822 55 0 0 0 0 472 vel 468 a. C. Epinicio Pindarus VI Olympia Bowra, C. M., Oxford, 1946. 1 5 triadi stesicoree

ˉˉ˘ˉˉˉ˘ˉˉˉ˘˘ˉ˘˘ˉ

ˉ˘˘ˉ˘˘ˉˉˉ˘˘ˉ

ˉ˘˘ˉ˘˘ˉˉˉ˘ˉˉ

ˉ˘ˉˉˉ˘ˉˉˉ˘˘ˉ˘˘ˉˉ

ˉˉ˘ˉˉˉ˘˘ˉ˘˘ˉ˘ˉ

˘ˉˉˉ˘ˉˉˉ˘˘ˉˉ˘˘ˉ˘˘ˉˉ

ˉ˘˘ˉ˘˘ˉˉˉ˘ˉˉˉ˘ˉ˘ˉˉ˘ˉˉ

ˉ˘˘ˉ˘˘ˉˉˉ˘ˉˉˉ˘˘ˉ˘˘ˉ

ˉ˘ˉˉˉ˘ˉˉˉ˘˘ˉ˘˘ˉ˘˘ˉˉˉ˘˘ˉ

ˉ˘˘ˉˉˉ˘˘ˉˉˉ˘ˉˉˉ˘ˉ

ˉ˘ˉˉ˘ˉˉ˘ˉ˘˘ˉ˘˘ˉ

ˉ˘˘ˉ˘˘ˉˉˉ˘˘ˉ˘˘ˉ

ˉ˘˘ˉ˘˘ˉˉˉ˘˘ˉ˘˘ˉ

ˉ˘ˉˉ˘ˉˉˉ˘ˉˉˉ˘ˉˉ

PINDARUS - Olympia VI - ΑΓΗΣΙΑΙ ΣΥΡΑΚΟΣΙΩΙ ΑΠΗΝΗΙ

Α΄ ª­0²µ·:¾ÁÄJLÌQSÔΧρυσέας ὑποστάσαντες εὐτειχεῖ προθύρῳ θαλάμου

©*,¯24·¸º@BÂκίονας ὡς ὅτε θαητὸν μέγαρον

©+-±46¹¾ÂHÈÊπάξομεν· ἀρχομένου δ' ἔργου πρόσωπον

ª-¯³¶8½ÃÄILÌQRÒÔχρὴ θέμεν τηλαυγές. εἰ δ' εἴη μὲν Ὀλυμπιονίκας,

   5©«.±µ¶9;¼BCÄJÊβωμῷ τε μαντείῳ ταμίας Διὸς ἐν Πίσᾳ,

)¬®±5¸¾ÀFHÈËRTÕ[_Þáσυνοικιστήρ τε τᾶν κλεινᾶν Συρακοσσᾶν, τίνα κεν φύγοι ὕμνον

ª,/±57¹½ÀEÅÈËPÑÓ×]Üßκεῖνος ἀνήρ, ἐπικύρσαις ἀφθόνων ἀστῶν ἐν ἱμερταῖς ἀοιδαῖς;


¨«.±¶¸;½¿ÃGIÈNRÒἴστω γὰρ ἐν τούτῳ πεδίλῳ δαιμόνιον πόδ' ἔχων

©-0³48º½ÀGIÊΣωστράτου υἱός. ἀκίνδυνοι δ' ἀρεταί

  10©+.²68¼ÀÅIËÎοὔτε παρ' ἀνδράσιν οὔτ' ἐν ναυσὶ κοίλαις

©+­±µ8»¾ÂHJÌQTÔÖτίμιαι· πολλοὶ δὲ μέμνανται, καλὸν εἴ τι ποναθῇ.

¨ª,­±¸:?ÀDHÉNÎἉγησία, τὶν δ' αἶνος ἑτοῖμος, ὃν ἐνδίκας

(ª®±4·º¾CGÉËQUÖ[]ÜÝἀπὸ γλώσσας Ἄδραστος μάντιν Οἰκλείδαν ποτ' ἐς Ἀμφιάρηον

ª-2µ8:¾ÂÄJËÐÔXØÛßfäçφθέγξατ', ἐπεὶ κατὰ γαῖ' αὐτόν τέ νιν καὶ φαιδίμας ἵππους ἔμαρψεν.


  15¨+0³58º¾ÂHÈËÎTVÕXZÚἑπτὰ δ' ἔπειτα πυρᾶν νεκροῖς τελεσθέντων Ταλαϊονίδας

©+®²µ7»½¿EGÇOQÐWYØÛÞehæεἶπεν ἐν Θήβαισι τοιοῦτόν τι ἔπος· 'Ποθέω στρατιᾶς ὀφθαλμὸν ἐμᾶς

¨+-¯³¶=@ÀÅÊNÏÒÖ^ßἀμφότερον μάντιν τ' ἀγαθὸν καὶ δουρὶ μάρνασθαι.' τὸ καί

¨,¯²5¸º?¿DGÇKMÌἀνδρὶ κώμου δεσπότᾳ πάρεστι Συρακοσίῳ.

©+.°25¶º¾DFÆJMÍοὔτε δύσηρις ἐὼν οὔτ' ὦν φιλόνικος ἄγαν,

  20ª-/²58º¾ÃGJËPRÑκαὶ μέγαν ὅρκον ὀμόσσαις τοῦτό γέ οἱ σαφέως

©,®°4¶¹½DÄÇÉNÐÓμαρτυρήσω· μελίφθογγοι δ' ἐπιτρέψοντι Μοῖσαι.


Β΄ ¨«.²µ¹;¾ÀÄJLÍQRÒὦ Φίντις, ἀλλὰ ζεῦξον ἤδη μοι σθένος ἡμιόνων,

¨+-±47º¼ÁGIÉᾇ τάχος, ὄφρα κελεύθῳ τ' ἐν καθαρᾷ

©+-°37¹¼¿EÆÊβάσομεν ὄκχον, ἵκωμαί τε πρὸς ἀνδρῶν

  25ª-¯µ¸;¾ÁÄIKÌPRÓÖκαὶ γένος· κεῖναι γὰρ ἐξ ἀλλᾶν ὁδὸν ἁγεμονεῦσαι

ª¬/±´¸?AÂGJÊOÎταύταν ἐπίστανται, στεφάνους ἐν Ὀλυμπίᾳ

(«®°3¸¼¾DFÇÊOQÑVXÚÝἐπεὶ δέξαντο· χρὴ τοίνυν πύλας ὕμνων ἀναπιτνάμεν αὐταῖς·

ª.0²69¾ÀÂGÇÌÏSUÖÚaàâπρὸς Πιτάναν δὲ παρ' Εὐρώτα πόρον δεῖ σάμερον ἐλθεῖν ἐν ὥρᾳ·


¨¬/²´µ7º¾ÀFHÇLNÏἅ τοι Ποσειδάωνι μιχθεῖσα Κρονίῳ λέγεται

  30ª,.¯24¸¹¼BDÄπαῖδα ἰόπλοκον Εὐάδναν τεκέμεν.

ª,/²57¸»½AÂÆκρύψε δὲ παρθενίαν ὠδῖνα κόλποις·

©+¬±µ7º¾ÂGIÊOQÒÔκυρίῳ δ' ἐν μηνὶ πέμποισ' ἀμφιπόλους ἐκέλευσεν

¨ª+®²µ9;¿CEÅKËἥρωϊ πορσαίνειν δόμεν Εἰλατίδᾳ βρέφος,

(«¯²5·º¼AEÅÇMOÒWXÚÝὃς ἀνδρῶν Ἀρκάδων ἄνασσε Φαισάνᾳ, λάχε τ' Ἀλφεὸν οἰκεῖν·

  35¨+/²6:¼¿ÁGÈÉÎRÓÖÚaßáἔνθα τραφεῖσ' ὑπ' Ἀπόλλωνι γλυκείας πρῶτον ἔψαυσ' Ἀφροδίτας.


©-/´68»¿ÂHÈÌÐTW×Z^Ýοὐδ' ἔλαθ' Αἴπυτον ἐν παντὶ χρόνῳ κλέπτοισα θεοῖο γόνον.

¨-°´¶8½ÁÃHIÊPRÔY[Üßàgiçἀλλ' ὁ μὲν Πυθῶνάδ', ἐν θυμῷ πιέσαις χόλον οὐ φατὸν ὀξείᾳ μελέτᾳ,

¨*.¯³·9;½ÂÄJÌÏÒW×ᾤχετ' ἰὼν μαντευσόμενος ταύτας περ' ἀτλάτου πάθας.

¨+¯±3¶¸=¾DFÆJLÌἁ δὲ φοινικόκροκον ζώναν καταθηκαμένα

  40©,.³68¹½ÀEGÈKMÌκάλπιδά τ' ἀργυρέαν λόχμας ὑπὸ κυανέας

©,/°35¹»ÀEHÊNPÐτίκτε θεόφρονα κοῦρον. τᾷ μὲν ὁ χρυσοκόμας

ª+­¯5¸»¼BÂÅÉOÑÓπραΰμητίν τ' Ἐλείθυιαν παρέστασ' ἔν τε Μοίρας·


Γ΄ ¨«1³¸»@ÂÄÆMOÐUVÖἦλθεν δ' ὑπὸ σπλάγχων ὑπ' ὠδίνεσσ' ἐραταῖς Ἴαμος

¨,-±35¹½ÂFHÈἐς φάος αὐτίκα. τὸν μὲν κνιζομένα

  45ª,/²67º¿ÁEÇÉλεῖπε χαμαί· δύο δὲ γλαυκῶπες αὐτόν

ª,®³¶8»¾ÀEIÉNQÑÕδαιμόνων βουλαῖσιν ἐθρέψαντο δράκοντες ἀμεμφεῖ

¨©,®±µ79¼BDÅMÎἰῷ μελισσᾶν καδόμενοι. βασιλεὺς δ' ἐπεί

)¬­°3¶¸»?CÅÇKOÏTWÙÛπετραέσσας ἐλαύνων ἵκετ' ἐκ Πυθῶνος, ἅπαντας ἐν οἴκῳ

©+-±37»¼¿DÅÊÍRÔÖÚaßâεἴρετο παῖδα, τὸν Εὐάδνα τέκοι· Φοίβου γὰρ αὐτὸν φᾶ γεγάκειν


  50©¬1³·¹AÁÅÈMPÐUW×πατρός, περὶ θνατῶν δ' ἔσεσθαι μάντιν ἐπιχθονίοις

¨*,±36º¾ÁGIÈἔξοχον, οὐδέ ποτ' ἐκλείψειν γενεάν.

¨+-°23¸¾ÂGÈËὣς ἄρα μάνυε. τοὶ δ' οὔτ' ὦν ἀκοῦσαι

©-°´¶9¼ÁÂHJÊNPÒ×οὔτ' ἰδεῖν εὔχοντο πεμπταῖον γεγενημένον. ἀλλ' ἐν

©¬/²¸º?AÀGJËOÏκέκρυπτο γὰρ σχοίνῳ βατιᾷ τ' ἐν ἀπειρίτῳ,

  55(©­±3·º½BEÆÉMPÑVXÙÜἴων ξανθαῖσι καὶ παμπορφύροις ἀκτῖσι βεβρεγμένος ἁβρόν

©+/³68º¼¾DÅÉÌSÓÖÙ_ßáσῶμα· τὸ καὶ κατεφάμιξεν καλεῖσθαί νιν χρόνῳ σύμπαντι μάτηρ


ª.0´68º¿ÃKÌÐÒWYÚ^bàτοῦτ' ὄνυμ' ἀθάνατον. τερπνᾶς δ' ἐπεὶ χρυσοστεφάνοιο λάβεν

©,¯±µ8¹¼¿DFÇLNÎSV×ÙÞdfãκαρπὸν Ἥβας, Ἀλφεῷ μέσσῳ καταβαὶς ἐκάλεσσε Ποσειδᾶν' εὐρυβίαν,

¨-/±·º=@ÀÄÇLËÎÐW×ὃν πρόγονον, καὶ τοξοφόρον Δάλου θεοδμάτας σκοπόν,

  60©+¬°1´¶:¼BFÅJLÌαἰτέων λαοτρόφον τιμάν τιν' ἑᾷ κεφαλᾷ,

©,/²56º½ÀEGÊOPÐνυκτὸς ὑπαίθριος. ἀντεφθέγξατο δ' ἀρτιεπής

©,-¯26¸»½CFÉNRÓπατρία ὄσσα, μετάλλασέν τέ νιν. 'Ὄρσο, τέκνον,

ª,¯³5¸¼¾CÃÇÉNÎÑδεῦρο πάγκοινον ἐς χώραν ἴμεν φάμας ὄπισθεν.'


Δ΄ ¨ª-²´·8»¾ÁEGÇNPÐἵκοντο δ' ὑψηλοῖο πέτραν ἀλίβατον Κρονίου

  65¨+.°24·º¼BDÄἔνθα οἱ ὤπασε θησαυρὸν δίδυμον

©,.°57º¾ÀEÆÈμαντοσύνας, τόκα μὲν φωνὰν ἀκούειν

ª,­°³5º¾ÂHJÊNPÑÔψευδέων ἄγνωτον, εὖτ' ἂν δὲ θρασυμάχανος ἐλθών

¨ª-®³¶:=¿DEÅLÍἩρακλέης, σεμνὸν θάλος Ἀλκαϊδᾶν, πατρί

(©¬°4¶»¾DFÈËQTÔY]ÛÞἑορτάν τε κτίσῃ πλειστόμβροτον τεθμόν τε μέγιστον ἀέθλων,

  70©+.²57¹¼¾CÆÊÍQÐÔØ^ÞàΖηνὸς ἐπ' ἀκροτάτῳ βωμῷ τότ' αὖ χρηστήριον θέσθαι κέλευσεν.


¨¬/±µ·;¿ÂÄJLÍPRÒἐξ οὗ πολύκλειτον καθ' Ἕλλανας γένος Ἰαμιδᾶν·

¨+.²57»½ÀHJÊὄλβος ἅμ' ἕσπετο· τιμῶντες δ' ἀρετάς

¨,.°35¸»¿EÇÊἐς φανερὰν ὁδὸν ἔρχονται· τεκμαίρει

ª.°³¸:½ÀÃJLÍSUÔ×χρῆμ' ἕκαστον· μῶμος ἐξ ἄλλων κρέμαται φθονεόντων

  75ª¯3µ¹¼BDÅIKËRÒτοῖς, οἷς ποτε πρώτοις περὶ δωδέκατον δρόμον

(«­°3·º»@BÃÅJLÎSTÕØἐλαυνόντεσσιν αἰδοία ποτιστάξῃ Χάρις εὐκλέα μορφάν.

©.0²57º½¿DÄÈÊNÍÑÔWØÜεἰ δ' ἐτύμως ὑπὸ Κυλλάνας ὄρος, Ἁγησία, μάτρωες ἄνδρες


ª+-®14¶¸º@¿ÃÅILÍSUÕναιετάοντες ἐδώρησαν θεῶν κάρυκα λιταῖς θυσίαις

©,¯²¶8»¾ÂFHÇMPÐTWØÜÞhièπολλὰ δὴ πολλαῖσιν Ἑρμᾶν εὐσεβέως, ὃς ἀγῶνας ἔχει μοῖράν τ' ἀέθλων,

  80¨+-®µ¶8:½¿ÄHÊÎÑWØἈρκαδίαν τ' εὐάνορα τιμᾷ· κεῖνος, ὦ παῖ Σωστράτου,

©-¯³5¸»BÃHJÌPRÑσὺν βαρυγδούπῳ πατρὶ κραίνει σέθεν εὐτυχίαν.

©+.°37¹½ÀEGÇLNÎδόξαν ἔχω τιν' ἐπὶ γλώσσᾳ λιγυρᾶς ἀκόνας,

¨-/±48º¾ÁFHÈLPÐἅ μ' ἐθέλοντα προσέρπει καλλιρόαισι πνοαῖς.

©,®°3µ¹¼@ÃÄÇMÍÏματρομάτωρ ἐμὰ Στυμφαλίς, εὐανθὴς Μετώπα,


Ε΄ ª¬/²µ·:¼¿ÄIKÌPSÓπλάξιππον ἃ Θήβαν ἔτικτεν, τᾶς ἐρατεινὸν ὕδωρ

  86©*-°46º½ÀDHÈπίομαι, ἀνδράσιν αἰχματαῖσι πλέκων

ª,.±48»½ÁFÇÊποικίλον ὕμνον. ὄτρυνον νῦν ἑταίρους,

©+¬±³7º¼ÀEGÆLNÎÑΑἰνέα, πρῶτον μὲν Ἥραν Παρθενίαν κελαδῆσαι,

ª­2µº¾ADÅILÌPÐγνῶναί τ' ἔπειτ', ἀρχαῖον ὄνειδος ἀλαθέσιν

  90)¬°´6¸¾¿CDÅÉNQÒWYÚÝλόγοις εἰ φεύγομεν, Βοιωτίαν ὗν. ἐσσὶ γὰρ ἄγγελος ὀρθός,

¨)+­24¶º¼DÄÉËPÐÓ×]ÜÞἠϋκόμων σκυτάλα Μοισᾶν, γλυκὺς κρατὴρ ἀγαφθέγκτων ἀοιδᾶν·


©«/²µ¹=¾ÀÃIMÍRTÓεἶπον δὲ μεμνᾶσθαι Συρακοσσᾶν τε καὶ Ὀρτυγίας·

©,-¯35·»¾CDÄτὰν Ἱέρων καθαρῷ σκάπτῳ διέπων,

¨+,¯13µ»½AÁÃἄρτια μηδόμενος, φοινικόπεζαν

  95¨+®±³6º¼ÀEHÈMPÏÒἀμφέπει Δάματρα λευκίππου τε θυγατρὸς ἑορτάν

ª­/³·¹?AÃGIÊOÐκαὶ Ζηνὸς Αἰτναίου κράτος. ἁδύλογοι δέ νιν

)¬¯³6¹»¾CGÉÍSUÖ[_Þáλύραι μολπαί τε γινώσκοντι. μὴ θράσσοι χρόνος ὄλβον ἐφέρπων,

©-0²57º¾¿CÄÇÉMÌÏÒV×Ùσὺν δὲ φιλοφροσύναις εὐηράτοις Ἁγησία δέξαιτο κῶμον


©+-±37¹½ÀDÃÈËQSÓWYÙοἴκοθεν οἴκαδ' ἀπὸ Στυμφαλίων τειχέων ποτινισόμενον,

 100©+°²µ6º¼ÁFHÇMOÐUXØÝâhjçματέρ' εὐμήλοιο λείποντ' Ἀρκαδίας. ἀγαθαὶ δὲ πέλοντ' ἐν χειμερίᾳ

©,/°³·8;½ÀÅJËÎÑWÖνυκτὶ θοᾶς ἐκ ναὸς ἀπεσκίμφθαι δύ' ἄγκυραι. θεός

©,°²6º¼BÂHJËPRÑτῶνδε κείνων τε κλυτὰν αἶσαν παρέχοι φιλέων.

©,.±46¸½¿EIÈNPÐδέσποτα ποντόμεδον, εὐθὺν δὲ πλόον καμάτων

¨+.¯25¸½¿CEÆILÌἐκτὸς ἐόντα δίδοι, χρυσαλακάτοιο πόσις

 105¨+®°4¶¼¿DÃÈÊOÐÓἈμφιτρίτας, ἐμῶν δ' ὕμνων ἄεξ' εὐτερπὲς ἄνθος.