2127 163 2 0 0 0 V d. C. Epica Nonnus XIX Dionysiaca Keydell, R., Berlin, Weidmann, 1959. 3

ΝΟΝΝΟΥ ΔΙΟΝΥΣΙΑΚΩΝ ΕΝΝΕΑΚΑΙΔΕΚΑΤΟΝ - XIX

- Ὣς φαμένου βαρὺ κέντρον ἔχων νεοπενθέι θυμῷ

κοῦρος ἀφωνήτῳ σφρηγίσσατο χείλεα σιγῇ,

δάκρυσιν αὐτοχύτοις νικώμενος· ὀψὲ δὲ μήτηρ

οἰκτρὸν ἔπος κατέλεξε Μέθη χαίρουσα Λυαίῳ·

- ὑμετέρης ἄγρυπνον ὀπιπευτῆρα χορείης,

σὸν Στάφυλον, Διόνυσε, κατεύνασεν ἔμπεδος ὕπνος,

σὸν Στάφυλον, Διόνυσε, Χαρωνίδες ἥρπασαν αὖραι.

δισσὸν ἐμοὶ βαρὺ πένθος ἐπέχραεν· ἀμπελόεις μὲν

Βάκχος ἐμὲ προλέλοιπε, πόσις δ' ἐμὸς ἔμπεσε νούσῳ·

καὶ ξυνὴν μεθέπεσκον ἐπ' ἀμφοτέροισιν ἀνίην,

καὶ Σταφύλῳ θνήσκοντι καὶ οὐ παρεόντι Λυαίῳ.

ἀλλὰ τεῆς, φίλε Βάκχε, πολυρραθάμιγγος ὀπώρης

δός μοι σεῖο κύπελλον ἐνίπλεον, ὄφρα πιοῦσα

εὐνήσω βαρὺ πένθος ἀπενθήτῳ σέθεν οἴνῳ.

ἐλπὶς ἐμή, Διόνυσε φιλεύιε, μοῦνον ὀπώρην,

μοῦνον ἴδω κρητῆρα, καὶ οὐκέτι δάκρυα λείβω.

- ὣς φαμένην ἐλέαιρε, κερασσάμενος δὲ κυπέλλῳ

ἰκμάδα λυσιμέριμνον ἀλεξικάκου πόρεν οἴνου

παιδὶ νέῳ καὶ μητρὶ κατηφέι· καὶ πίον ἄμφω

τερψινόῳ ῥαθάμιγγι μελίρρυτον ὄγκον ὀπώρης·

καὶ στοναχὴν πρήυνε Μέθη καὶ Βότρυς ἀνίην·

καί τινα μῦθον ἔειπε γυνὴ θελξίφρονι Βάκχῳ·

- ἦλθες ἐμοί, φίλε Βάκχε, φίλον φάος· οὐκέτ' ἀνίη,

οὐκέτι πένθος ἔχει με Διωνύσοιο φανέντος·

ἦλθες ἐμοί, φίλε Βάκχε, φίλον φάος· ὑμετέρῳ γὰρ

δάκρυον ἐπρήυνα ποτῷ παιήονος οἴνου.

οὐ πόσιν, οὐ πατέρος στενάχω μόρον, ἀλλὰ καὶ αὐτοῦ

Βότρυος, ἢν ἐθέλῃς, νοσφίσσομαι· ἀμφότερον γὰρ

Βάκχον ἔχω γενετῆρα καὶ υἱέα καὶ παρακοίτην.

ἕσπομαι, ἢν ἐθέλῃς με, καὶ εἰς τεὸν οἶκον ἱκάνω·

εἴην Βασσαρίδεσσιν ὁμόστολος· ἢν δ' ἐθελήσῃς,

κουφίζω σέο θύρσα καὶ ἱμερόεσσαν ὀπώρην,

χείλεσι δ' ἡμετέροις ἐπιλήνιον αὐλὸν ἐρείσω.

χήρην μή με λίπῃς, μὴ διπλόον ἄλγος ἀέξω

καὶ φθιμένου Σταφύλοιο καὶ οἰχομένου Διονύσου.

Βότρυν ἔχεις θεράποντα· διδασκέσθω δὲ χορείας

καὶ τελετὰς καὶ θύσθλα καί, ἢν ἐθέλῃς, μόθον Ἰνδῶν·

καί μιν ἴδω γελόωντα φιλακρήτῳ παρὰ ληνῷ

ποσσὶ περιθλίβοντα τεῆς ὠδῖνας ὀπώρης.

γηραλέου δὲ Πίθου μιμνήσκεο, μή μιν ἐάσσῃς

σῆς τελετῆς ἀδίδακτον ἢ ἄμμορον ἡδέος οἴνου.

- ὣς φαμένην θάρσυνε Μέθην γελόωντι προσώπῳ

Βάκχος ἄναξ καὶ τοῖα φιλακρήτῳ φάτο νύμφῃ

- ὦ γύναι, ἀγλαόδωρε μετὰ χρυσῆν Ἀφροδίτην,

εὐφροσύνης δώτειρα ....

      .... τερψίμβροτε μῆτερ Ἐρώτων,

εἰλαπίνης ψαύοντι συνειλαπίναζε Λυαίῳ·

ἔσσο Διωνύσῳ στεφανηφόρος, ὡς Ἀφροδίτη,

ἄνθεσι μιτρωθεῖσα καὶ εὐθαλέεσσι κορύμβοις·

στέμματα σῶν πλοκάμων τελέσει ζηλήμονα Νίκην.

οἰνοχόον τελέσω σε μετὰ χρυσόθρονον Ἥβην·

ἔσσεαι ἀμπελόεντι συναντέλλουσα Λυαίῳ

Βακχείων ὁμόφοιτος ὑποδρήστειρα κυπέλλων,

καί σε Μέθην καλέσουσι κόρον τερψίμβροτον οἴνου·

Βότρυν ἐμῆς καλέσω λαθικηδέα καρπὸν ὀπώρης,

καὶ σταφυλὴν φερέβοτρυν ἀπὸ Σταφύλοιο καλέσσω

ἡμερίδων ὠδῖνα καὶ ἀμπελόεσσαν ἐέρσην.

οὐδὲ Μέθης ἀπάνευθε δυνήσομαι εἰλαπινάζειν,

οὐδὲ Μέθης ἀπάνευθεν ἐγώ ποτε κῶμον ἐγείρω.

- ὣς εἰπὼν Σταφύλοιο μεθυσφαλέος παρὰ τύμβῳ

νηπενθὴς Διόνυσος ἀπενθέα θῆκεν ἀγῶνα·

καὶ τράγον εὐπώγωνα καὶ ἄρσενα ταῦρον ἐρύσσας

διπλόα θῆκεν ἄεθλα, καὶ εὐφόρμιγγας ἐρίζειν

Πιερικῆς ἐκάλεσσεν ἁμιλλητῆρας ἀοιδῆς·

διπλόα θῆκεν ἄεθλα, καὶ ἀθλητῆρας ἐπείγων

ἴδμονας εὐκελάδοιο λύρης μειλίξατο μύθῳ·

- Ἀττικὸν ἐνθάδε κῶμον ἐγείρομεν· ἀθλοφόρῳ γὰρ

ἀνέρι νικήσαντι λιπόχροα ταῦρον ὀπάσσω,

ἀνδρὶ δὲ νικηθέντι δασὺν τράγον ἐγγυαλίξω.

- ὣς φαμένου Βρομίοιο λυροκτύπος ἄνθορεν ἀνήρ,

Βιστονίης Οἴαγρος ἀθαλπέος ἀστὸς ἀρούρης,

πλῆκτρον ἔχων φόρμιγγι παρήορον· αὐτὰρ ἐπ' αὐτῷ

Ἀτθίδος ὑμνοπόλου ναέτης ἀνόρουσεν Ἐρεχθεύς.

ἄμφω δ' εἰς μέσον ἦλθον ἀεθλητῆρες ἀγῶνος

φορμίγγων ἐλατῆρες· ἐμιτρώσαντο δὲ χαίτην

δαφναίοις πετάλοισιν· ἀνεζώννυντο δὲ πέπλους.

ἀρχόμενοι δ' ἐλέλιζον ἐθήμονι δάκτυλα παλμῷ

ἐκταδίης θλίβοντες ἀμοιβαίην στίχα νευρῆς

ἄκρα περισφίγγοντες, ὅπως μίτος ὄρθιος εἴη,

μή ποτε θηλύνειε παρειμένος ἄρσενα μολπήν.

- καὶ πρότερος κλήροιο τυχὼν τεχνήμονι ῥυθμῷ

Κεκροπίης ναέτης κιθάρην ἐλέλιζεν Ἐρεχθεύς,

μέλπων πάτριον ὕμνον, ὅτι ζαθέαις ἐν Ἀθήναις

καὶ Κελεὸς ξείνισσε βίου παμμήτορα Δηὼ

Τριπτολέμῳ σὺν παιδὶ καὶ ἀρχαίῃ Μετανείρῃ,

καί σφισι καρπὸν ὄπασσεν, ὅθεν χθονὸς αὔλακα νείφων

Τριπτόλεμος σπόρον εὗρε φερεσταχύων ἐπὶ δίφρων,

καὶ Κελεοῦ φθιμένοιο νεοδμήτῳ παρὰ τύμβῳ

ὄμμασιν ἀκλαύτοισι θαλυσιὰς ἔστενε Δηώ,

ἀλλὰ παρηγορέουσα πάλιν θελξίφρονι μύθῳ

Τριπτολέμου βαρὺ πένθος ἀπέσβεσε καὶ Μετανείρης·

οὕτω καὶ Διόνυσον ἑῷ ξείνισσε μελάθρῳ

Ἀσσυρίων σκηπτοῦχος· ἄναξ δέ οἱ ἀντὶ τραπέζης

ὤπασεν εὔια δῶρα καὶ ἀμπελόεσσαν ὀπώρην,

καὶ Σταφύλου φθιμένοιο, φιλακρήτου βασιλῆος,

υἱέα Βότρυν ἔπαυσε φιλοθρήνοιο μερίμνης,

καὶ κινυρῆς ἀλόχοιο Μέθης εὔνησεν ἀνίην.

- τοῖα σοφὸς φόρμιζε λυροκτύπος· ἀμφὶ δὲ ῥυθμῷ

πάντες ὁμοῦ θέλγοντο· σὺν εὐθύρσῳ δὲ Λυαίῳ

ἅρμενον ἱμερόφωνον ἐθάμβεον Ἀτθίδα μολπήν.

- δεύτερος αἰόλον ὕμνον ἄναξ Οἴαγρος ὑφαίνων,

ὡς γενέτης Ὀρφῆος, ὁμέστιος ἠθάδι Μούσῃ,

δίστιχον ἁρμονίην ἀνεβάλλετο Φοιβάδι μολπῇ,

παυροεπής, λιγύμυθος, Ἀμυκλαίῳ τινὶ θεσμῷ·

εὐχαίτην Ὑάκινθον ἀνεζώγρησεν Ἀπόλλων,

καὶ Στάφυλον Διόνυσος ἀεὶ ζώοντα τελέσσει.

- οὔ πω κῶμος ἔληγεν, ἐπεφθέγξαντο δὲ λαοὶ

εὐφήμοις ἐπέεσσιν ὁμογλώσσων ἀπὸ λαιμῶν,

καὶ Σάτυροι σμαράγησαν ἀολλέες· ἐκ δὲ θοώκου

ἄστατος ἅλλετο Βάκχος, ἄνω καὶ ἔνερθε τινάσσων

δεξιτερήν, καὶ Βότρυς ἀνέδραμεν, εὐάδι φωνῇ

ἁρμονίην εὔρυθμον ἀοιδοπόλοιο γεραίρων·

Οἰάγρου δὲ κάρηνον ἄναξ ἐστέψατο κισσῷ,

καὶ γενέτης Ὀρφῆος ἐπιρρήσσων χθόνα ταρσῷ

ἄσμενος ἄζυγα ταῦρον ἐδέξατο μισθὸν ἀοιδῆς·

ἀμφὶ δέ μιν στοιχηδὸν ἐπεσκίρτησαν ἑταῖροι.

καὶ τράγον εὐρυγένειον, ἄχος καὶ ζῆλον ἀέξων,

αἰδομέναις παλάμῃσιν ἀνείρυσεν ἀστὸς Ἀθήνης.

- εὐχαίτης δ' Ἰόβακχος, ἀφειδέι χειρὶ κομίζων,

ἄξια θῆκεν ἄεθλα χοροπλεκέος περὶ νίκης,

γηραλέου κρητῆρα θυώδεος ἔγκυον οἴνου,

χρύσεον, ἄσπετα μέτρα κεχανδότα, διψάδι γαίῃ

ἰκμάδα τετραέτηρον ἀναβλύζοντα Λυαίου,

Ἡφαίστου σοφὸν ἔργον Ὀλύμπιον, ὅν ποτε Κύπρις

ὤπασε βοτρυόεντι κασιγνήτῳ Διονύσῳ·

μείονα δὲ κρητῆρα μέσῳ παρέθηκεν ἀγῶνι

ἀργύρεον, στίλβοντα, περίτροχον, ὅν ποτε Βάκχῳ

δῶκεν ἄναξ Ἀλύβης ξεινήιον, οἰκία ναίων

ἀφνειὴν παρὰ πέζαν, ὅπῃ χθονίοιο μετάλλου

ἀργυρέαις ἀκτῖσι μέλας λευκαίνεται ἀγκών,

τοῦ περὶ χείλεος ἄκρον ἐπ' ἀμπελόεντι κορύμβῳ ...

κισσὸς ἕλιξ, χρυσέῳ δὲ πέριξ δαιδάλλετο κόσμῳ·

τοῦτον ἄγων ἔστησε ... βαθυνομένῳ κενεῶνι

ληνὸν ἔτι πνείοντα νεώτερον ὄγκον ὀπώρης,

γλεῦκος, ἀνυμφεύτοιο μέθης ποτόν· οὐ νέμεσις γὰρ

ἀνέρα νικηθέντα πιεῖν ἀμέθυστον ἐέρσην.

- ἀλλ' ὅτε Βάκχος ἄεθλα μέσῳ στήριξεν ἀγῶνι,

ἴδμονας ὀρχηθμοῖο καλέσσατο μάρτυρι φωνῇ·

- ὅς τις ἀεθλεύσει κυκλούμενος ἴδμονι ταρσῷ

νικήσας τροχαλοῖο ποδὸς κρίσιν, οὗτος ἑλέσθω

καὶ χρύσεον κρητῆρα καὶ ἡδυπότου χύσιν οἴνου·

ὃς δὲ πέσῃ σφαλεροῖο ποδὸς δεδονημένος ὁλκῷ,

ἥσσονα δ' ὀρχήσοιτο, καὶ ἥσσονα δῶρα δεχέσθω·

οὐ γὰρ ἐγὼ πάντεσσιν ὁμοίιος· ἀθλοφόρῳ δὲ

ἀνέρι νικήσαντι χοροίτυπον ἁβρὸν ἀγῶνα

οὐ τρίποδα στίλβοντα καὶ οὐ ταχὺν ἵππον ὀπάσσω,

οὐ δόρυ καὶ θώρηκα φόνῳ πεπαλαγμένον Ἰνδῶν, ...

δίσκον ἐς ἰθυκέλευθον ἀκοντιστῆρας ἐγείρων·

οὐδὲ ποδωκείης τέταται δρόμος, οὐ δορὸς αἰχμὴ

τηλεπόρου· Σταφύλῳ δέ, καταφθιμένῳ βασιλῆι,

ἀνδρὶ φιλοσκάρθμῳ, φιλοπαίγμονα κῶμον ἐγείρω·

οὐδὲ παλαισμοσύνῃ γυιαλκέι δῶρα τιταίνῳ,

οὐ δρόμος ἱπποσύνης, οὐκ Ἤλιδός εἰσιν ἀγῶνες,

οὐ δρόμος Οἰνομάου γαμβροκτόνος· ἡμετέρη γὰρ

νύσσα χορός, βαλβῖδες ἐπισκιρτήματα ταρσῶν,

χεὶρ τροχαλὴ καὶ σκαρθμὸς ἕλιξ, καὶ νεῦμα προσώπου

ἄστατα κινυμένοιο, καὶ αὐδήεσσα σιωπὴ

δάκτυλα δινεύουσα καὶ ὀρχηστῆρος ὀπωπήν.

- τοῖον ἔπος φαμένου κερόεις Σιληνὸς ἀνέστη,

καὶ τριγέρων βαρύθοντι Μάρων ἀνεπήλατο ταρσῷ

χρύσεον ἀστράπτοντα μέγαν κρητῆρα δοκεύων,

οὐχ ὅτι χρύσεος ἦεν †ὑπέρτερος, ἀλλ' ὅτι μοῦνον

εἶχεν ἐυρραθάμιγγα παλαίτατον ὄγκον ἐέρσης

ἄκρου χείλεος ἄχρις· ἔρως δέ μιν ἡδέος οἴνου

θῆκε νέον, πολιὴν δὲ βιήσατο Βακχιὰς ὀδμή·

καὶ πόδας ἀμφελέλιζεν ἑῆς πειρώμενος ἀλκῆς,

μὴ βαρὺ γῆρας ἔπαυσε λελασμένα γυῖα χορείης.

καὶ ψυχὴν Σταφύλοιο γέρων μειλίξατο φωνῇ,

νηφάλιον λασίῳ προχέων ἔπος ἀνθερεῶνι·

- εἰμὶ Μάρων, συνάεθλος ἀπενθήτοιο Λυαίου·

δακρυχέειν οὐκ οἶδα· τί δάκρυσι καὶ Διονύσῳ;

κύκλα ποδῶν ἐμὰ δῶρα ταφήια σῷ παρὰ τύμβῳ·

δέξο με μειδιόωντα· Μάρων οὐκ οἶδε μερίμνας,

οὐ γόον οἶδε Μάρων, οὐ πενθάδος ὄγκον ἀνίης·

ἱμερόεις πέλε λάτρις ἀπενθήτου Διονύσου.

ἵλαθι σεῖο Μάρωνι, καὶ εἰ πίες ὕδατα Λήθης,

δὸς χάριν, ὄφρα πίοιμι παλαιγενέος χύσιν οἴνου,

Σιληνὸς δὲ νέος πιέτω νέον ὄγκον ὀπώρης.

καὶ Σταφύλῳ μετὰ πότμον, ἅτε ζώοντι, χορεύσω,

ὅττι χορὸν προβέβουλε φιλοκνίσοιο τραπέζης·

σοί, Στάφυλε, ζώοντι καὶ οὐ πνείοντι χορεύω

κῶμον ἀνακρούων ἐπιτύμβιον· εἰμὶ δὲ Βάκχου,

οὐ θεράπων Φοίβοιο, καὶ οὐ μάθον αἴλινα μέλπειν,

οἷα παρὰ Κρήτεσσιν ἄναξ ἐλίγαινεν Ἀπόλλων

δακρυχέων ἐρατεινὸν Ἀτύμνιον· Ἡλιάδων δὲ

ξεῖνος ἐγὼ γενόμην, ἀλλότριος Ἠριδανοῖο,

εἰμὶ νόθος Φαέθοντος ὀλωλότος ἡνιοχῆος,

οὐ Σπάρτης ναέτης· οὐ πένθιμον ἄνθος ἀείρω

σείων ἁβρὰ πέτηλα φιλοκλαύτων ὑακίνθων.

σήμερον εἰ Μίνωι παρήμενος ἶσα δικάζεις,

εἴτε καὶ ἀνθεμόεσσαν ἔχεις Ῥαδαμάνθυος αὐλήν,

Ἠλυσίου λειμῶνος ἐν ἄλσεσιν ἁβρὸν ὁδεύων,

κέκλυθι σεῖο Μάρωνος· ἐγὼ δέ σοι ἀντὶ κυπέλλων

ἀσπόνδοις στομάτεσσιν ἐρεύγομαι ἔμφρονα λοιβήν·

ἵλαθι σεῖο Μάρωνι, δίδου δέ μοι οἴνοπα νίκην,

νίκην πασιμέλουσαν· ἐγὼ δέ σοι ὑψόθι τύμβου

σπείσω ἐμῶν χρυσέων πρωτάγρια καλὰ κυπέλλων

ἀρχόμενος κρητῆρος ἐμῆς μετ' ἀέθλια νίκης.

- ὣς εἰπὼν ἐχόρευε Μάρων ἑλικώδεϊ ταρσῷ,

δεξιὸν ἐκ λαιοῖο μετήλυδα ταρσὸν ἀμείβων,

σιγὴν ποικιλόμυθον ἀναυδέι χειρὶ χαράσσων·

ὀφθαλμοὺς δ' ἐλέλιζεν ἀλήμονας, εἰκόνα μύθων,

νεύματι τεχνήεντι νοήμονα ῥυθμὸν ὑφαίνων·

καὶ κεφαλὴν ἐτίνασσε καὶ ἤθελε βόστρυχα σείειν,

εἰ μὴ γυμνὰ μέτωπα λιπότριχος εἶχε καρήνου.

οὐδὲ μέν, οἷα γέρων Τιτήνιον αἷμα κομίζων,

ἔγραφε φωνήεντι τύπῳ Τιτηνίδα φύτλην,

οὐ Κρόνον ἠὲ Φάνητα παλαίτερον, οὐδὲ γενέθλην

Ἠελίου Τιτῆνος ὁμόχρονον ἥλικι κόσμῳ·

ἀλλὰ λιπὼν ξύμπαντα ..... καὶ ἀστραίης χύσιν ὕλης

οἰνοχόον Κρονίδαο σοφῇ ποίκιλλε σιωπῇ

Ζηνὶ δέπας τανύοντα καὶ ἀθανάτων χορὸν ἄλλων

αἰὲν ἐπασσυτέροισιν ἐυφραίνοντα κυπέλλοις,

ἢ ζαθέην προχέοντα κατὰ κρητῆρος ἐέρσην·

ἦν δέ οἱ ἁρμονίη γλυκερὸν ποτόν· ἀλλὰ καὶ αὐτὴν

νέκταρ ἀρυομένην ὠρχήσατο παρθένον Ἥβην·

ἐς Σατύρους δ' ὁρόων Γανυμήδεος ἔγραφε μορφὴν

χερσὶν ἀφωνήτοισι, καὶ ὁππότε δέρκετο Βάκχας,

Ἥβην χρυσοπέδιλον ἐχέφρονι δείκνυε σιγῇ.

- τοῖα Μάρων ἐχάρασσε πολύτροπα δάκτυλα πάλλων,

καὶ ποδὸς εὐρύθμοιο σοφὴν ἀνεσείρασεν ὁρμήν,

ἀσταθέος τελέσας πολυκαμπέα μέτρα χορείης.

ἵστατο δὲ τρομέων, δεδοκημένος ὄμματι λοξῷ,

τίς τίνα νικήσειε, τίς εἰς ἑὸν οἶκον ἱκάνοι

μείζονα καὶ πλήθοντα μέθης κρητῆρα κομίζων.

- Σιληνὸς δ' ἐχόρευε· πολυστρέπτοιο δὲ τέχνης

σύμβολα φωνήεντα κατέγραφε σιγαλέη χείρ.

καὶ παλάμης τότε τοῖος ἔην τύπος, ὥς ποτε πολλὴ

υἱέι Κυρήνης ἔρις ἔμπεσε καὶ Διονύσῳ

ἀμφὶ πότου, μάκαρες δὲ συνήιον· οὐ τότε πυγμή,

οὐ δρόμος, οὐ τότε δίσκος ἀέθλια· παιδὶ δὲ Φοίβου

ὄργανα κεῖτο κύπελλα μεμηλότα καὶ Διονύσῳ

καὶ δίδυμοι κρητῆρες, ὁ μὲν χρονίου χύσιν οἴνου,

ὃς δὲ φέρων νέα δῶρα φιλοπτόρθοιο μελίσσης·

καὶ Κρονίδης ἐκάθητο δικασπόλος, ἀθλοφόροις δὲ

ἁβρὸς ἀγὼν τετάνυστο μελισταγέος περὶ νίκης·

ὄργανα κεῖτο κύπελλα· καί, ὡς χρυσόπτερος Ἑρμῆς,

αὐτὸς Ἔρως ἐρόεις ἐναγώνιος εἰς μέσον ἔστη,

χειρὶ μιῇ καὶ κισσὸν ἔχων καὶ θαλλὸν ἐλαίης,

Βάκχῳ κίσσινον ἄνθος, Ἀρισταίῳ δὲ προτείνων

στέμμασι Πισαίοισιν ἐοικότα θαλλὸν ἐλαίης,

Παλλάδος ἁγνὸν ἄγαλμα. μελικρήτῳ δὲ κυπέλλῳ

πρῶτος Ἀρισταῖος κεράσας ὠδῖνα μελίσσης

ὤρεγεν ἀθανάτοισι σοφὸν ποτόν, ἄλλον ἀπ' ἄλλου

εὐφραίνων, καὶ ἔνειμε δέπας στοιχηδὸν ἑκάστῳ·

τοῖσι μὲν ἀρχομένοισιν ἐυρραθάμιγγος ἐέρσης

ὀξύτατος κόρος ἔσκεν, ἀρυομένων δὲ κυπέλλων

τὸ τρίτον ἠρνήσαντο, καὶ οὐχ ἥψαντο τετάρτου,

καὶ μέλιτος μέμψαντο ταχὺν κόρον· ἡδυπότου δὲ

ἁβροχίτων Διόνυσος ἀπὸ κρητῆρος ἀφύσσων

κούφισε δισσὰ κύπελλα καὶ ὤρεγε δίζυγι παλμῷ

τὸ πρῶτον Κρονίδῃ, τὸ δὲ δεύτερον ὤπασεν Ἥρῃ,

πατροκασιγνήτῳ τρίτατον δέπας Ἐννοσιγαίῳ·

ἑξείης δ' ἅμα πᾶσι θεοῖς καὶ Ζηνὶ τοκῆι

τερπομένοις ἐκέρασσε, κατηφιόωντι δὲ μούνῳ

μειδιόων ἐτίταινε δέπας ζηλήμονι Φοίβῳ·

οἱ δὲ πολυσπερέεσσι νόον θέλγοντο κυπέλλοις,

διψαλέοι δ' ἔτι μᾶλλον ἀεὶ γίνοντο πιόντες,

καὶ πάλιν ᾔτεον ἄλλο, καὶ οὐ κόρος ἔσκε κυπέλλων.

ἀθάνατοι δ' ὀλόλυξαν, ἐπετρέψαντο δὲ Βάκχῳ

οἰνάδος ἡδυπότοιο φέρειν πρεσβήια νίκης·

καὶ μεθύων ἀκίχητος Ἔρως, ὀχετηγὸς ἀγῶνος,

κισσῷ βοτρυόεντι κόμην ἔστεψε Λυαίου.

- τοῦτο σοφῇ παλάμῃ κερόεις Σιληνὸς ὑφαίνων

δεξιτερὴν μὲν ἔπαυσε, πολυσκάρθμῳ δὲ πεδίλῳ

ἐκ χθονὸς ᾐώρητο καὶ ἠέρι πέμπεν ὀπωπάς,

πῇ μὲν ἐπ' ἀλλήλοισιν ὁμόζυγα ταρσὰ συνάπτων,

πῇ δὲ διαζεύξας ἑτεραλκέι πάλλετο τέχνῃ,

ἄλλοτε πουλυέλικτος ὑπὲρ δαπέδοιο χορεύων

ὀρθὸς ἐπὶ πτέρναις ἑλικώδεϊ σείετο παλμῷ·

δεξιτερῷ δ' ἄγναμπτος ἐπεστηρίζετο ταρσῷ,

δάκτυλον ἄκρον ἔχων ἑτέρου ποδὸς ἢ γόνυ κάμψας

συμφερταῖς παλάμῃσιν ἢ ἐκταδίην πτύχα μηρῶν,

Σιληνὸς βαρύγουνος, ἔχων ποδὸς ὄρθιον ὁρμήν·

καὶ πόδα λαιὸν ἄειρεν ἐπὶ πλευροῖο καὶ ὤμου

κουφίζων ἑλικηδόν, ὀπισθοτόνῳ δ' ὑπὸ τέχνῃ

καμπύλον ᾐώρησεν ἐπ' αὐχένι ταρσὸν ἑλίξας·

καὶ βαλίῃ στροφάλιγγι παλιννόστοιο χορείης

ὕπτιος αὐτοέλικτος ἐκάμπτετο κυκλάδι τέχνῃ

πεπταμένην ἐπίκυρτον ἐς ἠέρα γαστέρα φαίνων,

τὴν αὐτὴν στεφανηδὸν ἀτέρμονα νύσσαν ἀμείβων·

καὶ κεφαλὴ πεφόρητο παρήορος, οἷά περ αἰεὶ

ἁπτομένη δαπέδοιο καὶ οὐ ψαύουσα κονίης·

καὶ ποδὶ λαχνήεντι πέδον Σιληνὸς ἑλίσσων

ἄστατος ἔνθα καὶ ἔνθα ποδῶν βακχεύετο παλμῷ.

καὶ τότε γούνατα κάμνε, τινασσομένου δὲ καρήνου

ὕπτιος αὐτοκύλιστος ἐπωλίσθησεν ἀρούρῃ·

καὶ ποταμὸς μορφοῦτο· δέμας δέ οἱ ἔβλυεν ὕδωρ

χεύμασιν αὐτομάτοισιν· ἀμειβομένου δὲ μετώπου

εἰς προχοὴν ἐπίκυρτον ἐκυμαίνοντο κεραῖαι,

καὶ ῥόθιον κορυφοῦτο κυκώμενον ὕψι καρήνου,

καὶ βυθὸς ἰχθυόεις ψαμάθῳ κοιλαίνετο γαστήρ·

Σιληνοῦ δὲ χυθέντος ἀμειβομένη πέλε χαίτη

εἰς θρύον αὐτοτέλεστον· ὑπὲρ ποταμοῖο δὲ γείτων

ὀξυτενὴς σύριζε δόναξ δεδονημένος αὔραις

αὐτοφυής. γλυκερὴν δὲ Μάρων †ἐδύσατο νίκην,

ἀγκὰς ἔχων κρητῆρα βεβυσμένον ἡδέος οἴνου·

Σιληνοῦ δὲ χυθέντος ἀέθλιον, οἷά τε λοιβήν,

ἀργύρεον κρητῆρα λαβὼν ἔρριψε ῥεέθροις,

καὶ προχοὰς ἐμέθυσσε χοροπλεκέος ποταμοῖο,

χῶρος ὅθεν κρητῆρος ἐπώνυμος, ἡδυπότου δὲ

Σιληνοῦ κελάδοντος ἀκούεται εὔιον ὕδωρ.

καί τινα μῦθον ἔλεξε Μάρων ποταμηΐδι πηγῇ·

- οὔ σε Μάρων, Σιληνέ, βιάζεται· εἰς σὲ δὲ ῥίψω

οἶνον ἐρευθιόωντα καὶ οἰνοδόκον σε καλέσσω.

δέξο, μέθης ἀκόρητε, τεὸν μέθυ, δέχνυσο Βάκχου

ἀργύρεον κρητῆρα, καὶ ἔσσεαι ἀργυροδίνης.

εἱλιπόδη Σιληνέ, καὶ ἐν προχοῇσι χορεύεις,

σεῖο ποδῶν στροφάλιγγα καὶ ἐν ῥοθίοισι φυλάσσεις,

εἰσέτι κωμάζεις διερὸν τύπον· ἀλλὰ σὺ Βάκχαις

ἵλαθι καὶ Σατύροισι καὶ οἰνοπότῃσιν ὀπώρης

Σιληνούς τε φύλασσε, τεῆς βλάστημα γενέθλης·

ἀκροπότῃ δὲ Μάρωνι χαρίζεο, μηδέ σε νίκης

ζῆλον ὑποκλέπτοντα καὶ ἐν ποταμοῖσι νοήσω.

ὕδασι μᾶλλον ἄεξε Μαρωνίδος οἶνον ὀπώρης·

ἔσσο καὶ ἐν ποταμοῖσιν ὁμοφρονέων Διονύσῳ.

νήπιε, τίς σε δίδαξεν ἀρειοτέροισιν ἐρίζειν;

Σιληνὸς πάλιν ἄλλος, ὑπέρβιον αὐλὸν ἀμείβων,

αὐχένα γαῦρον ἄειρε καὶ εἰς ἔριν ἤλυθε Φοίβῳ·

ἀλλά ἑ γυμνώσας λασίου χροός, ἔρνεϊ δήσας,

ἔμπνοον ἀσκὸν ἔθηκε, καὶ ὑψόθι πολλάκι δένδρου

ἐνδόμυχος κόλπωσε τύπον μιμηλὸν ἀήτης,

οἷα πάλιν μέλποντος ἀσιγήτοιο νομῆος·

καί μιν ἐποικτείρων μορφώσατο Δελφὸς Ἀπόλλων,

καὶ ποταμὸν ποίησεν ὁμοίιον· εἰσέτι κείνου

Σιληνοῦ λασίοιο φατίζεται ἀγκύλον ὕδωρ,

καὶ κτύπον ἠνεμόφοιτον ἐρεύγεται, οἷά περ αἰεὶ

ἀντιτύποις δονάκεσσι μελιζομένου ποταμοῖο.

καὶ σὺ δέμας μετάμειψας ἀρείονι νεῖκος ἀνάψας

Σιληνῷ προτέρῳ πανομοίιος. ἀλλὰ σὺ νύμφην

μηκέτι μαστεύσειας ἀσάμβαλον ἠθάδα Βάκχην,

Βάκχην λυσιέθειραν ὀρειάδα· λυσικόμων γὰρ

Νηιάδων ἀπέλεθρος ἐυφραίνει σε γενέθλη.

μηκέτι μαστεύσῃς ὀφιώδεα δεσμὰ Λυαίου,

ἐγχέλυας μεθέπων σκολιὴν ὠδῖνα ῥεέθρων,

καὶ στικταῖς φολίδεσσιν ἀρηρότες ἀντὶ δρακόντων

ἰχθύες ὑμετέροισιν ἐφερπύζουσι ῥεέθροις.

εἰ δὲ σὺ βοτρυόεντος ἐνοσφίσθης Διονύσου,

μᾶλλον ἐπολβίζω σε· σὺ γὰρ καὶ βότρυν ἀέξεις ...

τί πλέον ἤθελες ἄλλο τεῶν θρεπτῆρα ῥοάων

Ζῆνα φέρων μετὰ Βάκχον, ὅλης γενετῆρα γενέθλης; ...

ἀντὶ τεῶν Σατύρων ποταμῶν στίχες· ἀντὶ δὲ ληνοῦ

Ὠκεανοῦ κελάδοντος ὑπὲρ νώτοιο χορεύεις.

εἴκελον εἶδος ἔχεις καὶ ἐν ὕδασιν· οὐ νέμεσις δὲ

Σιληνὸν κομόωντα βοοκραίροισι μετώποις

ταυρείην κερόεσσαν ἔχειν ποταμηίδα μορφήν.

- εἶπε Μάρων· καὶ πάντες ἐθάμβεον ἀγκύλον ὕδωρ

Σιληνοῦ ζαχύτοιο κυβιστητῆρος ἰδόντες,

ἰσοφυὲς μίμημα πολυγνάμπτου ποταμοῖο.