11478 1245 1 4 3 VI sec. a. C.-X d. C. Epigramma Autori vari V Anthologia Graeca Beckby, H., Munich, Heimeran, 1-2:1965; 3-4:1968 155

Anthologia Graeca V

ΕΠΙΓΡΑΜΜΑΤΑ ΕΡΩΤΙΚΑ ΔΙΑΦΟΡΩΝ ΠΟΙΗΤΩΝ

Νέοις ἀνάπτων καρδίας σοφὴν ζέσιν

ἀρχὴν Ἔρωτα τῶν λόγων ποιήσομαι·

πυρσὸν γὰρ οὗτος ἐξανάπτει τοῖς λόγοις.

Τὴν καταφλεξίπολιν Σθενελαΐδα τὴν βαρύμισθον,

   τὴν τοῖς βουλομένοις χρυσὸν ἀμεργομένην,

γυμνήν μοι διὰ νυκτὸς ὅλης παρέκλινεν ὄνειρος

   ἄχρι φίλης ἠοῦς προῖκα χαριζομένην.

   5οὐκέτι γουνάσομαι τὴν βάρβαρον οὐδ' ἐπ' ἐμαυτῷ

   κλαύσομαι ὕπνον ἔχων κεῖνα χαριζόμενον.

ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Ὄρθρος ἔβη, Χρύσιλλα, πάλαι δ' ἠῷος ἀλέκτωρ

   κηρύσσων φθονερὴν Ἠριγένειαν ἄγει.

ὀρνίθων ἔρροις φθονερώτατος, ὅς με διώκεις

   οἴκοθεν εἰς πολλοὺς ἠιθέων ὀάρους.

γηράσκεις, Τιθωνέ. τί γὰρ σὴν εὐνέτιν Ἠῶ

   οὕτως ὀρθριδίην ἤλασας ἐκ λεχέων;

ΦΙΛΟΔΗΜΟΥ

Τὸν σιγῶντα, Φιλαινί, συνίστορα τῶν ἀλαλήτων

   λύχνον ἐλαιηρῆς ἐκμεθύσασα δρόσου,

ἔξιθι· μαρτυρίην γὰρ Ἔρως μόνος οὐκ ἐφίλησεν

   ἔμπνουν· καὶ τυκτὴν κλεῖε, Φιλαινί, θύρην.

καὶ σὺ φίλει, Ξανθώ, με· σὺ δ', ὦ φιλεράστρια κοίτη,

   ἤδη τῆς Παφίης ἴσθι τὰ λειπόμενα.

ΣΤΑΤΥΛΛΙΟΥ ΦΛΑΚΚΟΥ

Ἀργύρεον νυχίων με συνίστορα πιστὸν ἐρώτων

   οὐ πιστῇ λύχνον Φλάκκος ἔδωκε Νάπῃ,

ἧς παρὰ νῦν λεχέεσσι μαραίνομ' ὁ τῆς ἐπιόρκου

   παντοπαθῆ κούρης αἴσχεα δερκόμενος,

Φλάκκε, σὲ δ' ἄγρυπνον χαλεπαὶ τείρουσι μέριμναι·

   ἄμφω δ' ἀλλήλων ἄνδιχα καιόμεθα.

ΚΑΛΛΙΜΑΧΟΥ

Ὤμοσε Καλλίγνωτος Ἰωνίδι μήποτ' ἐκείνης

   ἕξειν μήτε φίλον κρέσσονα μήτε φίλην.

ὤμοσεν· ἀλλὰ λέγουσιν ἀληθέα, τοὺς ἐν ἔρωτι

   ὅρκους μὴ δύνειν οὔατ' ἐς ἀθανάτων.

νῦν δ' ὁ μὲν ἀρσενικῷ θέρεται πυρί, τῆς δὲ ταλαίνης

   νύμφης ὡς Μεγαρέων οὐ λόγος οὐδ' ἀριθμός.

ΑΣΚΛΗΠΙΑΔΟΥ

Λύχνε, σὲ γὰρ παρεοῦσα τρὶς ὤμοσεν Ἡράκλεια

   ἥξειν κοὐχ ἥκει· λύχνε, σὺ δ', εἰ θεὸς εἶ,

τὴν δολίην ἀπάμυνον· ὅταν φίλον ἔνδον ἔχουσα

   παίζῃ, ἀποσβεσθεὶς μηκέτι φῶς πάρεχε.

ΜΕΛΕΑΓΡΟΥ

Νὺξ ἱερὴ καὶ λύχνε, συνίστορας οὔτινας ἄλλους

   ὅρκοις, ἀλλ' ὑμέας, εἱλόμεθ' ἀμφότεροι·

χὠ μὲν ἐμὲ στέρξειν, κεῖνον δ' ἐγὼ οὔποτε λείψειν

   ὠμόσαμεν· κοινὴν δ' εἴχετε μαρτυρίην.

νῦν δ' ὁ μὲν ὅρκιά φησιν ἐν ὕδατι κεῖνα φέρεσθαι,

   λύχνε, σὺ δ' ἐν κόλποις αὐτὸν ὁρᾷς ἑτέρων.

ΡΟΥΦΙΝΟΥ

Ῥουφῖνος τῇ 'μῇ γλυκερωτάτῃ Ἐλπίδι πολλὰ

   χαίρειν, εἰ χαίρειν χωρὶς ἐμοῦ δύναται.

οὐκέτι βαστάζω, μὰ τὰ σ' ὄμματα, τὴν φιλέρημον

   καὶ τὴν μουνολεχῆ σεῖο διαζυγίην·

ἀλλ' αἰεὶ δακρύοισι πεφυρμένος ἢ 'πὶ Κορησσὸν

   ἔρχομαι ἢ μεγάλης νηὸν ἐς Ἀρτέμιδος.

αὔριον ἀλλὰ πάτρη με δεδέξεται, ἐς δὲ σὸν ὄμμα

   πτήσομαι, ἐρρῶσθαι μυρία σ' εὐχόμενος.

ΑΛΚΑΙΟΥ

Ἐχθαίρω τὸν Ἔρωτα. τί γὰρ βαρὺς οὐκ ἐπὶ θῆρας

   ὄρνυται, ἀλλ' ἐπ' ἐμὴν ἰοβολεῖ κραδίην;

τί πλέον, εἰ θεὸς ἄνδρα καταφλέγει; ἢ τί τὸ σεμνὸν

   δῃώσας ἀπ' ἐμῆς ἆθλον ἔχει κεφαλῆς;

ΑΔΕΣΠΟΤΟΝ

Εἰ τοὺς ἐν πελάγει σῴζεις, Κύπρι, κἀμὲ τὸν ἐν γᾷ

   ναυαγόν, φιλίη, σῶσον ἀπολλύμενον.

ΡΟΥΦΙΝΟΥ

Λουσάμενοι, Προδίκη, πυκασώμεθα καὶ τὸν ἄκρατον

   ἕλκωμεν κύλικας μείζονας αἰρόμενοι.

βαιὸς ὁ χαιρόντων ἐστὶν βίος· εἶτα τὰ λοιπὰ

   γῆρας κωλύσει, καὶ τὸ τέλος θάνατος.

ΦΙΛΟΔΗΜΟΥ

Ἑξήκοντα τελεῖ Χαριτὼ λυκαβαντίδας ὥρας,

   ἀλλ' ἔτι κυανέων σύρμα μένει πλοκάμων,

κἀν στέρνοις ἔτι κεῖνα τὰ λύγδινα κώνια μαστῶν

   ἕστηκεν, μίτρης γυμνὰ περιδρομάδος,

καὶ χρὼς ἀρρυτίδωτος ἔτ' ἀμβροσίην, ἔτι πειθὼ

   πᾶσαν, ἔτι στάζει μυριάδας χαρίτων.

ἀλλὰ πόθους ὀργῶντας ὅσοι μὴ φεύγετ', ἐρασταί,

   δεῦρ' ἴτε, τῆς ἐτέων ληθόμενοι δεκάδος.

ΡΟΥΦΙΝΟΥ

Εὐρώπης τὸ φίλημα, καὶ ἢν ἄχρι χείλεος ἔλθῃ,

   ἡδύ γε, κἂν ψαύσῃ μοῦνον ἄκρου στόματος·

ψαύει δ' οὐκ ἄκροις τοῖς χείλεσιν, ἀλλ' ἐρίσασα

   τὸ στόμα τὴν ψυχὴν ἐξ ὀνύχων ἀνάγει.

ΤΟΥ ΑΥΤΟΥ

Ποῦ νῦν Πραξιτέλης; ποῦ δ' αἱ χέρες αἱ Πολυκλείτου,

   αὐταῖς πρόσθε τέχναις πνεῦμα χαριζόμεναι;

τίς πλοκάμους Μελίτης εὐώδεας ἢ πυρόεντα

   ὄμματα καὶ δειρῆς φέγγος ἀποπλάσεται;

ποῦ πλάσται, ποῦ δ' εἰσὶ λιθοξόοι; ἔπρεπε τῇδε

   μορφῇ νηὸν ἔχειν ὡς μακάρων ξοάνῳ.

ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ

Μήνη χρυσόκερως, δέρκῃ τάδε, καὶ πυριλαμπεῖς

   ἀστέρες, οὓς κόλποις Ὠκεανὸς δέχεται,

ὥς με μόνον προλιποῦσα μυρόπνοος ᾤχετ' Ἀρίστη,

   ἑκταίην δ' εὑρεῖν τὴν μάγον οὐ δύναμαι.

ἀλλ' ἔμπης αὐτὴν ζητήσομεν· ἦ ῥ' ἐπιπέμψω

   Κύπριδος ἰχνευτὰς ἀργυρέους σκύλακας.

ΓΑΙΤΟΥΛΙΚΟΥ

Ἀγχιάλου ῥηγμῖνος ἐπίσκοπε, σοὶ τάδε πέμπω

   ψαιστία καὶ λιτῆς δῶρα θυηπολίης·

αὔριον Ἰονίου γὰρ ἐπὶ πλατὺ κῦμα περήσω,

   σπεύδων ἡμετέρης κόλπον ἐς Εἰδοθέης.

οὔριος ἀλλ' ἐπίλαμψον ἐμῷ καὶ ἔρωτι καὶ ἱστῷ,

   δεσπότι καὶ θαλάμων, Κύπρι, καὶ ἠιόνων.

ΡΟΥΦΙΝΟΥ

Μᾶλλον τῶν σοβαρῶν τὰς δουλίδας ἐκλεγόμεσθα,

   οἱ μὴ τοῖς σπαταλοῖς κλέμμασι τερπόμενοι.

ταῖς μὲν χρὼς ἀπόδωδε μύρου σοβαρόν τε φρύαγμα

   καὶ μέχρι κινδύνου πεσσομένη σύνοδος·

ταῖς δὲ χάρις καὶ χρὼς ἴδιος καὶ λέκτρον ἑτοῖμον,

   δώροι' ἐκ σπατάλης οὐκ ἀλεγιζόμενον.

μιμοῦμαι Πύρρον τὸν Ἀχιλλέος, ὃς προέκρινεν

   Ἑρμιόνης ἀλόχου τὴν λάτριν Ἀνδρομάχην.

ΤΟΥ ΑΥΤΟΥ

Οὐκέτι παιδομανὴς ὡς πρίν ποτε, νῦν δὲ καλοῦμαι

   θηλυμανής, καὶ νῦν δίσκος ἐμοὶ κρόταλον,

ἀντὶ δέ μοι παίδων ἀδόλου χροὸς ἤρεσε γύψου

   χρώματα καὶ φύκους ἄνθος ἐπεισόδιον·

   5βοσκήσει δελφῖνας ὁ δενδροκόμης Ἐρύμανθος

   καὶ πολιὸν πόντου κῦμα θοὰς ἐλάφους.

ΟΝΕΣΤΟΥ

Οὔτε με παρθενικῆς τέρπει γάμος οὔτε γεραιῆς·

   τὴν μὲν ἐποικτείρω, τὴν δὲ καταιδέομαι.

εἴη μήτ' ὄμφαξ μήτ' ἀσταφίς, ἡ δὲ πέπειρος

   ἐς Κύπριδος θαλάμους ὥρια καλλοσύνη.

ΡΟΥΦΙΝΟΥ

Οὐκ ἔλεγον, Προδίκη· Γηράσκομεν; οὐ προεφώνουν·

   Ἥξουσιν ταχέως αἱ διαλυσίφιλοι;

νῦν ῥυτίδες καὶ θρὶξ πολιὴ καὶ σῶμα ῥακῶδες,

   καὶ στόμα τὰς προτέρας οὐκέτ' ἔχον χάριτας.

μήτις σοι, μετέωρε, προσέρχεται ἢ κολακεύων

   λίσσεται; ὡς δὲ τάφον νῦν σε παρερχόμεθα.

ΤΟΥ ΑΥΤΟΥ

Σοί με λάτριν γλυκύδωρος Ἔρως παρέδωκε, Βοῶπι,

   ταῦρον ὑποζεύξας εἰς πόθον αὐτόμολον,

αὐτοθελῆ, πάνδουλον, ἑκούσιον, αὐτοκέλευστον,

   αἰτήσοντα πικρὴν μήποτ' ἐλευθερίην,

ἄχρι φίλης πολιῆς καὶ γήραος· ὄμμα βάλοι δὲ

   μήποτ' ἐφ' ἡμετέραις ἐλπίσι βασκανίη.

ΚΑΛΛΙΜΑΧΟΥ

Οὕτως ὑπνώσαις, Κωνώπιον, ὡς ἐμὲ ποιεῖς

   κοιμᾶσθαι ψυχροῖς τοῖσδε παρὰ προθύροις·

οὕτως ὑπνώσαις, ἀδικωτάτη, ὡς τὸν ἐραστὴν

   κοιμίζεις, ἐλέου δ' οὐδ' ὄναρ ἠντίασας.

γείτονες οἰκτείρουσι, σὺ δ' οὐδ' ὄναρ· ἡ πολιὴ δὲ

   αὐτίκ' ἀναμνήσει ταῦτά σε πάντα κόμη.

‹ΜΕΛΕΑΓΡΟΥ›

Ψυχή μοι προλέγει φεύγειν πόθον Ἡλιοδώρας,

   δάκρυα καὶ ζήλους τοὺς πρὶν ἐπισταμένη.

φησὶ μέν, ἀλλὰ φυγεῖν οὔ μοι σθένος· ἡ γὰρ ἀναιδὴς

   αὐτὴ καὶ προλέγει καὶ προλέγουσα φιλεῖ.

ΦΙΛΟΔΗΜΟΥ

Ὁσσάκι Κυδίλλης ὑποκόλπιος, εἴτε κατ' ἦμαρ

   εἴτ' ἀποτολμήσας ἤλυθον ἑσπέριος,

οἶδ', ὅτι πὰρ κρημνὸν τέμνω πόρον, οἶδ', ὅτι ῥιπτῶ

   πάντα κύβον κεφαλῆς αἰὲν ὕπερθεν ἐμῆς.

ἀλλὰ τί μοι πλέον ἔστ'; ἦ γὰρ θρασὺς ἠδ', ὅταν ἕλκῃ,

   πάντοτ' Ἔρως ἀρχὴν οὐδ' ὄναρ οἶδε φόβου.

ΑΔΕΣΠΟΤΟΝ

Εἴτε σε κυανέῃσιν ἀποστίλβουσαν ἐθείραις,

   εἴτε πάλιν ξανθαῖς εἶδον, ἄνασσα, κόμαις,

ἴση ἀπ' ἀμφοτέρων λάμπει χάρις. ἦ ῥά γε ταύταις

   θριξὶ συνοικήσει καὶ πολιῇσιν Ἔρως.

ΡΟΥΦΙΝΟΥ

Ποῦ σοι κεῖνα, Μέλισσα, τὰ χρύσεα καὶ περίοπτα

   τῆς πολυθρυλήτου κάλλεα φαντασίης;

ποῦ δ' ὀφρύες καὶ γαῦρα φρονήματα καὶ μέγας αὐχὴν

   καὶ σοβαρῶν ταρσῶν χρυσοφόρος σπατάλη;

νῦν πενιχρὴ ψαφαρή τε κόμη, παρὰ ποσσὶ τραχεῖα·

   ταῦτα τὰ τῶν σπαταλῶν τέρματα παλλακίδων.

ΤΟΥ ΑΥΤΟΥ

Νῦν μοι Χαῖρε λέγεις, ὅτε σου τὸ πρόσωπον ἀπῆλθεν

   κεῖνο τὸ τῆς λύγδου, βάσκανε, λειότερον·

νῦν μοι προσπαίζεις, ὅτε τὰς τρίχας ἠφάνικάς σου

   τὰς ἐπὶ τοῖς σοβαροῖς αὐχέσι πλαζομένας.

μηκέτι μοι, μετέωρε, προσέρχεο μηδὲ συνάντα·

   ἀντὶ ῥόδου γὰρ ἐγὼ τὴν βάτον οὐ δέχομαι.

ΚΙΛΛΑΚΤΟΡΟΣ

Ἁδὺ τὸ βινεῖν ἐστι. τίς οὐ λέγει; ἀλλ' ὅταν αἰτῇ

   χαλκόν, πικρότερον γίνεται ἐλλεβόρου.

ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣΑΛΟΝΙΚΕΩΣ

Πάντα καλῶς, τό γε μήν, χρυσῆν ὅτι τὴν Ἀφροδίτην,

   ἔξοχα καὶ πάντων εἶπεν ὁ Μαιονίδης.

ἢν μὲν γὰρ τὸ χάραγμα φέρῃς, φίλος· οὔτε θυρωρὸς

   ἐν ποσὶν οὔτε κύων· ἐν προθύροις δέδεται.

ἢν δ' ἑτέρως ἔλθῃς, καὶ ὁ Κέρβερος. ὦ πλεονέκται

   οἱ πλούτου, πενίην ὡς ἀδικεῖτε μόνοι.

ΤΟΥ ΑΥΤΟΥ

Χρύσεος ἦν γενεὴ καὶ χάλκεος ἀργυρέη τε

   πρόσθεν· παντοίη δ' ἡ Κυθέρεια τὰ νῦν·

καὶ χρυσοῦν τίει καὶ χάλκεον ἄνδρ' ἐφίλησεν

   καὶ τοὺς ἀργυρέους οὔ ποτ' ἀποστρέφεται.

Νέστωρ ἡ Παφίη. δοκέω δ', ὅτι καὶ Δανάῃ Ζεὺς

   οὐ χρυσός, χρυσοῦς δ' ἦλθε φέρων ἑκατόν.

ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ

Ποιεῖς πάντα, Μέλισσα, φιλανθέος ἔργα μελίσσης·

   οἶδα καὶ ἐς κραδίην τοῦτο, γύναι, τίθεμαι·

καὶ μέλι μὲν στάζεις ὑπὸ χείλεσιν ἡδὺ φιλεῦσα,

   ἢν δ' αἰτῇς, κέντρῳ τύμμα φέρεις ἄδικον.

ΠΑΡΜΕΝΙΩΝΟΣ

Ἐς Δανάην ἔρρευσας, Ὀλύμπιε, χρυσός, ἵν' ἡ παῖς

   ὡς δώρῳ πεισθῇ, μὴ τρέσῃ ὡς Κρονίδην.

ΤΟΥ ΑΥΤΟΥ

Ὁ Ζεὺς τὴν Δανάην χρυσοῦ, κἀγὼ δὲ σὲ χρυσοῦ·

   πλείονα γὰρ δοῦναι τοῦ Διὸς οὐ δύναμαι.

ΡΟΥΦΙΝΟΥ

Πυγὰς αὐτὸς ἔκρινα τριῶν· εἵλοντο γὰρ αὐταὶ

   δείξασαι γυμνὴν ἀστεροπὴν μελέων.

καί ῥ' ἡ μὲν τροχαλοῖς σφραγιζομένη γελασίνοις

   λευκῇ ἀπὸ γλουτῶν ἤνθεεν εὐαφίῃ·

τῆς δὲ διαιρομένης φοινίσσετο χιονέη σὰρξ

   πορφυρέοιο ῥόδου μᾶλλον ἐρυθροτέρη·

ἡ δὲ γαληνιόωσα χαράσσετο κύματι κωφῷ,

   αὐτομάτη τρυφερῷ χρωτὶ σαλευομένη.

εἰ ταύτας ὁ κριτὴς ὁ θεῶν ἐθεήσατο πυγάς,

  10   οὐκέτ' ἂν οὐδ' ἐσιδεῖν ἤθελε τὰς προτέρας.

ΤΟΥ ΑΥΤΟΥ

Ἤρισαν ἀλλήλαις Ῥοδόπη, Μελίτη, Ῥοδόκλεια,

   τῶν τρισσῶν τίς ἔχει κρείσσονα μηριόνην,

καί με κριτὴν εἵλοντο· καὶ ὡς θεαὶ αἱ περίβλεπτοι

   ἔστησαν γυμναί, νέκταρι λειβόμεναι.

   5καὶ Ῥοδόπης μὲν ἔλαμπε μέσος μηρῶν πολύτιμος

   οἷα ῥοδὼν πολλῷ σχιζόμενος ζεφύρῳ ...

τῆς δὲ Ῥοδοκλείης ὑάλῳ ἴσος ὑγρομέτωπος

   οἷα καὶ ἐν νηῷ πρωτογλυφὲς ξόανον.

ἀλλὰ σαφῶς, ἃ πέπονθε Πάρις διὰ τὴν κρίσιν, εἰδὼς

   τὰς τρεῖς ἀθανάτας εὐθὺ συνεστεφάνουν.

ΤΟΥ ΑΥΤΟΥ

Μήτ' ἰσχνὴν λίην περιλάμβανε μήτε παχεῖαν,

   τούτων δ' ἀμφοτέρων τὴν μεσότητα θέλε.

τῇ μὲν γὰρ λείπει σαρκῶν χύσις, ἡ δὲ περισσὴν

   κέκτηται· λεῖπον μὴ θέλε μηδὲ πλέον.

ΝΙΚΑΡΧΟΥ

Εὐμεγέθης πείθει με καλὴ γυνή, ἄν τε καὶ ἀκμῆς

   ἅπτητ', ἄν τε καὶ ᾖ, Σιμύλε, πρεσβυτέρη.

ἡ μὲν γάρ με νέα περιλήψεται· ἢν δὲ παλαιή,

   γραῖά με καὶ ῥυσή, Σιμύλε, λειχάσεται.

ΤΟΥ ΑΥΤΟΥ

Οὐκ ἀποθνῄσκειν δεῖ με; τί μοι μέλει, ἤν τε ποδαγρὸς

   ἤν τε δρομεὺς γεγονὼς εἰς Ἀίδην ὑπάγω;

πολλοὶ γάρ μ' ἀροῦσιν· ἔα χωλόν με γενέσθαι.

   τῶνδ' ἕνεκεν, Χάρι, σοὺς οὔποτ' ἐῶ θιάσους.

ΤΟΥ ΑΥΤΟΥ

Τῆς μητρὸς μὴ ἄκουε, Φιλουμένη· ἢν γὰρ ἀπέλθω

   καὶ θῶ ἅπαξ ἔξω τὸν πόδα τῆς πόλεως,

τῶν καταπαιζόντων μὴ σχῇς λόγον, ἀλλ' ἐς ἐκείνους

   ἐμπαίξασ' ἄρξαι πλεῖον ἐμοῦ τι ποεῖν.

πάντα λίθον κίνει· σαυτὴν τρέφε καὶ γράφε πρός με,

   εἰς ποίην ἀκτὴν εὐφρόσυνον γέγονας.

εὐτακτεῖν πειρῶ· τὸ δ' ἐνοίκιον, ἤν τι περισσὸν

   γίνηται, καὶ ἐμοὶ φρόντισον ἠμάτιον.

ἢν ἐν γαστρὶ λάβῃς, τέκε, ναὶ τέκε· μὴ θορυβηθῇς·

  10   εὑρήσει, πόθεν ἔστ', ἐλθὸν ἐς ἡλικίην.

ΡΟΥΦΙΝΟΥ

Τίς γυμνὴν οὕτω σε καὶ ἐξέβαλεν καὶ ἔδειρεν;

   τίς ψυχὴν λιθίνην εἶχε καὶ οὐκ ἔβλεπεν;

μοιχὸν ἴσως ηὕρηκεν ἀκαίρως κεῖνος ἐσελθών;

   γινόμενον· πᾶσαι τοῦτο ποοῦσι, τέκνον.

   5πλὴν ἀπὸ νῦν, ὅταν ἐστὶν ἔσω, κεῖνος δ' ὅταν ἔξω,

   τὸ πρόθυρον σφήνου, μὴ πάλι ταὐτὸ πάθῃς.

ΤΟΥ ΑΥΤΟΥ

Μισῶ τὴν ἀφελῆ, μισῶ τὴν σώφρονα λίαν·

   ἡ μὲν γὰρ βραδέως, ἡ δὲ θέλει ταχέως.

ΤΟΥ ΑΥΤΟΥ

Ἐκβάλλει γυμνήν τις, ἐπὴν εὕρῃ ποτὲ μοιχόν,

   ὡς μὴ μοιχεύσας, ὡς ἀπὸ Πυθαγόρου;

εἶτα, τέκνον, κλαίουσα καταδρύψεις τὸ πρόσωπον

   καὶ παραριγώσεις μαινομένου προθύροις;

ἔκμαξαι, μὴ κλαῖε, τέκνον· χεὐρήσομεν ἄλλον,

   τὸν μὴ καὶ τὸ βλέπειν εἰδότα καὶ τὸ δέρειν.

ΤΟΥ ΑΥΤΟΥ

Λέμβιον, ἡ δ' ἑτέρα Κερκούριον, αἱ δύ' ἑταῖραι

   αἰὲν ἐφορμοῦσιν τῷ Σαμίων λιμένι.

ἀλλά, νέοι, πανδημὶ τὰ λῃστρικὰ τῆς Ἀφροδίτης

   φεύγεθ'· ὁ συμμίξας καὶ καταδὺς πίεται.

ΚΙΛΛΑΚΤΟΡΟΣ

Παρθενικὰ κούρα τὰ ἃ κέρματα πλείονα ποιεῖ,

   οὐκ ἀπὸ τᾶς τέχνας, ἀλλ' ἀπὸ τᾶς φύσιος.

ΦΙΛΟΔΗΜΟΥ

Χαῖρε σύ. ‑ Καὶ σύ γε χαῖρε. ‑ Τί δεῖ σε καλεῖν; ‑ Σὲ δέ; ‑ Μήπω

   τοῦτο· φιλόσπουδος. ‑ Μηδὲ σύ. ‑ Μή τιν' ἔχεις; ‑

Αἰεὶ τὸν φιλέοντα. ‑ Θέλεις ἅμα σήμερον ἡμῖν

   δειπνεῖν; ‑ Εἰ σὺ θέλεις. ‑ Εὖγε· πόσου παρέσῃ; ‑

   5Μηδέν μοι προδίδου ... ‑ Τοῦτο ξένον. ‑ ἀλλ' ὅσον ἄν σοι

   κοιμηθέντι δοκῇ, τοῦτο δός. ‑ Οὐκ ἀδικεῖς.

ποῦ γίνῃ; πέμψω ... ‑ Καταμάνθανε. ‑ Πηνίκα δ' ἥξεις; ‑

   Ἣν σὺ θέλεις ὥρην. ‑ Εὐθὺ θέλω. ‑ Πρόαγε.

ΡΟΥΦΙΝΟΥ

Πολλάκις ἠρασάμην σε λαβὼν ἐν νυκτί, Θάλεια,

   πληρῶσαι θαλερῇ θυμὸν ἐρωμανίῃ·

νῦν δ', ὅτε μοι γυμνὴ γλυκεροῖς μελέεσσι πέπλησαι,

   ἔκλυτος ὑπναλέῳ γυῖα κέκμηκα κόπῳ.

θυμὲ τάλας, τί πέπονθας; ἀνέγρεο μηδ' ἀπόκαμνε,

   ζητήσεις ταύτην τὴν ὑπερευτυχίην.

ΤΟΥ ΑΥΤΟΥ

Ὄμματα μὲν χρύσεια καὶ ὑαλόεσσα παρειὴ

   καὶ στόμα πορφυρέης τερπνότερον κάλυκος,

δειρὴ λυγδινέη καὶ στήθεα μαρμαίροντα

   καὶ πόδες ἀργυρέης λευκότεροι Θέτιδος·

εἰ δέ τι καὶ πλοκαμῖσι διαστίλβουσιν ἄκανθαι,

   τῆς λευκῆς καλάμης οὐδὲν ἐπιστρέφομαι.

ΤΟΥΔΙΚΙΟΥ ΓΑΛΛΟΥ

Ἡ τρισὶ λειτουργοῦσα πρὸς ἓν τάχος ἀνδράσι Λύδη,

   τῷ μὲν ὑπὲρ νηδύν, τῷ δ' ὑπό, τῷ δ' ὄπιθεν,

εἰσδέχομαι φιλόπαιδα, γυναικομανῆ, φιλυβριστήν.

   εἰ σπεύδεις ἐλθὼν σὺν δυσί, μὴ κατέχου.

ΑΔΕΣΠΟΤΟΝ

Καὶ πενίη καὶ ἔρως δύο μοι κακά· καὶ τὸ μὲν οἴσω

   κούφως, πῦρ δὲ φέρειν Κύπριδος οὐ δύναμαι.

ΑΔΕΣΠΟΤΟΝ

Ἠράσθην, ἐφίλουν, ἔτυχον, κατέπραξ', ἀγαπῶμαι.

   τίς δὲ καὶ ἧς καὶ πῶς, ἡ θεὸς οἶδε μόνη.

ΔΙΟΣΚΟΡΙΔΟΥ

Ὅρκον κοινὸν Ἔρωτ' ἀνεθήκαμεν· ὅρκος ὁ πιστὴν

   Ἀρσινόης θέμενος Σωσιπάτρῳ φιλίην.

ἀλλ' ἡ μὲν ψευδής, κενὰ δ' ὅρκια· τῷ δ' ἐφυλάχθη

   ἵμερος· ἡ δὲ θεῶν οὐ φανερὴ δύναμις.

θρήνους, ὦ Ὑμέναιε, παρὰ κληῖσιν ἀκούσαις

   Ἀρσινόης, παστῷ μεμψάμενος προδότῃ.

ΤΟΥ ΑΥΤΟΥ

Ἡ πιθανή μ' ἔτρωσεν Ἀριστονόη, φίλ' Ἄδωνι,

   κοψαμένη τῇ σῇ στήθεα πὰρ καλύβῃ.

εἰ δώσει ταύτην καὶ ἐμοὶ χάριν, ἢν ἀποπνεύσω,

   μὴ προφάσεις, σύμπλουν σύμ με λαβὼν ἀπάγου.

ΤΟΥ ΑΥΤΟΥ

Μήποτε γαστροβαρῆ πρὸς σὸν λέχος ἀντιπρόσωπον

   παιδογόνῳ κλίνῃς Κύπριδι τερπόμενος.

μεσσόθι γὰρ μέγα κῦμα καὶ οὐκ ὀλίγος πόνος ἔσται

   τῆς μὲν ἐρεσσομένης, σοῦ δὲ σαλευομένου.

ἀλλὰ πάλιν στρέψας ῥοδοειδέι τέρπεο πυγῇ,

   τὴν ἄλοχον νομίσας ἀρσενόπαιδα Κύπριν.

ΤΟΥ ΑΥΤΟΥ

Δωρίδα τὴν ῥοδόπυγον ὑπὲρ λεχέων διατείνας

   ἄνθεσιν ἐν χλοεροῖς ἀθάνατος γέγονα.

ἡ γὰρ ὑπερφυέεσσι μέσον διαβᾶσά με ποσσὶν

   ἤνυεν ἀκλινέως τὸν Κύπριδος δόλιχον,

ὄμμασι νωθρὰ βλέπουσα· τὰ δ', ἠύτε πνεύματι φύλλα,

   ἀμφισαλευομένης ἔτρεμε πορφύρεα,

μέχρις ἀπεσπείσθη λευκὸν μένος ἀμφοτέροισιν,

   καὶ Δωρὶς παρέτοις ἐξεχύθη μέλεσι.

ΤΟΥ ΑΥΤΟΥ

Ἐκμαίνει χείλη με ῥοδόχροα, ποικιλόμυθα,

   ψυχοτακῆ, στόματος νεκταρέου πρόθυρα,

καὶ γλῆναι λασίαισιν ὑπ' ὀφρύσιν ἀστράπτουσαι,

   σπλάγχνων ἡμετέρων δίκτυα καὶ παγίδες,

καὶ μαζοὶ γλαγόεντες, ἐύζυγες, ἱμερόεντες,

   εὐφυέες, πάσης τερπνότεροι κάλυκος.

ἀλλὰ τί μηνύω κυσὶν ὀστέα; μάρτυρές εἰσι

   τῆς ἀθυροστομίης οἱ Μίδεω κάλαμοι.

ΜΕΛΕΑΓΡΟΥ

Τὴν πυρὶ νηχομένην ψυχὴν ἂν πολλάκι καίῃς,

   φεύξετ', Ἔρως· καὐτή, σχέτλι', ἔχει πτέρυγας.

ΑΡΧΙΟΥ

Νήπι' Ἔρως, πορθεῖς με, τὸ κρήγυον· εἴς με κένωσον

   πᾶν σὺ βέλος, λοιπὴν μηκέτ' ἀφεὶς γλυφίδα,

ὡς ἂν μοῦνον ἕλοις ἰοῖς ἐμὲ καί τινα χρῄζων

   ἄλλον ὀιστεῦσαι μηκέτ' ἔχοις ἀκίδα.

ΤΟΥ ΑΥΤΟΥ

Φεύγειν δεῖ τὸν Ἔρωτα· κενὸς πόνος· οὐ γὰρ ἀλύξω

   πεζὸς ὑπὸ πτηνοῦ πυκνὰ διωκόμενος.

ΡΟΥΦΙΝΟΥ

Παρθένος ἀργυρόπεζος ἐλούετο, χρύσεα μαζῶν

   χρωτὶ γαλακτοπαγεῖ μῆλα διαινομένη·

πυγαὶ δ' ἀλλήλαις περιηγέες εἱλίσσοντο,

   ὕδατος ὑγροτέρῳ χρωτὶ σαλευόμεναι·

τὸν δ' ὑπεροιδαίνοντα κατέσκεπε πεπταμένη χεὶρ

   οὐχ ὅλον Εὐρώταν, ἀλλ' ὅσον ἠδύνατο.

ΤΟΥ ΑΥΤΟΥ

Τῇ κυανοβλεφάρῳ παίζων κόνδακα Φιλίππῃ

   ἐξ αὐτῆς κραδίης ἡδὺ γελᾶν ἐπόουν·

Δώδεκά σοι βέβληκα καὶ αὔριον ἄλλα βαλῶ σοι

   ἢ πλέον ἠὲ πάλιν δώδεκ' ἐπιστάμενος.

εἶτα κελευομένη ἦλθεν· γελάσας δὲ πρὸς αὐτήν·

   Εἴθε σε καὶ νύκτωρ ἐρχομένην ἐκάλουν.

ΤΟΥ ΑΥΤΟΥ

Οὔπω σου τὸ καλὸν χρόνος ἔσβεσεν, ἀλλ' ἔτι πολλὰ

   λείψανα τῆς προτέρης σῴζεται ἡλικίης,

καὶ χάριτες μίμνουσιν ἀγήραοι, οὐδὲ τὸ καλὸν

   τῶν ἱλαρῶν μήλων ἢ ῥόδον ἐξέφυγεν.

ὢ πόσσους κατέφλεξε τὸ πρὶν θεοείκελον ἄνθος,

   [ἡνίκα πρωτοβόλων λάμπεν ἀπὸ βλεφάρων].

ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ

Ἀντιγόνη, Σικελὴ πάρος ἦσθά μοι· ὡς δ' ἐγενήθης

   Αἰτωλή, κἀγὼ Μῆδος ἰδοὺ γέγονα.

ΑΣΚΛΗΠΙΑΔΟΥ

Νεῖφε, χαλαζοβόλει, ποίει σκότος, αἶθε, κεραύνου,

   πάντα τὰ πορφύροντ' ἐν χθονὶ σεῖε νέφη·

ἢν γάρ με κτείνῃς, τότε παύσομαι· ἢν δέ μ' ἀφῇς ζῆν,

   καὶ διαθεὶς τούτων χείρονα, κωμάσομαι.

ἕλκει γάρ μ' ὁ κρατῶν καὶ σοῦ θεός, ᾧ ποτε πεισθείς,

   Ζεῦ, διὰ χαλκείων χρυσὸς ἔδυς θαλάμων.

ΑΔΕΣΠΟΤΟΝ

Αἰετὸς ὁ Ζεὺς ἦλθεν ἐπ' ἀντίθεον Γανυμήδην,

   κύκνος ἐπὶ ξανθὴν μητέρα τὴν Ἑλένης.

οὕτως ἀμφότερ' ἐστὶν ἀσύγκριτα· τῶν δύο δ' αὐτῶν

   ἄλλοις ἄλλο δοκεῖ κρεῖσσον, ἐμοὶ τὰ δύο.

ΡΟΥΦΙΝΟΥ

Εὐκαίρως μονάσασαν ἰδὼν Προδίκην ἱκέτευον,

   καὶ τῶν ἀμβροσίων ἁψάμενος γονάτων·

Σῶσον, ἔφην, ἄνθρωπον ἀπολλύμενον παρὰ μικρόν,

   καὶ φεῦγον ζωῆς πνεῦμα σύ μοι χάρισαι.

ταῦτα λέγοντος ἔκλαυσεν· ἀποψήσασα δὲ δάκρυ,

   ταῖς τρυφεραῖς ἡμᾶς χερσὶν ὑπεξέβαλεν.

ΚΑΠΙΤΩΝΟΣ

Κάλλος ἄνευ χαρίτων τέρπει μόνον, οὐ κατέχει δέ,

   ὡς ἄτερ ἀγκίστρου νηχόμενον δέλεαρ.

ΛΟΥΚΙΛΛΙΟΥ, οἱ δὲ ΠΟΛΕΜΩΝΟΣ ΤΟΥ ΠΟΝΤΙΚΟΥ

Ἢ τὸ φιλεῖν περίγραψον, Ἔρως, ὅλον ἢ τὸ φιλεῖσθαι

   πρόσθες, ἵν' ἢ λύσῃς τὸν πόθον ἢ κεράσῃς.

ΡΟΥΦΙΝΟΥ

Παλλὰς ἐσαθρήσασα καὶ Ἥρη χρυσοπέδιλος

   Μαιονίδ' ἐκ κραδίης ἴαχον ἀμφότεραι·

Οὐκέτι γυμνούμεσθα· κρίσις μία ποιμένος ἀρκεῖ·

   οὐ καλὸν ἡττᾶσθαι δὶς περὶ καλλοσύνης.

ΤΟΥ ΑΥΤΟΥ

Κάλλος ἔχεις Κύπριδος, Πειθοῦς στόμα, σῶμα καὶ ἀκμὴν

   εἰαρινῶν Ὡρῶν, φθέγμα δὲ Καλλιόπης,

νοῦν καὶ σωφροσύνην Θέμιδος καὶ χεῖρας Ἀθήνης·

   σὺν σοὶ δ' αἱ Χάριτες τέσσαρές εἰσι, Φίλη.

ΤΟΥ ΑΥΤΟΥ, οἱ δὲ ΠΑΛΛΑΔΑ ΑΛΕΞΑΝΔΡΕΩΣ

Πρωτομάχου πατρὸς καὶ Νικομάχης γεγαμηκὼς

   θυγατέρα, Ζήνων, ἔνδον ἔχεις πόλεμον.

ζήτει Λυσίμαχον μοιχὸν φίλον, ὅς σ' ἐλεήσας

   ἐκ τῆς Πρωτομάχου λύσεται Ἀνδρομάχης.

ΤΟΥ ΑΥΤΟΥ

Τοῦτο βίος, τοῦτ' αὐτό· τρυφὴ βίος· ἔρρετ', ἀνῖαι.

   ζωῆς ἀνθρώποις ὀλίγος χρόνος. ἄρτι Λυαῖος,

ἄρτι χοροὶ στέφανοί τε φιλανθέες, ἄρτι γυναῖκες.

   σήμερον ἐσθλὰ πάθω, τὸ γὰρ αὔριον οὐδενὶ δῆλον.

ΡΟΥΦΙΝΟΥ

Δαίμονες, οὐκ ᾔδειν, ὅτι λούεται ἡ Κυθέρεια,

   χερσὶ καταυχενίους λυσαμένη πλοκάμους.

ἱλήκοις, δέσποινα, καὶ ὄμμασιν ἡμετέροισι

   μήποτε μηνίσῃς θεῖον ἰδοῦσι τύπον.

νῦν ἔγνων· Ῥοδόκλεια καὶ οὐ Κύπρις. εἶτα τὸ κάλλος

   τοῦτο πόθεν; σύ, δοκῶ, τὴν θεὸν ἐκδέδυκας.

ΤΟΥ ΑΥΤΟΥ

Πέμπω σοι, Ῥοδόκλεια, τόδε στέφος, ἄνθεσι καλοῖς

   αὐτὸς ὑφ' ἡμετέραις πλεξάμενος παλάμαις.

ἔστι κρίνον ῥοδέη τε κάλυξ νοτερή τ' ἀνεμώνη

   καὶ νάρκισσος ὑγρὸς καὶ κυαναυγὲς ἴον.

ταῦτα στεψαμένη, λῆξον μεγάλαυχος ἐοῦσα·

   ἀνθεῖς καὶ λήγεις καὶ σὺ καὶ ὁ στέφανος.

ΤΟΥ ΑΥΤΟΥ

Γείτονα παρθένον εἶχον Ἀμυμώνην Ἀφροδίτην,

   ἥ μου τὴν ψυχὴν ἔφλεγεν οὐκ ὀλίγον.

αὕτη μοι προσέπαιζε καί, εἴ ποτε καιρός, ἐτόλμων.

   ἠρυθρία. τί πλέον; τὸν πόνον ᾐσθάνετο.

   5ἤνυσα πολλὰ καμών. παρακήκοα νῦν, ὅτι τίκτει.

   ὥστε τί ποιοῦμεν; φεύγομεν ἢ μένομεν;

ΤΟΥ ΑΥΤΟΥ

Αὕτη πρόσθεν ἔην ἐρατόχροος, εἰαρόμασθος,

   εὔσφυρος, εὐμήκης, εὔοφρυς, εὐπλόκαμος.

ἠλλάχθη δὲ χρόνῳ καὶ γήραϊ καὶ πολιαῖσι,

   καὶ νῦν τῶν προτέρων οὐδ' ὄναρ οὐδὲν ἔχει·

ἀλλοτρίας δὲ τρίχας καὶ ῥυσῶδες ‹τὸ› πρόσωπον,

   οἷον γηράσας οὐδὲ πίθηκος ἔχει.

ΤΟΥ ΑΥΤΟΥ

Εἰ τοίην χάριν εἶχε γυνὴ μετὰ Κύπριδος εὐνήν,

οὐκ ἄν τοι χρονέεσκεν ἀνὴρ ἀλόχῳ συνομιλῶν.

πᾶσαι γὰρ μετὰ κύπριν ἀτερπέες εἰσὶ γυναῖκες.

ΠΛΑΤΩΝΟΣ

Τὴν ψυχὴν Ἀγάθωνα φιλῶν ἐπὶ χείλεσιν ἔσχον·

   ἦλθε γὰρ ἡ τλήμων ὡς διαβησομένη.

ΤΟΥ ΑΥΤΟΥ

Τῷ μήλῳ βάλλω σε· σὺ δ' εἰ μὲν ἑκοῦσα φιλεῖς με,

   δεξαμένη τῆς σῆς παρθενίης μετάδος.

εἰ δ' ἄρ', ὃ μὴ γίγνοιτο, νοεῖς, τοῦτ' αὐτὸ λαβοῦσα

   σκέψαι τὴν ὥρην ὡς ὀλιγοχρόνιος.

ΤΟΥ ΑΥΤΟΥ

Μῆλον ἐγώ· βάλλει με φιλῶν σέ τις. ἀλλ' ἐπίνευσον,

   Ξανθίππη· κἀγὼ καὶ σὺ μαραινόμεθα.

ΔΙΟΝΥΣΙΟΥ ΣΟΦΙΣΤΟΥ

Ἡ τὰ ῥόδα, ῥοδόεσσαν ἔχεις χάριν. ἀλλὰ τί πωλεῖς;

   σαυτὴν ἢ τὰ ῥόδα ἠὲ συναμφότερα;

ΑΔΕΣΠΟΤΟΝ

Ὦ σοβαρὴ βαλάνισσα, τί μ' οὕτως ἔκπυρα λούεις;

   πρίν μ' ἀποδύσασθαι, τοῦ πυρὸς αἰσθάνομαι.

ΑΔΕΣΠΟΤΟΝ

Εἴθ' ἄνεμος γενόμην, σὺ δὲ δὴ στείχουσα παρ' αὐγὰς

   στήθεα γυμνώσαις καί με πνέοντα λάβοις.

ΑΛΛΟ

Εἴθε ῥόδον γενόμην ὑποπόρφυρον, ὄφρα με χερσὶν

   ἀρσαμένη χαρίσῃ στήθεσι χιονέοις.

ΑΣΚΛΗΠΙΑΔΟΥ

Φείδῃ παρθενίης. καὶ τί πλέον; οὐ γὰρ ἐς Ἅιδην

   ἐλθοῦσ' εὑρήσεις τὸν φιλέοντα, κόρη.

ἐν ζωοῖσι τὰ τερπνὰ τὰ Κύπριδος· ἐν δ' Ἀχέροντι

   ὀστέα καὶ σποδιή, παρθένε, κεισόμεθα.

ΚΛΑΥΔΙΑΝΟΥ

Ἵλαθί μοι, φίλε Φοῖβε· σὺ γὰρ θοὰ τόξα τιταίνων

ἐβλήθης ὑπ' Ἔρωτος ὑπωκυτέροισιν ὀιστοῖς.

ΡΟΥΦΙΝΟΥ

Ἀρνεῖται τὸν ἔρωτα Μελισσιάς, ἀλλὰ τὸ σῶμα

   κέκραγεν ὡς βελέων δεξάμενον φαρέτρην,

καὶ φάσις ἀστατέουσα καὶ ἄστατος ἄσθματος ὁρμὴ

   καὶ κοῖλαι βλεφάρων ἰοτυπεῖς βάσιες.

ἀλλά, Πόθοι, πρὸς μητρὸς ἐυστεφάνου Κυθερείης,

   φλέξατε τὴν ἀπιθῆ, μέχρις ἐρεῖ· Φλέγομαι.

ΤΟΥ ΑΥΤΟΥ

Εἰ δυσὶν οὐκ ἴσχυσας ἴσην φλόγα, πυρφόρε, καῦσαι,

   τὴν ἑνὶ καιομένην ἢ σβέσον ἢ μετάθες.

ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ

Οὐκ ἔσθ' οὗτος ἔρως, εἴ τις καλὸν εἶδος ἔχουσαν

   βούλετ' ἔχειν, φρονίμοις ὄμμασι πειθόμενος·

ἀλλ' ὅστις κακόμορφον ἰδών, πεφορημένος ἰοῖς,

   στέργει, μαινομένης ἐκ φρενὸς αἰθόμενος,

οὗτος ἔρως, πῦρ τοῦτο. τὰ γὰρ καλὰ πάντας ὁμοίως

   τέρπει τοὺς κρίνειν εἶδος ἐπισταμένους.

ΑΔΕΣΠΟΤΟΝ

Πέμπω σοι μύρον ἡδύ, μύρῳ τὸ μύρον θεραπεύων,

   ὡς Βρομίῳ σπένδων νᾶμα τὸ τοῦ Βρομίου.

ΑΔΕΣΠΟΤΟΝ

Πέμπω σοι μύρον ἡδύ, μύρῳ παρέχων χάριν, οὐ σοί.

   αὐτὴ γὰρ μυρίσαι καὶ τὸ μύρον δύνασαι.

ΡΟΥΦΙΝΟΥ

Ὑψοῦται Ῥοδόπη τῷ κάλλεϊ· κἤν ποτε Χαῖρε

   εἴπω, ταῖς σοβαραῖς ὀφρύσιν ἠσπάσατο·

ἤν ποτε καὶ στεφάνους προθύρων ὕπερ ἐκκρεμάσωμαι,

   ὀργισθεῖσα πατεῖ τοῖς σοβαροῖς ἴχνεσι.

ὦ ῥυτίδες καὶ γῆρας ἀνηλεές, ἔλθετε θᾶσσον·

   σπεύσατε, κἂν ὑμεῖς πείσατε τὴν Ῥοδόπην.

ΤΟΥ ΑΥΤΟΥ

Ὥπλισμαι πρὸς Ἔρωτα περὶ στέρνοισι λογισμόν,

   οὐδέ με νικήσει, μοῦνος ἐὼν πρὸς ἕνα,

θνατὸς δ' ἀθανάτῳ συστήσομαι. ἢν δὲ βοηθὸν

   Βάκχον ἔχῃ, τί μόνος πρὸς δύ' ἐγὼ δύναμαι;

ΤΟΥ ΑΥΤΟΥ

Ὄμματ' ἔχεις Ἥρης, Μελίτη, τὰς χεῖρας Ἀθήνης,

   τοὺς μαζοὺς Παφίης, τὰ σφυρὰ τῆς Θέτιδος.

εὐδαίμων ὁ βλέπων σε, τρισόλβιος ὅστις ἀκούει,

   ἡμίθεος δ' ὁ φιλῶν, ἀθάνατος δ' ὁ γαμῶν.

ΑΔΕΣΠΟΤΟΝ

Τέσσαρες αἱ Χάριτες, Παφίαι δύο καὶ δέκα Μοῦσαι·

   Δερκυλὶς ἐν πάσαις· Μοῦσα, Χάρις, Παφίη.

ΜΕΛΕΑΓΡΟΥ

Ἰξὸν ἔχεις τὸ φίλημα, τὰ δ' ὄμματα, Τιμάριον, πῦρ·

   ἢν ἐσίδῃς, καίεις· ἢν δὲ θίγῃς, δέδεκας.

ΡΟΥΦΙΝΟΥ

Εἰ μὲν ἐπ' ἀμφοτέροισιν, Ἔρως, ἴσα τόξα τιταίνεις,

   εἶ θεός· εἰ δὲ ῥέπεις πρὸς μέρος, οὐ θεὸς εἶ.

ΑΔΗΛΟΝ, οἱ δὲ ΑΡΧΙΟΥ

Ὠμίζευ, Κύπρι, τόξα καὶ εἰς σκοπὸν ἥσυχος ἐλθὲ

   ἄλλον· ἐγὼ γὰρ ἔχω τραύματος οὐδὲ τόπον.

ΑΔΗΛΟΝ

Ἤθελον, ὦ κιθαρῳδέ, παραστάς, ὡς κιθαρίζεις,

   τὴν ὑπάτην κροῦσαι τήν τε μέσην χαλάσαι.

ΑΔΗΛΟΝ

Εἴ μοί τις μέμψαιτο δαείς, ὅτι λάτρις Ἔρωτος

   φοιτῶ θηρευτὴν ὄμμασιν ἰξὸν ἔχων,

εἰδείη καὶ Ζῆνα καὶ Ἄϊδα τόν τε θαλάσσης

   σκηπτοῦχον μαλερῶν δοῦλον ἐόντα Πόθων.

εἰ δὲ θεοὶ τοιοίδε, θεοῖς δ' ἐνέπουσιν ἕπεσθαι

   ἀνθρώπους, τί θεῶν ἔργα μαθὼν ἀδικῶ;

ΑΔΕΣΠΟΤΟΝ

Χαῖρε, κόρη. ‑ Καὶ δὴ σύ. ‑ Τίς ἡ προϊοῦσα; ‑ Τί πρὸς σέ; ‑

   Οὐκ ἀλόγως ζητῶ. ‑ Δεσπότις ἡμετέρη. ‑

Ἐλπίζειν ἔστιν; ‑ Ζητεῖς δὲ τί; ‑ Νύκτα. ‑ Φέρεις τι; ‑

   Χρυσίον. ‑ Εὐθύμει. ‑ Καὶ τόσον. ‑ Οὐ δύνασαι.

ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ

Τὴν ἰσχνὴν Διόκλειαν ἀσαρκοτέρην Ἀφροδίτην,

   ὄψεαι, ἀλλὰ καλοῖς ἤθεσι τερπομένην.

οὐ πολύ μοι τὸ μεταξὺ γενήσεται, ἀλλ' ἐπὶ λεπτὰ

   στέρνα πεσὼν ψυχῆς κείσομαι ἐγγυτάτω.

ΡΟΥΦΙΝΟΥ

Μέχρι τίνος, Προδίκη, παρακλαύσομαι; ἄχρι τίνος σε

   γουνάσομαι, στερεή, μηδὲν ἀκουόμενος;

ἤδη καὶ λευκαί σοι ἐπισκιρτῶσιν ἔθειραι,

   καὶ τάχα μοι δώσεις ὡς Ἑκάβη Πριάμῳ.

ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ

Αἶρε τὰ δίκτυα ταῦτα, κακόσχολε, μηδ' ἐπίτηδες

   ἰσχίον ἐρχομένη σύστρεφε, Λυσιδίκη.

οὔ σε περισφίγγει λεπτὸς στολιδώμασι πέπλος,

   πάντα δέ σου βλέπεται γυμνὰ καὶ οὐ βλέπεται.

εἰ τόδε σοι χαρίεν καταφαίνεται, αὐτὸς ὁμοίως

   ὀρθὸν ἔχων βύσσῳ τοῦτο περισκεπάσω.

ΤΟΥ ΑΥΤΟΥ

Ἄλλος ὁ Μηνοφίλας λέγεται παρὰ μαχλάσι κόσμος,

   ἄλλος, ἐπεὶ πάσης γεύεται ἀκρασίης.

ἀλλ' ἴτε, Χαλδαῖοι, κείνης πέλας· ἦ γὰρ ὁ ταύτης

   οὐρανὸς ἐντὸς ἔχει καὶ κύνα καὶ διδύμους.

ΔΙΟΤΙΜΟΥ ΜΙΛΗΣΙΟΥ

Γραῖα, φίλη θρέπτειρα, τί μου προσιόντος ὑλακτεῖς

   καὶ χαλεπὰς βάλλεις δὶς τόσον εἰς ὀδύνας;

παρθενικὴν γὰρ ἄγεις περικαλλέα, τῆς ἐπιβαίνων

   ἴχνεσι, τὴν ἰδικὴν οἶμον ἴδ' ὡς φέρομαι,

εἶδος ἐσαυγάζων μοῦνον γλυκύ. τίς φθόνος ὄσσων,

   δύσμορε; καὶ μορφὰς ἀθανάτων βλέπομεν.

ΦΙΛΟΔΗΜΟΥ

Γινώσκω, χαρίεσσα, φιλεῖν πάνυ τὸν φιλέοντα,

   καὶ πάλι γινώσκω τόν με δακόντα δακεῖν·

μὴ λύπει με λίην στέργοντά σε μηδ' ἐρεθίζειν

   τὰς βαρυοργήτους σοι θέλε Πιερίδας.

τοῦτ' ἐβόων αἰεὶ καὶ προὔλεγον· ἀλλ' ἴσα πόντῳ

   Ἰονίῳ μύθων ἔκλυες ἡμετέρων.

τοιγὰρ νῦν σὺ μὲν ὧδε μέγα κλαίουσα βαΰζοις·

   ἡμεῖς δ' ἐν κόλποις ἥμεθα Ναϊάδος.

ΚΡΙΝΑΓΟΡΟΥ

Δειλαίη, τί σε πρῶτον ἔπος, τί δὲ δεύτατον εἴπω;

   δειλαίη· τοῦτ' ἐν παντὶ κακῷ ἔτυμον.

οἴχεαι, ὦ χαρίεσσα γύναι, καὶ ἐς εἴδεος ὥρην

   ἄκρα καὶ εἰς ψυχῆς ἦθος ἐνεγκαμένη.

Πρώτη σοι ὄνομ' ἔσκεν ἐτήτυμον· ἦν γὰρ ἅπαντα

   δεύτερ' ἀμιμήτων τῶν ἐπὶ σοὶ χαρίτων.

ΑΝΤΙΠΑΤΡΟΥ

Δραχμῆς Εὐρώπην τὴν Ἀτθίδα μήτε φοβηθεὶς

   μηδένα μήτ' ἄλλως ἀντιλέγουσαν ἔχε,

καὶ στρωμνὴν παρέχουσαν ἀμεμφέα, χὠπότε χειμών,

   ἄνθρακας. ἦ ῥα μάτην, Ζεῦ φίλε, βοῦς ἐγένου.

ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ

Ἔγχει Λυσιδίκης κυάθους δέκα, τῆς δὲ ποθεινῆς

   Εὐφράντης ἕνα μοι, λάτρι, δίδου κύαθον.

φήσεις Λυσιδίκην με φιλεῖν πλέον· οὐ μὰ τὸν ἡδὺν

   Βάκχον, ὃν ἐν ταύτῃ λαβροποτῶ κύλικι,

   5ἀλλά μοι Εὐφράντη μία πρὸς δέκα· καὶ γὰρ ἀπείρους

   ἀστέρας ἓν μήνης φέγγος ὑπερτίθεται.

ΑΝΤΙΦΙΛΟΥ

Εἶπον ἐγὼ καὶ πρόσθεν, ὅτ' ἦν ἔτι φίλτρα Τερείνης

   νήπια· Συμφλέξει πάντας ἀεξομένη.

οἱ δ' ἐγέλων τὸν μάντιν. ἴδ', ὁ χρόνος, ὅν ποτ' ἐφώνουν,

   οὗτος· ἐγὼ δὲ πάλαι τραύματος ᾐσθανόμην.

καὶ τί πάθω; λεύσσειν μέν, ὅλαι φλόγες· ἢν δ' ἀπονεύσω,

   φροντίδες· ἢν δ' αἰτῶ, παρθένος. οἰχόμεθα.

ΦΙΛΟΔΗΜΟΥ

Ἠράσθην· τίς δ' οὐχί; κεκώμακα· τίς δ' ἀμύητος

   κώμων; ἀλλ' ἐμάνην· ἐκ τίνος; οὐχὶ θεοῦ;

ἐρρίφθω· πολιὴ γὰρ ἐπείγεται ἀντὶ μελαίνης

   θρὶξ ἤδη, συνετῆς ἄγγελος ἡλικίης.

καὶ παίζειν ὅτε καιρός, ἐπαίξαμεν· ἡνίκα καιρὸς

   οὐκέτι, λωιτέρης φροντίδος ἁψόμεθα.

ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ

Ἠράσθης πλουτῶν, Σωσίκρατες, ἀλλὰ πένης ὢν

   οὐκέτ' ἐρᾷς· λιμὸς φάρμακον οἷον ἔχει.

ἡ δὲ πάρος σε καλεῦσα μύρον καὶ τερπνὸν Ἄδωνιν

   Μηνοφίλα νῦν σου τοὔνομα πυνθάνεται·

Τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πτόλις; ἦ μόλις ἔγνως

   τοῦτ' ἔπος, ὡς οὐδεὶς οὐδὲν ἔχοντι φίλος.

ΜΑΙΚΙΟΥ

Ἡ χαλεπὴ κατὰ πάντα Φιλίστιον, ἡ τὸν ἐραστὴν

   μηδέποτ' ἀργυρίου χωρὶς ἀνασχομένη,

φαίνετ' ἀνεκτοτέρη νῦν ἢ πάρος. οὐ μέγα θαῦμα

   φαίνεσθ'· ἠλλάχθαι τὴν φύσιν οὐ δοκέω.

καὶ γὰρ πρηϋτέρη ποτὲ γίνεται ἀσπὶς ἀναιδής,

   δάκνει δ' οὐκ ἄλλως ἢ θανατηφορίην.

ΦΙΛΟΔΗΜΟΥ

Ἠράσθην Δημοῦς Παφίης γένος· οὐ μέγα θαῦμα·

   καὶ Σαμίης Δημοῦς δεύτερον· οὐχὶ μέγα·

καὶ πάλιν Ὑσιακῆς Δημοῦς τρίτον· οὐκέτι ταῦτα

   παίγνια· καὶ Δημοῦς τέτρατον Ἀργολίδος.

αὐταί που Μοῖραί με κατωνόμασαν Φιλόδημον,

   ὡς αἰεὶ Δημοῦς θερμὸς ἔχοι με πόθος.

ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ

Θῆλυς ἔρως κάλλιστος ἐνὶ θνητοῖσι τέτυκται,

   ὅσσοις ἐς φιλίην σεμνὸς ἔνεστι νόος.

εἰ δὲ καὶ ἀρσενικὸν στέργεις πόθον, οἶδα διδάξαι

   φάρμακον, ᾧ παύσεις τὴν δυσέρωτα νόσον.

στρέψας Μηνοφίλαν εὐίσχιον ἐν φρεσὶν ἔλπου

   αὐτὸν ἔχειν κόλποις ἄρσενα Μηνόφιλον.

ΜΑΙΚΙΟΥ

Θερμαίνει μ' ὁ καλὸς Κορνήλιος· ἀλλὰ φοβοῦμαι

   τοῦτο τὸ φῶς, ἤδη πῦρ μέγα γινόμενον.

ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ

Ἰσιὰς ἡδύπνευστε, καὶ εἰ δεκάκις μύρον ὄσδεις,

   ἔγρεο καὶ δέξαι χερσὶ φίλαις στέφανον,

ὃν νῦν μὲν θάλλοντα, μαραινόμενον δὲ πρὸς ἠῶ

   ὄψεαι, ὑμετέρης σύμβολον ἡλικίης.

ΚΡΙΝΑΓΟΡΟΥ

Κἢν ῥίψῃς ἐπὶ λαιὰ καὶ ἢν ἐπὶ δεξιὰ ῥίψῃς,

   Κριναγόρη, κενεοῦ σαυτὸν ὕπερθε λέχους,

εἰ μή σοι χαρίεσσα παρακλίνοιτο Γέμελλα,

   γνώσῃ κοιμηθεὶς οὐχ ὕπνον, ἀλλὰ κόπον.

ΦΙΛΟΔΗΜΟΥ

Καὶ νυκτὸς μεσάτης τὸν ἐμὸν κλέψασα σύνευνον

   ἦλθον καὶ πυκινῇ τεγγομένη ψακάδι.

τοὔνεκ' ἐν ἀπρήκτοισι καθήμεθα κοὐχὶ λαλεῦντες

   εὕδομεν, ὡς εὕδειν τοῖς φιλέουσι θέμις;

ΤΟΥ ΑΥΤΟΥ

Μικκὴ καὶ μελανεῦσα Φιλαίνιον, ἀλλὰ σελίνων

   οὐλοτέρη καὶ μνοῦ χρῶτα τερεινοτέρη

καὶ κεστοῦ φωνεῦσα μαγώτερα καὶ παρέχουσα

   πάντα καὶ αἰτῆσαι πολλάκι φειδομένη.

τοιαύτην στέργοιμι Φιλαίνιον, ἄχρις ἂν εὕρω

   ἄλλην, ὦ χρυσέη Κύπρι, τελειοτέρην.

ΔΙΟΔΩΡΟΥ

Μὴ σύ γε, μηδ' εἴ τοι πολὺ φέρτερος εἴδεται ὄσσων

   ἀμφοτέρων Κλεῖνος, κοῦρε, Μεγιστοκλέους,

κἢν στίλβῃ Χαρίτεσσι λελουμένος, ἀμφιδονοίης

   τὸν καλόν· οὐ γὰρ ὁ παῖς ἤπιος οὐδ' ἄκακος,

ἀλλὰ μέλων πολλοῖσι καὶ οὐκ ἀδίδακτος ἐρώτων.

   τὴν φλόγα ῥιπίζειν δείδιθι, δαιμόνιε.

ΦΙΛΟΔΗΜΟΥ

Νυκτερινή, δίκερως, φιλοπάννυχε, φαῖνε, Σελήνη,

   φαῖνε δι' εὐτρήτων βαλλομένη θυρίδων·

αὔγαζε χρυσέην Καλλίστιον· ἐς τὰ φιλεύντων

   ἔργα κατοπτεύειν οὐ φθόνος ἀθανάτῃ.

ὀλβίζεις καὶ τήνδε καὶ ἡμέας, οἶδα, Σελήνη·

   καὶ γὰρ σὴν ψυχὴν ἔφλεγεν Ἐνδυμίων.

ΤΟΥ ΑΥΤΟΥ

Οὔπω σοι καλύκων γυμνὸν θέρος, οὐδὲ μελαίνει

   βότρυς ὁ παρθενίους πρωτοβολῶν χάριτας.

ἀλλ' ἤδη θοὰ τόξα νέοι θήγουσιν Ἔρωτες,

   Λυσιδίκη, καὶ πῦρ τύφεται ἐγκρύφιον.

φεύγωμεν, δυσέρωτες, ἕως βέλος οὐκ ἐπὶ νευρῇ·

   μάντις ἐγὼ μεγάλης αὐτίκα πυρκαϊῆς.

ΒΑΣΣΟΥ

Οὐ μέλλω ῥεύσειν χρυσός ποτε· βοῦς δὲ γένοιτο

   ἄλλος χὠ μελίθρους κύκνος ἐπῃόνιος.

Ζηνὶ φυλασσέσθω τάδε παίγνια· τῇ δὲ Κορίννῃ

   τοὺς ὀβολοὺς δώσω τοὺς δύο κοὐ πέτομαι.

ΦΙΛΟΔΗΜΟΥ

Πέντε δίδωσιν ἑνὸς τῇ δεῖνα ὁ δεῖνα τάλαντα,

   καὶ βινεῖ φρίσσων καί, μὰ τόν, οὐδὲ καλήν·

πέντε δ' ἐγὼ δραχμὰς τῶν δώδεκα Λυσιανάσσῃ,

   καὶ βινῶ πρὸς τῷ κρείσσονα καὶ φανερῶς.

πάντως ἤτοι ἐγὼ φρένας οὐκ ἔχω, ἢ τό γε λοιπὸν

   τοὺς κείνου πελέκει δεῖ διδύμους ἀφελεῖν.

ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ

Παρθένον Ἀλκίππην ἐφίλουν μέγα, καί ποτε πείσας

   αὐτὴν λαθριδίως εἶχον ἐπὶ κλισίῃ.

ἀμφοτέρων δὲ στέρνον ἐπάλλετο, μή τις ἐπέλθῃ,

   μή τις ἴδῃ τὰ πόθων κρυπτὰ περισσότερον.

μητέρα δ' οὐκ ἔλαθεν κείνης λάλον· ἀλλ' ἐσιδοῦσα

   ἐξαπίνης· Ἑρμῆς κοινός, ἔφη, θύγατερ.

ΤΟΥ ΑΥΤΟΥ

Στέρνα περὶ στέρνοις, μαστῷ δ' ἔπι μαστὸν ἐρείσας

   χείλεά τε γλυκεροῖς χείλεσι συμπιέσας

Ἀντιγόνης καὶ χρῶτα λαβὼν πρὸς χρῶτα, τὰ λοιπὰ

   σιγῶ, μάρτυς ἐφ' οἷς λύχνος ἐπεγράφετο.

ΑΥΤΟΜΕΔΟΝΤΟΣ

Τὴν ἀπὸ τῆς Ἀσίης ὀρχηστρίδα, τὴν κακοτέχνοις

   σχήμασιν ἐξ ἁπαλῶν κινυμένην ὀνύχων,

αἰνέω, οὐχ ὅτι πάντα παθαίνεται οὐδ' ὅτι βάλλει

   τὰς ἁπαλὰς ἁπαλῶς ὧδε καὶ ὧδε χέρας,

ἀλλ' ὅτι καὶ τρίβακον περὶ πάσσαλον ὀρχήσασθαι

   οἶδε καὶ οὐ φεύγει γηραλέας ῥυτίδας.

γλωττίζει, κνίζει, περιλαμβάνει· ἢν δ' ἐπιρίψῃ

   τὸ σκέλος, ἐξ ᾅδου τὴν κορύνην ἀνάγει.

ΜΑΙΚΙΟΥ

Τί στυγνή; τί δὲ ταῦτα κόμης εἰκαῖα, Φιλαινί,

   σκύλματα καὶ νοτερῶν σύγχυσις ὀμματίων;

μὴ τὸν ἐραστὴν εἶδες ἔχονθ' ὑποκόλπιον ἄλλην;

   εἶπον ἐμοί· λύπης φάρμακ' ἐπιστάμεθα.

δακρύεις; οὐ φὴς δέ; μάτην ἀρνεῖσθ' ἐπιβάλλῃ·

   ὀφθαλμοὶ γλώσσης ἀξιοπιστότεροι.

ΦΙΛΟΔΗΜΟΥ

Ψαλμὸς καὶ λαλιὴ καὶ κωτίλον ὄμμα καὶ ᾠδὴ

   Ξανθίππης καὶ πῦρ ἄρτι καταρχόμενον,

ὦ ψυχή, φλέξει σε· τὸ δ' ἐκ τίνος ἢ πότε καὶ πῶς

   οὐκ οἶδα· γνώσῃ, δύσμορε, τυφομένη.

ΤΟΥ ΑΥΤΟΥ

Ὢ ποδός, ὢ κνήμης, ὢ τῶν (ἀπόλωλα δικαίως)

   μηρῶν, ὢ γλουτῶν, ὢ κτενός, ὢ λαγόνων,

ὤμοιν, ὢ μαστῶν, ὢ τοῦ ῥαδινοῖο τραχήλου,

   ὢ χειρῶν, ὢ τῶν (μαίνομαι) ὀμματίων,

ὢ κατατεχνοτάτου κινήματος, ὢ περιάλλων

   γλωττισμῶν, ὢ τῶν (θῦ' ἐμὲ) φωναρίων.

εἰ δ' Ὀπικὴ καὶ Φλῶρα καὶ οὐκ ᾄδουσα τὰ Σαπφοῦς,

   καὶ Περσεὺς Ἰνδῆς ἠράσατ' Ἀνδρομέδης.

ΜΑΙΚΙΟΥ

Ὤμοσ' ἐγὼ δύο νύκτας ἀφ' Ἡδυλίου, Κυθέρεια,

   σὸν κράτος ἡσυχάσειν. ὡς δοκέω δ', ἐγέλας,

τοὐμὸν ἐπισταμένη τάλανος κακόν· οὐ γὰρ ὑποίσω

   τὴν ἑτέρην, ὅρκους δ' εἰς ἀνέμους τίθεμαι.

αἱροῦμαι δ' ἀσεβεῖν κείνης χάριν ἢ τὰ σὰ τηρῶν

   ὅρκι' ἀποθνῄσκειν, πότνι', ὑπ' εὐσεβίης.

ΠΟΣΕΙΔΙΠΠΟΥ

Κεκροπί, ῥαῖνε, λάγυνε, πολύδροσον ἰκμάδα Βάκχου,

   ῥαῖνε, δροσιζέσθω συμβολικὴ πρόποσις.

σιγάσθω Ζήνων ὁ σοφὸς κύκνος ἅ τε Κλεάνθους

   μοῦσα· μέλοι δ' ἡμῖν ὁ γλυκύπικρος Ἔρως.

ΑΔΗΛΟΝ

Στρογγύλη, εὐτόρνευτε, μονούατε, μακροτράχηλε,

   ὑψαύχην στεινῷ φθεγγομένη στόματι,

Βάκχου καὶ Μουσέων ἱλαρὴ λάτρι καὶ Κυθερείης,

   ἡδύγελως, τερπνὴ συμβολικῶν ταμίη,

   5τίφθ', ὁπόταν νήφω, μεθύεις σύ μοι, ἢν δὲ μεθυσθῶ,

   ἐκνήφεις; ἀδικεῖς συμποτικὴν φιλίην.

ΜΕΛΕΑΓΡΟΥ

Ἔγχει καὶ πάλιν εἰπέ, πάλιν, πάλιν Ἡλιοδώρας·

   εἰπέ, σὺ δ' ἀκρήτῳ τὸ γλυκὺ μίσγ' ὄνομα·

καί μοι τὸν βρεχθέντα μύροις, καὶ χθιζὸν ἐόντα,

   μναμόσυνον κείνας ἀμφιτίθει στέφανον.

δακρύει φιλέραστον, ἰδού, ῥόδον, οὕνεκα κείναν

   ἄλλοθι κοὐ κόλποις ἁμετέροις ἐσορᾷ.

ΤΟΥ ΑΥΤΟΥ

Ἔγχει τᾶς Πειθοῦς καὶ Κύπριδος Ἡλιοδώρας

   καὶ πάλι τᾶς αὐτᾶς ἁδυλόγου Χάριτος.

αὐτὰ γὰρ μί' ἐμοὶ γράφεται θεός, ἇς τὸ ποθεινὸν

   οὔνομ' ἐν ἀκρήτῳ συγκεράσας πίομαι.

ΔΙΟΣΚΟΡΙΔΟΥ

Ἵππον Ἀθήνιον ᾖσεν ἐμοὶ κακόν· ἐν πυρὶ πᾶσα

   Ἴλιος ἦν, κἀγὼ κείνῃ ἅμ' ἐφλεγόμαν,

οὐ δείσας Δαναῶν δεκέτη πόνον· ἐν δ' ἑνὶ φέγγει

   τῷ τότε καὶ Τρῶες κἀγὼ ἀπωλόμεθα.

ΜΕΛΕΑΓΡΟΥ

Ἁδὺ μέλος, ναὶ Πᾶνα τὸν Ἀρκάδα, πηκτίδι μέλπεις,

   Ζηνοφίλα, ναὶ Πᾶν', ἁδὺ κρέκεις τι μέλος.

ποῖ σε φύγω; πάντῃ με περιστείχουσιν Ἔρωτες,

   οὐδ' ὅσον ἀμπνεῦσαι βαιὸν ἐῶσι χρόνον.

ἢ γάρ μοι μορφὰ βάλλει πόθον ἢ πάλι μοῦσα

   ἢ χάρις ἢ ‑ τί λέγω; πάντα· πυρὶ φλέγομαι.

ΤΟΥ ΑΥΤΟΥ

Ἡδυμελεῖς Μοῦσαι σὺν πηκτίδι καὶ Λόγος ἔμφρων

   σὺν Πειθοῖ καὶ Ἔρως Κάλλος ὑφηνιοχῶν,

Ζηνοφίλα, σοὶ σκῆπτρα Πόθων ἀπένειμαν, ἐπεί σοι

   αἱ τρισσαὶ Χάριτες τρεῖς ἔδοσαν χάριτας.

ΜΕΛΕΑΓΡΟΥ

Ναὶ τὸν Ἔρωτα, θέλω τὸ παρ' οὔασιν Ἡλιοδώρας

   φθέγμα κλύειν ἢ τᾶς Λατοΐδεω κιθάρας.

ΑΔΗΛΟΝ

Τίς, ῥόδον ὁ στέφανος Διονυσίου ἢ ῥόδον αὐτὸς

   τοῦ στεφάνου; δοκέω, λείπεται ὁ στέφανος.

ΜΕΛΕΑΓΡΟΥ

Ὁ στέφανος περὶ κρατὶ μαραίνεται Ἡλιοδώρας·

   αὐτὴ δ' ἐκλάμπει τοῦ στεφάνου στέφανος.

ΤΟΥ ΑΥΤΟΥ

Ἤδη λευκόιον θάλλει, θάλλει δὲ φίλομβρος

   νάρκισσος, θάλλει δ' οὐρεσίφοιτα κρίνα.

ἤδη δ' ἁ φιλέραστος, ἐν ἄνθεσιν ὥριμον ἄνθος,

   Ζηνοφίλα Πειθοῦς ἁδὺ τέθηλε ῥόδον.

λειμῶνες, τί μάταια κόμαις ἔπι φαιδρὰ γελᾶτε;

   ἁ γὰρ παῖς κρέσσων ἁδυπνόων στεφάνων.

ΑΣΚΛΗΠΙΑΔΟΥ

Αὐτοῦ μοι, στέφανοι, παρὰ δικλίσι ταῖσδε κρεμαστοὶ

   μίμνετε, μὴ προπετῶς φύλλα τινασσόμενοι,

οὓς δακρύοις κατέβρεξα· κάτομβρα γὰρ ὄμματ' ἐρώντων.

   ἀλλ' ὅταν οἰγομένης αὐτὸν ἴδητε θύρης,

στάξαθ' ὑπὲρ κεφαλῆς ἐμὸν ὑετόν, ὡς ἂν ἄμεινον

   ἡ ξανθή γε κόμη τἀμὰ πίῃ δάκρυα.

ΚΑΛΛΙΜΑΧΟΥ

Τέσσαρες αἱ Χάριτες· ποτὶ γὰρ μία ταῖς τρισὶ κείναις

   ἄρτι ποτεπλάσθη κἦτι μύροισι νοτεῖ.

εὐαίων ἐν πᾶσιν ἀρίζαλος Βερενίκα,

   ἇς ἄτερ οὐδ' αὐταὶ ταὶ Χάριτες Χάριτες.

ΜΕΛΕΑΓΡΟΥ

Πλέξω λευκόιον, πλέξω δ' ἁπαλὴν ἅμα μύρτοις

   νάρκισσον, πλέξω καὶ τὰ γελῶντα κρίνα,

πλέξω καὶ κρόκον ἡδύν· ἐπιπλέξω δ' ὑάκινθον

   πορφυρέην, πλέξω καὶ φιλέραστα ῥόδα,

ὡς ἂν ἐπὶ κροτάφοις μυροβοστρύχου Ἡλιοδώρας

   εὐπλόκαμον χαίτην ἀνθοβολῇ στέφανος.

ΤΟΥ ΑΥΤΟΥ

Φαμί ποτ' ἐν μύθοις τὰν εὔλαλον Ἡλιοδώραν

   νικάσειν αὐτὰς τὰς Χάριτας χάρισιν.

ΤΟΥ ΑΥΤΟΥ

Τίς μοι Ζηνοφίλαν λαλιὰν παρέδειξεν ἑταίραν;

   τίς μίαν ἐκ τρισσῶν ἤγαγέ μοι Χάριτα;

ἆρ' ἐτύμως ἁνὴρ κεχαρισμένον ἄνυσεν ἔργον

   δῶρα διδοὺς καὐτὰν τὰν Χάριν ἐν χάριτι.

ΑΣΚΛΗΠΙΑΔΟΥ

Ὡμολόγησ' ἥξειν εἰς νύκτα μοι ἡ 'πιβόητος

   Νικὼ καὶ σεμνὴν ὤμοσε Θεσμοφόρον·

κοὐχ ἥκει· φυλακὴ δὲ παροίχεται. ἆρ' ἐπιορκεῖν

   ἤθελε; τὸν λύχνον, παῖδες, ἀποσβέσατε.

ΜΕΛΕΑΓΡΟΥ

Ὀξυβόαι κώνωπες, ἀναιδέες αἵματος ἀνδρῶν

   σίφωνες, νυκτὸς κνώδαλα διπτέρυγα,

βαιὸν Ζηνοφίλαν, λίτομαι, πάρεθ' ἥσυχον ὕπνῳ

   εὕδειν, τἀμὰ δ', ἰδού, σαρκοφαγεῖτε μέλη.

καίτοι πρὸς τί μάτην αὐδῶ; καὶ θῆρες ἄτεγκτοι

   τέρπονται τρυφερῷ χρωτὶ χλιαινόμενοι.

ἀλλ' ἔτι νῦν προλέγω, κακὰ θρέμματα, λήγετε τόλμης,

   ἢ γνώσεσθε χερῶν ζηλοτύπων δύναμιν.

ΤΟΥ ΑΥΤΟΥ

Πταίης μοι, κώνωψ, ταχὺς ἄγγελος, οὔασι δ' ἄκροις

   Ζηνοφίλας ψαύσας προσψιθύριζε τάδε·

Ἄγρυπνος μίμνει σε· σὺ δ', ὦ λήθαργε φιλούντων,

   εὕδεις. εἶα, πέτευ· ναί, φιλόμουσε, πέτευ·

ἥσυχα δὲ φθέγξαι, μὴ καὶ σύγκοιτον ἐγείρας

   κινήσῃς ἐπ' ἐμοὶ ζηλοτύπους ὀδύνας.

ἢν δ' ἀγάγῃς τὴν παῖδα, δορᾷ στέψω σε λέοντος,

   κώνωψ, καὶ δώσω χειρὶ φέρειν ῥόπαλον.

ΑΣΚΛΗΠΙΑΔΟΥ

Νικαρέτης τὸ πόθοισι βεβλημένον ἡδὺ πρόσωπον,

   πυκνὰ δι' ὑψιλόφων φαινόμενον θυρίδων,

αἱ χαροπαὶ Κλεοφῶντος ἐπὶ προθύροισι μάραναν,

   Κύπρι φίλη, γλυκεροῦ βλέμματος ἀστεροπαί.

ΜΕΛΕΑΓΡΟΥ

Ναὶ τὰν νηξαμέναν χαροποῖς ἐνὶ κύμασι Κύπριν,

   ἔστι καὶ ἐκ μορφᾶς ἁ Τρυφέρα τρυφερά.

ΤΟΥ ΑΥΤΟΥ

Ἐντὸς ἐμῆς κραδίης τὴν εὔλαλον Ἡλιοδώραν

   ψυχὴν τῆς ψυχῆς ἔπλασεν αὐτὸς Ἔρως.

ΤΟΥ ΑΥΤΟΥ

Ἁ φίλερως χαροποῖς Ἀσκληπιὰς οἷα γαλήνης

   ὄμμασι συμπείθει πάντας ἐρωτοπλοεῖν.

ΤΟΥ ΑΥΤΟΥ

Τρηχὺς ὄνυξ ὑπ' Ἔρωτος ἀνέτραφες Ἡλιοδώρας·

   ταύτης γὰρ δύνει κνίσμα καὶ ἐς κραδίην.

ΑΣΚΛΗΠΙΑΔΟΥ

Ἑρμιόνῃ πιθανῇ ποτ' ἐγὼ συνέπαιζον ἐχούσῃ

   ζωνίον ἐξ ἀνθέων ποικίλον, ὦ Παφίη,

χρύσεα γράμματ' ἔχον· Διόλου, δ' ἐγέγραπτο, φίλει με

   καὶ μὴ λυπηθῇς, ἤν τις ἔχῃ μ' ἕτερος.

[ΣΙΜΩΝΙΔΟΥ]

Βοίδιον ηὑλητρὶς καὶ Πυθιάς, αἵ ποτ' ἐρασταί,

   σοί, Κύπρι, τὰς ζώνας τάς τε γραφὰς ἔθεσαν.

ἔμπορε καὶ φορτηγέ, τὸ σὸν βαλλάντιον οἶδεν,

   καὶ πόθεν αἱ ζῶναι καὶ πόθεν οἱ πίνακες.

ΜΕΛΕΑΓΡΟΥ

Δημὼ λευκοπάρειε, σὲ μέν τις ἔχων ὑπόχρωτα

   τέρπεται, ἁ δ' ἐν ἐμοὶ νῦν στενάχει κραδία.

εἰ δέ σε σαββατικὸς κατέχει πόθος, οὐ μέγα θαῦμα·

   ἔστι καὶ ἐν ψυχροῖς σάββασι θερμὸς ἔρως.

ΗΔΥΛΟΥ [οἱ δὲ ΑΣΚΛΗΠΙΑΔΟΥ]

Εὐφρὼ καὶ Θαῒς καὶ Βοίδιον, αἱ Διομήδους,

   Γραῖαι, ναυκλήρων ὁλκάδες εἰκόσοροι,

Ἆγιν καὶ Κλεοφῶντα καὶ Ἀνταγόρην, ἕν' ἑκάστη,

   γυμνούς, ναυηγῶν ἥσσονας, ἐξέβαλον.

ἀλλὰ σὺν αὐταῖς νηυσὶ τὰ λῃστρικὰ τῆς Ἀφροδίτης

   φεύγετε· Σειρήνων αἵδε γὰρ ἐχθρότεραι.

ΑΣΚΛΗΠΙΑΔΟΥ

Ἡ λαμυρή μ' ἔτρωσε Φιλαίνιον· εἰ δὲ τὸ τραῦμα

   μὴ σαφές, ἀλλ' ὁ πόνος δύεται εἰς ὄνυχα.

οἴχομ', Ἔρωτες, ὄλωλα, διοίχομαι· εἰς γὰρ ἑταίραν

   νυστάζων ἐπέβην ἠδ' ἔθιγον γ' Ἀίδα.

ΜΕΛΕΑΓΡΟΥ

Ἀνθοδίαιτε μέλισσα, τί μοι χροὸς Ἡλιοδώρας

   ψαύεις, ἐκπρολιποῦσ' εἰαρινὰς κάλυκας;

ἦ σύ γε μηνύεις, ὅτι καὶ γλυκὺ καὶ δυσόιστον

   πικρὸν ἀεὶ κραδίᾳ κέντρον Ἔρωτος ἔχει;

ναὶ δοκέω, τοῦτ' εἶπας. ἰώ, φιλέραστε, παλίμπους

   στεῖχε· πάλαι τὴν σὴν οἴδαμεν ἀγγελίην.

ΑΣΚΛΗΠΙΑΔΟΥ

Νύξ, σὲ γάρ, οὐκ ἄλλην μαρτύρομαι, οἷά μ' ὑβρίζει

   Πυθιὰς ἡ Νικοῦς, οὖσα φιλεξαπάτης.

κληθείς, οὐκ ἄκλητος, ἐλήλυθα· ταὐτὰ παθοῦσα

   σοὶ μέμψαιτ' ἐπ' ἐμοὶ στᾶσα παρὰ προθύροις.

ΜΕΛΕΑΓΡΟΥ

Ἓν τόδε, παμμήτειρα θεῶν, λίτομαί σε, φίλη Νύξ,

   ναὶ λίτομαι, κώμων σύμπλανε, πότνια Νύξ·

εἴ τις ὑπὸ χλαίνῃ βεβλημένος Ἡλιοδώρας

   θάλπεται, ὑπναπάτῃ χρωτὶ χλιαινόμενος,

κοιμάσθω μὲν λύχνος, ὁ δ' ἐν κόλποισιν ἐκείνης

   ῥιπτασθεὶς κείσθω δεύτερος Ἐνδυμίων.

ΤΟΥ ΑΥΤΟΥ

Ὦ Νύξ, ὦ φιλάγρυπνος ἐμοὶ πόθος Ἡλιοδώρας,

   καὶ σκολιῶν ὄρθρων κνίσματα δακρυχαρῆ,

ἆρα μένει στοργῆς ἐμὰ λείψανα, καί τι φίλημα

   μνημόσυνον ψυχρᾷ θάλπετ' ἐν εἰκασίᾳ;

ἆρά γ' ἔχει σύγκοιτα τὰ δάκρυα κἀμὸν ὄνειρον

   ψυχαπάτην στέρνοις ἀμφιβαλοῦσα φιλεῖ;

ἢ νέος ἄλλος ἔρως, νέα παίγνια; μήποτε, λύχνε,

   ταῦτ' ἐσίδῃς, εἴης δ' ἧς παρέδωκα φύλαξ.

ΑΣΚΛΗΠΙΑΔΟΥ

Ὑετὸς ἦν καὶ νὺξ καί, τὸ τρίτον ἄλγος ἔρωτι,

   οἶνος· καὶ Βορέης ψυχρός, ἐγὼ δὲ μόνος.

Ἀλλ' ὁ καλὸς Μόσχος πλέον ἴσχυε. Καὶ σὺ γὰρ οὕτως

   ἤλυθες οὐδὲ θύρην πρὸς μίαν ἡσύχασας,

   5τῇδε τοσοῦτ' ἐβόησα βεβρεγμένος. ἄχρι τίνος, Ζεῦ;

   Ζεῦ φίλε, σίγησον, καὐτὸς ἐρᾶν ἔμαθες.

ΑΔΗΛΟΝ

Καὶ πυρὶ καὶ νιφετῷ με καί, εἰ βούλοιο, κεραυνῷ

   βάλλε καὶ εἰς κρημνοὺς ἕλκε καὶ εἰς πελάγη.

τὸν γὰρ ἀπαυδήσαντα πόθοις καὶ Ἔρωτι δαμέντα

   οὐδὲ Διὸς τρύχει πῦρ ἐπιβαλλόμενον.

ΑΣΚΛΗΠΙΑΔΟΥ

Ἡδὺ θέρους διψῶντι χιὼν ποτόν, ἡδὺ δὲ ναύταις

   ἐκ χειμῶνος ἰδεῖν εἰαρινὸν Στέφανον·

ἥδιον δ', ὁπόταν κρύψῃ μία τοὺς φιλέοντας

   χλαῖνα καὶ αἰνῆται Κύπρις ὑπ' ἀμφοτέρων.

ΝΟΣΣΙΔΟΣ

Ἅδιον οὐδὲν ἔρωτος· ἃ δ' ὄλβια, δεύτερα πάντα

   ἐστίν· ἀπὸ στόματος δ' ἔπτυσα καὶ τὸ μέλι.

τοῦτο λέγει Νοσσίς· τίνα δ' ἁ Κύπρις οὐκ ἐφίλησεν,

   οὐκ οἶδεν τήνα γ', ἄνθεα ποῖα ῥόδα.

ΜΕΛΕΑΓΡΟΥ

Τὸ σκύφος ἁδὺ γέγηθε· λέγει δ', ὅτι τᾶς φιλέρωτος

   Ζηνοφίλας ψαύει τοῦ λαλιοῦ στόματος.

ὄλβιον· εἴθ' ὑπ' ἐμοῖς νῦν χείλεσι χείλεα θεῖσα

   ἀπνευστὶ ψυχὰν τὰν ἐν ἐμοὶ προπίοι.

ΤΟΥ ΑΥΤΟΥ

Ὄρθρε, τί μοι, δυσέραστε, ταχὺς περὶ κοῖτον ἐπέστης,

   ἄρτι φίλας Δημοῦς χρωτὶ χλιαινομένῳ;

εἴθε πάλιν στρέψας ταχινὸν δρόμον Ἕσπερος εἴης,

   ὦ γλυκὺ φῶς βάλλων εἰς ἐμὲ πικρότατον.

ἤδη γὰρ καὶ πρόσθεν ἐπ' Ἀλκμήνην Διὸς ἦλθες

   ἀντίος· οὐκ ἀδαής ἐσσι παλινδρομίης.

ΤΟΥ ΑΥΤΟΥ

Ὄρθρε, τί νῦν, δυσέραστε, βραδὺς περὶ κόσμον ἑλίσσῃ,

   ἄλλος ἐπεὶ Δημοῦς θάλπεθ' ὑπὸ χλανίδι;

ἀλλ' ὅτε τὰν ῥαδινὰν κόλποις ἔχον, ὠκὺς ἐπέστης,

   ὡς βάλλων ἐπ' ἐμοὶ φῶς ἐπιχαιρέκακον.

ΤΟΥ ΑΥΤΟΥ

Εὕδεις, Ζηνοφίλα, τρυφερὸν θάλος· εἴθ' ἐπὶ σοὶ νῦν

   ἄπτερος εἰσῄειν Ὕπνος ἐπὶ βλεφάροις,

ὡς ἐπὶ σοὶ μηδ' οὗτος, ὁ καὶ Διὸς ὄμματα θέλγων,

   φοιτήσαι, κάτεχον δ' αὐτὸς ἐγώ σε μόνος.

ΤΟΥ ΑΥΤΟΥ

Οἶδα. τί μοι κενὸς ὅρκος, ἐπεὶ σέ γε τὴν φιλάσωτον

   μηνύει μυρόπνους ἀρτιβρεχὴς πλόκαμος,

μηνύει δ' ἄγρυπνον, ἰδού, βεβαρημένον ὄμμα

   καὶ σφιγκτὸς στεφάνων ἀμφὶ κόμαισι μίτος;

ἔσκυλται δ' ἀκόλαστα πεφυρμένος ἄρτι κίκιννος,

   πάντα δ' ὑπ' ἀκρήτου γυῖα σαλευτὰ φορεῖς.

ἔρρε, γύναι πάγκοινε· καλεῖ σε γὰρ ἡ φιλόκωμος

   πηκτὶς καὶ κροτάλων χειροτυπὴς πάταγος.

ΤΟΥ ΑΥΤΟΥ

Δεινὸς Ἔρως, δεινός. τί δὲ τὸ πλέον, ἢν πάλιν εἴπω

   καὶ πάλιν οἰμώζων πολλάκι· Δεινὸς Ἔρως;

ἦ γὰρ ὁ παῖς τούτοισι γελᾷ καὶ πυκνὰ κακισθεὶς

   ἥδεται· ἢν δ' εἴπω λοίδορα, καὶ τρέφεται.

θαῦμα δέ μοι, πῶς ἆρα διὰ γλαυκοῖο φανεῖσα

   κύματος ἐξ ὑγροῦ, Κύπρι, σὺ πῦρ τέτοκας.

ΤΟΥ ΑΥΤΟΥ

Κηρύσσω τὸν Ἔρωτα, τὸν ἄγριον· ἄρτι γάρ, ἄρτι

   ὀρθρινὸς ἐκ κοίτας ᾤχετ' ἀποπτάμενος.

ἔστι δ' ὁ παῖς γλυκύδακρυς, ἀείλαλος, ὠκύς, ἀθαμβής,

   σιμὰ γελῶν πτερόεις νῶτα, φαρετροφόρος.

πατρὸς δ' οὐκέτ' ἔχω φράζειν τίνος· οὔτε γὰρ Αἰθήρ,

   οὐ Χθών φησι τεκεῖν τὸν θρασύν, οὐ Πέλαγος.

πάντῃ γὰρ καὶ πᾶσιν ἀπέχθεται. ἀλλ' ἐσορᾶτε

   μή που νῦν ψυχαῖς ἄλλα τίθησι λίνα.

καίτοι κεῖνος, ἰδού, περὶ φωλεόν. οὔ με λέληθας,

  10   τοξότα, Ζηνοφίλας ὄμμασι κρυπτόμενος.

ΤΟΥ ΑΥΤΟΥ

Πωλείσθω, καὶ ματρὸς ἔτ' ἐν κόλποισι καθεύδων·

   πωλείσθω. τί δέ μοι τὸ θρασὺ τοῦτο τρέφειν;

καὶ γὰρ σιμὸν ἔφυ καὶ ὑπόπτερον· ἄκρα δ' ὄνυξιν

   κνίζει· καὶ κλαῖον πολλὰ μεταξὺ γελᾷ·

   5πρὸς δ' ἔτι λοιπὸν ἄτρεπτον, ἀείλαλον, ὀξὺ δεδορκός,

   ἄγριον, οὐδ' αὐτᾷ ματρὶ φίλᾳ τιθασόν·

πάντα τέρας. τοιγὰρ πεπράσεται. εἴ τις ἀπόπλους

   ἔμπορος ὠνεῖσθαι παῖδα θέλει, προσίτω.

καίτοι λίσσετ', ἰδού, δεδακρυμένος. οὔ σ' ἔτι πωλῶ·

  10   θάρσει· Ζηνοφίλᾳ σύντροφος ὧδε μένε.

ΤΟΥ ΑΥΤΟΥ

Ναὶ τὰν Κύπριν, Ἔρως, φλέξω τὰ σὰ πάντα πυρώσας,

   τόξα τε καὶ Σκυθικὴν ἰοδόκον φαρέτρην.

φλέξω, ναί. τί μάταια γελᾷς καὶ σιμὰ σεσηρὼς

   μυχθίζεις; τάχα που σαρδάνιον γελάσεις.

   5ἦ γάρ σευ τὰ ποδηγὰ Πόθων ὠκύπτερα κόψας

   χαλκόδετον σφίγξω σοῖς περὶ ποσσὶ πέδην.

καίτοι Καδμεῖον κράτος οἴσομεν, εἴ σε πάροικον

   ψυχῇ συζεύξω, λύγκα παρ' αἰπολίοις.

ἀλλ' ἴθι, δυσνίκητε, λαβὼν δ' ἔπι κοῦφα πέδιλα

  10   ἐκπέτασον ταχινὰς εἰς ἑτέρους πτέρυγας.

ΤΟΥ ΑΥΤΟΥ

Τί ξένον, εἰ βροτολοιγὸς Ἔρως τὰ πυρίπνοα τόξα

   βάλλει καὶ λαμυροῖς ὄμμασι πικρὰ γελᾷ;

οὐ μάτηρ στέργει μὲν Ἄρη, γαμέτις δὲ τέτυκται

   Ἁφαίστου, κοινὰ καὶ πυρὶ καὶ ξίφεσι;

   5ματρὸς δ' οὐ μάτηρ ἀνέμων μάστιξι Θάλασσα

   τραχὺ βοᾷ; γενέτας δ' οὔτε τις οὔτε τινός.

τοὔνεκεν Ἁφαίστου μὲν ἔχει φλόγα, κύμασι δ' ὀργὰν

   στέρξεν ἴσαν, Ἄρεως δ' αἱματόφυρτα βέλη.

ΑΣΚΛΗΠΙΑΔΟΥ

Τῶν καρύων ἡμῖν λάβε †κώλακας (ἀλλά ποθ' ἥξει;)

   καὶ πέντε στεφάνους τῶν ῥοδίνων. ‑ Τί, τὸ ... ‑ Πάξ.

οὐ φὴς κέρματ' ἔχειν; διολώλαμεν. οὐ τροχιεῖ τις

   τὸν Λαπίθην; λῃστήν, οὐ θεράποντ' ἔχομεν.

οὐκ ἀδικεῖς; ‑ Οὐδέν. ‑ Φέρε τὸν λόγον· ἐλθὲ λαβοῦσα,

   Φρύνη, τὰς ψήφους. ὢ μεγάλου κινάδους·

πέντ' οἶνος δραχμῶν, ἀλλᾶς δύο ...

   ὦτα, λαγώς, σκόμβροι, σησαμίδες, σχάδονες.

αὔριον αὐτὰ καλῶς λογιούμεθα. νῦν δὲ πρὸς Αἴσχραν

  10   τὴν μυρόπωλιν ἰὼν πέντε λάβ' ἀργυρέας·

εἰπὲ δὲ σημεῖον, Βάκχων ὅτι πέντ' ἐφίλησεν

   ἑξῆς, ὧν κλίνη μάρτυς ἐπεγράφετο.

ΜΕΛΕΑΓΡΟΥ

Ἄγγειλον τάδε, Δορκάς· ἰδού, πάλι δεύτερον αὐτῇ

   καὶ τρίτον ἄγγειλον, Δορκάς, ἅπαντα· τρέχε·

μηκέτι μέλλε, πέτου ... βραχύ μοι, βραχύ, Δορκάς, ἐπίσχες·

   Δορκάς, ποῖ σπεύδεις, πρίν σε τὰ πάντα μαθεῖν;

   5πρόσθες δ', οἷς εἴρηκα πάλαι ... μᾶλλον δὲ ... τί ληρῶ;

   μηδὲν ὅλως εἴπῃς, ἀλλ' ὅτι ... πάντα λέγε·

μὴ φείδου σὺ τὰ πάντα λέγειν. καίτοι τί σε, Δορκάς,

   ἐκπέμπω, σὺν σοὶ καὐτός, ἰδού, προάγων;

ΠΟΣΕΙΔΙΠΠΟΥ

Τέσσαρες οἱ πίνοντες, ἐρωμένη ἔρχεθ' ἑκάστῳ·

   ὀκτὼ γινομένοις ἓν Χίον οὐχ ἱκανόν.

παιδάριον, βαδίσας πρὸς Ἀρίστιον εἰπὲ τὸ πρῶτον

   ἡμιδεὲς πέμψαι· χοῦς γὰρ ἔνεισι δύο

ἀσφαλέως, οἶμαι δ', ὅτι καὶ πλέον. ἀλλὰ τρόχαζε·

   ὥρας γὰρ πέμπτης πάντες ἀθροιζόμεθα.

ΜΕΛΕΑΓΡΟΥ

Ἔγνων, οὔ μ' ἔλαθες. τί θεούς; οὐ γάρ με λέληθας·

   ἔγνων· μηκέτι νῦν ὄμνυε· πάντ' ἔμαθον.

ταῦτ' ἦν, ταῦτ', ἐπίορκε; μόνη σὺ πάλιν, μόνη ὑπνοῖς;

   ὢ τόλμης, καὶ νῦν, νῦν, ἔτι φησὶ μόνη.

οὐχ ὁ περίβλεπτός σε Κλέων ...; κἂν μὴ ... τί δ' ἀπειλῶ;

   ἔρρε, κακὸν κοίτης θηρίον, ἔρρε τάχος.

καίτοι σοι δώσω τερπνὴν χάριν· οἶδ', ὅτι βούλει

   κεῖνον ὁρᾶν· αὐτοῦ δέσμιος ὧδε μένε.

ΑΣΚΛΗΠΙΑΔΟΥ

Εἰς ἀγορὰν βαδίσας, Δημήτριε, τρεῖς παρ' Ἀμύντου

   γλαυκίσκους αἴτει καὶ δέκα φυκίδια

καὶ κυφὰς καρῖδας (ἀριθμήσει δέ σοι αὐτός)

   εἴκοσι καὶ τέτορας δεῦρο λαβὼν ἄπιθι.

καὶ παρὰ Θαυβορίου ῥοδίνους ἓξ πρόσλαβε ‹πλοχμοὺς›

   καὶ Τρυφέραν ταχέως ἐν παρόδῳ κάλεσον.

ΠΟΣΕΙΔΙΠΠΟΥ

Μή με δόκει πιθανῶς ἀπατᾶν δακρύοισι, Φιλαινί.

   οἶδα· φιλεῖς γὰρ ὅλως οὐδένα μεῖζον ἐμοῦ,

τοῦτον ὅσον παρ' ἐμοὶ κέκλισαι χρόνον· εἰ δ' ἕτερός σε

   εἶχε, φιλεῖν ἂν ἔφης μεῖζον ἐκεῖνον ἐμοῦ.

ΜΕΛΕΑΓΡΟΥ

Εἰπὲ Λυκαινίδι, Δορκάς· Ἴδ', ὡς ἐπίτηκτα φιλοῦσα

   ἥλως· οὐ κρύπτει πλαστὸν ἔρωτα χρόνος.

ΛΕΩΝΙΔΟΥ

Οὐκ ἀδικέω τὸν Ἔρωτα, γλυκύς· μαρτύρομαι αὐτὴν

   Κύπριν· βέβλημαι δ' ἐκ δολίου κέραος

καὶ πᾶς τεφροῦμαι· θερμὸν δ' ἐπὶ θερμῷ ἰάλλει

   ἄτρακτον, λωφᾷ δ' οὐδ' ὅσον ἰοβολῶν.

   5χὠ θνητὸς τὸν ἀλιτρὸν ἐγώ, κεἰ πτηνὸς ὁ δαίμων,

   τίσομαι· ἐγκλήμων δ' ἔσσομ' ἀλεξόμενος;

ΑΣΚΛΗΠΙΑΔΟΥ

Νὺξ μακρὴ καὶ χεῖμα, μέσην δ' ἐπὶ Πλειάδα δύνει,

   κἀγὼ πὰρ προθύροις νίσσομαι ὑόμενος,

τρωθεὶς τῆς δολίης κείνης πόθῳ· οὐ γὰρ ἔρωτα

   Κύπρις, ἀνιηρὸν δ' ἐκ πυρὸς ἧκε βέλος.

ΜΕΛΕΑΓΡΟΥ

Κῦμα τὸ πικρὸν Ἔρωτος ἀκοίμητοί τε πνέοντες

   ζῆλοι καὶ κώμων χειμέριον πέλαγος,

ποῖ φέρομαι; πάντῃ δὲ φρενῶν οἴακες ἀφεῖνται.

   ἦ πάλι τὴν τρυφερὴν Σκύλλαν ἀποψόμεθα;

ΤΟΥ ΑΥΤΟΥ

Ἄστρα καὶ ἡ φιλέρωσι καλὸν φαίνουσα Σελήνη

   καὶ Νὺξ καὶ κώμων σύμπλανον ὀργάνιον,

ἆρά γε τὴν φιλάσωτον ἔτ' ἐν κοίταισιν ἀθρήσω

   ἄγρυπνον λύχνῳ πόλλ' ἀποδυρομένην;

ἤ τιν' ἔχει σύγκοιτον; ἐπὶ προθύροισι μαράνας

   δάκρυσιν ἐκδήσω τοὺς ἱκέτας στεφάνους,

ἓν τόδ' ἐπιγράψας· Κύπρι, σοὶ Μελέαγρος, ὁ μύστης

   σῶν κώμων, στοργῆς σκῦλα τάδ' ἐκρέμασε.

ΤΟΥ ΑΥΤΟΥ

Γυμνὴν ἢν ἐσίδῃς Καλλίστιον, ὦ ξένε, φήσεις·

   Ἤλλακται διπλοῦν γράμμα Συρηκοσίων.

ΔΙΟΣΚΟΡΙΔΟΥ

Ἡ τρυφερή μ' ἤγρευσε Κλεὼ τὰ γαλάκτιν', Ἄδωνι,

   τῇ σῇ κοψαμένη στήθεα παννυχίδι.

εἰ δώσει κἀμοὶ ταύτην χάριν, ἢν ἀποπνεύσω,

   μὴ προφάσεις, σύμπλουν σύν με λαβὼν ἀγέτω.

ΠΟΣΕΙΔΙΠΠΟΥ ἢ ΑΣΚΛΗΠΙΑΔΟΥ

Αὐτοὶ τὴν ἁπαλὴν Εἰρήνιον εἶδον Ἔρωτες,

   Κύπριδος ἐκ χρυσέων ἐρχόμενοι θαλάμων,

ἐκ τριχὸς ἄχρι ποδῶν ἱερὸν θάλος, οἷά τε λύγδου

   γλυπτήν, παρθενίων βριθομένην χαρίτων,

καὶ πολλοὺς τότε χερσὶν ἐπ' ἠιθέοισιν ὀιστοὺς

   τόξου πορφυρέης ἧκαν ἀφ' ἁρπεδόνης.

ΜΕΛΕΑΓΡΟΥ

Αἱ τρισσαὶ Χάριτες, τρισσὸν στεφάνωμα συνευνᾷ

   Ζηνοφίλᾳ, τρισσᾶς σύμβολα καλλοσύνας,

ἁ μὲν ἐπὶ χρωτὸς θεμένα πόθον, ἁ δ' ἐπὶ μορφᾶς

   ἵμερον, ἁ δὲ λόγοις τὸ γλυκύμυθον ἔπος.

195b

Τρισσάκις εὐδαίμων, ἇς καὶ Κύπρις ὥπλισεν εὐνὰν

   καὶ Πειθὼ μύθους καὶ γλυκὺ κάλλος Ἔρως.

ΤΟΥ ΑΥΤΟΥ

Ζηνοφίλᾳ κάλλος μὲν Ἔρως, σύγκοιτα δὲ φίλτρα

   Κύπρις ἔδωκεν ἔχειν, αἱ Χάριτες δὲ χάριν.

ΤΟΥ ΑΥΤΟΥ

Ναὶ μὰ τὸν εὐπλοκάμου Τιμοῦς φιλέρωτα κίκιννον,

   ναὶ μυρόπνουν Δημοῦς χρῶτα τὸν ὑπναπάτην,

ναὶ πάλιν Ἰλιάδος φίλα παίγνια, ναὶ φιλάγρυπνον

   λύχνον ἐμῶν κώμων πόλλ' ἐπιδόντα τέλη,

βαιὸν ἔχω τό γε λειφθέν, Ἔρως, ἐπὶ χείλεσι πνεῦμα·

   εἰ δ' ἐθέλεις καὶ τοῦτ', εἰπέ, καὶ ἐκπτύσομαι.

ΤΟΥ ΑΥΤΟΥ

Οὐ πλόκαμον Τιμοῦς, οὐ σάνδαλον Ἡλιοδώρας,

   οὐ τὸ μυρόρραντον Δημαρίου πρόθυρον,

οὐ τρυφερὸν μείδημα βοώπιδος Ἀντικλείας,

   οὐ τοὺς ἀρτιθαλεῖς Δωροθέας στεφάνους,

οὐκέτι σοὶ φαρέτρη ‹γλαφυρὴ› πτερόεντας ὀιστοὺς

   κρύπτει, Ἔρως· ἐν ἐμοὶ πάντα γάρ ἐστι βέλη.

ΗΔΥΛΟΥ

Οἶνος καὶ προπόσεις κατεκοίμισαν Ἀγλαονίκην

   αἱ δόλιαι καὶ ἔρως ἡδὺς ὁ Νικαγόρεω,

ἧς πάρα Κύπριδι ταῦτα μύροις ἔτι πάντα μυδῶντα

   κεῖνται παρθενίων ὑγρὰ λάφυρα πόθων,

σάνδαλα καὶ μαλακαί, μαστῶν ἐνδύματα, μίτραι,

   ὕπνου καὶ σκυλμῶν τῶν τότε μαρτύρια.

ΑΔΗΛΟΝ

Ὁ κρόκος οἵ τε μύροισιν ἔτι πνείοντες Ἀλεξοῦς

   σὺν μίτραις κισσοῦ κυάνεοι στέφανοι

τῷ γλυκερῷ καὶ θῆλυ κατιλλώπτοντι Πριήπῳ

   κεῖνται τῆς ἱερῆς ξείνια παννυχίδος.

ΑΔΗΛΟΝ

Ἠγρύπνησε Λεοντὶς ἕως πρὸς καλὸν Ἑῷον

   ἀστέρα τῷ χρυσέῳ τερπομένη Σθενίῳ,

ἧς πάρα Κύπριδι τοῦτο τὸ σὺν Μούσαισι μεληθὲν

   βάρβιτον ἐκ κείνης κεῖτ' ἔτι παννυχίδος.

ΑΣΚΛΗΠΙΑΔΟΥ ἢ ΠΟΣΕΙΔΙΠΠΟΥ

Πορφυρέην μάστιγα καὶ ἡνία σιγαλόεντα

   Πλαγγὼν εὐίππων θῆκεν ἐπὶ προθύρων,

νικήσασα κέλητι Φιλαινίδα τὴν πολύχαρμον

   ἑσπερινῶν πώλων ἄρτι φρυασσομένων.

Κύπρι φίλη, σὺ δὲ τῇδε πόροις νημερτέα νίκης

   δόξαν, ἀείμνηστον τήνδε τιθεῖσα χάριν.

ΑΣΚΛΗΠΙΑΔΟΥ

Λυσιδίκη σοί, Κύπρι, τὸν ἱππαστῆρα μύωπα,

   χρύσεον εὐκνήμου κέντρον ἔθηκε ποδός,

ᾧ πολὺν ὕπτιον ἵππον ἐγύμνασεν· οὐδέ ποτ' αὐτῆς

   μηρὸς ἐφοινίχθη κοῦφα τινασσομένης·

ἦν γὰρ ἀκέντητος τελεοδρόμος· οὕνεκεν ὅπλον

   σοὶ κατὰ μεσσοπύλης χρύσεον ἐκρέμασεν.

ΜΕΛΕΑΓΡΟΥ

Οὐκέτι Τιμαρίου, τὸ πρὶν γλαφυροῖο κέλητος,

   πῆγμα φέρει πλωτὸν Κύπριδος εἰρεσίη,

ἀλλ' ἐπὶ μὲν νώτοισι μετάφρενον, ὡς κέρας ἱστῷ,

   κυρτοῦται, πολιὸς δ' ἐκλέλυται πρότονος,

ἱστία δ' αἰωρητὰ χαλᾷ σπαδονίσματα μαστῶν·

   ἐκ δὲ σάλου στρεπτὰς γαστρὸς ἔχει ῥυτίδας.

νέρθε δὲ πάνθ' ὑπέραντλα νεώς, κοίλῃ δὲ θάλασσα

   πλημύρει, γόνασιν δ' ἔντρομός ἐστι σάλος.

δύστανός γ', ὃς ζωὸς ἔτ' ὢν Ἀχερουσίδα λίμνην

  10   πλεύσετ' ἄνωθ' ἐπιβὰς γραὸς ἐπ' εἰκοσόρου.

ΑΔΗΛΟΝ

Ἴυγξ ἡ Νικοῦς, ἡ καὶ διαπόντιον ἕλκειν

   ἄνδρα καὶ ἐκ θαλάμων παῖδας ἐπισταμένη,

χρυσῷ ποικιλθεῖσα, διαυγέος ἐξ ἀμεθύστου

   γλυπτή, σοὶ κεῖται, Κύπρι, φίλον κτέανον,

   5πορφυρέης ἀμνοῦ μαλακῇ τριχὶ μέσσα δεθεῖσα,

   τῆς Λαρισσαίης ξείνια φαρμακίδος.

ΛΕΩΝΙΔΟΥ

Μηλὼ καὶ Σατύρη τανυήλικες, Ἀντιγενείδεω

   παῖδες, ταὶ Μουσέων εὔκολοι ἐργάτιδες,

Μηλὼ μὲν Μούσαις Πιμπληίσι τοὺς ταχυχειλεῖς

   αὐλοὺς καὶ ταύτην πύξινον αὐλοδόκην,

ἡ φίλερως Σατύρη δὲ τὸν ἕσπερον οἰνοποτήρων

   σύγκωμον κηρῷ τευξαμένη δόνακα,

ἡδὺν συριστῆρα, σὺν ᾧ πανεπόρφνιος ἠῶ

   ηὔγασεν αὐλείοις οὐ κοτέουσα θύραις.

ΑΣΚΛΗΠΙΑΔΟΥ

Αἱ Σάμιαι Βιττὼ καὶ Νάννιον εἰς Ἀφροδίτης

   φοιτᾶν τοῖς αὐτῆς οὐκ ἐθέλουσι νόμοις,

εἰς δ' ἕτερ' αὐτομολοῦσιν, ἃ μὴ καλά. δεσπότι Κύπρι,

   μίσει τὰς κοίτης τῆς παρὰ σοὶ φυγάδας.

ΜΕΛΕΑΓΡΟΥ

Οὔ μοι παιδομανὴς κραδία. τί δὲ τερπνόν, Ἔρωτες,

   ἀνδροβατεῖν, εἰ μὴ δούς τι λαβεῖν ἐθέλοι;

ἁ χεὶρ γὰρ τὰν χεῖρα· καλά με μένοι παράκοιτις.

   ἔρροι πᾶς ἄρσην ἀρσενικαῖς λαβίσιν.

ΠΟΣΕΙΔΙΠΠΟΥ ἢ ΑΣΚΛΗΠΙΑΔΟΥ

Σήν, Παφίη Κυθέρεια, παρ' ἠιόν' εἶδε Κλέανδρος

   Νικοῦν ἐν χαροποῖς κύμασι νηχομένην·

καιόμενος δ' ὑπ' Ἔρωτος ἐνὶ φρεσὶν ἄνθρακας ὡνὴρ

   ξηροὺς ἐκ νοτερῆς παιδὸς ἐπεσπάσατο.

χὠ μὲν ἐναυάγει γαίης ἔπι, τὴν δὲ θαλάσσης

   ψαύουσαν πρηεῖς εἴχοσαν αἰγιαλοί.

νῦν δ' ἴσος ἀμφοτέροις φιλίης πόθος· οὐκ ἀτελεῖς γὰρ

   εὐχαὶ τὰς κείνης εὔξατ' ἐπ' ἠιόνος.

ΑΣΚΛΗΠΙΑΔΟΥ

Τῷ θαλλῷ Διδύμη με συνήρπασεν· ὤμοι, ἐγὼ δὲ

   τήκομαι ὡς κηρὸς πὰρ πυρί, κάλλος ὁρῶν.

εἰ δὲ μέλαινα, τί τοῦτο; καὶ ἄνθρακες· ἀλλ' ὅτε κείνους

   θάλψωμεν, λάμπουσ' ὡς ῥόδεαι κάλυκες.

ΠΟΣΕΙΔΙΠΠΟΥ

Δάκρυα καὶ κῶμοι, τί μ' ἐγείρετε, πρὶν πόδας ἄρω

   ἐκ πυρός, εἰς ἑτέρην Κύπριδος ἀνθρακιήν;

λήγω δ' οὔποτ' ἔρωτος, ἀεὶ δέ μοι ἐξ Ἀφροδίτης

   ἄλγος ὁ μὴ κρίνων καινὸν ἄγει τι Πόθος.

ΜΕΛΕΑΓΡΟΥ

Αἰεί μοι δύνει μὲν ἐν οὔασιν ἦχος Ἔρωτος,

   ὄμμα δὲ σῖγα Πόθοις τὸ γλυκὺ δάκρυ φέρει·

οὐδ' ἡ νύξ, οὐ φέγγος ἐκοίμισεν, ἀλλ' ὑπὸ φίλτρων

   ἤδη που κραδίᾳ γνωστὸς ἔνεστι τύπος.

ὦ πτανοί, μὴ καί ποτ' ἐφίπτασθαι μέν, Ἔρωτες,

   οἴδατ', ἀποπτῆναι δ' οὐδ' ὅσον ἰσχύετε;

ΠΟΣΕΙΔΙΠΠΟΥ

Πυθιὰς εἰ μὲν ἔχει τιν', ἀπέρχομαι· εἰ δὲ καθεύδει

   ὧδε μόνη, μικρόν, πρὸς Διός, ἐκκάλεσαι.

εἰπὲ δὲ σημεῖον, μεθύων ὅτι καὶ διὰ κλωπῶν

   ἦλθεν Ἔρωτι θρασεῖ χρώμενος ἡγεμόνι.

ΜΕΛΕΑΓΡΟΥ

Σφαιριστὰν τὸν Ἔρωτα τρέφω· σοὶ δ', Ἡλιοδώρα,

   βάλλει τὰν ἐν ἐμοὶ παλλομέναν κραδίαν.

ἀλλ' ἄγε συμπαίκταν δέξαι Πόθον· εἰ δ' ἀπὸ σεῦ με

   ῥίψαις, οὐκ οἴσω τὰν ἀπάλαιστρον ὕβριν.

ΤΟΥ ΑΥΤΟΥ

Λίσσομ', Ἔρως, τὸν ἄγρυπνον ἐμοὶ πόθον Ἡλιοδώρας

   κοίμισον αἰδεσθεὶς Μοῦσαν ἐμὰν ἱκέτιν.

ναὶ γὰρ δὴ τὰ σὰ τόξα, τὰ μὴ δεδιδαγμένα βάλλειν

   ἄλλον, ἀεὶ δ' ἐπ' ἐμοὶ πτανὰ χέοντα βέλη,

   5εἰ καὶ ἐμὲ κτείναις, λείψω φωνὴν προϊέντα

   γράμματ'· Ἔρωτος ὅρα, ξεῖνε, μιαιφονίαν.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Εἰ φιλέεις, μὴ πάμπαν ὑποκλασθέντα χαλάσσῃς

   θυμὸν ὀλισθηρῆς ἔμπλεον ἱκεσίης·

ἀλλά τι καὶ φρονέοις στεγανώτερον, ὅσσον ἐρύσσαι

   ὀφρύας, ὅσσον ἰδεῖν βλέμματι φειδομένῳ.

ἔργον γάρ τι γυναιξὶν ὑπερφιάλους ἀθερίζειν

   καὶ κατακαγχάζειν τῶν ἄγαν οἰκτροτάτων.

κεῖνος δ' ἐστὶν ἄριστος ἐρωτικός, ὃς τάδε μίξει

   οἶκτον ἔχων ὀλίγῃ ξυνὸν ἀγηνορίῃ.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Χρύσεος ἀψαύστοιο διέτμαγεν ἅμμα κορείας

   Ζεὺς διαδὺς Δανάας χαλκελάτους θαλάμους.

φαμὶ λέγειν τὸν μῦθον ἐγὼ τάδε· Χάλκεα νικᾷ

   τείχεα καὶ δεσμοὺς χρυσὸς ὁ πανδαμάτωρ.

χρυσὸς ὅλους ῥυτῆρας, ὅλας κληῖδας ἐλέγχει,

   χρυσὸς ἐπιγνάμπτει τὰς σοβαροβλεφάρους·

καὶ Δανάας ἐλύγωσεν ὅδε φρένα. μή τις ἐραστὰς

   λισσέσθω Παφίαν, ἀργύριον παρέχων.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Τὸν σοβαρὸν Πολέμωνα, τὸν ἐν θυμέλῃσι Μενάνδρου

   κείραντα Γλυκέρας τῆς ἀλόχου πλοκάμους,

ὁπλότερος Πολέμων μιμήσατο, καὶ τὰ Ῥοδάνθης

   βόστρυχα παντόλμοις χερσὶν ἐληίσατο,

καὶ τραγικοῖς ἀχέεσσι τὸ κωμικὸν ἔργον ἀμείψας,

   μάστιξεν ῥαδινῆς ἅψεα θηλυτέρης.

ζηλομανὲς τὸ κόλασμα. τί γὰρ τόσον ἤλιτε κούρη,

   εἴ με κατοικτείρειν ἤθελε τειρόμενον;

σχέτλιος· ἀμφοτέρους δὲ διέτμαγε, μέχρι καὶ αὐτοῦ

  10   βλέμματος ἐνστήσας αἴθοπα βασκανίην.

ἀλλ' ἔμπης τελέθει Μισούμενος· αὐτὰρ ἔγωγε

   Δύσκολος, οὐχ ὁρόων τὴν Περικειρομένην.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Κλέψωμεν, Ῥοδόπη, τὰ φιλήματα τήν τ' ἐρατεινὴν

   καὶ περιδηριτὴν Κύπριδος ἐργασίην.

ἡδὺ λαθεῖν φυλάκων τε παναγρέα κανθὸν ἀλύξαι·

   φώρια δ' ἀμφαδίων λέκτρα μελιχρότερα.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Εἰ καὶ νῦν πολιή σε κατεύνασε καὶ τὸ θαλυκρὸν

   κεῖνο κατημβλύνθη κέντρον ἐρωμανίης,

ὤφελες, ὦ Κλεόβουλε, πόθους νεότητος ἐπιγνοὺς

   νῦν καὶ ἐποικτείρειν ὁπλοτέρων ὀδύνας,

   5μηδ' ἐπὶ τοῖς ξυνοῖς κοτέειν μέγα μηδὲ κομάων

   τὴν ῥαδινὴν κούρην πάμπαν ἀπαγλαΐσαι.

Ἀντίπατρος τῇ παιδὶ πάρος μεμέλησο ταλαίνῃ,

   καὶ νῦν ἐξαπίνης Ἀντίπαλος γέγονας.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Μέχρι τίνος φλογόεσσαν ὑποκλέπτοντες ὀπωπὴν

   φώριον ἀλλήλων βλέμμα τιτυσκόμεθα;

λεκτέον ἀμφαδίην μελεδήματα, κἤν τις ἐρύξῃ

   μαλθακὰ λυσιπόνου πλέγματα συζυγίης,

φάρμακον ἀμφοτέροις ξίφος ἔσσεται· ἥδιον ἡμῖν

   ξυνὸν ἀεὶ μεθέπειν ἢ βίον ἢ θάνατον.

ΑΓΑΘΙΟΥ

Εἴ ποτε μὲν κιθάρης ἐπαφήσατο πλῆκτρον ἑλοῦσα

   κούρη, Τερψιχόρης ἀντεμέλιζε μίτοις·

εἴ ποτε δὲ τραγικῷ ῥοιζήματι ῥήξατο φωνήν,

   αὐτῆς Μελπομένης βόμβον ἀπεπλάσατο.

εἰ δὲ καὶ ἀγλαΐης κρίσις ἵστατο, μᾶλλον ἂν αὐτὴ

   Κύπρις ἐνικήθη κἀνεδίκαζε Πάρις.

σιγῇ ἐφ' ἡμείων, ἵνα μὴ Διόνυσος ἀκούσας

   τῶν Ἀριαδνείων ζῆλον ἔχοι λεχέων.

ΜΑΚΗΔΟΝΙΟΥ

Φωσφόρε, μὴ τὸν Ἔρωτα βιάζεο μηδὲ διδάσκου,

   Ἄρεϊ γειτονέων, νηλεὲς ἦτορ ἔχειν.

ὡς δὲ πάρος Κλυμένης ὁρόων Φαέθοντα μελάθρῳ

   οὐ δρόμον ὠκυπόδην εἶχες ἀπ' ἀντολίης,

οὕτω μοι περὶ νύκτα μόγις ποθέοντι φανεῖσαν

   ἔρχεο δηθύνων ὡς παρὰ Κιμμερίοις.

ΤΟΥ ΑΥΤΟΥ

Λῆξον, Ἔρως, κραδίης τε καὶ ἥπατος· εἰ δ' ἐπιθυμεῖς

   βάλλειν, ἄλλο τί μου τῶν μελέων μετάβα.

ΤΟΥ ΑΥΤΟΥ

Ἕλκος ἔχω τὸν ἔρωτα· ῥέει δέ μοι ἕλκεος ἰχὼρ

   δάκρυον, ὠτειλῆς οὔποτε τερσομένης.

εἰμὶ καὶ ἐκ κακότητος ἀμήχανος, οὐδὲ Μαχάων

   ἤπιά μοι πάσσει φάρμακα δευομένῳ.

Τήλεφός εἰμι, κόρη, σὺ δὲ γίνεο πιστὸς Ἀχιλλεύς·

   κάλλεϊ σῷ παῦσον τὸν πόθον, ὡς ἔβαλες.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Ὀφθαλμοί, τέο μέχρις ἀφύσσετε νέκταρ Ἐρώτων,

   κάλλεος ἀκρήτου ζωροπόται θρασέες;

τῆλε διαθρέξωμεν, ὅπῃ σθένος· ἐν δὲ γαλήνῃ

   νηφάλια σπείσω Κύπριδι Μειλιχίῃ.

εἰ δ' ἄρα που καὶ κεῖθι κατάσχετος ἔσσομαι οἴστρῳ

   γίνεσθε κρυεροῖς δάκρυσι μυδαλέοι,

ἔνδικον ὀτλήσοντες ἀεὶ πόνον· ἐξ ὑμέων γάρ,

   φεῦ, πυρὸς ἐς τόσσην ἤλθομεν ἐργασίην.

ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΙΚΟΥ

Ἡμερίδας τρυγόωσιν ἐτήσιον, οὐδέ τις αὐτῶν

   τοὺς ἕλικας, κόπτων βότρυν, ἐπιστρέφεται.

ἀλλὰ σέ, τὴν ῥοδόπηχυν, ἐμῆς ἀνάθημα μερίμνης,

   ὑγρὸν ἐνιπλέξας ἅμματι δεσμὸν ἔχω

καὶ τρυγόω τὸν ἔρωτα· καὶ οὐ θέρος, οὐκ ἔαρ ἄλλο

   οἶδα μένειν, ὅτι μοι πᾶσα γέμεις χαρίτων.

ὧδε καὶ ἡβήσειας, ὅλον χρόνον· εἰ δέ τις ἔλθῃ

   λοξὸς ἕλιξ ῥυτίδων, τλήσομαι ὡς φιλέων.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Εἰπέ, τίνι πλέξεις ἔτι βόστρυχον ἢ τίνι χεῖρας

   φαιδρυνέεις ὀνύχων ἀμφιτεμὼν ἀκίδα;

ἐς τί δὲ κοσμήσεις ἁλιανθέι φάρεα κόχλῳ,

   μηκέτι τῆς καλῆς ἐγγὺς ἰὼν Ῥοδόπης;

ὄμμασιν, οἷς Ῥοδόπην οὐ δέρκομαι, οὐδὲ φαεινῆς

   φέγγος ἰδεῖν ἐθέλω χρύσεον Ἠριπόλης.

ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΙΚΟΥ

Τὴν Νιόβην κλαίουσαν ἰδών ποτε βουκόλος ἀνὴρ

   θάμβεεν, εἰ λείβειν δάκρυον οἶδε λίθος.

αὐτὰρ ἐμὲ στενάχοντα τόσης κατὰ νυκτὸς ὁμίχλην

   ἔμπνοος Εὐίππης οὐκ ἐλέαιρε λίθος.

αἴτιος ἀμφοτέροισιν ἔρως, ὀχετηγὸς ἀνίης

   τῇ Νιόβῃ τεκέων, αὐτὰρ ἐμοὶ παθέων.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Χρυσείης ἐρύσασα μίαν τρίχα Δωρὶς ἐθείρης,

   οἷα δορικτήτους δῆσεν ἐμεῦ παλάμας.

αὐτὰρ ἐγὼ τὸ πρὶν μὲν ἐκάγχασα, δεσμὰ τινάξαι

   Δωρίδος ἱμερτῆς εὐμαρὲς οἰόμενος·

ὡς δὲ διαρρῆξαι σθένος οὐκ ἔχον, ἔστενον ἤδη

   οἷά τε χαλκείῃ σφιγκτὸς ἀλυκτοπέδῃ·

καὶ νῦν ὁ τρισάποτμος ἀπὸ τριχὸς ἠέρτημαι,

   δεσπότις ἔνθ' ἐρύσῃ, πυκνὰ μεθελκόμενος.

ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΙΚΟΥ

Τὸ στόμα ταῖς χαρίτεσσι, προσώπατα δ' ἄνθεσι βάλλει,

   ὄμματα τῇ παφίῃ, τὼ χέρε τῇ κιθάρῃ.

συλεύεις βλεφάρων φάος ὄμμασιν, οὖας ἀοιδῇ·

   πάντοθεν ἀγρεύεις τλήμονας ἠιθέους.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Ἱππομένην φιλέουσα νόον προσέρεισα Λεάνδρῳ·

   ἐν δὲ Λεανδρείοις χείλεσι πηγνυμένη

εἰκόνα τὴν Ξάνθοιο φέρω φρεσί· πλεξαμένη δὲ

   Ξάνθον ἐς Ἱππομένην νόστιμον ἦτορ ἄγω.

πάντα τὸν ἐν παλάμῃσιν ἀναίνομαι· ἄλλοτε δ' ἄλλον

   αἰὲν ἀμοιβαίοις πήχεσι δεχνυμένη

ἀφνειὴν Κυθέρειαν ὑπέρχομαι. εἰ δέ τις ἡμῖν

   μέμφεται, ἐν πενίῃ μιμνέτω οἰογάμῳ.

ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΙΚΟΥ

Αὔριον ἀθρήσω σε. Τὸ δ' οὔ ποτε γίνεται ἡμῖν,

   ἠθάδος ἀμβολίης αἰὲν ἀεξομένης.

ταῦτά μοι ἱμείροντι χαρίζεαι· ἄλλα δ' ἐς ἄλλους

   δῶρα φέρεις, ἐμέθεν πίστιν ἀπειπαμένη.

Ὄψομαι ἑσπερίη σε. τί δ' ἕσπερός ἐστι γυναικῶν;

   γῆρας ἀμετρήτῳ πληθόμενον ῥυτίδι.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Ὁ πρὶν ἀμαλθάκτοισιν ὑπὸ φρεσὶν ἡδὺν ἐν ἥβῃ

   οἰστροφόρου Παφίης θεσμὸν ἀπειπάμενος,

γυιοβόροις βελέεσσιν ἀνέμβατος ὁ πρὶν Ἐρώτων

   αὐχένα σοι κλίνω, Κύπρι, μεσαιπόλιος.

δέξο με καγχαλόωσα, σοφὴν ὅτι Παλλάδα νικᾷς

   νῦν πλέον ἢ τὸ πάρος μήλῳ ἐφ' Ἑσπερίδων.

ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΙΚΟΥ

Ἦλθες ἐμοὶ ποθέοντι παρ' ἐλπίδα· τὴν δ' ἐνὶ θυμῷ

   ἐξεσάλαξας ὅλην θάμβεϊ φαντασίην

καὶ τρομέω· κραδίη τε βυθῷ πελεμίζεται οἴστρου,

   ψυχῆς πνιγομένης κύματι Κυπριδίῳ.

   5ἀλλ' ἐμὲ τὸν ναυηγὸν ἐπ' ἠπείροιο φανέντα

   σῶε τεῶν λιμένων ἔνδοθι δεξαμένη.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Ναὶ τάχα Τανταλέης Ἀχερόντια πήματα ποινῆς

   ἡμετέρων ἀχέων ἐστὶν ἐλαφρότερα.

οὐ γάρ, ἰδὼν σέο κάλλος, ἀπείργετο χείλεα μῖξαι

   χείλεϊ σῷ ῥοδέων ἁβροτέρῳ καλύκων,

Τάνταλος ἀκριτόδακρυς· ὑπερτέλλοντα δὲ πέτρον

   δείδιεν, ἀλλὰ θανεῖν δεύτερον οὐ δύναται.

αὐτὰρ ἐγὼ ζωὸς μὲν ἐὼν κατατήκομαι οἴστρῳ,

   ἐκ δ' ὀλιγοδρανίης καὶ μόρον ἐγγὺς ἔχω.

ΑΓΑΘΙΟΥ ΜΥΡΙΝΑΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Πᾶσαν ἐγὼ τὴν νύκτα κινύρομαι· εὖτε δ' ἐπέλθῃ

   ὄρθρος ἐλινῦσαι μικρὰ χαριζόμενος,

ἀμφιπεριτρύζουσι χελιδόνες, ἐς δέ με δάκρυ

   βάλλουσιν, γλυκερὸν κῶμα παρωσάμεναι.

ὄμματα δ' οὐ λάοντα φυλάσσεται· ἡ δὲ Ῥοδάνθης

   αὖθις ἐμοῖς στέρνοις φροντὶς ἀναστρέφεται.

ὦ φθονεραὶ παύσασθε λαλητρίδες· οὐ γὰρ ἔγωγε

   τὴν Φιλομηλείην γλῶσσαν ἀπεθρισάμην·

ἀλλ' Ἴτυλον κλαίοιτε κατ' οὔρεα καὶ γοάοιτε

  10   εἰς ἔποπος κραναὴν αὖλιν ἐφεζόμεναι,

βαιὸν ἵνα κνώσσοιμεν· ἴσως δέ τις ἥξει ὄνειρος,

   ὅς με Ῥοδανθείοις πήχεσιν ἀμφιβάλοι.

ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΙΚΟΥ

Τὸ ξίφος ἐκ κολεοῖο τί σύρεται; οὐ μὰ σέ, κούρη,

   οὐχ ἵνα τι πρήξω Κύπριδος ἀλλότριον,

ἀλλ' ἵνα σοι τὸν Ἄρηα, καὶ ἀζαλέον περ ἐόντα,

   δείξω τῇ μαλακῇ Κύπριδι πειθόμενον.

   5οὗτος ἐμοὶ ποθέοντι συνέμπορος, οὐδὲ κατόπτρου

   δεύομαι, ἐν δ' αὐτῷ δέρκομαι αὑτὸν ἐγώ,

καὶ καλὸς ὡς ἐν ἔρωτι· σὺ δ' ἢν ἀπ' ἐμεῖο λάθηαι,

   τὸ ξίφος ἡμετέρην δύσεται ἐς λαγόνα.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Ἐσβέσθη φλογεροῖο πυρὸς μένος· οὐκέτι κάμνω,

   ἀλλὰ καταθνῄσκω ψυχόμενος Παφίῃ.

ἤδη γὰρ μετὰ σάρκα δι' ὀστέα καὶ φρένας ἕρπει

   παμφάγον ἀσθμαίνων οὗτος ὁ πικρὸς Ἔρως.

καὶ φλὸξ ἐν τελεταῖς, ὅτε θύματα πάντα λαφύξῃ

   φορβῆς ἠπανίῃ ψύχεται αὐτομάτως.

ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΙΚΟΥ

Τῷ χρυσῷ τὸν ἔρωτα μετέρχομαι· οὐ γὰρ ἀρότρῳ

   ἔργα μελισσάων γίνεται ἢ σκαπάνῃ,

ἀλλ' ἔαρι δροσερῷ· μέλιτός γε μὲν Ἀφρογενείης

   ὁ χρυσὸς τελέθει ποικίλος ἐργατίνης.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Σῴζεό σοι μέλλων ἐνέπειν, παλίνορσον ἰωὴν

   ἂψ ἀνασειράζω καὶ πάλιν ἄγχι μένω·

σὴν γὰρ ἐγὼ δασπλῆτα διάστασιν οἷά τε πικρὴν

   νύκτα καταπτήσσω τὴν Ἀχεροντιάδα.

ἤματι γὰρ σέο φέγγος ὁμοίιον· ἀλλὰ τὸ μέν που

   ἄφθογγον· σὺ δέ μοι καὶ τὸ λάλημα φέρεις

κεῖνο τὸ Σειρήνων γλυκερώτερον, ᾧ ἔπι πᾶσαι

   εἰσὶν ἐμῆς ψυχῆς ἐλπίδες ἐκκρεμέες.

ΕΡΑΤΟΣΘΕΝΟΥΣ ΣΧΟΛΑΣΤΙΚΟΥ

Ὡς εἶδον Μελίτην, ὦχρός μ' ἕλε· καὶ γὰρ ἀκοίτῃ

   κείνη ἐφωμάρτει· τοῖα δ' ἔλεξα τρέμων·

Τοῦ σοῦ ἀνακροῦσαι δύναμαι πυλεῶνος ὀχῆας,

   δικλίδος ἡμετέρης τὴν βάλανον χαλάσας,

καὶ δισσῶν προθύρων πλαδαρὴν κρηπῖδα περῆσαι,

   ἄκρον ἐπιβλῆτος μεσσόθι πηξάμενος;

ἡ δὲ λέγει γελάσασα καὶ ἀνέρα λοξὸν ἰδοῦσα·

   Τῶν προθύρων ἀπέχου, μή σε κύων ὀλέσῃ.

ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΙΚΟΥ

Τὴν φιλοπουλυγέλωτα κόρην ἐπὶ νυκτὸς ὀνείρου

   εἶχον ἐπισφίγξας πήχεσιν ἡμετέροις.

πείθετό μοι ξύμπαντα καὶ οὐκ ἀλέγιζεν ἐμεῖο

   κύπριδι παντοίῃ σώματος ἁπτομένου.

ἀλλὰ βαρύζηλός τις Ἔρως· καὶ νύκτα λοχήσας

   ἐξέχεεν φιλίην, ὕπνον ἀποσκεδάσας.

ὧδέ μοι οὐδ' αὐτοῖσιν ἐν ὑπναλέοισιν ὀνείροις

   ἄφθονός ἐστιν Ἔρως κέρδεος ἡδυγάμου.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Μακρὰ φιλεῖ Γαλάτεια καὶ ἔμψοφα, μαλθακὰ Δημώ,

   Δωρὶς ὀδακτίζει. τίς πλέον ἐξερέθει;

οὔατα μὴ κρίνωσι φιλήματα· γευσάμενοι δὲ

   τρηχαλέων στομάτων ψῆφον ἐποισόμεθα.

ἐπλάγχθης, κραδίη· τὰ φιλήματα μαλθακὰ Δημοῦς

   ἔγνως καὶ δροσερῶν ἡδὺ μέλι στομάτων·

μίμν' ἐπὶ τοῖς· ἀδέκαστον ἔχει στέφος. εἰ δέ τις ἄλλῃ

   τέρπεται, ἐκ Δημοῦς ἡμέας οὐκ ἐρύσει.

ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΙΚΟΥ

Κιχλίζεις, χρεμέτισμα γάμου προκέλευθον ἱεῖσα,

   ἥσυχά μοι νεύεις· πάντα μάτην ἐρέθεις.

ὤμοσα τὴν δυσέρωτα κόρην, τρισὶν ὤμοσα πέτραις,

   μήποτε μειλιχίοις ὄμμασιν εἰσιδέειν.

παῖζε μόνη τὸ φίλημα· μάτην πόππυζε σεαυτῇ

   χείλεσι γυμνοτάτοις, οὔ τινι μισγομένοις.

αὐτὰρ ἐγὼν ἑτέρην ὁδὸν ἔρχομαι· εἰσὶ γὰρ ἄλλαι

   κρέσσονες εὐλέκτρου Κύπριδος ἐργάτιδες.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Μαλθακὰ μὲν Σαπφοῦς τὰ φιλήματα, μαλθακὰ γυίων

   πλέγματα χιονέων, μαλθακὰ πάντα μέλη,

ψυχὴ δ' ἐξ ἀδάμαντος ἀπειθέος· ἄχρι γὰρ οἴων

   ἔστιν ἔρως στομάτων, τἆλλα δὲ παρθενίης.

καὶ τίς ὑποτλαίη; τάχα τις, τάχα τοῦτο ταλάσσας

   δίψαν Τανταλέην τλήσεται εὐμαρέως.

ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΙΚΟΥ

Παρμενὶς οὐκ ἔργῳ· τὸ μὲν οὔνομα καλὸν ἀκούσας

   ὠισάμην, σὺ δέ μοι πικροτέρη θανάτου.

καὶ φεύγεις φιλέοντα, καὶ οὐ φιλέοντα διώκεις,

   ὄφρα πάλιν κεῖνον καὶ φιλέοντα φύγῃς.

κεντρομανὲς δ' ἄγκιστρον ἔφυ στόμα καί με δακόντα

   εὐθὺς ἔχει ῥοδέου χείλεος ἐκκρεμέα.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Ὦ παλάμη πάντολμε, σὺ τὸν παγχρύσεον ἔτλης

   ἀπρὶξ δραξαμένη βόστρυχον αὐερύσαι;

ἔτλης; οὐκ ἐμάλαξε τεὸν θράσος αἴλινος αὐδή,

   σκύλμα κόμης, αὐχὴν μαλθακὰ κεκλιμένος;

νῦν θαμινοῖς πατάγοισι μάτην τὸ μέτωπον ἀράσσεις·

   οὐκέτι γὰρ μαζοῖς σὸν θέναρ ἐμπελάσει.

μή, λίτομαι, δέσποινα, τόσην μὴ λάμβανε ποινήν·

   μᾶλλον ἐγὼ τλαίην φάσγανον ἀσπασίως.

ΕΙΡΗΝΑΙΟΥ ΡΕΦΕΡΕΝΔΑΡΙΟΥ

Ὦ σοβαρὴ Ῥοδόπη, Παφίης εἴξασα βελέμνοις

   καὶ τὸν ὑπερφίαλον κόμπον ἀπωσαμένη,

ἀγκὰς ἑλοῦσά μ' ἔχεις παρὰ σὸν λέχος· ἐν δ' ἄρα δεσμοῖς

   κεῖμαι ἐλευθερίης οὐκ ἐπιδευόμενος.

οὕτω γὰρ ψυχή τε καὶ ἔκχυτα σώματα φωτῶν

   συμφέρεται φιλίης ῥεύμασι μιγνύμενα.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Ἡδύ, φίλοι, μείδημα τὸ Λαΐδος· ἡδὺ καὶ αὐτῶν

   ἠπιοδινήτων δάκρυ χέει βλεφάρων.

χθιζά μοι ἀπροφάσιστον ἐπέστενεν, ἐγκλιδὸν ὤμῳ

   ἡμετέρῳ κεφαλὴν δηρὸν ἐρεισαμένη.

μυρομένην δὲ φίλησα· τὰ δ' ὡς δροσερῆς ἀπὸ πηγῆς

   δάκρυα μιγνυμένων πῖπτε κατὰ στομάτων.

εἶπε δ' ἀνειρομένῳ· Τίνος εἵνεκα δάκρυα λείβεις; ‑

   Δείδια, μή με λίπῃς· ἐστὲ γὰρ ὁρκαπάται.

ΕΙΡΗΝΑΙΟΥ ΡΕΦΕΡΕΝΔΑΡΙΟΥ

Ὄμματα δινεύεις κρυφίων ἰνδάλματα πυρσῶν,

   χείλεα δ' ἀκροβαφῆ λοξὰ παρεκτανύεις,

καὶ πολὺ κιχλίζουσα σοβεῖς εὐβόστρυχον αἴγλην,

   ἐκχυμένας δ' ὁρόω τὰς σοβαρὰς παλάμας.

ἀλλ' οὐ σῆς κραδίης ὑψαύχενος ὤκλασεν ὄγκος·

   οὔπω ἐθηλύνθης, οὐδὲ μαραινομένη.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Ῥίψωμεν, χαρίεσσα, τὰ φάρεα, γυμνὰ δὲ γυμνοῖς

   ἐμπελάσῃ γυίοις γυῖα περιπλοκάδην·

μηδὲν ἔοι τὸ μεταξύ· Σεμιράμιδος γὰρ ἐκεῖνο

   τεῖχος ἐμοὶ δοκέει λεπτὸν ὕφασμα σέθεν·

στήθεα δ' ἐζεύχθω τά τε χείλεα· τἆλλα δὲ σιγῇ

   κρυπτέον· ἐχθαίρω τὴν ἀθυροστομίην.

ΕΙΡΗΝΑΙΟΥ ΡΕΦΕΡΕΝΔΑΡΙΟΥ

Τίπτε πέδον, Χρύσιλλα, κάτω νεύουσα δοκεύεις

   καὶ ζώνην παλάμαις οἷά περ ἀκρολυτεῖς;

αἰδὼς νόσφι πέλει τῆς Κύπριδος· εἰ δ' ἄρα σιγᾷς,

   νεύματι τὴν Παφίην δεῖξον ὑπερχομένη.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Ὤμοσα μιμνάζειν σέο τηλόθεν, ἀργέτι κούρη,

   ἄχρι δυωδεκάτης, ὦ πόποι, ἠριπόλης·

οὐ δ' ἔτλην ὁ τάλας· τὸ γὰρ αὔριον ἄμμι φαάνθη

   τηλοτέρω μήνης, ναὶ μὰ σέ, δωδεκάτης.

ἀλλὰ θεοὺς ἱκέτευε, φίλη, μὴ ταῦτα χαράξαι

   ὅρκια ποιναίης νῶτον ὑπὲρ σελίδος·

θέλγε δὲ σαῖς χαρίτεσσιν ἐμὴν φρένα· μηδέ με μάστιξ,

   πότνα, κατασμύξῃ καὶ σέο καὶ μακάρων.

ΤΟΥ ΑΥΤΟΥ

Εἶδον ἐγὼ ποθέοντας· ὑπ' ἀτλήτοιο δὲ λύσσης

   δηρὸν ἐν ἀλλήλοις χείλεα πηξάμενοι,

οὐ κόρον εἶχον ἔρωτος ἀφειδέος· ἱέμενοι δέ,

   εἰ θέμις, ἀλλήλων δύμεναι ἐς κραδίην,

   5ἀμφασίης ὅσον ὅσσον ὑπεπρήυνον ἀνάγκην

   ἀλλήλων μαλακοῖς φάρεσιν ἑσσάμενοι.

καί ῥ' ὁ μὲν ἦν Ἀχιλῆι πανείκελος, οἷος ἐκεῖνος

   τῶν Λυκομηδείων ἔνδον ἔην θαλάμων·

κούρη δ' ἀργυφέης ἐπιγουνίδος ἄχρι χιτῶνα

  10   ζωσαμένη Φοίβης εἶδος ἀπεπλάσατο.

καὶ πάλιν ἠρήρειστο τὰ χείλεα· γυιοβόρον γὰρ

   εἶχον ἀλωφήτου λιμὸν ἐρωμανίης.

ῥεῖά τις ἡμερίδος στελέχη δύο σύμπλοκα λύσει,

   στρεπτά, πολυχρονίῳ πλέγματι συμφυέα,

  15ἢ κείνους φιλέοντας, ὑπ' ἀντιπόροισί τ' ἀγοστοῖς

   ὑγρὰ περιπλέγδην ἅψεα δησαμένους.

τρὶς μάκαρ, ὃς τοίοισι, φίλη, δεσμοῖσιν ἑλίχθη,

   τρὶς μάκαρ· ἀλλ' ἡμεῖς ἄνδιχα καιόμεθα.

ΤΟΥ ΑΥΤΟΥ

Δικλίδας ἀμφετίναξεν ἐμοῖς Γαλάτεια προσώποις

   ἕσπερος, ὑβριστὴν μῦθον ἐπευξαμένη·

Ὕβρις ἔρωτας ἔλυσε. μάτην ὅδε μῦθος ἀλᾶται·

   ὕβρις ἐμὴν ἐρέθει μᾶλλον ἐρωμανίην.

   5ὤμοσα γὰρ λυκάβαντα μένειν ἀπάνευθεν ἐκείνης,

   ὦ πόποι, ἀλλ' ἱκέτης πρώιος εὐθὺς ἔβην.

ΠΑΛΛΑΔΑ

Νῦν καταγιγνώσκω καὶ τοῦ Διὸς ὡς ἀνεράστου,

   μὴ μεταβαλλομένου τῆς σοβαρᾶς ἕνεκα·

οὔτε γὰρ Εὐρώπης, οὐ τῆς Δανάης περὶ κάλλος

   οὔθ' ἁπαλῆς Λήδης ἐστ' ἀπολειπομένη·

εἰ μὴ τὰς πόρνας παραπέμπεται· οἶδα γὰρ αὐτὸν

   τῶν βασιλευουσῶν παρθενικῶν φθορέα.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Πρόκριτός ἐστι, Φίλιννα, τεὴ ῥυτὶς ἢ ὀπὸς ἥβης

   πάσης· ἱμείρω δ' ἀμφὶς ἔχειν παλάμαις

μᾶλλον ἐγὼ σέο μῆλα καρηβαρέοντα κορύμβοις

   ἢ μαζὸν νεαρῆς ὄρθιον ἡλικίης.

σὸν γὰρ ἔτι φθινόπωρον ὑπέρτερον εἴαρος ἄλλης

   χεῖμα σὸν ἀλλοτρίου θερμότερον θέρεος.

ΤΟΥ ΑΥΤΟΥ

Ὄμματά σευ βαρύθουσι, πόθου πνείοντα, Χαρικλοῖ,

   οἷά περ ἐκ λέκτρων ἄρτι διεγρομένης·

ἔσκυλται δὲ κόμη, ῥοδέης δ' ἀμάρυγμα παρειῆς

   ὦχρος ἔχει λευκός, καὶ δέμας ἐκλέλυται.

κεἰ μὲν παννυχίῃσιν ὁμιλήσασα παλαίστραις

   ταῦτα φέρεις, ὄλβου παντὸς ὑπερπέταται,

ὅς σε περιπλέγδην ἔχε πήχεσιν· εἰ δέ σε τήκει

   θερμὸς ἔρως, εἴης εἰς ἐμὲ τηκομένη.

ΤΟΥ ΑΥΤΟΥ

Κεκρύφαλοι σφίγγουσι τεὴν τρίχα; τήκομαι οἴστρῳ,

   Ῥείης πυργοφόρου δείκελον εἰσορόων.

ἀσκεπές ἐστι κάρηνον; ἐγὼ ξανθίσμασι χαίτης

   ἔκχυτον ἐκ στέρνων ἐξεσόβησα νόον.

ἀργενναῖς ὀθόνῃσι κατήορα βόστρυχα κεύθεις;

   οὐδὲν ἐλαφροτέρη φλὸξ κατέχει κραδίην.

μορφὴν τριχθαδίην Χαρίτων τριὰς ἀμφιπολεύει·

   πᾶσα δέ μοι μορφὴ πῦρ ἴδιον προχέει.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Εἰμὶ μὲν οὐ φιλόοινος· ὅταν δ' ἐθέλῃς με μεθύσσαι,

   πρῶτα σὺ γευομένη πρόσφερε, καὶ δέχομαι.

εἰ γὰρ ἐπιψαύσεις τοῖς χείλεσιν, οὐκέτι νήφειν

   εὐμαρὲς οὐδὲ φυγεῖν τὸν γλυκὺν οἰνοχόον·

πορθμεύει γὰρ ἔμοιγε κύλιξ παρὰ σοῦ τὸ φίλημα

   καί μοι ἀπαγγέλλει τὴν χάριν, ἣν ἔλαβεν.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Φεῦ φεῦ, καὶ τὸ λάλημα τὸ μείλιχον ὁ φθόνος εἴργει

   βλέμμα τε λαθριδίως φθεγγομένων βλεφάρων·

ἱσταμένης δ' ἄγχιστα τεθήπαμεν ὄμμα γεραιῆς

   οἷα πολύγληνον βουκόλον Ἰναχίης.

ἵστασο καὶ σκοπίαζε, μάτην δὲ σὸν ἦτορ ἀμύσσου·

   οὐ γὰρ ἐπὶ ψυχῆς ὄμμα τεὸν τανύσεις.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Μήποτε, λύχνε, μύκητα φέροις μηδ' ὄμβρον ἐγείροις,

   μὴ τὸν ἐμὸν παύσῃς νυμφίον ἐρχόμενον.

αἰεὶ σὺ φθονέεις τῇ Κύπριδι, καὶ γὰρ ὅθ' Ἡρὼ

   ἥρμοσε Λειάνδρῳ ... θυμέ, τὸ λοιπὸν ἔα.

Ἡφαίστου τελέθεις, καὶ πείθομαι, ὅττι χαλέπτων

   Κύπριδα θωπεύεις δεσποτικὴν ὀδύνην.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Βόστρυχον ὠμογέροντα τί μέμφεαι ὄμματά θ' ὑγρὰ

   δάκρυσιν; ὑμετέρων παίγνια ταῦτα πόθων,

φροντίδες ἀπρήκτοιο πόθου τάδε, ταῦτα βελέμνων

   σύμβολα καὶ δολιχῆς ἔργα νυχεγρεσίης.

καὶ γάρ που λαγόνεσσι ῥυτὶς παναώριος ἤδη,

   καὶ λαγαρὸν δειρῇ δέρμα περικρέμαται.

ὁππόσον ἡβάσκει φλογὸς ἄνθεα, τόσσον ἐμεῖο

   ἅψεα γηράσκει φροντίδι γυιοβόρῳ.

ἀλλὰ κατοικτείρασα δίδου χάριν· αὐτίκα γάρ μοι

  10   χρὼς ἀναθηλήσει κρατὶ μελαινομένῳ.

ΚΟΜΗΤΑ ΧΑΡΤΟΥΛΑΡΙΟΥ

Ὄμματα Φυλλὶς ἔπεμπε κατὰ πλόον· ὅρκος ἀλήτης

   πλάζετο, Δημοφόων δ' ἦεν ἄπιστος ἀνήρ.

νῦν δέ, φίλη, πιστὸς μὲν ἐγὼ παρὰ θῖνα θαλάσσης

   Δημοφόων· σὺ δὲ πῶς, Φυλλίς, ἄπιστος ἔφυς;

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Ἀνέρα λυσσητῆρι κυνὸς βεβολημένον ἰῷ

   ὕδασι θηρείην εἰκόνα φασὶ βλέπειν.

λυσσώων τάχα πικρὸν Ἔρως ἐνέπηξεν ὀδόντα

   εἰς ἐμὲ καὶ μανίαις θυμὸν ἐληίσατο.

   5σὴν γὰρ ἐμοὶ καὶ πόντος ἐπήρατον εἰκόνα φαίνει

   καὶ ποταμῶν δῖναι καὶ δέπας οἰνοχόον.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Τί στενάχεις; ‑ Φιλέω. ‑ Τίνα; ‑ Παρθένον. ‑ Ἦ ῥά γε καλήν; ‑

   Καλὴν ἡμετέροις ὄμμασι φαινομένην. ‑

Ποῦ δέ μιν εἰσενόησας; ‑ Ἐκεῖ ποτὶ δεῖπνον ἐπελθὼν

   ξυνῇ κεκλιμένην ἔδρακον ἐν στιβάδι. ‑

Ἐλπίζεις δὲ τυχεῖν; ‑ Ναὶ ναί, φίλος· ἀμφαδίην δὲ

   οὐ ζητῶ φιλίην, ἀλλ' ὑποκλεπτομένην. ‑

Τὸν νόμιμον μᾶλλον φεύγεις γάμον; ‑ Ἀτρεκὲς ἔγνων,

   ὅττι γε τῶν κτεάνων πουλὺ τὸ λειπόμενον. ‑

Ἔγνως; οὐ φιλέεις, ἐψεύσαο. πῶς δύναται γὰρ

  10   ψυχὴ ἐρωμανέειν ὀρθὰ λογιζομένη;

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Μηκέτι τις πτήξειε πόθου βέλος· ἰοδόκην γὰρ

   εἰς ἐμὲ λάβρος Ἔρως ἐξεκένωσεν ὅλην.

μὴ πτερύγων τρομέοι τις ἐπήλυσιν· ἐξότε γάρ μοι

   λὰξ ἐπιβὰς στέρνοις πικρὸν ἔπηξε πόδα,

   5ἀστεμφής, ἀδόνητος ἐνέζεται οὐδὲ μετέστη,

   εἰς ἐμὲ συζυγίην κειράμενος πτερύγων.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Δισσῶν θηλυτέρων μοῦνός ποτε μέσσος ἐκείμην,

   τῆς μὲν ἐφιμείρων, τῇ δὲ χαριζόμενος.

εἷλκε δέ μ' ἡ φιλέουσα· πάλιν δ' ἐγώ, οἷά τέ τις φώρ,

   χείλεϊ φειδομένῳ τὴν ἑτέρην ἐφίλουν,

ζῆλον ὑποκλέπτων τῆς γείτονος, ἧς τὸν ἔλεγχον

   καὶ τὰς λυσιπόθους ἔτρεμον ἀγγελίας.

ὀχθήσας δ' ἄρ' ἔειπον· Ἐμοὶ τάχα καὶ τὸ φιλεῖσθαι

   ὡς τὸ φιλεῖν χαλεπόν, δισσὰ κολαζομένῳ.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Οὔτε ῥόδον στεφάνων ἐπιδεύεται οὔτε σὺ πέπλων

   οὔτε λιθοβλήτων, πότνια, κεκρυφάλων.

μάργαρα σῆς χροιῆς ἀπολείπεται, οὐδὲ κομίζει

   χρυσὸς ἀπεκτήτου σῆς τριχὸς ἀγλαΐην·

Ἰνδῴη δ' ὑάκινθος ἔχει χάριν αἴθοπος αἴγλης,

   ἀλλὰ τεῶν λογάδων πολλὸν ἀφαυροτέρην.

χείλεα δὲ δροσόεντα καὶ ἡ μελίφυρτος ἐκείνη

   στήθεος ἁρμονίη κεστὸς ἔφυ Παφίης.

τούτοις πᾶσιν ἐγὼ καταδάμναμαι· ὄμμασι μούνοις

  10   θέλγομαι, οἷς ἐλπὶς μείλιχος ἐνδιάει.

ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΙΚΟΥ

Τήν ποτε βακχεύουσαν ἐν εἴδεϊ θηλυτεράων,

   τὴν χρυσέῳ κροτάλῳ σειομένην σπατάλην

γῆρας ἔχει καὶ νοῦσος ἀμείλιχος· οἱ δὲ φιληταί,

   οἵ ποτε τριλλίστως ἀντίον ἐρχόμενοι,

   5νῦν μέγα πεφρίκασι· τὸ δ' αὐξοσέληνον ἐκεῖνο

   ἐξέλιπεν συνόδου μηκέτι γινομένης.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Μαζοὺς χερσὶν ἔχω, στόματι στόμα, καὶ περὶ δειρὴν

   ἄσχετα λυσσώων βόσκομαι ἀργυφέην.

οὔπω δ' ἀφρογένειαν ὅλην ἕλον· ἀλλ' ἔτι κάμνω

   παρθένον ἀμφιέπων λέκτρον ἀναινομένην.

ἥμισυ γὰρ Παφίῃ, τὸ δ' ἄρ' ἥμισυ δῶκεν Ἀθήνῃ·

   αὐτὰρ ἐγὼ μέσσος τήκομαι ἀμφοτέρων.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Ἡ πάρος ἀγλαΐῃσι μετάρσιος, ἡ πλοκαμῖδας

   σειομένη πλεκτὰς καὶ σοβαρευομένη,

ἡ μεγαλαυχήσασα καθ' ἡμετέρης μελεδώνης

   γήραϊ ῥικνώδης τὴν πρὶν ἀφῆκε χάριν.

μαζὸς ὑπεκλίνθη, πέσον ὀφρύες, ὄμμα τέτηκται,

   χείλεα βαμβαίνει φθέγματι γηραλέῳ.

τὴν πολιὴν καλέω Νέμεσιν πόθου, ὅττι δικάζει

   ἔννομα ταῖς σοβαραῖς θᾶσσον ἐπερχομένη.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Τὴν πρὶν ἐνεσφρήγισσεν Ἔρως θρασὺς εἰκόνα μορφῆς

   ἡμετέρης θερμῷ βένθεϊ σῆς κραδίης,

φεῦ φεῦ, νῦν ἀδόκητος ἀπέπτυσας· αὐτὰρ ἐγώ τοι

   γραπτὸν ἔχω ψυχῇ σῆς τύπον ἀγλαΐης.

   5τοῦτον καὶ Φαέθοντι καὶ Ἄϊδι, βάρβαρε, δείξω,

   Κρῆσσαν ἐπισπέρχων εἰς σὲ δικασπολίην.

ΤΟΥ ΑΥΤΟΥ

Δειελινῷ χαρίεσσα Μενεκρατὶς ἔκχυτος ὕπνῳ

   κεῖτο περὶ κροτάφους πῆχυν ἑλιξαμένη.

τολμήσας δ' ἐπέβην λεχέων ὕπερ· ὡς δὲ κελεύθου

   ἥμισυ κυπριδίης ἤνυον ἀσπασίως,

ἡ παῖς ἐξ ὕπνοιο διέγρετο, χερσὶ δὲ λευκαῖς

   κράατος ἡμετέρου πᾶσαν ἔτιλλε κόμην·

μαρναμένης δὲ τὸ λοιπὸν ἀνύσσαμεν ἔργον ἔρωτος,

   ἡ δ' ὑποπιμπλαμένη δάκρυσιν εἶπε τάδε·

Σχέτλιε, νῦν μὲν ἔρεξας, ὅ τοι φίλον, ᾧ ἔπι πουλὺν

  10   πολλάκι σῆς παλάμης χρυσὸν ἀπωμοσάμην·

οἰχόμενος δ' ἄλλην ὑποκόλπιον εὐθὺς ἑλίξεις·

   ἐστὲ γὰρ ἀπλήστου κύπριδος ἐργατίναι.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Σοὶ τόδε τὸ κρήδεμνον, ἐμὴ μνήστειρα, κομίζω,

   χρυσεοπηνήτῳ λαμπόμενον γραφίδι·

βάλλε δὲ σοῖς πλοκάμοισιν· ἐφεσσαμένη δ' ὑπὲρ ὤμων

   στήθεϊ παλλεύκῳ τήνδε δὸς ἀμπεχόνην.

   5ναὶ ναὶ στήθεϊ μᾶλλον, ὅπως ἐπιμάζιον εἴη

   ἀμφιπεριπλέγδην εἰς σὲ κεδαννύμενον.

καὶ τόδε μὲν φορέοις ἅτε παρθένος· ἀλλὰ καὶ εὐνὴν

   λεύσσοις καὶ τεκέων εὔσταχυν ἀνθοσύνην,

ὄφρα σοι ἐκτελέσαιμι καὶ ἀργυφέην ἀναδέσμην

  10   καὶ λιθοκολλήτων πλέγματα κεκρυφάλων.

ΕΡΑΤΟΣΘΕΝΟΥΣ ΣΧΟΛΑΣΤΙΚΟΥ

Ἄρσενας ἄλλος ἔχοι· φιλέειν δ' ἐγὼ οἶδα γυναῖκας,

   ἐς χρονίην φιλίην οἷα φυλασσομένας.

οὐ καλὸν ἡβητῆρες· ἀπεχθαίρω γὰρ ἐκείνην

   τὴν τρίχα τὴν φθονερήν, τὴν ταχὺ φυομένην.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Αὐτή μοι Κυθέρεια καὶ ἱμερόεντες Ἔρωτες

   τήξουσιν κενεὴν ἐχθόμενοι κραδίην,

ἄρσενας εἰ σπεύσω φιλέειν ποτέ. μήτε τυχήσω

   μήτ' ἐπολισθήσω μείζοσιν ἀμπλακίαις.

   5ἄρκια θηλυτέρων ἀλιτήματα· κεῖνα κομίσσω,

   καλλείψω δὲ νέους ἄφρονι Πιτταλάκῳ.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Δηθύνει Κλεόφαντις· ὁ δὲ τρίτος ἄρχεται ἤδη

   λύχνος ὑποκλάζειν ἦκα μαραινόμενος.

αἴθε δὲ καὶ κραδίης πυρσὸς συναπέσβετο λύχνῳ

   μηδέ μ' ὑπ' ἀγρύπνοις δηρὸν ἔκαιε πόθοις.

ἆ πόσα τὴν Κυθέρειαν ἐπώμοσεν ἕσπερος ἥξειν·

   ἀλλ' οὔτ' ἀνθρώπων φείδεται οὔτε θεῶν.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Ἦ ῥά γε καὶ σύ, Φίλιννα, φέρεις πόθον; ἦ ῥα καὶ αὐτὴ

   κάμνεις αὐαλέοις ὄμμασι τηκομένη;

ἢ σὺ μὲν ὕπνον ἔχεις γλυκερώτατον, ἡμετέρης δὲ

   φροντίδος οὔτε λόγος γίνεται οὔτ' ἀριθμός;

εὑρήσεις τάχ' ὅμοια, τεὴν δ', ἀμέγαρτε, παρειὴν

   ἀθρήσω θαμινοῖς δάκρυσι τεγγομένην.

Κύπρις γὰρ τὰ μὲν ἄλλα παλίγκοτος, ἓν δέ τι καλὸν

   ἔλλαχεν, ἐχθαίρειν τὰς σοβαρευομένας.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Χθιζά μοι Ἑρμώνασσα φιλακρήτους μετὰ κώμους

   στέμμασιν αὐλείας ἀμφιπλέκοντι θύρας

ἐκ κυλίκων ἐπέχευεν ὕδωρ· ἀμάθυνε δὲ χαίτην,

   ἣν μόλις ἐς τρισσὴν πλέξαμεν ἀμφιλύκην.

ἐφλέχθην δ' ἔτι μᾶλλον ὑφ' ὕδατος· ἐκ γὰρ ἐκείνης

   λάθριον εἶχε κύλιξ πῦρ γλυκερῶν στομάτων.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Ἡ ῥαδινὴ Μελίτη ταναοῦ ἐπὶ γήραος οὐδῷ

   τὴν ἀπὸ τῆς ἥβης οὐκ ἀπέθηκε χάριν,

ἀλλ' ἔτι μαρμαίρουσι παρηίδες, ὄμμα δὲ θέλγειν

   οὐ λάθε· τῶν δ' ἐτέων ἡ δεκὰς οὐκ ὀλίγη.

μίμνει καὶ τὸ φρύαγμα τὸ παιδικόν· ἐνθάδε δ' ἔγνων,

   ὅττι φύσιν νικᾶν ὁ χρόνος οὐ δύναται.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Δάκρυά μοι σπένδουσαν ἐπήρατον οἰκτρὰ Θεανὼ

   εἶχον ὑπὲρ λέκτρων πάννυχον ἡμετέρων·

ἐξότε γὰρ πρὸς Ὄλυμπον ἀνέδραμεν ἕσπερος ἀστήρ,

   μέμφετο μελλούσης ἄγγελον ἠριπόλης.

οὐδὲν ἐφημερίοις καταθύμιον· εἴ τις Ἐρώτων

   λάτρις, νύκτας ἔχειν ὤφελε Κιμμερίων.

ΡΟΥΦΙΝΟΥ ΔΟΜΕΣΤΙΚΟΥ

Πάντα σέθεν φιλέω· μοῦνον δὲ σὸν ἄκριτον ὄμμα

   ἐχθαίρω, στυγεροῖς ἀνδράσι τερπόμενον.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Εἰργομένη φιλέειν με κατὰ στόμα δῖα Ῥοδάνθη

   ζώνην παρθενικὴν ἐξετάνυσσε μέσην

καὶ κείνην φιλέεσκεν· ἐγὼ δέ τις ὡς ὀχετηγὸς

   ἀρχὴν εἰς ἑτέρην εἷλκον ἔρωτος ὕδωρ,

αὐερύων τὸ φίλημα· περὶ ζωστῆρα δὲ κούρης

   μάστακι ποππύζων τηλόθεν ἀντεφίλουν.

ἦν δὲ πόνου καὶ τοῦτο παραίφασις· ἡ γλυκερὴ γὰρ

   ζώνη πορθμὸς ἔην χείλεος ἀμφοτέρου.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Φράζεό μοι, Κλεόφαντις, ὅση χάρις, ὁππότε δοιοὺς

   λάβρον ἐπαιγίζων ἶσος ἔρως κλονέει.

ποῖος ἄρης ἢ τάρβος ἀπείριτον ἠὲ τίς αἰδὼς

   τούσδε διακρίνει πλέγματα βαλλομένους;

εἴη μοι μελέεσσι τὰ Λήμνιος ἥρμοσεν ἄκμων

   δεσμὰ καὶ Ἡφαίστου πᾶσα δολορραφίη,

μοῦνον ἐγώ, χαρίεσσα, τεὸν δέμας ἀγκὰς ἑλίξας

   θελγοίμην ἐπὶ σοῖς ἅψεσι βουλόμενος,

δὴ τότε καὶ ξεῖνός με καὶ ἐνδάπιος καὶ ὁδίτης,

  10   πότνα, καὶ ἀρητὴρ χἠ παράκοιτις ἴδοι.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Σπεύδων εἰ φιλέει με μαθεῖν εὐῶπις Ἐρευθώ,

   πείραζον κραδίην πλάσματι κερδαλέῳ·

Βήσομαι ἐς ξείνην τινά που χθόνα· μίμνε δέ, κούρη,

   ἀρτίπος, ἡμετέρου μνῆστιν ἔχουσα πόθου.

   5ἡ δὲ μέγα στονάχησε καὶ ἥλατο καὶ τὸ πρόσωπον

   πλῆξε καὶ εὐπλέκτου βότρυν ἔρηξε κόμης,

καί με μένειν ἱκέτευεν· ἐγὼ δέ τις ὡς βραδυπειθὴς

   ὄμματι θρυπτομένῳ συγκατένευσα μόνον.

ὄλβιος ἐς πόθον εἰμί· τὸ γὰρ μενέαινον ἀνύσσαι

  10   πάντως, εἰς μεγάλην τοῦτο δέδωκα χάριν.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Ἐξότε μοι πίνοντι συνεψιάουσα Χαρικλὼ

   λάθρῃ τοὺς ἰδίους ἀμφέβαλε στεφάνους,

πῦρ ὀλοὸν δάπτει με· τὸ γὰρ στέφος, ὡς δοκέω, τι

   εἶχεν, ὃ καὶ Γλαύκην φλέξε Κρεοντιάδα.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Ἡ γραῦς ἡ τρικόρωνος, ἡ ἡμετέρους διὰ μόχθους

   μοίρης ἀμβολίην πολλάκι δεξαμένη,

ἄγριον ἦτορ ἔχει καὶ θέλγεται οὔτ' ἐπὶ χρυσῷ

   οὔτε ζωροτέρῳ μείζονι κισσυβίῳ.

   5τὴν κούρην δ' αἰεὶ περιδέρκεται· εἰ δέ ποτ' αὐτὴν

   ἀθρήσει κρυφίοις ὄμμασι ῥεμβομένην,

ἆ μέγα τολμήεσσα, ῥαπίσμασιν ἀμφὶ πρόσωπα

   πλήσσει τὴν ἁπαλὴν οἰκτρὰ κινυρομένην.

εἰ δ' ἐτεὸν τὸν Ἄδωνιν ἐφίλαο, Περσεφόνεια,

  10   οἴκτειρον ξυνῆς ἄλγεα τηκεδόνος.

ἔστω δ' ἀμφοτέροισι χάρις μία, τῆς δὲ γεραιῆς

   ῥύεο τὴν κούρην, πρίν τι κακὸν παθέειν.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Ὄμμα πολυπτοίητον ὑποκλέπτουσα τεκούσης

   συζυγίην μήλων δῶκεν ἐμοὶ ῥοδέων

θηλυτέρη χαρίεσσα. μάγον τάχα πυρσὸν ἐρώτων

   λαθριδίως μήλοις μῖξεν ἐρευθομένοις·

   5εἰμὶ γὰρ ὁ τλήμων φλογὶ σύμπλοκος· ἀντὶ δὲ μαζῶν,

   ὦ πόποι, ἀπρήκτοις μῆλα φέρω παλάμαις.

ΤΟΥ ΑΥΤΟΥ

Εἰ μὲν ἐμοί, χαρίεσσα, τεῶν τάδε σύμβολα μαζῶν

   ὤπασας, ὀλβίζω τὴν χάριν ὡς μεγάλην·

εἰ δ' ἐπὶ τοῖς μίμνεις, ἀδικεῖς, ὅτι λάβρον ἀνῆψας

   πυρσὸν ἀποσβέσσαι τοῦτον ἀναινομένη.

Τήλεφον ὁ τρώσας καὶ ἀκέσσατο· μὴ σύ γε, κούρη,

   εἰς ἐμὲ δυσμενέων γίνεο πικροτέρη.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Ἐνθάδε μὲν χλοάουσα τεθηλότι βῶλος ὀράμνῳ

   φυλλάδος εὐκάρπου πᾶσαν ἔδειξε χάριν·

ἐνθάδε δὲ κλάζουσιν ὑπὸ σκιεραῖς κυπαρίσσοις

   ὄρνιθες δροσερῶν μητέρες ὀρταλίχων,

καὶ λιγυρὸν βομβεῦσιν ἀκανθίδες· ἡ δ' ὀλολυγὼν

   τρύζει, τρηχαλέαις ἐνδιάουσα βάτοις.

ἀλλὰ τί μοι τῶν ἦδος, ἐπεὶ σέο μῦθον ἀκούειν

   ἤθελον ἢ κιθάρης κρούσματα Δηλιάδος;

καί μοι δισσὸς ἔρως περικίδναται· εἰσοράαν γὰρ

  10   καὶ σέ, μάκαρ, ποθέω καὶ γλυκερὴν δάμαλιν,

ἧς με περισμύχουσι μεληδόνες. ἀλλά με θεσμοὶ

   εἴργουσιν ῥαδινῆς τηλόθι δορκαλίδος.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Θεσμὸν Ἔρως οὐκ οἶδε βιημάχος, οὐδέ τις ἄλλη

   ἀνέρα νοσφίζει πρῆξις ἐρωμανίης.

εἰ δέ σε θεσμοπόλοιο μεληδόνος ἔργον ἐρύκει,

   οὐκ ἄρα σοῖς στέρνοις λάβρος ἔνεστιν ἔρως.

   5ποῖος ἔρως, ὅτε βαιὸς ἁλὸς πόρος οἶδε μερίζειν

   σὸν χρόα παρθενικῆς τηλόθεν ὑμετέρης;

νηχόμενος Λείανδρος, ὅσον κράτος ἐστὶν ἐρώτων,

   δείκνυεν, ἐννυχίου κύματος οὐκ ἀλέγων·

σοὶ δέ, φίλος, παρέασι καὶ ὁλκάδες· ἀλλὰ θαμίζεις

  10   μᾶλλον Ἀθηναίῃ, Κύπριν ἀπωσάμενος.

θεσμοὺς Παλλὰς ἔχει, Παφίη πόθον. εἰπέ, τίς ἀνὴρ

   εἰν ἑνὶ θητεύσει Παλλάδι καὶ Παφίῃ;

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Ἡ γραῦς ἡ φθονερὴ παρεκέκλιτο γείτονι κούρῃ,

   δόχμιον ἐν λέκτρῳ νῶτον ἐρεισαμένη

προβλὴς ὥς τις ἔπαλξις ἀνέμβατος· οἷα δὲ πύργος

   ἔσκεπε τὴν κούρην ἁπλοῒς ἐκταδίη.

   5καὶ σοβαρὴ θεράπαινα πύλας σφίγξασα μελάθρου

   κεῖτο χαλικρήτῳ νάματι βριθομένη.

ἔμπης οὔ μ' ἐφόβησαν· ἐπεὶ στρεπτῆρα θυρέτρου

   χερσὶν ἀδουπήτοις βαιὸν ἀειράμενος

φρυκτοὺς αἰθαλόεντας ἐμῆς ῥιπίσμασι λώπης

  10   ἔσβεσα, καὶ διαδὺς λέχριος ἐν θαλάμῳ

τὴν φύλακα κνώσσουσαν ὑπέκφυγον· ἦκα δὲ λέκτρου

   νέρθεν ὑπὸ σχοίνοις γαστέρι συρόμενος,

ὠρθούμην κατὰ βαιόν, ὅπῃ βατὸν ἔπλετο τεῖχος·

   ἄγχι δὲ τῆς κούρης στέρνον ἐρεισάμενος

  15μαζοὺς μὲν κρατέεσκον, ὑπεθρύφθην δὲ προσώπῳ

   μάστακα πιαίνων χείλεος εὐαφίῃ.

ἦν δ' ἄρα μοι τὰ λάφυρα καλὸν στόμα, καὶ τὸ φίλημα

   σύμβολον ἐννυχίης εἶχον ἀεθλοσύνης.

οὔπω δ' ἐξαλάπαξα φίλης πύργωμα κορείης,

  20   ἀλλ' ἔτ' ἀδηρίτῳ σφίγγεται ἀμβολίῃ.

ἔμπης ἢν ἑτέροιο μόθου στήσωμεν ἀγῶνα,

   ναὶ τάχα πορθήσω τείχεα παρθενίης,

οὐδ' ἔτι με σχήσουσιν ἐπάλξιες· ἢν δὲ τυχήσω,

   στέμματα σοὶ πλέξω, Κύπρι τροπαιοφόρε.

ΛΕΟΝΤΙΟΥ

Ψαῦε μελισταγέων στομάτων, δέπας· εὗρες, ἄμελγε·

   οὐ φθονέω, τὴν σὴν δ' ἤθελον αἶσαν ἔχειν.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Ἐξότε τηλεφίλου πλαταγήματος ἠχέτα βόμβος

   γαστέρα μαντῴου μάξατο κισσυβίου,

ἔγνων, ὡς φιλέεις με· τὸ δ' ἀτρεκὲς αὐτίκα πείσεις

   εὐνῆς ἡμετέρης πάννυχος ἁπτομένη.

   5τοῦτό σε γὰρ δείξει παναληθέα· τοὺς δὲ μεθυστὰς

   καλλείψω λατάγων πλήγμασι τερπομένους.

ΤΟΥ ΑΥΤΟΥ

Ἠϊθέοις οὐκ ἔστι τόσος πόνος, ὁππόσος ἡμῖν

   ταῖς ἀταλοψύχοις ἔχραε θηλυτέραις.

τοῖς μὲν γὰρ παρέασιν ὁμήλικες, οἷς τὰ μερίμνης

   ἄλγεα μυθεῦνται φθέγματι θαρσαλέῳ,

παίγνιά τ' ἀμφιέπουσι παρήγορα καὶ κατ' ἀγυιὰς

   πλάζονται γραφίδων χρώμασι ῥεμβόμενοι·

ἡμῖν δ' οὐδὲ φάος λεύσσειν θέμις, ἀλλὰ μελάθροις

   κρυπτόμεθα ζοφεραῖς φροντίσι τηκόμεναι.

ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΡΧΩΝ ΑΙΓΥΠΤΙΟΥ

Ἱμερτὴ Μαρίη μεγαλίζεται· ἀλλὰ μετέλθοις

   κείνης, πότνα Δίκη, κόμπον ἀγηνορίης·

μὴ θανάτῳ, βασίλεια· τὸ δ' ἔμπαλιν, ἐς τρίχας ἥξοι

   γήραος, ἐς ῥυτίδας σκληρὸν ἵκοιτο ῥέθος·

τίσειαν πολιαὶ τάδε δάκρυα· κάλλος ὑπόσχοι

   ψυχῆς ἀμπλακίην, αἴτιον ἀμπλακίης.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Μηδὲν ἄγαν σοφὸς εἶπεν· ἐγὼ δέ τις ὡς ἐπέραστος,

   ὡς καλός, ἠέρθην ταῖς μεγαλοφροσύναις,

καὶ ψυχὴν δοκέεσκον ὅλην ἐπὶ χερσὶν ἐμεῖο

   κεῖσθαι τῆς κούρης, τῆς τάχα κερδαλέης·

ἡ δ' ὑπερηέρθη σοβαρήν θ' ὑπερέσχεθεν ὀφρὺν

   ὥσπερ τοῖς προτέροις ἤθεσι μεμφομένη.

καὶ νῦν ὁ βλοσυρωπός, ὁ χάλκεος, ὁ βραδυπειθής,

   ὁ πρὶν ἀερσιπότης, ἤριπον ἐξαπίνης·

πάντα δ' ἔναλλα γένοντο· πεσὼν δ' ἐπὶ γούνασι κούρης

  10   ἴαχον· Ἱλήκοις, ἤλιτεν ἡ νεότης.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Ὁ θρασὺς ὑψαύχην τε καὶ ὀφρύας εἰς ἓν ἀγείρων

   κεῖται παρθενικῆς παίγνιον ἀδρανέος·

ὁ πρὶν ὑπερβασίῃ δοκέων τὴν παῖδα χαλέπτειν,

   αὐτὸς ὑποδμηθεὶς ἐλπίδος ἐκτὸς ἔβη.

   5καί ῥ' ὁ μὲν ἱκεσίοισι πεσὼν θηλύνεται οἴκτοις·

   ἡ δὲ κατ' ὀφθαλμῶν ἄρσενα μῆνιν ἔχει.

παρθένε θυμολέαινα, καὶ εἰ χόλον ἔνδικον αἶθες,

   σβέσσον ἀγηνορίην, ἐγγὺς ἴδες Νέμεσιν.

ΤΟΥ ΑΥΤΟΥ

Εἰ καὶ τηλοτέρω Μερόης τεὸν ἴχνος ἐρείσεις,

   πτηνὸς Ἔρως πτηνῷ κεῖσε νόῳ με φέρει.

εἰ καὶ ἐς ἀντολίην πρὸς ὁμόχροον ἵξεαι Ἠῶ,

   πεζὸς ἀμετρήτοις ἕψομαι ἐν σταδίοις.

εἰ δέ τί σοι στέλλω βύθιον γέρας, ἵλαθι, κούρη·

   εἰς σὲ θαλασσαίη τοῦτο φέρει Παφίη,

κάλλεϊ νικηθεῖσα τεοῦ χροὸς ἱμερόεντος,

   τὸ πρὶν ἐπ' ἀγλαΐῃ θάρσος ἀπωσαμένη.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Ποίην τις πρὸς ἔρωτας ἴοι τρίβον; ἐν μὲν ἀγυιαῖς

   μαχλάδος οἰμώξεις χρυσομανῆ σπατάλην.

εἰ δ' ἐπὶ παρθενικῆς πελάσοις λέχος, ἐς γάμον ἥξεις

   ἔννομον ἢ ποινὰς τὰς περὶ τῶν φθορέων.

κουριδίαις δὲ γυναιξὶν ἀτερπέα κύπριν ἐγείρειν

   τίς κεν ὑποτλαίη, πρὸς χρέος ἑλκόμενος;

μοίχια λέκτρα κάκιστα καὶ ἔκτοθέν εἰσιν ἐρώτων,

   ὧν μέτα παιδομανὴς κείσθω ἀλιτροσύνη.

χήρη δ' ἡ μὲν ἄκοσμος ἔχει πάνδημον ἐραστὴν

  10   καὶ πάντα φρονέει δήνεα μαχλοσύνης.

ἡ δὲ σαοφρονέουσα μόλις φιλότητι μιγεῖσα

   δέχνυται ἀστόργου κέντρα παλιμβολίης

καὶ στυγέει τὸ τελεσθέν· ἔχουσα δὲ λείψανον αἰδοῦς

   ἂψ ἐπὶ λυσιγάμους χάζεται ἀγγελίας.

  15εἰ δὲ μιγῇς ἰδίῃ θεραπαινίδι, τλῆθι καὶ αὐτὸς

   δοῦλος ἐναλλάγδην δμωίδι γινόμενος.

εἰ δὲ καὶ ὀθνείῃ, τότε σοι νόμος αἶσχος ἀνάψει,

   ὕβριν ἀνιχνεύων δώματος ἀλλοτρίου.

πάντ' ἄρα Διογένης ἔφυγεν τάδε, τὸν δ' ὑμέναιον

  20   ἤειδεν παλάμῃ Λαΐδος οὐ χατέων.

ΑΔΗΛΟΝ

Κλαγγῆς πέμπεται ἦχος ἐς οὔατα, καὶ θόρυβος δὲ

   ἄσπετος ἐν τριόδοις· οὐδ' ἀλέγεις, Παφίη;

ἐνθάδε γὰρ σέο κοῦρον ὁδοιπορέοντα κατέσχον,

   ὅσσοι ἐνὶ κραδίῃ πυρσὸν ἔχουσι πόθου.

ΑΔΗΛΟΝ

Ὄμφαξ οὐκ ἐπένευσας· ὅτ' ἦς σταφυλή, παρεπέμψω·

   μὴ φθονέσῃς δοῦναι κἂν βραχὺ τῆς σταφίδος.

ΑΔΗΛΟΝ

Κούρη τίς μ' ἐφίλησεν ὑφέσπερα χείλεσιν ὑγροῖς.

νέκταρ ἔην τὸ φίλημα, τὸ γὰρ στόμα νέκταρος ἔπνει·

καὶ μεθύω τὸ φίλημα, πολὺν τὸν ἔρωτα πεπωκώς.

ΦΙΛΟΔΗΜΟΥ

Δακρύεις, ἐλεεινὰ λαλεῖς, περίεργα θεωρεῖς,

   ζηλοτυπεῖς, ἅπτῃ πολλάκι, πυκνὰ φιλεῖς.

ταῦτα μέν ἐστιν ἐρῶντος· ὅταν δ' εἴπω· Παράκειμαι.

   καὶ σὺ μένεις; ἁπλῶς οὐδὲν ἐρῶντος ἔχεις.

ΑΝΤΙΦΙΛΟΥ

Χεῦμα μὲν Εὐρώταο Λακωνικόν, ἁ δ' ἀκάλυπτος

   Λήδα χὠ κύκνῳ κρυπτόμενος Κρονίδας.

οἱ δέ με τὸν δυσέρωτα καταίθετε. καὶ τί γένωμαι;

   ὄρνεον. εἰ γὰρ Ζεὺς κύκνος, ἐγὼ κόρυδος.

ΤΟΥ ΑΥΤΟΥ ἢ μᾶλλον ΦΙΛΟΔΗΜΟΥ

Ἡ κομψή, μεῖνόν με. τί σοι καλὸν οὔνομα; ποῦ σε

   ἔστιν ἰδεῖν; ὃ θέλεις, δώσομεν. οὐδὲ λαλεῖς;

ποῦ γίνῃ; πέμψω μετὰ σοῦ τινα. μή τις ἔχει σε;

   ὦ σοβαρή, ὑγίαιν'. οὐδ' Ὑγίαινε λέγεις;

   5καὶ πάλι καὶ πάλι σοι προσελεύσομαι· οἶδα μαλάσσειν

   καὶ σοῦ σκληροτέρας. νῦν δ' ὑγίαινε, γύναι.

ΔΙΟΦΑΝΟΥΣ ΜΥΡΙΝΑΙΟΥ

Ψιλιστὴς ὁ Ἔρως καλοῖτ' ἂν ὄντως·

ἀγρυπνεῖ, θρασύς ἐστιν, ἐκδιδύσκει.

Εἷς λίθος ἀστράπτει τελετὴν πολύμορφον Ἰάκχου

καὶ πτηνῶν τρυγόωντα χορὸν καθύπερθεν Ἐρώτων.