ΑΠΟΛΛΩΝ
¨«-±´·;¿DÅJÊὮ δώματ' Ἀδμήτει', ἐν οἷς ἔτλην ἐγὼ
©¬1³5¹;¾CÂHÉθῆσσαν τράπεζαν αἰνέσαι θεός περ ὤν.
ª®2´·¼@CFHÊNÍΖεὺς γὰρ κατακτὰς παῖδα τὸν ἐμὸν αἴτιος
¨¬.¯µ¹;¾CÃJLἈσκληπιόν, στέρνοισιν ἐμβαλὼν φλόγα·
5©¬/±´¸;½CÃHÈοὗ δὴ χολωθεὶς τέκτονας Δίου πυρὸς
«0³µ»@ÁÄÆLÌκτείνω Κύκλωπας· καί με θητεύειν πατὴρ
ª0´8»BÃÇÉNÎθνητῶι παρ' ἀνδρὶ τῶνδ' ἄποιν' ἠνάγκασεν.
¨«/³´¸?ÀÂÆLÍἐλθὼν δὲ γαῖαν τήνδ' ἐβουφόρβουν ξένωι
ª2µ·»?ÀFÈLÌκαὶ τόνδ' ἔσωιζον οἶκον ἐς τόδ' ἡμέρας.
10(*¬/²69;=¿DÄIÉὁσίου γὰρ ἀνδρὸς ὅσιος ὢν ἐτύγχανον
ª¬0²4¸=¿ÂÅIÉπαιδὸς Φέρητος, ὃν θανεῖν ἐρρυσάμην,
ª¬0²4¹;½CÅJÊΜοίρας δολώσας· ἤινεσαν δέ μοι θεαὶ
¨«-±³·;¾BÄIÊἌδμητον Ἅιδην τὸν παραυτίκ' ἐκφυγεῖν,
¨«/°³µ8¼BÂGÈἄλλον διαλλάξαντα τοῖς κάτω νεκρόν.
15©¬2´·¼AÀÂÅKÌπάντας δ' ἐλέγξας καὶ διεξελθὼν φίλους,
*,.1´µ»CÃHÉMO[πατέρα γεραιάν θ' ἥ σφ' ἔτικτε μητέρα,]
©/³7º=¿DÅIÉοὐχ ηὗρε πλὴν γυναικὸς ὅστις ἤθελεν
)«0´·º=ÁEÅKÊθανὼν πρὸ κείνου μηκέτ' εἰσορᾶν φάος·
¨¬0µ¸»AÂÆÉMÎἣν νῦν κατ' οἴκους ἐν χεροῖν βαστάζεται
20©«.±³¹;¾GÈLÍψυχορραγοῦσαν· τῆιδε γάρ σφ' ἐν ἡμέραι
)¬0³¶º?¿ÂÅJÊθανεῖν πέπρωται καὶ μεταστῆναι βίου.
(ª-±4µ8½CÄJËἐγὼ δέ, μὴ μίασμά μ' ἐν δόμοις κίχηι,
ª¬/±´¸;¾CÃJÊλείπω μελάθρων τῶνδε φιλτάτην στέγην.
¨ª-°368:¾BÂGÇἤδη δὲ τόνδε Θάνατον εἰσορῶ πέλας,
25(©,/±´¸=ÀÄÇLÍἱερέα θανόντων, ὅς νιν εἰς Ἅιδου δόμους
©0²µº?ÀHÈLNμέλλει κατάξειν· συμμέτρως δ' ἀφίκετο,
«1µ·»@ÁÅÇNÍφρουρῶν τόδ' ἦμαρ ὧι θανεῖν αὐτὴν χρεών.
ΘΑΝΑΤΟΣ
¨ªἆ ἆ·
),°46ºADÆJMÎτί σὺ πρὸς μελάθροις; τί σὺ τῆιδε πολεῖς,
30ª/1´¸»½BDÄΦοῖβ'; ἀδικεῖς αὖ τιμὰς ἐνέρων
(*¬.0²·:=¿Àἀφοριζόμενος καὶ καταπαύων;
©¬/1µ8:½ÀÃοὐκ ἤρκεσέ σοι μόρον Ἀδμήτου
)*¬®±¶¸=@Àδιακωλῦσαι, Μοίρας δολίωι
ª¬/2¶ºBDÆËσφήλαντι τέχνηι; νῦν δ' ἐπὶ τῆιδ' αὖ
35)+®°²·º?BÂχέρα τοξήρη φρουρεῖς ὁπλίσας,
¨+/±´8:½ÀÂἣ τόδ' ὑπέστη, πόσιν ἐκλύσασ'
©«/1´8:¼Àαὐτὴ προθανεῖν Πελίου παῖς;
±5·¼ÀEÆLÎSÓΑΠ. θάρσει· δίκην τοι καὶ λόγους κεδνοὺς ἔχω.
-°2µ·º?ÂGÇLÍΘΑ. τί δῆτα τόξων ἔργον, εἰ δίκην ἔχεις;
40-¯1µ·»?ÀÃÆKÌΑΠ. σύνηθες αἰεὶ ταῦτα βαστάζειν ἐμοί.
®²5»¾ÁFÆMÍQÒΘΑ. καὶ τοῖσδέ γ' οἴκοις ἐκδίκως προσωφελεῖν.
-°3¶º¾CÄJÊNÏΑΠ. φίλου γὰρ ἀνδρὸς συμφοραῖς βαρύνομαι.
®±4¶:¾BÄHÉNÐΘΑ. καὶ νοσφιεῖς με τοῦδε δευτέρου νεκροῦ;
¬²6¹»ÀFÅMÎRÒΑΠ. ἀλλ' οὐδ' ἐκεῖνον πρὸς βίαν σ' ἀφειλόμην.
45±4¶º½BÄIÉOÏΘΑ. πῶς οὖν ὑπὲρ γῆς ἐστι κοὐ κάτω χθονός;
-¯4·¹½CÄÇÊPRΑΠ. δάμαρτ' ἀμείψας, ἣν σὺ νῦν ἥκεις μέτα.
¯1´7º?¿DÄJLΘΑ. κἀπάξομαί γε νερτέραν ὑπὸ χθόνα.
-¯2¸;¿EÇËÎRÓΑΠ. λαβὼν ἴθ'· οὐ γὰρ οἶδ' ἂν εἰ πείσαιμί σε.
¯²8»ÁÆJËQÑVXΘΑ. κτείνειν γ' ὃν ἂν χρῆι; τοῦτο γὰρ τετάγμεθα.
50±4¸¼ÀDGIKÌQÒΑΠ. οὔκ, ἀλλὰ τοῖς μέλλουσι θάνατον ἀμβαλεῖν.
,®1³·»AÁEÄJÊΘΑ. ἔχω λόγον δὴ καὶ προθυμίαν σέθεν.
¬²5·º½BÃÇÉOÐΑΠ. ἔστ' οὖν ὅπως Ἄλκηστις ἐς γῆρας μόλοι;
°3·º¾BÃÆÊOÐΘΑ. οὐκ ἔστι· τιμαῖς κἀμὲ τέρπεσθαι δόκει.
°4µ»¾CÂÆÈNÏΑΠ. οὔτοι πλέον γ' ἂν ἢ μίαν ψυχὴν λάβοις.
55-®3µ¸½AÂGÈMÍΘΑ. νέων φθινόντων μεῖζον ἄρνυμαι γέρας.
³6¸»ÁEÄJÊNÏΑΠ. κἂν γραῦς ὄληται, πλουσίως ταφήσεται.
®²5·ºÀDÆLÌRÒΘΑ. πρὸς τῶν ἐχόντων, Φοῖβε, τὸν νόμον τίθης.
±3·¼ÀEÅKËOÐΑΠ. πῶς εἶπας; ἀλλ' ἦ καὶ σοφὸς λέληθας ὤν;
¬¯4¸=¾CÄIÉNÏΘΑ. ὠνοῖντ' ἂν οἷς πάρεστι γηραιοὶ θανεῖν.
60°4·»¾CÅÉÌQÑΑΠ. οὔκουν δοκεῖ σοι τήνδε μοι δοῦναι χάριν;
°5·:½BÄIÊQÒΘΑ. οὐ δῆτ'· ἐπίστασαι δὲ τοὺς ἐμοὺς τρόπους.
¬±5¹¼ÁFÆMÎRÓΑΠ. ἐχθρούς γε θνητοῖς καὶ θεοῖς στυγουμένους.
°4·8»BÃHÉNÐΘΑ. οὐκ ἂν δύναιο πάντ' ἔχειν ἃ μή σε δεῖ.
¬¯3·º¾BÃGÈMÍΑΠ. ἦ μὴν σὺ πείσηι καίπερ ὠμὸς ὢν ἄγαν·
65ª«/±3·9½CÄIÉτοῖος Φέρητος εἶσι πρὸς δόμους ἀνὴρ
©«.¯³¶9¼ÀÁGIΕὐρυσθέως πέμψαντος ἵππειον μετὰ
(ª,±³¶:¼ÀÄHÈὄχημα Θρήικης ἐκ τόπων δυσχειμέρων,
¨¬/±´¹@ÁÄÇLÍὃς δὴ ξενωθεὶς τοῖσδ' ἐν Ἀδμήτου δόμοις
)«.±3¶9¾ÁÃGÈβίαι γυναῖκα τήνδε σ' ἐξαιρήσεται.
70ª®1µ·¼AÁEÆKËκοὔθ' ἡ παρ' ἡμῶν σοι γενήσεται χάρις
ª3¶·¼BÂÅÈOÐδράσεις θ' ὁμοίως ταῦτ' ἀπεχθήσηι τ' ἐμοί.
²6¹»¿CÄKÊPÑΘΑ. πόλλ' ἂν σὺ λέξας οὐδὲν ἂν πλέον λάβοις·
¨®2´7º=ÀÄÇLÍἡ δ' οὖν γυνὴ κάτεισιν εἰς Ἅιδου δόμους.
«2·¹½CÃÆÉNÏστείχω δ' ἐπ' αὐτήν, ὡς κατάρξωμαι ξίφει·
75()«/³µ¹?¿EÅKÊἱερὸς γὰρ οὗτος τῶν κατὰ χθονὸς θεῶν
(«.²µº=¿ÂÅKMὅτου τόδ' ἔγχος κρατὸς ἁγνίσηι τρίχα.
ΧΟΡΟΣ
),°24µ¹¼BDÅτί ποθ' ἡσυχία πρόσθεν μελάθρων;
),®°³68»¾Áτί σεσίγηται δόμος Ἀδμήτου;
«±36¸=@ÂÉÌ ‑ ἀλλ' οὐδὲ φίλων πέλας ‹ἔστ'› οὐδείς,
80¨+.²µ8:¼CEÅὅστις ἂν εἴποι πότερον φθιμένην
ª-/²³·»¾Áχρὴ βασίλειαν πενθεῖν ἢ ζῶσ'
(*²¶9;½BDÆἔτι φῶς λεύσσει Πελίου τόδε παῖς
¨«.2µ¸:AÁÄἌλκηστις, ἐμοὶ πᾶσί τ' ἀρίστη
©«-0²δόξασα γυνὴ
85)+¯³µ9;½Áπόσιν εἰς αὑτῆς γεγενῆσθαι.
-¯2µ9»@Á ‑ κλύει τις ἢ στεναγμὸν ἢ
ª¬1³7¹?¿χειρῶν κτύπον κατὰ στέγας
¨+,¯3¶9»ἢ γόον ὡς πεπραγμένων;
¬¯³58»@B ‑ οὐ μὰν οὐδέ τις ἀμφιπόλων
90*¬.1³69»στατίζεται ἀμφὶ πύλας.
©¬02µ78»½εἰ γὰρ μετακοίμιος ἄτας,
¨¬2µ¶ὦ Παιάν, φανείης.
¬¯46¸@BÁà ‑ οὔ τἂν φθιμένας γ' ἐσιώπων.
¬¯³¸ºÀÄÆLNÏÑ ‑ οὐ γὰρ δὴ φροῦδός γ' ἐξ οἴκων νέκυς ἤδη.†
95,.³·¹?BÃÆÉ ‑ πόθεν; οὐκ αὐχῶ. τί σε θαρσύνει;
¬/2´¶:=¿ÂÄ ‑ πῶς ἂν ἔρημον τάφον Ἄδμητος
©¬/2µ7:½¿κεδνῆς ἂν ἔπραξε γυναικός;
,®2µ7½BÂ ‑ πυλῶν πάροιθε δ' οὐχ ὁρῶ
©¬-°4¶8»πηγαῖον ὡς νομίζεται
100©,0²6¸=¿χέρνιβ' ἐπὶ φθιτῶν πύλαις.
/µ7:¼BDÅ ‑ χαίτα τ' οὔτις ἐπὶ προθύροις
)¬-±´79ºτομαῖος, ἃ δὴ νεκύων
©0´¸:?@ÁÂπένθει πίτνει, οὐδὲ νεολαία†
ª±5¸ºδουπεῖ χεὶρ γυναικῶν.
105°46¹;=¿Á ‑ καὶ μὴν τόδε κύριον ἦμαρ
,/´· ‑ τί τόδ' αὐδᾶις;†
¬°47º@BÄÅ ‑ ὧι χρή σφε μολεῖν κατὰ γαίας.
+-¯³µ9;½CGÇ ‑ ἔθιγες ψυχᾶς, ἔθιγες δὲ φρενῶν.
°35·;=ÀCEÅ ‑ χρὴ τῶν ἀγαθῶν διακναιομένων
110©°³πενθεῖν ὅστις
ª-0´·;?¿Ãχρηστὸς ἀπ' ἀρχῆς νενόμισται.
¨®0´·9ºἀλλ' οὐδὲ ναυκληρίαν
¨-°3·¸ἔσθ' ὅποι τις αἴας
«±46·στείλας, ἢ Λυκίαν
115©-/²57»εἴτ' ἐπὶ τὰς ἀνύδρους
¨«-.0³¶Ἀμμωνιάδας ἕδρας,
©¬¯24¶¹δυστάνου παραλύσαι
©«0²69;?¿ψυχάν· μόρος γὰρ ἀπότομος
ª1²8¼AÁπλάθει. θεῶν δ' ἐπ' ἐσχάραν
120©+/±46¹;?¿EÆÈοὐκέτ' ἔχω τίνα μηλοθύταν πορευθῶ.
)+0µ¸=Àμόνα δ' ἄν, εἰ φῶς τόδ' ἦν
¨+1³¶ὄμμασιν δεδορκὼς
ª±79¼Φοίβου παῖς, προλιποῦσ'
125¨-0³8:¼ἦλθ' ἂν ἕδρας σκοτίους
©«.1³Ἅιδα τε πύλας·
ª¬¯36¸»δμαθέντας γὰρ ἀνίστη,
*®0´69:=¾πρὶν αὐτὸν εἷλε διόβολον
ª®2´8»?¿πλῆκτρον πυρὸς κεραυνίου.
©-0²59½BDÆKËÎνῦν δὲ βίου τίν' ἔτ' ἐλπίδα προσδέχωμαι;
ª-0³µ8:¼ÀEGÈÊ[πάντα γὰρ ἤδη τετέλεσται βασιλεῦσιν,
©¬03´79¼¿πάντων δὲ θεῶν ἐπὶ βωμοῖς
©«®²57¹½Àαἱμόρραντοι θυσίαι πλήρεις,
135©03µ8:¾Àοὐδ' ἔστι κακῶν ἄκος οὐδέν.]
«°4¶¸»AÁGÈMÎ ‑ ἀλλ' ἥδ' ὀπαδῶν ἐκ δόμων τις ἔρχεται
)¬/±379=¾CÄHÉδακρυρροοῦσα· τίνα τύχην ἀκούσομαι;
©1¶9¼AÂFÇLÍπενθεῖν μέν, εἴ τι δεσπόταισι τυγχάνει,
©0µ:¾CÄÇÉOÏσυγγνωστόν· εἰ δ' ἔτ' ἐστὶν ἔμψυχος γυνὴ
140©®1³5¹;¾ÂÅIËεἴτ' οὖν ὄλωλεν εἰδέναι βουλοίμεθ' ἄν.
ΘΕΡΑΠΑΙΝΑ
ª/³¶»@ÁEÆKÍκαὶ ζῶσαν εἰπεῖν καὶ θανοῦσαν ἔστι σοι.
®±4¸º¾CÄIËQÒΧΟ. καὶ πῶς ἂν αὑτὸς κατθάνοι τε καὶ βλέποι;
¬®2´¶¹=ÀÃÅJËΘΕ. ἤδη προνωπής ἐστι καὶ ψυχορραγεῖ.
¬¯3·9½BÄÆÊOÎΧΟ. ἐλπὶς μὲν οὐκέτ' ἐστὶ σώιζεσθαι βίον;
-°2´7º=¾CÂFÇΘΕ. πεπρωμένη γὰρ ἡμέρα βιάζεται.
°3¸»¿DÅJÌQSΧΟ. οὔκουν ἐπ' αὐτῆι πράσσεται τὰ πρόσφορα;
°6¹;ÀFÇÊÍRÒΘΕ. κόσμος γ' ἕτοιμος, ὧι σφε συνθάψει πόσις.
¬°2·¸¼?ÀEÅJËΧΟ. ὦ τλῆμον, οἵας οἷος ὢν ἁμαρτάνεις.
145¯2·9¼AÁIÊPÑΘΕ. οὔπω τόδ' οἶδε δεσπότης, πρὶν ἂν πάθηι.
150¬¯2¶9º@ÁFÇKËΧΟ. ἴστω νυν εὐκλεής γε κατθανουμένη
)«0²µ¸;¿CÃHÊγυνή τ' ἀρίστη τῶν ὑφ' ἡλίωι μακρῶι.
´7¹¼ÀHÈMÌPÑΘΕ. πῶς δ' οὐκ ἀρίστη; τίς δ' ἐναντιώσεται;
)0²6¹=¾CÄHÈτί χρὴ λέγεσθαι τὴν ὑπερβεβλημένην
)¬.²¸¼AÂÆÉMÎγυναῖκα; πῶς δ' ἂν μᾶλλον ἐνδείξαιτό τις
155)«0²´¸;¾DÄIÊπόσιν προτιμῶσ' ἢ θέλουσ' ὑπερθανεῖν;
ª®0³·º@ÀEÆKËκαὶ ταῦτα μὲν δὴ πᾶσ' ἐπίσταται πόλις·
(1´7º=ÀDÅKÊἃ δ' ἐν δόμοις ἔδρασε θαυμάσηι κλύων.
(«.²5¹;½ÁÅIÈἐπεὶ γὰρ ἤισθεθ' ἡμέραν τὴν κυρίαν
¨«-1358:=¾ÃÅLMἥκουσαν, ὕδασι ποταμίοις λευκὸν χρόα
160(«-²8»?ÀÃÅKËἐλούσατ', ἐκ δ' ἑλοῦσα κεδρίνων δόμων
¨«-°³º?¿ÂÅIKἐσθῆτα κόσμον τ' εὐπρεπῶς ἠσκήσατο,
ª®0´7º?¾DÅIKκαὶ στᾶσα πρόσθεν Ἑστίας κατηύξατο·
©2´7º?ÀEÅKËΔέσποιν', ἐγὼ γὰρ ἔρχομαι κατὰ χθονός,
)«.°4¸»¿ÄÆJËπανύστατόν σε προσπίτνουσ' αἰτήσομαι
165©®1´·º=ÁÅÈNÎτέκν' ὀρφανεῦσαι τἀμά· καὶ τῶι μὲν φίλην
©¬.13µ»@ÁÅÆLÌσύζευξον ἄλοχον, τῆι δὲ γενναῖον πόσιν·
©0´¶¹=¿EÅJËμηδ' ὥσπερ αὐτῶν ἡ τεκοῦσ' ἀπόλλυμαι
)¬/°³¸:¾ÄÇKËθανεῖν ἀώρους παῖδας, ἀλλ' εὐδαίμονας
¨0´¶¹?ÀÄÇLËἐν γῆι πατρώιαι τερπνὸν ἐκπλῆσαι βίον.
170©¬0³¶»@ÂÅÈMÎπάντας δὲ βωμούς, οἳ κατ' Ἀδμήτου δόμους,
*¬/²´·9½CÄHJπροσῆλθε κἀξέστεψε καὶ προσηύξατο,
ª0²µ¸:½BÂHÈπτόρθων ἀποσχίζουσα μυρσίνης φόβην,
(¬.±4¶9¾BÄHÇἄκλαυτος ἀστένακτος, οὐδὲ τοὐπιὸν
)«/±´¸:¾ÀÂGÇκακὸν μεθίστη χρωτὸς εὐειδῆ φύσιν.
175©¬.135¸;¾BÄIÉκἄπειτα θάλαμον ἐσπεσοῦσα καὶ λέχος
¨¬.±5¸:¾CÄIKἐνταῦθα δὴ 'δάκρυσε καὶ λέγει τάδε·
¨«/³6¹=¿DÄJÊὮ λέκτρον, ἔνθα παρθένει' ἔλυσ' ἐγὼ
)¬.²·»AÄÉÌQÑκορεύματ' ἐκ τοῦδ' ἀνδρός, οὗ θνήισκω πάρος,
ª°3¶º¼DÄHÈNQχαῖρ'· οὐ γὰρ ἐχθαίρω σ'· ἀπώλεσας δέ με
180)«1´·ºBÄHÊOÏμόνον· προδοῦναι γάρ σ' ὀκνοῦσα καὶ πόσιν
«®2·º½CÃÆÉMÎθνήισκω. σὲ δ' ἄλλη τις γυνὴ κεκτήσεται,
©¬0´·»@ÃGÇOÏσώφρων μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δ' ἴσως.
)¬/³¶º=ÀFÇLËκυνεῖ δὲ προσπίτνουσα, πᾶν δὲ δέμνιον
¨«.°µ¹:½ÁÄHÈὀφθαλμοτέγκτωι δεύεται πλημμυρίδι.
185(«.±´¸;¼ÀÂHÈἐπεὶ δὲ πολλῶν δακρύων εἶχεν κόρον,
«®2´¶¹=¿CÄIÈστείχει προνωπὴς ἐκπεσοῦσα δεμνίων,
ª035·º=¾DÄJÊκαὶ πολλὰ θαλάμων ἐξιοῦσ' ἐπεστράφη
©¬.²´¸:½ÂÄJÊκἄρριψεν αὑτὴν αὖθις ἐς κοίτην πάλιν.
ª¬0³¶º?ÀÂÅIÊπαῖδες δὲ πέπλων μητρὸς ἐξηρτημένοι
190¨¬-±4·:½CÄIÉἔκλαιον· ἡ δὲ λαμβάνουσ' ἐς ἀγκάλας
¨«-±4¸;¾DÅIÉἠσπάζετ' ἄλλοτ' ἄλλον ὡς θανουμένη.
©¬2¶·»?ÀEÅKËπάντες δ' ἔκλαιον οἰκέται κατὰ στέγας
©/³6¸;¿DÅIÈδέσποιναν οἰκτίροντες· ἡ δὲ δεξιὰν
«®2´¸¼@ÁÅÇLÌπρούτειν' ἑκάστωι κοὔτις ἦν οὕτω κακὸς
195(¬0³5¹?¿ÂÄIÉὃν οὐ προσεῖπε καὶ προσερρήθη πάλιν.
ª¬0´·º?ÀÃÆKMτοιαῦτ' ἐν οἴκοις ἐστὶν Ἀδμήτου κακά.
ª0²¶º=ÁFÆNÏκαὶ κατθανών τἂν ὤιχετ', ἐκφυγὼν δ' ἔχει
)¬.±4¹;ÀEÅIÊτοσοῦτον ἄλγος, οὔποθ' οὗ λελήσεται.
¬°4¶¹½AÃÆÈNÏΧΟ. ἦ που στενάζει τοισίδ' Ἄδμητος κακοῖς,
200¨¬0³5¹?¿ÁÄJÌἐσθλῆς γυναικὸς εἰ στερηθῆναί σφε χρή;
¯±6¹;¾DÅKËPÐΘΕ. κλαίει γ' ἄκοιτιν ἐν χεροῖν φίλην ἔχων
ª1´·º?ÀÄÆJLκαὶ μὴ προδοῦναι λίσσεται, τἀμήχανα
©«1´7¼AÂFÇLÍζητῶν· φθίνει γὰρ καὶ μαραίνεται νόσωι.
)¬.°3¸:½BÁGÇπαρειμένη δέ, χειρὸς ἄθλιον βάρος,
205(ª.³µº?ÁGÇMOὅμως δέ, καίπερ σμικρόν, ἐμπνέουσ' ἔτι,
ª1µ·¼@ÁÄÇKËβλέψαι πρὸς αὐγὰς βούλεται τὰς ἡλίου
©/´6¹=¿EÅJÊ[ὡς οὔποτ' αὖθις ἀλλὰ νῦν πανύστατον
¨«-°3¹;½CÃGÈἀκτῖνα κύκλον θ' ἡλίου προσόψεται].
¨®0´·º?¿DÅIÈἀλλ' εἶμι καὶ σὴν ἀγγελῶ παρουσίαν·
210©¬0³6º@ÁEÇKÌοὐ γάρ τι πάντες εὖ φρονοῦσι κοιράνοις,
¨1´6º=¿EÅJËὥστ' ἐν κακοῖσιν εὐμενεῖς παρεστάναι·
©¯2µ¶º?ÀEÆLÌσὺ δ' εἶ παλαιὸς δεσπόταις ἐμοῖς φίλος.
ΧΟ.
+¬°4·¼AÁGÇ ‑ ἰὼ Ζεῦ, τίς ἂν πᾶι πόρος κακῶν
)¬.²5·;½ÀEÅJÌPÑγένοιτο καὶ λύσις τύχας ἃ πάρεστι κοιράνοις;
215¯³¶8;¾CÃIK ‑ ‹αἰαῖ›· ἔξεισί τις†ἢ τέμω τρίχα
ª-/±µ¸=¿καὶ μέλανα στολμὸν πέπλων
¨+-¯1µ·ἀμφιβαλώμεθ' ἤδη;
/²7º¿CÇNÎ ‑ δεινὰ μέν, φίλοι, δεινά γ', ἀλλ' ὅμως
)«-±3µ8θεοῖσιν εὐξόμεσθα·
220ª®24¶:¼¿θεῶν γὰρ δύναμις μεγίστα.
«²³ ‑ ὦναξ Παιάν,
¨«-°2´8¼¿ÂGÇἔξευρε μηχανάν τιν' Ἀδμήτωι κακῶν.
,®0³6¸:¿DÄÈ ‑ πόριζε δὴ πόριζε· καὶ πάρος γὰρ
ª.±³¸»τοῦδ' ἐφεῦρες†καὶ νῦν
)«-.±57º?Àλυτήριος ἐκ θανάτου γενοῦ,
225)+¬24·9¼¿φόνιον δ' ἀπόπαυσον Ἅιδαν.
,¯ ‑ παπαῖ ‹ ›
(¬/±3¸;¾ÀFÆÉÍTÕὦ παῖ Φέρητος, οἷ' ἔπραξας δάμαρτος σᾶς στερείς.
¬®±34¸=¾DF ‑ αἰαῖ· ἄξια καὶ σφαγᾶς τάδε
ª./²6¹=¾καὶ πλέον ἢ βρόχωι δέραν
©+-¯2´¸οὐρανίωι πελάσσαι.
230¬0´7¹¼AÂGÇ ‑ τὰν γὰρ οὐ φίλαν ἀλλὰ φιλτάταν
)¬.±4·¹γυναῖκα κατθανοῦσαν
(«-/³7¹¼ἐν ἄματι τῶιδ' ἐπόψηι.
+®0³ ‑ ἰδοὺ ἰδού·
¨¬0²¶º?¿EÆIÊἥδ' ἐκ δόμων δὴ καὶ πόσις πορεύεται.
,/²6¸:½BÃÄ ‑ βόασον ὦ στέναξον ὦ Φεραία
235ª®1³¶χθὼν τὰν ἀρίσταν
)¬.1´68º@Áγυναῖκα μαραινομέναν νόσωι
)+®35¶:¾Áκατὰ γᾶς χθόνιον παρ' Ἅιδαν.
©+-°²57»¿Âοὔποτε φήσω γάμον εὐφραίνειν
*+®±´º@CÄÆπλέον ἢ λυπεῖν, τοῖς τε πάροιθεν
240©/1³¸»@CÃτεκμαιρόμενος καὶ τάσδε τύχας
ª13¶º?BÂÅλεύσσων βασιλέως, ὅστις ἀρίστης
(+02µ¸?AÀÂἀπλακὼν ἀλόχου τῆσδ' ἀβίωτον
),¯15·;=¿Âτὸν ἔπειτα χρόνον βιοτεύσει.
ΑΛΚΗΣΤΙΣ
¨*+¯23¶8ºἍλιε καὶ φάος ἁμέρας
245©+-¯2µ¸;?¿FÇÉοὐράνιαί τε δῖναι νεφέλας δρομαίου.
ΑΔΜΗΤΟΣ
(«.±378;½CÄHÈὁρᾶι σε κἀμέ, δύο κακῶς πεπραγότας,
©«/±¶¸;¾EÆKÌοὐδὲν θεοὺς δράσαντας ἀνθ' ὅτου θανῆι.
®/2¶9;¾EÆΑΛ. γαῖά τε καὶ μελάθρων στέγαι
©,.°3·º?BÁFÅÉνυμφίδιοί τε κοῖται πατρίας Ἰωλκοῦ.
250,¯1µ·»@ÁEÇMÎΑΔ. ἔπαιρε σαυτήν, ὦ τάλαινα, μὴ προδῶις·
©0´9¼AÃÆÉNÎλίσσου δὲ τοὺς κρατοῦντας οἰκτῖραι θεούς.
,®1³58º@ÀÃΑΛ. ὁρῶ δίκωπον ὁρῶ σκάφος ἐν
©13´8»Àλίμναι· νεκύων δὲ πορθμεὺς
(ª.24·»@Àἔχων χέρ' ἐπὶ κοντῶι Χάρων
255«0³7º¾μ' ἤδη καλεῖ· Τί μέλλεις;
(«®25¸¼CEÇÊÎSUÕ[ÛÞἐπείγου· σὺ κατείργεις. τάδε τοί με σπερχόμενος ταχύνει.
°4·;¾CÅKÌPÏΑΔ. οἴμοι· πικράν γε τήνδε μοι ναυκληρίαν
(ª,°³·9¾AÂGÇἔλεξας. ὦ δύσδαιμον, οἷα πάσχομεν.
,¯4·:@ÁFÇÌΑΛ. ἄγει μ' ἄγει τις, ἄγει μέ τις (οὐχ
260(«13´7»½ὁρᾶις;) νεκύων ἐς αὐλάν,
(¬/14µ¸:=ὑπ' ὀφρύσι κυαναυγέσι
*¬1³5¸»βλέπων πτερωτὸς Ἅιδας.
)¬¯35º»@BÃÇÊMOÏUÖØτί ῥέξεις; ἄφες. οἵαν ὁδὸν ἁ δειλαιοτάτα προβαίνω.
±5¸:¾DÅKËRÓΑΔ. οἰκτρὰν φίλοισιν, ἐκ δὲ τῶν μάλιστ' ἐμοὶ
265ª®0µ¹¼AÂIÊOQκαὶ παισίν, οἷς δὴ πένθος ἐν κοινῶι τόδε.
-/1468½¿ΑΛ. μέθετε μέθετέ μ' ἤδη·
ª,²6¸;½κλίνατ', οὐ σθένω ποσίν.
ª,-°³9;¼πλησίον Ἅιδας, σκοτία
+¯³5¸;½Áδ' ἐπ' ὄσσοισι νὺξ ἐφέρπει.
270©,¯¶8:½τέκνα τέκν', οὐκέτι δὴ
©+-°²¸»¾οὐκέτι μάτηρ σφῶιν ἔστιν.
ª¬/³¶9?ADEHÉËχαίροντες, ὦ τέκνα, τόδε φάος ὁρῶιτον.
°48º¾CFÇÉΑΔ. οἴμοι· τόδ' ἔπος λυπρὸν ἀκούειν
ª03¶9;¾ÂÄκαὶ παντὸς ἐμοὶ θανάτου μεῖζον.
275©26·½CGÈËμὴ πρός ‹σε› θεῶν τλῆις με προδοῦναι,
©²´¸»@BÂμὴ πρὸς παίδων οὓς ὀρφανιεῖς,
¨-/³¶ἀλλ' ἄνα, τόλμα.
ª24¶º=BÄÅσοῦ γὰρ φθιμένης οὐκέτ' ἂν εἴην,
¨²µº½ÂÅἐν σοὶ δ' ἐσμὲν καὶ ζῆν καὶ μή·
©13´8:¼Aσὴν γὰρ φιλίαν σεβόμεσθα.
280,¯4·»¿CÅJÌQÒΑΛ. Ἄδμηθ', ὁρᾶις γὰρ τἀμὰ πράγμαθ' ὡς ἔχει,
©¬/±µ¹?ÀEÇKÌλέξαι θέλω σοι πρὶν θανεῖν ἃ βούλομαι.
(ª-±µ·9¼AÂGÇἐγώ σε πρεσβεύουσα κἀντὶ τῆς ἐμῆς
©«/±´¶8»AÄHÈψυχῆς καταστήσασα φῶς τόδ' εἰσορᾶν
«®2´¹¼AÂHÈNÎθνήισκω, παρόν μοι μὴ θανεῖν, ὑπὲρ σέθεν,
285¨1´¹½BÂGÈLÌἀλλ' ἄνδρα τε σχεῖν Θεσσαλῶν ὃν ἤθελον
ª/³µ¸;¼BÂGIκαὶ δῶμα ναίειν ὄλβιον τυραννίδι.
©¬.°²µ8º½ÁEÇοὐκ ἠθέλησα ζῆν ἀποσπασθεῖσα σοῦ
©®0³6¹;ÀFÇKËσὺν παισὶν ὀρφανοῖσιν, οὐδ' ἐφεισάμην
¨ª.±5¹=¾CÃHÈἥβης, ἔχουσ' ἐν οἷς ἐτερπόμην ἐγώ.
290ª2µ·»@ÁEÈLÌκαίτοι σ' ὁ φύσας χἠ τεκοῦσα προύδοσαν,
)«/³¶º?ÀÃÅKËκαλῶς μὲν αὐτοῖς κατθανεῖν ἧκον βίου,
)«/²µ¹;¿DÃIÊκαλῶς δὲ σῶσαι παῖδα κεὐκλεῶς θανεῖν.
)«/³¶¹=ÁEÆKÌμόνος γὰρ αὐτοῖς ἦσθα, κοὔτις ἐλπὶς ἦν
ª0²5¸;¾BÃILσοῦ κατθανόντος ἄλλα φιτύσειν τέκνα.
295©«0³µº?ÀGÇNÎκἀγώ τ' ἂν ἔζων καὶ σὺ τὸν λοιπὸν χρόνον,
ª1³¶º@ÀEÆKËκοὐκ ἂν μονωθεὶς σῆς δάμαρτος ἔστενες
ª®0³6¹:¾CÅIÊκαὶ παῖδας ὠρφάνευες. ἀλλὰ ταῦτα μὲν
)ª.±3¶8»ÁÃHÉθεῶν τις ἐξέπραξεν ὥσθ' οὕτως ἔχειν.
©ª/²·ºAÁÄÇLÌεἶἑν· σύ νύν μοι τῶνδ' ἀπόμνησαι χάριν·
300©«-°³¹;¼BÄHJαἰτήσομαι γάρ σ' ἀξίαν μὲν οὔποτε
ª¬0´6¹=¿CÂFÆ(ψυχῆς γὰρ οὐδέν ἐστι τιμιώτερον),
)¬-³·º@ÃHÉOÐδίκαια δ', ὡς φήσεις σύ· τούσδε γὰρ φιλεῖς
©¬/²¶º=ÁEÇMÎοὐχ ἧσσον ἢ 'γὼ παῖδας, εἴπερ εὖ φρονεῖς.
ª0²¶¹=¾CÃIÉτούτους ἀνάσχου δεσπότας ἐμῶν δόμων
305ª1³¶»@ÁÅÆLÎκαὶ μὴ 'πιγήμηις τοῖσδε μητρυιὰν τέκνοις,
¨ª.°±µ9¼AÁGÈἥτις κακίων οὖσ' ἐμοῦ γυνὴ φθόνωι
ª¯1´·¼@ÂFÈMÎτοῖς σοῖσι κἀμοῖς παισὶ χεῖρα προσβαλεῖ.
©¬.²µº=ÃÆÉPÐμὴ δῆτα δράσηις ταῦτά γ', αἰτοῦμαί σ' ἐγώ·
¨¬/²6¸:½ÁÂGÉἐχθρὰ γὰρ ἡ 'πιοῦσα μητρυιὰ τέκνοις
310ª¯5·º¾BÃGÆJÊτοῖς πρόσθ', ἐχίδνης οὐδὲν ἠπιωτέρα.
ª®2µ¸=@DÅÈËQÑκαὶ παῖς μὲν ἄρσην πατέρ' ἔχει πύργον μέγαν
)®2µ7»AÁÄÆKË[ὃν καὶ προσεῖπε καὶ προσερρήθη πάλιν]·
)¯2µº¾DÅÇÊOÏσὺ δ', ὦ τέκνον μοι, πῶς κορευθήσηι καλῶς;
ª«/²4·9¼ÀÄILποίας τυχοῦσα συζύγου τῶι σῶι πατρί;
315©0µ¹¾CÄHÊNPμή σοί τιν' αἰσχρὰν προσβαλοῦσα κληδόνα
¨ª-°´¸=½ÁÄIÊἥβης ἐν ἀκμῆι σοὺς διαφθείρηι γάμους.
©¬0³µ¹;¾ÂÅJLοὐ γάρ σε μήτηρ οὔτε νυμφεύσει ποτὲ
©1´6º=¿DÅKÌοὔτ' ἐν τόκοισι σοῖσι θαρσυνεῖ, τέκνον,
)¬1¶¸¼AÃGÇLÌπαροῦσ', ἵν' οὐδὲν μητρὸς εὐμενέστερον.
320ª1´8½BÅJÌPÏδεῖ γὰρ θανεῖν με· καὶ τόδ' οὐκ ἐς αὔριον
©-²´¹¼@ÁFÇLÌοὐδ' ἐς τρίτην μοι μηνὸς†ἔρχεται κακόν,
¨®0´¹½AÄHÉMÎἀλλ' αὐτίκ' ἐν τοῖς οὐκέτ' οὖσι λέξομαι.
ª¬/³·º?ÂÆÉPRχαίροντες εὐφραίνοισθε· καὶ σοὶ μέν, πόσι,
)¬0²µ¸;¾CÄIÊγυναῖκ' ἀρίστην ἔστι κομπάσαι λαβεῖν,
325¨ª.³µº?ÀEÅIÊὑμῖν δέ, παῖδες, μητρὸς ἐκπεφυκέναι.
±6º½ÀFÇËÎRÓΧΟ. θάρσει· πρὸ τούτου γὰρ λέγειν οὐχ ἅζομαι·
*0¶¸¼BÂGÇLÍδράσει τάδ', εἴπερ μὴ φρενῶν ἁμαρτάνει.
¬°3¸¼ÀFÇMÎUÕΑΔ. ἔσται τάδ', ἔσται, μὴ τρέσηις· ἐπεί σ' ἐγὼ
ª/³µº?ÀFÆKËκαὶ ζῶσαν εἶχον καὶ θανοῦσ' ἐμὴ γυνὴ
330)«.±´¹;¾CÅJLμόνη κεκλήσηι, κοὔτις ἀντὶ σοῦ ποτε
©®2µ¸»@ÀÅÉNÏτόνδ' ἄνδρα νύμφη Θεσσαλὶς προσφθέγξεται.
©¬/³µ¹;¾CÅIÊοὐκ ἔστιν οὕτως οὔτε πατρὸς εὐγενοῦς
©®0³¶¹?¿DÄIÉοὔτ' εἶδος ἄλλως ἐκπρεπεστάτη γυνή.
(ª.²´¹@ÀDÆJËἅλις δὲ παίδων· τῶνδ' ὄνησιν εὔχομαι
335)«/±µº?ÁÄÆJLθεοῖς γενέσθαι· σοῦ γὰρ οὐκ ὠνήμεθα.
©«.±4¸;½AÀFÇοἴσω δὲ πένθος οὐκ ἐτήσιον τὸ σὸν
¨2¶·»?ÀEÆLÍἀλλ' ἔστ' ἂν αἰὼν οὑμὸς ἀντέχηι, γύναι,
*¬0³8º?ÁÅÇOÏστυγῶν μὲν ἥ μ' ἔτικτεν, ἐχθαίρων δ' ἐμὸν
)+-1´7º=ÀÃÇLÍπατέρα· λόγωι γὰρ ἦσαν οὐκ ἔργωι φίλοι.
340)®1´6¹=¾DÅJLσὺ δ' ἀντιδοῦσα τῆς ἐμῆς τὰ φίλτατα
©«.°2¶8¼BÃIKψυχῆς ἔσωσας. ἆρά μοι στένειν πάρα
ª«0²5·:½AÂGÇτοιᾶσδ' ἁμαρτάνοντι συζύγου σέθεν;
ª¬/²µ¹=¾FÆJÉπαύσω δὲ κώμους συμποτῶν θ' ὁμιλίας
*,¯3·¹¿DÅKÌRÓστεφάνους τε μοῦσάν θ' ἣ κατεῖχ' ἐμοὺς δόμους.
345©¬0µ9½BÃHÉOQοὐ γάρ ποτ' οὔτ' ἂν βαρβίτου θίγοιμ' ἔτι
©2¶8»?ÁGÇMÎοὔτ' ἂν φρέν' ἐξάραιμι πρὸς Λίβυν λακεῖν
©«0³¸»@ÁÄÇLÌαὐλόν· σὺ γάρ μου τέρψιν ἐξείλου βίου.
)¬/³5¸;½CÃIÊσοφῆι δὲ χειρὶ τεκτόνων δέμας τὸ σὸν
©«.±µº=¿DÄHÉεἰκασθὲν ἐν λέκτροισιν ἐκταθήσεται,
350©0³¶º?¿ÂÅKËὧι προσπεσοῦμαι καὶ περιπτύσσων χέρας
(*,/±5¹?¿DÅJËὄνομα καλῶν σὸν τὴν φίλην ἐν ἀγκάλαις
©«.±3·9½BÂGÈδόξω γυναῖκα καίπερ οὐκ ἔχων ἔχειν·
©¬0µ¸¼AÃJÊPÐψυχρὰν μέν, οἶμαι, τέρψιν, ἀλλ' ὅμως βάρος
©«.°µ¶9½EÆJÊψυχῆς ἀπαντλοίην ἄν. ἐν δ' ὀνείρασιν
355ª¬.´¸»@ÂFÇMÎφοιτῶσά μ' εὐφραίνοις ἄν· ἡδὺ γὰρ φίλους
©0´¸¼AÃIÊPÐκἀν νυκτὶ λεύσσειν, ὅντιν' ἂν παρῆι χρόνον.
©®1²·»@ÂGÇMÍεἰ δ' Ὀρφέως μοι γλῶσσα καὶ μέλος παρῆν,
¨0²¶¸;¾ÂÄJÊὥστ' ἢ κόρην Δήμητρος ἢ κείνης πόσιν
¨¬.±³µ8½ÀÄIÊὕμνοισι κηλήσαντά σ' ἐξ Ἅιδου λαβεῖν,
360)«.±·½CÆÈÊPÏκατῆλθον ἄν, καί μ' οὔθ' ὁ Πλούτωνος κύων
©®0³¶¹;½BÃIÉοὔθ' οὑπὶ κώπηι ψυχοπομπὸς ἂν Χάρων
¨3¶º¾DÄÇÊOÎἔσχ' ἄν, πρὶν ἐς φῶς σὸν καταστῆσαι βίον.
¨®1´6º?¿GÇMÍἀλλ' οὖν ἐκεῖσε προσδόκα μ', ὅταν θάνω,
ª1´¶»AÂÄÇKÍκαὶ δῶμ' ἑτοίμαζ', ὡς συνοικήσουσά μοι.
365¨/³¶ºBÂÅÇLÎἐν ταῖσιν αὐταῖς γάρ μ' ἐπισκήψω κέδροις
ª®1µ¸½AÄÈËPÐσοὶ τούσδε θεῖναι πλευρά τ' ἐκτεῖναι πέλας
«®0´¹¾BÃIÉOQπλευροῖσι τοῖς σοῖς· μηδὲ γὰρ θανών ποτε
ª/³´¸=¾ÂÅJËσοῦ χωρὶς εἴην τῆς μόνης πιστῆς ἐμοί.
®±4¶º½BÃIÉOÐΧΟ. καὶ μὴν ἐγώ σοι πένθος ὡς φίλος φίλωι
370©¬0³µ¸;ÀEÆJÉλυπρὸν συνοίσω τῆσδε· καὶ γὰρ ἀξία.
¬°2·º½BÅÇÊNPΑΛ. ὦ παῖδες, αὐτοὶ δὴ τάδ' εἰσηκούσατε
)¬0²5¹=¿ÂÅKMπατρὸς λέγοντος μὴ γαμεῖν ἄλλην ποτὲ
)¬0´¶º@ÀÂÅJLγυναῖκ' ἐφ' ὑμῖν μηδ' ἀτιμάσειν ἐμέ.
®±5¸:¾CÄÆÈMOΑΔ. καὶ νῦν γέ φημι καὶ τελευτήσω τάδε.
375,.²5¹;ÀDÅJÊPÑΑΛ. ἐπὶ τοῖσδε παῖδας χειρὸς ἐξ ἐμῆς δέχου.
-/²6¸=¿CÄJÊPÐΑΔ. δέχομαι, φίλον γε δῶρον ἐκ φίλης χερός.
-°4·»ÀGÈËÍSÕΑΛ. σύ νυν γενοῦ τοῖσδ' ἀντ' ἐμοῦ μήτηρ τέκνοις.
°5·º¿FÆKËOÐΑΔ. πολλή μ' ἀνάγκη, σοῦ γ' ἀπεστερημένοις.
¬¯5·º¿HÈMÎSÓΑΛ. ὦ τέκν', ὅτε ζῆν χρῆν μ', ἀπέρχομαι κάτω.
380°4¸º½AÃHÉMÍΑΔ. οἴμοι, τί δράσω δῆτα σοῦ μονούμενος;
.°4¶¹ÀDÅLÍRÒΑΛ. χρόνος μαλάξει σ'· οὐδέν ἐσθ' ὁ κατθανών.
,¯2µº¿EÄJËPÐΑΔ. ἄγου με σὺν σοί, πρὸς θεῶν, ἄγου κάτω.
¬°2µ¸¼BÄÇÊPÐΑΛ. ἀρκοῦμεν ἡμεῖς οἱ προθνήισκοντες σέθεν.
¬°2·¸¼@ÁHÈMÎΑΔ. ὦ δαῖμον, οἵας συζύγου μ' ἀποστερεῖς.
385®±6¹;¾CÅJÊNÏΑΛ. καὶ μὴν σκοτεινὸν ὄμμα μου βαρύνεται.
,®0²5»@ÁÅÈOÐΑΔ. ἀπωλόμην ἄρ', εἴ με δὴ λείψεις, γύναι.
¬°2·9½AÂHÉNPΑΛ. ὡς οὐκέτ' οὖσαν οὐδὲν ἂν λέγοις ἐμέ.
¬°4¶¸½BÃÈÊPÐΑΔ. ὄρθου πρόσωπον, μὴ λίπηις παῖδας σέθεν.
°4·9¿DÆJÍRUΑΛ. οὐ δῆθ' ἑκοῦσά γ'· ἀλλὰ χαίρετ', ὦ τέκνα.
390®°5¹¼ÂFÍQÓY[ΑΔ. βλέψον πρὸς αὐτούς, βλέψον. ΑΛ. οὐδέν εἰμ' ἔτι.
-²8»¾ÈSÓW×^ÝΑΔ. τί δρᾶις; προλείπεις; ΑΛ. χαῖρ'. ΑΔ. ἀπωλόμην τάλας.
-¯1¶8¼AÂÅÈMÍΧΟ. βέβηκεν, οὐκέτ' ἔστιν Ἀδμήτου γυνή.
ΠΑΙΣ
(©0²¸9¼AÁἰώ μοι τύχας. μαῖα δὴ κάτω
)«-²4¸;¿βέβακεν, οὐκέτ' ἔστιν, ὦ
395)+/³5·πάτερ, ὑφ' ἁλίωι,
*,¯16¸=?ÀEÅÇÌÎπρολιποῦσα δ' ἐμὸν βίον ὠρφάνισεν τλάμων.
(*-0268:¿ἴδε γὰρ ἴδε βλέφαρον καὶ†
)+-°4¶παρατόνους χέρας.
400(*/2µ7»¾BÄIÈÊὑπάκουσον ἄκουσον, ὦ μᾶτερ, ἀντιάζω.
(ª/±µ·ἐγώ σ' ἐγώ, μᾶτερ,
)¬¯1´8:¾BÃÆMOÏUÔ×καλοῦμαι ὁ σὸς ποτὶ σοῖσι πίτνων†στόμασιν νεοσσός.
±5·9½CÃGÉPÐΑΔ. τὴν οὐ κλύουσαν οὐδ' ὁρῶσαν· ὥστ' ἐγὼ
405ª®1´¶¹=¿DÅJLκαὶ σφὼ βαρείαι συμφορᾶι πεπλήγμεθα.
-.1³7¹¿CÄIÉΠΑ. νέος ἐγώ, πάτερ, λείπομαι φίλας
)«.°4·:¾μονόστολός τε ματρός· ὦ
*-.±4¶σχέτλια δὴ παθὼν
(ª¬25¸;?ÁFHÉÎÐἐγὼ ἔργ', ἃ σὺ σύγκασί μοι συνέτλας κούρα.
©,®‹ὦ πάτερ,›
(*,0248º¾BÄHÉËἀνόνατ' ἀνόνατ' ἐνύμφευσας οὐδὲ γήρως
(ª.°´¹ἔβας τέλος σὺν τᾶιδ'·
¨+-°46»?AÁGÉÍQUÕYÛÝἔφθιτο γὰρ πάρος· οἰχομένας δὲ σοῦ, μᾶτερ, ὄλωλεν οἶκος.
416,¯4¶¹¼AÂGÇMÎΧΟ. Ἄδμητ', ἀνάγκη τάσδε συμφορὰς φέρειν·
©¬0´6º=ÀEÄKËοὐ γάρ τι πρῶτος οὐδὲ λοίσθιος βροτῶν
)¬.±µ¸=¾EÆKNγυναικὸς ἐσθλῆς ἤμπλακες· γίγνωσκε δὲ
¨¬.±³·:½BÃGÈὡς πᾶσιν ἡμῖν κατθανεῖν ὀφείλεται.
420,®1´¸½BÃHÈNPΑΔ. ἐπίσταμαί τοι, κοὐκ ἄφνω κακὸν τόδε
*¬/µ·¾DÅIÉOÐπροσέπτατ'· εἰδὼς δ' αὔτ' ἐτειρόμην πάλαι.
¨®1³·¼@ÁEÆKÍἀλλ', ἐκφορὰν γὰρ τοῦδε θήσομαι νεκροῦ,
)«.²5·:½ÀÂFHπάρεστε καὶ μένοντες ἀντηχήσατε
ª«-±4¶8»¾ÁGÇπαιᾶνα τῶι κάτωθεν ἄσπονδον θεῶι.
425©«/²5¸:½BÂHÈπᾶσιν δὲ Θεσσαλοῖσιν ὧν ἐγὼ κρατῶ
©1´¶º?ÁÄÈMÍπένθους γυναικὸς τῆσδε κοινοῦσθαι λέγω
ª0²µ¹=¾CÅKÌκουρᾶι ξυρήκει καὶ μελαμπέπλωι στολῆι·
)¬/µ¹¼AÃHÈMÍτέθριππά θ' οἳ ζεύγνυσθε καὶ μονάμπυκας
©¬1³¶¹=ÁEÅKËπώλους, σιδήρωι τέμνετ' αὐχένων φόβην.
430©«/²5¹=ÀEÅLÌαὐλῶν δὲ μὴ κατ' ἄστυ, μὴ λύρας κτύπος
¨«.°²¶8¼ÀÃGÇἔστω σελήνας δώδεκ' ἐκπληρουμένας.
©¬0´·»@ÀÄÆKÌοὐ γάρ τιν' ἄλλον φίλτερον θάψω νεκρὸν
ª¯3¶8½BÅÇÈMÏτοῦδ' οὐδ' ἀμείνον' εἰς ἔμ'· ἀξία δέ μοι
©«/²5¸:½DÅJÊτιμῆς, ἐπεὶ τέθνηκεν ἀντ' ἐμοῦ μόνη.
435¬/1³68ºΧΟ. ὦ Πελίου θύγατερ, STR. 1
ª/3¶9:¼AÂÄχαίρουσά μοι εἰν Ἀίδα δόμοισιν
),®01µ7»?ÀÂτὸν ἀνάλιον οἶκον οἰκετεύοις.
¨«01³69»¿ÁGHÉQSÔ×ἴστω δ' Ἀίδας ὁ μελαγχαίτας θεὸς ὅς τ' ἐπὶ κώπαι
440©+-¯25·»@ÀEÆÉπηδαλίωι τε γέρων νεκροπομπὸς ἵζει
)+®13¶9¼BÂÅπολὺ δὴ πολὺ δὴ γυναῖκ' ἀρίσταν
©¬/1³6·;¾ÀEGÈMÍÐλίμναν Ἀχεροντίαν πορεύσας ἐλάται δικώπωι.
445©,/³57ºπολλά σε μουσοπόλοι ANT. 1
©/2¶9;½EÆÇμέλψουσι καθ' ἑπτάτονόν τ' ὀρείαν
)+®46¹@¿DÅÉχέλυν ἔν τ' ἀλύροις κλέοντες ὕμνοις,
ª®14·9;¾ÂÄIKËORÒÔΣπάρται κυκλὰς ἁνίκα Καρνείου περινίσεται ὥρα
450©+/±35·»@ÁFÆÈμηνός, ἀειρομένας παννύχου σελάνας,
)+®05¸;½BÂÅλιπαραῖσί τ' ἐν ὀλβίαις Ἀθάναις.
ª«.0²6¹;¾ÁGIÈMÍÐτοίαν ἔλιπες θανοῦσα μολπὰν μελέων ἀοιδοῖς.
455©-1´7»¼εἴθ' ἐπ' ἐμοὶ μὲν εἴη, STR. 2
)¬®25¸¼δυναίμαν δέ σε πέμψαι
)*01³6¸»φάος ἐξ Ἀίδα τεράμνων
ª/²36·ºκαὶ Κωκυτοῖο ῥεέθρων
)+-¯²5¸;¾Áποταμίαι νερτέραι τε κώπαι.
460),°35·:¼AÂÄσὺ γάρ, ὦ μόνα ὦ φίλα γυναικῶν,
),°²5¸=¿FHÉNÏTÕØσὺ τὸν αὑτᾶς ἔτλας ‹ἔτλας› πόσιν ἀντὶ σᾶς ἀμεῖψαι
©«®±´¹»¿ψυχᾶς ἐξ Ἅιδα. κούφα σοι
ª-/±36¹?ÀÄILχθὼν ἐπάνωθε πέσοι, γύναι. εἰ δέ τι
ª,/²47¹?AÃHÊκαινὸν ἕλοιτο πόσις λέχος, ἦ μάλ' ἂν
465(«/³´8º½CÅKÍÒἔμοιγ' ἂν εἴη στυγηθεὶς τέκνοις τε τοῖς σοῖς.
©+-±4·¹ματέρος οὐ θελούσας ANT. 2
*®°57»¾πρὸ παιδὸς χθονὶ κρύψαι
)+¯14·;¾Àδέμας οὐδὲ πατρὸς γεραιοῦ
‹ ›
(+-¯·:½CÂÆὃν ἔτεκον δ', οὐκ ἔτλαν ῥύεσθαι,
470*-®24µ8º?ÁÃσχετλίω, πολιὰν ἔχοντε χαίταν.
).±´7¹=¾DFÇKÌPÒÕσὺ δ' ἐν ἥβαι νέαι νέου προθανοῦσα φωτὸς οἴχηι.
ª¬®²³·º¾τοιαύτας εἴη μοι κῦρσαι
©,-¯35¶9»¾DGσυνδυάδος φιλίας ἀλόχου· τὸ γὰρ
¨,-°46·;?ÁFÇἐν βιότωι σπάνιον μέρος· ἦ γὰρ ἂν
475(«/±³7»¼@ÁGÈÉἔμοιγ' ἄλυπος δι' αἰῶνος ἂν ξυνείη.
ΗΡΑΚΛΗΣ
)¬0³´¸;¾ÀÃIÉξένοι, Φεραίας τῆσδε κωμῆται χθονός,
(«-°4·9¼@ÁFÆἌδμητον ἐν δόμοισιν ἆρα κιγχάνω;
¬±5¸:¾DÄHÊNÐΧΟ. ἔστ' ἐν δόμοισι παῖς Φέρητος, Ἡράκλεις.
¨®0µ6¹?ÀEÅLNἀλλ' εἰπὲ χρεία τίς σε Θεσσαλῶν χθόνα
480©1´5¸;¿ÂÅJLπέμπει, Φεραῖον ἄστυ προσβῆναι τόδε.
-¯2´¸»@ÃÅÉNÎΗΡ. Τιρυνθίωι πράσσω τιν' Εὐρυσθεῖ πόνον.
®²5¸º¿DÄÇÊPÑΧΟ. καὶ ποῖ πορεύηι; τῶι συνέζευξαι πλάνωι;
¯±5¸:½BEFÆÉOQΗΡ. Θρηικὸς τέτρωρον ἅρμα Διομήδους μέτα.
±5·º¾CÄHÊOÐΧΟ. πῶς οὖν δυνήσηι; μῶν ἄπειρος εἶ ξένου;
485,¯1¶¸»@ÀÃÆMOΗΡ. ἄπειρος· οὔπω Βιστόνων ἦλθον χθόνα.
°3¶¹½BÃJËPÐΧΟ. οὐκ ἔστιν ἵππων δεσπόσαι σ' ἄνευ μάχης.
¬²6¹¼ÀFÇËÌTÕΗΡ. ἀλλ' οὐδ' ἀπειπεῖν μὴν πόνους οἷόν τ' ἐμοί.
.°3·º½BÂÆÉNÏΧΟ. κτανὼν ἄρ' ἥξεις ἢ θανὼν αὐτοῦ μενεῖς.
°5·9½AÂIÊPÐΗΡ. οὐ τόνδ' ἀγῶνα πρῶτον ἂν δράμοιμ' ἐγώ.
490-²7¹»¿DÄKÊPÑΧΟ. τί δ' ἂν κρατήσας δεσπότην πλέον λάβοις;
°3µ·»?ÀEÅJÊΗΡ. πώλους ἀπάξω κοιράνωι Τιρυνθίωι.
±3µ9»?ÀEÆMÎΧΟ. οὐκ εὐμαρὲς χαλινὸν ἐμβαλεῖν γνάθοις.
°3¶;½AÂÅÇLNΗΡ. εἰ μή γε πῦρ πνέουσι μυκτήρων ἄπο.
¬±5¸;¾BÄÆÉPÑΧΟ. ἀλλ' ἄνδρας ἀρταμοῦσι λαιψηραῖς γνάθοις.
495¯2µ¶º?ÂÅÈOÐΗΡ. θηρῶν ὀρείων χόρτον, οὐχ ἵππων, λέγεις.
°3¶¹½AÁGÇLÌΧΟ. φάτνας ἴδοις ἂν αἵμασιν πεφυρμένας.
-¯5¹»ÀFÇËÎRÓΗΡ. τίνος δ' ὁ θρέψας παῖς πατρὸς κομπάζεται;
,.¯4·º¿CÂÆÉNÎΧΟ. Ἄρεος, ζαχρύσου Θρηικίας πέλτης ἄναξ.
®±4¸»¿CÃIÉOÐΗΡ. καὶ τόνδε τοὐμοῦ δαίμονος πόνον λέγεις
500¬®2¶¸¼BÄHÉNÏ(σκληρὸς γὰρ αἰεὶ καὶ πρὸς αἶπος ἔρχεται),
©0´6º?¿DÅIKεἰ χρή με παισὶν οἷς Ἄρης ἐγείνατο
)«/±´¹;¾DÄGIμάχην συνάψαι, πρῶτα μὲν Λυκάονι
©«/²¶º?ÂGÈNÎαὖθις δὲ Κύκνωι, τόνδε δ' ἔρχομαι τρίτον
(ª,¯²¶9¼AÂGÇἀγῶνα πώλοις δεσπότηι τε συμβαλῶν.
505¨®0³6¹?ÀÄÆLÌἀλλ' οὔτις ἔστιν ὃς τὸν Ἀλκμήνης γόνον
*¬/³58:=½CÅIÊτρέσαντα χεῖρα πολεμίαν ποτ' ὄψεται.
®±4¹»¿DÆJÊQÑΧΟ. καὶ μὴν ὅδ' αὐτὸς τῆσδε κοίρανος χθονὸς
(«-°²µ7¹?ÀCÄἌδμητος ἔξω δωμάτων πορεύεται.
®³6·¼¿DÃKÎRÒΑΔ. χαῖρ', ὦ Διὸς παῖ Περσέως τ' ἀφ' αἵματος.
510,¯1¶9½AÃHÈMÍΗΡ. Ἄδμητε, καὶ σὺ χαῖρε, Θεσσαλῶν ἄναξ.
-°4¹¼ÂGÊNÎSÔΑΔ. θέλοιμ' ἄν· εὔνουν δ' ὄντα σ' ἐξεπίσταμαι.
-±3·º¾BÃHÉOÐΗΡ. τί χρῆμα κουρᾶι τῆιδε πενθίμωι πρέπεις;
±5¹¾ÂFÇÊÍRÓΑΔ. θάπτειν τιν' ἐν τῆιδ' ἡμέραι μέλλω νεκρόν.
,±5¸¼ÀDÄÈÌQÐΗΡ. ἀπ' οὖν τέκνων σῶν πημονὴν εἴργοι θεός.
515¯3¸»ÀDÆKËQÑΑΔ. ζῶσιν κατ' οἴκους παῖδες οὓς ἔφυσ' ἐγώ.
-¯3¶¹¼?ÂFÈLÍΗΡ. πατήρ γε μὴν ὡραῖος, εἴπερ οἴχεται.
°2µ8»@ÁEÉMÏΑΔ. κἀκεῖνος ἔστι χἠ τεκοῦσά μ', Ἡράκλεις.
°4¶;½AÂÅÈNÎΗΡ. οὐ μὴν γυνή γ' ὄλωλεν Ἄλκηστις σέθεν;
-±4¹¼¿CÄIËPÑΑΔ. διπλοῦς ἐπ' αὐτῆι μῦθος ἔστι μοι λέγειν.
520-/14·¹½AÂÅÇLNΗΡ. πότερα θανούσης εἶπας ἢ ζώσης ἔτι;
¬¯3·9½BÄIÊORΑΔ. ἔστιν τε κοὐκέτ' ἔστιν, ἀλγύνει δέ με.
¯3¶9½DÄHÉOÐΗΡ. οὐδέν τι μᾶλλον οἶδ'· ἄσημα γὰρ λέγεις.
±4¸º½CÄÈÊQÐΑΔ. οὐκ οἶσθα μοίρας ἧς τυχεῖν αὐτὴν χρεών;
²5¹=¿DÅJËOÏΗΡ. οἶδ', ἀντὶ σοῦ γε κατθανεῖν ὑφειμένην.
525±4¸;ÀDÆJÊPRΑΔ. πῶς οὖν ἔτ' ἔστιν, εἴπερ ἤινεσεν τάδε;
¬°4¸;¾BÄJÌQÒΗΡ. ἆ, μὴ πρόκλαι' ἄκοιτιν, ἐς τότ' ἀμβαλοῦ.
-°4·º¾CÅÉÌSUΑΔ. τέθνηχ' ὁ μέλλων κἀνθάδ' ὢν οὐκ ἔστ' ἔτι.
¯3¹¼ÀEÆKËOÐΗΡ. χωρὶς τό τ' εἶναι καὶ τὸ μὴ νομίζεται.
-±3·º¾BÄÊÍTÔΑΔ. σὺ τῆιδε κρίνεις, Ἡράκλεις, κείνηι δ' ἐγώ.
530-°2·¹¾DÄIÊOÏΗΡ. τί δῆτα κλαίεις; τίς φίλων ὁ κατθανών;
-¯3¶8»@¿EÆJLΑΔ. γυνή· γυναικὸς ἀρτίως μεμνήμεθα.
,°1´¸»@ÀFÆJËΗΡ. ὀθνεῖος ἢ σοὶ συγγενὴς γεγῶσά τις;
,°1µ¸¾CÃÇÈMÎΑΔ. ὀθνεῖος, ἄλλως δ' ἦν ἀναγκαία δόμοις.
±4¸»ÀDÅIÉOÎΗΡ. πῶς οὖν ἐν οἴκοις σοῖσιν ὤλεσεν βίον;
535-°4¶9¼AÃHÉLNΑΔ. πατρὸς θανόντος ἐνθάδ' ὠρφανεύετο.
®ΗΡ. φεῦ.
©®0²9¼@ÂGÈLÌεἴθ' ηὕρομέν σ', Ἄδμητε, μὴ λυπούμενον.
¬°3·¹½DÄÇËQÑΑΔ. ὡς δὴ τί δράσων τόνδ' ὑπορράπτεις λόγον;
-¯4·º½BÁGÈLÍΗΡ. ξένων πρὸς ἄλλων ἑστίαν πορεύσομαι.
°3·¹¾CÃÈÌQÑΑΔ. οὐκ ἔστιν, ὦναξ· μὴ τοσόνδ' ἔλθοι κακόν.
540-°2µ8»?ÂGÈNÎΗΡ. λυπουμένοις ὀχληρός, εἰ μόλοι, ξένος.
-°2¶9»@ÂIËQÒΑΔ. τεθνᾶσιν οἱ θανόντες· ἀλλ' ἴθ' ἐς δόμους.
±6:=ÁÃGÉËÏTÕΗΡ. αἰσχρόν ‹γε› παρὰ κλαίουσι θοινᾶσθαι ξένους.
¯3µ7»?ÁHÈLÌΑΔ. χωρὶς ξενῶνές εἰσιν οἷ σ' ἐσάξομεν.
-¯3·»¾BÁÄÆKËΗΡ. μέθες με καί σοι μυρίαν ἕξω χάριν.
545°3¶º¿EÆKÊPÑΑΔ. οὐκ ἔστιν ἄλλου σ' ἀνδρὸς ἑστίαν μολεῖν.
¨«.²4·9»¾ÀDÄἡγοῦ σὺ τῶιδε δωμάτων ἐξωπίους
)«-±³¸@ÀÃÅLÌξενῶνας οἴξας τοῖς τ' ἐφεστῶσιν φράσον
©«/²µ¹;ÀEÈLNσίτων παρεῖναι πλῆθος, εὖ δὲ κλήισατε
)«/²µº@ÁÅÇKÌθύρας μεταύλους· οὐ πρέπει θοινωμένους
550*¬1³¶º=¿ÂÆKÌκλύειν στεναγμῶν οὐδὲ λυπεῖσθαι ξένους.
-²7º¼ÀEÅLÎRÒΧΟ. τί δρᾶις; τοσαύτης συμφορᾶς προσκειμένης,
(«-±µ9;?ÀGÈLÎἌδμητε, τολμᾶις ξενοδοκεῖν; τί μῶρος εἶ;
¬²5·=ÀEÆKËOQΑΔ. ἀλλ' εἰ δόμων σφε καὶ πόλεως ἀπήλασα
)«/±4¸;¾FÇKËξένον μολόντα, μᾶλλον ἄν μ' ἐπήινεσας;
555©¬1´¸»@ÀEÇKÌοὐ δῆτ', ἐπεί μοι συμφορὰ μὲν οὐδὲν ἂν
ª«.°3¸:¼@ÀHÈμείων ἐγίγνετ', ἀξενώτερος δ' ἐγώ.
ª®2µ7º?ÁGÈNÎκαὶ πρὸς κακοῖσιν ἄλλο τοῦτ' ἂν ἦν κακόν,
)¬0³·»@ÁÄÈLÍδόμους καλεῖσθαι τοὺς ἐμοὺς ἐχθροξένους.
©«1³·»?ÀEÅJËαὐτὸς δ' ἀρίστου τοῦδε τυγχάνω ξένου,
560(ª.²¶º=½ÀÃIKὅταν ποτ' Ἄργους διψίαν ἔλθω χθόνα.
±4·º¾DÄIËOQΧΟ. πῶς οὖν ἔκρυπτες τὸν παρόντα δαίμονα,
)¬/±4·;¾ÂÄJËφίλου μολόντος ἀνδρὸς ὡς αὐτὸς λέγεις;
°4¸:¼@ÂÄÈNÏΑΔ. οὐκ ἄν ποτ' ἠθέλησεν εἰσελθεῖν δόμους,
©¬/±5¸:¼AÂFÆεἰ τῶν ἐμῶν τι πημάτων ἐγνώρισεν.
565ª®1¶¹¾DÇMÎTÔκαὶ τῶι μέν, οἶμαι, δρῶν τάδ' οὐ φρονεῖν δοκῶ
©®0³6º=ÂGÇLÍοὐδ' αἰνέσει με· τἀμὰ δ' οὐκ ἐπίσταται
)«0²µ¹?¿ÁÄJËμέλαθρ' ἀπωθεῖν οὐδ' ἀτιμάζειν ξένους.
¬/±´¶;?ÀDGÇMPÐUØÚΧΟ. ὦ πολύξεινος καὶ ἐλευθέρου ἀνδρὸς ἀεί ποτ' οἶκος, STR. 1
570)13¶89½¿ÁFÆÉσέ τοι καὶ ὁ Πύθιος εὐλύρας Ἀπόλλων
¨*«-±³ἠξίωσε ναίειν,
(«.²4·9;½ἔτλα δὲ σοῖσι μηλονόμας
¨,¯3µ¹ἐν νομοῖς γενέσθαι,
575©,12·9ºδοχμιᾶν διὰ κλειτύων
©¬.0´6¹»½βοσκήμασι σοῖσι συρίζων
ª¯24·¹ποιμνίτας ὑμεναίους.
©/²µ·:?ÀEGÆLNÎSÔ×σὺν δ' ἐποιμαίνοντο χαρᾶι μελέων βαλιαί τε λύγκες, ANT. 1
580(ª-0³7:»¿ÁGÆÉἔβα δὲ λιποῦσ' Ὄθρυος νάπαν λεόντων
¨+®0³µἁ δαφοινὸς ἴλα·
)¬.³6¹?AÁχόρευσε δ' ἀμφὶ σὰν κιθάραν,
ª,±3µ¸Φοῖβε, ποικιλόθριξ
585©,¯13µ9»νεβρὸς ὑψικόμων πέραν
ª13µ:½ÁÄβαίνουσ' ἐλατᾶν σφυρῶι κούφωι,
ª²57º¾χαίρουσ' εὔφρονι μολπᾶι.
ª¬02´68ºτοιγὰρ πολυμηλοτάταν STR. 2
¨+¬°³68»@BÁἑστίαν οἰκεῖ παρὰ καλλίναον
590ª,±´8:½CFÅΒοιβίαν λίμναν. ἀρότοις δὲ γυᾶν
ª-/°46¹=@ÁFIÊMOÏUÖ×καὶ πεδίων δαπέδοις ὅρον ἀμφὶ μὲν ἀελίου κνεφαίαν
¨«.0´68»AÁÄSUÖἱππόστασιν αἰθέρα τὰν†Μολοσσῶν ‹ › τίθεται,
595©,´·8;¿Âπόντιον δ' Αἰγαῖον ἐπ' ἀκτὰν
(*,®²4¶:¼¿ἀλίμενον Πηλίου κρατύνει.
ª13¶9;½καὶ νῦν δόμον ἀμπετάσας ANT. 2
©+±³79¼BDÅδέξατο ξεῖνον νοτερῶι βλεφάρωι,
©-¯µ¶9;¾CEÆτᾶς φίλας κλαίων ἀλόχου νέκυν ἐν
600©+-°35·;@ÂFHÉNPÑWÙÛδώμασιν ἀρτιθανῆ· τὸ γὰρ εὐγενὲς ἐκφέρεται πρὸς αἰδῶ.
¨02µ7:½DÄÇNPÏTV×ἐν τοῖς ἀγαθοῖσι δὲ πάντ' ἔνεστιν· σοφίας ἄγαμαι.
ª0³¶¹?AÂÆπρὸς δ' ἐμᾶι ψυχᾶι θράσος ἧσται
605)*,®±3¶9½Àθεοσεβῆ φῶτα κεδνὰ πράξειν.
¬°4·¸¼@ÀFÇKÊΑΔ. ἀνδρῶν Φεραίων εὐμενὴς παρουσία,
)«/²´·=¾CÅJËνέκυν μὲν ἤδη πάντ' ἔχοντα πρόσπολοι
)¬.±´¹?¿EÇLÌφέρουσιν ἄρδην πρὸς τάφον τε καὶ πυράν·
¨«/²6¹;¿EÅIÊὑμεῖς δὲ τὴν θανοῦσαν, ὡς νομίζεται,
610*/³5·9¼AÁFÆπροσείπατ' ἐξιοῦσαν ὑστάτην ὁδόν.
®±4¶¹?ACÄÇÉNPΧΟ. καὶ μὴν ὁρῶ σὸν πατέρα γηραιῶι ποδὶ
«3µ¸¾DÅKËPÒστείχοντ', ὀπαδούς τ' ἐν χεροῖν δάμαρτι σῆι
©¬0²µº?¿DÄIKκόσμον φέροντας, νερτέρων ἀγάλματα.
ΦΕΡΗΣ
¨ª-°2¶8»¾ÁHÉἥκω κακοῖσι σοῖσι συγκάμνων, τέκνον·
615¨¬0µ¸»@ÁÆÉNÎἐσθλῆς γάρ, οὐδεὶς ἀντερεῖ, καὶ σώφρονος
)¬.±³¶8¼AÃGÈγυναικὸς ἡμάρτηκας. ἀλλὰ ταῦτα μὲν
)¬/±´¸:½BÃHJφέρειν ἀνάγκη καίπερ ὄντα δύσφορα.
)¬/²µ¹=ÀEÅKËδέχου δὲ κόσμον τόνδε καὶ κατὰ χθονὸς
(ª.²´¸:½¿ÃIÈἴτω. τὸ ταύτης σῶμα τιμᾶσθαι χρεών,
620¨ª.±µ»?¿ÂÄKÌἥτις γε τῆς σῆς προύθανε ψυχῆς, τέκνον,
ª°3¶:¼@ÂÇÈLÎκαί μ' οὐκ ἄπαιδ' ἔθηκεν οὐδ' εἴασε σοῦ
*¬/²µ¸;¾CÃHÉστερέντα γήραι πενθίμωι καταφθίνειν,
©¬2´6º?¾CÃIÈπάσαις δ' ἔθηκεν εὐκλεέστερον βίον
)¬.²µº=¿ÃÄJLγυναιξίν, ἔργον τλᾶσα γενναῖον τόδε.
625¨«.±µ·=¾ÁÃGJὦ τόνδε μὲν σώσασ', ἀναστήσασα δὲ
¨ª.±4º=ÀÃÇLÍἡμᾶς πίτνοντας, χαῖρε, κἀν Ἅιδου δόμοις
©0³5¹;¿ÁÄJËεὖ σοι γένοιτο. φημὶ τοιούτους γάμους
©«0³5¹=¿ÃÆJÉλύειν βροτοῖσιν, ἢ γαμεῖν οὐκ ἄξιον.
±4·»ÀEÆÊÍSÓΑΔ. οὔτ' ἦλθες ἐς τόνδ' ἐξ ἐμοῦ κληθεὶς τάφον
630©1´¶¹?ÀDÃIÉοὔτ' ἐν φίλοισι σὴν παρουσίαν λέγω.
©¬0³7»?ÁÅÈLÍκόσμον δὲ τὸν σὸν οὔποθ' ἥδ' ἐνδύσεται·
©¬0³·º?¾DÄHÉοὐ γάρ τι τῶν σῶν ἐνδεὴς ταφήσεται.
)«.°´¹AÃHÈMÍτότε ξυναλγεῖν χρῆν σ' ὅτ' ὠλλύμην ἐγώ·
)®1³¸½BÃÆÊOÐσὺ δ' ἐκποδὼν στὰς καὶ παρεὶς ἄλλωι θανεῖν
635)«.°³·=¿ÁÄIÊνέωι γέρων ὢν τόνδ' ἀποιμώξηι νεκρόν;
©¬1µ¸½AÂFÆLÌοὐκ ἦσθ' ἄρ' ὀρθῶς τοῦδε σώματος πατήρ,
©0³·»?ÁFÇKËοὐδ' ἡ τεκεῖν φάσκουσα καὶ κεκλημένη
©«1³6»?¿FÉMÍμήτηρ μ' ἔτικτε, δουλίου δ' ἀφ' αἵματος
©0³µ¹=¾ÁÃIËμαστῶι γυναικὸς σῆς ὑπεβλήθην λάθραι.
640(«-±4¶9¼¾ÁFÈἔδειξας εἰς ἔλεγχον ἐξελθὼν ὃς εἶ,
ª°3µ·»?ÀFÆJËκαί μ' οὐ νομίζω παῖδα σὸν πεφυκέναι.
¨«-°³78;¾ÁÃGÇἦ τἄρα πάντων διαπρέπεις ἀψυχίαι,
¨¬.°µ¹;¾ÃÅKËὃς τηλικόσδ' ὢν κἀπὶ τέρμ' ἥκων βίου
©¬.°2¶:¼¿ÁGÈοὐκ ἠθέλησας οὐδ' ἐτόλμησας θανεῖν
645ª®2¶8¼AÂÈÉMOτοῦ σοῦ πρὸ παιδός, ἀλλὰ τήνδ' εἰάσατε
)¬0´µ¹=¾ÂÅIKγυναῖκ' ὀθνείαν, ἣν ἐγὼ καὶ μητέρα
ª-/3¶9»@ÁÄÆLÌκαὶ πατέρ' ἂν ἐνδίκως ἂν ἡγοίμην μόνην.
ª0²¸¼CÃÇÉMÍκαίτοι καλόν γ' ἂν τόνδ' ἀγῶν' ἠγωνίσω
ª®2¶¸¼AÁIÉOÑτοῦ σοῦ πρὸ παιδὸς κατθανών, βραχὺς δέ σοι
650©¬/³5¸=½AÁHÈπάντως ὁ λοιπὸς ἦν βιώσιμος χρόνος.
ª¬1´¶º=¿ÄÆMÍ[κἀγώ τ' ἂν ἔζων χἤδε τὸν λοιπὸν χρόνον,
ª1³¶¹=¾DÅJËκοὐκ ἂν μονωθεὶς ἔστενον κακοῖς ἐμοῖς.]
ª0´8¼AÂÆÉMOκαὶ μὴν ὅσ' ἄνδρα χρὴ παθεῖν εὐδαίμονα
)«.²´¶:½CÃHJπέπονθας· ἥβησας μὲν ἐν τυραννίδι,
655ª°3µ¹¼ADEGÇMÍπαῖς δ' ἦν ἐγώ σοι τῶνδε διάδοχος δόμων,
¨®1³¶º?¿ÂÆLÌὥστ' οὐκ ἄτεκνος κατθανὼν ἄλλοις δόμον
ª0²5¸;½CÂGÈλείψειν ἔμελλες ὀρφανὸν διαρπάσαι.
©¬/²6»@ÀÂÄIÊοὐ μὴν ἐρεῖς γέ μ' ὡς ἀτιμάζοντα σὸν
©«/²¸º=ÀEÇKÌγῆρας θανεῖν προύδωκας, ὅστις αἰδόφρων
660ª°3µ8¼AÂGÉNÎπρὸς σ' ἦ μάλιστα· κἀντὶ τῶνδέ μοι χάριν
ª«.²5¸;¾ÂÅIÉτοιάνδε καὶ σὺ χἠ τεκοῦσ' ἠλλαξάτην.
ª¬0³´¹;¿CÅLÍτοιγὰρ φυτεύων παῖδας οὐκέτ' ἂν φθάνοις,
©¬.°³¶8¼AÁFIοἳ γηροβοσκήσουσι καὶ θανόντα σε
)«.±3·;½¿ÃHÉπεριστελοῦσι καὶ προθήσονται νεκρόν.
665©¬2´6º@ÁÄÆKMοὐ γάρ σ' ἔγωγε τῆιδ' ἐμῆι θάψω χερί·
)¬.±µ¹;ÂÇËPÐτέθνηκα γὰρ δὴ τοὐπὶ σ'. εἰ δ' ἄλλου τυχὼν
©«-±³·9»ÀÃHÈσωτῆρος αὐγὰς εἰσορῶ, κείνου λέγω
ª®0¶¹½BÂÆÈMÍκαὶ παῖδά μ' εἶναι καὶ φίλον γηροτρόφον.
)«.³6¸;¿ÁÅJËμάτην ἄρ' οἱ γέροντες εὔχονται θανεῖν,
670©«/±´¹=¿FÆLÌγῆρας ψέγοντες καὶ μακρὸν χρόνον βίου·
¨®1´¸;?AÄÇÌPÑἢν δ' ἐγγὺς ἔλθηι θάνατος, οὐδεὶς βούλεται
«¯4·¹ÀDÆÌÏUWθνήισκειν, τὸ γῆρας δ' οὐκέτ' ἔστ' αὐτοῖς βαρύ.
®°6¸=¿DÅIÊOÏΧΟ. παύσασθ', ἅλις γὰρ ἡ παροῦσα συμφορά·
¨¬0³7º?¿ÁÄKËὦ παῖ, πατρὸς δὲ μὴ παροξύνηις φρένας.
675¬°4¹¼CEGÈLÍSUΦΕ. ὦ παῖ, τίν' αὐχεῖς, πότερα Λυδὸν ἢ Φρύγα
)¬/²µ¸;½¿ÁGÇκακοῖς ἐλαύνειν ἀργυρώνητον σέθεν;
©0³6¸=¿CÄIÊοὐκ οἶσθα Θεσσαλόν με κἀπὸ Θεσσαλοῦ
)¬0²4¸:»@ÁEÅπατρὸς γεγῶτα γνησίως ἐλεύθερον;
(ª-°³¸;¼@¿EÆἄγαν ὑβρίζεις καὶ νεανίας λόγους
680©¬/²´¸;½ÁÃHÉῥίπτων ἐς ἡμᾶς οὐ βαλὼν οὕτως ἄπει.
(ª-³µ¹=¾CÄHÈἐγὼ δέ σ' οἴκων δεσπότην ἐγεινάμην
©¬1´¶¼AÁÆÊPÐκἄθρεψ', ὀφείλω δ' οὐχ ὑπερθνήισκειν σέθεν·
©¬0´µ¹@ÀDÄJÊοὐ γὰρ πατρῶιον τόνδ' ἐδεξάμην νόμον,
ª¬1µ¹?ACÆÊÍQÑπαίδων προθνήισκειν πατέρας, οὐδ' Ἑλληνικόν.
685ª0´6¹=¾DÇKËσαυτῶι γὰρ εἴτε δυστυχὴς εἴτ' εὐτυχὴς
(ª.³µº@ÁFÇLÍἔφυς· ἃ δ' ἡμῶν χρῆν σε τυγχάνειν ἔχεις.
©¬0³·=@CÅKÍRÑπολλῶν μὲν ἄρχεις, πολυπλέθρους δέ σοι γύας
ª¬0³·¼BÂFÆLNλείψω· πατρὸς γὰρ ταὔτ' ἐδεξάμην πάρα.
)¬.³5·9¾EÅJÊτί δῆτά σ' ἠδίκηκα; τοῦ σ' ἀποστερῶ;
690©®3µº¾DÇMÍSÕμὴ θνῆισχ' ὑπὲρ τοῦδ' ἀνδρός, οὐδ' ἐγὼ πρὸ σοῦ.
ª0²¶;?AÅÉÌRÓχαίρεις ὁρῶν φῶς· πατέρα δ' οὐ χαίρειν δοκεῖς;
¨«/±5¸=¾CÃGÈἦ μὴν πολύν γε τὸν κάτω λογίζομαι
*¬1´·¼AÂIÉPRχρόνον, τὸ δὲ ζῆν σμικρὸν ἀλλ' ὅμως γλυκύ.
©0³µ9:=¿DÅJËσὺ γοῦν ἀναιδῶς διεμάχου τὸ μὴ θανεῖν
695ª®2´·»AÂFÆLÌκαὶ ζῆις παρελθὼν τὴν πεπρωμένην τύχην,
ª¬0²µº@ÀÃÅIÈταύτην κατακτάς· εἶτ' ἐμὴν ἀψυχίαν
)¬1´6º?¿ÅÈLÌλέγεις, γυναικός, ὦ κάκισθ', ἡσσημένος,
¨¬/²¶»?¿EÄHÈἣ τοῦ καλοῦ σοῦ προύθανεν νεανίου;
)«1´6¹=¿DÅKMσοφῶς δ' ἐφηῦρες ὥστε μὴ θανεῖν ποτε,
700©¬0³µ¹=¿ÄÇLÌεἰ τὴν παροῦσαν κατθανεῖν πείσεις ἀεὶ
)¬0²·¼BÃÅÈNÏγυναῖχ' ὑπὲρ σοῦ· κἆιτ' ὀνειδίζεις φίλοις
ª®1´6º@ÄHÉOÏτοῖς μὴ θέλουσι δρᾶν τάδ', αὐτὸς ὢν κακός;
©«/±3º?ÀÅÈMÎσίγα· νόμιζε δ', εἰ σὺ τὴν σαυτοῦ φιλεῖς
©«0³6¸;ÀÅÇMÍψυχήν, φιλεῖν ἅπαντας· εἰ δ' ἡμᾶς κακῶς
705(«/²µ¸;¿ÃÅJLἐρεῖς, ἀκούσηι πολλὰ κοὐ ψευδῆ κακά.
¯°3µ¹¼BÄIËQSΧΟ. πλείω λέλεκται νῦν τε καὶ τὸ πρὶν κακά·
ª0µ8½AÂHÈMÍπαῦσαι δέ, πρέσβυ, παῖδα σὸν κακορροθῶν.
-²5¸»½BÅÊÎUÔΑΔ. λέγ', ὡς ἐμοῦ λέξαντος· εἰ δ' ἀλγεῖς κλύων
©«-²¶½BÄHÈMÎτἀληθές, οὐ χρῆν σ' εἰς ἔμ' ἐξαμαρτάνειν.
710®³8¼¿ÃHÉËÍRÒΦΕ. σοῦ δ' ἂν προθνήισκων μᾶλλον ἐξημάρτανον.
®°4·¹¾DÆÊÍSÔΑΔ. ταὐτὸν γὰρ ἡβῶντ' ἄνδρα καὶ πρέσβυν θανεῖν;
°3µ¸½BÂHÉMÍΦΕ. ψυχῆι μιᾶι ζῆν, οὐ δυοῖν, ὀφείλομεν.
®±5¶:¾BÂÅÇNÎΑΔ. καὶ μὴν Διός γε μείζονα ζώηις χρόνον.
,¯2µ7»?ÀEÅKËΦΕ. ἀρᾶι γονεῦσιν οὐδὲν ἔκδικον παθών;
715-±4¶9½BÂGÇLOΑΔ. μακροῦ βίου γὰρ ἠισθόμην ἐρῶντά σε.
¬²5¸;¾CÅÈÍRÓΦΕ. ἀλλ' οὐ σὺ νεκρὸν ἀντὶ σοῦ τόνδ' ἐκφέρεις;
°1´¸¿DÄÊÌPÏΑΔ. σημεῖα τῆς σῆς γ', ὦ κάκιστ', ἀψυχίας.
°4·¹¿CÇLÍSUΦΕ. οὔτοι πρὸς ἡμῶν γ' ὤλετ'· οὐκ ἐρεῖς τόδε.
®ΑΔ. φεῦ·
©1´¸½AÄÊËQSεἴθ' ἀνδρὸς ἔλθοις τοῦδέ γ' ἐς χρείαν ποτέ.
720®²3¶¹½CÃGÊMÍΦΕ. μνήστευε πολλάς, ὡς θάνωσι πλείονες.
®²6¹;ÀEÆJÊPÑΑΔ. σοὶ τοῦτ' ὄνειδος· οὐ γὰρ ἤθελες θανεῖν.
-¯3¶¹¾BÄIÉOÏΦΕ. φίλον τὸ φέγγος τοῦτο τοῦ θεοῦ, φίλον.
-¯3¶8¼AÂHÈNÏΑΔ. κακὸν τὸ λῆμα κοὐκ ἐν ἀνδράσιν τὸ σόν.
°3¶:¼AÂÅÇMÎΦΕ. οὐκ ἐγγελᾶις γέροντα βαστάζων νεκρόν.
725-°3¶º½CÂHÈNÏΑΔ. θανῆι γε μέντοι δυσκλεής, ὅταν θάνηις.
-¯2µ·»@ÁFÆKÍΦΕ. κακῶς ἀκούειν οὐ μέλει θανόντι μοι.
®²6¹;¾CÄÇÈOÎΑΔ. φεῦ φεῦ· τὸ γῆρας ὡς ἀναιδείας πλέων.
¬±4·¹¾EÆJËPRΦΕ. ἥδ' οὐκ ἀναιδής· τήνδ' ἐφηῦρες ἄφρονα.
,®1´6¹@¿ÂÅJËΑΔ. ἄπελθε κἀμὲ τόνδ' ἔα θάψαι νεκρόν.
730,¯1µ¸¿CÄÈÊPÑΦΕ. ἄπειμι· θάψεις δ' αὐτὸς ὢν αὐτῆς φονεύς,
)«/²µº=¿ÁÅJLδίκας δὲ δώσεις σοῖσι κηδεσταῖς ἔτι·
¨«/±4¸:¾EÆLÌἦ τἄρ' Ἄκαστος οὐκέτ' ἔστ' ἐν ἀνδράσιν,
©¬1³¶º=¿ÁÃGÈεἰ μή σ' ἀδελφῆς αἷμα τιμωρήσεται.
¬¯3·¹½BÃÅÇKÍΑΔ. ἔρρων νυν αὐτὸς χἠ ξυνοικήσασά σοι,
735(«-±3¶9½BÃGÇἄπαιδε παιδὸς ὄντος, ὥσπερ ἄξιοι,
©«.´·¼BÄÉËRÒγηράσκετ'· οὐ γὰρ τῶιδ' ἔτ' ἐς ταὐτὸν στέγος
ª±6¹¼ÁGÈLÌQSνεῖσθ'· εἰ δ' ἀπειπεῖν χρῆν με κηρύκων ὕπο
©1µ¶¹=½CÄHÉτὴν σὴν πατρώιαν ἑστίαν, ἀπεῖπον ἄν.
¨«/´8º@ÂGÆLÌἡμεῖς δέ, τοὐν ποσὶν γὰρ οἰστέον κακόν.
740«/³6¹?ÀÃÅKÌστείχωμεν, ὡς ἂν ἐν πυρᾶι θῶμεν νεκρόν.
¬¯°58¹¼¿ΧΟ. ἰὼ ἰώ. σχετλία τόλμης,
¨«¯°´7;½Àὦ γενναία καὶ μέγ' ἀρίστη,
ª,1´¸=@¿ÅÈχαῖρε· πρόφρων σε χθόνιός θ' Ἑρμῆς
¨«/2µ»@CÄÇἍιδης τε δέχοιτ'. εἰ δέ τι κἀκεῖ
745*+®35¸¾ÀFHÉπλέον ἔστ' ἀγαθοῖς, τούτων μετέχουσ'
¨¬¯³68¼¾Ἅιδου νύμφηι παρεδρεύοις.
ΘΕΡΑΠΩΝ
©1´¶¹;¾ÂÃJÊπολλοὺς μὲν ἤδη κἀπὸ παντοίας χθονὸς
)¬0²5¹?ÀÃÆKÌξένους μολόντας οἶδ' ἐς Ἀδμήτου δόμους,
©®1¶¸½BÄÉËPÑοἷς δεῖπνα προύθηκ'· ἀλλὰ τοῦδ' οὔπω ξένου
750)«,°´¹=½BÂFÆκακίον' ἐς τήνδ' ἑστίαν ἐδεξάμην.
(/²¶º?ÀEÅJÊὃς πρῶτα μὲν πενθοῦντα δεσπότην ὁρῶν
(ª-°²µ9¼¾ÂGÇἐσῆλθε κἀτόλμησ' ἀμείψασθαι πύλας.
(«-³5¸;½BÂFHἔπειτα δ' οὔτι σωφρόνως ἐδέξατο
)0²58:;¿DÄJÊτὰ προστυχόντα ξένια, συμφορὰν μαθών,
755¨¯2µ8»?ÁÄÆLÍἀλλ', εἴ τι μὴ φέροιμεν, ὤτρυνεν φέρειν.
)«-²·¹=¿DÄJÊποτῆρα δ' ἐν χείρεσσι†κίσσινον λαβὼν
)¬/²´¸;¿ÁÃIKπίνει μελαίνης μητρὸς εὔζωρον μέθυ,
(©,®±¶8»@ÀDÆἕως ἐθέρμην' αὐτὸν ἀμφιβᾶσα φλὸξ
©¬1´7»?ÀEÅLÍοἴνου. στέφει δὲ κρᾶτα μυρσίνης κλάδοις,
760(«/±´¹=ÁGÇMÍἄμουσ' ὑλακτῶν· δισσὰ δ' ἦν μέλη κλύειν·
(«/³5¹=¿ÂÅJÊὁ μὲν γὰρ ἦιδε, τῶν ἐν Ἀδμήτου κακῶν
©«0²´¹;¾EÇJÊοὐδὲν προτιμῶν, οἰκέται δ' ἐκλαίομεν
)/³6¼AÂGÇËÎδέσποιναν, ὄμμα δ' οὐκ ἐδείκνυμεν ξένωι
©¬/³¶¸=¿EÅHJτέγγοντες· Ἄδμητος γὰρ ὧδ' ἐφίετο.
765ª0²5¸=¿CÄIÈκαὶ νῦν ἐγὼ μὲν ἐν δόμοισιν ἑστιῶ
)«0³¶»?ÁÅÈNPξένον, πανοῦργον κλῶπα καὶ ληιστήν τινα,
¨1³7¹;ÀFÆKËἡ δ' ἐκ δόμων βέβηκεν, οὐδ' ἐφεσπόμην
©/²4¸=¿ÁÃHÈοὐδ' ἐξέτεινα χεῖρ' ἀποιμώζων ἐμὴν
)/³¸»?ÃGÈLÍδέσποιναν, ἣ 'μοὶ πᾶσί τ' οἰκέταισιν ἦν
770©«0²¶º=½ÀÃFHμήτηρ· κακῶν γὰρ μυρίων ἐρρύετο,
¨«/±µ¹?ÁEÆLÌὀργὰς μαλάσσουσ' ἀνδρός. ἆρα τὸν ξένον
*¬/²³·;¾CÃHÈστυγῶ δικαίως, ἐν κακοῖς ἀφιγμένον;
¯4·º¿DÅJÊQÒΗΡ. οὗτος, τί σεμνὸν καὶ πεφροντικὸς βλέπεις;
©1´¶»AÂÆËPÐοὐ χρὴ σκυθρωπὸν τοῖς ξένοις τὸν πρόσπολον
775©¬0²¶¼AÁEÆLNεἶναι, δέχεσθαι δ' εὐπροσηγόρωι φρενί.
)®4·¹½BÃHÈOÏσὺ δ' ἄνδρ' ἑταῖρον δεσπότου παρόνθ' ὁρῶν
*®2´·»@ÀEÄHÉστυγνῶι προσώπωι καὶ συνωφρυωμένωι
)¬0³µ¸:¼ÂÄIÉδέχηι, θυραίου πήματος σπουδὴν ἔχων.
ª®4¶¹¾CÃGÇMÎδεῦρ' ἔλθ', ὅπως ἂν καὶ σοφώτερος γένηι.
780)/³6»?ÀEÆKËτὰ θνητὰ πράγματ' οἶδας†ἣν ἔχει φύσιν;
©¬/³7¹?ÁHÉLÎοἶμαι μὲν οὔ· πόθεν γάρ; ἀλλ' ἄκουέ μου.
*0²4·:½BÃGÈβροτοῖς ἅπασι κατθανεῖν ὀφείλεται,
ª0´¶¹=¿CÃHÉκοὐκ ἔστι θνητῶν ὅστις ἐξεπίσταται
©/°´¸:¾CÂFÇτὴν αὔριον μέλλουσαν εἰ βιώσεται·
785)¬0²69;?ÁGÇKÌτὸ τῆς τύχης γὰρ ἀφανὲς οἷ προβήσεται,
©¯2´7»AÁFÇLÎκἄστ' οὐ διδακτὸν οὐδ' ἁλίσκεται τέχνηι.
ª¯2µ·¼AÁFÇLNταῦτ' οὖν ἀκούσας καὶ μαθὼν ἐμοῦ πάρα
©/³µº=ÀFÈLÌεὔφραινε σαυτόν, πῖνε, τὸν καθ' ἡμέραν
)ª.°³¶;ÀEÆLÌβίον λογίζου σόν, τὰ δ' ἄλλα τῆς τύχης.
790©«.²µ»@ÁÃÆLËτίμα δὲ καὶ τὴν πλεῖστον ἡδίστην θεῶν
)¬1´6»?¿EÆKÊΚύπριν βροτοῖσιν· εὐμενὴς γὰρ ἡ θεός.
)®3´¶º?ÁFÇLÍτὰ δ' ἄλλ' ἔασον πάντα καὶ πιθοῦ λόγοις
(«-²4·:¾CÃHÉἐμοῖσιν, εἴπερ ὀρθά σοι δοκῶ λέγειν.
©¬/´·»@ÀÄÆKÌοἶμαι μέν. οὔκουν τὴν ἄγαν λύπην ἀφεὶς
795)«.²´¹@ÀEÅKËπίηι μεθ' ἡμῶν [τάσδ' ὑπερβαλὼν τύχας,
*,¯3µ¹ÀEÈNÏSUστεφάνοις πυκασθείς]; καὶ σάφ' οἶδ' ὁθούνεκα
ª2µ¸¼AÁÄÆMÍτοῦ νῦν σκυθρωποῦ καὶ ξυνεστῶτος φρενῶν
)«.°368:½BÂIÊμεθορμιεῖ σε πίτυλος ἐμπεσὼν σκύφου.
¨«/³¶»?ÁGÈOÎὄντας δὲ θνητοὺς θνητὰ καὶ φρονεῖν χρεών·
800¨1´¸½BÂGÆJËὡς τοῖς γε σεμνοῖς καὶ συνωφρυωμένοις
(ª,¯2¶=¿ÃÇMÎἅπασίν ἐστιν, ὥς γ' ἐμοὶ χρῆσθαι κριτῆι,
©,-0²´7:;¾CÄIKοὐ βίος ἀληθῶς ὁ βίος ἀλλὰ συμφορά.
,®1³6º=ÀFÈMÍΘΕ. ἐπιστάμεσθα ταῦτα· νῦν δὲ πράσσομεν
©.±´¸;½AÂFGοὐχ οἷα κώμου καὶ γέλωτος ἄξια.
805-¯2µ¶¹=¿CÅJÉΗΡ. γυνὴ θυραῖος ἡ θανοῦσα· μὴ λίαν
©1³·»?ÀEÆKÌπένθει· δόμων γὰρ ζῶσι τῶνδε δεσπόται.
°2·:½BÃIÊPRΘΕ. τί ζῶσιν; οὐ κάτοισθα τἀν δόμοις κακά;
°3¶:½BÂÅÈLNΗΡ. εἰ μή τι σός με δεσπότης ἐψεύσατο.
,®1´6¹@ÀFÆJÊΘΕ. ἄγαν ἐκεῖνός ἐστ' ἄγαν φιλόξενος.
810±7»½ÃGÊÍÑWÙΗΡ. οὐ χρῆν μ' ὀθνείου γ' οὕνεκ' εὖ πάσχειν νεκροῦ;
¬¯2µ¹½BÁFÈKÌΘΕ. ἦ κάρτα μέντοι καὶ λίαν ὀθνεῖος ἦν.
±4¶:¿CÅJËOÑΗΡ. μῶν ξυμφοράν τιν' οὖσαν οὐκ ἔφραζέ μοι;
®°3¸º¾CÃIÊOQΘΕ. χαίρων ἴθ'· ἡμῖν δεσποτῶν μέλει κακά.
,±4·¸¼@ÀÃÇLÌΗΡ. ὅδ' οὐ θυραίων πημάτων ἄρχει λόγος.
815°4·¹»BÃHÈPÐΘΕ. οὐ γάρ τι κωμάζοντ' ἂν ἠχθόμην σ' ὁρῶν.
¬±4¶9½CÃHÈMÍΗΡ. ἀλλ' ἦ πέπονθα δείν' ὑπὸ ξένων ἐμῶν;
°3¶:»@ÁÃÇLÍΘΕ. οὐκ ἦλθες ἐν δέοντι δέξασθαι δόμοις.
ª1´¶¹=ÁÅÇNÏ[πένθος γὰρ ἡμῖν ἐστι· καὶ κουρὰν βλέπεις
)«.²·»AÇOÐUÕμελαμπέπλους στολμούς τε. ΗΡ. τίς δ' ὁ κατθανών;]
820¯²5¸=ÁEÆKËQÑ‹ΗΡ.› μῶν ἢ τέκνων τι φροῦδον ἢ γέρων πατήρ;
-¯2¶9»?ÀÃÆLNΘΕ. γυνὴ μὲν οὖν ὄλωλεν Ἀδμήτου, ξένε.
-±5¸:½AÄHÈLNΗΡ. τί φήις; ἔπειτα δῆτά μ' ἐξενίζετε;
°2µ9¼CÃGÉNÎΘΕ. ἠιδεῖτο γάρ σε τῶνδ' ἀπώσασθαι δόμων.
¬°3¸¹¼BÂHÈKÌΗΡ. ὦ σχέτλι', οἵας ἤμπλακες ξυναόρου.
825,®0²5¸;ÀÄÆKËΘΕ. ἀπωλόμεσθα πάντες, οὐ κείνη μόνη.
¬²5·;¾EÅKÌQÑΗΡ. ἀλλ' ἠισθόμην μὲν ὄμμ' ἰδὼν δακρυρροοῦν
ª¬0´8º=ÀGÈLOκουράν τε καὶ πρόσωπον· ἀλλ' ἔπειθέ με
)«/²³·9¼BÂHÉλέγων θυραῖον κῆδος ἐς τάφον φέρειν.
)«.±´·=¾CÃIÉβίαι δὲ θυμοῦ τάσδ' ὑπερβαλὼν πύλας
830(ª,¯3¶:¼@ÁFÇἔπινον ἀνδρὸς ἐν φιλοξένου δόμοις,
ª0´¶»?ÀÂÄIKπράσσοντος οὕτω. κἆιτα κωμάζω κάρα
*,¯3µ¹½BÄIÊPÑστεφάνοις πυκασθείς; ἀλλὰ σοῦ τὸ μὴ φράσαι,
)¬/²µ¸:¼ÁÅIÊκακοῦ τοσούτου δώμασιν προσκειμένου.
ª®2µ¹¾CÅÇÉNÎποῦ καί σφε θάπτει; ποῖ νιν εὑρήσω μολών;
835¬¯3¸º½CÄÆÈNÏΘΕ. ὀρθὴν παρ' οἶμον ἣ 'πὶ Λαρίσαν φέρει
©¬0²µ¸;¾EÄIÉτύμβον κατόψηι ξεστὸν ἐκ προαστίου.
¬¯2¶8»@¿ÃÇLÌΗΡ. ὦ πολλὰ τλᾶσα καρδία καὶ χεὶρ ἐμή,
©®0´µº=ÁFÆKÊνῦν δεῖξον οἷον παῖδά σ' ἡ Τιρυνθία
(«-±³¸:½ÁÃHIἐγείνατ' Ἠλεκτρύωνος Ἀλκμήνη Διί.
840ª1´·º@ÁEÆKÊδεῖ γάρ με σῶσαι τὴν θανοῦσαν ἀρτίως
)¬.±µ»?ÀÃÆKËγυναῖκα κἀς τόνδ' αὖθις ἱδρῦσαι δόμον
¨«.±´·=¿ÂÅJÊἌλκηστιν Ἀδμήτωι θ' ὑπουργῆσαι χάριν.
¨«1³6¹?¿EÅKÌἐλθὼν δ' ἄνακτα τὸν μελάμπτερον νεκρῶν
)+1³µº?ÁÃÆLÌΘάνατον φυλάξω, καί νιν εὑρήσειν δοκῶ
845)«.±µ¹;¼ÁÄIÉπίνοντα τύμβου πλησίον προσφαγμάτων.
©¬0³´¸:½BÃIÊκἄνπερ λοχαίας αὐτὸν ἐξ ἕδρας συθεὶς
©¬0³7:=@ÀFÇLÍμάρψω, κύκλον γε περιβαλὼν χεροῖν ἐμαῖν,
©¬/²5¹;¾ÁÃGÈοὐκ ἔστιν ὅστις αὐτὸν ἐξαιρήσεται
)¬/´6»AÂHÉNÏμογοῦντα πλευρά, πρὶν γυναῖκ' ἐμοὶ μεθῆι.
850¨¯2´·ºAÂÇÊOÐἢν δ' οὖν ἁμάρτω τῆσδ' ἄγρας καὶ μὴ μόληι
*®0²´8:=ÁEÆLÌπρὸς αἱματηρὸν πελανόν, εἶμι τῶν κάτω
)«.°³º?¿CÃIÊΚόρης ἄνακτός τ' εἰς ἀνηλίους δόμους,
©«-°3·:½ÁÄIÉαἰτήσομαί τε καὶ πέποιθ' ἄξειν ἄνω
¨«.²5¸;¾ÂÅJËἌλκηστιν, ὥστε χερσὶν ἐνθεῖναι ξένου,
855¨®2µ8º=ÁGÇKËὅς μ' ἐς δόμους ἐδέξατ' οὐδ' ἀπήλασεν,
ª¬0³µ¸;¾CÄIÉκαίπερ βαρείαι συμφορᾶι πεπληγμένος,
(«.³·»=ÁÃÇLNἔκρυπτε δ' ὢν γενναῖος, αἰδεσθεὶς ἐμέ.
©®0³¶º?¿EÅIÉτίς τοῦδε μᾶλλον Θεσσαλῶν φιλόξενος,
)¬/´¶¼@ÂGÈMÍτίς Ἑλλάδ' οἰκῶν; τοιγὰρ οὐκ ἐρεῖ κακὸν
860©ª-¯²µ7º¾¿EÅεὐεργετῆσαι φῶτα γενναῖος γεγώς.
¬²¶:=¿ÄÈÍÐΑΔ. ἰώ, στυγναὶ πρόσοδοι, στυγναὶ δ' ὄψεις
©«/1´χήρων μελάθρων.
¨©±µ·»½ἰώ μοί μοι, αἰαῖ ‹αἰαῖ›.
ª²¶:?¿EHÉποῖ βῶ; ποῖ στῶ; τί λέγω; τί δὲ μή;
©,/²´πῶς ἂν ὀλοίμην;
865¨+-°24·¹ACÃἦ βαρυδαίμονα μήτηρ μ' ἔτεκεν.
©«/1´º¼ACÄζηλῶ φθιμένους, κείνων ἔραμαι,
ª.0²´·9;¿Áκεῖν' ἐπιθυμῶ δώματα ναίειν.
©+.²´¹»ACÃοὔτε γὰρ αὐγὰς χαίρω προσορῶν
©-/³´8:½ÀÁοὔτ' ἐπὶ γαίας πόδα πεζεύων·
870ª+.°²8:¼¾Àτοῖον ὅμηρόν μ' ἀποσυλήσας
¨¬/1³79»½Ἅιδηι Θάνατος παρέδωκεν.
.°4¶º=ÀDÆÈÑÓΧΟ. πρόβα πρόβα, βᾶθι κεῦθος οἴκων. ΑΔ. αἰαῖ.
-¯2µ7»¼AÁKMΧΟ. πέπονθας ἄξι' αἰαγμάτων. ΑΔ. ἒ ἔ.
-0²´7¹@ÃGÎÒΧΟ. δι' ὀδύνας ἔβας, σάφ' οἶδα. ΑΔ. φεῦ φεῦ.
875±4º=¿CÄQÐÔØΧΟ. τὰν νέρθε δ' οὐδὲν ὠφελεῖς ... ΑΔ. ἰώ μοί μοι.
-°2·9¼BDÃHJËΧΟ. τὸ μήποτ' εἰσιδεῖν φιλίας ἀλόχου
*¬®4¶9¼¿πρόσωπόν σ' ἔσαντα λυπρόν.
¬¯14¸=@ÁÄÆΑΔ. ἔμνησας ὅ μου φρένας ἥλκωσεν·
),¯36¸½ADÄÈτί γὰρ ἀνδρὶ κακὸν μεῖζον ἁμαρτεῖν
880©¬/1´¸:=¿Áπιστῆς ἀλόχου; μήποτε γήμας
¨*,°³79¼ADÅὤφελον οἰκεῖν μετὰ τῆσδε δόμους.
©«02µ8:¾DHÈζηλῶ δ' ἀγάμους ἀτέκνους τε βροτῶν·
©ª±³·:=¾Âμία γὰρ ψυχή, τῆς ὑπεραλγεῖν
©,-°³μέτριον ἄχθος.
885ª¬03¶»¾CEÅπαίδων δὲ νόσους καὶ νυμφιδίους
©«/1´8:»?AÁεὐνὰς θανάτοις κεραϊζομένας
©/2´¸:?¿Ãοὐ τλητὸν ὁρᾶν, ἐξὸν ἀτέκνους
(*´·:;¾Áἀγάμους τ' εἶναι διὰ παντός.
-¯2´·:½BÃÆÎÐΧΟ. τύχα τύχα δυσπάλαιστος ἥκει. ΑΔ. αἰαῖ.
890-¯3¹;¾ÂHÈRTΧΟ. πέρας δέ γ' οὐδὲν ἀλγέων τίθης. ΑΔ. ἒ ἔ.
-/°³7º@ÀFÐÔΧΟ. βαρέα μὲν φέρειν, ὅμως δὲ ... ΑΔ. φεῦ φεῦ.
®´7»?ÀDÄQÐÔØΧΟ. τλᾶθ'· οὐ σὺ πρῶτος ὤλεσας ... ΑΔ. ἰώ μοί μοι.
-°2¶9»BDÅJLÌΧΟ. γυναῖκα· συμφορὰ δ' ἑτέρους ἑτέρα
)ª0³5¹»πιέζει φανεῖσα θνατῶν.
895¬/2µ¸»¾CFÆΑΔ. ὦ μακρὰ πένθη λῦπαί τε φίλων
©,.²³τῶν ὑπὸ γαίας.
).°²´¸»¾Âτί μ' ἐκώλυσας ῥῖψαι τύμβου
),¯´¶»@DÅÇτάφρον ἐς κοίλην καὶ μετ' ἐκείνης
©-1³¶»¿EGÇτῆς μέγ' ἀρίστης κεῖσθαι φθίμενον;
900)*¯25¶¹¼ÀÂδύο δ' ἀντὶ μιᾶς Ἅιδης ψυχὰς
©02´8;¾CGÈτὰς πιστοτάτας σὺν ἂν ἔσχεν, ὁμοῦ
*,±´89»@χθονίαν λίμνην διαβάντε.
,¯2µΧΟ. ἐμοί τις ἦν
¨,/³68»?@ÁEÆJÌRÓÕἐν γένει, ὧι κόρος ἀξιόθρηνος ὤλετ' ἐν δόμοισιν
906)+®²·ºμονόπαις· ἀλλ' ἔμπας
(*,/146:=AÂἔφερε κακὸν ἅλις, ἄτεκνος ὤν,
)+¬/1µ·πολιὰς ἐπὶ χαίτας
910¨ª.0²µἤδη προπετὴς ὢν
)*-0³¶βιότου τε πόρσω.
¬°25·¼ÀÂÅΑΔ. ὦ σχῆμα δόμων, πῶς εἰσέλθω,
©°²´8:¼¿Âπῶς δ' οἰκήσω, μεταπίπτοντος
ª,.³¶:=¿EHÈδαίμονος; οἴμοι. πολὺ γὰρ τὸ μέσον·
915)+®³¶º¾BCÃτότε μὲν πεύκαις σὺν Πηλιάσιν
©/1´¶¹½ADÄσύν θ' ὑμεναίοις ἔστειχον ἔσω
)+¬/1´79¼¿Áφιλίας ἀλόχου χέρα βαστάζων,
)+¬®°·9;¾Àπολυάχητος δ' εἵπετο κῶμος
©-0³µ¹½ÀÂτήν τε θανοῦσαν κἄμ' ὀλβίζων
920¨¬.1´·»@BÂὡς εὐπατρίδαι κἀπ' ἀμφοτέρων
¨+.°´¸:=ÀÂὄντες ἀριστέων σύζυγες εἶμεν·
©/1´µ9:½BDÄνῦν δ' ὑμεναίων γόος ἀντίπαλος
ª¬03¶:=¾ÃÇλευκῶν τε πέπλων μέλανες στολμοὶ
©/4¶πέμπουσί μ' ἔσω
925©²´7:¼¿λέκτρων κοίτας ἐς ἐρήμους.
-²4¶ΧΟ. παρ' εὐτυχῆ
ª-0³69¼@BÃHÊOÑXØÚσοι πότμον ἦλθεν ἀπειροκάκωι τόδ' ἄλγος· ἀλλ' ἔσωσας
)*¬±´¶βίοτον καὶ ψυχάν.
930(*,/1579=@¿ἔθανε δάμαρ, ἔλιπε φιλίαν·
),13·»τί νέον τόδε; πολλοὺς
¨ª-/±³ἤδη παρέλυσεν
)+1³¶θάνατος δάμαρτος.
935-°4·¹¾BÅIÉNÎΑΔ. φίλοι, γυναικὸς δαίμον' εὐτυχέστερον
ª0²´¹;¿DÅLÌτοὐμοῦ νομίζω, καίπερ οὐ δοκοῦνθ' ὅμως.
©1µ7º?ÀDÅJLτῆς μὲν γὰρ οὐδὲν ἄλγος ἅψεταί ποτε,
©¬0³¶º?¾CÄHJπολλῶν δὲ μόχθων εὐκλεὴς ἐπαύσατο.
(ª0´¸¼CÄJËPÐἐγὼ δ', ὃν οὐ χρῆν ζῆν, παρεὶς τὸ μόρσιμον
940©¬0±³679½BÃHÈλυπρὸν διάξω βίοτον· ἄρτι μανθάνω.
©1³·½AÂGÇKÌπῶς γὰρ δόμων τῶνδ' εἰσόδους ἀνέξομαι;
)2µ·½BÄÇÊOQτίν' ἂν προσειπών, τοῦ δὲ προσρηθεὶς ὕπο
©1´8¼@ÁÆÊNÏτερπνῆς τύχοιμ' ἂν εἰσόδου; ποῖ τρέψομαι;
¨«/²5¸:½DÄHÇἡ μὲν γὰρ ἔνδον ἐξελᾶι μ' ἐρημία,
945)¬.²´¸=ÀDÄIÉγυναικὸς εὐνὰς εὖτ' ἂν εἰσίδω κενὰς
*3·9¼@ÂGÇMÍθρόνους τ' ἐν οἷσιν ἷζε καὶ κατὰ στέγας
©¬.²´¹=ÁFÈLÌαὐχμηρὸν οὖδας, τέκνα δ' ἀμφὶ γούνασιν
)¬/´¶¹;ÁFÇLÌπίπτοντα κλαίηι μητέρ', οἱ δὲ δεσπότιν
*¬.²³¶:¼AÁEÅστένωσιν οἵαν ἐκ δόμων ἀπώλεσαν.
950)¬0µ¸½@ÃÅÇMPτὰ μὲν κατ' οἴκους τοιάδ'· ἔξωθεν δέ με
)¬1³µ¸;½ÂÅJËγάμοι τ' ἐλῶσι Θεσσαλῶν καὶ ξύλλογοι
)¬.±´¹=¿CÃGÈγυναικοπληθεῖς· οὐ γὰρ ἐξανέξομαι
ª1³6º?¿DÄHJλεύσσων δάμαρτος τῆς ἐμῆς ὁμήλικας.
(«.³6¹?ÀFÇLNἐρεῖ δέ μ' ὅστις ἐχθρὸς ὢν κυρεῖ τάδε·
955(«.²¶ºBÄIÊOÐἸδοῦ τὸν αἰσχρῶς ζῶνθ', ὃς οὐκ ἔτλη θανεῖν
¨0²4·:½ÀÂFÆἀλλ' ἣν ἔγημεν ἀντιδοὺς ἀψυχίαι
)¬.±´º@ÀÄÇLÍπέφευγεν ἍXδην· κἆιτ' ἀνὴρ εἶναι δοκεῖ;
*0´8º?ÂFÈMÍστυγεῖ δὲ τοὺς τεκόντας, αὐτὸς οὐ θέλων
)¬²³6º@ÁEÇKMθανεῖν. τοιάνδε πρὸς κακοῖσι κληδόνα
960¨ª.²µ¹;¾BÁHÉἕξω. τί μοι ζῆν δῆτα κύδιον, φίλοι,
)«0±4¸;½CÄHJκακῶς κλύοντι καὶ κακῶς πεπραγότι;
,®²56º¼ΧΟ. ἐγὼ καὶ διὰ μούσας
ª-¯23·9¾καὶ μετάρσιος ἦιξα, καὶ
«®±35·;½πλείστων ἁψάμενος λόγων
965«.²47¹¼κρεῖσσον οὐδὲν Ἀνάγκας
©+¯14·:¼ηὗρον οὐδέ τι φάρμακον
«¯²68º¿Θρήισσαις ἐν σανίσιν, τὰς
¨¬02µ·Ὀρφεία κατέγραψεν
©+°46º=¿ÃGHÉNÎÐγῆρυς, οὐδ' ὅσα Φοῖβος Ἀσκληπιάδαις ἔδωκεν
971©,.135¸φάρμακα πολυπόνοις
¨+-¯4·¹ἀντιτεμὼν βροτοῖσιν.
)«²68»¾μόνας δ' οὔτ' ἐπὶ βωμοὺς
¨¬°26¸=½ἐλθεῖν οὔτε βρέτας θεᾶς
975¨+°46·=¾ἔστιν, οὐ σφαγίων κλύει.
©±45º¼μή μοι, πότνια, μείζων
¨¬¯26¹?¿ἔλθοις ἢ τὸ πρὶν ἐν βίωι.
ª²57»¾καὶ γὰρ Ζεὺς ὅτι νεύσηι
©®²47º½σὺν σοὶ τοῦτο τελευτᾶι.
980ª-°46¹?¿ÂHKËPÐÒκαὶ τὸν ἐν Χαλύβοις δαμάζεις σὺ βίαι σίδαρον,
©+.135¸οὐδέ τις ἀποτόμου
©+-°3·¹λήματός ἐστιν αἰδώς.
ª/2´¸:?¿ÃGJÉÌÐκαί σ' ἐν ἀφύκτοισι χερῶν εἷλε θεὰ δεσμοῖς.
©¬³69»¾DHÈËτόλμα δ'· οὐ γὰρ ἀνάξεις ποτ' ἔνερθεν
«¬±68»@Àκλαίων τοὺς φθιμένους ἄνω.
ª®35·;¾BÄHÉOQÒκαὶ θεῶν σκότιοι φθίνουσι παῖδες ἐν θανάτωι.
991)«.1µ9½¿φίλα μὲν ὅτ' ἦν μεθ' ἡμῶν,
)«.1´8¼Àφίλα δὲ θανοῦσ' ἔτ' ἔσται,
©.0²6¹»γενναιοτάταν δὲ πασᾶν
¨«13µ8»½ἐζεύξω κλισίαις ἄκοιτιν.
995©+.±´9;½ÁEHÈÊÍμηδὲ νεκρῶν ὡς φθιμένων χῶμα νομιζέσθω
©¬°35¸¾BGÈÉτύμβος σᾶς ἀλόχου, θεοῖσι δ' ὁμοίως
©«®24·:¼τιμάσθω, σέβας ἐμπόρων.
1000ª14µ9¼@ÁÅÇMQÒκαί τις δοχμίαν κέλευθον ἐμβαίνων τόδ' ἐρεῖ·
©«.0µ7»¿Αὕτα ποτὲ προύθαν' ἀνδρός,
©¯25¸:¾Àνῦν δ' ἔστι μάκαιρα δαίμων·
ª¯25º?ÁÂχαῖρ', ὦ πότνι', εὖ δὲ δοίης.
1005ª¬¯46¹;¾Áτοῖαί νιν προσεροῦσι φῆμαι.
°3¸;½AÃÇÉOÏ ‑ καὶ μὴν ὅδ', ὡς ἔοικεν, Ἀλκμήνης γόνος,
(«-²¶¹=½CÄGÈἌδμητε, πρὸς σὴν ἑστίαν πορεύεται.
-¯4·;¿DÅJËOÏΗΡ. φίλον πρὸς ἄνδρα χρὴ λέγειν ἐλευθέρως,
¨«-±´»@ÀÅÊOÐἌδμητε, μομφὰς δ' οὐχ ὑπὸ σπλάγχνοις ἔχειν
1010©«1³6º@ÁEÆJÊσιγῶντ'. ἐγὼ δὲ σοῖς κακοῖσιν ἠξίουν
¨«/±´·9»½ÁFÆἐγγὺς παρεστὼς ἐξετάζεσθαι φίλος·
)¯2µ·»BÃGÇMÍσὺ δ' οὐκ ἔφραζες σῆς προκείμενον νέκυν
)¬.²5º=¾BÃIÊγυναικός, ἀλλά μ' ἐξένιζες ἐν δόμοις,
¨¬/²´·9»ÁÃHÈὡς δὴ θυραίου πήματος σπουδὴν ἔχων.
1015©¬.²4¸;½BÃGÇκἄστεψα κρᾶτα καὶ θεοῖς ἐλειψάμην
ª0´·»@ÁEÇKÍσπονδὰς ἐν οἴκοις δυστυχοῦσι τοῖσι σοῖς.
ª0³¶»@ÁGÇMOκαὶ μέμφομαι μέν, μέμφομαι, παθὼν τάδε·
©¬0³¶¹?ÀDÆJËοὐ μήν σε λυπεῖν ἐν κακοῖσι βούλομαι.
¨¯1µ·»AÁÅÇMÍὧν δ' οὕνεχ' ἥκω δεῦρ' ὑποστρέψας πάλιν
1020©«/²4·:¾ÁÃIÉλέξω· γυναῖκα τήνδε μοι σῶσον λαβών,
(©,¯³¸:¿CÂGÇἕως ἂν ἵππους δεῦρο Θρηικίας ἄγων
¨«/±4¸;½CÃHÈἔλθω, τύραννον Βιστόνων κατακτανών.
ª¬2µ8»?ÁFÇKÌπράξας δ' ὃ μὴ τύχοιμι (νοστήσαιμι γάρ)
)«-°3·9½BÃIÊδίδωμι τήνδε σοῖσι προσπολεῖν δόμοις.
1025©0³·»?ÀEÇLÌπολλῶι δὲ μόχθωι χεῖρας ἦλθεν εἰς ἐμάς·
(ª,¯³¶8¼¾ÁFÆἀγῶνα γὰρ πάνδημον εὑρίσκω τινὰς
)«.²µ¸:½AÀFÆτιθέντας, ἀθληταῖσιν ἄξιον πόνον,
(ª.°²µ8»½¿CÂὅθεν κομίζω τήνδε νικητήρια
)«0³7¼@ÂÆÈLÍλαβών. τὰ μὲν γὰρ κοῦφα τοῖς νικῶσιν ἦν
1030¨¬/±µº=ÂGÉMOἵππους ἄγεσθαι, τοῖσι δ' αὖ τὰ μείζονα
©«-±´¹=¾ÄÆKLνικῶσι, πυγμὴν καὶ πάλην, βουφόρβια·
)«0µ¸¼@ÃHÈMPγυνὴ δ' ἐπ' αὐτοῖς εἵπετ'· ἐντυχόντι δὲ
©1´·º?ÀFÉNÍαἰσχρὸν παρεῖναι κέρδος ἦν τόδ' εὐκλεές.
¨®1µ·½BÃIÊNÐἀλλ', ὥσπερ εἶπον, σοὶ μέλειν γυναῖκα χρή·
1035©¬1´µ¸;¾DÅJÊοὐ γὰρ κλοπαίαν ἀλλὰ σὺν πόνωι λαβὼν
¨ª/²5¹=ÂFÇLÌἥκω· χρόνωι δὲ καὶ σύ μ' αἰνέσεις ἴσως.
°5·¹½CÅÊÌRÓΑΔ. οὔτοι σ' ἀτίζων οὐδ' ἐν αἰσχροῖσιν τιθεὶς
(«/±5¸:½BÂHÈἔκρυψ' ἐμῆς γυναικὸς ἀθλίους τύχας.
¨0³·»AÂÇËOÏἀλλ' ἄλγος ἄλγει τοῦτ' ἂν ἦν προσκείμενον,
1040©1´¸»?ÁÄÆLÍεἴ του πρὸς ἄλλου δώμαθ' ὡρμήθης ξένου·
(ª.³µº=¿DÅJÊἅλις δὲ κλαίειν τοὐμὸν ἦν ἐμοὶ κακόν.
)¬.µ¸»@ÃÆÉQÑγυναῖκα δ', εἴ πως ἔστιν, αἰτοῦμαί σ', ἄναξ,
¨«/³¶º?¿DÆKËἄλλον τιν' ὅστις μὴ πέπονθεν οἷ' ἐγὼ
ª0²5¸;½ÂÆKÍσώιζειν ἄνωχθι Θεσσαλῶν· πολλοὶ δέ σοι
1045)¬/²³¸?¿ÂÅKËξένοι Φεραίων· μή μ' ἀναμνήσηις κακῶν.
©¬0³µ¹@ÀÃÇKËοὐκ ἂν δυναίμην τήνδ' ὁρῶν ἐν δώμασιν
(ª-±´¸;¾CÅJÊἄδακρυς εἶναι· μὴ νοσοῦντί μοι νόσον
ª®2´¸¼AÂGÇKÌπροσθῆις· ἅλις γὰρ συμφορᾶι βαρύνομαι.
ª®2µ¹½AÁGÆKËποῦ καὶ τρέφοιτ' ἂν δωμάτων νέα γυνή;
1050)ª±´·9½ÀÄJËνέα γάρ, ὡς ἐσθῆτι καὶ κόσμωι πρέπει.
)+-0´¸¼BÃÅÈNÎπότερα κατ' ἀνδρῶν δῆτ' ἐνοικήσει στέγην;
ª0´·º@ÀÆÈLÌκαὶ πῶς ἀκραιφνὴς ἐν νέοις στρωφωμένη
¨¬0³µ»?ÁÆÉNÍἔσται; τὸν ἡβῶνθ', Ἡράκλεις, οὐ ῥάιδιον
©1³6º@ÀDÃHÈεἴργειν· ἐγὼ δὲ σοῦ προμηθίαν ἔχω.
1055¨«/²´8:=¿ÂÄKËἢ τῆς θανούσης θάλαμον ἐσβήσας τρέφω;
ª0²¶¹=ÀÄÆLÍκαὶ πῶς ἐπεσφρῶ τήνδε τῶι κείνης λέχει;
)¬0³¶¹=ÀFÇKËδιπλῆν φοβοῦμαι μέμψιν, ἔκ τε δημοτῶν,
©¬2´¸»@ÀÄÅJÊμή τίς μ' ἐλέγξηι τὴν ἐμὴν εὐεργέτιν
*¬1´·»@ÀFÈNÍπροδόντ' ἐν ἄλλης δεμνίοις πίτνειν νέας,
1060ª1´¶º=½BÄIÊκαὶ τῆς θανούσης (ἀξία δέ μοι σέβειν)
©¬1´µºAÂIÍRÓπολλὴν πρόνοιαν δεῖ μ' ἔχειν. σὺ δ', ὦ γύναι,
¨ª.³6»AÂÆÉNPἥτις ποτ' εἶ σύ, ταὔτ' ἔχουσ' Ἀλκήστιδι
©¬0µ8½CÃÄÇLÌμορφῆς μέτρ' ἴσθι, καὶ προσήϊξαι δέμας.
©¬0²4¸=½ÀÃHÈοἴμοι. κόμιζε πρὸς θεῶν ἐξ ὀμμάτων
1065)¬.±4¸?ÀÄÆJÊγυναῖκα τήνδε, μή μ' ἕληις ἡιρημένον.
)«®²4¸:¼BÃIÉδοκῶ γὰρ αὐτὴν εἰσορῶν γυναῖχ' ὁρᾶν
(ª/²5¸;¼ÀÆKËἐμήν· θολοῖ δὲ καρδίαν, ἐκ δ' ὀμμάτων
©¬/±´¶8¼ÀÂGÇπηγαὶ κατερρώγασιν. ὦ τλήμων ἐγώ,
¨«.±µº=ÀCÄIËὡς ἄρτι πένθους τοῦδε γεύομαι πικροῦ.
1070,®1µ8»AÃHÉOÏΧΟ. ἐγὼ μὲν οὐκ ἔχοιμ' ἂν εὖ λέγειν τύχην·
ª°2µ8¼AÂHÈMÍχρὴ δ', ἥτις ἐστί, καρτερεῖν θεοῦ δόσιν.
°4·¹?ACÅIÊOÐΗΡ. εἰ γὰρ τοσαύτην δύναμιν εἶχον ὥστε σὴν
¨¬0³¶¹=¾ÁÅIÉἐς φῶς πορεῦσαι νερτέρων ἐκ δωμάτων
)¬.²¶¹=¿ÂÅJÊγυναῖκα καί σοι τήνδε πορσῦναι χάριν.
1075ΑΔ. σάφ' οἶδα βούλεσθαί σ' ἄν. ἀλλὰ ποῦ τόδε;
©¬/³7¹=¿EÄJËοὐκ ἔστι τοὺς θανόντας ἐς φάος μολεῖν.
°3µ¸½DÅIÉOQΗΡ. μή νῦν ὑπέρβαλλ' ἀλλ' ἐναισίμως φέρε.
®¯3¶¹¼AÁFÇLÍΑΔ. ῥᾶιον παραινεῖν ἢ παθόντα καρτερεῖν.
-²7¹½ÂGÈMÍSÔΗΡ. τί δ' ἂν προκόπτοις, εἰ θέλεις ἀεὶ στένειν;
1080,¯1µ7»BÂHÉMÎΑΔ. ἔγνωκα καὐτός, ἀλλ' ἔρως τις ἐξάγει.
-°4¶¹¼BÂIÊORΗΡ. τὸ γὰρ φιλῆσαι τὸν θανόντ' ἄγει δάκρυ.
,®0²6¹;¾CÄIÉΑΔ. ἀπώλεσέν με κἄτι μᾶλλον ἢ λέγω.
-°2µ¹¼BÂIÊOÐΗΡ. γυναικὸς ἐσθλῆς ἤμπλακες· τίς ἀντερεῖ;
¬±5¸;¾BÄÆÊOÏΑΔ. ὥστ' ἄνδρα τόνδε μηκέθ' ἥδεσθαι βίωι.
1085.°4¶¹½EÇÉÍSÓΗΡ. χρόνος μαλάξει, νῦν δ' ἔθ' ἡβάσκει, κακόν.
.°4·:¿EÅKÌQÒΑΔ. χρόνον λέγοις ἄν, εἰ χρόνος τὸ κατθανεῖν.
-¯2¶¹½BÂGÈMÎΗΡ. γυνή σε παύσει καὶ νέοι γάμοι πόθου.
¯1¶7»?ÂGÉLÌΑΔ. σίγησον· οἷον εἶπας. οὐκ ἂν ὠιόμην.
-´7º@ÁFÇÊÍRÒΗΡ. τί δ'; οὐ γαμεῖς γὰρ ἀλλὰ χηρεύσηι λέχος;
1090°3¶¸½AÂÆÈLÍΑΔ. οὐκ ἔστιν ἥτις τῶιδε συγκλιθήσεται.
±5¸:½AÂHÊOÐΗΡ. μῶν τὴν θανοῦσαν ὠφελεῖν τι προσδοκᾶις;
®°3¶8»@ÁÃÇMÌΑΔ. κείνην ὅπουπερ ἔστι τιμᾶσθαι χρεών.
¯2¶¸¼@¿GÈMÎΗΡ. αἰνῶ μὲν αἰνῶ· μωρίαν δ' ὀφλισκάνεις.
±3·;¾CÄIÈNÎ[ΑΔ. ὡς μήποτ' ἄνδρα τόνδε νυμφίον καλῶν.
1095,¯157º½BÄHËPÐΗΡ. ἐπήινεσ' ἀλόχωι πιστὸς οὕνεκ' εἶ φίλος.]
-°4·¹¾BÄÈÊQÒΑΔ. θάνοιμ' ἐκείνην καίπερ οὐκ οὖσαν προδούς.
-°3·¹¼AÂÆÇMÍΗΡ. δέχου νυν εἴσω τήνδε γενναίως δόμων.
²6º¿ÁFÇLÍRÑΑΔ. μή, πρός σε τοῦ σπείραντος ἄντομαι Διός.
®±4¶¹¼AÂÆÈNPΗΡ. καὶ μὴν ἁμαρτήσηι γε μὴ δράσας τάδε.
1100®²6¹¼¿DÃÇÊNÏΑΔ. καὶ δρῶν γε λύπηι καρδίαν δηχθήσομαι.
-°4¸=¿EÄJËPÐΗΡ. πιθοῦ· τάχ' ἂν γὰρ ἐς δέον πέσοι χάρις.
®ΑΔ. φεῦ·
©0²4¸;¾DÄJLεἴθ' ἐξ ἀγῶνος τήνδε μὴ 'λαβές ποτε.
¯2µ¹½BÃÆÉNÏΗΡ. νικῶντι μέντοι καὶ σὺ συννικᾶις ἐμοί.
-¯2´6º?¿FÆKËΑΔ. καλῶς ἔλεξας· ἡ γυνὴ δ' ἀπελθέτω.
1105,¯1¶º¿CÇMÌQÓΗΡ. ἄπεισιν, εἰ χρή· πρῶτα δ' εἰ χρεὼν ἄθρει.
®³6¹¼¿DÅÉÌQÒΑΔ. χρή, σοῦ γε μὴ μέλλοντος ὀργαίνειν ἐμοί.
¯3¶¸»BÂHÈLËΗΡ. εἰδώς τι κἀγὼ τήνδ' ἔχω προθυμίαν.
¯2·º½BÂGÉOÏΑΔ. νίκα νυν· οὐ μὴν ἁνδάνοντά μοι ποιεῖς.
¬±6º¼ÀDÅLÍRÒΗΡ. ἀλλ' ἔσθ' ὅθ' ἡμᾶς αἰνέσεις· πιθοῦ μόνον.
1110-¯1·»¾CÄÆÊOÐΑΔ. κομίζετ', εἰ χρὴ τήνδε δέξασθαι δόμοις.
°4·¸½CÄHÊOÐΗΡ. οὐκ ἂν μεθείην σοῖς γυναῖκα προσπόλοις.
-³5¹»¿CÇLÍSÔΑΔ. σὺ δ' αὐτὸς αὐτὴν εἴσαγ', εἰ δοκεῖ, δόμους.
¬°4¸;½AÂFÇLÌΗΡ. ἐς σὰς μὲν οὖν ἔγωγε θήσομαι χέρας.
°4·9½AÅÇËQSΑΔ. οὐκ ἂν θίγοιμι· δῶμα δ' εἰσελθεῖν πάρα.
1115®²5¸:¾BÃGÇLÍΗΡ. τῆι σῆι πέποιθα χειρὶ δεξιᾶι μόνηι.
,®3´·½BÂGÉOQΑΔ. ἄναξ, βιάζηι μ' οὐ θέλοντα δρᾶν τάδε.
°4·º¾BÄIÊPÐΗΡ. τόλμα προτεῖναι χεῖρα καὶ θιγεῖν ξένης.
®±5¸º¾CÅKËOÏΑΔ. καὶ δὴ προτείνω, Γοργόν' ὡς καρατομῶν.
-°8º¿ÈLÍÒÕ[Ú[ΗΡ. ἔχεις; ΑΔ. ἔχω, ναί. ΗΡ. σῶιζέ νυν καὶ τὸν Διὸς
1120©¬0µ¸¼@ÁÅÆLÌφήσεις ποτ' εἶναι παῖδα γενναῖον ξένον.]
ª¬1µ·¼AÃHÉOÐβλέψον πρὸς αὐτήν, εἴ τι σῆι δοκεῖ πρέπειν
)¬.²´»?¿EÅJLγυναικί· λύπης δ' εὐτυχῶν μεθίστασο.
¬±5¸º¿EÅÈËQSΑΔ. ὦ θεοί, τί λέξω; θαῦμ' ἀνέλπιστον τόδε·
)¬.²µ¸;½BÂFÆγυναῖκα λεύσσω τὴν ἐμὴν ἐτητύμως,
1125¨«.°¶¼AÂÆÊOÏἢ κέρτομός μ' ἐκ θεοῦ τις ἐκπλήσσει χαρά;
°3·:½DÅKËPÑΗΡ. οὐκ ἔστιν, ἀλλὰ τήνδ' ὁρᾶις δάμαρτα σήν.
,®1´7º?ÀEÅKÎΑΔ. ὅρα δὲ μή τι φάσμα νερτέρων τόδ' ἧι.
°2´¶ºAÂÃÅJÊΗΡ. οὐ ψυχαγωγὸν τόνδ' ἐποιήσω ξένον.
¬±4¶9½AÁFÆMÍΑΔ. ἀλλ' ἣν ἔθαπτον εἰσορῶ δάμαρτ' ἐμήν;
1130-±7¹½ÄIËÍÏTÕΗΡ. σάφ' ἴσθ'· ἀπιστεῖν δ' οὔ σε θαυμάζω τύχηι.
-¯4·¹¼@ÁGÇNÎΑΔ. θίγω, προσείπω ζῶσαν ὡς δάμαρτ' ἐμήν;
.±6¹½ÁFÆKÌPÐΗΡ. πρόσειπ'· ἔχεις γὰρ πᾶν ὅσονπερ ἤθελες.
¬¯2´8»?ÀEÇLÌΑΔ. ὦ φιλτάτης γυναικὸς ὄμμα καὶ δέμας,
(ª/°´¹;¿ÁÅJÊἔχω σ' ἀέλπτως, οὔποτ' ὄψεσθαι δοκῶν.
1135,¯5·;¾CÄHÉOÎΗΡ. ἔχεις· φθόνος δὲ μὴ γένοιτό τις θεῶν.
¬°3µ¹¼@ÂFÆLÍΑΔ. ὦ τοῦ μεγίστου Ζηνὸς εὐγενὲς τέκνον,
©¬.±²·=¿ÁÃIÉεὐδαιμονοίης καί σ' ὁ φιτύσας πατὴρ
ª1´¸»AÁÄÆLÌσώιζοι· σὺ γὰρ δὴ τἄμ' ἀνώρθωσας μόνος.
©2´·»@ÁGÆLNπῶς τήνδ' ἔπεμψας νέρθεν ἐς φάος τόδε;
1140-¯3µ·¼@ÀÅÈLÌΗΡ. μάχην συνάψας δαιμόνων τῶι κυρίωι.
®±479¼ÀEÅIÊOÐΑΔ. ποῦ τόνδε Θανάτωι φὴις ἀγῶνα συμβαλεῖν;
°4¹;¿EÆÉÌRÓΗΡ. τύμβον παρ' αὐτόν, ἐκ λόχου μάρψας χεροῖν.
-°4¸=¿CÄIÉOÏΑΔ. τί γάρ ποθ' ἥδ' ἄναυδος ἕστηκεν γυνή;
¯2´¹¼AÃÆÈLÌΗΡ. οὔπω θέμις σοι τῆσδε προσφωνημάτων
1145*¬2µ9»?ÁEÆKÌκλύειν, πρὶν ἂν θεοῖσι τοῖσι νερτέροις
(ª-¯²¶:¼BÃHÇἀφαγνίσηται καὶ τρίτον μόληι φάος.
¨®0µ·º?ÂGÈKÌἀλλ' εἴσαγ' εἴσω τήνδε· καὶ δίκαιος ὢν
)/³¶¼@ÁFÆKÌτὸ λοιπόν, Ἄδμητ', εὐσέβει περὶ ξένους.
ª®3µ8»BÃGÇMÍκαὶ χαῖρ'· ἐγὼ δὲ τὸν προκείμενον πόνον
1150*,¯2´¸¼@ÁFÆKËΣθενέλου τυράννωι παιδὶ πορσυνῶ μολών.
®°4¸º¿DÄIÈNÏΑΔ. μεῖνον παρ' ἡμῖν καὶ ξυνέστιος γενοῦ.
¯3·»¿GÈÊÎSÕΗΡ. αὖθις τόδ' ἔσται, νῦν δ' ἐπείγεσθαί με δεῖ.
¬²4·¸½BÂÈÌSÓΑΔ. ἀλλ' εὐτυχοίης, νόστιμον δ' ἔλθοις δρόμον.
¨¬0³¶»@ÀEÆKËἀστοῖς δὲ πάσηι τ' ἐννέπω τετραρχίαι
1155)¬/³¸¼AÂFÇLÍχοροὺς ἐπ' ἐσθλαῖς συμφοραῖσιν ἱστάναι
©¬0´¶»?ÀDÆLÍβωμούς τε κνισᾶν βουθύτοισι προστροπαῖς.
©1³¶¹=¿DÃHÇνῦν γὰρ μεθηρμόσμεσθα βελτίω βίον
ª®1¶9½AÁÄÇKÌτοῦ πρόσθεν· οὐ γὰρ εὐτυχῶν ἀρνήσομαι.
±´¸»ÀDFÅΧΟ. πολλαὶ μορφαὶ τῶν δαιμονίων,
1160©,1²¶¼¿CFÆπολλὰ δ' ἀέλπτως κραίνουσι θεοί·
ª-0²´º?AÁÄκαὶ τὰ δοκηθέντ' οὐκ ἐτελέσθη,
©/1³µ9;¿CFÅτῶν δ' ἀδοκήτων πόρον ηὗρε θεός.
ª«02´79½Bτοιόνδ' ἀπέβη τόδε πρᾶγμα.