- Ἔνθα τις ἀπρήυντος ἔην ἔρις· ἀμφότεροι γὰρ
Φαῦνος Ἀρισταῖός τε μίαν συνέλασσαν ἐνυώ,
οἷσιν ἐφωμάρτησε καὶ Αἰακός, ἄξια ῥέζων
Ζηνὸς ἑοῦ γενετῆρος, ὑπὲρ νώτοιο τιταίνων
ἀσπίδα χαλκείην πολυδαίδαλον, ἧς ἐνὶ κύκλῳ
δαίδαλα πολλὰ πέπαστο, τά περ κάμε Λήμνιος ἄκμων.
- καὶ στρατιὴ κεκόρυστο πολύτροπος εἰς μόθον Ἰνδῶν
σπερχομένων ἀγεληδόν· ὁ μὲν ταμεσίχροϊ κισσῷ
κραιπνὸς ἐς ὑσμίνην πολυδαίδαλα δίφρα νομεύων
πορδαλίων ἐπέβαινεν, ὁ δὲ φρίσσοντι λεπάδνῳ
ζεῦξεν Ἐρυθραίων ὀρεσίδρομον ἅρμα λεόντων
καὶ βλοσυρὴν ἴθυνε συνωρίδα, κυανέας δὲ
ἄλλος ἐριπτοίητος ἀκοντίζων στίχας Ἰνδῶν
ἀστεμφὴς ἀχάλινον ἐτέρπετο ταῦρον ἱμάσσων,
καί τις ἀναΐξας Κυβεληΐδος εἰς ῥάχιν ἄρκτου
ἔχραε δυσμενέεσσι, καὶ οἴνοπα θύρσον ἑλίσσων
ἡνιόχους ἐφόβησε τανυκνήμων ἐλεφάντων·
ἄλλος ἀκοντίζων στρατιὴν ταμεσίχροϊ κισσῷ
οὐ ξίφος, οὐ σάκος εἶχε περίτροχον, οὐ δόρυ χάρμης
φοίνιον, ἀλλὰ πέτηλα φυτῶν ἑλικώδεα σείων
λεπτῷ χαλκοχίτωνα κατέκτανεν ἀνέρα θαλλῷ.
καὶ πάταγος βρονταῖος ἐπέκτυπεν εἴκελος αὐλῷ·
Σιληνοὶ δ' ἰάχησαν· ἐπεστρατόωντο δὲ Βάκχαι,
νεβρίδας ὡς θώρηκα κατὰ στέρνοιο βαλοῦσαι.
καί τις ὀρεσσινόμων Σατύρων, ἅτε πῶλον ἐλαύνων,
ποσσὶ διχαζομένοισιν ὑπὲρ ῥάχιν ἧστο λεαίνης.
- Ἰνδοὶ δ' ἀνταλάλαζον, ἀολλίζων δὲ μαχητὰς
βάρβαρος ἐσμαράγησεν ἀγέστρατος αὐλὸς ἐνυοῦς·
στέμματα μὲν κορύθεσσιν, ἐπέκτυπε δ' αἰγίδι θώρηξ,
ἔγχεσι θύρσος †ἔθυσε, καὶ ἰσάζοντο κοθόρνοις
ἀντίτυποι κνημῖδες. ὁμοζυγέων δὲ φορήων
στοιχάδες ἀλλήλῃσιν ἐπηρείδοντο βοεῖαι,
καὶ πρυλέες πρυλέεσσιν, ἀερσιλόφῳ δὲ καρήνῳ
Μυγδονίην πήληκα Πελασγιὰς ὤθεε πήληξ.
- καὶ κλόνος ἦν προμάχων ἑτερότροπος· ὃς μὲν ἀείρων ...
Βακχείης ἐλέλιζε μετάρσιον ἅλμα χορείης,
ὃς δὲ πεσὼν στενάχιζεν, ὁ δ' ἐκροτάλιζε πεδίλῳ,
ὃς δὲ τυπεὶς ἤσπαιρεν, ὁ δ' ἐσκίρτησε Λυαίῳ·
ἄλλος ἀπὸ στομάτων πολεμήιον ἦχον ἰάλλων
Ἄρεος ἔγχος ἔμελπεν, ὁ δ' εἰλαπίνην Διονύσου·
καὶ τελετῇ Βρομίοιο συνεσμαράγησεν Ἐνυώ,
εὔια δ' ἴαχε ῥόπτρα, καὶ ἡγήτειρα κυδοιμοῦ.
λαὸν ἀολλίζουσα συνέκτυπε πηκτίδι σάλπιγξ,
σπονδῇ λύθρον ἔμιξε, φόνον δ' ἐκέρασσε χορείῃ.
- ἔνθα πολὺ πρώτιστος, ἑῷ ποδὶ κοῦφος ὀρούσας,
ἀντία Δηριάδαο κατηκόντιζε Φαληνεύς,
καὶ τύχεν ἀρρήκτοιο σιδηρείοιο χιτῶνος·
οὐ δὲ τιταινομένη χροὸς ἥψατο λοίγιος αἰχμή,
ἀλλὰ παραΐξασα πάγη χθονί· λυσσαλέος δὲ
Δηριάδην ἀπέλεθρον ἐπαΐσσοντα νοήσας
ἀλκήεις ἐκίχησε Κορύμβασος, ἐσσυμένου δὲ
λαιμὸν ἀπηλοίησε μεσαίτατον ἄορι τύψας,
καὶ κεφαλὴν ἤμησε· δαϊζομένου δὲ καρήνου
αἱμοβαφὴς ἀκάρηνος ἐπὶ χθονὶ πῖπτε Φαληνεύς.
- ἀμφὶ δέ οἱ μόθος ὦρτο πολύθροος· ἀκρότατον δὲ
Δεξίοχος Φλογίοιο μεσόφρυον ἔξυσε χαλκῷ,
πλήξας ἄκρα μέτωπα διχαζομένης τρυφαλείης·
αὐτὰρ ὁ ταρβήσας, ὀλίγον γόνυ γουνὸς ἀμείβων,
μηκεδανῇ κεκάλυπτο κασιγνήτοιο βοείῃ,
Δαρδανίης ἅτε Τεῦκρον ὀιστευτῆρα γενέθλης
εἰς σάκος ἑπταβόειον ἐδέχνυτο σύγγονος Αἴας,
πατρῴῃ συνάεθλον ἀδελφεὸν ἀσπίδι κεύθων.
αὐτίκα δ' ἐκ κολεοῖο Κορύμβασος ἆορ ἐρύσσας
αὐχένα Δεξιόχοιο κατεπρήνιξε μαχαίρῃ·
καὶ ταχὺς ἀσπαίροντι θορὼν περιδέδρομε νεκρῷ
οἰστρομανὴς Κλυτίος, πρυλέων πρόμος· ὑψιλόφου δὲ
κραιπνὸς ἐριπτοίητος ἀκόντισε Δηριαδῆος·
ἀλλὰ δόρυ προμάχοιο παρακλιδὸν ἔτραπεν Ἥρη,
καὶ Κλυτίῳ κοτέουσα καὶ Ἰνδοφόνῳ Διονύσῳ·
ἔμπης δ' οὐκ ἀφάμαρτε ταχὺς πρόμος· ἀλλὰ τορήσας
θηρὸς ἀμαιμακέτοιο πελώριον ἀνθερεῶνα
ὀρθοπόδην ἐλέφαντα κατέκτανε Δηριαδῆος·
καὶ μογέων ὀδύνῃσιν ὅλην ἐτίναξεν ἀπήνην
αὐχένι κυανέῳ περιδέξιος ἠλίβατος θήρ·
καὶ γένυν αἰθύσσων σκολιὴν προβλῆτα προσώπου
αἱμοβαφῆ ζυγίων ἀνεσείρασε δεσμὰ λεπάδνων·
ἀλλὰ πολυκλήιστον ὑπὸ ζυγὸν ἄορι κάμψας
αὐχενίων ἀνέκοψεν ὁμόζυγον ὁλκὸν ἱμάντων
ἡνίοχος ταχυεργός· ἀπ' εὐρυβάτοιο δὲ φάτνης
ὑψιφανῆ νέον ἄλλον ἑλὼν ἔζευξε Κελαινεύς.
- καὶ Κλυτίος θρασὺς ἔσκεν ἀδευκέος ἐλπίδι νίκης·
Δεξιόχου δὲ φονῆα καλέσσατο θυιάδι φωνῇ,
λοίγιον ὑβριστῆρι χέων ἔπος ἀνθερεῶνι·
- στῆθι, κύων, μὴ φεῦγε, Κορύμβασε, καί σε διδάξω,
οἷοι ἀκοντιστῆρες ὀπάονές εἰσι Λυαίου.
ὑμέας εἰς Φρυγίην ληίσσομαι, ἄστεα δ' Ἰνδῶν
δῃώσει δόρυ τοῦτο, καὶ Ἰνδοφόνον μετὰ νίκην
Δηριάδην θεράποντα Διωνύσοιο τελέσσω·
παρθενικὴ δ' ἀνάεδνος ἑὴν λύσειε κορείην,
δεχνυμένη Σατύροιο δασυστέρνους ὑμεναίους,
Ἰνδὴ Μυγδονίοιο μιαινομένη σχεδὸν Ἕρμου.
- ὣς φαμένου κεχόλωτο Κορύμβασος, ἁψιμόθου δὲ
φθεγγομένου Κλυτίοιο διέθρισεν ἀνθερεῶνα·
καὶ κεφαλὴ πεπότητο μετάρσιος ἅλματι Μοίρης,
αἱμαλέῃ ῥαθάμιγγι περιρραίνουσα κονίην.
- καὶ νέκυν ὀρχηστῆρα παλινδίνητον ἐάσσας
Σιληνοὺς ἐφόβησε Κορύμβασος, ἔξοχος Ἰνδῶν,
ἔξοχος ἠνορέην μετὰ Μορρέα καὶ βασιλῆα.
αἰχμητὴν δὲ Σέβητα βαλὼν ὑπὲρ ἄντυγα μαζοῦ
χάλκεον ὤθεεν ἔγχος ἔσω χροός, αἱμαλέου δὲ
δούρατος ἑλκομένοιο χυτῇ κατέβαλλε κονίῃ.
Οἰνομάῳ δ' ἐπόρουσεν· ὁ μὲν φυγὰς εἴκελος αὔραις
εἰς στρατιὴν Βρομίοιο τεθηπότι χάζετο ταρσῷ·
καί μιν ἰδὼν ἐδίωκεν ὀπίστερος, ἐν δ' ἄρα νώτῳ
μεσσατίῳ δόρυ πῆξε· διαΐσσουσα δὲ ῥιπῇ
γαστέρος ἀρτιτόμοιο παρ' ὀμφαλὸν ἄνθορεν αἰχμή·
αὐτὰρ ὁ φοινήεντι πεπαρμένος ἀμφὶ σιδήρῳ
πρηνὴς ἀρτιδάικτος ἐπωλίσθησε κονίῃ·
τὸν δὲ κατὰ βλεφάρων θανατηφόρος ἔσκεπεν ἀχλύς.
οὐδὲ μόθων ἀπέληγε πέλωρ πρόμος· ἀλλὰ μαχηταὶ
τέσσαρες εὐπήληκες ἑνὶ κτείνοντο φονῆι,
Τυνδάριός τε Θόων τε καὶ Αὐτεσίων καὶ Ὀνίτης.
- καὶ πολὺς ἀρτιδάικτος ἔην νέκυς, οὐ χθονὶ πίπτων
πρηνής, οὐ δαπέδῳ τετανυσμένος ὕπτιος ἀνήρ·
ἀλλὰ θανὼν ἀτίνακτος ἐπεστηρίζετο γαίῃ,
μαρναμένῳ προμάχῳ πανομοίιος, ὡς δόρυ πάλλων,
ὡς τανύων θοὰ τόξα καὶ ὡς βέλος εἰς σκοπὸν ἕλκων.
καὶ νέκυς ἀλκήεις ποθέων μετὰ πότμον ἐνυὼ
νήματα Μοιράων ἐβιήσατο, δούρατι κούφῳ
εἴκελος αἰχμάζοντι, πολυσπερέων ἀπὸ τόξων
ἐκ κεφαλῆς βελέεσσι πεπαρμένος εἰς πόδας ἄκρους,
Ἄρεος ὀρθὸν ἄγαλμα· καὶ αἰχμητῆρα θανόντα
ὄμμασι θαμβαλέοισιν ἐθηήσαντο μαχηταί,
ἔγχος ἔτι κρατέοντα καὶ οὐ ῥίψαντα βοείην,
νεκρὸν ἀκοντιστῆρα καὶ ἄπνοον ἀσπιδιώτην.
- καί τις Ἀθηναίοιο τυχὼν δασπλῆτι σιδήρῳ
δεξιτερὴν ἤμησε, βραχίονος ἄκρον ἀράξας·
ἡ δὲ κυβιστήσασα φόνου βητάρμονι παλμῷ
ἤριπεν ἀρτιδάικτος, ὁμήλικι σύμπλοκος ὤμῳ,
ξανθὰ διαστίζουσα κατάρρυτα νῶτα κονίης.
καί νύ κεν ἁλλομένης ταναὸν δόρυ χειρὸς ἐρύσσας
ἔγχεϊ τηλεβόλῳ παλινάγρετον εἶχεν ἐνυώ,
καὶ λαιὴ πολέμιζε δορυσσόος ἀντίτυπος χείρ·
ἀλλά μιν ἀντικέλευθος ἀνάρσιος ἔφθασεν ἀνήρ,
καὶ λαιὴν προθέλυμνον ἀμοιβάδι τύψε μαχαίρῃ·
καὶ παλάμη χθονὶ πῖπτεν, ἀκοντίζων δὲ φονῆα
αἱμαλέης ἔρραινεν ἑκηβόλος ὁλκὸς ἐέρσης
πορφυρέαις λιβάδεσσιν, ὑπὲρ δαπέδοιο δὲ δειλὴ
ἅλμασιν αὐτοκύλιστος ἐπάλλετο μαινομένη χεὶρ
αἵματι φοινιχθεῖσα, καὶ ἀγκύλα δάκτυλα γαίῃ
εὐπαλάμῳ σφήκωσε μέσῳ γαμψώνυχι δεσμῷ,
οἷα περισφίγγουσα πάλιν τελαμῶνα βοείης.
καί τινα μῦθον ἔειπεν ἀρήια δάκρυα λείβων·
- ἄλλην εἰσέτι χεῖρα λιλαίομαι, ὄφρα τελέσσω
τριχθαδίαις παλάμῃσιν ἐπάξια Τριτογενείης·
ἔμπης καὶ μετὰ χεῖρας ἀνάρσιον ἄνδρα διώξω·
τοῦτό μοι ἠνορέης ἔτι λείψανον, ὄφρα τις εἴπῃ
εὖχος Ἀθηναίων περιδέξιον, ὅττι καὶ αὐτοῖς
ποσσὶν ἀριστεύουσι δαϊζομένων παλαμάων.
- ὣς εἰπὼν προμάχοισιν ἐπέδραμεν εἴκελος αὔραις,
ὑσμίνην ἀσίδηρον ἐπεντύνων ὀλετῆρι.
οἱ δέ μιν ἀθρήσαντες ἐθάμβεον ἄλλος ἐπ' ἄλλῳ,
καὶ πρόμον ἡμιτέλεστον ἐκυκλώσαντο μαχηταὶ
ἀμφιλαφεῖς· ὁ δὲ μοῦνος ἀφειδέι δέκτο μαχαίρῃ
πληγὴν ἀλλοπρόσαλλον ἀμοιβαίοιο σιδήρου·
καὶ μόγις εἰς χθόνα πῖπτεν· ἔην δέ τις Ἄρεος εἰκὼν
ὀψιγόνῳ ναετῆρι φυλασσομένη Μαραθῶνος.
- οὐ τότε μοῦνος ὅμιλος ἐτέμνετο πεζὸς ὁδίτης,
ἀλλὰ καὶ ἱππήεσσιν ἔην φόνος· ἔστιχε δ' ἄλλος
ἄλλῳ πότμον ἄγων· ἐλατὴρ δ' ἐλατῆρα κιχήσας,
ἢ προτέρῳ φεύγοντι μετάφρενα δουρὶ δαΐζων,
ἢ σχεδὸν ἀντιόωντα κατὰ στέρνοιο τυχήσας,
ἱππόθεν ἀρτιδάικτον ἀπεστυφέλιξε κονίῃ.
καί τις ὑπὲρ λαπάρην βεβολημένος ἵππος ὀιστῷ
εἰς πέδον ἠκόντιζεν ἀπόσσυτον ἡνιοχῆα,
οἷος ἀερσιπότητος ἀλήμονι σύνδρομος αὔρῃ
Πήγασος ὠκυπέτης ἀπεσείσατο Βελλεροφόντην·
ἄλλος ἐριπτοίητος ὀλισθηρῶν ἀπὸ νώτων
ὄρθιος ἱππείης διὰ γαστέρος εἰς χθόνα πίπτων
κύμβαχος ἐστήρικτο παρήορος, ἀμφὶ δὲ γαίῃ
κρᾶτα βαλὼν ἐκύλισε, λιπὼν πόδας εἰς ῥάχιν ἵππου.
- καὶ βριαροὶ Κύκλωπες ἐκυκλώσαντο μαχητάς,
Ζηνὸς ἀοσσητῆρες· ὀμιχλήεντι δὲ λαῷ
Ἀργίλιπος σελάγιζε φεραυγέα δαλὸν ἀείρων,
καὶ χθονίῳ κεκόρυστο πυριγλώχινι κεραυνῷ
μαρνάμενος δαΐδεσσι· καὶ ἔτρεμον αἴθοπες Ἰνδοὶ
οὐρανίῳ πρηστῆρι τεθηπότες ἀντίτυπον πῦρ·
καὶ πυρόεις πρόμος ἦεν· ἐπ' ἀντιβίων δὲ καρήνοις
Γηγενέος σπινθῆρες ἐτοξεύοντο κεραυνοῦ·
καὶ μελίας νίκησε καὶ ἄσπετα φάσγανα Κύκλωψ,
σείων θερμὰ βέλεμνα καὶ αἰθαλόεσσαν ἀκωκήν,
δαλὸν ἔχων ἅτε τόξα· καὶ ἄσπετον ἄλλον ἐπ' ἄλλῳ
Ἰνδὸν ὀιστευτῆρι κατέφλεγεν ἀνέρα πυρσῷ.
οὐχ ἕνα Σαλμωνῆα νόθῳ πρήνιξε κεραυνῷ·
οὐχ ἕνα μοῦνον ἔπεφνε θεημάχον· οὐ μία μούνη
Εὐάδνη στενάχιζε μαραινομένου Καπανῆος.
- καὶ Στερόπης κεκόρυστο σέλας μιμηλὸν ἑλίσσων,
αἰθερίαις στεροπῇσι φέρων ἀντίρροπον αἴγλην,
σβεστὸν ἔχων ἀμάρυγμα, τό περ τέκεν Ἑσπερίη φλόξ,
σπέρμα πυρὸς Σικελοῖο καὶ αἴθοπος ἐσχαρεῶνος·
καὶ νεφέλῃ σκέπας εἶχεν ὁμοίιον, ἐνδόμυχον δὲ
κρύπτε καὶ ἂψ ἀνέφηνε σέλας διδυμάονι παλμῷ,
φέγγεος οὐρανίοιο φέρων τύπον· ἀστεροπὴ γὰρ
ἐρχομένην φεύγουσαν ἔχει παλινάγρετον αἴγλην.
- καὶ Βρόντης πολέμιζε μέλος κελαδεινὸν ἀράσσων,
βρονταίοις πατάγοισι χέων ἀντίκτυπον ἠχώ·
καὶ ξείνῃ ῥαθάμιγγι χαμαιγενέος νιφετοῖο
ποιητὸν προχέων μινυώριον αἴθριον ὕδωρ
μιμηλαῖς λιβάδεσσι νόθος πέλεν ἀννέφελος Ζεύς.
βροντῆς δ' ἰσοτύπου τεχνήμονα δοῦπον ἐάσσας
εἰς φόνον ἀντιβίων Σικελῷ κεκόρυστο σιδήρῳ,
καὶ δονέων ῥαιστῆρα μετάρσιον ὑψόθεν ὤμων
δυσμενέων ἤρασσε καρήατα πυκνὰ σιδήρῳ·
τύπτε δ' ἐπιστροφάδην ζοφερὰς στίχας, οἷά περ αἰεὶ
Αἰτναίῳ πατάγῳ σφυρήλατον ἄκμονα τύπτων.
καὶ σκοπιῆς πρηῶνα τανυκρήπιδος ἀράξας
ἔγχεϊ πετρήεντι κατέτρεχε Δηριαδῆος·
καὶ παλάμῃ περίμετρον ἀφειδέι πέτρον ἰάλλων
ἄντα κορυσσομένοιο μελαρρίνου βασιλῆος
στήθεα λαχνήεντα χαραδραίῃ βάλεν αἰχμῇ·
αὐτὰρ ὁ τοσσατίῳ μεθύων μυλοειδέι πέτρῳ
στέρνον ὅλον βεβάρητο· φόνον δ' ἤμυνεν Ὑδάσπης
παιδὸς ἑοῦ βληθέντος. ὁ δὲ βραδύς, ἕλκεϊ κάμνων,
ἀκαμάτων δόρυ θοῦρον ἑῶν ἀπεσείσατο χειρῶν,
χάλκεον εἰκοσίπηχυ, πέδῳ δ' ἔρριψε βοείην
αἰδομέναις παλάμῃσι· καὶ ἀδρανὲς ἄσθμα τιταίνων,
μαρμαρέῃ γλωχῖνι τετυμμένος ἄντυγα μαζοῦ,
ἠερόθεν προκάρηνος ἀπ' ἠλιβάτου πέσε δίφρου,
ὡς ἐλάτη περίμετρος ὑπέρλοφος, ἥ τε πεσοῦσα
ἄσπετον εὐρείης περιδέδρομε κόλπον ἀρούρης.
ἀμφὶ δέ μιν προχυθέντες ἐς ἅρματα κούφισαν Ἰνδοί,
δειδιότες Κύκλωπα δυσειδέα, μή τινι ῥιπῇ
ὑψιτενῆ πάλιν ἄλλον ἑλὼν πρηῶνα κολώνης
τρηχαλέῳ βασιλῆα κατακτείνειε βελέμνῳ,
μῆκος ἔχων ἰσόμετρον ἀερσιλόφου Πολυφήμου.
καὶ βλοσυροῦ προμάχοιο μέσῳ σελάγιζε μετώπῳ
μαρμαρυγὴ τροχόεσσα μονογλήνοιο προσώπου·
καὶ βλοσυροῦ Κύκλωπος ὑποπτήσσοντες ὀπωπὴν
θαμβαλέῳ δεδόνηντο φόβῳ κυανόχροες Ἰνδοί,
οὐρανόθεν δοκέοντες Ὀλυμπιὰς ὅττι Σελήνη
Γηγενέος Κύκλωπος ἐναντέλλουσα προσώπῳ
πλησιφαὴς ἤστραπτε, προασπίζουσα Λυαίου.
- Ζεὺς δὲ πατήρ, Κύκλωπος ἰδὼν μίμημα κεραυνοῦ,
ὑψινεφὴς ἐγέλασσεν, ὅτι χθονίων νεφελάων
δεχνυμένη ξένον ὄμβρον ἀπειρήτου διὰ κόλπου
νείφετο μὲν τότε γαῖα, χυτὴν δ' οὐκ εἶχεν ἐέρσην
ἄβροχα νῶτα φέρων γυμνούμενα δίψιος ἀήρ.
καὶ Τραχίος κεκόρυστο· κασιγνήτῳ δ' ἅμα βαίνων,
ἠλιβάτῳ παλάμῃ δονέων σάκος ἶσον ἐρίπνῃ,
ὑψινεφὴς ἐλάτην περιμήκετον εἶχεν Ἐλατρεύς,
ἔγχεϊ δενδρήεντι καρήατα δήια τέμνων. ...
Εὐρύαλος κεκόρυστο· διατμήξας δὲ κυδοιμῷ
ἐκ πεδίου φεύγοντα πολὺν στρατὸν ἄχρι θαλάσσης,
κόλπον ἐς ἰχθυόεντα περικλείων στίχας Ἰνδῶν,
δυσμενέας νίκησεν ἀκοντοφόρου διὰ πόντου,
ὄρθιον εἰκοσίπηχυ δι' ὕδατος ἆορ ἑλίσσων·
καὶ δολιχῷ βουπλῆγι ταμὼν ἁλιγείτονα πέτρην
ῥῖψεν ἐπ' ἀντιβίοισιν· ἀτυμβεύτοιο δὲ πολλοὶ
διχθαδίης ἐνόησαν ἁλιβρέκτου λίνα Μοίρης,
ἄρεϊ κυματόεντι καὶ ὀκριόεντι βελέμνῳ.
ἐν πεδίῳ δ' ἀλαλητός· ὀρινομένῃσι δὲ Βάκχαις
Πρυμνεὺς εὔδιος ἦλθεν, ἅτε πρυμναῖος ἀήτης
ῥυόμενος πλωτῆρα συνιππεύοντα θυέλλαις·
καὶ στρατιῇ πολύευκτος ἐπήλυθεν, οἷος ἱκάνει
νηυσὶ τινασσομένῃσι γαληναῖος Πολυδεύκης,
εὐνήσας βαρὺ κῦμα θυελλοτόκοιο θαλάσσης.
- τοῖς ἅμα σύγγονος ἄλλος ἀριστεύων Ἁλιμήδης
ἠλιβάτοις μελέεσσι πέλωρ βακχεύετο Κύκλωψ,
καὶ δηίους ἐφόβησε· φυλασσομένου δὲ προσώπου
κυκλάδος ὀμφαλόεντα προΐσχανε νῶτα βοείης.
καί μιν ἰδὼν Φλογίος κταμένων τιμήορος Ἰνδῶν
τόξον ἑὸν κύκλωσε, καὶ ἠνεμόεν βέλος ἕλκων
μεσσοφανῆ πτερόεντι βαλεῖν ἤμελλε βελέμνῳ ...
ἀλλὰ τιτυσκομένοιο μαθὼν ἀντώπιον ὁρμὴν
δόχμιος ἐσσυμένοιο βολὴν ἀλέεινεν ὀιστοῦ
Κύκλωψ ὑψικάρηνος· ὁ δὲ πρηῶνα τινάσσων
ῥῖπτε κατὰ Φλογίου κραναὸν βέλος· αὐτὰρ ὁ φεύγων
ἅρμασι βουκεράοιο παρίστατο Δηριαδῆος,
καὶ μόγις ἠερόφοιτον ἀλεύατο μάρμαρον αἰχμήν,
κεῖθι μένων· κοτέων δὲ περὶ Φλογίοιο φυγόντος
λοίγιον ἀνθερεῶνα διαπτύξας Ἁλιμήδης
δώδεκα φῶτας ἔπεφνε μιῆς μυκήματι φωνῆς,
λυσσαλέης προχέων ὀλεσήνορα βόμβον ἰωῆς.
- Κυκλώπων δ' ἀλαλητὸς ἐπεσμαράγησεν Ὀλύμπῳ
γλώσσαις σμερδαλέῃσι. καὶ ὀρχηστῆρες Ἐνυοῦς,
Δικταῖοι Κορύβαντες ἐπεστρατόωντο κυδοιμῷ.
- Δαμνεὺς μὲν πολέμιζεν ἀνάρσια φῦλα δαμάζων,
ποσσὶ δ' ἐλαφροτέροισι διεπτοίησε μαχητὰς
Ὠκύθοος· πολέας δὲ κατέκτανεν ὀξέι πότμῳ,
τὸν μὲν ἐνὶ σταδίῃ δαμάσας δορί, τὸν δὲ βελέμνῳ
τηλεφανής, ἕτερον δὲ ταμὼν δασπλῆτι μαχαίρῃ·
ἄλλον ἔτι προθέοντα, πεφυγμένον εἴκελον αὔραις,
λυσσήεις ἐκίχησε ποδήνεμα γούνατα πάλλων,
εἰς δρόμον Ἰφίκλῳ πανομοίιος, ὅς τις ἐπείγων
ταρσὰ ποδῶν ἀβάτοιο κατέγραφεν ἄκρα γαλήνης,
καὶ σταχύων ἐφύπερθε μετάρσιον εἶχε πορείην,
ἀνθερίκων στατὸν ἄκρον ἀκαμπέα ποσσὶν ὁδεύων.
Ὠκύθοος πέλε τοῖος ἀελλόπος. ἐν δὲ κυδοιμοῖς
εἱλιπόδην ἔστησε Μίμας εὔρυθμον ἐνυώ,
καὶ στρατὸν ἐπτοίησε, χοροίτυπον ἆορ ἑλίσσων,
σκαρθμὸν ἔχων ἀγέλαστον ἐνόπλιον ἴδμονι ταρσῷ,
οἷον ὅτε Κρονίοισιν ἐπ' οὔασι δοῦπον ἐγείρων
Πύρριχος Ἰδαίοισι σάκος ξιφέεσσιν ἀράσσων
ψευδομένης ἀλάλαζε μέλος μενεδήιον Ἠχοῦς,
Ζηνὸς ὑποκλέπτων παλιναυξέος ἔγκρυφον ἥβην·
τοῖον ἔχων μιμηλὸν ἐνόπλιον ἅλμα χορείης
χαλκοχίτων ἐλέλιζε Μίμας ἀνεμώδεα λόγχην·
τέμνων δ' ἐχθρὰ κάρηνα, σιδήρεα λήια χάρμης,
Ἰνδοφόνοις πελέκεσσι καὶ ἀμφιπλῆγι μαχαίρῃ
δυσμενέων ἐτίταινε θαλύσια μάρτυρι Βάκχῳ,
ἀντὶ θυηπολίης βοέης καὶ ἐθήμονος οἴνου
λοιβὴν αἱματόεσσαν ἐπισπένδων Διονύσῳ.
- ὀξυφαὴς δ' Ἰδαῖος ἐδύσατο κῶμον Ἐνυοῦς,
ὀρχηστὴρ πολέμοιο πολύτροπον ἴχνος ἑλίσσων,
ἄσχετος Ἰνδοφόνοιο μόθου δεδονημένος οἴστρῳ.
- καὶ ζοφερὴν στίχα πᾶσαν ἀνεπτοίησε Μελισσεύς,
θάρσος ἔχων ἀδόνητον· ἐπωνυμίην δὲ φυλάσσων
φρικτὰ κορυσσομένης μιμήσατο κέντρα μελίσσης.
- καὶ ποδὸς ἀσταθέος κυκλούμενος ἴδμονι ταρσῷ,
σύνδρομος Ὠκυθόῳ κορυθαιόλος ἤιεν Ἄκμων·
μάρνατο δ' ἀστυφέλικτος ἅτε σφυρήλατος ἄκμων,
ἀσπίδα κουφίζων Κορυβαντίδα, τῆς ἐνὶ μέσσῳ
πολλάκις ὕπνον ἴαυεν ἐν οὔρεσι νηπίαχος Ζεύς·
καὶ Διὸς οἶκος ἔην ὀλίγον σπέος, ἔνθα ἑ κείνη
αἲξ ἱερὴ γλαγόεντι νόθῳ μαιώσατο μαζῷ,
ξεῖνον ἀναβλύζουσα σοφὸν γλάγος, εὖτε βοείη
κλεψιτόκοις πατάγοισι σακεσπάλον ἔβρεμεν ἠχώ,
τυπτομένη μέσα νῶτα κυβιστητῆρι σιδήρῳ.
- καὶ βαλίου Κουρῆτος ἀκοντιστῆρα τιταίνων
μάρμαρον ἀντιπόροιο Μελισσέος ἤμβροτε Μορρεύς,
ἤμβροτεν· οὐ γὰρ ἔοικε λίθῳ Κορύβαντας ὀλέσσαι,
ὧν χάριν ἀσκήσασα λίθον ψευδήμονα Ῥείη
ἀντίδοτον Κρονίδαο Κρόνου παρέθηκε τραπέζῃ.
- ξυνὴν δ' εἰς ἓν ἰόντες ὁμόζυγον εἶχον ἐνυὼ
Ἄρεος ὀρχηστῆρες ἀτερπέος· ἀμφὶ δὲ δίφρῳ
Δηριάδην στεφανηδὸν ἐμιτρώσαντο βοείαις
τεύχεα πεπλήγοντες, ἐν εὐρύθμῳ δὲ κυδοιμῷ
πύργον ἐκυκλώσαντο φερεσσακέεσσι χορείαις.
ἠχὴ δ' ἠερόφοιτος ἀνέδραμεν εἰς Διὸς αὐλάς,
καὶ κτύπον ἀμφοτέρων ἐπεδείδιον εὔποδες Ὧραι.