- Ἀλλ' ὅτε δὴ πολλοὶ μὲν ἀπηνύσθησαν ἄεθλοι,
δὴ τότ' Ἀχιλλῆος μεγαλήτορος ἄμβροτα τεύχη
θῆκεν ἐνὶ μέσσοισι θεὰ Θέτις. Ἀμφὶ δὲ πάντῃ
δαίδαλα μαρμαίρεσκεν ὅσα σθένος Ἡφαίστοιο
ἀμφὶ σάκος ποίησε θρασύφρονος Αἰακίδαο.
- Πρῶτα μὲν εὖ ἤσκητο θεοκμήτῳ ἐπὶ ἔργῳ
οὐρανὸς ἠδ' αἰθήρ· γαίῃ δ' ἅμα κεῖτο θάλασσα.
Ἐν δ' ἄνεμοι νεφέλαι τε σελήνη τ' ἠέλιός τε
κεκριμέν' ἄλλυδις ἄλλα· τέτυκτο δὲ τείρεα πάντα
ὁππόσα δινήεντα κατ' οὐρανὸν ἀμφιφέρονται.
Τῶν δ' ἄρ' ὁμῶς ὑπένερθεν ἀπειρέσιος κέχυτ' ἀήρ·
ἐν τῷ δ' ὄρνιθες τανυχειλέες ἀμφεποτῶντο·
φαίης κε ζώοντας ἅμα πνοιῇσι φέρεσθαι.
Τηθὺς δ' ἀμφετέτυκτο καὶ Ὠκεανοῦ βαθὺ χεῦμα·
τῶν δ' ἄφαρ ἐξεχέοντο ῥοαὶ ποταμῶν ἀλεγεινῶν
κυκλόθεν ἄλλυδις ἄλλῃ ἑλισσομένων διὰ γαίης.
- Ἀμφὶ δ' ἄρ' εὖ ἤσκηντο κατ' οὔρεα μακρὰ λέοντες
σμερδαλέοι καὶ θῶες ἀναιδέες· ἐν δ' ἀλεγειναὶ
ἄρκτοι πορδάλιές τε· σύες δ' ἅμα τοῖσι πέλοντο
ὄβριμοι ἀλγινόεντας ὑπὸ βλοσυρῇσι γένυσσι
θήγοντες καναχηδὸν ἐυκτυπέοντας ὀδόντας.
Ἐν δ' ἀγρόται μετόπισθε κυνῶν μένος ἰθύνοντες,
ἄλλοι δ' αὖ λάεσσι καὶ αἰγανέῃσι θοῇσι
βάλλοντες πονέοντο καταντίον, ὡς ἐτεόν περ.
- Ἐν δ' ἄρα καὶ πόλεμοι φθισήνορες, ἐν δὲ κυδοιμοὶ
ἀργαλέοι ἐνέκειντο. Περικτείνοντο δὲ λαοὶ
μίγδα θοοῖς ἵπποισι· πέδον δ' ἅπαν αἵματι πολλῷ
δευομένῳ ἤικτο κατ' ἀσπίδος ἀκαμάτοιο.
Ἐν δὲ Φόβος καὶ Δεῖμος ἔσαν στονόεσσά τ' Ἐνυώ,
αἵματι λευγαλέῳ πεπαλαγμένοι ἅψεα πάντα·
ἐν δ' Ἔρις οὐλομένη καὶ Ἐριννύες ὀβριμόθυμοι,
ἣ μὲν ἐποτρύνουσα ποτὶ κλόνον ἄσχετον ἄνδρας
ἐλθέμεν, αἳ δ' ὀλοοῖο πυρὸς πνείουσαι ἀυτμήν.
Ἀμφὶ δὲ Κῆρες ἔθυνον ἀμείλιχοι, ἐν δ' ἄρα τῇσι
φοίτα λευγαλέου Θανάτου μένος· ἀμφὶ δ' ἄρ' αὐτῷ
Ὑσμῖναι ἐνέκειντο δυσηχέες, ὧν περὶ πάντων
ἐκ μελέων εἰς οὖδας ἀπέρρεεν αἷμα καὶ ἱδρώς.
Ἐν δ' ἄρα Γοργόνες ἔσκον ἀναιδέες· ἀμφὶ δ' ἄρά σφι
σμερδαλέοι πεπόνηντο περὶ πλοχμοῖσι δράκοντες
αἰνὸν λιχμώωντες. Ἀπειρέσιον δ' ἄρα θαῦμα
δαίδαλα κεῖνα πέλοντο μέγ' ἀνδράσι δεῖμα φέροντα,
οὕνεκ' ἔσαν ζωοῖσιν ἐοικότα κινυμένοισι.
- Καὶ τὰ μὲν ἂρ πολέμοιο τεράατα πάντα τέτυκτο·
εἰρήνης δ' ἀπάνευθεν ἔσαν περικαλλέα ἔργα.
Ἀμφὶ δὲ μυρία φῦλα πολυτλήτων ἀνθρώπων
ἄστεα καλὰ νέμοντο· Δίκη δ' ἐπεδέρκετο πάντα·
ἄλλοι δ' ἄλλ' ἐπὶ ἔργα χέρας φέρον· ἀμφὶ δ' ἀλωαὶ
καρποῖσι βρίθοντο· μέλαινα δὲ γαῖα τεθήλει.
Αἰπύτατον δ' ἐτέτυκτο θεοκμήτῳ ἐπὶ ἔργῳ
καὶ τρηχὺ ζαθέης Ἀρετῆς ὄρος· ἐν δὲ καὶ αὐτὴ
εἱστήκει φοίνικος ἐπεμβεβαυῖα κατ' ἄκρης
ὑψηλὴ ψαύουσα πρὸς οὐρανόν. Ἀμφὶ δὲ πάντῃ
ἀτραπιτοὶ θαμέεσσι διειργόμεναι σκολόπεσσιν
ἀνθρώπων ἀπέρυκον ἐὺν πάτον, οὕνεκα πολλοὶ
εἰσοπίσω χάζοντο τεθηπότες αἰπὰ κέλευθα,
παῦροι δ' ἱερὸν οἶμον ἀνήιον ἱδρώοντες.
- Ἐν δ' ἔσαν ἀμητῆρες ἀνὰ πλατὺν ὄγμον ἰόντες,
σπεύδοντες δρεπάνῃσι νεήκεσι, τῶν δ' ὑπὸ χερσὶν
ἤνυτο λήιον αὖον· ἐφεσπόμενοι δ' ἔσαν ἄλλοι
πολλοὶ ἀμαλλοδετῆρες· ἀέξετο δ' ἐς μέγα ἔργον.
Ἐν δὲ βόες ζεύγλῃσιν ὑπ' αὐχένας αἰὲν ἔχοντες,
οἳ μὲν ἀπήνας εἷλκον ἐυσταχύεσσιν ἀμάλλαις
βριθομένας, οἳ δ' αὖτις ἀροτρεύεσκον ἀρούρας,
τῶν δὲ πέδον μετόπισθε μελαίνετο· τοὶ δ' ἐφέποντο
αἰζηοὶ μετὰ τοῖσι βοοσσόα κέντρα φέροντες
χερσὶν ἀμοιβαδίῃς· ἀνεφαίνετο δ' ἄσπετον ἔργον.
- Ἐν δ' αὐλοὶ κιθάραι τε παρ' εἰλαπίνῃσι πέλοντο·
ἐν δὲ χοροὶ ἵσταντο νέων παρὰ ποσσὶ γυναικῶν·
αἳ δ' ἄρ' ἔσαν ζωῇσιν ἀλίγκια ποιπνύουσαι.
Ἄγχι δ' ἄρ' ὀρχηθμοῦ τε καὶ εὐφροσύνης ἐρατεινῆς
ἀφρὸν ἔτ' ἀμφὶ κόμῃσιν ἔχουσ' ἀνεδύετο πόντου
Κύπρις ἐυστέφανος (τὴν δ' Ἵμερος ἀμφεποτᾶτο),
μειδιόωσ' ἐρατεινὰ σὺν ἠυκόμοις Χαρίτεσσιν.
- Ἐν δ' ἄρ' ἔσαν Νηρῆος ὑπερθύμοιο θύγατρες
ἐξ ἁλὸς εὐρυπόροιο κασιγνήτην ἀνάγουσαι
ἐς γάμον Αἰακίδαο δαΐφρονος. Ἀμφὶ δὲ πάντες
ἀθάνατοι δαίνυντο μακρὴν ἀνὰ Πηλίου ἄκρην·
ἀμφὶ δ' ἄρ' ὑδρηλοί τε καὶ εὐθαλέες λειμῶνες
ἔσκον, ἀπειρεσίοισι κεκασμένοι ἄνθεσι ποίης,
ἄλσεά τε κρῆναί τε διειδέες ὕδατι καλῷ.
- Νῆες δὲ στονόεσσαι ὑπὲρ πόντοιο φέροντο,
αἳ μὲν ἄρ' ἐσσύμεναι ἐπικάρσιαι, αἳ δὲ κατ' ἰθὺ
νισόμεναι· περὶ δέ σφιν ἀέξετο κῦμ' ἀλεγεινὸν
ὀρνύμενον. Ναῦται δὲ τεθηπότες ἄλλοθεν ἄλλος
ἐσσυμένας φοβέοντο καταιγίδας, ὡς ἐτεόν περ,
λαίφεα λεύκ' ἐρύοντες, ἵν' ἐκ θανάτοιο φύγωσιν·
οἳ δ' ἕζοντ' ἐπ' ἐρετμὰ πονεύμενοι· ἀμφὶ δὲ νηυσὶ
πυκνὸν ἐρεσσομένῃσι μέλας λευκαίνετο πόντος.
- Τοῖς δ' ἐπὶ μειδιόων ‹ἐν› κήτεσιν εἰναλίοισιν
ἤσκητ' Ἐννοσίγαιος· ἀελλόποδες δέ μιν ἵπποι,
ὡς ἐτεόν, σπεύδοντες ὑπὲρ πόντοιο φέρεσκον
χρυσείῃ μάστιγι πεπληγότες· ἀμφὶ δὲ κῦμα
στόρνυτ' ἐπεσσυμένων, ὁμαλὴ δ' ἄρα πρόσθε γαλήνη
ἔπλετο. Τοὶ δ' ἑκάτερθεν ἀολλέες ἀμφὶς ἄνακτα
ἀγρόμενοι δελφῖνες ἀπειρέσιον κεχάροντο
σαίνοντες βασιλῆα· κατ' ἠερόεν δ' ἁλὸς οἶδμα
νηχομένοις εἴδοντο καὶ ἀργύρεοί περ ἐόντες.
- Ἄλλα δὲ μυρία κεῖτο κατ' ἀσπίδα τεχνηέντως
χερσὶν ὑπ' ἀθανάτῃς πυκινόφρονος Ἡφαίστοιο.
Πάντα δ' ἄρ' ἐστεφάνωτο βαθὺς ῥόος Ὠκεανοῖο,
οὕνεκ' ἔην ἔκτοσθε κατ' ἄντυγος, ᾗ ἔνι πᾶσα
ἀσπὶς ἐνεστήρικτο, δέδεντο δὲ δαίδαλα πάντα.
- Τῇ δ' ἄρα παρκατέκειτο κόρυς μέγα βεβριθυῖα·
Ζεὺς δέ οἱ ἀμφετέτυκτο μέγ' ἀσχαλόωντι ἐοικώς,
οὐρανῷ ἐμβεβαώς· περὶ δ' ἀθάνατοι πονέοντο
Τιτήνων ἐριδαινομένων Διὶ συμμογέοντες.
Τοὺς δ' ἤδη κρατερὸν πῦρ ἄμπεχεν· ἐκ δὲ κεραυνοὶ
ἄλληκτοι νιφάδεσσιν ἐοικότες ἐξεχέοντο
οὐρανόθεν· Ζηνὸς γὰρ ‹ἀ›άσπετον ὤρνυτο κάρτος·
οἳ δ' ἄρ' ἔτ' αἰθομένοισιν ἐοικότες ἀμπνείεσκον.
- Ἀμφὶ δὲ θώρηκος γύαλον παρεκέκλιτο πολλὸν
ἄρρηκτον βριαρόν τε, τὸ χάνδανε Πηλείωνα.
Κνημῖδες δ' ἤσκηντο πελώριαι· ἀμφὶ δ' ἐλαφραὶ
μούνῳ ἔσαν Ἀχιλῆι μάλα στιβαραί περ ἐοῦσαι.
Ἀγχόθι δ' ἄσχετον ἆορ ἄδην περιμαρμαίρεσκε
χρυσείῳ τελαμῶνι κεκασμένον ἀργυρέῳ τε
κουλεῷ, ᾧ ἔπι κώπη ἀρηρεμένη ἐλέφαντος
θεσπεσίοις τεύχεσσι μετέπρεπε παμφανόωσα.
Τοῖς δὲ παρεκ‹τε›τάνυστο κατὰ χθονὸς ὄβριμον ἔγχος,
Πηλιὰς ὑψικόμοισιν ἐειδομένη ἐλάτῃσι,
λύθρου ἔτι πνείουσα καὶ αἵματος Ἑκτορέοιο.
- Καὶ τότ' ἐν Ἀργείοισι Θέτις κυανοκρήδεμνος
θεσπέσιον φάτο μῦθον ἀκηχεμένη Ἀχιλῆος·
- "Νῦν μὲν δὴ κατ' ἀγῶνος ἀέθλια πάντα τελέσθη
ὅσσ' ἐπὶ παιδὶ θανόντι μέγ' ἀχνυμένη κατέθηκα.
Ἀλλ' ἴτω ὅς τ' ἐσάωσε νέκυν καὶ ἄριστος Ἀχαιῶν,
καί νύ κέ οἱ θηητὰ καὶ ἄμβροτα τεύχε' ἕσασθαι
δώσω, ἃ καὶ μακάρεσσι μέγ' εὔαδεν ἀθανάτοισιν."
- Ὣς φάτο· τοὶ δ' ἀνόρουσαν ἐριδμαίνοντ' ἐπέεσσιν
υἱὸς Λαέρταο καὶ ἀντιθέου Τελαμῶνος
Αἴας, ὃς μέγα πάντας ὑπείρεχεν ἐν Δαναοῖσιν,
ἀστὴρ ὣς ἀρίδηλος ἀν' οὐρανὸν αἰγλήεντα
Ἕσπερος, ὃς μέγα πᾶσι μετ' ἄστρασι παμφαίνῃσι·
τῷ εἰκὼς τεύχεσσι παρίστατο Πηλείδαο.
Ἤιτεε δ' Ἰδομενῆα κλυτὸν καὶ Νηλέος υἷα
ἠδ' ἄρα μητιόωντ' Ἀγαμέμνονα· τοὺς γὰρ ἐώλπει
ἴδμεναι ἀτρεκέως ἐρικυδέος ἔργα μόθοιο·
ὣς δ' αὕτως Ὀδυσεὺς κείνοις ἐπὶ πάγχυ πεποίθει·
οἳ γὰρ ἔσαν πινυτοὶ καὶ ἀμύμονες ἐν Δαναοῖσι.
Νέστωρ δ' Ἰδομενῆι καὶ Ἀτρέος υἱέι δίῳ
ἄμφω ἐελδομένοισιν ἔπος φάτο νόσφιν ἀπ' ἄλλων·
- "Ὦ φίλοι, ἦ μέγα πῆμα καὶ ἄσχετον ἤματι τῷδε
ἡμῖν συμφορέουσιν ἀκηδέες Οὐρανίωνες,
Αἴαντος μεγάλοιο περιφραδέος τ' Ὀδυσῆος
ἐσσυμένων ἐπὶ δῆριν ἀάσχετον ἀργαλέην τε.
Τῶν γάρ θ' ὁπποτέρῳ δώῃ θεὸς εὖχος ἀρέσθαι
γηθήσει κατὰ θυμόν· ὃ δ' αὖ μέγα πένθος ἀέξει
πάντας ἀτεμβόμενος Δαναούς, περὶ δ' ἔξοχα πάντων
ἡμέας· οὐδ' ἔτι κεῖνος ἐν ἡμῖν ὡς τὸ πάροιθε
στήσεται ἐν πολέμῳ. Μέγα δ' ἔσσεται ἄλγος Ἀχαιοῖς,
κείνων ἤν τινα δεινὸς ἕλῃ χόλος, οὕνεκα πάντων
ἡρώων προφέρουσιν, ὃ μὲν πολέμῳ, ὃ δὲ βουλῇ.
Ἀλλ' ἄγ' ἐμεῖο πίθεσθε, ἐπεί ῥα γεραίτερός εἰμι
λίην, οὐκ ὀλίγον περ· ἔχω δ' ἐπὶ γήραϊ πολλῷ
καὶ νόον, οὕνεκεν ἐσθλὰ καὶ ἄλγεα πολλὰ μόγησα.
Αἰεὶ δ' ἐν βουλῇσι γέρων πολύιδρις ἀμείνων
ὁπλοτέρου πέλει ἀνδρός, ἐπεὶ μάλα μυρία οἶδε.
Τοὔνεκα Τρωσὶν ἐφῶμεν ἐύφροσι τήνδε δικάσσαι
ἀντιθέῳ τ' Αἴαντι φιλοπτολέμῳ τ' Ὀδυσῆι,
ὅν τινα δήιοι ἄνδρες ὑποτρομέουσι μάλιστα
ἠδ' ὅ τις ἐξεσάωσε νέκυν Πηληιάδαο
ἐξ ὀλοοῦ πολέμοιο· δορύκτητοι γὰρ ἐν ἡμῖν
πολλοὶ Τρῶες ἔασι νεοδμήτῳ ὑπ' ἀνάγκῃ,
οἵ ῥα δίκην ἰθεῖαν ἐπὶ σφίσι ποιήσονται
οὔ τινι ἦρα φέροντες, ἐπεὶ μάλα πάντας Ἀχαιοὺς
ἶσον ἀπεχθαίρουσι κακῆς μεμνημένοι ἄτης."
- Ὣς φάμενον προσέειπεν ἐυμμελίης Ἀγαμέμνων·
- "Ὦ γέρον, ὡς οὔ τις πινυτώτερος ἄλλος ἐν ἡμῖν
σεῖο πέλει Δαναῶν, οὔτ' ἂρ νέος οὔτε παλαιός,
ὃς φῂς Ἀργείοισιν ἀνηλεγέως χαλεπῆναι
ἀνέρα ὅν τινα τῶνδε θεοὶ μετόπισθε βάλωνται
νίκης· οἱ γὰρ ἄριστοι ἐπὶ σφίσι δηριόωνται.
Καὶ δ' ἐμοὶ ἔνδοθεν ἦτορ ἐνὶ φρεσὶ ταῦτα μενοινᾷ,
ὄφρα δορυκτήτοισι δικασπολίην ὀπάσωμεν·
τοὺς καὶ ἀτεμβόμενός τις ὀλέθρια μήσεται ἔργα
Τρωσὶν ἐυπτολέμοισι, χόλον δ' οὐκ ἄμμιν ὀπάσσει."
- Ὣς φάτο· τοὶ δ' ἕνα θυμὸν ἐνὶ στέρνοισιν ἔχοντες
ἀμφαδὸν ἠνήναντο δικασπολίην ἐρατεινήν.
Τῶν δ' ἄρ' ἀναινομένων Τρώων ἐρικυδέες υἷες
ἕζοντ' ἐν μέσσοισι δορύκτητοί περ ἐόντες,
ὄφρα θέμιν καὶ νεῖκος ἀρήιον ἰθύνωσιν.
Αἴας δ' ἐν μέσσοισι μέγ' ἀσχαλόων φάτο μῦθον·
- "Ὦ Ὀδυσεῦ φρένας αἰνέ, τί τοι νόον ἤπαφε δαίμων
ἶσον ἐμοὶ φρονέειν περὶ κάρτεος ἀκμήτοιο;
Ἦ φῂς αἰνὸν ὅμιλον ἐρυκακέειν Ἀχιλῆος
βλημένου ἐν κονίῃσιν, ὅτ' ἀμφί ἑ Τρῶες ἔβησαν,
ὁππότ' ἐγὼ κείνοισι φόνον στονόεντ' ἐφέηκα
σεῖο καταπτώσσοντος; Ἐπεί νύ σε γείνατο μήτηρ
δείλαιον καὶ ἄναλκιν, ἀφαυρότερόν περ ἐμεῖο,
ὅσσον τίς τε κύων μεγαλοβρύχοιο λέοντος·
οὐ γάρ τοι στέρνοισι πέλει μενεδήιον ἦτορ,
ἀλλὰ σοὶ ἀμφιμέμηλε δόλος καὶ ἀτάσθαλα ἔργα.
Ἠὲ τόδ' ἐξελάθου, ὅτ' ἐς Ἰλίου ἱερὸν ἄστυ
ἐλθέμεναι ἀλέεινες ἅμ' ἀγρομένοισιν Ἀχαιοῖς,
καί σε καταπτώσσοντα καὶ οὐκ ἐθέλοντ' ἐφέπεσθαι
ἤγαγον Ἀτρεῖδαι; Ὡς μὴ ὤφελλες ἱκέσθαι·
σῇς γὰρ ὑπ' ἐννεσίῃσι κλυτὸν Ποιάντιον υἷα
Λήμνῳ ἐν ἠγαθέῃ λίπομεν μεγάλα στενάχοντα·
οὐκ οἴῳ δ' ἄρα τῷ γε λυγρὴν ἐπεμήσαο λώβην,
ἀλλὰ καὶ ἀντιθέῳ Παλαμήδεϊ θῆκας ὄλεθρον,
ὃς σέο φέρτερος ἔσκε βίῃ καὶ ἐύφρονι βουλῇ.
Νῦν δ' ἤδη καὶ ἐμεῖο καταντίον ἐλθέμεν ἔτλης,
οὔτ' εὐεργεσίης μεμνημένος, οὔτέ τι θυμῷ
ἁζόμενος σέο πολλὸν ὑπέρτερον, ὅς ‹σ'› ἐνὶ χάρμῃ
ἐξεσάωσα πάροιθεν ὑποτρομέοντα κυδοιμὸν
δυσμενέων, ὅτε σ' ἄλλοι ἀνὰ μόθον οἰωθέντα
κάλλιπον ἐν δηίων ὁμάδῳ φεύγοντα καὶ αὐτόν.
Ὡς ὄφελον καὶ ἐμεῖο θρασὺ σθένος ἐν δαῒ κείνῃ
αὐτὸς Ζεὺς ἐφόβησεν ἀπ' αἰθέρος, ὄφρά σε Τρῶες
ἀμφιτόμοις ξιφέεσσι διὰ μελεϊστὶ κέδασσαν
δαῖτα κυσὶ σφετέροισι, καὶ οὐκ ἂν ἐμεῖο μενοίνας
ἐλθέμεναι κατέναντα δολοφροσύνῃσι πεποιθώς.
Σχέτλιε, τίπτε βίῃ πολὺ φέρτατος ἔμμεναι ἄλλων
εὐχόμενος μέσσοισιν ἔχες νέας, οὐδέ τι θυμῷ
ἔτλης ὥς περ ἔγωγε θοὰς ἔκτοσθεν ἐρύσσαι
νῆας; Ἐπεί νύ σε τάρβος ἐπήιεν. Οὐδὲ μὲν αἰνὸν
πῦρ νηῶν ἀπάλαλκες· ἐγὼ δ' ὑπ' ἀταρβέι θυμῷ
ἔστην καὶ πυρὸς ἄντα καὶ Ἕκτορος, ὅς μ' ὑπόεικε
πάσῃ ἐν ὑσμίνῃ· σὺ δέ μιν ‹μέγα› δείδιες αἰεί.
Ὡς ὄφελον τόδε νῶιν ἐνὶ πτολέμῳ τις ἄεθλον
θῆκεν, ὅτ' ἀμφ' Ἀχιλῆι δεδουπότι δῆρις ὀρώρει,
ὄφρ' ἐκ δυσμενέων με καὶ ἀργαλέοιο κυδοιμοῦ
ἔδρακες ἔντεα καλὰ ποτὶ κλισίας φορέοντα
αὐτῷ ὁμῶς Ἀχιλῆι δαΐφρονι. Νῦν δ' ἄρα μύθων
ἰδρείῃ πίσυνος μεγάλων ἐπιμαίεαι ἔργων.
Οὐ γάρ τοι σθένος ἐστὶν ἐν ἔντεσιν ἀκαμάτοισι
δύμεναι Αἰακίδαο δαΐφρονος, οὐδὲ μὲν ἔγχος
νωμῆσαι παλάμῃσιν· ἐμοὶ δ' ἄρα πάντα τέτυκται
ἄρτια, καί μοι ἔοικε φορήμεναι ἀγλαὰ τεύχη
οὔ τι καταισχύνοντι θεοῦ περικαλλέα δῶρα.
Ἀλλὰ τί ἢ μύθοισιν ἐριδμαίνοντε κακοῖσιν
ἕσταμεν ἀμφ' Ἀχιλῆος ἀμύμονος ἀγλαὰ τεύχη,
ὅς τις φέρτερός ἐστιν ἐνὶ φθισήνορι χάρμῃ;
Ἀλκῆς γὰρ τόδ' ἄεθλον ἀρήιον, οὐκ ἀλεγεινῶν
θῆκεν ἐνὶ μέσσοις ἐπέων Θέτις ἀργυρόπεζα.
Μύθων δ' εἰν ἀγορῇ χρειὼ πέλει ἀνθρώποισιν·
οἶδα γὰρ ὡς σέο πολλὸν ἀγαυότερος καὶ ἀρείων
εἰμί· γένος δέ μοί ἐστιν ὅθεν μεγάλῳ Ἀχιλῆι."
- Ὣς φάτο· τὸν δ' ἀλεγεινὰ παραβλήδην ἐνένιπεν
υἱὸς Λαέρταο πολύτροπα μήδεα νωμῶν·
- "Αἶαν ἀμετροεπές, τί νύ μοι τόσα μὰψ ἀγορεύεις;
Οὐτιδανὸν δέ μ' ἔφησθα καὶ ἀργαλέον καὶ ἄναλκιν
ἔμμεναι, ὃς σέο πολλὸν ὑπέρτερος εὔχομαι εἶναι
μήδεσι καὶ μύθοισιν ἅ τ' ἀνδράσι κάρτος ἀέξει.
Καὶ γάρ τ' ἠλίβατον πέτρην ἄρρηκτον ἐοῦσαν
μήτι ὑποτμήγουσιν ἐν οὔρεσι λατόμοι ἄνδρες
ῥηϊδίως· μήτι δὲ μέγαν βαρυηχέα πόντον
ναῦται ὑπεκπερόωσιν, ὅτ' ἄσπετα κυμαίνηται·
τέχνῃσι‹ν› δ' ἀγρόται κρατεροὺς δαμόωσι λέοντας
πορδάλιάς τε σύας τε καὶ ἄλλων ἔθνεα θηρῶν·
ταῦροι δ' ὀβριμόθυμοι ὑπὸ ζεύγλῃς δαμόωνται
ἀνθρώπων ἰότητι. Νόῳ δέ τε πάντα τελεῖται·
αἰεὶ δ' ἀφραδέος πέλει ἀνέρος ἀμφὶ πόνοισι
πᾶσι καὶ ἐν βουλῇσιν ἀνὴρ πολύιδρις ἀμείνων.
Τοὔνεκ' ἐυφρονέοντα θρασὺς πάις Οἰνείδαο
λέξατό μ' ἐκ πάντων ἐπιτάρροθον, ὄφρ' ἀφίκωμαι
ἐς φύλακας· μέγα δ' ἔργον ὁμῶς ἐτελέσσαμεν ἄμφω.
Καὶ δ' αὐτὸν Πηλῆος ἐυσθενέος κλυτὸν υἷα
ἤγαγον Ἀτρείδῃσιν ἐπίρροθον. Ἢν δὲ καὶ ἄλλου
ἥρωος χρειώ τις ἐν Ἀργείοισι πέληται,
οὐδ' ὅ γε χερσὶ τεῇσιν ἐλεύσεται οὐδὲ μὲν ἄλλων
Ἀργείων βουλῇσιν, ἐγὼ δέ ἑ μοῦνος Ἀχαιῶν
ἄξω μειλιχίοισι παραυδήσας ἐπέεσσι
δῆριν ἐς αἰζηῶν. Μέγα γὰρ κράτος ἀνδράσι μῦθος
γίνετ' ἐυφροσύνῃ μεμελημένος· ἠνορέη δὲ
ἄπρηκτος τελέθει μέγεθός τ' εἰς οὐδὲν ἀέξει
ἀνέρος, εἰ μή οἱ πινυτὴ ἐπὶ μῆτις ἕπηται.
Αὐτὰρ ἐμοὶ καὶ κάρτος ὁμῶς καὶ μῆτιν ὄπασσαν
ἀθάνατοι, τεῦξαν δὲ μέγ' Ἀργείοισιν ὄνειαρ.
Οὐδὲ μὲν ὡς σύ μ' ἔφησθα πάρος φεύγοντα σάωσας
δηίου ἐξ ἐνοπῆς· οὐ γὰρ φύγον, ἀλλ' ἅμα πάντας
Τρῶας ἐπεσσυμένους μένον ἔμπεδον· οἳ δ' ἐπέχυντο
ἀλκῇ μαιμώωντες, ἐγὼ δ' ὑπὸ κάρτεϊ χειρῶν
πολλῶν θυμὸν ἔλυσα. Σὺ δ' οὐκ ἄρ' ἐτήτυμα βάζεις·
οὐ γὰρ ‹ἔ›μοιγ' ἐπάμυνας ἀνὰ μόθον, ἀλλὰ σοὶ αὐτῷ
ἔστης ἦρα φέρων, μή τίς νύ σε δουρὶ δαμάσσῃ
φεύγοντ' ἐκ πολέμοιο. Νέας δ' ἐς μέσσον ἔρυσσα
οὔ τι περιτρομέων δηίων μένος, ἀλλ' ἵνα μῆχος
αἰὲν ἅμ' Ἀτρείδῃσιν ὑπὲρ πολέμοιο φέρωμαι.
Καὶ σὺ μὲν ἔκτοσθε στῆσας νέας· αὐτὰρ ἔγωγε
αὐτὸν ἀεικίσσας πληγῇς ὑπὸ λευγαλέῃσιν
ἐς Τρώων πτολίεθρον ἐσήλυθον, ὄφρα πύθωμαι
ὁππόσα μητιόωνται ὑπὲρ πολέμου ἀλεγεινοῦ.
Οὐδὲ μὲν Ἕκτορος ἔγχος ἐδείδιον, ἀλλὰ καὶ αὐτὸς
ἐν πρώτοις ἀνόρουσα μαχέσσασθαι μενεαίνων
κείνῳ, ὅτ' ἠνορέῃ πίσυνος προκαλέσσατο πάντας.
Νῦν δέ σευ ἀμφ' Ἀχιλῆι πολὺ πλέονας κτάνον ἄνδρας
δυσμενέων, ἐσάωσα δ' ὁμῶς τεύχεσσι θανόντα.
Οὐδὲ μὲν ἐγχείη‹ν› τρομέω σέθεν, ἀλλά με λυγρὸν
ἕλκος ἔτ' ἀμφ' ὀδύνῃς περινίσεται εἵνεκα τευχέων
τῶνδ' ὑπερουτηθέντα δαϊκταμένου ‹τ'› Ἀχιλῆος.
Καὶ δ' ἐμοὶ ὡς Ἀχιλῆι πέλει Διὸς ἔξοχον αἷμα."
- Ὣς ἄρ' ἔφη· τὸν δ' αὖτις ἀμείβετο καρτερὸς Αἴας·
- "Ὦ Ὀδυσεῦ δολομῆτα καὶ ἀργαλεώτατε πάντων,
οὔ νύ σ' ἐκεῖσ' ἐνόησα πονεύμενον οὐδέ τις ἄλλος
Ἀργείων, ὅτε Τρῶες Ἀχιλλέα δῃωθέντα
ἑλκέμεναι μενέαινον. Ἐγὼ δ' ὑπὸ δουρὶ καὶ ἀλκῇ
τῶν μὲν γούνατ' ἔλυσα κατὰ μόθον, οὓς δ' ἐφόβησα
αἰὲν ἐπεσσύμενος· τοὶ δ' ἀργαλέως φοβέοντο
χήνεσιν ἢ γεράνοισιν ἐοικότες, οἷς ‹τ'› ἐπορούσῃ
αἰετὸς ἠιόεν πεδίον κάτα βοσκομένοισιν·
ὣς Τρῶες πτώσσοντες ἐμὸν δόρυ καὶ θοὸν ἆορ
Ἴλιον ἐς κατέδυσαν ἀλευάμενοι μέγα πῆμα.
Σοὶ δὲ καὶ εἰ τότε κάρτος ἐπήλυθεν, οὔ τί μευ ἄγχι
μάρναο δυσμενέεσσιν, ἑκὰς δέ που ἦσθα καὶ αὐτὸς
ἀμφ' ἄλλῃσι φάλαγξι πονεύμενος, οὐ περὶ νεκρῷ
ἀντιθέου Ἀχιλῆος, ὅπου μάλα δῆρις ὀρώρει."
- Ὣς φάτο· τὸν δ' Ὀδυσῆος ἀμείβετο κερδαλέον κῆρ·
- "Αἶαν, ἐγὼν οὐ σεῖο κακώτερος ἔλπομαι εἶναι
οὐ νόον οὐδὲ βίην, εἰ καὶ μάλα φαίδιμός ἐσσι·
ἀλλὰ νόῳ μὲν ἔγωγε πολὺ προφερέστερός εἰμι
σεῖο μετ' Ἀργείοισι, βίῃ δέ κεν ἀμφήριστος
ἢ καὶ ἀγαυότερος. Τὸ δέ που καὶ Τρῶες ἴσασιν,
οἵ με μέγα τρομέουσι, καὶ ἢν ἀπάτερθεν ἴδωνται·
καὶ δ' αὐτὸς σάφα οἶδας ἐμὸν μένος, ἠδὲ καὶ ἄλλοι,
ἀμφὶ παλαισμοσύνῃ πολυτειρέι πολλὰ μογήσας,
ὁππότε δὴ περὶ σῆμα δαϊκταμένου Πατρόκλοιο
Πηλείδης ἐρίθυμος ἀγακλυτὰ θῆκεν ἄεθλα."
- Ὣς φάτο Λαέρταο κλυτὸς πάις ἀντιθέοιο.
Καὶ τότε Τρώιοι υἷες ἔριν δικάσαντ' ἀλεγεινὴν
αἰζηῶν· νίκην δὲ καὶ ἄμβροτα τεύχεα δῶκαν
πάντες ὁμοφρονέοντες ἐυπτολέμῳ Ὀδυσῆι·
τοῦ δ' ἄμοτον γήθησε νόος, στονάχησε δὲ λαός.
Παχνώθη δ' Αἴαντος ἐὺ σθένος· αἶψα δ' ἄρ' αὐτῷ
ἄτη ἀνιηρὴ περικάππεσε· πᾶν δέ οἱ εἴσω
ἔζεσε φοίνιον αἷμα, χολὴ δ' ὑπερέβλυσεν αἰνή,
ἥπατι δ' ἐγκατέμικτο· περὶ κραδίη‹ν› δ' ἀλεγεινὸν
ἷξεν ἄχος, καὶ δριμὺ δι' ἐγκεφάλοιο θεμέθλων
ἐσσύμενον μήνιγγας ἄδην ἀμφήλυθεν ἄλγος,
σὺν δ' ἔχεεν νόον ἀνδρός. Ἐπὶ χθόνα δ' ὄμματα πήξας
ἔστη ἀκινήτῳ ἐναλίγκιος. Ἀμφὶ δ' ἑταῖροι
ἀχνύμενοί μιν ἄγεσκον ἐυπρῴρους ἐπὶ νῆας
πολλὰ παρηγορέοντες· ὃ δ' ὑστατίην ποσὶν οἶμον
ἤιεν οὐκ ἐθέλων· σχεδόθεν δέ οἱ ἕσπετο Μοῖρα.
- Ἀλλ' ὅτε δὴ μετὰ νῆας ἔβαν καὶ ἀπείρονα πόντον
Ἀργεῖοι δόρποιο μεμαότες ἠδὲ καὶ ὕπνου,
δὴ τότ' ἔσω μεγάλοιο Θέτις κατεδύσετο πόντου·
σὺν δέ οἱ ἄλλαι ἴσαν Νηρηΐδες· ἀμφὶ δ' ἄρά σφι
νήχετο κήτεα πολλὰ τά τε τρέφει ἁλμυρὸν οἶδμα.
Αἳ δὲ μέγα σκύζοντο Προμηθέι μητιόωντι
μνώμεναι ὡς κείνοιο θεοπροπίῃσι Κρονίων
δῶκε Θέτιν Πηλῆι καὶ οὐκ ἐθέλουσαν ἄγεσθαι.
Κυμοθόη δ' ἐν τῇσι μέγ' ἀσχαλόωσ' ἀγόρευεν·
- "Ὢ πόποι, ὡς ὅ γε λυγρὸς ἐπάξια πήμαθ' ὑπέτλη
δεσμῷ ἐν ἀρρήκτῳ, ὅτε οἱ μέγας αἰετὸς ἧπαρ
κεῖρεν ἀεξόμενον κατὰ νηδύος ἔνδοθι δύνων."
- Ὣς φάτο Κυμοθόη κυανοπλοκάμοις ἁλίῃσιν.
Ἠέλιος δ' ἀπόρουσεν, ἐπεσκιόωντο δ' ἀλωαὶ
νυκτὸς ἐπεσσυμένης, ἐπεκίδνατο δ' οὐρανὸν ἄστρα.
Ἀργεῖοι δ' ἐπὶ νηυσὶ τανυπρῴροισιν ἴαυον
ὕπνῳ ὑπ' ἀμβροσίῳ δεδμημένοι ἠδὲ καὶ οἴνῳ
ἡδέι τὸν Κρήτηθε παρ' Ἰδομενῆος ἀγαυοῦ
ναῦται ὑπὲρ πόντοιο πολυκλύστοιο φέρεσκον.
- Αἴας δ' Ἀργείοισι χολούμενος οὔτ' ἄρα δόρπου
μνήσατ' ἐνὶ κλισίῃ μελιηδέος, οὔτέ μιν ὕπνος
ἄμπεχεν· ἀλλ' ὅ γ' ἑοῖσιν ἐν ἔντεσι δύσετο θύων,
εἵλετο δὲ ξίφος ὀξὺ καὶ ἄσπετα πορφύρεσκεν,
ἢ ὅ γε νῆας ἐνιπρήσῃ καὶ πάντας ὀλέσσῃ
Ἀργείους, ἦ μοῦνον ὑπὸ ξίφεϊ στονόεντι
δῃώσῃ μελεϊστὶ θοῶς δολόεντ' Ὀδυσῆα.
Καὶ τὰ μὲν ὣς ὥρμαινε, τὰ δὴ τάχα πάντ' ἐτέλεσσεν,
εἰ μή οἱ Τριτωνὶς ἀάσχετον ἔμβαλε Λύσσαν·
κήδετο γὰρ φρεσὶν ᾗσι πολυτλήτου Ὀδυσῆος
ἱρῶν μνωομένη τά οἱ ἔμπεδα κεῖνος ἔρεξε·
τοὔνεκα δὴ μεγάλοιο μένος Τελαμωνιάδαο
τρέψεν ἀπ' Ἀργείων. Ὃ δ' ἄρ' ἤιε λαίλαπι ἶσος
σμερδαλέῃ στυγερῇσι καταιγίσι βεβριθυίῃ,
ἥ τε φέρει ναύτῃσι τέρας κρυεροῖο φόβοιο,
Πληιὰς εὖτ' ἀκάμαντος ἐς Ὠκεανοῖο ῥέεθρα
δύεθ' ὑποπτώσσουσα περικλυτὸν Ὠρίωνα
ἠέρα συγκλονέουσα, μέμηνε δὲ χείματι πόντος·
τῇ εἰκὼς οἴμησεν ὅπῃ μιν γυῖα φέρεσκον.
- Πάντῃ δ' ἀμφιθέεσκεν ἀναιδέι θηρὶ ἐοικώς,
ὅς τε βαθυσκοπέλοιο διέσσυται ἄγκεα βήσσης
ἀφριόων γενύεσσι καὶ ἄλγεα πολλὰ μενοινῶν
ἢ κυσὶν ἢ ἀγρότῃς οἵ οἱ τέκνα δῃώσωνται
ἄντρων ἐξερύσαντες, ὃ δ' ἀμφὶ γένυσσι βεβρυχώς,
εἴ που ἔτ' ἐν ξυλόχοισιν ἴδοι θυμήρεα τέκνα, ‑
τῷ δ' εἴ τις κύρσειε μεμηνότα θυμὸν ἔχοντι,
αὐτοῦ οἱ βιότοιο λυγρὸν περιτέλλεται ἦμαρ·
ὣς ὅ γ' ἀμείλιχα θῦνε. Μέλαν δέ οἱ ἔζεεν ἦτορ,
εὖτε λέβης ἀλίαστον ἐπ' ἐσχάρῃ Ἡφαίστοιο
ῥοιβδηδὸν μαίνηται ὑπαὶ πυρὸς αἰθομένοιο,
γάστρην ἀμφὶς ἅπασαν ὅτε ξύλα πολλὰ θέρηται,
ἐννεσίῃς δρηστῆρος ἐπειγομένου ἐνὶ θυμῷ,
εὐτρεφέος σιάλοιο περὶ τρίχας ὥς κεν ἀμέρσῃ·
ὣς τοῦ ὑπὸ στέρνοισι πελώριος ἔζεε θυμός.
Μαίνετο δ' ἠύτε πόντος ἀπείριτος ἠὲ θύελλα
ἢ πυρὸς ἀκαμάτοιο θοὸν μένος, εὖτ' ἀλίαστον
μαίνηται κατ' ὄρεσφι βίη μεγάλου ἀνέμοιο,
πίπτῃ δ' αἰθομένη πυρὶ πάντοθεν ἄσπετος ὕλη·
ὣς Αἴας ὀδύνῃσι πεπαρμένος ὄβριμον ἦτορ
μαίνετο λευγαλέως. Ἄπλετος δέ οἱ ἔρρεεν ἀφρὸς
ἐκ στόματος, βρυχὴ δὲ περὶ γναθμοῖσιν ὀρώρει,
τεύχεα δ' ἀμφ' ὤμοισιν ἐπέβραχε. Τοὶ δ' ὁρόωντες
πάντες ὁμῶς ἑνὸς ἀνδρὸς ὑποτρομέεσκον ὁμοκλήν.
- Καὶ τότ' ἀπ' Ὠκεανοῖο κίεν χρυσήνιος Ἠώς.
Ὕπνος δ' οὐρανὸν εὐρὺν ἀνήιεν εἴκελος αὔρῃ,
Ἥρῃ δὲ ξύμβλητο νέον πρὸς Ὄλυμπον ἰούσῃ
Τηθύος ἐξ ἱερῆς, ὅθι που προτέρῃ μόλεν ἠοῖ·
ἣ δέ ἑ κύσσεν ἑλοῦσ', ἐπεὶ ἦ πέλε γαμβρὸς ἀμύμων,
ἐξ οὗ οἱ Κρονίωνα κατεύνασεν ἐν λεχέεσσιν
Ἴδης ἀμφὶ κάρηνα χολούμενον Ἀργείοισιν·
αἶψα δ' ἄρ' ἣ μὲν ἔβη Ζηνὸς δόμον, ὃς δ' ἐπὶ λέκτρα
Πασιθέης οἴμησεν· ἀνέγρετο δ' ἔθνεα φωτῶν.
Αἴας δ' ἀκαμάτῳ ἐναλίγκιος Ὠρίωνι
φοίτα ἐνὶ στέρνοισιν ἔχων ὀλοόφρονα Λύσσαν.
Ἐν δ' ἔθορεν μήλοισι, λέων ὣς ὀβριμόθυμος
λιμῷ ὑπ' ἀργαλέῃ δεδμημένος ἄγριον ἦτορ.
Καὶ τὰ μὲν ἐν κονίῃσιν ἐπασσύτερ' ἄλλοθεν ἄλλα
κάββαλεν, ἠύτε φύλλα μένος κρατεροῦ Βορέαο
χεύῃ, ὅτ' ἀνυμένου θέρεος μετὰ χεῖμα τράπηται·
ὣς Αἴας μήλοισι μέγ' ἀσχαλόων ἐνόρουσεν
ἐλπόμενος Δαναοῖσι κακὰς ἐπὶ Κῆρας ἰάλλειν.
- Καὶ τότε δὴ Μενέλαος ἀδελφεῷ ἄγχι παραστὰς
κρύβδ' ἄλλων Δαναῶν τοῖον ποτὶ μῦθον ἔειπε·
- "Σήμερον ἦ τάχα πᾶσιν ὀλέθριον ἔσσεται ἦμαρ
Αἴαντος μεγάλοιο περὶ φρεσὶ μαινομένοιο,
ὃς τάχα νῆας ἐνιπρήσει, κτανέει δὲ καὶ ἡμ‹έ›ας
πάντας ἐνὶ κλισίῃσι κοτεσσάμενος περὶ τευχέων.
Ὡς ὄφελον μὴ τῶνδε Θέτις περὶ δῆριν ἔθηκε,
μηδ' ἄρα Λαέρταο πάις μέγ' ἀμείνονι φωτὶ
ἔτλη δηριάασθαι ἐναντίον ἄφρονι θυμῷ.
Νῦν δὲ μέγ' ἀασάμε‹ς›θα, κακὸς δέ τις ἤπαφε δαίμων·
ἕρκος γὰρ πολέμοιο δεδουπότος Αἰακίδαο
μοῦνον ἔτ' ἦν Αἴαντος ἐὺ σθένος. Ἀλλ' ἄρα καὶ τὸν
ἡμέων ἐξελόωσι θεοὶ κακὰ νῶϊν ἄγοντες,
ὥς κεν πάντες ἄιστοι ἀναπλήσωμεν ὄλεθρον."
- Ὣς φάμενον προσέειπεν ἐυμμελίης Ἀγαμέμνων·
- "Μὴ νῦν, ὦ Μενέλαε, μέγ' ἀχνύμενος περὶ θυμῷ
σκύζεο μητιόωντι Κεφαλλήνων βασιλῆι,
ἀλλὰ θεοῖς οἳ νῶιν ὀλέθρια μητιόωνται·
οὐ γὰρ ὅ γ' αἴτιός ἐστιν, ἐπεὶ μάλα πολλάκις ἡμῖν
γίνεται ἐσθλὸν ὄνειαρ, ἄχος δ' ἄρα δυσμενέεσσιν."
- Ὣς οἳ μὲν Δαναῶν ἀκαχήμενοι ἠγορόωντο.
Μηλονόμοι δ' ἀπάνευθε παρὰ Ξάνθοιο ῥεέθροις
πτῶσσον ὑπὸ μυρίκῃσιν ἀλευάμενοι βαρὺ πῆμα.
Ὡς δ' ὅταν αἰετὸν ὠκὺν ὑποπτώσσωσι λαγωοὶ
θάμνοις ἐν λασίοισιν, ὅτ' ἐγγύθεν ὀξὺ κεκληγὼς
πωτᾶτ' ἔνθα καὶ ἔνθα τανυσσάμενος πτερύγεσσιν·
ὣς οἵ γ' ἄλλοθεν ἄλλος ὑπέτρεσαν ὄβριμον ἄνδρα.
- Ὀψὲ δ' ὅ γ' ἀρνειοῖο κατακταμένου σχεδὸν ἔστη,
καί ῥ' ὀλοὸν γελάσας τοῖον ποτὶ μῦθον ἔειπε·
- "Κεῖσό νυν ἐν κονίῃσι, κυνῶν βόσις ἠδ' οἰωνῶν·
οὐ γάρ σ' οὐδ' Ἀχιλῆος ἐρύσατο κύδιμα τεύχη,
ὧν ἕνεκ' ἀφραδέως μέγ' ἀμείνονι δηριάασκες.
Κεῖσο, κύον· σὲ γὰρ οὔ τι γοήσεται ἀμφιπεσοῦσα
κουριδίη μετὰ παιδὸς ἀάσχετον ἀσχαλόωσα,
οὐ τοκέες, τοῖς οὔ τι μετέσσεαι ἐλδομένοισι
γήραος ἐσθλὸν ὄνειαρ, ἐπεί νύ σε τῆλ' ἀπὸ πάτρης
οἰωνοί τε κύνες τε δεδουπότα δαρδάψουσιν."
- Ὣς ἄρ' ἔφη δολόεντα μετὰ κταμένοις Ὀδυσῆα
κεῖσθαι ὀιόμενος μεμορυγμένον αἵματι πολλῷ.
Καὶ τότε οἱ Τριτωνὶς ἀπὸ φρενὸς ἠδὲ καὶ ὄσσων
ἐσκέδασε‹ν› Μανίην βλοσυρὴν πνείουσαν ὄλεθρον·
ἣ δὲ θοῶς ἵκανε ποτὶ Στυγὸς αἰνὰ ῥέεθρα,
ἧχι θοαὶ ναίουσιν Ἐριννύες αἵ τε βροτοῖσιν
αἰὲν ὑπερφιάλοισι κακὰς ἐφιᾶσιν ἀνίας.
- Αἴας δ', ὡς ἴδε μῆλα κατὰ χθονὸς ἀσπαίροντα,
θάμβεεν ἐν φρεσὶ πάμπαν· ὀίσατο γὰρ δόλον εἶναι
ἐκ μακάρων. Πάντεσσι δ' ὑπεκλάσθη μελέεσσι
βλήμενος ἄλγεσι θυμὸν ἀρήιον· οὐδ' ἄρα πρόσσω
ἔσθενεν ἀσχαλόων ἐπιβήμεναι οὔτ' ἄρ' ὀπίσσω,
ἀλλ' ἔστη σκοπιῇ ἐναλίγκιος, ἥ τ' ἐν ὄρεσσι
πασάων μάλα πολλὸν ὑπερτάτη ἐρρίζωται.
Ἀλλ' ὅτε οἱ πάλι θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη,
λυγρὸν ἀνεστονάχησεν, ἔπος δ' ὀλοφύρετο τοῖον·
- "Ὤ μοι ἐγώ, τί νυ τόσσον ἀπέχθομαι ἀθανάτοισιν;
Οἵ με φρένας βλάψαντο, κακὴν δ' ἐπὶ λύσσαν ἔθεντο,
μῆλα κατακτεῖναι τά μοι οὐκ ἔσαν αἴτια θυμοῦ.
Ὡς ὄφελον τίσασθαι Ὀδυσσέος ἀργαλέον κῆρ
χερσὶν ἐμαῖς, ἐπεὶ ἦ με κακῇ περικάββαλεν ἄτῃ
λυγρὸς ἐὼν μάλα πάγχυ. Πάθοι γε μὲν ἄλγεα θυμῷ
ὁππόσα μητιόωνται Ἐριννύες ἀνθρώποισιν
ἀργαλέοις· δοῖεν δὲ καὶ ἄλλοις Ἀργείοισιν
ὑσμίνας ὀλοὰς καὶ πένθεα δακρυόεντα
αὐτῷ τ' Ἀτρείδῃ Ἀγαμέμνονι· μηδ' ὅ γ' ἀπήμων
ἔλθοι ἑὸν ποτὶ δῶμα λιλαιόμενός περ ἱκέσθαι.
Ἀλλὰ τί μοι στυγεροῖσι μετέμμεναι ἐσθλὸν ἐόντα;
Ἐρρέτω Ἀργείων ὀλοὸς στρατός· ἐρρέτω αἰὼν
ἄσχετος. Οὐ γὰρ ἔτ' ἐσθλὸς ἔχει γέρας, ἀλλὰ χερείων
τιμήεις τε πέλει καὶ φίλτερος· ἦ γὰρ Ὀδυσσεὺς
τίετ' ἐν Ἀργείοισιν, ἐμεῦ δ' ἐπὶ πάγχυ λάθοντο
ἔργων ‹θ'› ὁππόσ' ἔρεξα καὶ ἔτλην εἵνεκα λαῶν."
- Ὣς εἰπὼν πάις ἐσθλὸς ἐυσθενέος Τελαμῶνος
Ἑκτόρεον ξίφος ὦσε δι' αὐχένος· ἐκ δέ οἱ αἷμα
ἐσσύμενον κελάρυζεν. Ὃ δ' ἐν κονίῃσι τανύσθη,
Τυφῶν ὣς τὸν Ζηνὸς ἐνεπρήσαντο κεραυνοί·
ἀμφὶ δὲ γαῖα μέλαινα μέγα στονάχησε πεσόντος.
- Καὶ τότε δὴ Δαναοὶ κίον ἀθρόοι, ὡς ἐσίδοντο
κείμενον ἐν κονίῃσι· πάρος δέ οἱ οὔ τις ἵκανεν
ἐγγύς, ἐπεὶ μάλα πάντας ἔχεν δέος εἰσορόωντας.
Αἶψα δ' ἄρα κταμένῳ περικάππεσον· ἀμφὶ δὲ κρᾶτα
πρηνέες ἐκχύμενοι ‹κόνιν› ἄσπετον ἀμφεχέοντο,
καί σφιν ὀδυρομένων γόος αἰθέρα δῖον ἵκανεν.
Ὡς δ' ὅταν εἰροπόκων ὀίων ἄπο νήπια τέκνα
ἀνέρες ἐξελάσωσιν, ἵνα σφίσι δαῖτα κάμωνται,
αἳ δὲ μέγα σκαίρουσι διηνεκέως μεμακυῖαι
μητέρες ἐκ τεκέων σηκοὺς πέρι χηρωθέντας·
ὣς οἵ γ' ἀμφ' Αἴαντα μέγα στένον ἤματι κείνῳ
πανσυδίῃ· μέγα δέ σφιν ἐπέβραχε δάσκιος Ἴδη
καὶ πεδίον καὶ νῆες ἀπειρεσίη τε θάλασσα.
- Τεῦκρος δ' ἀμφ' αὐτῷ μάλα μήδετο Κῆρας ἐπισπεῖν
ἀργαλέας· τὸν δ' ἄλλοι ἀπὸ ξίφεος μεγάλοιο
εἶργον. Ὃ δ' ἀσχαλόων περικάππεσε τεθνειῶτι
δάκρυα πολλὰ χέων ἀδινώτερα νηπιάχοιο,
ὅς τε παρ' ἐσχαρεῶνι τέφρην περιειμένος ὤμοις
κὰκ κεφαλῆς μάλα πάμπαν ὀδύρεται ὀρφανὸν ἦμαρ
μητρὸς ἀποφθιμένης ἥ μιν τρέφε νήιδα πατρός·
ὣς ὅ γε κωκύεσκε κασιγνήτοιο δαμέντος
ἑρπύζων περὶ νεκρόν, ἔπος δ' ὀλοφύρετο τοῖον·
- "Αἶαν καρτερόθυμε, τί ‹δ›ή νύ τοι ἔβλαβεν ἦτορ
‹ς›οὶ αὐτῷ στονόεντα φόνον καὶ πῆμα βαλέσθαι;
Ἦ ἵνα Τρώιοι υἷες ὀιζύος ἀμπνεύσωσιν,
Ἀργείους δ' ὀλέσωσι σέθεν κταμένοιο κιόντες;
Οὐ γὰρ τοῖσδ' ἔτι θάρσος ὅσον πάρος ὀλλυμένοισιν
ἔσσεται ἐν πολέμῳ· σὺ γὰρ ἔπλεο πήματος ἄλκαρ.
Οὐδ' ἔτ' ἐμοὶ νόστοιο τέλος σέο δεῦρο θανόντος
ἁνδάνει, ἀλλὰ καὶ αὐτὸς ὀίομαι ἐνθάδ' ὀλέσθαι,
ὄφρά με σὺν σοὶ γαῖα φερέσβιος ἀμφικαλύπτῃ·
οὐ γάρ μοι τοκέων τόσσον μέλει, εἴ που ἔτ' εἰσίν,
εἴ που ἔτ' ἀμφινέμονται ἔτι ζωοὶ Σαλαμῖνα,
ὅσσον σεῖο θανόντος, ἐπεὶ σύ μοι ἔπλεο κῦδος."
- Ἦ ῥα μέγα στενάχων. Ἐπὶ δ' ἔστενε δῖα Τέκμησσα,
Αἴαντος παράκοιτις ἀμύμονος, ἥν περ ἐοῦσαν
ληιδ‹ί›ην σφετέρην ἄλοχον θέτο, καί μιν ἁπάντων
πάντων ἔμμεν ἔτευξεν, ὅσων ἀνὰ δῶμα γυναῖκες
ἑδνωταὶ μεδέουσι παρ' ἀνδράσι κουριδίοισιν·
ἣ δέ οἱ ἀκαμάτοισιν ὑπ' ἀγκοίνῃσι δαμεῖσα
Εὐρυσάκην τέκεθ' υἱὸν ἐοικότα πάντα τοκῆι.
Ἀλλ' ὃ μὲν οὖν ἔτι τυτθὸς ἐνὶ λεχέεσσι λέλειπτο·
ἣ δὲ μέγα στενάχουσα φίλῳ περικάππεσε νεκρῷ
ἐντυπὰς ‹ἐν› κονίῃσι καλὸν δέμας αἰσχύνουσα,
καί ῥ' ὀλοφυδνὸν ἄυσε μέγ' ἀχνυμένη κέαρ ἔνδον·
- "Ὤ μοι ἐγὼ δύστηνος, ἐπεὶ θάνες οὔ τι δαϊχθεὶς
δυσμενέων παλάμῃσι κατὰ μόθον, ἀλλὰ ‹ς›οὶ αὐτῷ.
Τῶ μοι πένθος ἄλαστον ἐποίχεται· οὐ γὰρ ἐώλπειν
σεῖο καταφθιμένοιο πολύστονον ἦμαρ ἰδέσθαι
ἐν Τροίῃ· τὰ δὲ πάντα κακαὶ διὰ Κῆρες ἔχευαν.
Ὥς μ' ὄφελον τὸ πάροιθε περὶ τραφερὴ χάνε γαῖα,
πρὶν σέο πότμον ἰδέσθαι ἀμείλιχον· οὐ γὰρ ἔμοιγε
ἄλλο χερειότερόν ποτ' ἐσήλυθεν ἐς φρένα πῆμα,
οὐδ' ὅτε με πρώτιστον ἐμῆς ἀπὸ τηλόθι πάτρης
καὶ τοκέων εἴρυσσας ἅμ' ἄλλαις ληϊάδεσσι
πόλλ' ὀλοφυρομένην, ἐπεὶ ἦ νύ με τὸ πρὶν ἄνασσαν
αἰδοίην περ ἐοῦσαν ἐπήιε δούλιον ἦμαρ.
Ἀλλά μοι οὔτε πάτρης θυμηδέος οὔτε τοκήων
μέμβλεται οἰχομένων, ὁπόσον σέο δῃωθέντος,
οὕνεκά μοι δειλῇ θυμήρεα πάντα μενοίνας,
καί ῥά με θῆκας ἄκοιτιν ὁμόφρονα, καί ‹ῥά μ'› ἔφησθα
τεύξειν αὐτίκ' ἄνασσαν ἐυκτιμένης Σαλαμῖνος
νοστήσας Τροίηθε. Τὰ δ' οὐ θεὸς ἄμμι τέλεσσεν·
ἀλλὰ σὺ νῦν μὲν ἄιστος ἀποίχεαι, οὐδέ νυ σοί περ
μέμβλετ' ἐμεῦ καὶ παιδός, ὃς οὐ πατρὶ τέρψεται ἦτορ,
οὐ σέο κοιρανίης ἐπιβήσεται, ἀλλά μιν ἄλλοι
δμῶα λυγρὸν τεύξουσιν, ἐπεὶ πατρὸς οὐκέτ' ἐόντος
νηπίαχοι κομέονται ὑπ' ἀνδράσιν εὖ μάλα πολλὸν
χειροτέροις· ὀλοῇ γὰρ ἐπ' ὀρφανίῃ βαρὺς αἰὼν
παισὶ πέλει καὶ πήματ' ἐπ' ἄλλοθεν ἄλλα χέονται.
Καὶ δ' ἐμὲ δειλαίην τάχα δούλιον ἵξεται ἦμαρ
οἰχομένου σέο πρόσθεν, ὅ μοι θεὸς ὣς ἐτέτυξο."
- Ὣς φαμένην προσέειπε φίλα φρονέων Ἀγαμέμνων·
- "Ὦ γύναι, οὔ νύ σέ τις δμωὴν ἔτι θήσεται ἄλλος,
Τεύκρου ἔτι ζώοντος ἀμύμονος ἠδ' ἐμεῦ αὐτοῦ·
ἀλλά σε τίσομεν αἰὲν ἀπειρεσίοις γεράεσσι,
τίσομεν ὥς τε θεήν, καὶ σὸν τέκος, ὡς ἔτ' ἐόντος
ἀντιθέου Αἴαντος ὃς ἔπλετο κάρτος Ἀχαιῶν.
Αἴθ' ὄφελον μηδ' ἄλγος Ἀχαιίδι θήκατο πάσῃ
αὐτὸς ἑῇ ὑπὸ χειρὶ δαμείς· οὐ γάρ μιν ἀπείρων
δυσμενέων σθένε λαὸς ὑπ' Ἄρεϊ δῃώσασθαι."
- Ὣς ἔφατ' ἀχνύμενος κέαρ ἔνδοθεν. Ἀμφὶ δὲ λαοὶ
οἰκτρὸν ἀνεστονάχησαν, ἐπίαχε δ' Ἑλλήσποντος
μυρομένων, ὀλοὴ δὲ περὶ σφίσι πέπτατ' ἀνίη.
Καὶ δ' αὐτὸν λάβε πένθος Ὀδυσσέα μητιόωντα
κείνου ἀποκταμένοιο, καὶ ἀχνύμενος κατὰ θυμὸν
τοῖον ἔπος μετέειπεν ἀκηχεμένοισιν Ἀχαιοῖς·
- "Ὦ φίλοι, ὡς οὔ πώ τι κακώτερον ἄλλο χόλοιο
γίνεται, ὅς τε βροτοῖσι κακὴν ἐπὶ δῆριν ἀέξει·
ὃς καὶ νῦν Αἴαντα πελώριον ἐξορόθυνεν
ἀμφ' ἐμοὶ ἐν φρεσὶν ᾗσι χολούμενον. Ὡς ὄφελόν μοι
μή ποτε Τρώιοι υἷες Ἀχιλλέος εἵνεκα τευχέων
νίκην ἀμφεβάλοντ' ἐρικυδέα, τῆς πέρι θυμὸν
ἀχνύμενος πάις ἐσθλὸς ἐυσθενέος Τελαμῶνος
ὤλετο χερσὶν ‹ἑ›ῇσι. Χόλου δέ οἱ οὔ τι ἔγωγε
αἴτιος, ἀλλά τις Αἶσα πολύστονος ἥ μιν ἐδάμνα.
Εἰ γάρ μοι κέαρ ἔνδον ἐνὶ στέρνοισιν ἐώλπει
κεῖνον ἀλαστήσειν καθ' ἑὸν νόον, οὔτ' ἂν ἔγωγε
ἦλθον ἐριδμαίνων νίκης ὕπερ, οὔτέ τιν' ἄλλον
ἐν Δαναοῖσιν ἔασα μεμαότα δηριάασθαι·
ἀλλά οἱ αὐτὸς ἔγωγε θεουδέα τεύχε' ἀείρας
προφρονέως ἂν ὄπασσα καὶ εἴ τί περ ἄλλο μενοίνα.
Νῦν δέ μιν οὔ τι ἔγωγε μέγ' ἀχνύμενον χαλεπῆναι
ὠισάμην μετόπισθεν, ἐπεί ῥά οἱ οὔτε γυναικὸς
οὔτε περὶ πτόλιος μαχόμην οὔτ' εὐρέος ὄλβου,
ἀλλά μοι ἀμφ' ἀρετῆς νεῖκος πέλεν, ἧς πέρι δῆρις
τερπνὴ γίνεται αἰὲν ἐύφροσιν ἀνθρώποισι.
Κεῖνος δ' ἐσθλὸς ἐὼν στυγερῇ ὑπὸ Δαίμονος Αἴσῃ
ἤλιτεν. Οὐ γὰρ ἔοικε μέγ' ἀσχαλάαν ἐνὶ θυμῷ·
ἀνδρὸς γὰρ πινυτοῖο καὶ ἄλγεα πόλλ' ἐπιόντα
τλῆναι ὑπὸ κραδίῃ στερεῇ φρενὶ μηδ' ἀκάχησθαι."
- Ὣς φάτο Λαέρταο κλυτὸς πάις ἀντιθέοιο.
Ἀλλ' ὅτε δὴ κορέσαντο γόου καὶ πένθεος αἰνοῦ,
δὴ τότε Νηλέος υἱὸς ἔτ' ἀχνυμένοισιν ἔειπεν·
- "Ὦ φίλοι, ὡς ἄρα Κῆρες ἀνηλέα θυμὸν ἔχουσαι
ἡμῖν αἶψ' ἐβάλοντο λυγρῷ ἐπὶ πένθεϊ πένθος,
Αἴαντος φθιμένοιο πολυσθενέος τ' Ἀχιλῆος
ἄλλων τ' Ἀργείων ἠδ' υἱέος ἡμετέροιο
Ἀντιλόχου. Ἀλλ' οὔ τι θέμις κταμένους ἐνὶ χάρμῃ
κλαίειν ἤματα πάντα καὶ ἀσχαλάαν ἐνὶ θυμῷ.
Ἀλλὰ γόου λήσασθε ἀεικέος, οὕνεκ' ἄμεινον
ἔρδειν ὅσσα βροτοῖσιν ἐπὶ φθιμένοισιν ἔοικε,
πυρκαϊὴν καὶ σῆμα, καὶ ὀστέα ταρχύσασθαι.
Νεκρὸς δ' οὔ τι γόοισιν ἀνέγρεται, οὐδέ τι οἶδε
φράσσασθ', εὖτέ ἑ Κῆρες ἀμείλιχοι ἀμφιχάνωσιν."
- Ἦ ῥα παρηγορέων· περὶ δ' ἀντίθεοι βασιλῆες
ἀθρόοι αἶψ' ἀγέροντο μέγ' ἀχνύμενοι κέαρ ἔνδον,
καί ἑ μέγαν περ ἐόντα θοῶς ποτὶ νῆας ἔνεικαν
πολλοὶ ἀείραντες. Κατὰ δὲ σπείροισι κάλυψαν
αἷμ' ἀποφαιδρύναντες ὅ οἱ βριαροῖς μελέεσσι
τερσόμενον περίκειτο σὺν ἔντεσιν ‹ἐν› κονίῃσι.
Καὶ τότ' ἀπ' Ἰδαίων ὀρέων φέρον ἄσπετον ὕλην
αἰζηοί. Πάντῃ δὲ νέκυν πέρι δινήσαντο·
πολλὰ δ' ἄρ' ἀμφ' αὐτῷ θῆκαν ξύλα, πολλὰ δὲ μῆλα
φάρεά τ' εὐποίητα βοῶν τ' ἐρικυδέα φῦλα
ἠδέ οἱ ὠκυτάτοισιν ἀγαλλομένους ποσὶν ἵππους
χρυσόν τ' αἰγλήεντα καὶ ἄσπετα τεύχεα φωτῶν
ὅσσα πάρος κταμένων ἀποαίνυτο φαίδιμος ἀνήρ·
ἤλεκτρόν τ' ἐπὶ τοῖσι διειδέα, τόν ῥά τέ φασιν
ἔμμεναι Ἠελίοιο πανομφαίοιο θυγατρῶν
δάκρυ, τὸ δὴ Φαέθοντος ὑπὲρ κταμένοιο χέαντο
μυρόμεναι μεγάλοιο παρὰ ῥόον Ἠριδανοῖο,
καὶ τὸ μὲν Ἠέλιος γέρας ἄφθιτον υἱέι τεύχων
ἤλεκτρον ποίησε μέγα κτέαρ ἀνθρώποισι·
τόν ῥα τότ' εὐρυπέδοιο πυρῆς καθύπερθε βάλοντο
Ἀργεῖοι κλυτὸν ἄνδρα δεδουπότα κυδαίνοντες
Αἴαντ'· ἀμφὶ δέ οἱ μεγά‹λα› στενάχοντες ἔθεντο
τιμήεντ' ἐλέφαντα καὶ ἄργυρον ἠερόεντα
ἠδὲ καὶ ἀμφιφορῆας ἀλείφατος ἄλλά τε πάντα
ὁππόσα κυδήεντα καὶ ἀγλαὸν ὄλβον ὀφέλλει.
Ἐν δ' ἔβαλον κρατεροῖο πυρὸς μένος· ἦλθε δὲ πνοιὴ
ἐξ ἁλός, ἣν προέηκε θεὰ Θέτις, ὄφρα θέροιτο
Αἴαντος μεγάλοιο βίη· ὃ δὲ νύκτα καὶ ἠῶ
καίετο πὰρ νήεσσιν ἐπειγομένου ἀνέμοιο.
Οἷός που τὸ πάροιθε Διὸς στονόεντι κεραυνῷ
Ἐγκέλαδος δέδμητο κατ' ἀκαμάτοιο θαλάσσης
Θρινακίης ὑπένερθεν, ὅλη δ' ὑπετύφετο νῆσος·
ἢ οἷος ζώοντα μέλη πυρὶ δῶκε θέρεσθαι
Ἡρακλέης Νέσσοιο δολοφροσύνῃσι χαλεφθείς,
ὁππότ' ἔτλη μέγα ἔργον, ὅλη δ' ἀμφέστενεν Οἴτη
ζωοῦ καιομένοιο, μίγη δέ οἱ αἰθέρι θυμὸς
ἄνδρα λιπὼν ἀρίδηλον, ἐνεκρίνθη δὲ θεοῖσιν
αὐτός, ἐπεί οἱ σῶμα πολύκμητος χάδε γαῖα·
τοῖος ἄρ' ἐν πυρὶ κεῖτο λελασμένος ἰωχμοῖο
Αἴας σὺν τεύχεσσι. Πολὺς δ' ἐστείνετο λαὸς
αἰγιαλοῖς· Τρῶες δὲ γάνυντ', ἀκάχοντο δ' Ἀχαιοί.
- Ἀλλ' ὅτε δὴ δέμας ἠὺ κατήνυσε πῦρ ἀίδηλον,
δὴ τότε πυρκαϊὴν οἴνῳ σβέσαν· ὀστέα δ' αὐτοῦ
χηλῷ ἐνὶ χρυσέῃ θῆκαν· περὶ δέ σφισι γαῖαν
χεῦαν ἀπειρεσίην Ῥοιτηΐδος οὐχ ἑκὰς ἀκτῆς.
Αὐτίκα δ' ἐσκίδναντο πολυσκάρθμους ἐπὶ νῆας
θυμὸν ἀκηχέμενοι· τὸν γὰρ τίον ἶσον Ἀχιλλεῖ.
Νὺξ δ' ἐπόρουσε μέλαινα μετ' ἀνέρας ὕπνον ἄγουσα·
οἳ δ' ἄρα δαῖτ' ἐπάσαντο καὶ ἠριγένειαν ἔμιμνον,
βαιὸν ἀποβρίξαντες ἀραιοῖσι‹ν› βλεφάροισιν·
αἰνῶς γὰρ φοβέοντο κατὰ φρένα μή σφισι Τρῶες
νυκτὸς ἐπέλθωσιν Τελαμωνιάδαο θανόντος.