1293 86 0 1 0 0 VI sec. a. C.-X d. C. Epigramma Autori vari IV Anthologia Graeca Beckby, H., Munich, Heimeran, 1-2:1965; 3-4:1968 5

Anthologia Graeca IV

‹ΠΡΟΟΙΜΙΑ›

1 - ΜΕΛΕΑΓΡΟΥ ΣΤΕΦΑΝΟΣ

Μοῦσα φίλα, τίνι τάνδε φέρεις πάγκαρπον ἀοιδὰν

   ἢ τίς ὁ καὶ τεύξας ὑμνοθετᾶν στέφανον;

ἄνυσε μὲν Μελέαγρος· ἀριζάλῳ δὲ Διοκλεῖ

   μναμόσυνον ταύταν ἐξεπόνησε χάριν·

   5πολλὰ μὲν ἐμπλέξας Ἀνύτης κρίνα, πολλὰ δὲ Μοιροῦς

   λείρια, καὶ Σαπφοῦς βαιὰ μέν, ἀλλὰ ῥόδα,

ναρκίσσων τε χορὸν Μελανιππίδου ἔγκυον ὕμνων,

   καὶ νέον οἰνάνθης κλῆμα Σιμωνίδεω·

σὺν δ' ἀναμὶξ πλέξας μυρόπνουν εὐάνθεμον ἶριν

  10   Νοσσίδος, ἧς δέλτοις κηρὸν ἔτηξεν Ἔρως·

τῇ δ' ἅμα καὶ σάμψυχον ἀφ' ἡδυπνόοιο Ῥιανοῦ,

   καὶ γλυκὺν Ἠρίννης παρθενόχρωτα κρόκον,

Ἀλκαίου τε λάληθρον ἐν ὑμνοπόλοις ὑάκινθον,

   καὶ Σαμίου δάφνης κλῶνα μελαμπέταλον·

  15ἐν δὲ Λεωνίδεω θαλεροὺς κισσοῖο κορύμβους,

   Μνασάλκου τε κόμας ὀξυτόρου πίτυος·

βλαισήν τε πλατάνιστον ἀπέθρισε Παμφίλου οἴμης,

   σύμπλεκτον καρύης ἔρνεσι Παγκράτεος,

Τύμνεώ τ' εὐπέταλον λεύκην, χλοερόν τε σίσυμβρον

  20   Νικίου, Εὐφήμου τ' ἀμμότροφον πάραλον·

ἐν δ' ἄρα Δαμάγητον, ἴον μέλαν, ἡδύ τε μύρτον

   Καλλιμάχου, στυφελοῦ μεστὸν ἀεὶ μέλιτος,

λυχνίδα τ' Εὐφορίωνος ἰδ' ἐν Μούσῃσιν ἄμωμον,

   ὃς Διὸς ἐκ κούρων ἔσχεν ἐπωνυμίην.

  25τῇσι δ' ἅμ' Ἡγήσιππον ἐνέπλεκε, μαινάδα βότρυν,

   Πέρσου τ' εὐώδη σχοῖνον ἀμησάμενος,

σὺν δ' ἅμα καὶ γλυκύμηλον ἀπ' ἀκρεμόνων Διοτίμου,

   καὶ ῥοιῆς ἄνθη πρῶτα Μενεκράτεος,

σμυρναίους τε κλάδους Νικαινέτου, ἠδὲ Φαέννου

  30   τέρμινθον, βλωθρήν τ' ἀχράδα Σιμίεω·

ἐν δὲ καὶ ἐκ λειμῶνος ἀμωμήτοιο σέλινα,

   βαιὰ διακνίζων ἄνθεα, Παρθενίδος,

λείψανά τ' εὐκαρπεῦντα μελιστάκτων ἀπὸ Μουσέων,

   ξανθοὺς ἐκ καλάμης Βακχυλίδεω στάχυας·

  35ἐν δ' ἄρ' Ἀνακρείοντα, τὸ μὲν γλυκὺ κεῖνο μέλισμα

   νέκταρος, ἐν δ' ἐλέγους ἄσπορον ἀνθέμιον·

ἐν δὲ καὶ ἐκ φορβῆς σκολιότριχος ἄνθος ἀκάνθης

   Ἀρχιλόχου, μικρὰς στράγγας ἀπ' ὠκεανοῦ·

τοῖς δ' ἅμ' Ἀλεξάνδροιο νέους ὄρπηκας ἐλαίης

  40   ἠδὲ Πολυκλείτου πορφύρεον κύαμον.

ἐν δ' ἄρ' ἀμάρακον ἧκε Πολύστρατον, ἄνθος ἀοιδῶν,

   φοίνισσάν τε νέην κύπρον ἀπ' Ἀντιπάτρου·

ναὶ μὴν καὶ Συρίαν σταχυότριχα θήκατο νάρδον

   ὑμνοθέταν Ἑρμοῦ δῶρον ἀειδόμενον.

  45ἐν δὲ Ποσείδιππόν τε καὶ Ἡδύλον, ἄγρι' ἀρούρης,

   Σικελίδεώ τ' ἀνέμοις ἄνθεα φυόμενα·

ναὶ μὴν καὶ χρύσειον ἀεὶ θείοιο Πλάτωνος

   κλῶνα, τὸν ἐξ ἀρετῆς πάντοθι λαμπόμενον.

ἄστρων τ' ἴδριν Ἄρατον ὁμοῦ βάλεν, οὐρανομάκευς

  50   φοίνικος κείρας πρωτογόνους ἕλικας,

λωτόν τ' εὐχαίτην Χαιρήμονος, ἐν φλογὶ μίξας

   Φαιδίμου, Ἀνταγόρου τ' εὔστροφον ὄμμα βοός,

τάν τε φιλάκρητον Θεοδωρίδεω νεοθαλῆ

   ἕρπυλλον, κυάνων τ' ἄνθεα Φανίεω,

  55ἄλλων τ' ἔρνεα πολλὰ νεόγραφα· τοῖς δ' ἅμα Μούσης

   καὶ σφετέρης ἔτι που πρώιμα λευκόια. ‑

ἀλλὰ φίλοις μὲν ἐμοῖσι φέρω χάριν· ἔστι δὲ μύσταις

   κοινὸς ὁ τῶν Μουσέων ἡδυεπὴς στέφανος.

2 - ΦΙΛΙΠΠΟΥ ΣΤΕΦΑΝΟΣ

Ἄνθεά σοι δρέψας Ἑλικώνια καὶ κλυτοδένδρου

   Πιερίης κείρας πρωτοφύτους κάλυκας

καὶ σελίδος νεαρῆς θερίσας στάχυν ἀντανέπλεξα

   τοῖς Μελεαγρείοις ὡς ἴκελον στεφάνοις.

   5ἀλλὰ παλαιοτέρων εἰδὼς κλέος, ἐσθλὲ Κάμιλλε,

   γνῶθι καὶ ὁπλοτέρων τὴν ὀλιγοστιχίην.

Ἀντίπατρος πρέψει στεφάνῳ στάχυς· ὡς δὲ κόρυμβος

   Κριναγόρας, λάμψει δ' ὡς βότρυς Ἀντίφιλος,

Τύλλιος ὡς μελίλωτον, ἀμάρακον ὣς Φιλόδημος·

  10   μύρτα δ' ὁ Παρμενίων, ὡς ῥόδον Ἀντιφάνης·

κισσὸς δ' Αὐτομέδων, Ζωνᾶς κρίνα, δρῦς δὲ Βιάνωρ,

   Ἀντίγονος δ' ἐλάη καὶ Διόδωρος ἴον·

Εὐήνῳ δάφνην συνεπίπλεκε· τοὺς δὲ περισσοὺς

   εἴκασον οἷς ἐθέλεις ἄνθεσιν ἀρτιφύτοις.

3 - ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΑΣΙΑΝΟΥ ΜΥΡΙΝΑΙΟΥ

   Οἶμαι μὲν ὑμᾶς, ἄνδρες, ἐμπεπλησμένους

ἐκ τῆς τοσαύτης τῶν λόγων πανδαισίας,

ἔτι που τὰ σιτία προσκόρως ἐρυγγάνειν·

καὶ δὴ κάθησθε τῇ τρυφῇ σεσαγμένοι.

   5λόγων γὰρ ἡμῖν πολυτελῶν καὶ ποικίλων

πολλοὶ προθέντες παμμιγεῖς εὐωχίας,

περιφρονεῖν πείθουσι τῶν εἰθισμένων.

τί δὲ νῦν ποιήσομεν; τὰ προὐξειργασμένα

οὕτως ἐάσω συντετῆχθαι κείμενα,

  10ἢ καὶ προθῶμαι τῆς ἀγορᾶς ἐν τῷ μέσῳ

παλιγκαπήλοις εὐτελῶς ἀπεμπολῶν;

καὶ τίς μετασχεῖν τῶν ἐμῶν ἀνέξεται;

τίς δ' ἂν πρίαιτο τοὺς λόγους τριωβόλου,

εἰ μὴ φέροι πως ὦτα μὴ τετρημένα;

  15   Ἀλλ' ἐστὶν ἐλπὶς εὐμενῶς τῶν δρωμένων

ὑμᾶς μεταλαβεῖν, κοὐ κατεβλακευμένως.

ἔθος γὰρ ἡμῖν τῇ προθυμίᾳ μόνῃ

τῇ τῶν καλούντων ἐμμετρεῖν τὰ σιτία.

καὶ πρός γε τοῦτο δεῖπνον ἠρανισμένον

  20ἥκω προθήσων ἐκ νέων ἡδυσμάτων.

ἐπεὶ γὰρ οὐκ ἔνεστιν ἐξ ἐμοῦ μόνου

ὑμᾶς μεταλαβεῖν, ἄνδρες, ἀξίας τροφῆς,

πολλοὺς ἔπεισα συλλαβεῖν μοι τοῦ πόνου

καὶ συγκαταβαλεῖν καὶ συνεστιᾶν πλέον.

  25καὶ δὴ παρέσχον ἀφθόνως οἱ πλούσιοι,

ἐξ ὧν τρυφῶσι, καὶ παραλαβὼν γνησίως

ἐν τοῖς ἐκείνων πέμμασι φρυάττομαι.

τοῦτο δέ τις αὐτῶν προσφόρως, δεικνὺς ἐμέ,

ἴσως ἐρεῖ πρὸς ἄλλον· Ἀρτίως ἐμοῦ

  30μάζαν μεμαχότος μουσικήν τε καὶ νέαν,

οὗτος παρέθηκεν τὴν ὑπ' ἐμοῦ μεμαγμένην.

ταυτὶ μὲν οὖν ἐρεῖ τις, οἶδα, τῶν σοφῶν

τῶν ὀψοποιῶν, ὧν χάριν δοκῶ μόνος

εἶναι τοσαύτης ἡγεμὼν πανδαισίας.

  35θαρρῶν γὰρ αὐτοῖς λιτὸν οἴκοθεν μέρος

καὐτὸς παρέμιξα, τοῦ δοκεῖν μὴ παντελῶς

ξένος τις εἶναι τῶν ὑπ' ἐμοῦ συνηγμένων.

ἀλλ' ἐξ ἑκάστου σμικρὸν ἐξάγω μέρος,

ὅσον ἀπογεῦσαι· τῶν δὲ λοιπῶν εἰ θέλοι

  40τυχεῖν τις ἁπάντων καὶ μετασχεῖν εἰς κόρον,

ἴστω γε ταῦτα κατ' ἀγορὰν ζητητέα.

   Κόσμον δὲ προσθεὶς τοῖς ἐμοῖς πονήμασι,

ἐκ τοῦ Βασιλέως τοὺς προλόγους ποιήσομαι·

ἅπαντα γάρ μοι δεξιῶς προβήσεται.

  45καί μοι μεγίστων πραγμάτων ὑμνουμένων

εὑρεῖν γένοιτο καὶ λόγους ἐπηρμένους.

ΤΟΥ ΑΥΤΟΥ

   Μή τις ἐπαυχενίοιο λιπὼν ζωστῆρα λεπάδνου

βάρβαρος ἐς Βασιλῆα βιημάχον ὄμμα τανύσσῃ·

μηδ' ἔτι Περσὶς ἄναλκις ἀναστείλασα καλύπτρην

  50ὄρθιον ἀθρήσειεν· ἐποκλάζουσα δὲ γαίῃ

καὶ λόφον αὐχήεντα καταγνάμπτουσα τενόντων

Αὐσονίοις ἄκλητος ὑποκλίνοιτο ταλάντοις.

Ἑσπερίη θεράπαινα, σὺ δ' ἐς κρηπῖδα Γαδείρων

καὶ παρὰ πορθμὸν Ἴβηρα καὶ Ὠκεανίτιδα Θούλην

  55ἤπιον ἀμπνεύσειας, ἀμοιβαίων δὲ τυράννων

κράατα μετρήσασα τεῇ κρυφθέντα κονίῃ,

θαρσαλέαις παλάμῃσι φίλην ἀγκάζεο Ῥώμην.

Καυκασίῳ δὲ τένοντι καὶ ἐν ῥηγμῖνι Κυταίῃ,

ὁππόθι ταυρείοιο ποδὸς δουπήτορι χαλκῷ

  60σκληρὰ σιδηρείης ἐλακίζετο νῶτα κονίης,

σύννομον Ἀδρυάδεσσιν ἀναπλέξασα χορείην

Φασιὰς εἱλίσσοιτο φίλῳ σκιρτήματι νύμφη,

καὶ καμάτους μέλψειε πολυσκήπτρου Βασιλῆος,

μόχθον ἀπορρίψασα γιγαντείου τοκετοῖο.

  65μηδὲ γὰρ αὐχήσειεν Ἰωλκίδος ἔμβολον Ἀργοῦς,

ὅττι πόνους ἥρωος ἀγασσαμένη Παγασαίου

οὐκέτι Κολχὶς ἄρουρα, γονῇ πλησθεῖσα Γιγάντων,

εὐπτολέμοις σταχύεσσι μαχήμονα βῶλον ἀνοίγει.

κεῖνα γὰρ ἢ μῦθός τις ἀνέπλασεν ἢ διὰ τέχνης

  70οὐχ ὁσίης τετέλεστο, πόθων ὅτε λύσσαν ἑλοῦσα

παρθενικὴ δολόεσσα μάγον κίνησεν ἀνάγκην·

ἀλλὰ δόλων ἔκτοσθε καὶ ὀρφναίου κυκεῶνος

Βάκτριος ἡμετέροισι Γίγας δούπησε βελέμνοις.

οὐκέτι μοι χῶρός τις ἀνέμβατος, ἀλλ' ἐνὶ πόντῳ

  75Ὑρκανίου κόλποιο καὶ ἐς βυθὸν Αἰθιοπῆα

Ἰταλικαῖς νήεσσιν ἐρέσσεται ἥμερον ὕδωρ.

   Ἀλλ' ἴθι νῦν ἀφύλακτος ὅλην ἤπειρον ὁδεύων,

Αὐσόνιε, σκίρτησον, ὁδοιπόρε· Μασσαγέτην δὲ

ἀμφιθέων ἀγκῶνα καὶ ἄξενα τέμπεα Σούσων

  80Ἰνδῴης ἐπίβηθι κατ' ὀργάδος· ἐν δὲ κελεύθοις

εἴ ποτε διψήσειας, ἀρύεο δοῦλον Ὑδάσπην.

ναὶ μὴν καὶ κυανωπὸν ὑπὲρ δύσιν ἄτρομος ἕρπων

κύρβιας Ἀλκείδαο μετέρχεο, θαρσαλέως δὲ

ἴχνιον ἀμπαύσειας ἐπὶ ψαμάθοισιν Ἰβήρων,

  85ὁππόθι, καλλιρέεθρον ὑπὲρ βαλβῖδα θαλάσσης,

δίζυγος ἠπείροιο συναντήσασα κεραίη

ἐλπίδας ἀνθρώποισι βατῆς εὔνησε πορείης.

ἐσχατιὴν δὲ Λίβυσσαν ἐπιστείβων Νασαμώνων

ἔρχεο καὶ παρὰ Σύρτιν, ὅπῃ νοτίῃσι θυέλλαις

  90ἐς κλίσιν ἀντίπρωρον ἀνακλασθεῖσα Βορῆος

καὶ ψαφαρὴν ἄμπωτιν ὕπερ ῥηγμῖνι ἁλίπλῳ

ἀνδράσι δῖα θάλασσα πόρον χερσαῖον ἀνοίγει.

οὐδὲ γὰρ ὀθνείης σε δεδέξεται ἤθεα γαίης,

ἀλλὰ σοφοῦ κτεάνοισιν ὁμιλήσεις Βασιλῆος,

  95ἔνθα κεν ἀίξειας, ἐπεὶ κυκλώσατο κόσμον

κοιρανίῃ· Τάναϊς δὲ μάτην ἤπειρον ὁρίζων

ἐς Σκυθίην πλάζοιτο καὶ ἐς Μαιώτιδα λίμνην.

   Τοὔνεκεν, ὁππότε πάντα φίλης πέπληθε γαλήνης,

ὁππότε καὶ ξείνοιο καὶ ἐνδαπίοιο κυδοιμοῦ

 100ἐλπίδες ἐθραύσθησαν ὑφ' ἡμετέρῳ Βασιλῆι,

δεῦρο, μάκαρ Θεόδωρε, σοφὸν στήσαντες ἀγῶνα

παίγνια κινήσωμεν ἀοιδοπόλοιο χορείης.

σοὶ γὰρ ἐγὼ τὸν ἄεθλον ἐμόχθεον· εἰς σὲ δὲ μύθων

ἐργασίην ἤσκησα, μιῇ δ' ὑπὸ σύζυγι βίβλῳ

 105ἐμπορίην ἤθροισα πολυξείνοιο μελίσσης·

καὶ τόσον ἐξ ἐλέγοιο πολυσπερὲς ἄνθος ἀγείρας,

στέμμα σοι εὐμύθοιο καθήρμοσα Καλλιοπείης,

ὡς φηγὸν Κρονίωνι καὶ ὁλκάδας Ἐννοσιγαίῳ,

ὡς Ἄρεϊ ζωστῆρα καὶ Ἀπόλλωνι φαρέτρην,

 110ὡς χέλυν Ἑρμάωνι καὶ ἡμερίδας Διονύσῳ.

οἶδα γάρ, ὡς ἄλληκτον ἐμῆς ἱδρῶτι μερίμνης

εὖχος ἐπιστάξειεν ἐπωνυμίη Θεοδώρου.

   Πρῶτα δέ σοι λέξαιμι, παλαιγενέεσσιν ἐρίζων,

ὅσσαπερ ἐγράψαντο νέης γενετῆρες ἀοιδῆς

 115ὡς προτέροις μακάρεσσιν ἀνειμένα· καὶ γὰρ ἐῴκει

γράμματος ἀρχαίοιο σοφὸν μίμημα φυλάξαι.

ἀλλὰ πάλιν μετ' ἐκεῖνα παλαίτερον εὖχος ἀείρει,

ὅσσαπερ ἢ γραφίδεσσι χαράξαμεν ἤ τινι χώρῳ,

εἴτε καὶ εὐποίητον ἐπὶ βρέτας, εἴτε καὶ ἄλλης

 120τέχνης ἐργοπόνοιο πολυσπερέεσσιν ἀέθλοις.

καὶ τριτάτην βαλβῖδα νεήνιδος ἔλλαχε βίβλου,

ὅσσα θέμις τύμβοισι· τάπερ Θεὸς ἐν μὲν ἀοιδῇ

ἐκτελέειν νεύσειεν, ἐν ἀτρεκίῃ δὲ διώκειν.

ὅσσα δὲ καὶ βιότοιο πολυσπερέεσσι κελεύθοις

 125γράψαμεν ἀσταθέος τε τύχης σφαλεροῖσι ταλάντοις,

δέρκεό μοι βίβλοιο παρὰ κρηπῖδα τετάρτην.

ναὶ τάχα καὶ πέμπτοιο χάρις θέλξειεν ἀέθλου,

ὁππόθι κερτομέοντες ἐπεσβόλον ἦχον ἀοιδῆς

γράψαμεν. ἑκταῖον δὲ μέλος κλέπτουσα Κυθήρη

 130εἰς ὀάρους ἐλέγοιο παρατρέψειε πορείην

καὶ γλυκεροὺς ἐς ἔρωτας. ἐν ἑβδομάτῃ δὲ μελίσσῃ

εὐφροσύνας Βάκχοιο φιλακρήτους τε χορείας

καὶ μέθυ καὶ κρητῆρα καὶ ὄλβια δεῖπνα νοήσεις.

ΤΟΥ ΑΥΤΟΥ

Στῆλαι καὶ γραφίδες καὶ κύρβιες εὐφροσύνης μὲν

 135   αἴτια τοῖς ταῦτα κτησαμένοις μεγάλης,

ἀλλ' ἐς ὅσον ζώουσι· τὰ γὰρ κενὰ κύδεα φωτῶν

   ψυχαῖς οἰχομένων οὐ μάλα συμφέρεται.

ἡ δ' ἀρετὴ σοφίης τε χάρις καὶ κεῖθι συνέρπει,

   κἀνθάδε μιμνάζει μνῆστιν ἐφελκομένη.

 140οὕτως οὔτε Πλάτων βρενθύεται οὔτ' ἄρ' Ὅμηρος

   χρώμασιν ἢ στήλαις, ἀλλὰ μόνῃ σοφίῃ.

ὄλβιοι, ὧν μνήμη πινυτῶν ἐνὶ τεύχεσι βίβλων,

   ἀλλ' οὐκ ἐς κενεὰς εἰκόνας ἐνδιάει.