- Νῦν δ' ἄγε μοι, σκηπτοῦχε, παναίολα δήνεα τέχνης
ἰχθυβόλου φράζοιο καὶ ἀγρευτῆρας ἀέθλους,
θεσμόν τ' εἰνάλιον ξυμβάλλεο, τέρπεο δ' οἴμῃ
ἡμετέρῃ· σοῖς μὲν γὰρ ὑπὸ σκήπτροισι θάλασσα
εἰλεῖται καὶ φῦλα Ποσειδάωνος ἐναύλων,
ἔργα δέ τοι ξύμπαντα μετ' ἀνδράσι πορσύνονται,
σοὶ δ' ἐμὲ τερπωλήν τε καὶ ὑμνητῆρ' ἀνέηκαν
δαίμονες ἐν Κιλίκεσσιν ὑφ' Ἑρμαίοις ἀδύτοισι.
Ἑρμεία, σὺ δέ μοι πατρώϊε, φέρτατε παίδων
Αἰγιόχου, κέρδιστον ἐν ἀθανάτοισι νόημα,
φαῖνέ τε καὶ σήμαινε καὶ ἄρχεο, νύσσαν ἀοιδῆς
ἰθύνων· βουλὰς δὲ περισσονόων ἁλιήων
αὐτός, ἄναξ, πρώτιστος ἐμήσαο καὶ τέλος ἄγρης
παντοίης ἀνέφηνας, ἐπ' ἰχθύσι κῆρας ὑφαίνων.
Πανὶ δὲ Κωρυκίῳ βυθίην παρακάτθεο τέχνην,
παιδὶ τεῷ, τὸν φασὶ Διὸς ῥυτῆρα γενέσθαι,
Ζηνὸς μὲν ῥυτῆρα, Τυφαόνιον δ' ὀλετῆρα.
κεῖνος γὰρ δείπνοισιν ἐπ' ἰχθυβόλοισι δολώσας
σμερδαλέον Τυφῶνα παρήπαφεν, ἔκ τε βερέθρου
δύμεναι εὐρωποῖο καὶ εἰς ἁλὸς ἐλθέμεν ἀκτήν·
ἔνθα μιν ὀξεῖαι στεροπαὶ ῥιπαί τε κεραυνῶν
ζαφλεγέες πρήνιξαν· ὁ δ' αἰθόμενος πυρὸς ὄμβροις
κρᾶθ' ἑκατὸν πέτρῃσι περιστυφελίζετο πάντῃ
ξαινόμενος· ξανθαὶ δὲ παρ' ἠϊόνεσσιν ἔτ' ὄχθαι
λύθρῳ ἐρευθιόωσι Τυφαονίων ἀλαλητῶν.
Ἑρμεία κλυτόβουλε, σὲ δ' ἔξοχον ἱλάσκονται
ἰχθυβόλοι· τῷ καί σε σὺν ἀγροίοισιν ἀΰσας
δαίμοσιν εὐθήροιο μετὰ κλέος ἔρχομαι οἴμης.
- Πρῶτα μὲν ἀσπαλιῆϊ δέμας καὶ γυῖα παρείη
ἀμφότερον καὶ κραιπνὰ καὶ ἄλκιμα, μήτε τι λίην
πίονα μήτε τι σαρκὶ λελειμμένα· δὴ γὰρ ἀνάγκη
πολλάκι μιν κρατεροῖσιν ἀνελκομένοισι μάχεσθαι
ἰχθύσιν, οἷς ὑπέροπλον ἔνι σθένος, εἰσόκεν ἅλμης
μητρὸς ἐν ἀγκοίνῃσιν ἑλισσόμενοι δονέονται.
χρειὼ δ' ἐκ πέτρης τε θορεῖν πέτρην τ' ἀνοροῦσαι
ῥηϊδίως· χρειὼ δὲ πόνου βυθίοιο ταθέντος
ῥίμφα διϊχνεῦσαι δολιχὸν πόρον ἔς τε βάθιστα
δῦναι καὶ μίμνοντα μετ' οἴδμασιν ὡς ἐπὶ γαίης
δηθύνειν ἔργοισι πονεύμενον, οἷς ἐνὶ πόντῳ
ἄνδρες ἀεθλεύουσι ταλάφρονα θυμὸν ἔχοντες.
ψυχὴν δ' ἀσπαλιεὺς πολυπαίπαλος ἠδὲ νοήμων
εἴη· ἐπεὶ μάλα πολλὰ καὶ αἰόλα μηχανόωνται
ἰχθύες ἐγκύρσαντες ἀνωΐστοισι δόλοισι.
τολμήεις δὲ μάλιστα καὶ ἄτρομος ἠδὲ σαόφρων
εἴη, μηδ' ὕπνου φιλέοι κόρον· ὀξὺ δὲ λεύσσοι
ἐγρήσσων κραδίῃ τε καὶ ὄμμασι πεπταμένοισιν.
εὖ δὲ φέροι καὶ χεῖμα Διὸς καὶ δίψιον ὥρην
Σειρίου· ἱμείροι δὲ πόνων, ἐράοι δὲ θαλάσσης·
ὧδε γὰρ εὐάγρης τε καὶ Ἑρμείᾳ φίλος εἴη.
- Θήρη δ' ἑσπερίη μὲν ὀπωρινῇσιν ἐν ὥραις
καρτίστη τελέθει καὶ ἑωσφόρος εὖτ' ἀνατέλλῃ·
χείματι δ' ἠελίοιο βολαῖς ἅμα κιδναμένῃσι
στέλλεσθαι· πᾶν δ' ἦμαρ ἐν εἴαρι τηλεθόωντι
ἄγραις παντοίῃσιν ὀφέλλεται, ἦμος ἅπαντες
ἔλλοπες ἠϊόνεσσιν ἐφέστιοι ἐγγύθι γαίης
ἕλκονται τοκετῶν τε μόγῳ δίψῃ τ' Ἀφροδίτης.
αἰεὶ δ' εἰς ἄνεμον παπταινέμεν, ὅς κεν ἄῃσιν
ἤπιος, εὐδιόων, μαλακὴν ἅλα κοῦφα κυλίνδων·
λάβρους γὰρ τρομέουσι καὶ ἐχθαίρουσιν ἀήτας
ἰχθύες, οὐδ' ἐθέλουσιν ὑπεὶρ ἅλα δινεύεσθαι·
εὐκραεῖ δ' ἀνέμῳ περιδέξιος ἵσταται ἄγρη.
πάντες δὲ πνοιῇσιν ἐναντία καὶ ῥοθίοισι
πλῶτες ἁλὸς θύνουσιν, ἐπεὶ σφίσιν ὧδε κέλευθος
ῥηϊτέρη στείχουσιν ἐπ' ᾐόνας, οὐδ' ὑπ' ἀνάγκης
ἐξόπιθε ῥιπῇσιν ἐλαυνόμενοι μογέουσιν.
ἀλλ' ἁλιεὺς στέλλοιτο λίνον πνοιῇσι πετάσσας
οὔριον, ἐς Βορέην μέν, ἐπὴν Νότος ὑγρὸς ἄῃσιν·
ἐς Νοτίην δὲ θάλασσαν ἐπειγομένου Βορέαο·
Εὔρου δ' ἱσταμένοιο ποτὶ Ζεφύροιο κέλευθα·
πρὸς δ' Εὖρον Ζέφυρος φορέοι σκάφος· ὧδε γὰρ ἑσμοὶ
ἄσπετοι ἀντήσουσι καὶ εὔβολος ἔσσεται ἄγρη.
- Τέτραχα δ' εἰναλίης θήρης νόμον ἐφράσσαντο
ἰχθυβόλοι· καὶ τοὶ μὲν ἐπ' ἀγκίστροισι γάνυνται,
τῶν δ' οἱ μὲν δονάκεσσιν ἀναψάμενοι δολιχοῖσιν
ὁρμιὴν ἵππειον ἐΰπλοκον ἀγρώσσουσιν·
οἱ δ' αὔτως θώμιγγα λινόστροφον ἐκ παλαμάων
δησάμενοι πέμπουσιν· ὁ δ' ἢ καθέτοισι γέγηθεν
ἢ πολυαγκίστροισιν ἀγάλλεται ὁρμιῇσι.
δίκτυα δ' αὖτ' ἄλλοισι μέλει πλέον ἐντύνεσθαι·
τῶν τὰ μὲν ἀμφίβληστρα, τὰ δὲ γρῖφοι καλέονται,
γάγγαμά τ' ἠδ' ὑποχαὶ περιηγέες ἠδὲ σαγῆναι·
ἄλλα δὲ κικλήσκουσι καλύμματα, σὺν δὲ σαγήναις
πέζας καὶ σφαιρῶνας ὁμοῦ σκολιόν τε πάναγρον·
μυρία δ' αἰόλα τοῖα δολορραφέων λίνα κόλπων.
ἄλλοι δ' αὖ κύρτοισιν ἐπὶ φρένα μᾶλλον ἔχουσι,
κύρτοις, οἳ κνώσσοντας ἑοὺς ηὔφρηναν ἄνακτας
εὐκήλους· βαιῷ δὲ πόνῳ μέγα κέρδος ὀπηδεῖ.
ἄλλοι δ' οὐτάζουσι τανυγλώχινι τριαίνῃ
ἔλλοπας ἐκ χέρσου τε καὶ ἐκ νεός, ὡς ἐθέλουσι.
τῶν πάντων καὶ μέτρον ὅσον καὶ κόσμον ἑκάστου
ἀτρεκέως ἴσασιν, ὅσοι τάδε τεκταίνονται.
- Ἰχθύσι δ' οὐκ ἄρα μοῦνον ἐπ' ἀλλήλοισι νόημα
πυκνὸν ἔην καὶ μῆτις ἐπίκλοπος, ἀλλὰ καὶ αὐτοὺς
πολλάκις ἐξεπάφησαν ἐπίφρονας ἀγρευτῆρας
καὶ φύγον ἀγκίστρων τε βίας λαγόνας τε πανάγρων,
ἤδη ἐνισχόμενοι, παρὰ δὲ φρένας ἔδραμον ἀνδρῶν,
βουλῇ νικήσαντες, ἄχος δ' ἁλιεῦσι γένοντο.
- Κεστρεὺς μὲν πλεκτῇσιν ἐν ἀγκοίνῃσι λίνοιο
ἑλκόμενος δόλον οὔτι περίδρομον ἠγνοίησεν,
ὕψι δ' ἀναθρώσκει, λελιημένος ὕδατος ἄκρου,
ὀρθὸς ἄνω σπεύδων ὅσσον σθένος ἅλματι κούφῳ
ὁρμῆσαι, βουλῆς δὲ σαόφρονος οὐκ ἐμάτησε·
πολλάκι γὰρ ῥιπῇσι καὶ ὕστατα πείσματα φελλῶν
ῥηϊδίως ὑπερᾶλτο καὶ ἐξήλυξε μόροιο.
ἢν δ' ὅ γ' ἀνορμηθεὶς πρῶτον στόλον αὖτις ὀλίσθῃ
ἐς βρόχον, οὐκέτ' ἔπειτα βιάζεται οὐδ' ἀνορούει
ἀχνύμενος, πείρῃ δὲ μαθὼν ἀποπαύεται ὁρμῆς.
ὡς δ' ὅτε τις νούσῳ πολυκηδέϊ δηρὸν ἀλύων
πρῶτα μὲν ἱμείρων τε καὶ ἱέμενος βιότοιο
πάντα μάλ' ἰητῆρσιν ἐφέσπεται, ὅσσα κέλονται
ῥέζων· ἀλλ' ὅτε κῆρες ἐπικρατέωσιν ἄφυκτοι
Ἄϊδος, οὐκέτ' ἔπειτα μέλει βίου, ἀλλὰ τανυσθεὶς
κεῖται ἐπιτρέψας θανάτῳ κεκαφηότα γυῖα,
ἤδη λοίσθιον ἦμαρ ὁρώμενος ἐγγύθι πότμου·
ὣς ἄρα καὶ κεστρεὺς ἐδάη τέλος οἷον ἱκάνει,
κεῖται δὲ προπεσών, μίμνων μόρον ἀγρευτῆρος.
- Μύραιναι δ' ὅτε κέν ποτ' ἐνιπλήξωσι λίνοισι,
διζόμεναι βρόχον εὐρὺν ἐν ἕρκεϊ δινεύονται,
τοῦ δὲ διαΐγδην ὀφίων νόμον ὁρμηθεῖσαι
πᾶσαι ὀλισθηροῖσι διεξέπεσον μελέεσσι.
- Λάβραξ δὲ πτερύγεσσι διὰ ψαμάθοιο λαχήνας
βόθρον ὅσον δέξασθαι ἑὸν δέμας ἠΰτ' ἐς εὐνὴν
ἐκλίνθη· καὶ τοὶ μὲν ἐπ' ἠϊόνας κατάγουσι
δίκτυον ἀσπαλιῆες, ὁ δ' ἰλύϊ κείμενος αὔτως
ἀσπασίως ἤλυξε καὶ ἔκφυγεν ἄρκυν ὀλέθρου.
- Τοῖα δὲ τεχνάζει καὶ μορμύρος· εὖτ' ἂν ἐς ἄγρην
φράσσηται προπεσών, ὁ δὲ δύεται ἐν ψαμάθοισι.
- Λάβραξ δ' ἀγκίστροιο τυπεὶς εὐκαμπέος αἰχμῇ
ὑψόσ' ἀναθρώσκων κεφαλὴν ἀζηχὲς ἐρείδει
αὐτῇ ἐν ὁρμιῇ βεβιημένος, ὄφρα οἱ ἕλκος
εὐρύτερόν τε γένοιτο καὶ ἐκφυγέῃσιν ὄλεθρον.
- Τοῖα καὶ ὄρκυνοι μεγακήτεες ἐφράσσαντο·
εὖτε γὰρ ἁρπάξωσι γένυν γναμπτοῖο δόλοιο,
ῥίμφα τιταινόμενοι νεάτην ὑπὸ βύσσαν ἵενται,
χεῖρα βιαζόμενοι θηρήτορος· ἢν δ' ἀνύσωσιν
ἐς πέδον, αὐτίκ' ἔπειτα κάρη θείνοντες ἐς οὖδας
ὠτειλὴν ἔρρηξαν, ἀποπτύουσι δ' ἀκωκήν.
- Ἀλλ' ὁπόταν καθέτοισι πελώριοι ἀμφιχάνωσιν
ἰχθύες, οἷα βοῶν τε πέλει προβάτων τε γένεθλα
ἢ βατὶς ἢ καὶ ὄνων νωθρὸν γένος, οὐκ ἐθέλουσιν
ἕσπεσθαι, ψαμάθοισι δ' ἐπὶ πλατὺ σῶμα βαλόντες
ἀθρόοι ἐμβαρύθουσι, μόγον θ' ἁλιεῦσιν ἔθηκαν.
πολλάκι δ' ἐξώλισθον ἀπ' ἀγκίστροιο λυθέντες.
- Λαιψηραὶ δ' ἀμίαι καὶ ἀλώπεκες εὖτ' ἂν ἔχωνται,
εὐθὺς ἄνω σπεύδουσιν ὑποφθαδόν, αἶψα δὲ μέσσην
ὁρμιὴν ὑπ' ὀδοῦσι διέτμαγον ἠὲ καὶ ἄκρας
χαίτας· τοὔνεκα τῇσιν ἐχαλκεύσανθ' ἁλιῆες
καυλὸν ἐπ' ἀγκίστρῳ δολιχώτερον, ἄρκος ὀδόντων.
- Ναὶ μὴν καὶ νάρκη σφέτερον νόον οὐκ ἀπολείπει
πληγῇ ἀνιάζουσα· τιταινομένη δ' ὀδύνῃσιν
ὁρμιῇ λαγόνας προσπτύσσεται· αἶψα δὲ χαίτης
ἱππείης δόνακός τε διέδραμεν ἔς θ' ἁλιῆος
δεξιτερὴν ἔσκηψε φερώνυμον ἰχθύος ἄλγος·
πολλάκι δ' ἐκ παλάμης κάλαμος φύγεν ὅπλα τε θήρης.
τοῖος γὰρ κρύσταλλος ἐνίζεται αὐτίκα χειρί.
- Σηπίαι αὖ τοίῃσι δολοφροσύνῃσι μέλονται.
ἔστι τις ἐν μήκωσι θολὸς κείνῃσι πεπηγὼς
κυάνεος, πίσσης δνοφερώτερος, ἀχλύος ὑγρῆς
φάρμακον ἀπροτίοπτον, ὅ τε σφίσιν ἄλκαρ ὀλέθρου
ἐντρέφεται· τὰς δ' εὖτ' ἂν ἕλῃ φόβος, αὐτίκα κείνου
ὀρφναίας ῥαθάμιγγας ἀνήμεσαν, ἀμφὶ δὲ πόντου
πάντα πέριξ ἐμίηνε καὶ ἠμάλδυνε κέλευθα
ἰχὼρ ἀχλυόεις, ἀνὰ δ' ἔτραπε πᾶσαν ὀπωπήν·
αἱ δὲ διὰ θολόεντος ἄφαρ φεύγουσι πόροιο
ῥηϊδίως καὶ φῶτα καὶ εἴ ποθι φέρτερον ἰχθύν.
- Ταῖς δ' ἴσα τεχνάζουσι καὶ ἠερόφοιτα γένεθλα
τευθίδος· οὐ δ' ἄρα τῇσι μέλας θολὸς ἀλλ' ὑπερευθὴς
ἐντρέφεται, μῆτιν δὲ πανείκελον ἐντύνονται.
- Τοίοις μὲν φρονέουσι νοήμασιν· ἀλλὰ καὶ ἔμπης
ὄλλυνται πυκινῇσιν ἐπιφροσύναις ἁλιήων.
τοὺς μὲν δὴ πελάγεσσιν ἐν ἠλιβάτοισι θέοντας
ῥηϊδίως ἐρύουσιν· ἐπεὶ σφίσιν οὔτι νόημα
ποικίλον· ἤδη γάρ τις ἐπέσπασε καὶ κρομύοισι
γυμνοῖς τ' ἀγκίστροισιν ἑλὼν πελαγοστρόφον ἰχθύν.
ὅσσοι δ' αὖ γαίης ἁλιερκέος ἄγχι νέμονται,
τοῖσι μὲν ὀξύτερος πέλεται νόος, ἀλλὰ καὶ αὐτῶν
βαιοὶ μὲν καρῖσιν ἀφαυροτέραις ἐρύονται,
πουλυπόδων θυσάνοις ἢ καρκίνῳ ἀμφιχανόντες
καρκινάσιν τ' ὀλίγῃσι καὶ εἰ κρέας ἁλμυρὸν ἅπτοις
πετραίαις θ' ἑλμῖσι καὶ ὅττι τοι ἄγχι παρείη
ἰχθυόεν· βαιοὺς δ' ἐπὶ μείζοσιν ὁπλίζοιο·
δείπνοις γὰρ γελόωντες ἐπισπεύδουσιν ὄλεθρον·
ἦ γὰρ ἀεὶ πλωτῶν σιφλὸν γένος ὑγρὰ θεόντων.
θύννον μὲν κορακῖνος ἄγει, λάβρακα δὲ καρὶς
πιαλέη, χάννος δὲ φίλον φάγροισι δέλετρον
καὶ βῶκες συνόδοντι καὶ ἱππούροισιν ἴουλοι·
τρίγλη δ' ὀρφὸν ἔπεφνε καὶ ἔσπασε κιρρίδα πέρκη,
μαινίδι δὲ χρύσοφρυς ἀνέλκεται· αὐτὰρ ἀνιγραὶ
μύραιναι μετὰ σάρκας ἐπειγόμεναι φορέονται
πουλυπόδων· ὅσσοι δὲ δέμας περίμετρον ἔχουσι,
θύννῳ μὲν κάλλιχθυς ἰαίνεται, αὐτὰρ ὀνίσκοις
ὄρκυνος, λάβρακα δ' ἐπ' ἀνθίῃ ὁπλίζοιο,
ἵππουρον ξιφίῃ, γλαύκῳ δ' ἔπι κεστρέα πείροις·
ἄλλῳ δ' ἀλλοίην γενεὴν ἐπιτεχνάζοιο,
κρέσσονι χειροτέρην· ἐπεὶ ἦ μάλα πάντες ἔασιν
ἀλλήλοις φορβή τε φίλη καὶ λίχνος ὄλεθρος.
ὣς οὐδὲν λιμοῖο κακώτερον οὐδὲ βαρείης
γαστέρος, ἣ κρατέει μὲν ἐν ἀνθρώποισιν ἀπηνὴς
καὶ χαλεπὴ δέσποινα συνέστιος, οὔποτε δασμῶν
ληθομένη, πολλοὺς δὲ παρασφήλασα νόοιο
εἰς ἄτην ἐνέηκε καὶ αἴσχεσιν ἐγκατέδησε·
γαστὴρ δὲ θήρεσσι καὶ ἑρπυστῆρσιν ἀνάσσει
ἠερίῃς τ' ἀγέλῃσι, τὸ δὲ πλέον ἐν νεπόδεσσι
κάρτος ἔχει· κείνοις γὰρ ἀεὶ μόρος ἔπλετο γαστήρ.
- Ἀνθιέων δὲ πρῶτα περίφρονα πεύθεο θήρην,
οἵην ἡμετέρης ἐρικυδέος ἐντύνονται
πάτρης ἐνναετῆρες ὑπὲρ Σαρπηδόνος ἀκτῆς
ὅσσοι θ' Ἑρμείαο πόλιν, ναυσίκλυτον ἄστυ
Κωρύκιον, ναίουσι καὶ ἀμφιρύτην Ἐλεοῦσαν.
πέτρας μὲν κείνας τεκμαίρεται ἐγγύθι γαίης
ἴδρις ἀνήρ, οἵῃσιν ὑπ' ἀνθίαι αὐλίζονται,
ἀντροφυεῖς, κευθμῶσι διαρρῶγας θαμέεσσι·
δουρὶ δ' ἀναπλώσας πινάκων ἐριηχέα τεύχει
δοῦπον ἐπικροτέων· πατάγῳ τ' ἐπιτέρπεται ἦτορ
ἀνθιέων· καί πού τις ἀνέδραμεν αὐτίκα λίμνης,
παπταίνων ἄκατόν τε καὶ ἀνέρα· τῷ δ' ἄρ' ἑτοίμας
πέρκας εὐθὺς ἵησιν ἐν οἴδμασιν ἢ κορακίνους
ἀσπαλιεύς, πρώτης ὀρέγων ξεινήϊα φορβῆς.
αὐτὰρ ὅ γ' ἁρπάγδην κεχαρημένος εἰλαπινάζει
δαῖτα φίλην σαίνει τε δολόφρονα θηρητῆρα.
ὡς δὲ φιλοξείνοιο μετ' ἀνέρος οἰκία κέλσῃ
κλεινὸς ἀνὴρ ἢ χειρὸς ἐν ἔργμασιν ἠὲ νόοιο,
ἀσπασίως δ' ὅ μιν εἶδεν ἐφέστιον, εὖ δέ ἑ δώροις
εὖ τέ μιν εἰλαπίναις τε φιλοφροσύναις τ' ἀγαπάζει
παντοίαις· ἄμφω δὲ γεγηθότες ἀμφὶ τραπέζῃ
τέρπονται κρητῆρος ἀμοιβαίοις δεπάεσσιν·
ὣς ὁ μὲν ἀσπαλιεὺς κεχαρημένος ἐλπωρῇσι
μειδιάᾳ, δείπνοις δὲ νέοις ἐπιτέρπεται ἰχθύς.
ἔνθεν ἔπειθ' ὁ μὲν αἰὲν ἐπημάτιος ποτὶ πέτρην
στέλλεται, οὐδ' ἀνίησιν ἑὸν πόνον οὐδ' ἀπολείπει
δαῖτα φέρων· οἱ δ' αὐτίκ' ἀολλέες ἀμφαγέρονται
δαιτυμόνες κατὰ χῶρον, ἅτε κλητῆρος ἄγοντος.
αἰεὶ δὲ πλεόνεσσιν ἑτοιμοτέροις τε παρίσχει
φορβὴν ἁρπαλέην· οὐδέ σφισιν ἄλλα κέλευθα
οὐδ' ἄλλοι κευθμῶνες ἐνὶ φρεσίν, ἀλλὰ μένοντες
αὐτοῦ δηθύνουσιν, ἅτε σταθμοῖσι νομήων
πώεα χειμερίοισιν ἐν ἤμασιν αὐλίζονται,
οὐδ' ὀλίγον σηκοῖο λιλαιόμενα προνέεσθαι.
οἱ δ' ὅτ' ἐσαθρήσωσιν ἀειρομένην ἀπὸ χέρσου
σπερχομένην τ' ἐλάταις ἄκατον τρόφον, αὐτίκα πάντες
ὀρθοὶ καγχαλόωντες ὑπεὶρ ἅλα δινεύοντες
ἱμερόεν παίζουσι καὶ ἀντιόωσι τιθήνῃ.
ὡς δ' ὁπότ' ἀπτήνεσσι φέρῃ βόσιν ὀρταλίχοισι
μήτηρ, εἰαρινοῦ ζεφύρου πρωτάγγελος ὄρνις,
οἱ δ' ἁπαλὸν τρύζοντες ἐπιθρώσκουσι καλιῇ
γηθόσυνοι περὶ μητρὶ καὶ ἱμείροντες ἐδωδῆς
χεῖλος ἀναπτύσσουσιν, ἅπαν δ' ἐπὶ δῶμα λέληκεν
ἀνδρὸς ξεινοδόκοιο λίγα κλάζουσα νεοσσοῖς·
ὣς οἵ γε θρεπτῆρος ἐναντίον ἐρχομένοιο
γηθόσυνοι θρώσκουσι, χοροιτύπον ὥστ' ἀνὰ κύκλον.
τοὺς δ' ἁλιεὺς βρώμῃσιν ἐπασσυτέρῃσι λιπαίνων
χειρί τ' ἐπιψαύων χειρός τ' ἄπο δῶρα τιταίνων
πρηΰνει φίλον ἦτορ· ἄφαρ δέ οἱ ἠΰτ' ἄνακτι
πείθονται, καὶ χειρὸς ὅπη νεύσειε μύωπι
ῥίμφα διαΐσσουσιν· ὁ δ' ἄλλοτε νηὸς ὄπισθεν
ἄλλοτε δὲ πρόσσω, ποτὲ δὲ σχεδὸν ἠπείροιο
πέμπει δεξιτερήν· τοὺς δ' ὄψεαι ἠΰτε παῖδας
ἀνδρὸς ἐπιφροσύνῃσι παλαισμοσύνης ἀνὰ χῶρον
τῇ καὶ τῇ θύνοντας, ἐπίσκοπος ἔνθα κελεύει.
ἀλλ' ὅτε οἱ κομιδῆς μὲν ἅλις, θήρη δὲ μέληται,
δή ῥα τόθ' ὁρμιὴν μὲν ἀναψάμενος χερὶ λαιῇ
ἕζεται, ἀγκίστρου δὲ βέλος κρατερόν τε θοόν τε
ὁπλίζει, καὶ τοὺς μὲν ἀπέτραπε χειρὶ κελεύων
πάντας ὁμῶς ἢ λᾶαν ἑλὼν ἔρριψε καθ' ὕδωρ·
οἱ δ' ἐπὶ τῷ δύνουσιν, ὀϊόμενοι βόσιν εἶναι·
τῶν δ' ἕνα μοῦνον ἔλειπεν ἀπόκριτον, ὅν κ' ἐθέλῃσι,
δύσμορον, ὑστατίοισι κεχαρμένον ἐν δείπνοισι·
ἄγκιστρον μὲν ὄρεξεν ὑπεὶρ ἁλός· αὐτὰρ ὅ γ' ἄτην
καρπαλίμως ἥρπαξεν, ὁ δ' ἔσπασεν ἀμφοτέρῃσι
θερμὸς ἀνήρ, ὠκεῖαν ἑλὼν καὶ ἐπίκλοπον ἄγρην·
λήθει δ' ἀνθιέων ἄλλον χορόν· ἢν γὰρ ἴδωνται
ἢ σμαραγὴν ἀΐωσι δυσαγρέος ἑλκομένοιο,
οὐκέτι οἱ τόσα δεῖπνα παρέσσεται, ὥς κεν ἵκοιντο
αὖτις ὑποτροπάδην, ἀπὸ δ' ἔπτυσαν ἐχθήραντες
καὶ κομιδὴν καὶ χῶρον ὀλέθριον· ἀλλά τις εἴη
ἴφθιμος, κρατερῶς δὲ βιησάμενός μιν ἀνέλκοι,
ἢ καὶ δεύτερος ἄλλος ἐφαπτέσθω καμάτοιο·
ὧδε γὰρ οὐ φρονέοντες ἑὴν δολομήχανον ἄτην
αὐτοὶ πιανθέντες ἐοικότα πιαίνουσιν·
αἰεὶ δ', εὖτ' ἐθέλῃσθα, παρέσσεται εὔστοχος ἄγρη.
- Ἄλλοι δ' ἰφθίμῳ τε βίῃ καὶ κάρτεϊ γυίων
πειθόμενοι μέγαν ἆθλον ἐπ' ἀνθίῃ ὁπλίζονται,
οὐ φιλίην, οὐ σῖτα πονεύμενοι, ἀλλ' ἐς ἀκωκὴν
ἀγκίστρου σπεύδουσι καὶ ἠνορέῃ βιόωνται.
χαλκοῦ μὲν σκληροῖο τετυγμένον ἠὲ σιδήρου
ἄγκιστρον πέλεται, δίχα δὲ γλωχῖνες ἔχουσιν
ἀμφίδυμοι μέγα πεῖσμα λινόστροφον· ἀμφὶ δ' ἄρ' αὐτῷ
λάβρακα ζώοντα παρήλασαν, εἴ σφι παρείη·
εἰ δὲ θάνοι, τάχα οἵ τις ὑπὸ στόμα θῆκε μόλιβδον,
δελφῖν' ὃν καλέουσιν· ὁ δὲ βρίθοντι μολίβδῳ
κλίνει τ' ἀγκλίνει τε κάρη ζώοντι ἐοικώς.
θώμιξ δὲ κρατερή τε καὶ εὔπλοκος· ἀλλ' ὅτε δοῦπον
ἀνθίαι εἰσαΐοντες ἀναθρώξωσι θαλάσσης,
ἄλλοις μὲν μέλεται κώπης πόνος, αὐτὰρ ὅ γ' ἄκρης
ἐκ πρύμνης ἁλιεὺς δόλον ἀγκύλον εἰς ἅλα πέμπει,
ἦκ' ἀναδινεύων· οἱ δ' αὐτίκα πάντες ἕπονται
νηΐ τε καὶ φεύγοντι δεδορκότες εἴκελον ἰχθὺν
σπεύδοντες μετὰ δαῖτα παραφθαδὸν ἀΐσσουσιν
ἀλλήλων· φαίης κεν ἐπ' ἀνέρα δήϊον ἄνδρα
γούνατ' ἐλαφρίζειν πεφοβημένον· οἱ δ' ἄρα νίκης
ἐσθλῆς ἱμείρουσιν· ὁ δ' ἔξοχον ὅν κεν ἴδηται
ἀσπαλιεύς, τῷ δαῖτα παρέσχεθεν· αὐτὰρ ὁ λάβρως
δῶρα χανὼν δύσδωρα μετέδραμεν· ἔνθεν ἔπειτα
ἀλκὴν ἀμφοτέρων θηήσεαι, οἷος ἄεθλος
μαρναμένων ἀνδρός τε καὶ ἰχθύος ἑλκομένοιο·
τοῦ μὲν γὰρ σθεναροί τε βραχίονες ἠδὲ μέτωπα
ὦμοί τ' αὐχένιοί τε παρασφύριοί τε τένοντες
ἀλκῇ κυμαίνουσι καὶ ἠνορέῃ τανύονται·
αὐτὰρ ὅ γ' ἀσχαλόων ὀδύνης ὕπο μάρναται ἰχθύς,
ἕλκων αὖ ἐρύοντα, βιώμενος εἰς ἅλα δῦναι,
ἄσχετα μαιμώων· ὁ δὲ κέκλεται ἄνδρας ἑταίρους
ἐμπίπτειν ἐλάτῃσι· διωκομένης δ' ἀκάτοιο
ἔμπαλιν ἐκ πρύμνης ὅλος ἕλκεται ἰχθύος ὁρμῇ·
κλάζει δ' ὁρμιή, χειρὸς δ' ἀπολείβεται αἷμα
πριομένης· ὁ δ' ἄρ' οὔτι βαρὺν μεθίησιν ἀγῶνα.
ὡς δὲ δύω μεμαῶτες ὑπέρβιοι ἀνέρες ἀλκὴν
ἅμματ' ἐπ' ἀλλήλοισι τιταινόμενοι βιόωνται
ἑλκῦσαι, ῥιπῇσιν ὀπισθοφόροις ἐρύοντες,
δηρόν τ' ἀμφότεροι καμάτων ἴσα μέτρα φέροντες
ἐμμενέως ἕλκουσι καὶ ἐμμενέως ἐρύονται·
ὣς τοῖς, ἰχθυβόλῳ τε καὶ ἰχθύϊ, νεῖκος ὄρωρε,
τοῦ μὲν ἀπαΐξαι, τοῦ δ' ἑλκέμεν ἱμείροντος.
οὐ μέν μιν λείπουσιν ἐν ἄλγεσιν ἰχθύες ἄλλοι
ἀνθίαι ἀλλ' ἐθέλουσιν ἀμυνέμεν, ἐν δέ οἱ αὐτῷ
νῶτα βίῃ χρίμπτουσι καὶ ἐμπίπτουσιν ἕκαστος,
ἄφρονες, οὐδ' ἐνόησαν ἑὸν τείροντες ἑταῖρον.
πολλάκι καὶ θώμιγγα λιλαιόμενοι γενύεσσι
ῥῆξαι ἀμηχανόωσιν, ἐπεὶ στόμα τοῖσιν ἄοπλον.
ὀψὲ δέ μιν καμάτῳ τε καὶ ἄλγεσι μοχθίζοντα
πυκναῖς τ' εἰρεσίῃσι βιώμενος ἔσπασεν ἀνήρ·
εἰ δ' ἄρα οἱ καὶ τυτθὸν ὑπείξεται, οὔ μιν ἔπειτα
ἑλκύσει· τοῖον γὰρ ὑπερφίαλον σθένος αὐτῷ.
πολλάκι δ' ὀξύπρωρον ὑπὲρ ῥάχιν ἔτμαγε δάψας
ὁρμιήν, ἀπὸ δ' ᾖξε λιπὼν κενὸν ἀγρευτῆρα.
τοῖον καὶ κάλλιχθυς ἔχει σθένος ἠδὲ γενέθλη
ὀρκύνων ὅσσοι τε δέμας κητώδεες ἄλλοι
πλάζονται· τοίοις δὲ βραχίοσιν ἀγρώσσονται.
- Ἄλλους δ' αὖ βρώμῃσι καὶ εἰλαπίνῃσι δολώσας
ἀγρώσσει ἁλιεύς· ἀγαθὸς δέ οἱ ἔσσεται ἰχθὺς
κάνθαρος, ὃς πέτρῃσιν ἀεὶ λεπρῇσι γέγηθε.
κύρτον δὲ πλέξαιο περίδρομον ὅττι μέγιστον,
τεύχων ἢ σπάρτοισιν Ἰβηρίσιν ἠὲ λύγοισι,
ῥάβδους ἀμφιβαλών· λευρὴ δέ οἱ εἴσοδος ἔστω
γαστήρ τ' εὐρυχανής· δέλεαρ δέ οἱ ἔνδον ἐνείης
πούλυπον ἑρπυστὴν ἢ κάραβον, ἐκ πυρὸς ἄμφω
ὀπταλέους· κνίσση γὰρ ἐφέλκεται ἰχθύας εἴσω.
ὧδε μὲν ἐντύνας πλεκτὸν δόλον ἐγγύθι πέτρης
δόχμιον ἀγκλίνοις, ὕφαλον λόχον· αὐτίκα δ' ὀδμὴ
κάνθαρον ὀτρυνέει τε καὶ ἵξεται ἔνδοθι κύρτου,
οὐ μάλα θαρσαλέος πρώτην ὁδόν, ἀλλὰ τάχιστα
δαισάμενος παλίνορσος ἀπέδραμεν· ἔνθεν ἔπειτα
κυρτεὺς μὲν κείνοισιν ἀεὶ νεοτερπέα φορβὴν
ἐντίθεται· τοὺς δ' αἶψα δυσώνυμος ἐντὸς ἀγείρει
γαστήρ, ἄλλον δ' ἄλλος ἄγει σύνδορπον ἑταῖρον.
ἤδη δ' ἀτρομέοντες ἀολλέες ἔνδοθι κύρτου
ἀγρόμενοι πρόπαν ἦμαρ ἐνήμενοι, ὥστε μέλαθρον
κτησάμενοι, μίμνουσι, κακὴν δ' εὕροντο καλιήν.
ὡς δ' ὁπότ' ὀρφανικοῖο μετ' ἠιθέοιο μέλαθρον
οὔτι σαοφροσύνῃσι μεμηλότες ἥλικες ἄλλοι
κλητοί τ' αὐτόμολοί τε πανήμεροι ἀγερέθωνται,
κτῆσιν ἀεὶ κείροντες ἀσημάντοιο δόμοιο,
οἷα νέους ἀνίησι χαλίφρονας ἄκριτος ἥβη,
ἐν δὲ κακοφροσύνῃσι κακὴν εὕραντο τελευτήν·
ὣς τοῖς ἀγρομένοισι παρασχεδὸν ἵσταται ἄτη.
ἡνίκα γὰρ πολλοί τε καὶ εὐλιπέες τελέθωσι,
δὴ τότ' ἀνὴρ κύρτοιο περὶ στόμα πῶμα καλύπτει
εὖ ἀραρός· τοὺς δ' ἔνδον ἐν ἕρκεϊ πεπτηῶτας
ὑστάτιον κνώσσοντας ἀνείρυσεν· ὀψὲ δ' ὄλεθρον
φρασσάμενοι σπαίρουσι καὶ ἐκδῦναι μεμάασι,
νήπιοι, οὐδ' ἔτι κύρτον ὁμῶς εὔοικον ἔχουσιν.
- Ἄδμωσιν δ' ἐπὶ κύρτον ὀπωρινὸν ὁπλίζονται
ὀΐσυνον, μέσσοισι δ' ἐν οἴδμασιν ὁρμίζουσι,
νέρθεν ἀναψάμενοι τρητὸν λίθον εὐναστῆρα·
φελλοὶ δ' ὀχμάζουσιν ἄνω δόλον· ἐν δέ οἱ αἰεὶ
τέσσαρας ἀκταίους διεροὺς κάχληκας ἱεῖσι·
τοῖς δὲ διαινομένοισι περιτρέφεται γλαγόεσσα
μύξα θαλασσαίη, τῆς ἵμερος ἰχθύας ἕλκει
βαιούς, οὐτιδανούς, λίχνον γένος· οἱ δ' ἀγέρονται
κύρτον ἐπιπροθέοντες ἐν ἀγκοίνῃς τε μένουσιν.
ἄδμωες δ' ὁρόωντες ἔσω κοίλοιο μυχοῖο
ἀγρομένους τάχα πάντες ἐπί σφισιν ὡρμήθησαν,
δαιτὸς ἐελδόμενοι· τοὺς δ' οὐ κίχον, ἀλλ' ὑπόλισθον
ῥηϊδίως· οἱ δ' οὔτι καὶ ἱέμενοί περ ἔχουσιν
αὖτις ὑπεκδῦναι πλεκτὸν λόχον, ἀλλ' ἑτέροισι
πήματα πορσύνοντες ἐπί σφισιν εὗρον ὄλεθρον.
ὡς δέ τις ἐν ξυλόχοισιν ὀρέστερος ἀγροιώτης
θηρὶ πάγην ἤρτυνεν, ἀπηνέϊ δ' ἔνδοθι θυμῷ
δῆσε κυνὸς σφίγγων ἄπο μήδεα· τοῦ δ' ὀδύνῃσιν
ἠχήεις ὀρυμαγδὸς ἀπόπροθι τειρομένοιο
ἔρχεται, ἀμφὶ δέ οἱ στένεται δρίος· ἡ δ' ἀΐουσα
πόρδαλις ἰάνθη τε καὶ ἔσσυται, ἴχνος ἀϋτῆς
μαιομένη· τάχα δ' ἷξε καὶ ἔνθορε· τὸν μὲν ἔπειτα
ὑψόσ' ἀναρπάζει κρυπτὸς δόλος, ἡ δ' ἐνὶ βόθρῳ
εἰλεῖται προπεσοῦσα, μέλει δέ οἱ οὐκέτι δαιτός,
ἀλλὰ φόβου· τῇ δ' οὔτις ὑπέκδυσίς ἐστιν ἑτοίμη·
τοῖα καὶ ἄδμωες δειλοὶ πάθον, ἀντὶ δὲ φορβῆς
πότμον ἐφωρμήσαντο καὶ Ἄϊδος ἕρκος ἄφυκτον.
- Καὶ μέν τις θρίσσῃσιν ὁμῶς καὶ χαλκίσιν ἄγρην
φράσσατ' ὀπωρινήν, καὶ λαρινὸν εἷλε καὶ ἔθνη
τραχούρων, κύρτον μὲν ὑπὸ σπάρτοισιν ὑφήνας
εὐπαγέως, φρυκτῶν δ' ὀρόβων ἐνεθήκατο μάζαν,
οἴνῳ μυδαλέην εὐώδεϊ, μίξε δὲ κούρης
δάκρυον Ἀσσυρίης Θειαντίδος, ἥν ποτέ φασι
πατρὸς ἐρασσαμένην δυσμήχανον ἔργον ἀνύσσαι
ἐλθεῖν τ' ἐς φιλότητα χολωσαμένης Ἀφροδίτης·
ἀλλ' ὅτε μιν καὶ δένδρον ἐπώνυμον ἐρρίζωσεν
αἶσα θεῶν, γοάει τε καὶ ἣν ὀλοφύρεται ἄτην,
δάκρυσι δευομένη λέκτρου χάριν· ἧς ἐνιμίσγων
θεῖον ὀπὸν κύρτον μὲν ἐνορμίζει ῥοθίοισιν,
ὀδμὴ δ' αἶψα θάλασσαν ἐπέδραμε λειριόεσσα,
κικλήσκουσ' ἀγέλας πολυειδέας· οἱ δ' ἐφέπονται
πνοιῇ νηδυμίῃ δεδονημένοι, ὦκα δὲ κύρτος
πίμπλαται, ἀγρευτῆρι φέρων εὔθηρον ἀμοιβήν.
- Σάλπαι δ' ἰκμαλέοις μὲν ἀεὶ φύκεσσι μάλιστα
τέρπονται, κείνῃ δὲ καὶ ἀγρώσσονται ἐδωδῇ.
πλώει μὲν προτέροισιν ἐν ἤμασιν εἰς ἕνα χῶρον
ἀσπαλιεύς, αἰεὶ δὲ μετ' οἴδμασι λᾶας ἵησι
χερμάδας, ἁψάμενος πέρι φύκια τηλεθόωντα.
ἀλλ' ὅτε δὴ πέμπτη μὲν ἴδῃ πόνον ἠριγένεια
σάλπαι δ' ἀγρόμεναι κεῖνον πόρον ἀμφινέμωνται,
τῆμος ἐπεντύνει κύρτου δόλον· ἐν δέ οἱ εἴσω
φύκεσιν εἰλομένους λᾶας βάλεν, ἀμφὶ δὲ ποίας
εἰναλίας στομίοισιν ἐδήσατο, τῇσι γάνυνται
σάλπαι τ' ἠδ' ὅσσοι βοτανηφάγοι ἰχθύες ἄλλοι·
οἳ τότ' ἀγειρόμενοι ποίας φάγον, αὐτὰρ ἔπειτα
ἐς μυχὸν ἠΐχθησαν· ὁ δ' αὐτίκα κύρτον ἀνέλκει
ῥίμφα μεταπλώσας· σιγῇ δέ οἱ ἄνυται ἔργον,
ἀνδράσι τ' ἀφθόγγοισι καὶ ἀσμαράγοις ἐλάτῃσι·
σιγὴ γὰρ πάσαις μὲν ὀφέλσιμος ἔπλετο θήραις,
ἔξοχα δ' ἐν σάλπῃσιν· ἐπεὶ μάλα τῇσι νόημα
πτοιαλέον· πτοίη δὲ πόνον δύσθηρον ἔθηκε.
- Τρίγλης δ' οὔτινα, φημί, χερειοτέρῃσιν ἐδωδαῖς
τέρπεσθαι· πᾶσαν γὰρ ἄσιν ἁλός, ἥν κε κίχῃσι,
φέρβεται· ἱμείρει δὲ δυσαέος ἔξοχα δαιτός·
σώμασι δ' ἐκπάγλως ἐπιτέρπεται ἀνδρομέοισι
πυθομένοις, εὖτ' ἄν τιν' ἕλῃ στονόεσσα θάλασσα.
τῷ καί μιν δελέασσιν ἀποπνείουσιν ἀϋτμὴν
ῥηϊδίως ἕλκουσιν, ὅσα πνέει ἐχθρὸν ἄημα.
εἴκελα δὲ τρίγλῃσιν ὕεσσί τε, φημί, τετύχθαι
ἤθεα, φυρομένοισιν ἀεὶ περὶ γαστέρος ὁρμήν·
ἄμφω δ' αἱ μὲν ἔασι διάκριτοι ἐν νεπόδεσσιν,
οἱ δ' ἐνὶ χερσαίῃσιν ἀριστεύουσ' ἀγέλῃσιν.
- Οὐ μὲν δὴ μελάνουρον ἀποίσεαι οὔτ' ἐνὶ κύρτῳ
ῥηϊδίως ἀπαφῶν οὔτ' ἐν λινοεργέϊ κύκλῳ·
ἔξοχα γὰρ μελάνουρος ἐν ἰχθύσιν ἠμὲν ἄναλκις
ἠδὲ σαοφρονέων, λίχνη δέ οἱ οὔποτ' ἐδωδὴ
θυμήρης· αἰεὶ δὲ γαληναίης μὲν ἐούσης
κέκλιται ἐν ψαμάθοισι καὶ οὐκ ἀναδύεται ἅλμης·
ἀλλ' ὅτε κυμαίνουσα περισπέρχῃσι θάλασσα
λάβρων ἐξ ἀνέμων, τότε δὴ μοῦνοι μελάνουροι
κῦμα διαΐσσουσιν ἀολλέες, οὔτε τιν' ἀνδρῶν
οὔτε τιν' εἰναλίων πεφρικότες· οἱ μὲν ἅπαντες
ἐς νεάτην κρηπῖδα φόβῳ δύνουσι θαλάσσης,
οἱ δὲ τότ' ἠϊόνας τε πολυφλοίσβους ἐφέπουσι
πέτραις τ' ἐμπελάουσιν ἀλήμονες, εἴ τιν' ἐδητὺν
κοπτομένη δείξειεν ὑπὸ ῥιπῇσι θάλασσα·
νήπιοι, οὐδ' ἐδάησαν ὅσον πινυτώτεροι ἄνδρες,
οἳ κείνους καὶ πάμπαν ἀλευομένους ἕλον ἄγρῃ.
χειμερίη πλημμυρὶς ὅταν ζέῃ Ἀμφιτρίτης,
ἵστατ' ἐπὶ προὔχουσαν ἀνὴρ ἁλιηγέα πέτρην,
ὀξύτατον τόθι κῦμα περὶ σπιλάδεσσι μέμυκεν·
εἴδατα δ' ἀγνυμένοισιν ἐπισπείρει ῥοθίοισι,
τυρὸν ὁμοῦ Δήμητρι μεμιγμένον· οἱ δ' ἐπὶ φορβὴν
ἀσπασίην θρώσκουσιν ἐπειγόμενοι μελάνουροι.
ἀλλ' ὅτε οἱ παρέασιν ἀολλέες ἐς βόλον ἄγρης,
αὐτὸς μὲν τρέπεται λοξὸν δέμας, ὄφρα οἱ ὕδωρ
μήτι κατασκιάοιτο καὶ ἰχθύσι τάρβος ἐνείη·
ἔστι δέ οἱ λεπτός τε δόναξ μετὰ χερσὶν ἑτοῖμος
λεπτή θ' ὁρμιὴ κούφης τριχός, ἄπλοκος αὔτως·
λεπτοῖς δ' ἀγκίστροισιν ἀναπλέκεται θαμέεσσι·
τοῖς ἐπέθηκε δέλετρον, ὃ καὶ πάρος ἧκε καθ' ὕδωρ,
πέμπει δ' ἐς βαθὺ κῦμα κυκώμενον· οἱ δ' ὁρόωντες
αὐτίκ' ἐπιθρώσκουσι καὶ ἁρπάζουσιν ὄλεθρον.
οὐδ' ἁλιεὺς εὔκηλον ἔχει χέρα, πυκνὰ δ' ἀνέλκει
ἐκ δίνης ἄγκιστρα, καὶ εἰ κενὰ πολλάκις εἴη·
οὐ γὰρ βρασσομένης κεν ἐπιφράσσαιτο θαλάσσης
ἀτρεκέως, εἴτ' οὖν τις ἐνίσχεται εἴτε μιν αὔτως
κύματ' ἀνακλονέουσιν· ἐπὴν δέ τις ἀμφιχάνῃσι,
ῥίμφα μιν ἐξείρυσσε πάρος δόλον ἐν φρεσὶ θέσθαι,
πρὶν φόβον οὐτιδανοῖσιν ἐνιπλῆξαι μελανούροις.
τοίην χειμερίην πανεπίκλοπον ἤνυσεν ἄγρην.
- Ναὶ μὴν καὶ κεστρῆα, καὶ οὐ λίχνον περ ἐόντα,
ἤπαφον, ἀγκίστροισι περὶ στεινοῖσιν ἕσαντες
εἶδαρ ὁμοῦ Δήμητρι μεμιγμένον ἠδὲ γάλακτος
πηκτοῖσι δώροισιν· ἐφυρήσαντο δὲ ποίην
τοῖσιν ὁμοῦ μίνθην εὐώδεα, τήν ποτε κούρην
φασὶν ὑπουδαίην ἔμεναι, Κωκυτίδα Νύμφην·
κλίνατο δ' εἰς εὐνὴν Ἀϊδωνέος· ἀλλ' ὅτε κούρην
Περσεφόνην ἥρπαξεν ἀπ' Αἰτναίοιο πάγοιο,
δὴ τότε μιν κλάζουσαν ὑπερφιάλοις ἐπέεσσι,
ζήλῳ μαργαίνουσαν ἀτάσθαλα, μηνίσασα
Δημήτηρ ἀμάθυνεν ἐπεμβαίνουσα πεδίλοις·
φῆ γὰρ ἀγαυοτέρη τε φυὴν καὶ κάλλος ἀμείνων
Περσεφόνης ἔμεναι κυανώπιδος, ἐς δέ μιν αὐτὴν
εὔξατο νοστήσειν Ἀϊδωνέα, τὴν δὲ μελάθρων
ἐξελάσειν· τοίη οἱ ἐπὶ γλώσσης θόρεν ἄτη.
ποίη δ' οὐτιδανὴ καὶ ἐπώνυμος ἔκθορε γαίης,
τὴν ἐνιφυρήσαντες ἐπ' ἀγκίστροισι βάλοντο.
κεστρεὺς δ' οὐ μετὰ δηρόν, ἐπεί ῥά μιν ἷξεν ἀϋτμή,
ἀντιάσας πρῶτον μὲν ἀποσταδὸν ἀγκίστροιο
λοξὸν ὑπ' ὀφθαλμοῖς ὁράᾳ δόλον, εἴκελος ἀνδρὶ
ξείνῳ, ὃς ἐν τριόδοισι πολυτρίπτοισι κυρήσας
ἔστη ἐφορμαίνων, κραδίη τέ οἱ ἄλλοτε λαιήν,
ἄλλοτε δεξιτερὴν ἐπιβάλλεται ἀτραπὸν ἐλθεῖν·
παπταίνει δ' ἑκάτερθε, νόος δέ οἱ ἠΰτε κῦμα
εἱλεῖται, μάλα δ' ὀψὲ μιῆς ὠρέξατο βουλῆς·
ὣς ἄρα καὶ κεστρῆϊ παναίολα μερμηρίζει
θυμὸς ὀϊομένῳ τε δόλον καὶ ἀπήμονα φορβήν·
ὀψὲ δέ μιν νόος ὦρσε καὶ ἤγαγεν ἐγγύθι πότμου·
αὐτίκα δὲ τρέσσας ἀνεχάσσατο· πολλάκι δ' ἤδη
εἷλε φόβος ψαύοντα καὶ ἔμπαλιν ἔτραπεν ὁρμήν.
ὡς δ' ὅτε νηπίαχος κούρη πάϊς, ἐκτὸς ἐούσης
μητέρος, ἢ βρώμης λελιημένη ἠέ τευ ἄλλου,
ψαῦσαι μὲν τρομέει μητρὸς χόλον, οὐδ' ἀναδῦναι
ἐλδομένη τέτληκεν· ἐφερπύζουσα δὲ λάθρῃ
αὖτις ὑποτρέπεται, κραδίῃ δέ οἱ ἄλλοτε θάρσος,
ἄλλοτε δ' ἐμπίπτει δεινὸς φόβος· ὄμματα δ' αἰὲν
ὀξέα παπταίνοντα ποτὶ προθύροισι τέτανται·
ὣς τότ' ἐπεμβαίνων ἀνελίσσεται ἤπιος ἰχθύς.
ἀλλ' ὅτε θαρσήσας πελάσῃ σχεδόν, οὐ μάλ' ἑτοίμως
ψαῦσε βορῆς, οὐρῇ δὲ πάρος μάστιξεν ἐγείρων
ἄγκιστρον, μή πού τις ἐνὶ χροῒ θέρμετ' ἀϋτμή·
ζωοῦ γὰρ κεστρεῦσιν ἀπώμοτόν ἐστι πάσασθαι.
ἔνθεν ἔπειτ' ἄκροισι διακνίζει στομάτεσσι
δαῖτα περιξύων· ἁλιεὺς δέ μιν αὐτίκα χαλκῷ
πεῖρεν ἀνακρούων, ὥστε θρασὺν ἵππον ἐέργων
ἡνίοχος σκληρῇσιν ἀναγκαίῃσι χαλινοῦ,
ἂν δ' ἔρυσε, σπαίροντα δ' ἐπὶ χθονὶ κάββαλεν ἐχθρῇ.
- Καὶ ξιφίην ὀλοοῖσι παρήπαφον ἀγκίστροισιν.
ἀλλ' οὐ μὲν ξιφίῃ τοῖος μόρος, οὐδ' ἴσος ἄλλοις·
οὐ γὰρ ἐπ' ἀγκίστροισι κατεντύνουσιν ἐδωδήν,
ἀλλὰ τὸ μὲν γυμνόν τε καὶ ἄκλοπον ᾐώρηται,
μηρίνθου διπλῇσιν ἀκαχμένου ἔμπαλιν αἰχμαῖς·
τοῦ δ' ὅσσον τριπάλαιστον ἀναψάμενοι καθύπερθε
μαλθακὸν ἀργεννῶν νεπόδων ἕνα χείλεος ἄκρου
δῆσαν ἐπισταμένως· ξιφίης δ' ὅτε θοῦρος ἵκηται,
αὐτίκα δαιτρεύει δέμας ἰχθύος ἄορι λάβρῳ·
τοῦ δὲ δαϊζομένοιο καταρρέει ἅψεα δεσμοῦ,
αὐταῖς δ' ἀγκίστροιο περιστρέφεται γενύεσσιν·
αὐτὰρ ὅ γ' οὐκ ἐδάη γναμπτὸν δόλον, ἀλλὰ βαρεῖαν
δαῖτα χανὼν ἀγρευτὸς ἀνέλκεται ἀνέρος ἀλκῇ.
- Πολλὰ δ' ἐπὶ ξιφίῃ θηρήτορες ὁπλίζονται,
ἔξοχα δ' οἳ Τυρσηνὸν ἁλὸς πόρον ἀγρώσσουσιν
ἀμφί τε Μασσαλίην, ἱερὴν πόλιν, ἀμφί τε Κελτούς·
κεῖθι γὰρ ἔκπαγλοί τε καὶ ἰχθύσιν οὐδὲν ὁμοῖοι
ἄπλατοι ξιφίαι μεγακήτεες ἐννεμέθονται.
οἱ δ' ἀκάτους αὐτοῖσιν ἐϊσκομένας ξιφίῃσι
καὶ δέμας ἰχθυόεν καὶ φάσγανα τεκτήναντες
ἀντίον ἰθύνουσι· ὁ δ' οὐκ ἀναδύεται ἄγρην,
ἐλπόμενος μὴ νῆας ἐϋσέλμους ὁράασθαι,
ἀλλ' ἑτέρους ξιφίας, ξυνὸν γένος, ὄφρα μιν ἄνδρες
πάντῃ κυκλώσωνται· ὁ δ' ἐφράσαθ' ὕστερον ἄτην,
αἰχμῇ τριγλώχινι πεπαρμένος, οὐδέ οἱ ἀλκὴ
φεύγειν ἱεμένῳ περ, ἀναγκαίῃ δὲ δαμῆναι.
πολλάκι μὲν καὶ νηὸς ἀμυνόμενος κενεῶνα
φασγάνῳ ἀντετόρησε διαμπερὲς ἄλκιμος ἰχθύς,
οἱ δὲ θοῶς βουπλῆγος ὑπ' εὐχάλκοιο τυπῇσιν
ἐκ γενύων ἤραξαν ἅπαν ξίφος· ἐν δ' ἄρα νηὸς
ἕλκεϊ γόμφος ἄρηρεν· ὁ δ' ἕλκεται ὀρφανὸς ἀλκῆς.
ὡς δ' ὅτε δυσμενέεσσι δόλον τεύχοντες ἄρηος,
ἱέμενοι πύργων τε καὶ ἄστεος ἔνδον ἱκέσθαι,
ἔντεα συλήσαντες ἀρηϊφάτων ἀπὸ νεκρῶν
αὐτοὶ θωρήξαντο καὶ ἔδραμον ἄγχι πυλάων·
οἱ δ' ὥστε σφετέροισιν ἐπειγομένοις πολιήταις
ἀγκλίνουσι θύρετρα καὶ οὐ γήθησαν ἑταίροις·
ὣς ἄρα καὶ ξιφίην ἴκελον δέμας ἤπαφε νηῶν.
- Καὶ μὲν δὴ σκολιῇσιν ἐν ἀγκοίνῃσι λίνοιο
κυκλωθεὶς ξιφίης μέγα νήπιος ἀφροσύνῃσιν
ὄλλυται, ὃς θρώσκει μὲν ὑπεκδῦναι μενεαίνων,
ἐγγύθι δὲ τρομέων πλεκτὸν δόλον αὖτις ὀπίσσω
χάζεται· οὐδέ οἱ ὅπλον ἐνὶ φρεσίν, οἷον ἄρηρεν
ἐκ γενύων, δειλὸς δὲ μένει κεκαφηότι θυμῷ,
ὄφρα μιν ἐξερύσωσιν ἐπ' ᾐόνας· ἔνθα δὲ δούροις
ἄνδρες ἐπασσυτέροισι καταΐγδην ἐλόωντες
κρᾶτα συνηλοίησαν, ὁ δ' ὄλλυται ἄφρονι πότμῳ.
- Ἀφροσύνη καὶ σκόμβρον ἕλεν καὶ πίονα θύννον
καὶ ῥαφίδας καὶ φῦλα πολυσπερέων συνοδόντων.
σκόμβροι μὲν λεύσσοντες ἐν ἕρκεϊ πεπτηῶτας
ἄλλους ἠράσσαντο λίνου πολύωπον ὄλεθρον
ἐσδῦναι· τοίη τις ἐσέρχεται εἰσορόωντας
τερπωλή· παίδεσσιν ἀπειρήτοισιν ὁμοῖοι,
οἵ τε πυρὸς λεύσσοντες ἀναιθομένοιο φαεινὴν
μαρμαρυγὴν ἀκτῖσιν ἰαινόμενοι γελόωσι
ψαῦσαί θ' ἱμείρουσι καὶ ἐς φλόγα χεῖρ' ὀρέγουσι
νηπιέην· τάχα δέ σφιν ἀνάρσιον ἐξεφάνη πῦρ·
ὣς οἵ γ' ἱμείρουσιν ἀνοστήτοιο λόχοιο
ἐσπεσέειν κευθμῶνα, κακοῦ δ' ἤντησαν ἔρωτος.
ἔνθ' οἱ μὲν κέλσαντες ἐν εὐρυτέροισι βρόχοισι
ἔκθορον, οἱ δ' ἑρχθέντες ἐνὶ στεινοῖσι πόροισι
πικρὸν ἀνέτλησαν σφιγκτὸν μόρον ἐξανύσαντες.
πολλοὺς δ' ἠϊόνεσσιν ἐφελκομένοιο λίνοιο
ὄψεαι ἀμφοτέρωθεν ἀρηρότας ἠΰτε γόμφοις,
τοὺς μὲν ἔτι φρονέοντας ἐσελθέμεν ἄρκυν ὀλέθρου,
τοὺς δ' ἤδη μεμαῶτας ὑπεκδῦναι κακότητος,
ἔνδοθεν ἰκμαλέῃσιν ἐνισχομένους βροχίδεσσι.
- Θύννοι δ' αὖ σκόμβροις μὲν ἴσον πόνον ἀθλεύουσιν
ἀφροσύνῃ· καὶ τοῖς γὰρ ὁμοίιος ἵμερος ἄτης
ἐμπίπτει δολίοιο λίνου λαγόνεσσι μιγῆναι·
ἀλλ' οὐ μὲν κείνοισιν ὑπόβρυχα γαστέρος εἴσω
ἐσδύνειν, σκολιοῖσι δ' ἐπαΐσσουσιν ὀδοῦσι,
σώματι μηδόμενοι πόρον ἄρκιον· ἐν δ' ἄρ' ὀδοῦσιν
ὑγρὸν ἐρειδομένοις τέταται λίνον· οὐδέ τι μῆχος
ἐκφυγέειν, δεσμῷ δὲ περιστομίῳ μογέοντες
ἕλκονται ποτὶ χέρσον ὑπ' ἀφραδίῃσιν ἁλόντες.
- Καὶ μὲν δὴ ῥαφίδων τοῖος νόος· αἳ δ' ὅτε κόλπον
δικτύου ἐκπροφύγωσι, πόνου δ' ἔκτοσθε γένωνται,
αὖτις ἐπιστρωφῶσι, λίνῳ δ' ἐπιμηνίουσαι
δήγματ' ἐνιπρίουσι· τὸ δέ σφισι δύεται εἴσω
ἴσχει τ' ἐμμενέως πυκινοὺς ἔντοσθεν ὀδόντας.
- Αὐτὰρ τοὶ συνόδοντες ἴσοι στείχουσι λόχοισι
κεκριμένοι· τοῖς δ' εὖτ' ἂν ἀνὴρ ἄγκιστρον ἐφείη,
οἱ μὲν ἀποτροπάδην λοξὸν φάος ἀλλήλοισι
πάντες ἐπικλίνουσι καὶ οὐκ ἐθέλουσι πελάσσαι·
ἀλλ' ὅτε τις προθορὼν ἑτέρης στιχὸς αἶψα δέλετρον
ἁρπάξῃ, τότε καί τις ἐνὶ φρεσὶ θάρσος ἔδεκτο
ἀγκίστρῳ τ' ἐπέλασσε καὶ ἕλκεται· οἱ δ' ὁρόωντες
ἀλλήλους, περὶ δαιτὶ γεγηθότες, ἰαίνονται
ἑλκόμενοι, σπεύδουσι δ' ὑποφθαδόν, ὅς κε θάνῃσι
πρῶτος ἁλούς, ἅτε παῖδες ἀθύρμασι καγχαλόωντες.
- Θύννων δ' αὖ γενεὴ μὲν ἀπ' εὐρυπόροιο τέτυκται
Ὠκεανοῦ· στείχουσι δ' ἐς ἡμετέρης ἁλὸς ἔργα
εἰαρινοῦ μετὰ λύσσαν ὅτ' οἰστρήσωσι γάμοιο.
τοὺς δ' ἤτοι πρῶτον μὲν Ἰβηρίδος ἔνδοθεν ἅλμης
ἀνέρες ἀγρώσσουσι βίῃ κομόωντες Ἴβηρες·
δεύτερα δὲ Ῥοδανοῖο παρὰ στόμα θηρητῆρες
Κελτοὶ Φωκαίης τε παλαίφατοι ἐνναετῆρες·
τὸ τρίτον ἀγρώσσουσιν ὅσοι Τρινακρίδι νήσῳ
ἐνναέται πόντου τε παρ' οἴδμασι Τυρσηνοῖο.
ἔνθεν ἀπειρεσίοις ἐνὶ βένθεσιν ἄλλοθεν ἄλλος
κίδνανται καὶ πᾶσαν ἐπιπλώουσι θάλασσαν.
πολλὴ δ' ἔκπαγλός τε παρίσταται ἰχθυβόλοισιν
ἄγρη, ὅτ' εἰαρινὸς θύννων στρατὸς ὁρμήσωνται.
χῶρον μὲν πάμπρωτον ἐπεφράσσαντο θαλάσσης
οὔτε λίην στεινωπὸν ἐπηρεφέεσσιν ὑπ' ὄχθαις
οὔτε λίην ἀνέμοισιν ἐπίδρομον, ἀλλὰ καὶ αἴθρῃ
καὶ σκεπανοῖς κευθμῶσιν ἐναίσιμα μέτρα φέροντα.
ἔνθ' ἤτοι πρῶτον μὲν ἐπ' ὄρθιον ὕψι κολωνὸν
ἴδρις ἐπαμβαίνει θυννοσκόπος, ὅστε κιούσας
παντοίας ἀγέλας τεκμαίρεται, αἵ τε καὶ ὅσσαι,
πιφαύσκει δ' ἑτάροισι· τὰ δ' αὐτίκα δίκτυα πάντα
ὥστε πόλις προβέβηκεν ἐν οἴδμασιν· ἐν δὲ πυλωροὶ
δικτύῳ, ἐν δὲ πύλαι, μύχατοί τ' αὐλῶνες ἔασιν.
οἱ δὲ θοῶς σεύονται ἐπὶ στίχας, ὥστε φάλαγγες
ἀνδρῶν ἐρχομένων καταφυλαδόν· οἱ μὲν ἔασιν
ὁπλότεροι, τοὶ δ' εἰσὶ γεραίτεροι, οἱ δ' ἐνὶ μέσσῃ
ὥρῃ· ἀπειρέσιοι δὲ λίνων ἔντοσθε ῥέουσιν,
εἰσόκεν ἱμείρωσι καὶ ἀγρομένους ἀνέληται
δίκτυον· ἀφνειὴ δὲ καὶ ἔξοχος ἵσταται ἄγρη.