- Ὣς φαμένη πατρῷον ἐδύσατο φοίνιον ὕδωρ
Νηιὰς ὑδατόεσσα διάβροχος αἵματι Νύμφη.
αὐτὰρ ὁ βάρβαρα φῦλα παρ' ᾐόνας ἄορι τύπτων
εἰς προχοὰς ἔτρεψε· διωκόμενοι δὲ σιδήρῳ
δυσμενέες κτείνοντο φόβῳ στείνοντες Ὑδάσπην.
καὶ πολὺς ἐν ῥοθίοισι πόδας καὶ χεῖρας ἑλίσσων
νηχομένους μιμεῖτο, καὶ ἤθελε πότμον ἀλύξαι
χερσὶν ἀπειρήτοις ποταμήια χεύματα τέμνων·
ἀλλὰ ῥόῳ κεκάλυπτο· καὶ ὕδασιν ἄλλος ἐπ' ἄλλῳ
ἔγκυος οἰδαίνων διερῷ τυμβεύετο πότμῳ.
- οὐδ' ἐπὶ δὴν παρὰ θῖνα φερεσσακέος ποταμοῖο
πληθύι τοσσατίῃ φονίων κυκλούμενος Ἰνδῶν
Αἰακὸς εἰσέτι μίμνεν, ἐπεὶ μογέοντι παρέστη
Ἰνδοφόνος Διόνυσος ἀκαχμένα θύρσα τινάσσων.
ἔνθα πολὺν στρατὸν ἄλλον ἀφειδέι δούρατι νύσσων
Αἰακὸς ἐπρήνιξεν· ἐμαίνετο δ' οἷά περ Ἄρης,
σύνδρομος εὐθώρηκι κασιγνήτῳ Διονύσῳ.
- καὶ διερῇ Διόνυσος ὁμίλεε σύζυγι χάρμῃ
ὑγρὸν ἐπ' ἀντιβίοισι φέρων μόρον. εἰ δέ τις ἀνὴρ
νήχετο δαιδαλέης ὑπὲρ ἀσπίδος οἴδματα τέμνων,
νηχομένου κεράιξε μετάφρενον· εἰ δέ τις Ἰνδῶν
ἡμιφανὴς πολέμιζεν ἐπ' ἰλύι ταρσὸν ἐρείσας,
θύρσῳ στῆθος ἔτυψεν ἢ αὐχένα, κύματα τέμνων,
δυόμενος· βυθίων γὰρ ἐπίστατο κόλπον ἐναύλων,
ἐξ ὅτε μιν φεύγοντα μόθον δασπλῆτα Λυκούργου
δώματι κυμαίνοντι γέρων ὑπεδέξατο Νηρεύς.
πολλοὶ δ' ἔνθα καὶ ἔνθα περικλείοντο ῥεέθρῳ,
υἷα Διὸς τρομέοντες ἐρίδρομον, ὧν ὁ μὲν αὐτῶν
ὄρθιος ἰλυόεντι πόδας σφηκώσατο πηλῷ,
αὐτοπαγὴς δ' ἀτίνακτος ἀπ' ἰξύος ἄχρι καρήνου
ἡμιφανὴς ἀνέτελλε καλυπτόμενος πτύχα μηροῦ·
καὶ Βρομίῳ πολέμιζεν ἐν ὕδασι μᾶλλον ἀρούρης
ἀμφοτέραις παλάμαις διδυμάονα δούρατα πάλλων·
καὶ τὸ μὲν αἰχμάζεσκεν ἐς ᾐόνας ὑψόσε πέμπων,
Αἰακὸν ἀντικέλευθον ἔχων σκοπόν, ἄλλο δὲ σείσας
ἔγχος ἀνουτήτοιο κατηκόντιζε Λυαίου.
καί τις ἐνεστήρικτο μέσον κενεῶνα καλύπτων,
ὃς δὲ φυγεῖν οὐχ εὗρε, τετυμμένος ὀξέι θύρσῳ,
ἴχνια πηλώεντι φέρων πεπεδημένα δεσμῷ,
ταρσὸν ἔχων ψαμάθοισι κατάσχετον· ἵστατο δ' ἄλλος
κνήμης λουομένης· ὁ δὲ γούνατος ἄκρα διαίνων
ὑγρὴν αἱμαλέοιο δι' ὕδατος εἶχεν ἐνυώ·
ἄλλος ἐνερρίζωτο δεδυκότος ἄχρι γενείου,
καὶ πόδας ᾐώρησε λελουμένον ὦμον ἀείρων,
φεύγων φρικτὰ ῥέεθρα καταΐσσοντα προσώπου·
ἄλλος ἐνὶ προχοῇσιν ὅλον δέμας ἐκ ποδὸς ἄκρου
ἄχρι μέσου στέρνοιο κατάρρυτος, ὃς δὲ διαίνων
ὤμους διχθαδίους, ὁ δὲ βόστρυχον ἄκρον ἐρεύσας
δέχνυτο κυματόεσσαν ἐπαΐσσουσαν ἀπειλήν.
εἰς βυθὸν ἄλλος ἔδυνε διάβροχα χείλεα σείων
ἀνδροφόνον παρὰ χεῦμα σεσηρότος ἀνθερεῶνος.
- καί τις ἑοὺς ἑτάρους δεδοκημένος Ἰνδὸς ἀγήνωρ
τοὺς μὲν κτεινομένους δολιχῷ δορί, τοὺς δὲ μαχαίρῃ,
ἄλλον ὀιστευθέντα χαραδρήεντι βελέμνῳ,
τὸν δὲ πολυπλέκτῳ δεδαϊγμένον ὀξέι θύρσῳ,
Θουρέι νεκρὸν ὅμιλον ἐδείκνυεν, ἀχνύμενος δὲ
τίλλε κόμην, φλογερῷ δὲ χόλου βακχεύετο πυρσῷ,
σφίγγων καρχαρόδοντι μεμυκότα χείλεα δεσμῷ·
καὶ ταχὺς αὐτοφόνον μιμούμενος Ἰνδὸν Ὀρόντην,
βάρβαρον αἷμα φέρων καὶ βάρβαρον ἦθος ἀέξων,
ἆορ ἑὸν γύμνωσεν, ἀπορρίψας δὲ χιτῶνα,
ἄρεος ἀρραγὲς ἕρκος, ἀλεξητῆρα βελέμνων,
καὶ ξίφος ἀπτοίητος ἑῷ κενεῶνι πελάσσας
ὑστατίην ταχύποτμος ἀγήνορα ῥήξατο φωνήν·
- γαστήρ, δέχνυσο τοῦτο φίλον ξίφος· αἰδέομαι γάρ,
μή τις ἐμὲ κτείνειεν ἀνάρσιος ἀπτόλεμος χείρ.
αὐτὸς ἐμῷ κενεῶνι θελήμονα χαλκὸν ἐλάσσω,
μή με πατὴρ μέμψαιτο δεδουπότα θήλεϊ θύρσῳ,
μὴ Σάτυρον, μὴ Βάκχον ἐμὸν καλέσειε φονῆα.
- ἔννεπε κυανέης κατὰ γαστέρος ἆορ ἐρείσας
τολμηραῖς παλάμῃσιν, ἅτε ξένον ἄνδρα δαΐζων,
καὶ θάνεν αὐτοδάικτος ἐν ἀντιβίοισι Μενοικεύς,
αἰδόμενος μετὰ δῆριν ἰδεῖν ἔτι Δηριαδῆα·
ὄμμασι δ' ἀκλαύτοισι θελήμονι κάτθανε πότμῳ,
καὶ μανίης ἀπάνευθεν ἐφαίνετο χάλκεος Αἴας.
- καὶ φόνος ἄσπετος ἦεν· ἀναινομένῳ δὲ ῥεέθρῳ
κτεινομένους ἐκάλυψε καὶ ἔπλετο τύμβος Ὑδάσπης.
καί τις ἔσω ποταμοῖο πανυστατίην χέε φωνήν·
- καὶ σύ, πάτερ, προχοῇσι πόθεν σέο τέκνα καλύπτεις;
πολλάκι Βάκτρον ἄρηα μετήιον, ἀλλὰ ῥεέθροις
οὔ ποτε Μῆδον ὅμιλον ἀπέκτανε Μῆδος Ἀράξης·
Περσικὸς Εὐφρήτης οὐκ ἔκρυφε γείτονα Πέρσην·
πολλάκι μοι παρὰ Ταῦρον ἔην μόθος, ἀλλ' ἐνὶ χάρμῃ
οὐ Κίλικάς ποτε Κύδνος ἑῷ τυμβεύσατο κόλπῳ·
οὐ Τάναϊς χιονῶδες ἄγων πετρούμενον ὕδωρ
γείτονι Σαυρομάτῃ θωρήσσεται, ἀλλὰ κορύσσων
Κόλχοις ἀντιβίοισι χαραδρήεσσαν ἐνυὼ
πολλάκι παχνήεντι κατεπρήνιξε βελέμνῳ.
Ἠριδανὸς πέλε σεῖο μακάρτερος, ὅττι ῥεέθροις
ἀλλοδαπὸν Φαέθοντα καὶ οὐκ ἔκρυψε πολίτην,
οὐ Γαλάτην ἐκάλυψε καὶ οὐ τάφος ἔπλετο Κελτῷ,
ἀλλὰ φίλοις ναέτῃσι ῥυηφενέων ἀπὸ δένδρων
Ἡλιάδων ἤλεκτρα φεραυγέα δῶρα κυλίνδει·
Ῥῆνος Ἴβηρ βρεφέεσσι κορύσσεται, ἀλλὰ δικάζων,
καὶ κρυφίην ὠδῖνα διαστίζων τοκετοῖο
κτείνει ξεῖνα γένεθλα· σὺ δὲ φθιμένων ναετήρων
κρύπτεις γνήσια τέκνα καὶ οὐ νόθον αἷμα καλύπτεις.
πῶς δύνασαι ποταμοῖσι μιγήμεναι ἠὲ καὶ αὐτῷ
Ὠκεανῷ γενέτῃ καὶ Τηθύι, σεῖο τεκούσῃ,
αἱμαλέαις λιβάδεσσι φόνου πλημμυρίδα σύρων;
ἅζεο, μὴ νεκύεσσι Ποσειδάωνα μιήνῃς.
σεῖο ῥόος Βρομίοιο κακώτερος, ὅττι με θύρσοις
οὐ κλονέει Διόνυσος, ὅσον κλονέεις με ῥεέθροις.
- ὣς εἰπὼν βαρύποτμος ἐδέχνυτο λοίσθιον ὕδωρ.
καὶ πλόος ἦν εὔοπλος· ἐκουφίζοντο δὲ λαοὶ
οἰδαλέοις μελέεσσιν· ἀποφθιμένου δὲ φορῆος
ἡμιφανὴς πλωτῆρι λόφῳ πορθμεύετο πήληξ
δυομένη κατὰ βαιόν· ἐφελκόμεναι δὲ ῥεέθροις
ἐκταδὸν ἐν ῥοθίοισιν ἅτε πρυμνήσια νηῶν
νηχομένους τελαμῶνας ἐναυτίλλοντο βοεῖαι,
στοιχάδες ἔνθα καὶ ἔνθα· βαρυνόμενον δὲ σιδήρῳ
εἰς βυθὸν ὑγροχίτωνα κατέσπασεν ἀνέρα θώρηξ.
- οὐδὲ μόθου Διόνυσος ἑοὺς ἀνέκοψε μαχητάς,
εἰ μὴ πάντας ἔπεφνεν ἑῷ ταμεσίχροϊ θύρσῳ,
καλλείψας ἕνα μοῦνον ὅλων κήρυκα θανόντων·
Θουρέα μοῦνον ἔλειπε θεουδέα μάρτυρα νίκης.
- Ἥρη δ' ὡς ἐνόησε δαϊκταμένων φόνον Ἰνδῶν,
οὐρανόθεν πεπότητο, δι' ὑψιπόρου δὲ κελεύθου
ἄστατος ἠνεμόεντι κατέγραφεν ἠέρα ταρσῷ.
Ἀντολίης δ' ἐπέβαινε, καὶ ὥπλισεν Ἰνδὸν Ὑδάσπην
φύλοπιν ὑδατόεσσαν ἀναστῆσαι Διονύσῳ.
- ἀλλ' ὅτε βαρβαρόφωνος Ἑώιος ὤκλασεν ἄρης,
δὴ τότε ναυτιλίης ἑτερότροπα μάγγανα τεύχων
χεύμασιν ἀκλύστοισι χορὸς πορθμεύετο Βάκχων.
καὶ θεὸς ἡγεμόνευε, δι' οἴδματος ἡνιοχεύων
ἅρμασι χερσαίοισι νόθον πλόον, ὑγροπόρων δὲ
πορδαλίων ἀδίαντος ὄνυξ ἐχάραξεν Ὑδάσπην·
καὶ στρατιαὶ πλόον εἶχον ἀκυμάντου ποταμοῖο,
ὧν ὁ μὲν Ἰνδῴην σχεδίην πολύδεσμον ἐρέσσων,
ἅμματι τεχνήεντι περίπλοκα δούρατα δήσας ...
ὃς δέ, κυβερνήσας διερὴν ἀκάτοιο πορείην,
ἐνδάπιον σκάφος εἶχε λινορραφέων ἁλιήων
ἁρπάξας· ἕτερος δὲ νόθῳ ναυτίλλετο θεσμῷ
καὶ ξύλον αὐτόπρεμνον ὁμοίιον ὁλκάδι τεύχων,
ἔκτοθι πηδαλίου, δίχα λαίφεος, ἐκτὸς ἐρετμῶν,
οὐ Βορέην καλέων νηοσσόον, ἰθυτενὲς δὲ
εἰς βυθίους κενεῶνας ὑποβρύχιον δόρυ πέμπων,
Ἄρεος ὑγροπόροιο δορυσσόος ἔπλεε ναύτης.
καὶ πλωτῆς ἀδίαντος ἐπ' ἀσπίδος οἴδματα τέμνων,
πεῖσμα φέρων τελαμῶνα, σακεσπάλον εἶχε πορείην,
ξείνην ναυτιλίην ψευδήμονι νηὶ χαράσσων.
- καὶ στρατὸς ἱππήων ῥόον ἔστιχε, καὶ πλόος ἵππων
ποσσὶν ἔην ῥαχίῃσιν ἀειρομένων ἐλατήρων·
καὶ τότε νηχομένου διερὸν δρόμον εὔποδος ἵππου
ἰξύι κουφίζοντος ὑπέρτερον ἡνιοχῆα
ὑψιφανὴς ἀνέτελλε δι' ὕδατος ἄβροχος αὐχήν.
- καὶ στρατὸς ἐγρεμόθων πρυλέων ἀκάτοιο χατίζων,
ἀσκοῖς οἰδαλέοισι χέων ποιητὸν ἀήτην,
δέρματι φυσαλέῳ διεμέτρεεν Ἰνδὸν Ὑδάσπην,
ἐνδομύχων δ' ἀνέμων ἐγκύμονες ἔπλεον ἀσκοί.
- αἰγείοις δὲ πόδεσσι διέτρεχε Παρράσιος Πὰν
ἄκρα γαληναίοιο διαστείχων ποταμοῖο·
καὶ Λύκος ἡνιόχευε θαλασσαίων δρόμον ἵππων
πατρῴην ἀδίαντον ἄγων τέθριππον ἀπήνην·
καὶ γνωτῷ περόωντι συνέστιχε Δαμναμενῆι
Σκέλμις ἀκυμάντοιο καθιππεύων ποταμοῖο.
ἄλλος ὑπὲρ νώτοιο θορὼν ὁμόφοιτον ἀέλλαις
εἰς πλόον ἡνιόχευε καλαύροπι ταῦρον ὁδίτην,
καὶ βοέοις ὀνύχεσσι κατέγραφεν ἄψοφον ὕδωρ·
Σιληνοὶ δὲ γέροντες ἐναυτίλλοντο †θαλάσσῃ
καὶ ποσὶ καὶ παλάμῃσιν ἐρετμώσαντες Ὑδάσπην.
- καὶ προχέων κρουνηδὸν ἀλεξήτειραν ἰωὴν
γνωτῷ κυματόεντι γέρων ἰάχησεν Ὑδάσπης,
μῦθον ἀπειλητῆρα χέων πολυπίδακι λαιμῷ·
- γνωτὲ πέπον, τέο μέχρι τεὸς ῥόος ἄψοφος ἕρπει;
οἴδματα σεῖο κόρυσσον ἐπιβρίζων Διονύσῳ,
ὄφρα κατακρύψωμεν ἐν ὕδασι πεζὸν ὁδίτην.
σοὶ καὶ ἐμοὶ πέλεν αἶσχος, ὅτε Βρομίοιο μαχηταὶ
ἀβρέκτοις ἐμὸν οἶδμα διασχίζουσι πεδίλοις.
Αἴολε, καὶ σὺ τέλεσσον ἐμοὶ χάριν, ἀντιβίοις δὲ
σοὺς προμάχους θώρηξον ἀελλήεντας ἀήτας
μαρναμένους Σατύροισιν, ὅτι στρατὸς ὑγρὸς ὁδίτης
ἅρμασι χερσαίοισι βατὸν ποίησεν Ὑδάσπην,
καὶ δρόμον ὑγρὸν ἔχουσιν ἐν ὕδασιν ἡνιοχῆες·
σοὺς ἀνέμους θώρηξον ἐμῷ πορθμῆι Λυαίῳ·
χεύμασι δ' ἑλκέσθω Σατύρων στόλος, ἡνιόχων δὲ
συρομένων προχοῇσιν ἐμὸς ῥόος ἅρμα δεχέσθω,
οἴδματι λυσσήεντι καλυπτομένων ἐλατήρων.
οὐ μὲν ἐγὼ νήποινον ἀήθεα πορθμὸν ἐάσσω·
σοὶ καὶ ἐμοὶ πέλεν αἶσχος, ὅταν Βρομίοιο μαχηταὶ
ἀτραπὸν ἡνιόχοισι καὶ ἀβρέκτοισιν ὁδίταις ‑
ὑγροπόρους δὲ λέοντας ἀιστώσω Διονύσου.
εἰπέ, πόθεν βατὸς ἔσκεν ἐμὸς ῥόος, ὑγροβαφὴς δὲ
Νηιὰς ἐν προχοῇσι πόθεν χρεμετισμὸν ἀκούει
καὶ ῥάχιν ἰχθυόεσσαν ὄνυξ ἵππειος ἀράσσει;
αἰδέομαι ποταμοῖσι μιγήμεναι, ὅττι γυναῖκες
ἡμέας ἀκλύστοισι διαστείβουσι πεδίλοις.
οὔ ποτε τολμήεντες ἐμὸν ῥόον ἔπλεον Ἰνδοὶ
ἅρμασιν ἠλιβάτοισι, καὶ οὐ πατρώιον ὕδωρ
Δηριάδης ἐχάραξεν ἑῷ περιμήκεϊ δίφρῳ,
ὑψιλόφων λοφιῇσιν ἐφεδρήσσων ἐλεφάντων.
- ὣς εἰπὼν ἐκόρυσσεν ἑὸν ῥόον· ἆλτο δὲ Βάκχῳ
αἰχμάζων ῥοθίοισιν· ἀελλήεσσα δὲ πολλὴ
μαρναμένων ὑδάτων διερὴ μυκήσατο σάλπιγξ·
καὶ ποταμὸς κελάρυζεν ἄγων ὑψούμενον ὕδωρ,
μαρνάμενος Σατύροισι· πολυφλοίσβῳ δὲ κυδοιμῷ
Βασσαρὶς ἁβροχίτων ἀπεσείσατο κύμβαλα χειρῶν
καὶ πόδας ἀμφελέλιζεν, ἐρεσσομένοιο δὲ ταρσοῦ
ξανθὰ πολυρραφέων ἀπεσείσατο δεσμὰ πεδίλων,
καὶ ῥόος ἠνεμόεις πεφορημένος ἄχρι καρήνου
Βάκχης νηχομένης ἑλικώδεας ἔκλυσε χαίτας·
ἄλλη βριθομένη διεροὺς ἀπεθήκατο πέπλους,
νεβρίδας οἰδαλέοισιν ἐπιτρέψασα ῥεέθροις,
καί οἱ ἐπὶ στέρνοισι κορυσσομένου ποταμοῖο
ὄγκος ἐρευθιόωντι μέλας ἐπεσύρετο μαζῷ·
καὶ Σάτυρος παλάμῃσιν ἐρετμώσας χυτὸν ὕδωρ
ἰκμαλέην ἐλέλιζε δι' ὕδατος ὄρθιον οὐρήν·
γηραλέοις δὲ πόδεσσι μεθυσφαλὲς ἴχνος ἐρέσσων
ἄστατος ὑδατόεντι Μάρων πεφορημένος ὁλκῷ
κύμασιν ἀσκὸν ἔλειπε βεβυσμένον ἡδέος οἴνου·
πυκνὰ δὲ σειομένη διδυμόζυγι σύνδρομος αὐλῷ
Πανιὰς ἀκροτάτοιο δι' ὕδατος ἔπλεε σύριγξ,
κύμασιν αὐτοέλικτος· ἁμιλλητῆρι δὲ παλμῷ
Σιληνοῦ λασίοιο κατ' αὐχένος ἔρρεε χαίτη.
- καὶ ποταμὸς κελάδησεν ἀφυσγετὸν οἴδματι σύρων,
ξανθὸν ὑπὲρ πεδίοιο χέων μετανάστιον ὕδωρ,
κικλήσκων Διόνυσον ἐς ὑδατόεσσαν ἐνυώ·
καὶ ῥόος ἐγρεκύδοιμος ἔχων ἀντίπνοον αὔρην
ἀγχινεφὴς ὑψοῦτο, διάβροχον ἠέρα ῥαίνων,
οἴδματι παφλάζοντι καταθρῴσκων Διονύσου.
οὐχ οὕτω Σιμόεντος Ἀρειμανὲς ἔβρεμεν ὕδωρ,
οὐχ οὕτω ῥόος ἔσκεν ἐγερσιμόθοιο Καμάνδρου
χεύματι κυματόεντι κατακλύζων Ἀχιλῆα,
ὡς τότε Βακχείην στρατιὴν ἐδίωξεν Ὑδάσπης.
καὶ ποταμῷ Διόνυσος ἀνήρυγε θυιάδα φωνήν·
- τί κλονέεις Διὸς υἷα, Διιπετές; ἢν ἐθελήσω,
τερσαίνει σέο χεῦμα πατὴρ ἐμός, ὑέτιος Ζεύς.
ἐκ νεφέων βλάστησας ἐμοῦ Κρονίδαο τοκῆος,
καὶ νεφεληγερέταο Διὸς βλάστημα διώκεις;
πατρὸς ἐμοῦ πεφύλαξο βέλος λοχίοιο κεραυνοῦ,
μὴ στεροπὴν Βρομίοιο γενέθλιον εἰς σὲ κορύσσῃ·
ἅζεο, μὴ βαρύγουνος, ὅπως Ἀσωπός, ἀκούσῃς.
σὴν προχοὴν πρήυνον, ἕως ἔτι μῆνιν ἐρύκω·
σὴν προχοὴν θήλυνον, ἕως ἔτι †μῆνιν ἐρύκω †
ὑδατόεις πυρόεντι κορύσσεαι· οὐ δύνασαι δὲ
τλήμεναι αἰθαλόεντος ἕνα σπινθῆρα κεραυνοῦ.
εἰ δὲ μέγα φρονέεις χάριν Ἀστρίδος, εἰ σέο νύμφη
ἔλλαχεν αἰθερίης Ὑπερίονος αἷμα γενέθλης,
Ἠελίου θρασὺν υἷα, πυρώδεος ἡνιοχῆος,
οὐρανὸν ἱππεύοντα πατὴρ ἐμὸς ἔφλεγε πυρσῷ,
καὶ νέκυν ἔστενε παῖδα πυρὸς ταμίης Ὑπερίων,
οὐδὲ χάριν Φαέθοντος ἐμῷ πολέμιζε τοκῆι,
οὐ πυρὶ πῦρ ἀνάειρε, καὶ εἰ πυρὸς ἡγεμονεύει.
εἰ χάριν ὑμετέρου μεγαλίζεαι Ὠκεανοῖο,
Ἠριδανὸν σκοπίαζε Διὸς πληγέντα βελέμνῳ,
ὑμέτερον πυρίκαυτον ἀδελφεόν· αἰνοπαθὴς δὲ
σὸς διερὸς προπάτωρ, μιτρούμενος ἄντυγι κόσμου,
χεύμασι τοσσατίοισι χέων γαιήοχον ὕδωρ,
υἱὸν ἴδε φλεχθέντα, καὶ οὐ πολέμιζεν Ὀλύμπῳ,
οὐ προχοαῖς ἐρίδαινε πυριγλώχινι κεραυνῷ.
ἀλλὰ τεῶν ὑδάτων ἔτι φείδεο, μηδὲ νοήσω
Ἠριδανῷ φλεχθέντι κεκαυμένον ἶσον Ὑδάσπην.
- ὣς φαμένῳ βαρύδουπος ἐχώσατο μᾶλλον Ὑδάσπης
κύμασι λαβροτέροισι χέων ὑψίδρομον ὕδωρ.
καί νύ κεν ἔκρυφε πᾶσαν ἀβακχεύτων στίχα Βάκχων,
εἰ μὴ Βάκχος ἄμυνεν, ἀπ' ἀγχιπόροιο δὲ λόχμης
πυρσοτόκον νάρθηκα βαλὼν ἀντώπιον Ἠοῦς
Ἠελίῳ θέρμηνεν· ἐριφλεγέος δὲ κορύμβου
αὐτογόνῳ σπινθῆρι λοχεύετο δουράτεον πῦρ·
καὶ προχοαῖς φλόγα ῥῖψεν· ἀπειλητῆρι δὲ δαλῷ
καιομένου ποταμοῖο ῥοαῖς ἐπεπάφλασαν ὄχθαι·
καὶ πολὺς ἠερόφοιτος ἑλίσσετο καπνὸς ἀλήτης
λωτοῦ καιομένοιο μαραινομένου τε κυπείρου·
καὶ θρύα πῦρ ἀμάθυνε· πολυστροφάλιγγι δὲ ῥιπῇ
καπνοῦ λιγνυόεντος ἕλιξ ἐμέθυσσεν ἀυτμὴ
ἠερίας ἁψῖδας, ὅλη δ' ἐμελαίνετο λόχμη
εὐόδμοις ἀνέμοισιν ἱμασσομένων δονακήων.
- καὶ σέλας εἰς βυθὸν εἷρπεν· ἐνεκρύπτοντο δὲ πηλῷ
ἰχθύες αἰθαλόεντες· ὑποβρυχίοιο δὲ πυρσοῦ
νηχομένῳ σπινθῆρι διάβροχος ἔζεεν ἰλὺς
ὑγρὸν ἀναπτομένη· βυθίων δ' ἄπο καπνὸς ἐναύλων
ἔμπυρος ὑδατόεντι διέσσυτο σύνδρομος ἀτμῷ.
Ὑδριάδων δὲ φάλαγγες ἀνάμπυκες ὠκέι ταρσῷ
γυμναὶ κυματόεντος ἀπεπλάζοντο μελάθρου·
καί τις ἀναινομένη φλογερὸν πατρώιον ὕδωρ
Νηιὰς ἀκρήδεμνος ἀήθεα δύσατο Γάγγην·
ἄλλη δ' Ἰνδὸν ἔναιεν ἐριβρεμέτην Ἀκεσίνην
ἀζαλέοις μελέεσσιν· ἀλωομένην δὲ Χοάσπης
ἄλλην οὐρεσίφοιτον ἀνάμπυκα Νηίδα Νύμφην
παρθενικὴν ἀπέδιλον ἐδέξατο, Περσίδι γείτων.
- Ὠκεανὸς δ' ἰάχησεν ἀπειλείων Διονύσῳ,
ὑδατόεν μύκημα χέων πολυπίδακι λαιμῷ,
καὶ ῥόον ἀενάων στομάτων κρουνηδὸν ἰάλλων
ἠιόνας κόσμοιο κατέκλυσε χεύμασι μύθων·
- ἥλικος Ὠκεανοῖο παρευνέτι, σύγχρονε κόσμου,
παντρόφε συμμιγέων ὑδάτων, αὐτόσπορε Τηθύς,
ἀρχαίη φιλότεκνε, τί ῥέξομεν; αἰθαλόεις γὰρ
εἰς ἐμὲ καὶ σέο τέκνα κορύσσεται ὑέτιος Ζεύς·
ἅρπαγα γὰρ νόθον ὄρνιν ἔχει Κρονίωνα φονῆα
Ἀσωπὸς γενετῆρα, καὶ υἱέα Βάκχον Ὑδάσπης.
ἀλλὰ Διὸς στεροπῇσιν ἄγων ἀντίξοον ὕδωρ
ἠέλιον πυρόεντα ῥόῳ σβεστῆρι καλύψω,
κρύψω δ' αἰθέρος ἄστρα· καὶ ἀθρήσει με Κρονίων
χεύματι μορμύροντι κατακλύζοντα Σελήνην·
Ἀρκτῴην δ' ὑπὸ πέζαν ἐμαῖς προχοῇσι λοέσσω
ἄξονος ἄκρα κάρηνα καὶ ἄβροχον ὁλκὸν Ἁμάξης·
καὶ βυθίης ἀρχαῖον ἐμῆς πλωτῆρα θαλάσσης
αἰθέριον Δελφῖνα πάλιν πλωτῆρα τελέσσω,
κρυπτόμενον πελάγεσσι· καὶ ἀστερόφοιτον ἐρύσσω
νόστιμον οὐρανόθεν μετανάστιον εἰς χθόνα Κελτῶν
Ἠριδανὸν πυρόεντα, καὶ ὑδατόεντα τελέσσω,
αἰθέρα γυμνώσας διεροῦ πυρός· ὑψιπόρους δὲ
Ἰχθύας ἀστερόεντας ἐμοὺς πάλιν εἰς ἅλα σύρω,
νηχομένους μετ' Ὄλυμπον ἐν ὕδασιν. ἔγρεο, Τηθύς,
ὕδασιν αἰθέρος ἄστρα καλύψομεν, ὄφρα νοήσω
Ταῦρον, ἀκυμάντοιο πάλαι πλωτῆρα θαλάσσης,
κύμασι λαβροτέροις πεφορημένον ὑγρὸν ὁδίτην,
Εὐρώπης μετὰ λέκτρον· ὀρινέσθω δὲ καὶ αὐτή,
δερκομένη κερόεσσαν ἐμὴν ταυρώπιδα μορφήν,
ταυροφυὴς κερόεσσα βοῶν ἐλάτειρα Σελήνη·
ἵξομαι ὑψικέλευθος ἐς οὐρανόν, ὄφρα νοήσω
ἰκμαλέον Κηφῆα καὶ ὑγροχίτωνα Βοώτην,
ὡς πάρος Ἐννοσίγαιος, ὅτε θρασὺς ἀμφὶ Κορίνθου
ὑγρὸς ἄρης ἀλάλαζεν ἐς ἀστερόεσσαν ἐνυώ·
κρύψω δ' ἔμπυρον Αἶγα, Διὸς τροφόν, ὑγροπόρῳ δὲ
ἅρμενον Ὑδροχοῆι χαρίζομαι ἄφθονον ὕδωρ.
Τηθύς, καὶ σύ, θάλασσα, κορύσσεο· ταυροφυῆ γὰρ
Ζεὺς νόθον υἷα λόχευσεν, ἵνα ξύμπαντας ὀλέσσῃ
καὶ ποταμοὺς καὶ φῶτας ἀμεμφέας· ἀμφότερον δὲ
Ἰνδοὺς θύρσος ἔπεφνε καὶ ἔφλεγε πυρσὸς Ὑδάσπην.
- ἔννεπε παφλάζων βαθυκύμονος οἴδματι φωνῆς.