶχεν ἄτακτα κεκραμέναν·

ἀτέλεστα τέλεια μεμιγμένα.

64

Τὸ αἴνιγμα τῆς Σφιγγός.

Ἔστι δίπουν ἐπὶ γῆς καὶ τετράπον, οὗ μία φωνή,

καὶ τρίπον· ἀλλάσσει δὲ φυὴν μόνον, ὅσσ' ἐπὶ γαῖαν

ἑρπετὰ κινεῖται ἀνά τ' αἰθέρα καὶ κατὰ πόντον.

ἀλλ' ὁπόταν πλείστοισιν ἐρειδόμενον ποσὶ βαίνῃ,

ἔνθα τάχος γυίοισιν ἀφαυρότατον πέλει αὐτοῦ.

65

Χρησμὸς δοθεὶς Ὁμήρῳ.

Ἔστιν Ἴος νῆσος μητρὸς πατρίς, ἥ σε θανόντα

δέξεται· ἀλλὰ νέων παίδων αἴνιγμα φύλαξαι.

66

Ἕτερος πρὸς τὸν αὐτόν.

Ὄλβιε καὶ δύσδαιμον ‑ ἔφυς γὰρ ἐπ' ἀμφοτέροισι ‑ ,

πατρίδα δίζηαι· μητρὸς δέ τοι, οὐ πατρός ἐστι

μητρόπολις ἐν νήσῳ ἀπὸ Κρήτης εὐρείης,

Μίνωος γαίης, οὔτε σχεδὸν οὔτ' ἀποτηλοῦ·

ἐν τῇ μοῖρ' ἐστίν σε τελευτῆσαι βιότοιο,

εὖτ' ἂν ἀπὸ γλώσσης παίδων μὴ γνῷς ἐσακούσας

δυσξύνετον σκολιοῖσι λόγοις εἰρημένον ὕμνον·

δοιὰς γὰρ ζωῆς μοίρας λάχες· ἣν μὲν ἀμαυρὰν

ἠελίων δισσῶν, τὴν δ' ἀθανάτοις ἰσόμοιρον,

ζῶντί τε καὶ φθιμένῳ· φθίμενος δ' ἔτι πολλὸν ἀγήρως.

67

Χρησμὸς δοθεὶς Λαΐῳ τῷ Θηβαίῳ.

Λάιε Λαβδακίδη, παίδων γένος ὄλβιον αἰτεῖς.

δώσω τοι φίλον υἱόν· ἀτὰρ πεπρωμένον ἐστὶ

σοῦ παιδὸς χερσὶν λείψειν φάος· ὣς γὰρ ἔνευσα.

68

Χρησμὸς δοθεὶς Καρύστῳ.

Χείρωνος φίλε τέκνον ἀγακλειτοῖο Κάρυστε,

Πηλίον ἐκπρολιπὼν Εὐβοίας ἄκρον ἱκέσθαι·

ἔνθ' ἱερὰν χώραν κτίζειν σοι θέσφατόν ἐστιν.

69

Χρησμὸς δοθεὶς

Ἥκεις, ὦ Λυκόοργε, ἐμὸν ποτὶ πίονα νηόν,

Ζηνὶ φίλος καὶ πᾶσιν Ὀλύμπια δώματ' ἔχουσι·

δίζω, ἤ σε θεὸν μαντεύσομαι ἠέπερ ἄνδρα·

ἀλλ' ἔτι καὶ μᾶλλον θεὸν ἔλπομαι, ὦ Λυκόοργε.

70

Χρησμὸς δοθεὶς

Μὴ μεμψιμοίρει· μὴ θεοὺς μηδέν, ξένε,

ὥρην δὲ μέμφου, ᾗ πατὴρ ἔσπειρέ σε.

71

-

Ἁγνῆς εἰς τέμενος καθαρός, ξένε, δαίμονος ἔρχου

   ψυχὴν νυμφαίου νάματος ἁψάμενος·

ὡς ἀγαθοῖς ἀρκεῖ βαιὴ λιβάς· ἄνδρα δὲ φαῦλον

   οὐδ' ἂν ὁ πᾶς νίψαι νάμασιν ὠκεανός.

72

-

Εὖτ' ἂν ὑπὲρ γαίης ἀνέχῃ δρόμον ὄρθρια Τιτὰν

λύσας ἀκτῖσι ζοφερῆς δηλήματα νυκτός,

λάμπῃ δ' αἰγλήεσσα νέον φάος Ἠριγένεια,

δὴ τότ' ἄγων παρὰ θῖνας ἁλιρράντους τε παρ' ἀκτὰς

φῶτα στῆσον ἔναντα δεδορκότα πρὸς φάος αὐγῆς

ἠελίου, καὶ τὸν μὲν ἔσω πόδα χεύματος ἐντὸς

δεξιὸν ἐν δίναις ἐχέτω, λαιὸν δ' ἐπὶ γαίης

στηρισάτω· χείρεσσι δ' ἐπιψαύων ἑκάτερθε,

τῇ μὲν ἁλός, τραφερῆς δ' ἑτέρῃ, πιστούμενος ὅρκον

οὐρανὸν ὀμνυέτω χθόνα τ' ἄσπετον ἠδ' ἁλὸς ὅρμους

αἰθερίου τε πυρὸς βιοδώτορα ἡγεμονῆα·

τοῖον γὰρ θεοὶ ὅρκον ὑπὸ στομάτεσσιν ἀτίζειν

οὐδ' αὐτοὶ τολμῶσιν, ἀγήνορες Οὐρανίωνες.

73

Χρησμὸς δοθεὶς

Γαίης μὲν πάσης τὸ Πελασγικὸν Ἄργος ἄμεινον,

ἵπποι Θεσσαλικαὶ Λακεδαιμόνιαί τε γυναῖκες,

ἄνδρες δ', οἳ πίνουσιν ὕδωρ καλῆς Ἀρεθούσης·

ἀλλ' ἔτι καὶ τῶν εἰσιν ἀμείνονες, οἳ τὸ μεσηγὺ

Τίρυνθος ναίουσι καὶ Ἀρκαδίης πολυμήλου,

Ἀργεῖοι λινοθώρηκες, κέντρα πτολέμοιο·

ὑμεῖς δ', ὦ Μεγαρεῖς, οὐδὲ τρίτοι οὐδὲ τέταρτοι

οὐδὲ δυωδέκατοι, οὔτ' ἐν λόγῳ οὔτ' ἐν ἀριθμῷ.

74

Χρησμὸς

Ἱρὰ θεῶν ἀγαθοῖς ἀναπέπταται, οὐδὲ καθαρμῶν

   χρειώ· τῆς ἀρετῆς ἥψατο οὐδὲν ἄγος.

ὅστις δ' οὐλοὸν ἦτορ, ἀπόστιχε· οὔποτε γὰρ σὴν

   ψυχὴν ἐκνίψει σῶμα διαινόμενον.

75

Χρησμὸς δοθεὶς

Εἰπὲ Ποσειδάωνι· Κασιγνήτοις πεπιθέσθαι

πρεσβυτέροις ἐπέοικεν· ἐμῆς ἐρικυδέος αὐλῆς

κίοσιν οὐ κατὰ κόσμον ἀγάλλεαι. εἰπὲ τινάξας

τρὶς ἅλα μαρμαρέην, καὶ πείσεται· ἢν δ' ἀπιθήσῃ,

φραζέσθω, μὴ πᾶσαν ἐνιπρήσαιμι θάλασσαν·

οὐδὲ γὰρ οὐδὲ θάλασσα Διὸς σβέννυσι κεραυνόν.

76

Χρησμὸς

Ἀρκαδίην μ' αἰτεῖς; μέγα μ' αἰτεῖς· οὔ τοι δώσω·

πολλοὶ ἐν Ἀρκαδίῃ βαλανηφάγοι ἄνδρες ἔασιν,

οἵ σ' ἀποκωλύσουσιν. ἐγὼ δέ τοι οὔτι μεγαίρω·

δώσω τοι Τεγέην ποσσίκροτον ὀρχήσασθαι

καὶ καλὸν πεδίον σχοίνῳ διαμετρήσασθαι.

77

ΑΛΛΟΣ

Ὄλβιος οὗτος ἀνήρ, ὃς νῦν κατὰ λάινον οὐδὸν

Φοίβου Ἀπόλλωνος χρηστήριον εἰσαναβαίνει,

ἤλυθεν εὐνομίην διζήμενος· αὐτὰρ ἐγώ τοι

δώσω, ἣν οὐκ ἄλλη ἐπιχθονίων πόλις ἕξει.

78

ΑΛΛΟΣ

Ἔστι τις Ἀρκαδίης Τεγέη λευρῷ ἐνὶ χώρῳ,

ἔνθ' ἄνεμοι πνείουσι δύω κρατερῆς ὑπ' ἀνάγκης,

καὶ τύπος ἀντίτυπος καὶ πῆμ' ἐπὶ πήματι κεῖται·

ἔνθ' Ἀγαμεμνονίδην κατέχει φυσίζοος αἶα·

τὸν σὺ κομισσάμενος Τεγέης ἐπιτάρροθος ἔσσῃ.

79

ΑΛΛΟΣ

Λυδὲ γένος, πολλῶν βασιλεῦ, μέγα νήπιε Κροῖσε,

μὴ βούλου πολύευκτον ἰὴν ἀνὰ δώματ' ἀκούειν

παιδὸς φθεγγομένου· τὸ δέ σοι πολὺ λώιον ἀμφὶς

ἔμμεναι· αὐδήσει γὰρ ἐν ἤματι πρῶτον ἀνόλβῳ.

80

ΑΛΛΟΣ

Τὴν πεπρωμένην μοίρην ἀδύνατά ἐστιν ἀποφυγέειν καὶ θεῷ.

81

ΑΛΛΟΣ

Ἰσθμὸν δὲ μὴ πυργοῦτε μηδ' ὀρύσσετε·

Ζεὺς γάρ κ' ἔθηκε νῆσον, εἴ κ' ἐβούλετο.

82

ΑΛΛΟΣ

Ἀλλ' ὅταν ἐν Σίφνῳ πρυτανήια λευκὰ γένηται

λεύκοφρύς τ' ἀγορή, τότε δὴ δεῖ φράδμονος ἀνδρὸς

φράσσασθαι ξύλινόν τε λόχον κήρυκά τ' ἐρυθρόν.

83

ΑΛΛΟΣ

Βάττ', ἐπὶ φωνὴν ἦλθες, ἄναξ δέ σε Φοῖβος Ἀπόλλων

ἐς Λιβύην πέμπει μηλοτρόφον οἰκιστῆρα.

84

ΑΛΛΟΣ

Αἰ τὺ ἐμεῦ Λιβύην μηλοτρόφον οἶδας ἄμεινον

μὴ ἐλθὼν ἐλθόντος, ἄγαν ἄγαμαι σοφίην σεῦ.

85

ΑΛΛΟΣ

Ὃς δέ κεν ἐς Λιβύην πολυήρατον ὕστερον ἔλθῃ

γᾶς ἀναδαιομένας, μετά οἵ ποκά φημι μελήσειν.

86

ΑΛΛΟΣ

Ἠετίων, οὔ τίς σε τίει πολύτιτον ἐόντα.

Λάβδα κύει, τέξει δὲ ὀλοίτροχον· ἐν δὲ πεσεῖται

ἀνδράσι μουνάρχοισι, δικαιώσει δὲ Κόρινθον.

87

ΑΛΛΟΣ

Αἰετὸς ἐν πέτρῃσι κύει, τέξει δὲ λέοντα

καρτερόν, ὠμηστήν· πολλῶν δ' ὑπὸ γούνατα λύσει.

88

ΑΛΛΟΣ

Ὄλβιος οὗτος ἀνήρ, ὃς ἐμὸν δόμον ἐσκαταβαίνει,

Κύψελος Ἠετίδης, βασιλεὺς κλειτοῖο Κορίνθου,

αὐτὸς καὶ παῖδες, παίδων γε μὲν οὐκέτι παῖδες.

89

ΑΛΛΟΣ

Καὶ τότε δή, Μίλητε, κακῶν ἐπιμήχανε ἔργων,

πολλοῖσιν δεῖπνόν τε καὶ ἀγλαὰ δῶρα γενήσῃ·

σαὶ δ' ἄλοχοι πολλοῖσι πόδας νίψουσι κομήταις,

νηοῦ δ' ἡμετέρου Διδύμοις ἄλλοισι μελήσει.

90

ΑΛΛΟΣ

Ἀλλ' ὅταν ἡ θήλεια τὸν ἄρσενα νικήσασα

ἐξελάσῃ καὶ κῦδος ἐν Ἀργείοισιν ἄρηται,

πολλὰς Ἀργείων ἀμφιδρυφέας τότε θήσει.

ὥς ποτέ τις ἐρέει καὶ ἐπεσσομένων ἀνθρώπων·

Δεινὸς ὄφις ἀέλικτος ἀπώλετο δουρὶ δαμασθείς.

91

ΑΛΛΟΣ

Γλαῦκ' Ἐπικυδείδη, τὸ μὲν αὐτίκα κέρδιον οὕτω,

ὅρκῳ νικῆσαι καὶ χρήματα ληίσσασθαι.

ὄμνυ', ἐπεὶ θάνατός γε καὶ εὔορκον μένει ἄνδρα.

ἀλλ' Ὅρκου πάις ἐστὶν ἀνώνυμος, οὐδ' ἔπι χεῖρες

οὐδὲ πόδες· κραιπνὸς δὲ μετέρχεται, εἰσόκε πᾶσαν

συμμάρψας ὀλέσῃ γενεὴν καὶ οἶκον ἅπαντα·

ἀνδρὸς δ' εὐόρκου γενεὴ μετόπισθεν ἀμείνων.

92

ΑΛΛΟΣ

Ὦ μέλεοι, τί κάθησθε; λιπὼν φεῦγ' ἔσχατα γαίης

δώματα καὶ πόλιος τροχοειδέος ἄκρα κάρηνα.

οὔτε γὰρ ἡ κεφαλὴ μενεῖ ἔμπεδον οὔτε τὸ σῶμα

οὔτε πόδες νέατοι οὔτ' ὦν χέρες, οὔτε τι μέσσης

λείπεται, ἀλλ' ἄζηλα πέλει· κατὰ γάρ μιν ἐρείπει

πῦρ τε καὶ ὀξὺς Ἄρης Συριηγενὲς ἅρμα διώκων·

πολλὰ δὲ κἆλλ' ἀπολεῖ πυργώματα κοὐ τὸ σὸν οἶον·

πολλοὺς δ' ἀθανάτων ναοὺς μαλερῷ πυρὶ δώσει,

οἵ που νῦν ἱδρῶτι ῥεούμενοι ἑστήκασι

δείματι παλλόμενοι· κατὰ δ' ἀκροτάτοις ὀρόφοισιν

αἷμα μέλαν κέχυται προϊδὸν κακότητος ἀνάγκην.

ἀλλ' ἴτον ἐξ ἀδύτοιο, κακοῖς δ' ἐπικίδνατε θυμόν.

93

ΑΛΛΟΣ

Οὐ δύναται Παλλὰς Δί' Ὀλύμπιον ἐξιλάσασθαι

λισσομένη πολλοῖσι λόγοις καὶ μήτιδι πυκνῇ·

σοὶ δὲ τόδ' αὖτις ἔπος ἐρέω ἀδάμαντι πελάσσας·

τῶν ἄλλων γὰρ ἁλισκομένων, ὅσα Κέκροπος οὖρος

ἐντὸς ἔχει κευθμών τε Κιθαιρῶνος ζαθέοιο,

τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεὺς

μοῦνον ἀπόρθητον τελέθειν, τὸ σὲ τέκνα τ' ὀνήσει.

μηδὲ σύ γ' ἱπποσύνην τε μένειν καὶ πεζὸν ἰόντα

πολλὸν ἀπ' ἠπείρου στρατὸν ἥσυχος, ἀλλ' ὑποχωρεῖν

νῶτον ἐπιστρέψας· ἔτι τοί ποτε κἀντίος ἔσσῃ.

ὦ θείη Σαλαμίς, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν

ἤ που σκιδναμένης Δημήτερος ἢ συνιούσης.

94

ΑΛΛΟΣ

Ἐχθρὲ περικτιόνεσσι, φίλ' ἀθανάτοισι θεοῖσι,

εἴσω τὸν προβόλαιον ἔχων πεφυλαγμένος ἧσο

καὶ κεφαλὴν πεφύλαξο· κάρα δὲ τὸ σῶμα σαώσει.

95

ΑΛΛΟ

Ὦ νήπιοι, ἐπιμέμφεσθε, ὅσα ὑμῖν ἐκ τῶν Μενελάου τιμωρημάτων

Μίνως ἔπεμψε μηνίων δακρύματα, ὅτι οἱ μὲν οὐ συνεξεπρήξαντο αὐτῷ

τὸν ἐν Καμικῷ θάνατον γενόμενον, ὑμεῖς δὲ ἐκείνοισι τὴν ἐκ Σπάρτης

ἁρπαχθεῖσαν ὑπ' ἀνδρὸς βαρβάρου γυναῖκα.

96

ΑΛΛΟΣ

Ὑμῖν δ', ὦ Σπάρτης οἰκήτορες εὐρυχόροιο,

ἢ μέγα ἄστυ ἐρικυδὲς ὑπ' ἀνδράσι Περσεΐδῃσι

πέρθεται, ἢ τὸ μὲν οὐχί· ἀφ' Ἡρακλέους δὲ γενέθλης

πενθήσει βασιλῆ φθίμενον Λακεδαίμονος οὖρος.

οὐ γὰρ τὸν ταύρων σχήσει μένος οὐδὲ λεόντων

ἀντιβίην· Ζηνὸς γὰρ ἔχει μένος· οὐδέ ἕ φημι

σχήσεσθαι, πρὶν τῶνδ' ἕτερον διὰ πάντα δάσηται.

97

‹ΒΑΚΙΔΟΣ›

Φράζεο, βαρβαρόφωνος ὅταν ζυγὸν εἰς ἅλα βάλλῃ

βύβλινον, Εὐβοΐης ἀπέχειν πολυμηκάδας αἶγας.

98

ΒΑΚΙΔΟΣ

Ἀλλ' ὅταν Ἀρτέμιδος χρυσαόρου ἱερὸν ἀκτὴν

νηυσὶ γεφυρώσωσι καὶ εἰναλίην Κυνόσουραν

ἐλπίδι μαινομένῃ λιπαρὰς πέρσαντες Ἀθήνας,

δῖα Δίκη σβέσσει κρατερὸν Κόρον, Ὕβριος υἱόν,

δεινὸν μαιμώωντα δοκεῦντ' ἀνὰ πάντα πιθέσθαι.

χαλκὸς γὰρ χαλκῷ συμμίξεται, αἵματι δ' Ἄρης

πόντον φοινίξει· τότ' ἐλεύθερον Ἑλλάδος ἦμαρ

εὐρύοπα Κρονίδης ἐπάγει καὶ πότνια Νίκη.

99

‹ΒΑΚΙΔΟΣ›

Τήνδ' ἐπὶ Θερμώδοντι καὶ Ἀσωπῷ λεχεποίῃ

Ἑλλήνων σύνοδον καὶ βαρβαρόφωνον ἰυγήν,

τῇ πολλοὶ πεσέονται ὑπὲρ λάχεσίν τε μόρον τε

τοξοφόρων Μήδων, ὅταν αἴσιμον ἦμαρ ἐπέλθῃ.

100

ΑΛΛΟ

Τίπτε, δύω βασιλῆες, ὁ μὲν Τρώων, ὁ δ' Ἀχαιῶν,

οὐ ταὐτὰ φρονέοντες ἐμὸν δόμον εἰσανέβητε,

ἤτοι ὁ μὲν πώλοιο γόνον διζήμενος εὑρεῖν,

αὐτὰρ ὁ πῶλον ἄγειν; τί νυ μήσεαι, ὦ μεγάλε Ζεῦ;

101

ΚΛΕΟΒΟΥΛΟΥ

Εἷς ὁ πατήρ, παῖδες δυοκαίδεκα· τῶν δὲ ἑκάστῳ

παῖδες ‹δὶς› τριάκοντα διάνδιχα εἶδος ἔχουσαι·

αἱ μὲν λευκαὶ ἔασιν ἰδεῖν, αἱ δ' αὖτε μέλαιναι·

ἀθάνατοι δέ τ' ἐοῦσαι ἀποφθινύθουσιν ἅπασαι.

102

ΑΛΛΟ

Ἄγνωστόν μ' ἐρέεις γενεῆς καὶ πατρίδος αἴης

ἀμβροσίου Σειρῆνος· ἕδος δ' Ἰθάκη τις Ὁμήρου·

Τηλέμαχος δὲ πατὴρ καὶ Νεστορέη Πολυκάστη

μήτηρ, ἥ μιν ἔτικτε, βροτῶν πολυπάνσοφον ἄλλων.

103

ΑΔΗΛΟΝ

Εἴ με νέην ἔλαβες, τάχα μου πίες ἐκχυθὲν αἷμα·

   νῦν δ' ὅτε γηραλέην μ' ἐξετέλεσσε χρόνος,

ἔσθιε τὴν ῥυσαινομένην, ὑγρὸν οὐδὲν ἔχουσαν,

   ὀστέα συνθραύων σαρκὶ σὺν ἡμετέρῃ.

104

ΑΛΛΟ

Πήρην σὴν ὀπίσω, κάλαθον χερί, τὸν τράγον ὤμοις,

   αἰπόλε, σῶν ἀγρῶν σύμβολα πάντα φέρεις.

105

ΑΛΛΟ

Εἰμὶ χαμαίζηλον ζῴων μέλος· ἢν δ' ἀφέλῃς μου

   γράμμα μόνον, κεφαλῆς γίνομαι ἄλλο μέρος·

ἢν δ' ἕτερον, ζῷον πάλιν ἔσσομαι· ἢν δὲ καὶ ἄλλο,

   οὐ μόνον εὑρήσεις, ἀλλὰ διηκόσια.

106

ΑΛΛΟ

Τέσσαρα γράμματ' ἔχων ἀνύω τρίβον· ἢν δὲ τὸ πρῶτον

   γράμμ' ἀφέλῃς, ἀίω· καὶ τὸ μετ' αὐτὸ πάλιν,

βορβόρῳ εὑρήσεις ἐμὲ φίλτατον· ἢν δὲ τὸ λοῖσθον

   αἴρῃς, εὑρήσεις εἰσέτι ῥῆμα τόπου.

107

ΑΛΛΟ

Λαμπάδα μὲν προέηκεν Ἔρως καὶ τόξα καὶ ἰούς,

   Αἰθιόπων δὲ κόνιν ἀντὶ βελῶν προχέει.

108

ΑΛΛΟ

Οὐδὲν ἔσωθεν ἔχω, καὶ πάντα μοι ἔνδοθέν ἐστι,

   προῖκα δ' ἐμῆς ἀρετῆς πᾶσι δίδωμι χάριν.

109

ΑΛΛΟ

Ἐν πυρὶ κοιμηθεῖσα κόρη θάνεν· ὁ προδότης δὲ

   οἶνος· ὑφ' οὗ δὲ θάνεν, Παλλάδος ἦν στέλεχος·

ὁ κτείνας ναυηγός· ἐνὶ ζώοντι δὲ τύμβῳ

   κεῖται μεμφομένη τὰς Βρομίου χάριτας.

Παλλὰς καὶ Βρόμιος καὶ ὁ κλυτὸς Ἀμφιγυήεις,

   οἱ τρεῖς τὴν μούνην παρθένον ἠφάνισαν.

110

ΑΛΛΟ

Οὐδεὶς βλέπων βλέπει με, μὴ βλέπων δ' ὁρᾷ·

ὁ μὴ λαλῶν λαλεῖ, ὁ μὴ τρέχων τρέχει·

ψευδὴς δ' ὑπάρχω, πάντα δ' ἀληθῆ λέγω.

111

ΑΛΛΟ

Ἄγονος ἐξ ἀγόνων, βελεηφόρος, ἔμβρεφος, ἄρσης.

112

-

Ἀλλ' ὅταν ἡμίονος βασιλεὺς Μήδοισι γένηται,

καὶ τότε, Λυδὲ ποδαβρέ, πολυψήφιδα παρ' Ἕρμον

φεύγειν μηδὲ μένειν μηδ' αἰδεῖσθαι κακὸς εἶναι.

113

-

Ἀθάνατός σοι παῖς καὶ ἀοίδιμος, ὦ Τελεσίκλεις,

ἔσσετ' ἐν ἀνθρώποισιν, ὃς ἂν πρῶτός σε προσείπῃ

νηὸς σῆς ἀποβάντα φίλῃ ἐν πατρίδι γαίῃ.

114

-

Πέρσαι λάτριν ἐμὸν σημάντορα χειρὶ βιαίῃ

ἔκτανον, οἰκεία δὲ κόνις νέκυν ἀμφικαλύπτει·

τοῦ δ' ἤν τις Φαέθοντι θοῶς λεύκ' ὀστέα δείξῃ,

οὗτός τοι Περσῶν τὸ μέγα κράτος ἔνδοθι θραύσει·

κεῖται δ' Ἀσίδος ἐντὸς ὁριζομένῃ ἐνὶ νήσῳ

δάφνῃ καὶ ῥείθροισι παραὶ Πελίοιο γέροντος·

φράζεο δ' ἀνέρα μάντιν ὑφηγητῆρα κελεύθου

Φωκέα, ὃς ψαμάθοισιν Ἀπαρνίδος οἰκία ναίει.

115

-

Οὐ θέμις ἐν Τροίης σε πάλαι τμηθέντι θεμείλῳ

Ῥώμης ἱδρῦσαι νέον οὔνομα· βαῖνε δὲ χαίρων

ἐς Μεγαρήιον ἄστυ Προποντίδος ἄγχι θαλάσσης,

ἔνθ' ἰχθῦς ἔλαφός τε νομὸν βόσκονται ἐς αὐτόν.

116

ΜΗΤΡΟΔΩΡΟΥ ΕΠΙΓΡΑΜΜΑΤΑ ΑΡΙΘΜΗΤΙΚΑ

Τίπτε με τῶν καρύων ἕνεκεν πληγῇσι πιέζεις,

ὦ μῆτερ; τάδε πάντα καλαὶ διεμοιρήσαντο

παρθένοι. ἦ γὰρ ἐμεῖο Μελίσσιον ἕβδομα δοιά,

ἡ δὲ δυωδέκατον Τιτάνη λάβεν· ἕκτον ἔχουσιν

καὶ τρίτον Ἀστυόχη φιλοπαίγμονες ἠδὲ Φίλιννα·

εἴκοσι δ' ἁρπάξασα Θέτις λάβε, δώδεκα Θίσβη·

ἡ δ', ὅρα, ἡδὺ γελᾷ Γλαύκη παλάμῃσιν ἔχουσα

ἕνδεκα· τοῦτο δέ μοι καρύων περιλείπεται οἶον.

117

ΑΛΛΟ

Ποῦ σοι μῆλα βέβηκεν, ἐμὸν τέκος; ‑ Ἕκτα μὲν Ἰνὼ

   δοιὰ καὶ ὀγδοάτην μοῖραν ἔχει Σεμέλη·

Αὐτονόη δὲ τέταρτον ἀφήρπασεν· αὐτὰρ Ἀγαυὴ

   πέμπτον ἐμῶν κόλπων ᾤχετ' ἀπαινυμένη·

σοὶ δ' αὐτῇ δέκα μῆλα φυλάσσεται· αὐτὰρ ἔγωγε,

   ναὶ μὰ φίλην Κύπριν, ἓν τόδε μοῦνον ἔχω.

118

ΑΛΛΟ

Δρεψαμένη ποτὲ μῆλα φίλαις διεδάσσατο Μυρτώ.

Χρυσίδι μὲν μήλων πέμπτον πόρε, τέτρατον Ἡροῖ,

ἐννεακαιδέκατον Ψαμάθῃ, δέκατον Κλεοπάτρῃ·

αὐτὰρ ἐεικοστὸν δωρήσατο Παρθενοπείῃ·

δώδεκα δ' Εὐάδνῃ μοῦνον πόρεν· αὐτὰρ ἐς αὐτὴν

ἤλυθον ἐκ πάντων ἑκατὸν καὶ εἴκοσι μῆλα.

119

ΑΛΛΟ

Ἀντομέναις ποτὲ μῆλα φίλαις διεμοιρήσαντο

   Ἰνὼ καὶ Σεμέλη δώδεκα παρθενικαῖς.

καὶ ταῖς μὲν Σεμέλη πόρεν ἄρτια· ταῖς δὲ περισσὰ

   δῶκε κασιγνήτη, μῆλα δ' ἔχεν πλέονα.

ἡ μὲν γὰρ τρισσῇσι τρί' ἕβδομα δῶκεν ἑταίραις,

   ταῖς δὲ δύω πάντων πέμπτον ἔδωκε λάχος·

ἕνδεκα δ' Ἀστυνόμη μιν ἀφείλατο καί οἱ ἔλειπεν

   μοῦνα κασιγνήταις μῆλα δύω φερέμεν.

ἡ δ' ἑτέρη πισύρεσσι πόρεν δύο τέτρατα μήλων,

   πέμπτῃ δ' ἑκταίην μοῖραν ἔδωκεν ἔχειν·

τέσσαρα δ' Εὐρυχόρῃ δῶρον πόρε· τέτρασι δ' ἄλλοις

   μήλοισιν Σεμέλη μίμνεν ἀγαλλομένη.

120

ΑΛΛΟ

Ἡ καρύη πολλοῖσιν ἐβεβρίθει καρύοισιν·

νῦν δέ τις ἐξαπίνης μιν ἀπέθρισεν. ἀλλὰ τί φησιν;

Ἐκ μὲν ἐμεῦ καρύων πέμπτον λάβε Παρθενόπεια·

ὀγδόατον δὲ Φίλιννα φέρει λάχος, ἡ δ' Ἀγανίππη

τέτρατον· ἑβδομάτῳ δ' ἐπιτέρπεται Ὠρείθυια·

ἕκτην δ' Εὐρυνόμη καρύων ἐδρέψατο μοίρην·

τρισσαὶ δ' ἓξ ἑκατὸν Χάριτες διεμοιρήσαντο·

ἐννάκι δ' ἐννέα Μοῦσαι ἐμεῦ λάβον· ἑπτὰ δὲ λοιπὰ

δήεις ἀκρεμόνεσσιν ἐφήμενα τηλοτέροισιν.

121

ΑΛΛΟ

Ἑπτάλοφον ποτὶ ἄστυ Γαδειρόθεν, ἕκτον ὁδοῖο

   Βαίτιος εὐμύκους ἄχρις ἐς ἠιόνας·

κεῖθεν δ' αὖ πέμπτον Πυλάδου μετὰ Φώκιον οὖδας·

   Ταύρη χθὼν βοέης οὔνομ' ἀπ' εὐετίης·

Πυρήνην δέ τοι ἔνθεν ἐπ' ὀρθόκραιρον ἰόντι

   ὄγδοον ἠδὲ μιῆς δωδέκατον δεκάτης.

Πυρήνης δὲ μεσηγὺ καὶ Ἄλπιος ὑψικαρήνου

   τέτρατον· Αὐσονίης αἶψα δυωδέκατον

ἀρχομένης ἤλεκτρα φαείνεται Ἠριδανοῖο.

   ὦ μάκαρ, ὃς δισσὰς ἤνυσα χιλιάδας,

πρὸς δ' ἔτι πέντ' ἐπὶ ταῖς ἑκατοντάδας ἔνθεν ἐλαύνων·

   ἡ γὰρ Ταρπείη μέμβλετ' ἀνακτορίη.

122

ΑΛΛΟ

Εὐβλεφάροιο Δίκης ἱερὰ κρήδεμνα μιήνας,

   ὄφρα σε, πανδαμάτωρ χρυσέ, βλέποιμι τόσον,

οὐδὲν ἔχω· πίσυρας γὰρ ἐπ' οὐκ ἀγαθοῖσι ταλάντων

   οἰωνοῖσι μάτην δῶκα φίλοις δεκάδας·

ἥμισυ δ' αὖ τρίτατόν τε καὶ ὄγδοον, ὦ πολύμορφοι

   ἀνθρώπων κῆρες, ἐχθρὸν ἔχοντα βλέπω.

123

ΑΛΛΟ

Πέμπτον μοι κλήρου, παῖ, λάμβανε· δωδέκατον δὲ

   δέξο, δάμαρ· πίσυρες δ' υἱέος οἰχομένου

παῖδες ἀδελφειοί τε δύω καὶ ἀγάστονε μῆτερ,

   ἑνδεκάτην κλήρου μοῖραν ἕκαστος ἔχε.

αὐτὰρ ἀνεψιαδοῖ δυοκαίδεκα δέχθε τάλαντα·

   Εὔβουλος δ' ἐχέτω πέντε τάλαντα φίλος.

πιστοτάτοις δμώεσσιν ἐλευθερίην καὶ ἄποινα,

   μισθὸν ὑπηρεσίης, τοῖσδε δίδωμι τάδε·

ὧδε δὲ λαμβανέτωσαν· Ὀνήσιμος εἰκοσιπέντε

   μνᾶς ἐχέτω, Δᾶος δ' εἴκοσι μνᾶς ἐχέτω,

πεντήκοντα Σύρος, Συνετὴ δέκα, Τίβιος ὀκτώ·

   ἑπτὰ δὲ μνᾶς Συνετῷ παιδὶ δίδωμι Σύρου.

ἐκ δὲ τριηκόντων κοσμήσατε σῆμα ταλάντων·

   ῥέζετε δ' Οὐδαίῳ Ζανὶ θυηπολίην·

δισσῶν ἐς δὲ πυρὴν καὶ ἄλφιτα καὶ τελαμῶνας·

   εἰκαίην δοιῶν σῶμα χάριν λαβέτω.

124

ΑΛΛΟ

Ἠέλιος μήνη τε καὶ ἀμφιθέοντες ἀλῆται

ζῳοφόρον τοίην τοι ἐπεκλώσαντο γενέθλην·

ἕκτην μὲν βιότοιο φίλῃ παρὰ μητέρι μεῖναι

ὀρφανόν, ὀγδοάτην δὲ μετ' ἀντιβίοισιν ἀνάγκῃ

θητεύειν· νόστον δὲ γυναῖκά τε παῖδά τ' ἐπ' αὐτῇ

τηλύγετον δώσουσι θεοὶ τριτάτῃ ἐπὶ μοίρῃ·

δὴ τότε σοι Σκυθικοῖσιν ὑπ' ἔγχεσι παῖς τε δάμαρ τε

ὄλλυνται. σὺ δὲ τοῖσιν ἐπ' ἄλγεσι δάκρυα χεύσας

ἑπτὰ καὶ εἴκοσ' ἔτεσσι βίου ποτὶ τέρμα περήσεις.

125

ΑΛΛΟ

Τύμβος ἐγώ· κεύθω δὲ πολύστονα τέκνα Φιλίννης

   τοῖον μαψιτόκων καρπὸν ἔχων λαγόνων·

πέμπτον ἐν ἠιθέοις, τρίτατον δ' ἐνὶ παρθενικῇσιν,

   τρεῖς δέ μοι ἀρτιγάμους δῶκε Φίλιννα κόρας·

λοιποὶ δ' ἠελίοιο πανάμμοροι ἠδὲ καὶ αὐδῆς

   τέσσαρες ἐκ λαγόνων εἰς Ἀχέροντα πέσον.

126

ΑΛΛΟ

Οὗτός τοι Διόφαντον ἔχει τάφος. ἆ μέγα θαῦμα·

   καὶ τάφος ἐκ τέχνης μέτρα βίοιο λέγει.

ἕκτην κουρίζειν βιότου θεὸς ὤπασε μοίρην·

   δωδεκάτην δ' ἐπιθεὶς μῆλα πόρεν χνοάειν·

τῇ δ' ἄρ' ἐφ' ἑβδομάτῃ τὸ γαμήλιον ἥψατο φέγγος,

   ἐκ δὲ γάμων πέμπτῳ παῖδ' ἐπένευσεν ἔτει.

αἰαῖ, τηλύγετον δειλὸν τέκος· ἥμισυ πατρὸς

   τοῦδ' ἐκάη κρυερὸς μέτρον ἑλὼν βιότου·

πένθος δ' αὖ πισύρεσσι παρηγορέων ἐνιαυτοῖς

   τῇδε πόσου σοφίῃ τέρμ' ἐπέρησε βίου.

127

ΑΛΛΟ

Παντός, ὅσου βεβίωκε, χρόνου παῖς μὲν τὸ τέταρτον

Δημοχάρης βεβίωκε, νεηνίσκος δὲ τὸ πέμπτον,

τὸ τρίτον εἰς ἄνδρας· πολιὸν δ' ὅτ' ἀφίκετο γῆρας,

ἔζησεν λοιπὰ τρισκαίδεκα γήραος οὐδῷ.

128

ΑΛΛΟ

Οἷον ἀδελφειός μ' ἐβιήσατο, πέντε τάλαντα

   οὐχ ὁσίῃ μοίρῃ πατρικὰ δασσάμενος.

ἑπτὰ κασιγνήτοιο τόδ' ἑνδεκάτων πολύδακρυς

   πέμπτον ἔχω μοίρης. Ζεῦ, βαθὺν ὕπνον ἔχεις.

129

ΑΛΛΟ

Εἶπε κυβερνητῆρι πλατὺν πόρον Ἀδριακοῖο

τέμνων νηί· Ἁλὸς πόσα λείπεται εἰσέτι μέτρα;

τὸν δ' ἀπαμείβετο· Ναῦτα, μέσον Κριοῖο μετώπου

Κρηταίου Σικελῆς τε Πελωρίδος ἑξάκι μέτρα

χίλια· δοιῶν δ' αὖτε παροιχομένοιο δρόμοιο

πέμπτων διπλάσιον Σικελὴν ἐπὶ πορθμίδα λείπει.

130

ΑΛΛΟ

Τῶν πισύρων κρουνῶν ὁ μὲν ἤματι πλῆσεν ἅπασαν

δεξαμενήν, δυσὶ δ' οὗτος, ὃ δ' ἐν τρισὶν ἤμασιν οὗτος,

τέτρατος ἐν τετόρεσσι. πόσῳ πλήσουσιν ἅπαντες;

131

ΑΛΛΟ

Οἶγέ με, καὶ πισύρεσσιν ἐνιπλήσω παρεοῦσαν

   δεξαμενὴν ὥραις κρουνὸς ἅλις προρέων·

δεξιτερὸς δ' ἄρ' ἐμεῖο τόσαις ἀπολείπεται ὥραις,

   ὄφρα μιν ἐμπλήσει· δὶς δὲ τόσαις ὁ τρίτος.

εἰ δ' ἄμφω σὺν ἐμοὶ προχέειν ῥόου ἑσμὸν ἀνώγοις,

   εἰν ὀλίγῃ μοίρῃ πλήσομεν ἠματίῃ.

132

ΑΛΛΟ

Κύκλωψ τοι Πολύφημος ὁ χάλκεος· οἷα δ' ἐπ' αὐτῷ

   τεῦξέ τις ὀφθαλμὸν καὶ στόμα καὶ παλάμην

κρουνοῖς συζεύξας· στάζοντι δὲ πάμπαν ἔοικεν

   ἠδ' ἔτι καὶ βλύζων φαίνετ' ἀπὸ στόματος.

κρουνῶν δ' οὔτις ἄτακτος· ὁ μὲν παλάμης τρισὶ μούνοις

   ἤμασιν ἐμπλήσει δεξαμενὴν προρέων·

ἠμάτιος γλήνης· στόμα δ' ἤματος ἐν δύο πέμπτοις.

   τίς κ' ἐνέποι τρισσοῖς ἶσα θέοντα χρόνον;

133

ΑΛΛΟ

Ὡς ἀγαθὸν κρητῆρι θοοὶ κερόωσι ῥέεθρον

   οἵδε δύω ποταμοὶ καὶ Βρομίοιο χάρις.

ἶσος δ' οὐ πάντεσσι ῥόου δρόμος· ἀλλά μιν οἶος

   Νεῖλος μὲν προρέων ἠμάτιος κορέσει,

τόσσον ὕδωρ μαζῶν ἀπερεύγεται· ἐκ δ' ἄρα Βάκχου

   θύρσος ἐνὶ τρισσοῖς ἤμασιν οἶνον ἱείς·

σὸν δὲ κέρας, Ἀχελῷε, δύ' ἤμασι. νῦν δ' ἅμα πάντες

   ῥεῖτε καὶ εἰν ὥραις πλήσετέ μιν ὀλίγαις.

134

ΑΛΛΟ

Ὦ γύναι, ὡς πενίης ἐπελήσαο· ἣ δ' ἐπίκειται

   αἰὲν ἀναγκαίῃ κέντρα φέρουσα πόνων.

μνᾶν ἐρίων νήθεσκες ἐν ἤματι· πρεσβυτέρη δὲ

   θυγατέρων καὶ μνᾶν καὶ τρίτον εἷλκε κρόκης·

ὁπλοτέρη δὲ μιῆς φέρεν ἥμισυ. νῦν δ' ἅμα πάσαις

   δόρπον ἐφοπλίζεις μνᾶν ἐρύσασα μόνον.

135

ΑΛΛΟ

Οἵδε λοετροχόοι τρεῖς ἕσταμεν ἐνθάδ' Ἔρωτες

καλλιρόου πέμποντες ἐπ' εὐρίποιο λοετρά.

δεξιτερὸς μὲν ἔγωγε τανυπτερύγων ἀπὸ ταρσῶν

ἤματος ἑκταίῃ μοίρῃ ἔνι τόνδε κορέσσω·

λαιὸς δ' αὖ πισύρεσσιν ἀπ' ἀμφιφορῆος ἐν ὥραις·

ἐκ δ' ὁ μέσος τόξοιο κατ' ἤματος αὐτὸ τὸ μέσσον.

φράζεο δ', ὡς ὀλίγῃ κεν ἐνιπλήσαιμεν ἐν ὥρῃ

ἐκ πτερύγων τόξου τε καὶ ἀμφιφορῆος ἱέντες.

136

ΑΛΛΟ

Πλινθουργοί, μάλα τοῦτον ἐπείγομαι οἶκον ἐγεῖραι,

ἦμαρ δ' ἀννέφελον τόδε σήμερον, οὐδ' ἔτι πολλῶν

χρηίζω, πᾶσαν δὲ τριηκοσίῃσι δέουσαν

πλίνθον ἔχω. σὺ δὲ μοῦνος ἐν ἤματι τόσσον ἔτευχες·

παῖς δέ τοι ἐκ καμάτοιο διηκοσίαις ἀπέληγεν·

γαμβρὸς δ' αὖ τόσσῃσι καὶ εἰσέτι πεντήκοντα.

τρισσαῖς συζυγίαις πόσσαις τόδε τεύχεται ὥραις;

137

ΑΛΛΟ

Δάκρυ παρὰ στάξαντες ἀμείβετε· οἵδε γὰρ ἡμεῖς,

   οὓς τόδε δῶμα πεσὸν ὤλεσεν Ἀντιόχου

δαιτυμόνας, οἷσίν γε θεὸς δαιτός τε τάφου τε

   τόνδ' ἔπορεν χῶρον, τέσσαρες ἐκ Τεγέης

κείμεθα, Μεσσήνης δὲ δυώδεκα, ἐκ δέ τε πέντε

   Ἄργεος, ἐκ Σπάρτης δ' ἥμισυ δαιτυμόνων,

αὐτός τ' Ἀντίοχος· πέμπτου δέ τε πέμπτον ὄλοντο

   Κεκροπίδαι· σὺ δ' Ὕλαν κλαῖε, Κόρινθε, μόνον.

138

ΑΛΛΟ

Νικαρέτη παίζουσα σὺν ἡλικιώτισι πέντε,

   ὧν εἶχεν, καρύων Κλεῖτ' ἔπορεν τὸ τρίτον

καὶ Σαπφοῖ τὸ τέταρτον, Ἀριστοδίκῃ δὲ τὸ πέμπτον,

   εἰκοστὸν Θεανοῖ καὶ πάλι δωδέκατον,

εἰκοστὸν τέτρατον δὲ Φιλιννίδι· καὶ περιῆν δὲ

   πεντήκοντ' αὐτῇ Νικαρέτῃ κάρυα.

139

ΑΛΛΟ

Γνωμονικῶν Διόδωρε μέγα κλέος, εἰπέ μοι ὥρην,

ἡνίκ' ἀπ' ἀντολίης πόλον ἥλατο χρύσεα κύκλα

ἠελίου. ‑ Τοῦ δή τοι ὅσον τρία πέμπτα δρόμοιο,

τετράκι τόσσον ἔπειτα μεθ' Ἑσπερίην ἅλα λείπει.

140

ΑΛΛΟ

Ζεῦ μάκαρ, ἦ ῥά τοι ἔργα τάδ' εὔαδεν, οἷα γυναῖκες

Θεσσαλικαὶ παίζουσι; μαραίνεται ὄμμα Σελήνης

ἐκ μερόπων· ἴδον αὐτός· ἔην δ' ἔτι νυκτὸς ἐπ' ἠῶ

δὶς τόσον ὅσσα δύ' ἕκτα καὶ ἕβδομον οἰχομένοιο.

141

ΑΛΛΟ

Ἀπλανέων ἄστρων παρόδους τ' ἐπὶ τοῖσιν ἀλητῶν

   εἰπέ μοι, ἡνίκ' ἐμὴ χθιζὸν ἔτικτε δάμαρ. ‑

Ἦμαρ ἔην, ὅσσον τε δὶς ἕβδομον ἀντολίηθεν,

   ἑξάκι τόσσον ἔην Ἑσπερίην ἐς ἅλα.

142

ΑΛΛΟ

Ἔγρεσθ', Ἠριγένεια παρέδραμε· πέμπτον, ἔριθοι,

   λειπομένης τρισσῶν οἴχεται ὀγδοάτων.

143

ΑΛΛΟ

Σύρτιος ἐν τενάγεσσι πατὴρ θάνεν· ἐκ δ' ἄρ' ἐκείνης

   πέντε τάλαντα φέρων ἤλυθε ναυτιλίης

οὗτος ἀδελφειῶν προφερέστατος. ἦ γὰρ ἔμοιγε

   δῶκεν ἑῆς μοίρης διπλάσιον τριτάτων

δοιῶν, ἡμετέρης δὲ δύ' ὄγδοα μητέρι μοίρης

   ὤπασεν, οὐδὲ δίκης ἤμβροτεν ἀθανάτων.

144

ΑΛΛΟ

Ἁ βάσις, ἃν πατέω, σὺν ἐμοὶ βάρος ἁλίκον ἕλκει. ‑

   Χἀ κρηπὶς σὺν ἐμοὶ τόσσα τάλαντα φέρει. ‑

Ἀλλ' ἐγὼ οἶος ἅπαξ τὰν σὰν βάσιν ἐς δὶς ἀνέλκω. ‑

   Κἠγὼ μοῦνος ἐὼν σὰν βάσιν ἐς τρὶς ἄγω.

145

ΑΛΛΟ

Δός μοι δέκα μνᾶς, καὶ τριπλοῦς σοῦ γίνομαι. ‑

Κἀγὼ λαβὼν σοῦ τὰς ἴσας σοῦ πενταπλοῦς.

146

ΑΛΛΟ

Δός μοι δύο μνᾶς, καὶ διπλοῦς σοῦ γίνομαι. ‑

Κἀγὼ λαβὼν σοῦ τὰς ἴσας σοῦ τετραπλοῦς.

147

ΟΜΗΡΟΣ

Ἕπτ' ἔσσαν μαλεροῦ πυρὸς ἐσχάραι, ἐν δὲ ἑκάστῃ

πεντήκοντ' ὀβελοί, περὶ δὲ κρέα πεντήκοντα·

τρὶς δὲ τριηκόσιοι περὶ ἓν κρέας ἦσαν Ἀχαιοί.

148

‹ΓΕΡΜΑΝΟΥ›

Γηγενέων ποτὲ φῦλον ἐνήρατο μητίετα Ζεύς,

ἔχθιστον μακάρεσσιν Ὀλύμπια δώματ' ἔχουσιν.

Ῥωμαίων βασιλεὺς Ἰουλιανὸς θεοειδὴς

μαρνάμενος Περσῶν πόλιας καὶ τείχεα μακρὰ

ἀγχεμάχων διέπερσε πυρὶ κρατερῷ τε σιδήρῳ,

νωλεμέως δ' ἐδάμασσε καὶ ἔθνεα πολλὰ καὶ ἄλλα·

ὅς ῥα καὶ ἑσπερίων ἀνδρῶν Ἀλαμανικὸν οὖδας

ὑσμίναις πυκναῖσιν ἑλὼν ἀλάπαξεν ἀρούρας.

149

-

Μείζον' ἀειράμενος κεφαλῆς ποιμνηίου εὐλὴν

μηκάδος ἀγρονόμοιο δέμας περικάββαλε μήλου,

ἑρπηστὰν πολύπλαγκτον ἐυρρήνου ἀπὸ κόρσης ...

150

-

Ἀσκοῦ τὸν προὔχοντα ποδαιόνα, φίλτατε λαῶν,

μὴ λῦσαι, πρὶν γουνὸν Ἀθηναίων ἀφικέσθαι.