5631 597 21 14 71 179 467 a. C. Tragedia Aeschylus Septem contra Thebas Murray, G., Oxford, Clarendon Press, 1955. Rist. 1960. 52

AESCHYLUS - Septem contra Thebas - ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΣ

ΕΤΕΟΚΛΗΣ

Κάδμου πολῖται, χρὴ λέγειν τὰ καίρια

ὅστις φυλάσσει πρᾶγος ἐν πρύμνῃ πόλεως

οἴακα νωμῶν, βλέφαρα μὴ κοιμῶν ὕπνῳ.

εἰ μὲν γὰρ εὖ πράξαιμεν, αἰτία θεοῦ·

   5εἰ δ' αὖθ', ὃ μὴ γένοιτο, συμφορὰ τύχοι,

Ἐτεοκλέης ἂν εἷς πολὺς κατὰ πτόλιν

ὑμνοῖθ' ὑπ' ἀστῶν φροιμίοις πολυρρόθοις

οἰμώγμασίν θ' ‑ ὧν Ζεὺς Ἀλεξητήριος

ἐπώνυμος γένοιτο Καδμείων πόλει.

  10ὑμᾶς δὲ χρὴ νῦν, καὶ τὸν ἐλλείποντ' ἔτι

ἥβης ἀκμαίας καὶ τὸν ἔξηβον χρόνῳ,

ὥραν τ' ἔχονθ' ἕκαστον, ὥς τε συμπρεπὲς

βλαστημὸν ἀλδαίνοντα σώματος πολύν,

πόλει τ' ἀρήγειν καὶ θεῶν ἐγχωρίων

  15βωμοῖσι, τιμὰς μὴ 'ξαλειφθῆναί ποτε,

τέκνοις τε, Γῇ τε μητρί, φιλτάτῃ τροφῷ·

ἡ γὰρ νέους ἕρποντας εὐμενεῖ πέδῳ,

ἅπαντα πανδοκοῦσα παιδείας ὄτλον,

ἐθρέψατ' οἰκητῆρας ἀσπιδηφόρους,

  20πλείους ὅπως γένοισθε πρὸς χρέος τόδε.

καὶ νῦν μὲν ἐς τόδ' ἦμαρ εὖ ῥέπει θεός·

χρόνον γὰρ ἤδη τόνδε πυργηρουμένοις

καλῶς τὰ πλείω πόλεμος ἐκ θεῶν κυρεῖ.

νῦν δ' ὡς ὁ μάντις φησίν, οἰωνῶν βοτήρ,

  25ἐν ὠσὶ νωμῶν καὶ φρεσίν, πυρὸς δίχα,

χρηστηρίους ὄρνιθας ἀψευδεῖ τέχνῃ·

οὗτος τοιῶνδε δεσπότης μαντευμάτων

λέγει μεγίστην προσβολὴν Ἀχαιίδα

νυκτηγορεῖσθαι κἀπιβούλευσιν πόλει.

  30ἀλλ' ἔς τ' ἐπάλξεις καὶ πύλας πυργωμάτων

ὁρμᾶσθε πάντες, σοῦσθε σὺν παντευχίᾳ,

πληροῦτε θωρακεῖα, κἀπὶ σέλμασιν

πύργων στάθητε, καὶ πυλῶν ἐπ' ἐξόδοις

μίμνοντες εὖ θαρσεῖτε, μηδ' ἐπηλύδων

  35ταρβεῖτ' ἄγαν ὅμιλον· εὖ τελεῖ θεός.

σκοποὺς δὲ κἀγὼ καὶ κατοπτῆρας στρατοῦ

ἔπεμψα, τοὺς πέποιθα μὴ ματᾶν ὁδῷ·

καὶ τῶνδ' ἀκούσας οὔ τι μὴ ληφθῶ δόλῳ.

ΑΓΓΕΛΟΣ ΚΑΤΑΣΚΟΠΟΣ

Ἐτεόκλεες, φέριστε Καδμείων ἄναξ,

  40ἥκω σαφῆ τἀκεῖθεν ἐκ στρατοῦ φέρων,

αὐτὸς κατόπτης δ' εἴμ' ἐγὼ τῶν πραγμάτων·

ἄνδρες γὰρ ἑπτά, θούριοι λοχαγέται,

ταυροσφαγοῦντες ἐς μελάνδετον σάκος

καὶ θιγγάνοντες χερσὶ ταυρείου φόνου,

  45Ἄρη τ', Ἐνυώ, καὶ φιλαίματον Φόβον

ὡρκωμότησαν ἢ πόλει κατασκαφὰς

θέντες λαπάξειν ἄστυ Καδμείων βίᾳ,

ἢ γῆν θανόντες τήνδε φυράσειν φόνῳ·

μνημεῖά θ' αὑτῶν τοῖς τεκοῦσιν ἐς δόμους

  50πρὸς ἅρμ' Ἀδράστου χερσὶν ἔστεφον, δάκρυ

λείβοντες· οἶκτος δ' οὔτις ἦν διὰ στόμα.

σιδηρόφρων γὰρ θυμὸς ἀνδρείᾳ φλέγων

ἔπνει, λεόντων ὣς Ἄρη δεδορκότων.

καὶ τῶνδε πύστις οὐκ ὄκνῳ χρονίζεται.

  55κληρουμένους δ' ἔλειπον, ὡς πάλῳ λαχὼν

ἕκαστος αὐτῶν πρὸς πύλας ἄγοι λόχον.

πρὸς ταῦτ' ἀρίστους ἄνδρας ἐκκρίτους πόλεως

πυλῶν ἐπ' ἐξόδοισι τάγευσαι τάχος·

ἐγγὺς γὰρ ἤδη πάνοπλος Ἀργείων στρατὸς

  60χωρεῖ, κονίει, πεδία δ' ἀργηστὴς ἀφρὸς

χραίνει σταλαγμοῖς ἱππικῶν ἐκ πλευμόνων.

σὺ δ' ὥστε ναὸς κεδνὸς οἰακοστρόφος

φράξαι πόλισμα, πρὶν καταιγίσαι πνοὰς

Ἄρεως· βοᾷ γὰρ κῦμα χερσαῖον στρατοῦ·

  65καὶ τῶνδε καιρὸν ὅστις ὤκιστος λαβέ·

κἀγὼ τὰ λοιπὰ πιστὸν ἡμεροσκόπον

ὀφθαλμὸν ἕξω, καὶ σαφηνείᾳ λόγου

εἰδὼς τὰ τῶν θύραθεν ἀβλαβὴς ἔσῃ.

Ετ. ὦ Ζεῦ τε καὶ Γῆ καὶ πολισσοῦχοι θεοί,

  70Ἀρά τ' Ἐρινὺς πατρὸς ἡ μεγασθενής,

μή μοι πόλιν γε πρυμνόθεν πανώλεθρον

ἐκθαμνίσητε δῃάλωτον, Ἑλλάδος

φθόγγον χέουσαν, καὶ δόμους ἐφεστίους·

ἐλευθέραν δὲ γῆν τε καὶ Κάδμου πόλιν

  75ζεύγλῃσι δουλίῃσι μήποτε σχεθεῖν·

γένεσθε δ' ἀλκή· ξυνὰ δ' ἐλπίζω λέγειν·

πόλις γὰρ εὖ πράσσουσα δαίμονας τίει.

ΧΟΡΟΣ

‑ θρεῦμαι φοβερὰ μεγάλ' ἄχη·

μεθεῖται στρατὸς στρατόπεδον λιπών·

  80ῥεῖ πολὺς ὅδε λεὼς πρόδρομος ἱππότας·

αἰθερία κόνις με πείθει φανεῖσ',

ἄναυδος σαφὴς ἔτυμος ἄγγελος,

ἕλε δὲ γᾶς ἐμᾶς πεδί'· ὁπλῶν κτύπος,

ἒ ἕ, χρίμπτεται.

(βοᾷ)

  85‑ ποτᾶται, βρέμει δ'

ἀμαχέτου δίκαν ὕδατος ὀροτύπου.

ἰώ,

‑ ἰὼ ἰὼ θεοὶ θεαί τ', ὀρόμενον

κακὸν ἀλεύσατε.

(βοᾷ)

‑ ὑπὲρ τειχέων

ὁ λεύκασπις ὄρνυται λαὸς εὐ-

τρεπὴς ἐπὶ πόλιν διώκων ‹πόδα.›

‑ τίς ἄρα ῥύσεται, τίς ἄρ' ἐπαρκέσει

θεῶν ἢ θεᾶν;

  95πότερα δῆτ' ἐγὼ ‹πάτρια› προσπέσω

βρέτη δαιμόνων;

‑ ἰώ, μάκαρες εὔεδροι·

ἀκμάζει βρετέων ἔχεσθαι· τί μέλ-

λομεν ἀγάστονοι;

 100‑ ἀκούετ' ἢ οὐκ ἀκούετ' ἀσπίδων κτύπον;

‑ πέπλων καὶ στεφέων πότ' εἰ μὴ νῦν ἀμ-

φὶ λιτάν' ἕξομεν;

‑ κτύπον δέδοικα· πάταγος οὐχ ἑνὸς δορός.

‑ τί ῥέξεις; προδώσεις, παλαίχθων

 105Ἄρης, τὰν τεάν;

‑ ὦ χρυσοπήληξ δαῖμον, ἔπιδ' ἔπιδε πόλιν

ἅν ποτ' εὐφιλήταν ἔθου.

‑ θεοὶ πολιάοχοι χθονὸς ἴτ', ἴτε, πάντες.                [στρ. α.

 110ἴδετε παρθένων

ἱκέσιον λόχον δουλοσύνας ὕπερ.

κῦμα περὶ πτόλιν δοχμολόφων ἀνδρῶν

 115καχλάζει πνοαῖς Ἄρεος ὀρόμενον.

ἀλλ', ὦ Ζεῦ ‹φεῦ φεῦ› πάτερ παντελές,

πάντως ἄρηξον δαΐων ἅλωσιν.

 120Ἀργέϊοι γὰρ πόλισμα Κάδμου

κυκλοῦνται· φόβος δ' ἀρείων ὅπλων.

διὰ δέ τοι γενύων ἱππίων

κινύρονται φόνον χαλινοί.

ἑπτὰ δ' ἀγήνορες πρέποντες στρατοῦ

 125δορυσσοῖς σαγαῖς

πύλαις ἑβδόμαις προσίστανται πάλῳ λαχόντες.

σύ τ', ὦ Διογενὲς φιλόμαχον κράτος,                [ἀντ. α.

ῥυσίπολις γενοῦ,

 130Παλλάς, ὅ θ' ἵππιος ποντομέδων ἄναξ

ἰχθυβόλῳ μαχανᾷ Ποσειδάν,

ἐπίλυσιν φόβων, ἐπίλυσιν δίδου.

 135σύ τ', Ἄρης, φεῦ, φεῦ, πόλιν ἐπώνυμον

Κάδμου φύλαξον κήδεσαί τ' ἐναργῶς.

 140καὶ Κύπρις, ἅτ' εἶ γένους προμάτωρ,

ἄλευσον· σέθεν γὰρ ἐξ αἵματος

γεγόναμεν· λιταῖς [σε] θεοκλύτοις

ἀυτοῦσαι πελαζόμεσθα.

 145καὶ σύ, Λύκει' ἄναξ, Λύκειος γενοῦ

στρατῷ δαΐῳ [στόνων ἀυτᾶς].

σύ τ', ὦ Λατογένεια κούρα, τόξον εὐτυκάζου.

[Ἄρτεμι φίλα].

 150ἒ ἕ, ἒ ἕ,                [στρ. β.

ὄτοβον ἁρμάτων ἀμφὶ πόλιν κλύω·

ὦ πότνι' Ἥρα.

ἔλακον ἀξόνων βριθομένων χνόαι·

Ἄρτεμι φίλα.

 155δοριτίνακτος αἰθὴρ ἐπιμαίνεται.

τί πόλις ἄμμι πάσχει, τί γενήσεται;

ποῖ δ' ἔτι τέλος ἐπάγει θεός;

ἒ ἕ, ἒ ἕ,                [ἀντ. β.

ἀκροβόλων [δ'] ἐπάλξεις λιθὰς ἔρχεται·

ὦ φίλ' Ἄπολλον.

 160κόναβος ἐν πύλαις χαλκοδέτων σακέων·

παῖ Διός, ὅθεν

πολεμόκραντον ἁγνὸν τέλος ἐν μάχᾳ,

σύ τε, μάκαιρ' ἄνασσ' Ὄγκα, πρὸ πόλεως

 165ἑπτάπυλον ἕδος ἐπιρρύου.

ἰὼ παναρκεῖς θεοί,                [στρ. γ.

ἰὼ τέλειοι τέλειαί τε γᾶς

τᾶσδε πυργοφύλακες,

πόλιν δορίπονον μὴ προδῶθ'

 170ἑτεροφώνῳ στρατῷ.

κλύετε παρθένων κλύετε πανδίκως

χειροτόνους λιτάς.

ἰὼ φίλοι δαίμονες,                [ἀντ. γ.

 175λυτήριοί ‹τ'› ἀμφιβάντες πόλιν

δείξαθ' ὡς φιλοπόλεις,

μέλεσθέ θ' ἱερῶν δημίων,

μελόμενοι δ' ἄλξατε·

φιλοθύτων δέ τοι πόλεος ὀργίων

 180μνήστορες ἐστέ μοι.

Ετ. ὑμᾶς ἐρωτῶ, θρέμματ' οὐκ ἀνασχετά,

ἦ ταῦτ' ἀρωγὰ καὶ πόλει σωτήρια,

στρατῷ τε θάρσος τῷδε πυργηρουμένῳ,

 185βρέτη πεσούσας πρὸς πολισσούχων θεῶν

αὔειν, λακάζειν, σωφρόνων μισήματα;

μήτ' ἐν κακοῖσι μήτ' ἐν εὐεστοῖ φίλῃ

ξύνοικος εἴην τῷ γυναικείῳ γένει.

κρατοῦσα μὲν γὰρ οὐχ ὁμιλητὸν θράσος,

 190δείσασα δ' οἴκῳ καὶ πόλει πλέον κακόν.

καὶ νῦν πολίταις τάσδε διαδρόμους φυγὰς

θεῖσαι διερροθήσατ' ἄψυχον κάκην·

τὰ τῶν θύραθεν δ' ὡς ἄριστ' ὀφέλλετε,

αὐτοὶ δ' ὑπ' αὐτῶν ἔνδοθεν πορθούμεθα.

 195τοιαῦτά τἂν γυναιξὶ συνναίων ἔχοις.

κεἰ μή τις ἀρχῆς τῆς ἐμῆς ἀκούσεται,

ἀνὴρ γυνή τε χὤ τι τῶν μεταίχμιον,

ψῆφος κατ' αὐτῶν ὀλεθρία βουλεύσεται,

λευστῆρα δήμου δ' οὔ τι μὴ φύγῃ μόρον.

 200μέλει γὰρ ἀνδρί ‑ μὴ γυνὴ βουλευέτω ‑

τἄξωθεν· ἔνδον δ' οὖσα μὴ βλάβην τίθει.

ἤκουσας, ἢ οὐκ ἤκουσας; ἢ κωφῇ λέγω;

Χο. ὦ φίλον Οἰδίπου τέκος, ἔδεισ' ἀκού-                [στρ. α.

σασα τὸν ἁρματόκτυπον ὄτοβον ὄτοβον,

 205ὅτε τε σύριγγες κλάγξαν ἑλικότροχοι,

ἱππικοί τ' ἄπυον πηδαλίων διὰ στόμια

πυριγενετᾶν χαλινοί.

Ετ. τί οὖν; ὁ ναύτης ἆρα μὴ 'ς πρῷραν φυγὼν

πρύμνηθεν ηὗρε μηχανὴν σωτηρίας,

 210νεὼς καμούσης ποντίῳ πρὸς κύματι;

Χο. ἀλλ' ἐπὶ δαιμόνων πρόδρομος ἦλθον ἀρ-                [ἀντ. α.

χαῖα βρέτη, θεοῖς πίσυνος, ὅτ' ὀλοᾶς

νειφομένας βρόμος λιθάδος ἐν πύλαις·

δὴ τότ' ἤρθην φόβῳ πρὸς μακάρων λιτάς, πόλεος

 215ἵν' ὑπερέχοιεν ἀλκάν.

Ετ. πύργον στέγειν εὔχεσθε πολέμιον δόρυ.

οὐκοῦν τάδ' ἔσται πρὸς θεῶν. ἀλλ' οὖν θεοὺς

τοὺς τῆς ἁλούσης πόλεος ἐκλείπειν λόγος.

Χο. μήποτ' ἐμὸν κατ' αἰῶνα λίποι θεῶν                [στρ. β.

 220ἅδε πανάγυρις, μηδ' ἐπίδοιμι τάνδ'

ἀστυδρομουμέναν πόλιν καὶ †στράτευμ'

ἁπτόμενον πυρὶ δαΐῳ.

Ετ. μή μοι θεοὺς καλοῦσα βουλεύου κακῶς·

πειθαρχία γάρ ἐστι τῆς εὐπραξίας

 225μήτηρ, γυνὴ Σωτῆρος· ὧδ' ἔχει λόγος.

Χο. ἔστι· θεοῦ δ' ἔτ' ἰσχὺς καθυπερτέρα·                [ἀντ. β.

πολλάκι δ' ἐν κακοῖσι τὸν ἀμήχανον

κἀκ χαλεπᾶς δύας ὕπερθ' ὀμμάτων

κριμναμενᾶν νεφελᾶν ὀρθοῖ.

 230Ετ. ἀνδρῶν τάδ' ἐστί, σφάγια καὶ χρηστήρια

θεοῖσιν ἔρδειν, πολεμίων πειρωμένων·

σὸν δ' αὖ τὸ σιγᾶν καὶ μένειν εἴσω δόμων.

Χο. διὰ θεῶν πόλιν νεμόμεθ' ἀδάματον,                [στρ. γ.

δυσμενέων δ' ὄχλον πύργος ἀποστέγει.

 235τίς τάδε νέμεσις στυγεῖ;

Ετ. οὔτοι φθονῶ σοι δαιμόνων τιμᾶν γένος·

ἀλλ' ὡς πολίτας μὴ κακοσπλάγχνους τιθῇς,

εὔκηλος ἴσθι μηδ' ἄγαν ὑπερφοβοῦ.

Χο. ἅμα ποταίνιον κλύουσα πάταγον                [ἀντ. γ.

 240ταρβοσύνῳ φόβῳ τάνδ' ἐς ἀκρόπτολιν,

τίμιον ἕδος, ἱκόμαν.

Ετ. μή νυν, ἐὰν θνῄσκοντας ἢ τετρωμένους

πύθησθε, κωκυτοῖσιν ἁρπαλίζετε.

τούτῳ γὰρ Ἄρης βόσκεται, φόνῳ βροτῶν.

 245Χο. καὶ μὴν ἀκούω γ' ἱππικῶν φρυαγμάτων.

Ετ. μή νυν ἀκούουσ' ἐμφανῶς ἄκου' ἄγαν.

Χο. στένει πόλισμα γῆθεν, ὡς κυκλουμένων.

Ετ. οὐκοῦν ἔμ' ἀρκεῖ τῶνδε βουλεύειν πέρι;

Χο. δέδοικ', ἀραγμὸς δ' ἐν πύλαις ὀφέλλεται.

 250Ετ. οὐ σῖγα μηδὲν τῶνδ' ἐρεῖς κατὰ πτόλιν;

Χο. ὦ ξυντέλεια, μὴ προδῷς πυργώματα.

Ετ. οὐκ ἐς φθόρον σιγῶσ' ἀνασχήσῃ τάδε;

Χο. θεοὶ πολῖται, μή με δουλείας τυχεῖν.

Ετ. αὐτὴ σὺ δουλοῖς κἀμὲ καὶ πᾶσαν πόλιν.

 255Χο. ὦ παγκρατὲς Ζεῦ, τρέψον εἰς ἐχθροὺς βέλος.

Ετ. ὦ Ζεῦ, γυναικῶν οἷον ὤπασας γένος.

Χο. μοχθηρόν, ὥσπερ ἄνδρας ὧν ἁλῷ πόλις.

Ετ. παλινστομεῖς αὖ θιγγάνουσ' ἀγαλμάτων;

Χο. ἀψυχίᾳ γὰρ γλῶσσαν ἁρπάζει φόβος.

 260Ετ. αἰτουμένῳ μοι κοῦφον εἰ δοίης τέλος.

Χο. λέγοις ἂν ὡς τάχιστα, καὶ τάχ' εἴσομαι.

Ετ. σίγησον, ὦ τάλαινα, μὴ φίλους φόβει.

Χο. σιγῶ· σὺν ἄλλοις πείσομαι τὸ μόρσιμον.

Ετ. τοῦτ' ἀντ' ἐκείνων τοὔπος αἱροῦμαι σέθεν.

 265καὶ πρός γε τούτοις, ἐκτὸς οὖσ' ἀγαλμάτων,

εὔχου τὰ κρείσσω, ξυμμάχους εἶναι θεούς·

κἀμῶν ἀκούσασ' εὐγμάτων, ἔπειτα σὺ

ὀλολυγμὸν ἱερὸν εὐμενῆ παιώνισον,

Ἑλληνικὸν νόμισμα θυστάδος βοῆς,

 270θάρσος φίλοις, λύουσα πολέμιον φόβον.

ἐγὼ δὲ χώρας τοῖς πολισσούχοις θεοῖς,

πεδιονόμοις τε κἀγορᾶς ἐπισκόποις,

Δίρκης τε πηγαῖς ὕδατί τ' Ἰσμηνοῦ λέγω,

εὖ ξυντυχόντων καὶ πόλεως σεσωμένης,

 275μήλοισιν αἱμάσσοντας ἑστίας θεῶν,

ταυροκτονοῦντας θ' οἷσιν ὧδ' ἐπεύχομαι,

θήσειν τροπαῖα, καὶ λάφυρα δαΐων

στέψω πρὸ ναῶν δουρίπληχθ' ἁγνοῖς δόμοις.

τοιαῦτ' ἐπεύχου μὴ φιλοστόνως θεοῖς,

 280μηδ' ἐν ματαίοις κἀγρίοις ποιφύγμασιν·

οὐ γάρ τι μᾶλλον μὴ φύγῃς τὸ μόρσιμον.

ἐγὼ δέ γ' ἄνδρας ἓξ ἐμοὶ σὺν ἑβδόμῳ

ἀντηρέτας ἐχθροῖσι τὸν μέγαν τρόπον

εἰς ἑπτατειχεῖς ἐξόδους τάξω μολών,

 285πρὶν ἀγγέλους σπερχνούς τε καὶ ταχυρρόθους

λόγους ἱκέσθαι καὶ φλέγειν χρείας ὕπο.

ΧΟΡΟΣ

μέλει, φόβῳ δ' οὐχ ὑπνώσσει κέαρ·                [στρ. α.

γείτονες δὲ καρδίας

μέριμναι ζωπυροῦσι τάρβος

 290τὸν ἀμφιτειχῆ λεών,

δράκοντας ὥς τις τέκνων

ὑπερδέδοικεν λεχαί-

ων δυσευνήτορας

πάντρομος πελειάς.

 295τοὶ μὲν γὰρ ποτὶ πύργους

πανδημεὶ πανομιλεὶ

στείχουσιν. τί γένωμαι;

τοὶ δ' ἐπ' ἀμφιβόλοισιν

ἰάπτουσι πολῖται

 300χερμάδ' ὀκριόεσσαν.

παντὶ τρόπῳ, Διογενεῖς

θεοί, πόλιν καὶ στρατὸν

Καδμογενῆ ῥύεσθε.

ποῖον δ' ἀμείψεσθε γαίας πέδον                [ἀντ. α.

 305τᾶσδ' ἄρειον, ἐχθροῖς

ἀφέντες τὰν βαθύχθον' αἶαν,

ὕδωρ τε Διρκαῖον, εὐ-

τραφέστατον πωμάτων

ὅσων ἵησιν Ποσει-

 310δὰν ὁ γαιάοχος

Τηθύος τε παῖδες;

πρὸς τάδ', ὦ πολιοῦχοι

θεοί, τοῖσι μὲν ἔξω

πύργων ἀνδρολέτειραν

 315κάκαν, ῥίψοπλον ἄταν,

ἐμβαλόντες ἄροισθε

κῦδος τοῖσδε πολίταις.

καὶ πόλεως ῥύτορες ‹ἔστ'›

εὔεδροί τε στάθητ'

 320ὀξυγόοις λιταῖσιν.

οἰκτρὸν γὰρ πόλιν ὧδ' ὠγυγίαν                [στρ. β.

Ἀίδᾳ προϊάψαι, δορὸς ἄγραν

δουλίαν, ψαφαρᾷ σποδῷ

ὑπ' ἀνδρὸς Ἀχαιοῦ θεόθεν

 325περθομέναν ἀτίμως,

τὰς δὲ κεχειρωμένας ἄγεσθαι,

ἒ ἔ, νέας τε καὶ παλαιὰς

ἱππηδὸν πλοκάμων, περιρ-

ρηγνυμένων φαρέων. βοᾷ

 330δ' ἐκκενουμένα πόλις,

λαΐδος ὀλλυμένας μειξοθρόου·

βαρείας τοι τύχας προταρβῶ.

κλαυτὸν δ' †ἀρτιδρόποις ὠμοδρόπων †               [ἀντ. β.

νομίμων προπάροιθεν διαμεῖψαι

 335δωμάτων στυγερὰν ὁδόν·

τί; τὸν φθίμενον γὰρ προλέγω

βέλτερα τῶνδε πράσσειν·

πολλὰ γάρ, εὖτε πτόλις δαμασθῇ,

ἒ ἔ, δυστυχῆ τε πράσσει.

 340ἄλλος δ' ἄλλον ἄγει, φονεύ-

ει, τὰ δὲ πυρφορεῖ· καπνῷ

[δὲ] χραίνεται πόλισμ' ἅπαν·

μαινόμενος δ' ἐπιπνεῖ λαοδάμας

μιαίνων εὐσέβειαν Ἄρης.

 345κορκορυγαὶ δ' ἀν' ἄστυ, ποτὶ [πτόλιν] δ' ὁρκάνα                [στρ. γ.

πυργῶτις,

πρὸς ἀνδρὸς δ' ἀνὴρ

δόρει καίνεται·

βλαχαὶ δ' αἱματόεσσαι

τῶν ἐπιμαστιδίων

 350ἀρτιτρεφεῖς βρέμονται.

ἁρπαγαὶ δὲ  διαδρομᾶν ὁμαίμονες·

ξυμβολεῖ φέρων φέροντι,

καὶ κενὸς κενὸν καλεῖ,

ξύννομον θέλων ἔχειν,

 355οὔτε μεῖον  οὔτ' ἴσον λελιμμένοι.

τί ἐκ τῶνδ'

εἰκάσαι †λόγος πάρα;

παντοδαπὸς δὲ καρπὸς χαμάδις πεσὼν                [ἀντ. γ.

ἀλγύνει

κυρήσας, πικρὸν δ'

ὄμμα θαλαμοπόλων·

 360πολλὰ δ' ἀκριτόφυρτος

γᾶς δόσις οὐτιδανοῖς

ἐν ῥοθίοις φορεῖται.

δμωίδες δὲ  καινοπήμονες †νέαι

τλήμονες εὐνὰν αἰχμάλωτον †

 365ἀνδρὸς εὐτυχοῦντος, ὡς

δυσμενοῦς ὑπερτέρου,

ἐλπίς ἐστι  νύκτερον τέλος μολεῖν,

παγκλαύτων

ἀλγέων ἐπίρροθον.

‑ ὅ τοι κατόπτης, ὡς ἐμοὶ δοκεῖ, στρατοῦ

 370πευθώ τιν' ἡμῖν, ὦ φίλαι, νέαν φέρει,

σπουδῇ διώκων πομπίμους χνόας ποδῶν.

‑ καὶ μὴν ἄναξ ὅδ' αὐτὸς Οἰδίπου τόκος

ἐς ἀρτίκολλον ἀγγέλου λόγον μαθεῖν·

σπουδὴ δὲ καὶ τοῦδ' οὐκ ἀπαρτίζει πόδα.

 375Αγ. λέγοιμ' ἂν εἰδὼς εὖ τὰ τῶν ἐναντίων,

ὥς τ' ἐν πύλαις ἕκαστος εἴληχεν πάλον.

Τυδεὺς μὲν ἤδη πρὸς πύλαισι Προιτίσιν

βρέμει, πόρον δ' Ἰσμηνὸν οὐκ ἐᾷ περᾶν

ὁ μάντις· οὐ γὰρ σφάγια γίγνεται καλά.

 380Τυδεὺς δὲ μαργῶν καὶ μάχης λελιμμένος

μεσημβριναῖς κλαγγαῖσιν ὡς δράκων βοᾷ·

θείνει δ' ὀνείδει μάντιν Οἰκλείδην σοφόν,

σαίνειν μόρον τε καὶ μάχην ἀψυχίᾳ.

τοιαῦτ' ἀυτῶν τρεῖς κατασκίους λόφους

 385σείει, κράνους χαίτωμ', ὑπ' ἀσπίδος δὲ τῷ

χαλκήλατοι κλάζουσι κώδωνες φόβον·

ἔχει δ' ὑπέρφρον σῆμ' ἐπ' ἀσπίδος τόδε,

φλέγονθ' ὑπ' ἄστροις οὐρανὸν τετυγμένον·

λαμπρὰ δὲ πανσέληνος ἐν μέσῳ σάκει,

 390πρέσβιστον ἄστρων, νυκτὸς ὀφθαλμός, πρέπει.

τοιαῦτ' ἀλύων ταῖς ὑπερκόμποις σαγαῖς

βοᾷ παρ' ὄχθαις ποταμίαις, μάχης ἐρῶν,

ἵππος χαλινῶν ὣς κατασθμαίνων μένει,

ὅστις βοὴν σάλπιγγος ὁρμαίνει κλύων.

 395τίν' ἀντιτάξεις τῷδε; τίς Προίτου πυλῶν

κλῄθρων λυθέντων προστατεῖν φερέγγυος;

Ετ. κόσμον μὲν ἀνδρὸς οὔτιν' ἂν τρέσαιμ' ἐγώ,

οὐδ' ἑλκοποιὰ γίγνεται τὰ σήματα·

λόφοι δὲ κώδων τ' οὐ δάκνουσ' ἄνευ δορός.

 400καὶ νύκτα ταύτην ἣν λέγεις ἐπ' ἀσπίδος

ἄστροισι μαρμαίρουσαν οὐρανοῦ κυρεῖν ‑

τάχ' ἂν γένοιτο μάντις ἡ ἀνοία τινί.

εἰ γὰρ θανόντι νὺξ ἐπ' ὀφθαλμοῖς πέσοι,

τῷ τοι φέροντι σῆμ' ὑπέρκομπον τόδε

 405γένοιτ' ἂν ὀρθῶς ἐνδίκως τ' ἐπώνυμον,

καὐτὸς καθ' αὑτοῦ τήνδ' ὕβριν μαντεύσεται.

ἐγὼ δὲ Τυδεῖ κεδνὸν Ἀστακοῦ τόκον

τόνδ' ἀντιτάξω προστάτην πυλωμάτων,

μάλ' εὐγενῆ τε καὶ τὸν Αἰσχύνης θρόνον

 410τιμῶντα καὶ στυγοῦνθ' ὑπέρφρονας λόγους.

αἰσχρῶν γὰρ ἀργός, μὴ κακὸς δ' εἶναι φιλεῖ.

σπαρτῶν δ' ἀπ' ἀνδρῶν, ὧν Ἄρης ἐφείσατο,

ῥίζωμ' ἀνεῖται, κάρτα δ' ἔστ' ἐγχώριος,

Μελάνιππος· ἔργον δ' ἐν κύβοις Ἄρης κρινεῖ·

 415Δίκη δ' ὁμαίμων κάρτα νιν προστέλλεται

εἴργειν τεκούσῃ μητρὶ πολέμιον δόρυ.

Χο. τὸν ἁμόν νυν ἀντίπαλον εὐτυχεῖν                [στρ. α.

θεοὶ δοῖεν, ὡς δικαίως πόλεως

πρόμαχος ὄρνυται· τρέμω δ' αἱματη-

 420φόρους μόρους ὑπὲρ φίλων

ὀλομένων ἰδέσθαι.

Αγ. τούτῳ μὲν οὕτως εὐτυχεῖν δοῖεν θεοί·

Καπανεὺς δ' ἐπ' Ἠλέκτραισιν εἴληχεν πύλαις,

γίγας ὅδ' ἄλλος, τοῦ πάρος λελεγμένου

 425μείζων, ὁ κόμπος δ' οὐ κατ' ἄνθρωπον φρονεῖ,

πύργοις δ' ἀπειλεῖ δείν', ἃ μὴ κραίνοι τύχη·

θεοῦ τε γὰρ θέλοντος ἐκπέρσειν πόλιν

καὶ μὴ θέλοντός φησιν, οὐδὲ τὴν Διὸς

†Ἔριν πέδοι σκήψασαν ἐμποδὼν σχεθεῖν

 430τὰς δ' ἀστραπάς τε καὶ κεραυνίους βολὰς

μεσημβρινοῖσι θάλπεσιν προσῄκασεν·

ἔχει δὲ σῆμα γυμνὸν ἄνδρα πυρφόρον,

φλέγει δὲ λαμπὰς διὰ χερῶν ὡπλισμένη·

χρυσοῖς δὲ φωνεῖ γράμμασιν 'Πρήσω πόλιν.'

 435τοιῷδε φωτὶ πέμπε ‑ τίς ξυστήσεται,

τίς ἄνδρα κομπάζοντα μὴ τρέσας μενεῖ;

Ετ. καὶ τῷδε κόμπῳ κέρδος ἄλλο τίκτεται.

τῶν τοι ματαίων ἀνδράσιν φρονημάτων

ἡ γλῶσσ' ἀληθὴς γίγνεται κατήγορος.

 440Καπανεὺς δ' ἀπειλεῖ, δρᾶν παρεσκευασμένος,

θεοὺς ἀτίζων, κἀπογυμνάζων στόμα

χαρᾷ ματαίᾳ θνητὸς ὢν εἰς οὐρανὸν

πέμπει γεγωνὰ Ζηνὶ κυμαίνοντ' ἔπη·

πέποιθα δ' αὐτῷ ξὺν δίκῃ τὸν πυρφόρον

 445ἥξειν κεραυνόν, οὐδὲν ἐξῃκασμένον

μεσημβρινοῖσι θάλπεσιν τοῖς ἡλίου.

ἀνὴρ δ' ἐπ' αὐτῷ, κεἰ στόμαργός ἐστ' ἄγαν,

αἴθων τέτακται λῆμα, Πολυφόντου βία,

φερέγγυον φρούρημα, προστατηρίας

 450Ἀρτέμιδος εὐνοίαισι σύν τ' ἄλλοις θεοῖς.

λέγ' ἄλλον ἄλλαις ἐν πύλαις εἰληχότα.

Χο. ὄλοιθ' ὃς πόλει μεγάλ' ἐπεύχεται,                [ἀντ. α.

κεραυνοῦ δέ νιν βέλος ἐπισχέθοι,

πρὶν ἐμὸν ἐσθορεῖν δόμον, πωλικῶν θ'

 455ἑδωλίων ‹μ'› ὑπερκόπῳ

δορί ποτ' ἐκλαπάξαι.

Αγ. [καὶ μὴν τὸν ἐντεῦθεν λαχόντα πρὸς πύλαις]

λέξω· τρίτῳ γὰρ Ἐτεόκλῳ τρίτος πάλος

ἐξ ὑπτίου 'πήδησεν εὐχάλκου κράνους,

 460πύλαισι Νηίστῃσι προσβαλεῖν λόχον.

ἵππους δ' ἐν ἀμπυκτῆρσιν ἐμβριμωμένας

δινεῖ, θελούσας πρὸς πύλαις πεπτωκέναι.

φιμοὶ δὲ συρίζουσι βάρβαρον βρόμον,

μυκτηροκόμποις πνεύμασιν πληρούμενοι.

 465ἐσχημάτισται δ' ἀσπὶς οὐ σμικρὸν τρόπον·

ἀνὴρ [δ'] ὁπλίτης κλίμακος προσαμβάσεις

στείχει πρὸς ἐχθρῶν πύργον, ἐκπέρσαι θέλων.

βοᾷ δὲ χοὖτος γραμμάτων ἐν ξυλλαβαῖς,

ὡς οὐδ' ἂν Ἄρης σφ' ἐκβάλοι πυργωμάτων.

 470καὶ τῷδε φωτὶ πέμπε τὸν φερέγγυον

πόλεως ἀπείργειν τῆσδε δούλιον ζυγόν.

Ετ. πέμποιμ' ἂν ἤδη τόνδε, σὺν τύχῃ δ' ἴτω,

[καὶ δὴ πέπεμπται κόμπον ἐν χεροῖν ἔχων,]

Μεγαρεύς, Κρέοντος σπέρμα τοῦ σπαρτῶν γένους,

 475ὃς οὔτι μάργων ἱππικῶν φρυαγμάτων

βρόμον φοβηθεὶς ἐκ πυλῶν χωρήσεται,

ἀλλ' ἢ θανὼν τροφεῖα πληρώσει χθονί,

ἢ καὶ δύ' ἄνδρε καὶ πόλισμ' ἐπ' ἀσπίδος

ἑλὼν λαφύροις δῶμα κοσμήσει πατρός.

 480κόμπαζ' ἐπ' ἄλλῳ, μηδέ μοι φθόνει λόγων.

Χο. ἐπεύχομαι δὴ τὰ μὲν εὖ τυχεῖν, ἰὼ                [στρ. β.

πρόμαχ' ἐμῶν δόμων, τοῖσι δὲ δυστυχεῖν.

ὡς δ' ὑπέραυχα βάζουσιν ἐπὶ πτόλει

μαινομένᾳ φρενί, τώς νιν

 485Ζεὺς νεμέτωρ ἐπίδοι κοταίνων.

Αγ. τέταρτος ἄλλος, γείτονας πύλας ἔχων

Ὄγκας Ἀθάνας, ξὺν βοῇ παρίσταται,

Ἱππομέδοντος σχῆμα καὶ μέγας τύπος·

ἅλω δὲ πολλήν, ἀσπίδος κύκλον λέγω,

 490ἔφριξα δινήσαντος· οὐκ ἄλλως ἐρῶ.

ὁ σηματουργὸς δ' οὔ τις εὐτελὴς ἄρ' ἦν

ὅστις τόδ' ἔργον ὤπασεν πρὸς ἀσπίδι,

Τυφῶν' ἱέντα πύρπνοον διὰ στόμα

λιγνὺν μέλαιναν, αἰόλην πυρὸς κάσιν·

 495ὄφεων δὲ πλεκτάναισι περίδρομον κύτος

προσηδάφισται κοιλογάστορος κύκλου.

αὐτὸς δ' ἐπηλάλαξεν, ἔνθεος δ' Ἄρει

βακχᾷ πρὸς ἀλκὴν θυιὰς ὥς, φόβον βλέπων.

τοιοῦδε φωτὸς πεῖραν εὖ φυλακτέον·

 500Φόβος γὰρ ἤδη πρὸς πύλαις κομπάζεται.

Ετ. πρῶτον μὲν Ὄγκα Παλλάς, ἥτ' ἀγχίπτολις

πύλαισι γείτων, ἀνδρὸς ἐχθαίρουσ' ὕβριν,

εἴρξει νεοσσῶν ὡς δράκοντα δύσχιμον·

Ὑπέρβιος δέ, κεδνὸς Οἴνοπος τόκος,

 505ἀνὴρ κατ' ἄνδρα τοῦτον ᾑρέθη, θέλων

ἐξιστορῆσαι μοῖραν ἐν χρείᾳ τύχης,

οὔτ' εἶδος οὔτε θυμὸν οὐδ' ὅπλων σχέσιν

μωμητός· Ἑρμῆς δ' εὐλόγως ξυνήγαγεν.

ἐχθρὸς γὰρ ἁνὴρ ἀνδρὶ τῷ ξυστήσεται,

 510ξυνοίσετον δὲ πολεμίους ἐπ' ἀσπίδων

θεούς· ὁ μὲν γὰρ πύρπνοον Τυφῶν' ἔχει,

Ὑπερβίῳ δὲ Ζεὺς πατὴρ ἐπ' ἀσπίδος

σταδαῖος ἧσται, διὰ χερὸς βέλος φλέγων·

κοὔπω τις εἶδε Ζῆνά που νικώμενον.

 515[τοιάδε μέντοι προσφίλεια δαιμόνων.

πρὸς τῶν κρατούντων [δ'] ἐσμέν, οἱ δ' ἡσσωμένων,

εἰ Ζεύς γε Τυφῶ καρτερώτερος μάχῃ.

εἰκὸς δὲ πράξειν ἄνδρας ὧδ' ἀντιστάτας·

Ὑπερβίῳ τε πρὸς λόγον τοῦ σήματος

 520σωτὴρ γένοιτ' ἂν Ζεὺς ἐπ' ἀσπίδος τυχών.]

Χο. πέποιθα ‹δὴ› τὸν Διὸς ἀντίτυπον ἔχοντ'                [ἀντ. β.

ἄφιλον ἐν σάκει τοῦ χθονίου δέμας

δαίμονος, ἐχθρὸν εἴκασμα βροτοῖς τε καὶ

δαροβίοισι θεοῖσιν,

 525πρόσθε πυλᾶν κεφαλὰν ἰάψειν.

Αγ. οὕτως γένοιτο. τὸν δὲ πέμπτον αὖ λέγω,

πέμπταισι προσταχθέντα Βορραίαις πύλαις,

τύμβον κατ' αὐτὸν Διογενοῦς Ἀμφίονος·

ὄμνυσι δ' αἰχμὴν ἣν ἔχει, μᾶλλον θεοῦ

 530σέβειν πεποιθὼς ὀμμάτων θ' ὑπέρτερον,

ἦ μὴν λαπάξειν ἄστυ Καδμείων βίᾳ

Διός· τόδ' αὐδᾷ μητρὸς ἐξ ὀρεσκόου

βλάστημα καλλίπρῳρον, ἀνδρόπαις ἀνήρ.

στείχει δ' ἴουλος ἄρτι διὰ παρηίδων,

 535ὥρας φυούσης, ταρφὺς ἀντέλλουσα θρίξ.

ὁ δ' ὠμόν, οὔτι παρθένων ἐπώνυμον,

φρόνημα, γοργὸν δ' ὄμμ' ἔχων, προσίσταται

Παρθενοπαῖος Ἀρκάς· ὁ δὲ τοιόσδ' ἀνὴρ

μέτοικος, Ἄργει δ' ἐκτίνων καλὰς τροφάς.

[πύργοις ἀπειλεῖ τοῖσδ' ἃ μὴ κραίνοι θεός]

οὐ μὴν ἀκόμπαστός γ' ἐφίσταται πύλαις·

τὸ γὰρ πόλεως ὄνειδος ἐν χαλκηλάτῳ

 540σάκει, κυκλωτῷ σώματος προβλήματι,

Σφίγγ' ὠμόσιτον προσμεμηχανημένην

γόμφοις ἐνώμα, λαμπρὸν ἔκκρουστον δέμας,

φέρει δ' ὑφ' αὑτῇ φῶτα Καδμείων ἕνα,

ὡς πλεῖστ' ἐπ' ἀνδρὶ τῷδ' ἰάπτεσθαι βέλη.

 545ἐλθὼν δ' ἔοικεν οὐ καπηλεύσειν μάχην,

μακρᾶς κελεύθου δ' οὐ καταισχυνεῖν πόρον.

 550Ετ. εἰ γὰρ τύχοιεν ὧν φρονοῦσι πρὸς θεῶν,

αὐτοῖς ἐκείνοις ἀνοσίοις κομπάσμασιν·

ἦ τἂν πανώλεις παγκάκως τ' ὀλοίατο.

ἔστιν δὲ καὶ τῷδ', ὃν λέγεις τὸν Ἀρκάδα,

ἀνὴρ ἄκομπος, χεὶρ δ' ὁρᾷ τὸ δράσιμον,

 555Ἄκτωρ, ἀδελφὸς τοῦ πάρος λελεγμένου·

ὃς οὐκ ἐάσει γλῶσσαν ἐργμάτων ἄτερ

εἴσω πυλῶν ῥέουσαν ἀλδαίνειν κακά,

οὐδ' εἰσαμεῖψαι θηρὸς ἐχθίστου δάκος

[εἰκὼ φέροντα πολεμίας ἐπ' ἀσπίδος]

 560ἔξωθεν εἴσω. τῷ φέροντι μέμψεται,

πυκνοῦ κροτησμοῦ τυγχάνουσ' ὑπὸ πτόλιν.

θεῶν θελόντων κἂν ἀληθεύσαιμ' ἐγώ.

Χο. ἱκνεῖται λόγος διὰ στηθέων,                [στρ. γ.

τριχὸς δ' ὀρθίας πλόκαμος ἵσταται·

 565μεγάλα μεγαληγόρων κλύοντες

ἀνοσίων ἀνδρῶν, εἰ θεοὶ θεοί,

τούσδ' ὀλέσειαν ἐν γᾷ.

Αγ. ἕκτον λέγοιμ' ἂν ἄνδρα σωφρονέστατον

ἀλκήν τ' ἄριστον, μάντιν, Ἀμφιάρεω βίαν·

 570Ὁμολωίσιν δὲ πρὸς πύλαις τεταγμένος

κακοῖσι βάζει πολλὰ Τυδέως βίαν·

τὸν ἀνδροφόντην, τὸν πόλεως ταράκτορα,

μέγιστον Ἄργει τῶν κακῶν διδάσκαλον,

Ἐρινύος κλητῆρα, πρόσπολον Φόνου,

 575κακῶν δ' Ἀδράστῳ τῶνδε βουλευτήριον.

καὶ τὸν σὸν αὖθις †πρὸς μόραν ἀδελφεόν, †

ἐξυπτιάζων ὄνομα, Πολυνείκους βίαν

[δίς τ' ἐν τελευτῇ τοὔνομ' ἐνδατούμενος,]

καλεῖ. λέγει δὲ τοῦτ' ἔπος διὰ στόμα·

 580"Ἦ τοῖον ἔργον καὶ θεοῖσι προσφιλές,

καλόν τ' ἀκοῦσαι καὶ λέγειν μεθυστέροις,

πόλιν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖς

πορθεῖν, στράτευμ' ἐπακτὸν ἐμβεβληκότα;

μητρός τε πηγὴν τίς κατασβέσει δίκη;

 585πατρίς τε γαῖα σῆς ὑπὸ σπουδῆς δορὶ

ἁλοῦσα πῶς σοι ξύμμαχος γενήσεται;

ἔγωγε μὲν δὴ τήνδε πιανῶ χθόνα,

μάντις κεκευθὼς πολεμίας ὑπὸ χθονός.

μαχώμεθ', οὐκ ἄτιμον ἐλπίζω μόρον."

 590τοιαῦθ' ὁ μάντις ἀσπίδ' εὐκήλως ἔχων

πάγχαλκον ηὔδα· σῆμα δ' οὐκ ἐπῆν κύκλῳ.

οὐ γὰρ δοκεῖν ἄριστος, ἀλλ' εἶναι θέλει,

βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος,

ἐξ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα.

 595τούτῳ σοφούς τε κἀγαθοὺς ἀντηρέτας

πέμπειν ἐπαινῶ. δεινὸς ὃς θεοὺς σέβει.

Ετ. φεῦ τοῦ ξυναλλάσσοντος ὄρνιθος βροτοῖς

δίκαιον ἄνδρα τοῖσι δυσσεβεστέροις.

ἐν παντὶ πράγει δ' ἔσθ' ὁμιλίας κακῆς

 600κάκιον οὐδέν, καρπὸς οὐ κομιστέος.

[ἄτης ἄρουρα θάνατον ἐκκαρπίζεται.]

ἢ γὰρ ξυνεισβὰς πλοῖον εὐσεβὴς ἀνὴρ

ναύτῃσι θερμοῖς καὶ πανουργίᾳ τινὶ

ὄλωλεν ἀνδρῶν σὺν θεοπτύστῳ γένει,

 605ἢ ξὺν πολίταις ἀνδράσιν δίκαιος ὢν

ἐχθροξένοις τε καὶ θεῶν ἀμνήμοσιν,

ταὐτοῦ κυρήσας ἐκδίκως ἀγρεύματος,

πληγεὶς θεοῦ μάστιγι παγκοίνῳ 'δάμη.

οὕτως δ' ὁ μάντις, υἱὸν Οἰκλέους λέγω,

 610σώφρων δίκαιος ἀγαθὸς εὐσεβὴς ἀνήρ,

μέγας προφήτης, ἀνοσίοισι συμμιγεὶς

θρασυστόμοισιν ἀνδράσιν βίᾳ φρενῶν,

τείνουσι πομπὴν τὴν μακρὰν πάλιν μολεῖν,

Διὸς θέλοντος ξυγκαθελκυσθήσεται.

 615δοκῶ μὲν οὖν σφε μηδὲ προσβαλεῖν πύλαις,

οὐχ ὡς ἄθυμον οὐδὲ λήματος κάκῃ,

ἀλλ' οἶδεν ὥς σφε χρὴ τελευτῆσαι μάχῃ,

εἰ καρπὸς ἔσται θεσφάτοισι Λοξίου·

φιλεῖ δὲ σιγᾶν ἢ λέγειν τὰ καίρια.

 620ὅμως δ' ἐπ' αὐτῷ φῶτα, Λασθένους βίαν,

ἐχθρόξενον πυλωρὸν ἀντιτάξομεν·

γέροντα τὸν νοῦν, σάρκα δ' ἡβῶσαν φύει,

ποδῶκες ὄμμα, χειρὶ δ' οὐ βραδύνεται

παρ' ἀσπίδος γυμνωθὲν ἁρπάσαι δόρυ.

 625θεοῦ δὲ δῶρόν ἐστιν εὐτυχεῖν βροτούς.

Χο. κλύοντες θεοὶ δικαίας λιτὰς                [ἀντ. γ.

ἡμετέρας τελεῖθ', ὡς πόλις εὐτυχῇ,

δορίπονα κάκ' ἐκτρέποντες ‹ἐς› γᾶς

ἐπιμόλους· πύργων δ' ἔκτοθεν βαλὼν

 630Ζεύς σφε κάνοι κεραυνῷ.

Αγ. τὸν ἕβδομον δὴ τόνδ' ἐφ' ἑβδόμαις πύλαις

λέξω, τὸν αὐτοῦ σου κασίγνητον, πόλει

οἵας ἀρᾶται καὶ κατεύχεται τύχας·

πύργοις ἐπεμβὰς κἀπικηρυχθεὶς χθονί,

 635ἁλώσιμον παιῶν' ἐπεξιακχάσας,

σοὶ ξυμφέρεσθαι καὶ κτανὼν θανεῖν πέλας,

ἢ ζῶντ', ἀτιμαστῆρα τὼς ἀνδρηλάτην,

φυγῇ τὸν αὐτὸν τόνδε τείσασθαι τρόπον.

τοιαῦτ' ἀυτεῖ καὶ θεοὺς γενεθλίους

 640καλεῖ πατρῴας γῆς ἐποπτῆρας λιτῶν

τῶν ὧν γενέσθαι πάγχυ Πολυνείκους βία.

ἔχει δὲ καινοπηγὲς εὔκυκλον σάκος

διπλοῦν τε σῆμα προσμεμηχανημένον.

χρυσήλατον γὰρ ἄνδρα τευχηστὴν ἰδεῖν

 645ἄγει γυνή τις σωφρόνως ἡγουμένη.

Δίκη δ' ἄρ' εἶναί φησιν, ὡς τὰ γράμματα

λέγει· "Κατάξω δ' ἄνδρα τόνδε καὶ πόλιν

ἕξει πατρῴαν δωμάτων τ' ἐπιστροφάς."

τοιαῦτ' ἐκείνων ἐστὶ τἀξευρήματα.

 650σὺ δ' αὐτὸς ἤδη γνῶθι τίνα πέμπειν δοκεῖ·

ὡς οὔποτ' ἀνδρὶ τῷδε κηρυκευμάτων

μέμψῃ ‑ σὺ δ' αὐτὸς γνῶθι ναυκληρεῖν πόλιν.

Ετ. ὦ θεομανές τε καὶ θεῶν μέγα στύγος,

ὦ πανδάκρυτον ἁμὸν Οἰδίπου γένος·

 655ὤμοι, πατρὸς δὴ νῦν ἀραὶ τελεσφόροι.

ἀλλ' οὔτε κλαίειν οὔτ' ὀδύρεσθαι πρέπει,

μὴ καὶ τεκνωθῇ δυσφορώτερος γόος.

ἐπωνύμῳ δὲ κάρτα, Πολυνείκη λέγω,

τάχ' εἰσόμεσθα τοὐπίσημ' ὅποι τελεῖ,

 660εἴ νιν κατάξει χρυσότευκτα γράμματα

ἐπ' ἀσπίδος φλύοντα σὺν φοίτῳ φρενῶν.

εἰ δ' ἡ Διὸς παῖς παρθένος Δίκη παρῆν

ἔργοις ἐκείνου καὶ φρεσίν, τάχ' ἂν τόδ' ἦν·

ἀλλ' οὔτε νιν φυγόντα μητρόθεν σκότον,

 665οὔτ' ἐν τροφαῖσιν, οὔτ' ἐφηβήσαντά πω,

οὔτ' ἐν γενείου ξυλλογῇ τριχώματος,

Δίκη προσεῖδε καὶ κατηξιώσατο·

οὐδ' ἐν πατρῴας μὴν χθονὸς κακουχίᾳ

οἶμαί νιν αὐτῷ νῦν παραστατεῖν πέλας.

 670ἦ δῆτ' ἂν εἴη πανδίκως ψευδώνυμος

Δίκη, ξυνοῦσα φωτὶ παντόλμῳ φρένας.

τούτοις πεποιθὼς εἶμι καὶ ξυστήσομαι

αὐτός· τίς ἄλλος μᾶλλον ἐνδικώτερος;

ἄρχοντί τ' ἄρχων καὶ κασιγνήτῳ κάσις,

 675ἐχθρὸς σὺν ἐχθρῷ στήσομαι. φέρ' ὡς τάχος

κνημῖδας, αἰχμῆς καὶ πέτρων προβλήματα.

Χο. μή, φίλτατ' ἀνδρῶν, Οἰδίπου τέκος, γένῃ

ὀργὴν ὁμοῖος τῷ κάκιστ' αὐδωμένῳ·

ἀλλ' ἄνδρας Ἀργείοισι Καδμείους ἅλις

 680ἐς χεῖρας ἐλθεῖν· αἷμα γὰρ καθάρσιον.

ἀνδροῖν δ' ὁμαίμοιν θάνατος ὧδ' αὐτοκτόνος ‑

οὐκ ἔστι γῆρας τοῦδε τοῦ μιάσματος.

Ετ. εἴπερ κακὸν φέροι τις, αἰσχύνης ἄτερ

ἔστω· μόνον γὰρ κέρδος ἐν τεθνηκόσι·

 685κακῶν δὲ κᾀσχρῶν οὔτιν' εὐκλείαν ἐρεῖς.

Χο. τί μέμονας, τέκνον; μή τί σε θυμοπλη-                [στρ. α.

θὴς δορίμαργος ἄτα φερέτω· κακοῦ δ'

ἔκβαλ' ἔρωτος ἀρχάν.

Ετ. ἐπεὶ τὸ πρᾶγμα κάρτ' ἐπισπέρχει θεός,

 690ἴτω κατ' οὖρον, κῦμα Κωκυτοῦ λαχόν,

Φοίβῳ στυγηθὲν πᾶν τὸ Λαΐου γένος.

Χο. ὠμοδακής σ' ἄγαν ἵμερος ἐξοτρύ-                [ἀντ. α.

νει πικρόκαρπον ἀνδροκτασίαν τελεῖν

αἵματος οὐ θεμιστοῦ.

 695Ετ. φίλου γὰρ ἐχθρά μοι πατρὸς μέλαιν' Ἀρὰ

ξηροῖς ἀκλαύτοις ὄμμασιν προσιζάνει,

λέγουσα κέρδος πρότερον ὑστέρου μόρου.

Χο. ἀλλὰ σὺ μὴ 'ποτρύνου· κακὸς οὐ κεκλή-                [στρ. β.

σῃ βίον εὖ κυρήσας· μελάναιγις [δ'] οὐκ

 700†εἶσι δόμων Ἐρινύς, ὅταν ἐκ χερῶν

θεοὶ θυσίαν δέχωνται.

Ετ. θεοῖς μὲν ἤδη πως παρημελήμεθα,

χάρις δ' ἀφ' ἡμῶν ὀλομένων θαυμάζεται·

τί οὖν ἔτ' ἂν σαίνοιμεν ὀλέθριον μόρον;

 705Χο. νῦν ὅτε σοι παρέστακεν· ἐπεὶ δαίμων                [ἀντ. β.

λήματος ἂν τροπαίᾳ χρονίᾳ μεταλ-

λακτὸς ἴσως ἂν ἔλθοι θελεμωτέρῳ

πνεύματι· νῦν δ' ἔτι ζεῖ.

Ετ. ἐξέζεσεν γὰρ Οἰδίπου κατεύγματα·

 710ἄγαν δ' ἀληθεῖς ἐνυπνίων φαντασμάτων

ὄψεις, πατρῴων χρημάτων δατήριοι.

Χο. πιθοῦ γυναιξί, καίπερ οὐ στέργων ὅμως.

Ετ. λέγοιτ' ἂν ὧν ἄνη τις· οὐδὲ χρὴ μακράν.

Χο. μὴ ἔλθῃς ὁδοὺς σὺ τάσδ' ἐφ' ἑβδόμαις πύλαις.

 715Ετ. τεθηγμένον τοί μ' οὐκ ἀπαμβλυνεῖς λόγῳ.

Χο. νίκην γε μέντοι καὶ κακὴν τιμᾷ θεός.

Ετ. οὐκ ἄνδρ' ὁπλίτην τοῦτο χρὴ στέργειν ἔπος.

Χο. ἀλλ' αὐτάδελφον αἷμα δρέψασθαι θέλεις;

Ετ. θεῶν διδόντων οὐκ ἂν ἐκφύγοις κακά.

 720ΧΟΡΟΣ

πέφρικα τὰν ὠλεσίοικον                [στρ. α.

θεόν, οὐ θεοῖς ὁμοίαν,

παναληθῆ, κακόμαντιν,

πατρὸς εὐκταίαν Ἐρινὺν

τελέσαι τὰς περιθύμους

 725κατάρας Οἰδιπόδα βλαψίφρονος·

παιδολέτωρ δ' ἔρις ἅδ' ὀτρύνει.

ξένος δὲ κλήρους ἐπινωμᾷ                [ἀντ. α.

Χάλυβος Σκυθῶν ἄποικος,

κτεάνων χρηματοδαίτας

 730πικρός, ὠμόφρων σίδαρος,

χθόνα ναίειν διαπήλας

ὁπόσαν καὶ φθιμένοισιν κατέχειν,

τῶν μεγάλων πεδίων ἀμοίρους.

ἐπεὶ δ' ἂν αὐτοκτόνως                [στρ. β.

 735αὐτοδάικτοι θάνω-

σι, καὶ γαΐα κόνις

πίῃ μελαμπαγὲς αἷμα φοίνιον,

τίς ἂν καθαρμοὺς πόροι,

τίς ἄν σφε λούσειεν; ὦ

 740πόνοι δόμων νέοι παλαι-

οῖσι συμμιγεῖς κακοῖς.

παλαιγενῆ γὰρ λέγω                [ἀντ. β.

παρβασίαν ὠκύποι-

νον, αἰῶνα δ' ἐς τρίτον

 745μένειν, Ἀπόλλωνος εὖτε Λάιος

βίᾳ, τρὶς εἰπόντος ἐν

μεσομφάλοις Πυθικοῖς

χρηστηρίοις θνῄσκοντα γέν-

νας ἄτερ σῴζειν πόλιν.

 750κρατηθεὶς δ' ἐκ φιλᾶν ἀβουλιᾶν                [στρ. γ.

ἐγείνατο μὲν μόρον αὑτῷ,

πατροκτόνον Οἰδιπόδαν,

ὅστε ματρὸς ἁγνὰν

σπείρας ἄρουραν, ἵν' ἐτράφη,

 755ῥίζαν αἱματόεσσαν

ἔτλα· παράνοια συνᾶγε

νυμφίους φρενώλης.

κακῶν δ' ὥσπερ θάλασσα κῦμ' ἄγει·                [ἀντ. γ.

τὸ μὲν πίτνον, ἄλλο δ' ἀείρει

 760τρίχαλον, ὃ καὶ περὶ πρύμ-

ναν πόλεως καχλάζει.

μεταξὺ δ' ἀλκὰ δι' ὀλίγου

τείνει, πύργος ἐν εὔρει.

δέδοικα δὲ σὺν βασιλεῦσι

 765μὴ πόλις δαμασθῇ.

τέλειαι γὰρ παλαιφάτων ἀρᾶν                [στρ. δ.

βαρέαι καταλλαγαί· τὰ δ' ὀλο-

ὰ πενομένους παρέρχεται,

πρόπρυμνα δ' ἐκβολὰν φέρει

 770ἀνδρῶν ἀλφηστᾶν

ὄλβος ἄγαν παχυνθείς.

τίν' ἀνδρῶν γὰρ τοσόνδ' ἐθαύμασαν                [ἀντ. δ.

θεοὶ [καὶ] ξυνέστιοι πόλεος

ὁ πολύβοτός τ' αἰὼν βροτῶν,

 775ὅσον τότ' Οἰδίπουν τίον,

τὰν ἁρπαξάνδραν

κῆρ' ἀφελόντα χώρας;

ἐπεὶ δ' ἀρτίφρων                [στρ. ε.

ἐγένετο μέλεος ἀθλίων

 780γάμων, ἐπ' ἄλγει δυσφορῶν

μαινομένᾳ κραδίᾳ

δίδυμα κάκ' ἐτέλεσεν·

πατροφόνῳ χερὶ τῶν

†κρεισσοτέκνων [δ' ἀπ'] ὀμμάτων ἐπλάγχθη· †

 785τέκνοις δ' ἀρχαίας                [ἀντ. ε.

ἐφῆκεν ἐπίκοτος τροφᾶς,

αἰαῖ, πικρογλώσσους ἀράς,

καί σφε σιδαρονόμῳ

διὰ χερί ποτε λαχεῖν

 790κτήματα· νῦν δὲ τρέω

μὴ τελέσῃ καμψίπους Ἐρινύς.

Αγ. θαρσεῖτε, παῖδες μητέρων τεθραμμέναι.

πόλις πέφευγεν ἥδε δούλιον ζυγόν·

πέπτωκεν ἀνδρῶν ὀβρίμων κομπάσματα·

 795πόλις δ' ἐν εὐδίᾳ τε καὶ κλυδωνίου

πολλαῖσι πληγαῖς ἄντλον οὐκ ἐδέξατο.

στέγει δὲ πύργος, καὶ πύλας φερεγγύοις

ἐφραξάμεσθα μονομάχοισι προστάταις·

καλῶς ἔχει τὰ πλεῖστ' ἐν ἓξ πυλώμασιν·

 800τὰς δ' ἑβδόμας ὁ σεμνὸς ἑβδομαγέτας

ἄναξ Ἀπόλλων εἵλετ', Οἰδίπου γένει

κραίνων παλαιὰς Λαΐου δυσβουλίας.

Χο. τί δ' ἐστὶ πρᾶγος νεόκοτον πόλει πλέον;

Αγ. πόλις σέσωται· βασιλέῳν δ' ὁμοσπόροιν ‑

 805Χο. οἲ 'γὼ τάλαινα· μάντις εἰμὶ τῶν κακῶν.

Αγ. πέπωκεν αἷμα γαῖ' ὑπ' ἀλλήλων φόνῳ.

Χο. τί δ' ἐστὶ πρᾶγος νεόκοτον πόλει πλέον;

Αγ. ἅνδρες τεθνᾶσιν ἐκ χερῶν αὐτοκτόνων.

Χο. τίνες; τί δ' εἶπας; παραφρονῶ φόβῳ λόγου.

Αγ. φρονοῦσα νῦν ἄκουσον· Οἰδίπου γένος ‑

 810Χο. ἐκεῖθι κἦλθον; βαρέα δ' οὖν ὅμως φράσον.

Αγ. οὕτως ἀδελφαῖς χερσὶν ἠναίρονθ' ἅμα;

Χο. οὐδ' ἀμφιλέκτως μὴν κατεσποδημένοι ‑

Αγ. οὕτως ὁ δαίμων κοινὸς ἦν ἀμφοῖν ἄγαν,

αὐτὸς δ' ἀναλοῖ δῆτα δύσποτμον γένος.

 815τοιαῦτα χαίρειν καὶ δακρύεσθαι πάρα,

πόλιν μὲν εὖ πράσσουσαν, οἱ δ' ἐπιστάται,

δισσὼ στρατηγώ, διέλαχον σφυρηλάτῳ

Σκύθῃ σιδήρῳ κτημάτων παμπησίαν.

ἕξουσι δ' ἣν λάβωσιν ἐν ταφῇ χθονός,

 820πατρὸς κατ' εὐχὰς δυσπότμως φορούμενοι.

ΧΟΡΟΣ

ὦ μεγάλε Ζεῦ καὶ πολιοῦχοι

δαίμονες, οἳ δὴ Κάδμου πύργους

†τούσδε ῥύεσθε·

 825πότερον χαίρω κἀπολολύξω

πόλεως ἀσινεῖ †σωτῆρι ...

ἢ τοὺς μογεροὺς καὶ δυσδαίμονας

ἀτέκνους κλαύσω πολεμάρχους;

οἳ δῆτ' ὀρθῶς κατ' ἐπωνυμίαν

 830‹κλεινοί τ' ἐτεὸν καὶ πολυνεικεῖς›

ὤλοντ' ἀσεβεῖ διανοίᾳ.

ὦ μέλαινα καὶ τελεία                [στρ. α.

γένεος Οἰδίπου τ' Ἀρά,

κακόν με καρδίαν τι περιπίτνει κρύος.

 835ἔτευξα τύμβῳ μέλος

θυιὰς αἱματοσταγεῖς

νεκροὺς κλύουσα δυσμόρως

θανόντας· ἦ δύσορνις ἅ-

δε ξυναυλία δορός.

 840ἐξέπραξεν, οὐδ' ἀπεῖπεν                [ἀντ. α.

πατρόθεν εὐκταία φάτις·

βουλαὶ δ' ἄπιστοι Λαΐου διήρκεσαν.

μέριμνα δ' ἀμφὶ πτόλιν·

θέσφατ' οὐκ ἀμβλύνεται.

 845ἰὼ πολύστονοι, τόδ' εἰρ-

γάσασθ' ἄπιστον· ἦλθε δ' αἰ-

ακτὰ πήματ' οὐ λόγῳ.

‑ τάδ' αὐτόδηλα, προῦπτος ἀγγέλου λόγος·

διπλαῖ μέριμναι, διδύμα δ' ἀνορέα·

 850κάκ' αὐτοφόνα δίμοιρα τέλεα τάδε πάθη.

 τί φῶ; ‑ τί δ' ἄλλο γ' ἢ πόνοι

 πόνων δόμων ἐφέστιοι; ‑

‑ ἀλλὰ γόων, ὦ φίλαι, κατ' οὖρον

 855ἐρέσσετ' ἀμφὶ κρατὶ πόμπιμον χεροῖν

πίτυλον, ὃς αἰὲν δι' Ἀχέροντ' ἀμείβεται,

τὰν ἄστονον μελάγκροκον ναύστολον θεωρίδα,

τὰν ἀστιβῆ 'πόλλωνι, τὰν ἀνάλιον,

 860πάνδοκον εἰς ἀφανῆ τε χέρσον.

‑ ἀλλὰ γὰρ ἥκουσ' αἵδ' ἐπὶ πρᾶγος

πικρὸν Ἀντιγόνη τ' ἠδ' Ἰσμήνη,

θρῆνον ἀδελφοῖν· οὐκ ἀμφιβόλως

οἶμαί σφ' ἐρατῶν ἐκ βαθυκόλπων

 865στηθέων ἥσειν ἄλγος ἐπάξιον.

ἡμᾶς δὲ δίκη πρότερον φήμης

τὸν δυσκέλαδόν θ' ὕμνον Ἐρινύος

ἀχεῖν Ἀίδα τ'

 870ἐχθρὸν παιᾶν' ἐπιμέλπειν.

‑ ἰώ.

δυσαδελφόταται πασῶν ὁπόσαι

στρόφον ἐσθῆσιν περιβάλλονται,

κλαίω, στένομαι, καὶ δόλος οὐδεὶς

μὴ 'κ φρενὸς ὀρθῶς με λιγαίνειν.

 875Αν. ἰὼ ἰὼ δύσφρονες,                [στρ. α.

φίλων ἄπιστοι καὶ κακῶν ἀτρύμονες,

δόμους ἑλόντες πατρῴ-

ους μέλεοι σὺν ἀλκᾷ.

Χο. μέλεοι δῆθ' οἳ μελέους θανάτους

 880ηὕροντο δόμων ἐπὶ λύμῃ.

Ισ. ἰὼ ἰὼ δωμάτων                [ἀντ. α.

ἐρειψίτοιχοι καὶ πικρὰς μοναρχίας

ἰδόντες, ἤδη διήλ-

 885λαχθε σὺν σιδάρῳ.

Χο. κάρτα δ' ἀληθῆ πατρὸς Οἰδιπόδα

πότνι' Ἐρινὺς ἐπέκρανεν.

Αν. δι' εὐωνύμων τετυμμένοι,                [στρ. β.

τετυμμένοι δῆθ', ὁμο-

 890σπλάγχνων τε πλευρωμάτων

.     .     .     .     .

αἰαῖ δαιμόνιοι,

αἰαῖ δ' ἀντιφόνων

‹ἐκ› θανάτων ἀραί.

 895Χο. διανταίαν λέγεις [πλαγὰν] δόμοισι καὶ

σώμασιν πεπλαγμένους, [ἐννέπω]

ἀναυδάτῳ μένει

ἀραίῳ τ', ἐκ πατρὸς

‹δ' οὐ› διχόφρονι πότμῳ.

 900Ισ. διήκει δὲ καὶ πόλιν στόνος,                [ἀντ. β.

στένουσι πύργοι, στένει

πέδον φίλανδρον· μένει

‹δὲ› κτέαν' ἐπιγόνοις,

δι' ὧν αἰνομόροις,

 905δι' ὧν νεῖκος ἔβα

καὶ θανάτου τέλος.

Χο. ἐμοιράσαντο δ' ὀξυκάρδιοι

κτήμαθ', ὥστ' ἴσον λαχεῖν.

διαλλακτῆρι δ' οὐκ

ἀμεμφεία φίλοις,

 910οὐδ' ἐπίχαρις Ἄρης.

Αν. σιδηρόπληκτοι μὲν ὧδ' ἔχουσιν                [στρ. γ.

σιδηρόπληκτοι δὲ τοὺς μένουσι ‑

τάχ' ἄν τις εἴποι, τίνες;

τάφων πατρῴων λαχαί.

 915Χο. †δόμων μάλ' ἀχάεσσα τοὺς †

προπέμπει

δαϊκτὴρ γόος αὐ-

τόστονος, αὐτοπήμων,

δαϊόφρων, οὐ φιλογα-

θής, ἐτύμως δακρυχέων

 920ἐκ φρενός, ἃ κλαιομένας

μου μινύθει,

τοῖνδε δυοῖν ἀνάκτοιν.

Ισ. πάρεστι δ' εἰπεῖν ἐπ' ἀθλίοισιν                [ἀντ. γ.

ὡς ἐρξάτην πολλὰ μὲν πολίτας,

ξένων τε πάντων στίχας

 925πολυφθόρους ἐν δαΐ.

Χο. δυσδαίμων σφιν ἁ τεκοῦσα

πρὸ πασᾶν

γυναικῶν ὁπόσαι

τεκνογόνοι κέκληνται.

παῖδα τὸν αὑτᾶς πόσιν αὑ-

τᾷ θεμένα τούσδ' ἔτεχ', οἱ

 930δ' ὧδ' ἐτελεύτασαν ὑπ' ἀλ-

λαλοφόνοις

χερσὶν ὁμοσπόροισιν.

Αν. ὁμόσποροι δῆτα καὶ πανώλεθροι,                [στρ. δ.

διατομαῖς οὐ φίλαις,

 935ἔριδι μαινομένᾳ,

νείκεος ἐν τελευτᾷ.

Χο. πέπαυται δ' ἔχθος, ἐν δὲ γαίᾳ

ζόα φονορύτῳ

 940μέμεικται· κάρτα δ' εἴσ' ὅμαιμοι.

πικρὸς λυτὴρ νεικέων ὁ πόντιος

ξεῖνος ἐκ πυρὸς συθεὶς

θηκτὸς σίδαρος· πικρὸς δὲ χρημάτων

 945ἴσος δατητὰς Ἄρης ἀρὰν πατρῴ-

αν τιθεὶς ἀλαθῆ.

Ισ. ἔχουσι μοῖραν λαχόντες οἱ μέλεοι                [ἀντ. δ.

διοδότων λάξεων·

ὑπὸ δὲ σώματι γᾶς

 950πλοῦτος ἄβυσσος ἔσται.

Χο. ἰὼ πολλοῖς ἐπανθίσαντες

πόνοισι γενεάν·

τελευταῖαι δ' ἐπηλάλαξαν

Ἀραὶ τὸν ὀξὺν νόμον, τετραμμένου

 955παντρόπῳ φυγᾷ γένους.

ἕστακε δ' Ἄτας τροπαῖον ἐν πύλαις,

ἐν αἷς ἐθείνοντο, καὶ δυοῖν κρατή-

 960σας ἔληξε δαίμων.

Αν. παιθεὶς ἔπαισας.

Ισ.       σὺ δ' ἔθανες κατακτανών.

Αν. δορὶ δ' ἔκανες. Ισ. δορὶ δ' ἔθανες.

Αν. μελεοπόνος Ισ. μελεοπαθής

(Αν. ἴτω γόος, Ισ. ἴτω δάκρυ,)

 965Αν. πρόκεισαι, Ισ. κατακτάς.

Αν. ἠέ. Ισ. ἠέ.                [στρ. α.

Αν. μαίνεται γόοισι φρήν.

Ισ. ἐντὸς δὲ καρδία στένει.

Αν. ἰωιὼ πανδάκρυτε σύ.

 970Ισ. σὺ δ' αὖτε καὶ πανάθλιε.

Αν. πρὸς φίλου ἔφθισο. Ισ. καὶ φίλον ἔκτανες.

Αν. διπλόα λέγειν. Ισ. διπλόα δ' ὁρᾶν.

Αν. †ἀχέων τοίων τάδ' ἐγγύθεν.

Ισ. πέλας δ' αἵδ' ἀδελφαὶ ἀδελφεῶν. †

 975Χο. ἰὼ Μοῖρα βαρυδότειρα μογερά,

πότνιά τ' Οἰδίπου σκιά·

μέλαιν' Ἐρινύς, ἦ μεγασθενής τις εἶ.

Αν. ἠέ. Ισ. ἠέ.                [ἀντ. α.

Αν. δυσθέατα πήματα ‑

Ισ. ἐδείξατ' ἐκ φυγᾶς ἐμοί.

 980Αν. οὐδ' ἵκεθ' ὡς κατέκτανεν.

Ισ. σωθεὶς δὲ πνεῦμ' ἀπώλεσεν.

Αν. ὤλεσε δῆθ' ‹ὅδε› ‑ Ισ. καὶ τὸν ἐνόσφισεν.

Αν. ὀλοὰ λέγειν. Ισ. ὀλοὰ δ' ὁρᾶν.

Αν. †δύστονα κήδε' ὁμώνυμα.

 985Ισ. δίυγρα τριπάλτων πημάτων. †

Χο. ἰὼ Μοῖρα βαρυδότειρα μογερά,

πότνιά τ' Οἰδίπου σκιά·

μέλαιν' Ἐρινύς, ἦ μεγασθενής τις εἶ.

Αν. σὺ τοί νιν οἶσθα διαπερῶν,

 990Ισ. σὺ δ' οὐδὲν ὕστερος μαθών,

Αν. ἐπεὶ κατῆλθες ἐς πόλιν,

Ισ. δορός γε τῷδ' ἀντηρέτας.

Αν. τάλαν γένος, Ισ. τάλανα παθόν.

Αν. ἰὼ πόνος, Ισ. ἰὼ κακά,

 995Αν. δώμασι, Ισ. καὶ χθονί,

Αν. πρὸ πάντων δ' ἐμοί.

Ισ. καὶ τὸ πρόσω γ' ἐμοί.

Αν. ἰὼ ἰώ, δυστόνων κακῶν ἄναξ,

Ἐτεόκλεις ἀρχαγέτα

.     .     .     .     .     .

1000Ισ. ἰώ, πάντων πολυπονωτάτω.

Αν. ἰώ, δαιμονῶντ' ἐν ἄτᾳ.

Ισ. ἰώ, ποῦ σφε θήσομεν χθονός;

Αν. ἰώ, ὅπου τιμιώτατον.

Ισ. ἰὼ ἰώ, πῆμα πατρὶ πάρευνον.

1005[ΚΗΡΥΞ

δοκοῦντα καὶ δόξαντ' ἀπαγγέλλειν με χρὴ

δήμου προβούλοις τῆσδε Καδμείας πόλεως·

Ἐτεοκλέα μὲν τόνδ' ἐπ' εὐνοίᾳ χθονὸς

θάπτειν ἔδοξε γῆς φίλαις κατασκαφαῖς·

στέγων γὰρ ἐχθροὺς θάνατον εἵλετ' ἐν πόλει,

1010ἱερῶν πατρῴων δ' ὅσιος ὢν μομφῆς ἄτερ

τέθνηκεν οὗπερ τοῖς νέοις θνῄσκειν καλόν.

οὕτω μὲν ἀμφὶ τοῦδ' ἐπέσταλται λέγειν·

τούτου δ' ἀδελφὸν τόνδε Πολυνείκους νεκρὸν

ἔξω βαλεῖν ἄθαπτον, ἁρπαγὴν κυσίν,

1015ὡς ὄντ' ἀναστατῆρα Καδμείων χθονός,

εἰ μὴ θεῶν τις ἐμποδὼν ἔστη δορὶ

τῷ τοῦδ'. ἄγος δὲ καὶ θανὼν κεκτήσεται

θεῶν πατρῴων, οὓς ἀτιμάσας ὅδε

στράτευμ' ἐπακτὸν ἐμβαλὼν ᾕρει πόλιν.

1020οὕτω πετηνῶν τόνδ' ὑπ' οἰωνῶν δοκεῖ

ταφέντ' ἀτίμως τοὐπιτίμιον λαβεῖν,

καὶ μήθ' ὁμαρτεῖν τυμβοχόα χειρώματα

μήτ' ὀξυμόλποις προσσέβειν οἰμώγμασιν,

ἄτιμον εἶναι δ' ἐκφορᾶς φίλων ὕπο.

1025τοιαῦτ' ἔδοξε τῷδε Καδμείων τέλει.

Αν. ἐγὼ δὲ Καδμείων γε προστάταις λέγω·

ἢν μή τις ἄλλος τόνδε συνθάπτειν θέλῃ,

ἐγώ σφε θάψω κἀνὰ κίνδυνον βαλῶ

θάψασ' ἀδελφὸν τὸν ἐμόν, οὐδ' αἰσχύνομαι

1030ἔχουσ' ἄπιστον τήνδ' ἀναρχίαν πόλει.

δεινὸν τὸ κοινὸν σπλάγχνον οὗ πεφύκαμεν,

μητρὸς ταλαίνης κἀπὸ δυστήνου πατρός.

τοιγὰρ θέλουσ' ἄκοντι κοινώνει κακῶν,

ψυχή, θανόντι ζῶσα συγγόνῳ φρενί.

1035τούτου δὲ σάρκας  .  .  .  .  .  .

.  .  .  .  .  οὐδὲ κοιλογάστορες

λύκοι πάσονται· μὴ δοκησάτω τινί.

τάφον γὰρ αὐτὴ καὶ κατασκαφὰς ἐγώ,

γυνή περ οὖσα, τῷδε μηχανήσομαι,

κόλπῳ φέρουσα βυσσίνου πεπλώματος,

1040καὐτὴ καλύψω· μηδέ τῳ δόξῃ πάλιν.

θάρσει παρέσται μηχανὴ δραστήριος.

Κη. αὐδῶ πόλιν σε μὴ βιάζεσθαι τάδε.

Αν. αὐδῶ σε μὴ περισσὰ κηρύσσειν ἐμοί.

Κη. τραχύς γε μέντοι δῆμος ἐκφυγὼν κακά.

1045Αν. τράχυν'· ἄθαπτος δ' οὗτος οὐ γενήσεται.

Κη. ἀλλ' ὃν πόλις στυγεῖ, σὺ τιμήσεις τάφῳ;

Αν. †ἤδη τὰ τοῦδ' οὐ διατετίμηται θεοῖς.

Κη. οὔ, πρίν γε χώραν τήνδε κινδύνῳ βαλεῖν.

Αν. παθὼν κακῶς κακοῖσιν ἀντημείβετο.

1050Κη. ἀλλ' εἰς ἅπαντας ἀνθ' ἑνὸς τόδ' ἔργον ἦν.

Αν. .     .     .     .     .     .     .     .

Κη. Ἔρις περαίνει μῦθον ὑστάτη θεῶν.

Αν. ἐγὼ δὲ θάψω τόνδε· μὴ μακρηγόρει.

Κη. ἀλλ' αὐτόβουλος ἴσθ', ἀπεννέπω δ' ἐγώ.

Χο. φεῦ φεῦ.

ὦ μεγάλαυχοι καὶ φθερσιγενεῖς

1055Κῆρες Ἐρινύες, αἵτ' Οἰδιπόδα

γένος ὠλέσατε πρυμνόθεν οὕτως,

τί πάθω; τί δὲ δρῶ; τί δὲ μήσωμαι;

πῶς τολμήσω μήτε σε κλαίειν

μήτε προπέμπειν ἐπὶ τύμβῳ;

1060ἀλλὰ φοβοῦμαι κἀποτρέπομαι

δεῖμα πολιτῶν.

σύ γε μὴν πολλῶν πενθητήρων

τεύξῃ· κεῖνος δ' ὁ τάλας ἄγοος

μονόκλαυτον ἔχων θρῆνον ἀδελφῆς

1065εἶσιν· τίς ἂν οὖν τὰ πίθοιτο;

Ημ. δράτω ‹τι› πόλις καὶ μὴ δράτω

τοὺς κλαίοντας Πολυνείκη.

ἡμεῖς γὰρ ἴμεν καὶ συνθάψομεν

αἵδε προπομποί. καὶ γὰρ γενεᾷ

1070κοινὸν τόδ' ἄχος, καὶ πόλις ἄλλως

ἄλλοτ' ἐπαινεῖ τὰ δίκαια.

Ημ. ἡμεῖς δ' ἅμα τῷδ', ὥσπερ τε πόλις

καὶ τὸ δίκαιον ξυνεπαινεῖ.

μετὰ γὰρ μάκαρας καὶ Διὸς ἰσχὺν

1075ὅδε Καδμείων ἤρυξε πόλιν

μὴ 'νατραπῆναι μηδ' ἀλλοδαπῶν

κύματι φωτῶν

κατακλυσθῆναι τὰ μάλιστα.]