Δηΐφοβος μὲν πρῶτος ἐυγλύπτῳ ἐπὶ βωμῷ
ἵστατο, τολμήεις, κεκορυθμένος, ὄβριμος ἥρως,
τοῖος ἐών, οἷός περ ἐπορνυμένῳ Μενελάῳ
περθομένων ἤντησεν ἑῶν προπάροιθε μελάθρων.
5ἵστατο δὲ προβιβῶντι πανείκελος· εὖ δ' ἐπὶ κόσμῳ
δόχμιος ἦν, μανίῃ δὲ κεκυφότα νῶτα συνέλκων
δριμὺ μένος ξυνάγειρεν· ἕλισσε δὲ φέγγος ὀπωπῆς,
οἷά τε δυσμενέων μερόπων πεφυλαγμένος ὁρμήν.
λαιῇ μὲν σάκος εὐρὺ προΐσχετο, δεξιτερῇ δὲ
10φάσγανον ὑψόσ' ἄειρεν· ἔμελλε δὲ μαινομένη χεὶρ
ἀνέρος ἀντιβίοιο κατὰ χροὸς ἆορ ἐλάσσαι·
ἀλλ' οὐ χαλκὸν ἔθηκε φύσις πειθήμονα λύσσῃ.
Κεκροπίδης δ' ἤστραπτε, νοήμονος ἄνθεμα Πειθοῦς,
Αἰσχίνης, λασίης δὲ συνείρυε κύκλα παρειῆς,
15οἷα πολυτροχάλοισιν ἀεθλεύων ἀγορῇσιν·
στείνετο γὰρ πυκινῇσι μεληδόσιν. ‑ Ἄγχι δ' ἐκείνου
ἦεν Ἀριστοτέλης, σοφίης πρόμος· ἱστάμενος δὲ
χεῖρε περιπλέγδην συνεέργαθεν· οὐδ' ἐνὶ χαλκῷ
ἀφθόγγῳ φρένας εἶχεν ἀεργέας, ἀλλ' ἔτι βουλὴν
20σκεπτομένῳ μὲν ἔικτο, συνιστάμεναι δὲ παρειαὶ
ἀνέρος ἀμφιέλισσαν ἐμαντεύοντο μενοινὴν
καὶ τροχαλαὶ σήμαινον ἀολλέα μῆτιν ὀπωπαί.
Καὶ Παιανιέων δημηγόρος ἔπρεπε σάλπιγξ,
ῥήτρης εὐκελάδοιο πατὴρ σοφός, ὁ πρὶν Ἀθήναις
25Πειθοῦς θελξινόοιο νοήμονα πυρσὸν ἀνάψας.
ἀλλ' οὐκ ἠρεμέων διεφαίνετο, πυκνὰ δὲ βουλὴν
ἐστρώφα, πυκινὴν γὰρ ἐείδετο μῆτιν ἑλίσσειν,
οἷα κατ' εὐόπλων τεθοωμένος Ἠμαθιήων.
ἦ τάχα κεν κοτέων τροχαλὴν ἐφθέγγετο φωνήν,
30ἄπνοον αὐδήεντα τιθεὶς τύπον· ἀλλά ἑ τέχνη
χαλκείης ἐπέδησεν ὑπὸ σφρηγῖδα σιωπῆς.
Ἵστατο δ' Εὐρίποιο φερώνυμος· ὡς δὲ δοκεύω,
λάθρῃ ὑπὸ κραδίην τραγικαῖς ὡμίλεε Μούσαις,
ἔργα σαοφροσύνης διανεύμενος· ἦν γὰρ ἰδέσθαι
35οἷά τέ που θυμέλῃσιν ἐν Ἀτθίσι θύρσα τινάσσων.
Δάφνῃ μὲν πλοκαμῖδα Παλαίφατος ἔπρεπε μάντις
στεψάμενος, δόκεεν δὲ χέειν μαντώδεα φωνήν.
Ἡσίοδος δ' Ἀσκραῖος ὀρειάσιν εἴδετο Μούσαις
φθεγγόμενος, χαλκὸν δὲ βιάζετο θυιάδι λύσσῃ,
40ἔνθεον ἱμείρων ἀνάγειν μέλος. ‑ Ἐγγύθι δ' αὐτοῦ
μαντιπόλος πάλιν ἄλλος ἔην Φοιβηίδι δάφνῃ
κοσμηθεὶς Πολύιδος· ἀπὸ στομάτων δὲ τινάξαι
ἤθελε μὲν κελάδημα. θεοπρόπον, ἀλλά ἑ τέχνη
δεσμῷ ἀφωνήτῳ κατερήτυεν. ‑ Οὐδὲ σὺ μολπῆς
45εὔνασας ἁβρὸν ἔρωτα, Σιμωνίδη, ἀλλ' ἔτι χορδῆς
ἱμείρεις, ἱερὴν δὲ λύρην οὐ χερσὶν ἀράσσεις.
ὤφελεν ὁ πλάσσας σε, Σιμωνίδη, ὤφελε χαλκῷ
συγκεράσαι μέλος ἡδύ· σὲ δ' ἂν καὶ χαλκὸς ἀναιδὴς
αἰδόμενος ῥυθμοῖσι λύρης ἀντήχεε μολπήν.
50 Ἦν μὲν Ἀναξιμένης νοερὸς σοφός, ἐν δὲ μενοινῇ
δαιμονίης ἐλέλιζε νοήματα ποικίλα βουλῆς.
Θεστορίδης δ' ἄρα μάντις ἐύσκοπος ἵστατο Κάλχας
οἷά τε θεσπίζων· ἐδόκει δ' ἔτι θέσφατα κεύθειν
ἢ στρατὸν οἰκτείρων Ἑλλήνιον, ἢ ἐνὶ θυμῷ
55δειμαίνων βασιλῆα πολυχρύσοιο Μυκήνης.
Δέρκεό μοι σκύμνον πτολιπόρθιον Αἰακιδάων,
Πύρρον Ἀχιλλείδην, ὅσον ἤθελε χερσὶν ἑλίσσειν
τεύχεα χαλκήεντα, τὰ μή νύ οἱ ὤπασε τέχνη·
γυμνὸν γάρ μιν ἔτευξεν· ὁ δ' ὑψόσε φαίνετο λεύσσων
60οἷά περ ἠνεμόεσσαν ἐς Ἴλιον ὄμμα τιταίνων.
Ἧστο δ' Ἀμυμώνη ῥοδοδάκτυλος· εἰς ὀπίσω μὲν
βόστρυχον ἀκρήδεμνον ἑῆς συνέεργεν ἐθείρης,
γυμνὸν δ' εἶχε μέτωπον· ἀναστέλλουσα δ' ὀπωπὰς
εἰνάλιον σκοπίαζε μελαγχαίτην παρακοίτην.
65 Ἐγγύθι δ' εὐρύστερνος ἐφαίνετο Κυανοχαίτης
γυμνὸς ἐών, πλόκαμον δὲ καθειμένον εἶχεν ἐθείρης,
καὶ διερὸν δελφῖνα προΐσχετο χειρὶ κομίζων
δῶρα πολυζήλοιο γάμων μνηστήρια κούρης.
Πιερικὴ δὲ μέλισσα, λιγύθροος ἕζετο Σαπφὼ
70Λεσβιὰς ἠρεμέουσα, μέλος δ' εὔυμνον ὑφαίνειν
σιγαλέαις δοκέεσκεν ἀναψαμένη φρένα Μούσαις.
Φοῖβος δ' εἱστήκει τριποδηλάλος· ἦν δ' ἄρα χαίτης
εἰς ὀπίσω σφίγξας ἄδετον πλόκον· ἀλλ' ἐνὶ χαλκῷ
γυμνὸς ἔην, ὅτι πᾶσιν ἀνειρομένοισιν Ἀπόλλων
75γυμνῶσαι δεδάηκεν ἀληθέα δήνεα Μοίρης
ἢ ὅτι πᾶσιν ὁμῶς ἀναφαίνεται· ἠέλιος γὰρ
Φοῖβος ἄναξ, καθαρὴν δὲ φέρει τηλέσκοπον αἴγλην.
Ἄγχι δὲ Κύπρις ἔλαμπεν, ἔλειβε δὲ νώροπι χαλκῷ
ἀγλαΐης ῥαθάμιγγας· ἀπὸ στέρνοιο δὲ γυμνὴ
80φαίνετο μέν, φᾶρος δὲ συνήγαγεν ἄντυγι μηρῶν,
χρυσείῃ πλοκαμῖδας ὑποσφίγξασα καλύπτρῃ.
Κλεινιάδην δὲ τέθηπα περιστίλβοντα νοήσας
ἀγλαΐῃ· χαλκῷ γὰρ ἀνέπλεκε κάλλεος αὐγὴν
τοῖος ἐὼν οἷός περ ἐν Ἀτθίδι, μητέρι μύθων,
85ἀνδράσι Κεκροπίδῃσι πολύφρονα μῆτιν ἀγείρων.
Χρύσης δ' αὖθ' ἱερεὺς πέλας ἵστατο, δεξιτερῇ μὲν
σκῆπτρον ἀνασχόμενος Φοιβήιον, ἐν δὲ καρήνῳ
στέμμα φέρων· μεγέθει δὲ κεκασμένος ἔπρεπε μορφῆς,
οἷά περ ἡρώων ἱερὸν γένος· ὡς δοκέω δέ,
90Ἀτρείδην ἱκέτευε· βαθὺς δέ οἱ ἤνθεε πώγων,
καὶ ταναῆς ἄπλεκτος ἐσύρετο βότρυς ἐθείρης.
Καῖσαρ δ' ἐγγὺς ἔλαμπεν Ἰούλιος, ὅς ποτε Ῥώμην
ἀντιβίων ἔστεψεν ἀμετρήτοισι βοείαις.
αἰγίδα μὲν βλοσυρῶπιν ἐπωμαδὸν ἦεν ἀείρων,
95δεξιτερῇ δὲ κεραυνὸν ἀγάλλετο χειρὶ κομίζων
οἷα Ζεὺς νέος ἄλλος ἐν Αὐσονίοισιν ἀκούων.
Εἱστήκει δὲ Πλάτων θεοείκελος, ὁ πρὶν Ἀθήναις
δείξας κρυπτὰ κέλευθα θεοκράντων ἀρετάων.
Ἄλλην δ' εὐπατέρειαν ἴδον χρυσῆν Ἀφροδίτην,
100γυμνὴν παμφανόωσαν· ἐπὶ στέρνων δὲ θεαίνης
αὐχένος ἐξ ὑπάτοιο χυθεὶς ἐλελίζετο κεστός.
Ἵστατο δ' Ἑρμαφρόδιτος ἐπήρατος, οὔθ' ὅλος ἀνὴρ
οὐδὲ γυνή· μικτὸν γὰρ ἔην βρέτας. ἦ τάχα κοῦρον
Κύπριδος εὐκόλποιο καὶ Ἑρμάωνος ἐνίψεις·
105μαζοὺς μὲν σφριγόωντας ἐδείκνυεν οἷά τε κούρη·
σχῆμα δὲ πᾶσιν ἔφαινε φυτοσπόρον ἄρσενος αἰδοῦς,
ξυνῆς ἀγλαΐης κεκερασμένα σήματα φαίνων.
Παρθενικὴ δ' Ἤριννα λιγύθροος ἕζετο κούρη,
οὐ μίτον ἀμφαφόωσα πολύπλοκον, ἀλλ' ἐνὶ σιγῇ
110Πιερικῆς ῥαθάμιγγας ἀποσταλάουσα μελίσσης.
Μήτε λίπῃς Τέρπανδρον ἐύθροον, οὗ τάχα φαίης
ἔμπνοον, οὐκ ἄφθογγον, ἰδεῖν βρέτας· ὡς γὰρ ὀίω,
κινυμέναις πραπίδεσσιν ἀνέπλεκε μύστιδα μολπήν,
ὥς ποτε δινήεντος ἐπ' Εὐρώταο ῥοάων
115μυστιπόλῳ φόρμιγγι κατεπρήυνεν ἀείδων
ἀγχεμάχων κακότητας Ἀμυκλαίων ναετήρων.
Ἠγασάμην δ' ὁρόων σε, Περίκλεες, ὅττι καὶ αὐτῷ
χαλκῷ ἀναυδήτῳ δημηγόρον ἦθος ἀνάπτεις,
ὡς ἔτι Κεκροπίδῃσι θεμιστεύων πολιήταις
120ἢ μόθον ἐντύνων Πελοπήιον. ‑ Ἱστάμενος δὲ
ἔπρεπε Πυθαγόρης, Σάμιος σοφός, ἀλλ' ἐν Ὀλύμπῳ
ἐνδιάειν ἐδόκευε, φύσιν δ' ἐβιάζετο χαλκοῦ
πλημύρων νοερῇσι μεληδόσιν· ὡς γὰρ ὀίω,
οὐρανὸν ἀχράντοισιν ἐμέτρεε μοῦνον ὀπωπαῖς.
125 Στησίχορον δ' ἐνόησα λιγύθροον, ὅν ποτε γαῖα
Σικελίη μὲν ἔφερβε, λύρης δ' ἐδίδαξεν Ἀπόλλων
ἁρμονίην, ἔτι μητρὸς ἐνὶ σπλάγχνοισιν ἐόντα.
τοῦ γὰρ τικτομένοιο καὶ ἐς φάος ἄρτι μολόντος
ἔκποθεν ἠερόφοιτος ἐπὶ στομάτεσσιν ἀηδὼν
130λάθρῃ ἐφεζομένη λιγυρὴν ἀνεβάλλετο μολπήν.
Χαῖρέ μοι Ἀβδήρων, Δημόκριτε, κῦδος ἀρούρης,
ὅττι σὺ καλλιτόκοιο φυῆς ἐφράσσαο θεσμούς,
λεπτὰ διακρίνων πολυΐδμονος ὄργια Μούσης,
αἰεὶ δὲ σφαλερὰς ἐγέλας βιότοιο κελεύθους
135εὖ εἰδώς, ὅτι πάντα γέρων παραμείβεται Αἰών.
Ἡρακλέης δ' ἀνίουλον ἐδείκνυε κύκλον ὑπήνης,
μῆλα λεοντοφόνῳ παλάμῃ χρύσεια κομίζων,
γαίης ὄλβια δῶρα Λιβυστίδος. ‑ Ἐγγύθι δ' αὐτοῦ
Παλλάδος ἀρήτειρα παρίστατο, παρθένος Αὔγη,
140φᾶρος ἐπιστείλασα κατωμαδόν· οὐ γὰρ ἐθείρας
κρηδέμνῳ συνέεργεν· ἑὰς δ' ἀνετείνετο χεῖρας
οἷά τε κικλήσκουσα Διὸς γλαυκώπιδα κούρην
Ἀρκαδικῆς Τεγέης ὑπὸ δειράδος. ‑ Ἵλαθι, γαίης
Τρωιάδος βλάστημα σακεσπάλον, ἵλαθι, λάμπων
145Αἰνεία Τρώων βουληφόρε· σαῖς γὰρ ὀπωπαῖς
ἀγλαΐης πνείουσα σοφὴ περιλείβεται αἰδώς,
θέσκελον ἀγγέλλουσα γένος χρυσῆς Ἀφροδίτης.
Ἠγασάμην δὲ Κρέουσαν ἰδὼν πενθήμονι κόσμῳ,
σύγγαμον Αἰνείαο, κατάσκιον· ἀμφὶ γὰρ αὐταῖς
150ἀμφοτέραις κρήδεμνον ἐφελκύσσασα παρειαῖς,
πάντα πέριξ ἐκάλυψε ποδηνεκέι χρόα πέπλῳ,
οἷά τε μυρομένη· τὰ δὲ χάλκεα δάκρυα νύμφης
Ἄρεϊ δουρίκτητον ἐμαντεύοντο τιθήνην,
Ἴλιον Ἀργείοισιν ἐελμένον ἀσπιδιώταις.
155 Οὔθ' Ἕλενος κοτέων ἀπεπαύετο· πατρίδι νηλὴς
φαίνετο δινεύων ἔτι που χόλον. ἦν μὲν ἀείρων
δεξιτερῇ φιάλην ἐπιλοίβιον· ὡς δοκέω δέ,
ἐσθλὰ μὲν Ἀργείοις μαντεύετο, κὰδ δὲ τιθήνης
ἀθανάτοις ἠρᾶτο πανύστατα σήματα φαίνειν.
160 Ἀνδρομάχη δ' ἕστηκε, ῥοδόσφυρος Ἠετιώνη,
οὔτι γόον σταλάουσα πολύστονον· ὡς γὰρ ὀίω,
οὔπω ἐνὶ πτολέμῳ κορυθαίολος ἤριπεν Ἕκτωρ,
οὐδὲ φερεσσακέων ὑπερήνορες υἷες Ἀχαιῶν
Δαρδανίην ξύμπασαν ἐληίσσαντο τιθήνην.
165 Ἦν δ' ἐσιδεῖν Μενέλαον ἀρήιον, ἀλλ' ἐπὶ νίκῃ
γηθόσυνον· σχεδόθεν γὰρ ἐθάλπετο χάρματι πολλῷ
δερκόμενος ῥοδόπηχυν ὁμόφρονα Τυνδαρεώνην.
Ἠγασάμην δ' Ἑλένης ἐρατὸν τύπον, ὅττι καὶ αὐτῷ
χαλκῷ κόσμον ἔδωκε πανίμερον· ἀγλαΐη γὰρ
170ἔπνεε θερμὸν ἔρωτα καὶ ἀψύχῳ ἐνὶ τέχνῃ.
Πυκναῖς δὲ πραπίδεσσιν ἀγάλλετο δῖος Ὀδυσσεύς·
οὐ γὰρ ἔην ἀπάνευθε πολυστρέπτοιο μενοινῆς,
ἀλλ' ἔτι κόσμον ἔφαινε σοφῆς φρενός· ἦν δ' ἐνὶ θυμῷ
καγχαλόων· Τροίην γὰρ ἐγήθεε πᾶσαν ὀλέσσας
175ᾗσι δολοφροσύνῃσι. ‑ Σὺ δ' Ἕκτορος, ἔννεπε, μῆτερ,
τίς σε, πολυτλήμων Ἑκάβη, τίς δάκρυα λείβειν
ἀθανάτων ἐδίδαξεν ἀφωνήτῳ ἐνὶ κόσμῳ;
οὐδέ σε χαλκὸς ἔπαυσεν ὀιζύος, οὐδέ σε τέχνη
ἄπνοος οἰκτείρασα δυσαλθέος ἔσχεθε λύσσης,
180ἀλλ' ἔτι δάκρυ χέουσα παρίστασαι. ὡς δὲ δοκεύω,
οὐκέτι δυστήνου μόρον Ἕκτορος οὐδὲ ταλαίνης
Ἀνδρομάχης βαρὺ πένθος ὀδύρεαι, ἀλλὰ πεσοῦσαν
πατρίδα σήν· φᾶρος γὰρ ἐπικρεμὲς ἀμφὶ προσώπῳ
πήματα μὲν δείκνυσιν, ἀπαγγέλλουσι δὲ πέπλοι
185πένθος ὑποβρύχιον κεχαλασμένοι ἄχρι πεδίλων·
ἄλγεϊ γὰρ πυμάτῳ δέδεσαι φρένα, κὰδ δὲ παρειῆς
δάκρυα μὲν σταλάεις· τὸ δὲ δάκρυον ἔσβεσε τέχνη
ἄπλετον ἀγγέλλουσα δυσαλθέος αὐχμὸν ἀνίης.
Κασάνδρην δ' ἐνόησα θεοπρόπον, ἀλλ' ἐνὶ σιγῇ
190μεμφομένη γενετῆρα σοφῆς ἀνεπίμπλατο λύσσης
οἷά τε θεσπίζουσα πανύστατα πήματα πάτρης.
Πύρρος δ' ἄλλος ἔην πτολιπόρθιος, οὐκ ἐπὶ χαίτης
ἱππόκομον τρυφάλειαν ἔχων, οὐκ ἔγχος ἑλίσσων·
ἀλλ' ἄρα γυμνὸς ἔλαμπε καὶ ἄχνοον εἶχεν ὑπήνην·
195δεξιτερὴν δ' ἀνέτεινεν ἑὴν ἐπιμάρτυρα νίκης,
λοξὰ Πολυξείνην βαρυδάκρυον ὄμμασι λεύσσων.
Εἰπέ, Πολυξείνη δυσπάρθενε, τίς τοι ἀνάγκη
χαλκῷ ἐν ἀφθόγγῳ κεκρυμμένα δάκρυα λείβειν;
πῶς δὲ τεῷ κρήδεμνον ἐπειρύσσασα προσώπῳ
200ἵστασαι, αἰδομένῃ μὲν ἀλίγκιος, ἀλλ' ἐνὶ θυμῷ
πένθος ἔχεις; μὴ δή σε, τεὸν πτολίεθρον ὀλέσσας,
ληίδα Πύρρος ἔχει Φθιώτιος, οὐδέ σε μορφὴ
ῥύσατο τοξεύσασα Νεοπτολέμοιο μενοινήν,
ἥ ποτε θηρεύσασα τεοῦ γενετῆρα φονῆος
205εἰς λίνον αὐτοκέλευστον ἀελπέος ἦγεν ὀλέθρου;
ναὶ μὰ τὸν ἐν χαλκῷ νοερὸν τύπον, εἴ νύ σε τοίην
ἔδρακε Πύρρος ἄναξ, τάχα κεν ξυνήονα λέκτρων
ἤγετο, πατρῴης προλιπὼν μνημήια μοίρης.
Ἠγασάμην δ' Αἴαντα, τὸν ὀβριμόθυμος Ὀιλεὺς
210Λοκρίδος ἐσπέρμηνε πελώριον ἕρκος ἀρούρης.
φαίνετο μὲν νεότητι κεκασμένος· οὐδὲ γὰρ ἦεν
ἄνθεϊ λαχνήεντι γενειάδος ἄκρα χαράξας·
γυμνὸν δ' εἶχεν ἅπαν στιβαρὸν δέμας· ἠνορέῃ δὲ
βεβριθὼς ἐλέλιζε μαχήμονος οἶστρον Ἐνυοῦς.
215 Οἰνώνη δὲ χόλῳ φρένας ἔζεεν, ἔζεε πικρῷ
ζήλῳ θυμὸν ἔδουσα, Πάριν δ' ἐδόκευε λαθοῦσα
ὄμματι μαινομένῳ· κρυφίην δ' ἤγγειλεν ἀπειλήν,
δεξιτερῇ βαρύποτμον ἀναινομένη παρακοίτην.
Αἰδομένῳ μὲν ἔοικεν ὁ βουκόλος, εἶχε δ' ὀπωπὴν
220πλαζομένην ἑτέρωσε δυσίμερος· αἴδετο γάρ που
Οἰνώνην βαρύδακρυν ἰδεῖν, Κεβρηνίδα νύμφην.
Αὐαλέῳ δὲ Δάρης ἐζώννυτο χεῖρας ἱμάντι,
πυγμαχίης κήρυκα φέρων χόλον· ἠνορέης δὲ
ἔπνεε θερμὸν ἄημα πολυστρέπτοισιν ὀπωπαῖς.
225 Ἔντελλος δὲ Δάρητος ἐναντίον ὄμμα τιταίνων
γυιοτόρους μύρμηκας ἐμαίνετο χερσὶν ἑλίσσων·
πυγμαχίης δ' ὤδινε φόνου διψῶσαν ἀπειλήν.
Ἦν δὲ παλαισμοσύνην δεδαημένος ὄβριμος ἀνήρ·
εἰ δὲ Φίλων ἤκουε πελώριος, εἴτε Φιλάμμων,
230εἴτε Μίλων, Σικελῆς ἔρυμα χθονός, οἶδεν Ἀπόλλων·
οὐ γὰρ ἐγὼ δεδάηκα διακρῖναι καὶ ἀεῖσαι
οὔνομα θαρσαλέου κλυτὸν ἀνέρος· ἀλλὰ καὶ ἔμπης
ἔπνεεν ἠνορέης· λάσιος δέ οἱ εἵλκετο πώγων
καὶ φόβον ἠκόντιζον ἀεθλητῆρα παρειαὶ
235καὶ κεφαλῆς ἔφρισσον ἐθειράδες· ἀμφὶ δὲ πυκνοῖς
μυῶνες μελέεσσιν ἀνοιδαίνοντο ταθέντες
τρηχαλέοι· δοιοὶ δέ, συνισταμένων παλαμάων,
εὐρέες ἐσφήκωντο βραχίονες, ἠύτε πέτραι,
καὶ παχὺς ἀλκήεντι τένων ἐπανίστατο νώτῳ,
240αὐχένος εὐγνάμπτοιο περὶ πλατὺν αὐλὸν ἀνέρπων.
Δέρκεό μοι Χαρίδημον, ὃς Ἀτθίδος ἡγεμονεύων
Κεκροπίδην στρατὸν εἶχεν ἑῇς πειθήμονα βουλῇς.
Ἦ κεν ἰδὼν ἀγάσαιο Μελάμποδα· μαντιπόλου μὲν
ἱερὸν εἶδος ἔφαινεν· ἔοικε δὲ θέσπιδος ὀμφῆς
245σιγηλοῖς στομάτεσσι θεοπρόπον ἄσθμα τιταίνειν.
Πάνθοος ἦν Τρώων βουληφόρος, ἀλλ' ἔτι δεινὴν
οὔπω μῆτιν ἔπαυσε κατ' Ἀργείων στρατιάων.
Δημογέρων δὲ νόημα πολύπλοκον εἶχε Θυμοίτης,
ἀμφασίης πελάγεσσιν ἐελμένος· ἦ γὰρ ἐῴκει
250σκεπτομένῳ τινὰ μῆτιν ἔτι Τρώεσσιν ὑφαίνειν.
Λάμπων δ' ἀχνυμένῳ ἐναλίγκιος ἦεν ἰδέσθαι·
οὐ γὰρ ἔτι φρεσὶν εἶχε κυλινδομένοιο κυδοιμοῦ
τειρομένοις Τρώεσσι τεκεῖν παιήονα βουλήν.
Εἱστήκει Κλυτίος μὲν ἀμήχανος· εἶχε δὲ δοιὰς
255χεῖρας ὁμοπλεκέας, κρυφίης κήρυκας ἀνίης.
Χαῖρε, φάος ῥήτρης, Ἰσόκρατες, ὅττι σὺ χαλκῷ
κόσμον ἄγεις· δοκέεις γὰρ ἐπίφρονα μήδεα φαίνειν,
εἰ καὶ ἀφωνήτῳ σε πόνῳ χαλκεύσατο τέχνη.
Ἔστενε δ' Ἀμφιάρηος ἔχων περιλαμπέα χαίτην
260στέμματι δαφναίῳ· κρυφίην δ' ἐλέλιζεν ἀνίην
θεσπίζων, ὅτι πᾶσι βοόκτιτος ἐν δρυσὶ Θήβη
ἀνδράσιν Ἀργείοισιν ὑπότροπον ἦμαρ ὀλέσσει.
Ἀγλαὸς εἱστήκει χρησμηγόρος, ὅντινά φασιν
μαντιπόλου γενετῆρα θεοφραδέος Πολυΐδου·
265εὐπετάλῳ δὲ κόμας ἐστεμμένος ἔπρεπε δάφνῃ.
Εἶδον ἀκερσεκόμην ἕκατον θεόν, εἶδον ἀοιδῆς
κοίρανον, ἀδμήτοισι κεκασμένον ἄνθεσι χαίτην·
εἶχε γὰρ ἀμφοτέροισι κόμης μεμερισμένον ὤμοις
βόστρυχον αὐτοέλικτον. ἕλισσε δὲ μάντιν ὀπωπήν,
270οἷά τε μαντοσύνῃ μεροπήια πήματα λύων.
Γυμνὸς δ' ὀβριμόθυμος ἔην Τελαμώνιος Αἴας,
μήπω πρῶτον ἴουλον ἔχων· ἐκέκαστο δὲ μορφῆς
ἄνθεσι πατρῴης· πλοκάμους δ' ἐσφίγγετο μίτρῃ.
οὐ γὰρ ἔην τρυφάλειαν ἔχων, οὐκ ἔγχος ἑλίσσων,
275οὐ σάκος ἑπταβόειον ἐπωμαδόν, ἀλλὰ τοκῆος
θαρσαλέην ἀνέφαινεν ἀγηνορίην Τελαμῶνος.
Ἵστατο Σαρπηδών, Λυκίων πρόμος· ἠνορέῃ μὲν
φρικτὸς ἔην, ἁπαλοῖς δὲ νεοτρεφέεσσιν ἰούλοις
οἴνοπος ἄκρα χάρασσε γενειάδος· ἀμφὶ δὲ χαίταις
280εἶχε κόρυν. γυμνὸς μὲν ἔην δέμας, ἀλλ' ἐνὶ μορφῇ
σπέρμα Διὸς σήμαινεν· ἀπ' ἀμφοτέρης γὰρ ὀπωπῆς
μαρμαρυγὴν ἀπέπεμπεν ἐλευθερίου γενετῆρος.
Καὶ τρίτος εὐχαίτης τριποδηλάλος ἦεν Ἀπόλλων,
καλὸς ἰδεῖν· πλόκαμος γὰρ ἕλιξ ἐπιδέδρομεν ὤμοις
285ἀμφοτέροις· ἐρατὴ δὲ θεοῦ διεφαίνετο μορφή,
χαλκῷ κόσμον ἄγουσα. θεὸς δ' ἐτίταινεν ὀπωπὴν
οἷά τε μαντιπόλοισιν ἐπὶ τριπόδεσσι δοκεύων.
Καὶ τριτάτην θάμβησα πάλιν χρυσῆν Ἀφροδίτην,
φάρεϊ κόλπον ἔχουσαν ἐπίσκιον· ἀμφὶ δὲ μαζοῖς
290κεστὸς ἕλιξ κεχάλαστο, χάρις δ' ἐνενήχετο κεστῷ.
Αἰχμητὴς δ' ἀνίουλος ἐλάμπετο δῖος Ἀχιλλεύς,
γυμνὸς ἐὼν σαγέων· ἐδόκευε μὲν ἔγχος ἑλίσσειν
δεξιτερῇ, σκαιῇ δὲ σάκος χάλκειον ἀείρειν,
σχήματι τεχνήεντι. μόθου δ' ἀπέπεμπεν ἀπειλὴν
295θάρσεϊ τολμήεντι τεθηγμένος· αἱ γὰρ ὀπωπαὶ
γνήσιον ἦθος ἔφαινον ἀρήιον Αἰακιδάων.
Ἦν δὲ καὶ Ἑρμείας χρυσόρραπις· ἱστάμενος δὲ
δεξιτερῇ πτερόεντος ἀνείρυε δεσμὰ πεδίλου,
εἰς ὁδὸν ἀίξαι λελιημένος· εἶχε γὰρ ἤδη
300δεξιὸν ὀκλάζοντα θοὸν πόδα, τῷ ἔπι λαιὴν
χεῖρα ταθεὶς ἀνέπεμπεν ἐς αἰθέρα κύκλον ὀπωπῆς
οἷά τε πατρὸς ἄνακτος ἐπιτρωπῶντος ἀκούων.
Καὶ νοερῆς ἄφθεγκτα Λατινίδος ὄργια Μούσης
ἅζετο παπταίνων Ἀπολήιος, ὅντινα μύστην
305Αὐσονὶς ἀρρήτου σοφίης ἐθρέψατο Σειρήν.
Φοίβου δ' οὐρεσίφοιτος ὁμόγνιος ἵστατο κούρη
Ἄρτεμις, ἀλλ' οὐ τόξον ἑκηβόλον οὐδὲ φαρέτρην
ἰοδόκην ἀνέχουσα κατωμαδόν· ἦν δ' ἐπὶ γούνων
παρθένιον λεγνωτὸν ἀναζωσθεῖσα χιτῶνα
310καὶ τριχὸς ἀκρήδεμνον ἀνιεμένη πλόκον αὔραις.
Ἔμφρονα χαλκὸν Ὅμηρος ἐδείκνυεν, οὔτε μενοινῆς
ἄμμορον οὔτε νόου κεχρημένον, ἀλλ' ἄρα μούνης
φωνῆς ἀμβροσίης, ἀνέφαινε δὲ θυιάδα τέχνην.
ἦ καὶ χαλκὸν ἔχευεν ὁμῆ θεὸς εἴδεϊ μορφῆς·
315οὐ γὰρ ἐγὼ κατὰ θυμὸν ὀίομαι, ὅττι μιν ἀνὴρ
ἐργοπόνος χάλκευσε παρ' ἐσχαρεῶνι θαάσσων·
ἀλλ' αὐτὴ πολύμητις ἀνέπλασε χερσὶν Ἀθήνη
εἶδος ἐπισταμένη, τόπερ ᾤκεεν· ἐν γὰρ Ὁμήρῳ
αὐτὴ ναιετάουσα σοφὴν ἐφθέγγετο μολπήν.
320σύννομος Ἀπόλλωνι, πατὴρ ἐμός, ἰσόθεος φώς,
ἵστατο θεῖος Ὅμηρος. ἔικτο μὲν ἀνδρὶ νοῆσαι
γηραλέῳ, τὸ δὲ γῆρας ἔην γλυκύ· τοῦτο γὰρ αὐτῷ
πλειοτέρην ἔσταζε χάριν· κεκέραστο δὲ κόσμῳ
αἰδοίῳ τε φίλῳ τε· σέβας δ' ἀπελάμπετο μορφῆς.
325αὐχένι μὲν κύπτοντι γέρων ἐπεσύρετο βότρυς
χαίτης, εἰς ὀπίσω πεφορημένος, ἀμφὶ δ' ἀκουὰς
πλαζόμενος κεχάλαστο· κάτω δ' εὐρύνετο πώγων
ἀμφιταθείς, μαλακὸς δὲ καὶ εὔτροχος· οὐδὲ γὰρ ἦεν
ὀξυτενής, ἀλλ' εὐρὺς ἐπέπτατο, κάλλος ὑφαίνων
330στήθεϊ γυμνωθέντι καὶ ἱμερόεντι προσώπῳ.
γυμνὸν δ' εἶχε μέτωπον· ἐπ' ἀπλοκάμῳ δὲ μετώπῳ
ἧστο σαοφροσύνη κουροτρόφος· ἀμφὶ δ' ἄρ' ὀφρῦς
ἀμφοτέρας προβλῆτας ἐύσκοπος ἔπλασε τέχνη,
οὔτι μάτην· φαέων γὰρ ἐρημάδες ἦσαν ὀπωπαί.
335ἀλλ' οὐκ ἦν ἀλαῷ ἐναλίγκιος ἀνδρὶ νοῆσαι·
ἕζετο γὰρ κενεοῖς χάρις ὄμμασιν· ὡς δὲ δοκεύω,
τέχνη τοῦτο τέλεσσεν, ὅπως πάντεσσι φανείη
φέγγος ὑπὸ κραδίην σοφίης ἄσβεστον ἀείρων.
δοιαὶ μὲν ποτὶ βαιὸν ἐκοιλαίνοντο παρειαὶ
340γήραϊ ῥικνήεντι κατάσχετοι· ἀλλ' ἐνὶ κείναις
αὐτογενής, Χαρίτεσσι συνέστιος, ἵζανεν Αἰδώς.
Πιερικὴ δὲ μέλισσα περὶ στόμα θεῖον ἀλᾶτο,
κηρίον ὠδίνουσα μελισταγές. ἀμφοτέρας δὲ
χεῖρας ἐπ' ἀλλήλῃσι τιθεὶς ἐπερείδετο ῥάβδῳ
345οἷά περ ἐν ζωοῖσιν· ἑὴν δ' ἔκλινεν ἀκουὴν
δεξιτερήν, δόκεεν δὲ καὶ Ἀπόλλωνος ἀκούειν
ἢ καὶ Πιερίδων τινὸς ἐγγύθεν. ἐν δ' ἄρα θυμῷ
σκεπτομένῳ μὲν ἔικτο· νόος δέ οἱ ἔνθα καὶ ἔνθα
ἐξ ἀδύτων πεφόρητο πολυστρέπτοιο μενοινῆς,
350Πιερικῆς Σειρῆνος ἀρήιον ἔργον ὑφαίνων.
Καὶ Σύριος σελάγιζε σαοφροσύνῃ Φερεκύδης
ἱστάμενος· σοφίης δὲ θεουδέα κέντρα νομεύων
οὐρανὸν ἐσκοπίαζε, μετάρσιον ὄμμα τιταίνων.
Καὶ σοφὸς Ἡράκλειτος ἔην, θεοείκελος ἀνήρ,
355ἔνθεον ἀρχαίης Ἐφέσου κλέος, ὅς ποτε μοῦνος
ἀνδρομέης ἔκλαιεν ἀνάλκιδος ἔργα γενέθλης.
Καὶ τύπος ἁβρὸς ἔλαμπεν ἀριστονόοιο Κρατίνου,
ὅς ποτε δημοβόροισι πολισσούχοισιν Ἰώνων
θυμοδακεῖς ἐθόωσεν ἀκοντιστῆρας ἰάμβους,
360κῶμον ἀεξήσας, φιλοπαίγμονος ἔργον ἀοιδῆς.
Εἱστήκει δὲ Μένανδρος, ὃς εὐπύργοισιν Ἀθήναις
ὁπλοτέρου κώμοιο σελασφόρος ἔπρεπεν ἀστήρ.
πολλάων γὰρ ἔρωτας ἀνέπλασε παρθενικάων
365ἅρπαγας οἰστρήεντας ἀεδνώτοιο κορείης
καὶ Χαρίτων θεράποντας ἐγείνατο παῖδας ἰάμβους,
μίξας σεμνὸν ἔρωτι μελίφρονος ἄνθος ἀοιδῆς.
Ἀμφιτρύων δ' ἤστραπτεν ἀπειρογάμῳ τρίχα δάφνῃ
στεψάμενος· πᾶσιν μὲν ἐύσκοπος εἴδετο μάντις·
ἀλλ' οὐ μάντις ἔην, Ταφίης δ' ἐπὶ σήματι νίκης
370στέμμα πολυστρέπτοισιν ἐφάρμενον εἶχεν ἐθείραις
Ἀλκμήνης μενέχαρμος ἀριστοτόκου παρακοίτης.
Θουκυδίδης δ' ἐλέλιζεν ἑὸν νόον· ἦν δὲ νοῆσαι
οἷά περ ἱστορίης δημηγόρον ἦθος ὑφαίνων·
δεξιτερὴν γὰρ ἀνέσχε μετάρσιον, ὡς πρὶν ἀείδων
375Σπάρτης πικρὸν Ἄρηα καὶ αὐτῶν Κεκροπιδάων
Ἑλλάδος ἀμητῆρα πολυθρέπτοιο τιθήνης.
Οὐδ' Ἁλικαρνησοῦ με παρέδραμε θέσπις ἀηδών,
Ἡρόδοτος πολύιδρις, ὃς ὠγυγίων κλέα φωτῶν,
ὅσσα περ ἠπείρων δυὰς ἤγαγεν, ὅσσα περ αἰὼν
380ἔδρακεν ἑρπύζων, ἐνάταις ἀνεθήκατο Μούσαις,
μίξας εὐεπίῃσιν Ἰωνίδος ἄνθεα φωνῆς.
Θήβης δ' ὠγυγίης Ἑλικώνιος ἵστατο κύκνος,
Πίνδαρος ἱμερόφωνος, ὃν ἀργυρότοξος Ἀπόλλων
ἔτρεφε Βοιωτοῖο παρὰ σκοπιὴν Ἑλικῶνος
385καὶ μέλος ἁρμονίης ἐδιδάξατο· τικτομένου γὰρ
ἑζόμεναι λιγυροῖσιν ἐπὶ στομάτεσσι μέλισσαι
κηρὸν ἀνεπλάσσαντο, σοφῆς ἐπιμάρτυρα μολπῆς.
Ξεινοφόων δ' ἤστραπτε, φεράσπιδος ἀστὸς Ἀθήνης,
ὃς πρὶν Ἀχαιμενίδαο μένος Κύροιο λιγαίνων
390εἵπετο φωνήεντι Πλατωνίδος ἤθεϊ Μούσης,
ἱστορίης φιλάεθλον ἀριστώδινος ὀπώρην
συγκεράσας ῥαθάμιγξι φιλαγρύπνοιο μελίσσης.
Ἵστατο δ' Ἀλκμάων κεκλημένος οὔνομα μάντις·
ἀλλ' οὐ μάντις ἔην ὁ βοώμενος οὐδ' ἐπὶ χαίτης
395δάφνης εἶχε κόρυμβον· ἐγὼ δ' Ἀλκμᾶνα δοκεύω,
ὃς πρὶν ἐυφθόγγοιο λύρης ἠσκήσατο τέχνην,
Δώριον εὐκελάδοισι μέλος χορδῇσιν ὑφαίνων.
Καὶ πρόμος εὐκαμάτων Πομπήιος Αὐσονιήων,
φαιδρὸν ἰσαυροφόνων κειμήλιον ἠνορεάων,
400στειβομένας ὑπὸ ποσσὶν Ἰσαυρίδας εἶχε μαχαίρας
σημαίνων, ὅτι δοῦλον ὑπὸ ζυγὸν αὐχένα Ταύρου
εἴρυσεν ἀρρήκτῳ πεπεδημένον ἅμματι Νίκης·
κεῖνος ἀνήρ, ὃς πᾶσιν ἔην φάος, ὃς βασιλῆος
ἠγαθέην ἐφύτευσεν Ἀναστασίοιο γενέθλην.
405τοῦτο δὲ πᾶσιν ἔδειξεν ἐμὸς σκηπτοῦχος ἀμύμων
δῃώσας σακέεσσιν Ἰσαυρίδος ἔθνεα γαίης.
Ἵστατο δ' ἄλλος Ὅμηρος, ὃν οὐ πρόμον εὐεπιάων
θέσκελον υἷα Μέλητος ἐυρρείοντος ὀίω,
ἀλλ' ὃν Θρηικίῃσι παρ' ᾐόσι γείνατο μήτηρ
410Μοιρὼ κυδαλίμη Βυζαντιάς, ἣν ἔτι παιδνὴν
ἔτρεφον εὐεπίης ἡρωίδος ἴδμονα Μοῦσαι·
κεῖνος γὰρ τραγικῆς πινυτὴν ἠσκήσατο τέχνην,
κοσμήσας ἐπέεσσιν ἑὴν Βυζαντίδα πάτρην.
Καὶ φίλος Αὐσονίοισι λιγύθροος ἔπρεπε κύκνος,
415πνείων εὐεπίης Βεργίλλιος, ὅν ποτε Ῥώμης
Θυβριὰς ἄλλον Ὅμηρον ἀνέτρεφε πάτριος ἠχώ.