3787 370 1 8 3 0 VI sec. a. C.-X d. C. Epigramma Autori vari X Anthologia Graeca Beckby, H., Munich, Heimeran, 1-2:1965; 3-4:1968 21

Anthologia Graeca X

ΠΡΟΤΡΕΠΤΙΚΑ

ΛΕΩΝΙΔΟΥ

Ὁ πλόος ὡραῖος· καὶ γὰρ λαλαγεῦσα χελιδὼν

   ἤδη μέμβλωκεν χὠ χαρίεις ζέφυρος·

λειμῶνες δ' ἀνθεῦσι, σεσίγηκεν δὲ θάλασσα

   κύμασι καὶ τρηχεῖ πνεύματι βρασσομένη.

ἀγκύρας ἀνέλοιο καὶ ἐκλύσαιο γύαια,

   ναυτίλε, καὶ πλώοις πᾶσαν ἐφεὶς ὀθόνην.

ταῦθ' ὁ Πρίηπος ἐγὼν ἐπιτέλλομαι, ὁ λιμενίτας,

   ὤνθρωφ', ὡς πλώοις πᾶσαν ἐπ' ἐμπορίην.

ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ

Ἀκμαῖος ῥοθίῃ νηὶ δρόμος, οὐδὲ θάλασσα

   πορφύρει τρομερῇ φρικὶ χαρασσομένη·

ἤδη δὲ πλάσσει μὲν ὑπώροφα γυρὰ χελιδὼν

   οἰκία, λειμώνων δ' ἁβρὰ γελᾷ πέταλα.

τοὔνεκα μηρύσασθε διάβροχα πείσματα, ναῦται,

   ἕλκετε δ' ἀγκύρας φωλάδας ἐκ λιμένων·

λαίφεα δ' εὐυφέα προτονίζετε. ταῦθ' ὁ Πρίηπος

   ὔμμιν ἐνορμίτας παῖς ἐνέπω Βρομίου.

ΑΔΗΛΟΝ

Εἰς Ἀίδην ἰθεῖα κατήλυσις, εἴτ' ἀπ' Ἀθηνῶν

   στείχοις, εἴτε νέκυς νίσεαι ἐκ Μερόης.

μή σέ γ' ἀνιάτω πάτρης ἀποτῆλε θανόντα·

   πάντοθεν εἷς ὁ φέρων εἰς Ἀίδην ἄνεμος.

ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ

Λῦσον ἀπ' εὐόρμων δολιχὰ πρυμνήσια νηῶν,

   εὔτροχα δ' ἐκπετάσας λαίφεα ποντοπόρει,

ἔμπορε· χειμῶνες γὰρ ἀπέδραμον, ἄρτι δὲ κῦμα

   γλαυκὸν θηλύνει πρηΰγελως Ζέφυρος·

ἤδη καὶ φιλότεκνος ὑπὸ τραυλοῖσι χελιδὼν

   χείλεσι καρφίτην πηλοδομεῖ θάλαμον·

ἄνθεα δ' ἀντέλλουσι κατὰ χθόνα· τῷ σὺ Πριήπῳ

   πειθόμενος πάσης ἅπτεο ναυτιλίης.

ΘΥΙΛΛΟΥ

Ἤδη πηλοδομεῦσι χελιδόνες, ἤδη ἀν' οἶδμα

   κολποῦται μαλακὰς εἰς ὀθόνας ζέφυρος·

ἤδη καὶ λειμῶνες ὑπὲρ πετάλων ἐχέαντο

   ἄνθεα, καὶ τρηχὺς σῖγα μέμυκε πόρος.

σχοίνους μηρύεσθε, ἐφ' ὁλκάδα φορτίζεσθε

   ἀγκύρας, καὶ πᾶν λαῖφος ἔφεσθε κάλοις.

ταῦτ' ὔμμιν πλώουσιν ἐπ' ἐμπορίην ὁ Πρίηπος

   ὁ λιμενορμίτης ναυτιλίην γράφομαι.

ΣΑΤΥΡΟΥ

Ἤδη μὲν ζεφύροιο ποητόκου ὑγρὸν ἄημα

   ἠρέμα λειμῶνας πίτνει ἐπ' ἀνθοκόμους·

Κεκροπίδες δ' ἠχεῦσι· γαληναίη δὲ θάλασσα

   μειδιάει κρυερῶν ἄτρομος ἐξ ἀνέμων.

ἀλλ' ἴτε θαρσαλέοι, πρυμνήσια λύετε, ναῦται,

   πίτνατε δὲ πτερύγων λεπταλέας στολίδας.

ὦ ἴτ' ἐπ' ἐμπορίην πίσυνοι χαρίεντι Πριήπῳ,

   ὦ ἴτε δὴ λιμένων δαίμονι πειθόμενοι.

ΑΡΧΙΟΥ

Τοῦδέ με κυμοπλῆγος ἐπὶ σκοπέλοιο Πρίηπον

   ναῦται Θρηικίου θέντο πόρου φύλακα,

πολλάκις οἷς ἤιξα ταχὺς καλέουσιν ἀρωγός,

   ξεῖνε, κατὰ πρύμνης ἡδὺν ἄγων Ζέφυρον.

τοὔνεκεν οὔτ' ἄκνισον, ὅπερ θέμις, οὔτ' ἐπιδευῆ

   εἴαρος ἀθρήσεις βωμὸν ἐμὸν στεφάνων,

ἀλλ' αἰεὶ θυόεντα καὶ ἔμπυρον· οὐδ' ἑκατόμβη

   τόσσον ὅσον τιμὴ δαίμοσιν ἁνδάνεται.

ΤΟΥ ΑΥΤΟΥ

Βαιὸς ἰδεῖν ὁ Πρίηπος ἐπαιγιαλίτιδα ναίω

   χηλήν, αἰθυίαις οὔποτ' ἐναντίβιος,

φοξός, ἄπους, οἷόν κεν ἐρημαίῃσιν ἐπ' ἀκταῖς

   ξέσσειαν μογερῶν υἱέες ἰχθυβόλων.

ἀλλ' ἤν τις γριπεύς με βοηθόον ἢ καλαμευτὴς

   φωνήσῃ, πνοιῆς ἵεμαι ὀξύτερος.

λεύσσω καὶ τὰ θέοντα καθ' ὕδατος· ἦ γὰρ ἀπ' ἔργων

   δαίμονες, οὐ μορφᾶς γνωστὸν ἔχουσι τύπον.

ΑΔΗΛΟΝ

Τὸν βραχύν, ἰχθυβολῆες, ὑπὸ σχίνῳ με Πρίηπον

   στειλάμενοι κώπαις τὰν ὀλίγαν ἄκατον,

‑ δίκτυ' ἄγ' ἁπλώσασθε ‑ , πολὺν δ' ἁλινηχέα βῶκα

   καὶ σκάρον, οὐ θρίσσης νόσφιν ἀρυσσάμενοι,

γλαυκὸν ἐνιδρυνθέντα νάπῃ, σημάντορα θήρης

   τίετ' ἀπ' οὐκ ὀλίγων βαιὸν ἀπαρχόμενοι.

ΑΡΧΙΟΥ [ΝΕΩΤΕΡΟΥ]

Πᾶνά με τόνδ' ἱερῆς ἐπὶ λισσάδος, αἰγιαλίτην

   Πᾶνα, τὸν εὐόρμων τῇδ' ἔφορον λιμένων,

οἱ γριπῆες ἔθεντο· μέλω δ' ἐγὼ ἄλλοτε κύρτοις,

   ἄλλοτε δ' αἰγιαλοῦ τοῦδε σαγηνοβόλοις.

ἀλλὰ παράπλει, ξεῖνε· σέθεν δ' ἐγὼ οὕνεκα ταύτης

   εὐποΐης πέμψω πρηῢν ὄπισθε νότον.

ΣΑΤΥΡΟΥ

Εἴτε σύ γ' ὀρνεόφοιτον ὑπὲρ καλαμῖδα παλύνας

   ἰξῷ ὀρειβατέεις, εἴτε λαγοκτονέεις,

Πᾶνα κάλει. κυνὶ Πὰν λασίου ποδὸς ἴχνια φαίνει·

   σύνθεσιν ἀκλινέων Πὰν ἀνάγει καλάμων.

ΑΔΕΣΠΟΤΟΝ

Τᾷδ' ὑπὸ τὰν ἄρκευθον ἴτ' ἀμπαύοντες, ὁδῖται,

   γυῖα παρ' Ἑρμείᾳ σμικρόν, ὁδοῦ φύλακι,

μὴ φύρδαν, ὅσσοι δὲ βαρεῖ γόνυ κάμνετε μόχθῳ

   καὶ δίψᾳ, δολιχὰν οἶμον ἀνυσσάμενοι.

πνοιὴ γὰρ καὶ θῶκος ἐύσκιος, ἅ θ' ὑπὸ πέτρᾳ

   πῖδαξ εὐνήσει γυιοβαρῆ κάματον·

ἔνδιον δὲ φυγόντες, ὀπωρινοῦ κυνὸς ἄσθμα,

   ὡς θέμις, Ἑρμείην εἰνόδιον τίετε.

ΣΑΤΥΡΟΥ

Ἦ καλὸν αἱ δάφναι, καλὸν δ' ὑπὸ πυθμέσιν ὕδωρ

   πιδύει, πυκινὸν δ' ἄλσος ὑποσκιάει

τηλεθάον, ζεφύροισιν ἐπίδρομον, ἄλκαρ ὁδίταις

   δίψης καὶ καμάτου καὶ φλογὸς ἠελίου.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Εὔδια μὲν πόντος πορφύρεται· οὐ γὰρ ἀήτης

   κύματα λευκαίνει φρικὶ χαρασσόμενα·

οὐκέτι δὲ σπιλάδεσσι περικλασθεῖσα θάλασσα

   ἔμπαλιν ἀντωπὸς πρὸς βάθος εἰσάγεται.

οἱ ζέφυροι πνείουσιν, ἐπιτρύζει δὲ χελιδὼν

   κάρφεσι κολλητὸν πηξαμένη θάλαμον.

θάρσει, ναυτιλίης ἐμπείραμε, κἂν παρὰ Σύρτιν,

   κἂν παρὰ Σικελικὴν ποντοπορῇς κροκάλην·

μοῦνον ἐνορμίταο παραὶ βωμοῖσι Πριήπου

   ἢ σκάρον ἢ βῶκας φλέξον ἐρευθομένους.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Ἤδη μὲν ζεφύροισι μεμυκότα κόλπον ἀνοίγει

   εἴαρος εὐλείμων θελξινόοιο χάρις·

ἄρτι δὲ δουρατέοισιν ἐπωλίσθησε κυλίνδροις

   ὁλκὰς ἀπ' ἠιόνων ἐς βυθὸν ἑλκομένη.

λαίφεα κυρτώσαντες ἀταρβέες ἔξιτε, ναῦται,

   πρηῢν ἀμοιβαίης φόρτον ἐς ἐμπορίης.

πιστὸς νηυσὶ Πρίηπος, ἐπεὶ Θέτιν εὔχομαι εἶναι

   ἡμετέρου πατρὸς ξεινοδόκον Βρομίου.

ΘΕΑΙΤΗΤΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Ἤδη καλλιπέτηλον ἐπ' εὐκάρποισι λοχείαις

   λήιον ἐκ ῥοδέων ἀνθοφορεῖ καλύκων·

ἤδη ἐπ' ἀκρεμόνεσσιν ἰσοζυγέων κυπαρίσσων

   μουσομανὴς τέττιξ θέλγει ἀμαλλοδέτην·

καὶ φιλόπαις ὑπὸ γεῖσα δόμους τεύξασα χελιδὼν

   ἔκγονα πηλοχύτοις ξεινοδοκεῖ θαλάμοις.

ὑπνώει δὲ θάλασσα, φιλοζεφύροιο γαλήνης

   νηοφόροις νώτοις εὔδια πεπταμένης,

οὐκ ἐπὶ πρυμναίοισι καταιγίζουσα κορύμβοις,

   οὐκ ἐπὶ ῥηγμίνων ἀφρὸν ἐρευγομένη.

ναυτίλε, ποντομέδοντι καὶ ὁρμοδοτῆρι Πριήπῳ

   τευθίδος ἢ τρίγλης ἀνθεμόεσσαν ἴτυν,

ἢ σκάρον αὐδήεντα παραὶ βωμοῖσι πυρώσας

   ἄτρομος Ἰονίου τέρμα θαλασσοπόρει.

ΑΝΤΙΦΙΛΟΥ

Ἀρχέλεω, λιμενῖτα, σὺ μέν, μάκαρ, ἠπίῳ αὔρῃ

   πέμπε κατὰ σταθερῆς οἰχομένην ὀθόνην

ἄχρις ἐπὶ Τρίτωνα· σὺ δ' ἠόνος ἄκρα λελογχὼς

   τὴν ἐπὶ Πυθείου ῥύεο ναυστολίην·

κεῖθεν δ', εἰ Φοίβῳ μεμελήμεθα πάντες ἀοιδοί,

   πλεύσομαι εὐαεῖ θαρσαλέως ζεφύρῳ.

ΑΡΓΕΝΤΑΡΙΟΥ

Γῶβρυ, Διώνυσός σε καὶ ἡ φιλεράστρια Κύπρις

   τέρποι καὶ γλυκεραὶ γράμμασι Πιερίδες·

ὧν μὲν γὰρ σοφίην ἀποδρέπτεο· τῆς δ' ἐς ἔρωτας

   ἔρχεο· τοῦ δὲ φίλας λαβροπότει κύλικας.

ΑΠΟΛΛΩΝΙΔΟΥ

Ἡδὺ παρειάων πρῶτον θέρος ἤματι τούτῳ

   κείρεο καὶ γενύων ἠιθέους ἕλικας,

Γάιε· σὸν δὲ πατὴρ χερὶ δέξεται εὐκτὸν ἴουλον

   Λεύκιος αὐξομένου πουλὺν ἐς ἠέλιον.

δωρεῦνται χρυσέοισιν, ἐγὼ δ' ἱλαροῖς ἐλέγοισιν·

   οὐ γὰρ δὴ πλούτου Μοῦσα χερειοτέρη.

ΑΔΑΙΟΥ

Ἤν τινα καλὸν ἴδῃς, εὐθὺς τὸ πρῆγμα κροτείσθω·

   βάζ', ἃ φρονεῖς· ὄρχεων δράσσεο χερσὶν ὅλαις·

ἢν δ' εἴπῃς· Τίω σε καὶ ἔσσομαι οἷάτ' ἀδελφός,

   αἰδώς σου κλείσει τὴν ἐπὶ τοὔργον ὁδόν.

ΦΙΛΟΔΗΜΟΥ

Κύπρι γαληναίη, φιλονύμφιε, Κύπρι δικαίων

   σύμμαχε, Κύπρι Πόθων μῆτερ ἀελλοπόδων,

Κύπρι, τὸν ἡμίσπαστον ἀπὸ κροκέων ἐμὲ παστῶν,

   τὸν χιόσι ψυχὴν Κελτίσι νειφόμενον,

Κύπρι, τὸν ἡσύχιόν με, τὸν οὐδενὶ κοῦφα λαλεῦντα,

   τὸν σέο πορφυρέῳ κλυζόμενον πελάγει,

Κύπρι φιλορμίστειρα, φιλόργιε, σῷζέ με, Κύπρι,

   Ναϊακοὺς ἤδη, δεσπότι, πρὸς λιμένας.

ΒΙΑΝΟΡΟΣ

Μὴ πόδα γυμνὸν ἔρεσσε δι' ὑλάεσσαν ἀταρπὸν

   Αἰγύπτου· χαροπῶν φεῦγε διὲξ ὀφίων,

ἀγρεῦ δουνακόδιφα· τὸν ἐκ χέρσου δὲ φύλαξαι

   ἰόν, ὁ τοξεύειν ὄρνιν ἐπειγόμενος.

ΑΥΤΟΜΕΔΟΝΤΟΣ

Νικήτης, ὀλίγος μὲν ἐπὶ προτόνοισιν ἀήτης

   οἷάτε, πρηείης ἄρχεται ἐκ μελέτης·

ἀλλ' ὅταν ἐμπνεύσῃ, κατὰ δ' ἱστία πάντα φέρηται,

   λαίφεα πακτώσας μέσσα θέει πελάγη,

ναῦς ἅτε μυριόφορτος, ἕως ἐπὶ τέρματα μύθων

   ἔλθῃ ἀκυμάντους εὔπλοος εἰς λιμένας.

ΚΡΙΝΑΓΟΡΟΥ

Φρὴν ἱερὴ μεγάλη Ἐνοσίχθονος, ἔσσο καὶ ἄλλοις

   ἠπίη, Αἰγαίην οἳ διέπουσιν ἅλα·

κἀμοὶ γὰρ Θρήικι διωκομένῳ ὑπ' ἀήτῃ

   ὤρεξας πρηεῖ' ἀσπασίῳ λιμένας.

ΑΝΤΙΠΑΤΡΟΥ

Φοῖβε, Κεφαλλήνων λιμενοσκόπε, θῖνα Πανόρμου

   ναίων τρηχείης ἀντιπέρην Ἰθάκης,

δός με δι' εὐπλώτοιο πρὸς Ἀσίδα κύματος ἐλθεῖν,

   Πείσωνος δολιχῇ νηὶ συνεσπόμενον·

καὶ τὸν ἐμὸν βασιλῆα τὸν ἄλκιμον εὖ μὲν ἐκείνῳ

   ἵλαον, εὖ δ' ὕμνοις ἄρτισον ἡμετέροις.

ΛΟΥΚΙΑΝΟΥ

Ὡς τεθνηξόμενος τῶν σῶν ἀγαθῶν ἀπόλαυε,

   ὡς δὲ βιωσόμενος φείδεο σῶν κτεάνων.

ἔστι δ' ἀνὴρ σοφὸς οὗτος, ὃς ἄμφω ταῦτα νοήσας

   φειδοῖ καὶ δαπάνῃ μέτρον ἐφηρμόσατο.

ΤΟΥ ΑΥΤΟΥ

Ἀνθρώπους μὲν ἴσως λήσεις ἄτοπόν τι ποιήσας,

   οὐ λήσεις δὲ θεοὺς οὐδὲ λογιζόμενος.

ΤΟΥ ΑΥΤΟΥ

Τοῖσι μὲν εὖ πράττουσιν ἅπας ὁ βίος βραχύς ἐστιν

   τοῖς δὲ κακῶς μία νὺξ ἄπλετός ἐστι χρόνος.

ΤΟΥ ΑΥΤΟΥ

[29]

Οὐχ ὁ Ἔρως ἀδικεῖ μερόπων γένος, ἀλλ' ἀκολάστοις

   ψυχαῖς ἀνθρώπων ἔσθ' ὁ Ἔρως πρόφασις.

ΑΔΗΛΟΝ

Ὠκεῖαι χάριτες γλυκερώτεραι· ἢν δὲ βραδύνῃ,

   πᾶσα χάρις κενεή, μηδὲ λέγοιτο χάρις.

ΛΟΥΚΙΑΝΟΥ

Θνητὰ τὰ τῶν θνητῶν, καὶ πάντα παρέρχεται ἡμᾶς·

   ἢν δὲ μή, ἀλλ' ἡμεῖς αὐτὰ παρερχόμεθα.

[ΠΑΛΛΑΔΑ]

Πολλὰ μεταξὺ πέλει κύλικος καὶ χείλεος ἄκρου.

ΑΔΗΛΟΝ

Ἐσθλὰ λέγειν αἰεὶ πάντας, καλόν· αἰσχρὰ δέ, δεινόν,

   κἂν ὦσιν τούτων ἄξιοι, ὧν λέγομεν.

ΠΑΛΛΑΔΑ

Εἰ τὸ μέλειν δύναταί τι, μερίμνα καὶ μελέτω σοι·

   εἰ δὲ μέλει περὶ σοῦ δαίμονι, σοὶ τί μέλει;

οὔτε μεριμνήσεις δίχα δαίμονος οὔτ' ἀμελήσεις·

   ἀλλ' ἵνα σοί τι μέλῃ, δαίμονι τοῦτο μέλει.

ΛΟΥΚΙΑΝΟΥ

Εὖ πράττων φίλος εἶ θνητοῖς, φίλος εἶ μακάρεσσι,

   καί σευ ῥηιδίως ἔκλυον εὐξαμένου·

ἢν πταίσῃς, οὐδεὶς ἔτι σοι φίλος, ἀλλ' ἅμα πάντα

   ἐχθρὰ Τύχης ῥιπαῖς συμμεταβαλλόμενα.

ΤΟΥ ΑΥΤΟΥ

Οὐδὲν ἐν ἀνθρώποισι Φύσις χαλεπώτερον εὗρεν

   ἀνθρώπου καθαρὰν ψευδομένου φιλίην·

οὐ γὰρ ἔθ' ὡς ἐχθρὸν προφυλασσόμεθ', ἀλλ' ἀγαπῶντες

   ὡς φίλον ἐν τούτῳ πλείονα βλαπτόμεθα.

ΤΟΥ ΑΥΤΟΥ

Ἡ βραδύπους βουλὴ μέγ' ἀμείνων· ἡ δὲ ταχεῖα

   αἰὲν ἐφελκομένη τὴν μετάνοιαν ἔχει.

‹ΤΙΜΩΝΟΣ›

Ὥρη ἐρᾶν, ὥρη δὲ γαμεῖν, ὥρη δὲ πεπαῦσθαι.

ΑΔΗΛΟΝ

Θησαυρὸς μέγας ἔστ' ἀγαθὸς φίλος, Ἡλιόδωρε,

   τῷ καὶ τηρῆσαι τοῦτον ἐπισταμένῳ.

‹ΘΕΟΓΝΙΔΟΣ›

Μήποτε τὸν παρεόντα παρεὶς φίλον ἄλλον ἐρεύνα

   δειλῶν ἀνθρώπων ῥήμασι πειθόμενος.

ΛΟΥΚΙΑΝΟΥ

Πλοῦτος ὁ τῆς ψυχῆς πλοῦτος μόνος ἐστὶν ἀληθής·

   τἆλλα δ' ἔχει λύπην πλείονα τῶν κτεάνων.

τόνδε πολυκτέανον καὶ πλούσιόν ἐστι δίκαιον

   κλῄζειν, ὃς χρῆσθαι τοῖς ἀγαθοῖς δύναται.

εἰ δέ τις ἐν ψήφοις κατατήκεται, ἄλλον ἐπ' ἄλλῳ

   σωρεύειν αἰεὶ πλοῦτον ἐπειγόμενος,

οὗτος ὁποῖα μέλισσα πολυτρήτοις ἐνὶ σίμβλοις

   μοχθήσει ἑτέρων δρεπτομένων τὸ μέλι.

ΤΟΥ ΑΥΤΟΥ

Ἀρρήτων ἐπέων γλώσσῃ σφραγὶς ἐπικείσθω·

   κρείσσων γὰρ μύθων ἢ κτεάνων φυλακή.

ΑΔΗΛΟΝ

Ἓξ ὧραι μόχθοις ἱκανώταται· αἱ δὲ μετ' αὐτὰς

   γράμμασι δεικνύμεναι ζῆθι λέγουσι βροτοῖς.

‹ΠΑΛΛΑΔΑ›

Ἢν ὁ φίλος τι λάβῃ, δόμινε φράτερ εὐθὺς ἔγραψεν·

   ἢν δ' αὖ μή τι λάβῃ, τὸ φράτερ εἶπε μόνον·

ὤνια γὰρ καὶ ταῦτα τὰ ῥήματα. αὐτὰρ ἔγωγε

   οὐκ ἐθέλω δόμινε, οὐ γὰρ ἔχω δόμεναι.

ΤΟΥ ΑΥΤΟΥ

Ἂν μνήμην, ἄνθρωπε, λάβῃς, ὁ πατήρ σε τί ποιῶν

   ἔσπειρεν, παύσῃ τῆς μεγαλοφροσύνης.

ἀλλ' ὁ Πλάτων σοὶ τῦφον ὀνειρώσσων ἐνέφυσεν

   ἀθάνατόν σε λέγων καὶ φυτὸν οὐράνιον.

ἐκ πηλοῦ γέγονας. τί φρονεῖς μέγα; τοῦτο μὲν οὕτως

   εἶπ' ἄν τις κοσμῶν πλάσματι σεμνοτέρῳ.

εἰ δὲ λόγον ζητεῖς τὸν ἀληθινόν, ἐξ ἀκολάστου

   λαγνείας γέγονας καὶ μιαρᾶς ῥανίδος.

ΠΑΛΛΑΔΑ

Ἦ μεγάλη παίδευσις ἐν ἀνθρώποισι σιωπή·

   μάρτυρα Πυθαγόραν τὸν σοφὸν αὐτὸν ἔχω,

ὃς λαλέειν εἰδὼς ἑτέρους ἐδίδασκε σιωπᾶν

   φάρμακον ἡσυχίης ἐγκρατὲς εὑρόμενος.

ΤΟΥ ΑΥΤΟΥ

Ἔσθιε, πῖνε, μύσας ἐπὶ πένθεσιν· οὐ γὰρ ἔοικεν

   γαστέρι πενθῆσαι νεκρόν, Ὅμηρος ἔφη·

καὶ γὰρ ὁμοῦ θάψασαν ὀλωλότα δώδεκα τέκνα

   σίτου μνησαμένην τὴν Νιόβην παράγει.

ΤΟΥ ΑΥΤΟΥ

Μήποτε δουλεύσασα γυνὴ δέσποινα γένοιτο,

   ἐστὶ παροιμιακόν, τῷδε θ' ὅμοιον ἐρῶ·

μήτε δίκην δικάσειεν ἀνὴρ γεγονὼς δικολέκτης,

   μηδ' ὅταν Ἰσοκράτους ῥητορικώτερος ᾖ.

πῶς γὰρ ὁ μισθαρνεῖν εἰθισμένος οὐδὲν ἑταίρας

   σεμνότερον δικάσαι μὴ ῥυπαρῶς δύναται;

ΤΟΥ ΑΥΤΟΥ

Καὶ μύρμηκι χολὴν καὶ σέρφῳ φασὶν ἐνεῖναι·

   εἶτα χολὴν μὲν ἔχει ζῷα τὰ φαυλότατα,

ἐκκεῖσθαι δ' ἐμὲ πᾶσι χολὴν μὴ σχόντα κελεύεις,

   ὡς μηδὲ ψιλοῖς ῥήμασιν ἀνταδικεῖν

τοὺς ἔργοις ἀδικοῦντας; ἀποφράξαντα δεήσει

   λοιπὸν ὁλοσχοίνῳ τὸ στόμα μηδὲ πνέειν.

ΤΟΥ ΑΥΤΟΥ

Τὴν Κίρκην οὔ φημι, καθὼς εἴρηκεν Ὅμηρος,

   ἀντ' ἀνδρῶν ποιεῖν ἢ σύας ἠὲ λύκους

τοὺς αὐτῇ προσιόντας· ἑταίρα δ' οὖσα πανοῦργος

   τοὺς δελεασθέντας πτωχοτάτους ἐποίει·

τῶν δ' ἀνθρωπείων ἀποσυλήσασα λογισμῶν,

   εἶτ' ἀπὸ τῶν ἰδίων μηδὲν ἔχοντας ἔτι

ἔτρεφεν ἔνδον ἔχουσα δίκην ζῴων ἀλογίστων.

   ἔμφρων δ' ὢν Ὀδυσεὺς τὴν νεότητα φυγών,

οὐχ Ἑρμοῦ, φύσεως δ' ἰδίας ἐμφύντα λογισμὸν

   εἶχε γοητείας φάρμακον ἀντίπαλον.

ΤΟΥ ΑΥΤΟΥ

Ὁ φθόνος οἰκτιρμοῦ κατὰ Πίνδαρόν ἐστιν ἀμείνων·

   οἱ βασκαινόμενοι λαμπρὸν ἔχουσι βίον·

τοὺς δὲ λίαν ἀτυχεῖς οἰκτείρομεν. ἀλλά τις εἴην

   μήτ' ἄγαν εὐδαίμων μήτ' ἐλεεινὸς ἐγώ.

ἡ μεσότης γὰρ ἄριστον, ἐπεὶ τὰ μὲν ἄκρα πέφυκεν

   κινδύνους ἐπάγειν, ἔσχατα δ' ὕβριν ἔχει.

ΤΟΥ ΑΥΤΟΥ

Εὖγε λέγων τὸν Καιρὸν ἔφης θεόν, εὖγε, Μένανδρε,

   ὡς ἀνὴρ Μουσῶν καὶ Χαρίτων τρόφιμος·

πολλάκι γὰρ τοῦ σφόδρα μεριμνηθέντος ἄμεινον

   προσπεσὸν εὐκαίρως εὗρέ τι ταὐτόματον.

ΤΟΥ ΑΥΤΟΥ

Εἰ τοὺς ἀνδροφόνους εὐδαίμονας ὄντας ὁρῶμεν,

   οὐ πάνυ θαυμάζω· τοῦ Διός ἐστι γέρας.

τὸν γὰρ γεννήσαντα μεμισηκὼς καὶ ἐκεῖνος

   κτεῖνεν ἄν, εἰ ὁ Κρόνος θνητὸς ἐτύγχανεν ὤν·

ἀντὶ δὲ τοῦ κτεῖναι σὺν τοῖς Τιτῆσι κολάζει,

   δέσμιον ὡς λῃστὴν εἰς τὸ βάραθρον ἐνείς.

ΤΟΥ ΑΥΤΟΥ

Οὐ ποιεῖ θάνατον μόνον ἡ φθίσις, ἀλλὰ τὸν αὐτὸν

   καὶ πολλὴ παχύτης πολλάκις εἰργάσατο.

τοῦδ' ὁ τυραννήσας Διονύσιος Ἡρακλείας

   τῆς ἐν τῷ Πόντῳ μάρτυς, ὁ τοῦτο παθών.

ΤΟΥ ΑΥΤΟΥ

Ἂν πάνυ κομπάζῃς προστάγμασι μὴ ὑπακούειν

   τῆς γαμετῆς, ληρεῖς. Οὐ γὰρ ἀπὸ δρυὸς εἶ

οὐδ' ἀπὸ πέτρης, φησίν· ὅ θ' οἱ πολλοὶ κατ' ἀνάγκην

   πάσχομεν ἢ πάντες, καὶ σὺ γυναικοκρατῇ.

εἰ δ' Οὐ σανδαλίῳ φὴς τύπτομαι οὐδ' ἀκολάστου

   οὔσης μοι γαμετῆς χρή με μύσαντα φέρειν,

δουλεύειν σε λέγω μετριώτερον, εἴ γε πέπρασαι

   σώφρονι δεσποίνῃ μηδὲ λίαν χαλεπῇ.

ΤΟΥ ΑΥΤΟΥ

Οὐδὲν σωφροσύνης τεκμήριόν ἐστι πρόδηλον·

   τοῖς ἐμπαιζομένοις ἀνδράσι ταῦτα λέγω.

οὔτε τὸ δύσμορφον πάντως ἀνύποπτον ὑπάρχει,

   οὔτ' ἀκολασταίνειν πᾶσα πέφυκε καλή.

καὶ γάρ τις διὰ τὴν ὥραν τοῖς πολλὰ διδοῦσιν

   οὐχ ἕπεται· πολλὰς δ' ἔστι γυναῖκας ἰδεῖν

οὐχὶ καλὰς τὴν ὄψιν, ὀπυιομένας ἀκορέστως,

   καὶ τοῖς χρησαμένοις πολλὰ χαριζομένας.

οὐκ, εἴ τις συνάγει τὰς ὀφρύας οὐδὲ γελῶσα

   φαίνεται ὀφθῆναί τ' ἀνδράσιν ἐκτρέπεται,

σωφροσύνης τρόπος οὗτος ἐχέγγυος· ἀλλά τις εὕροι

   μαχλάδα μὲν κρύβδην τὴν πάνυ σεμνοτάτην,

τὰς δ' ἱλαρὰς καὶ πᾶσι φιλανθρώπως προσιούσας

   σώφρονας, εἰ σώφρων ἐστὶ γυνή τις ὅλως.

ἡλικίᾳ τοίνυν τάδε κρίνεται; ἀλλ' Ἀφροδίτης

   οἴστρων εἰρήνην οὐδὲ τὸ γῆρας ἄγει.

ὅρκοις λοιπὸν ἄγει τε πεποίθαμεν· ἀλλὰ μεθ' ὅρκον

   ζητεῖν ἔστι θεοὺς δώδεκα καινοτέρους.

ΤΟΥ ΑΥΤΟΥ

Γαστέρα μισήσειε θεὸς καὶ βρώματα γαστρός·

   εἵνεκα γὰρ τούτων σωφροσύνα λύεται.

ΤΟΥ ΑΥΤΟΥ

Γῆς ἐπέβην γυμνὸς γυμνός θ' ὑπὸ γαῖαν ἄπειμι·

   καὶ τί μάτην μοχθῶ γυμνὸν ὁρῶν τὸ τέλος;

ΤΟΥ ΑΥΤΟΥ

Προσδοκίη θανάτου πολυώδυνός ἐστιν ἀνίη·

   τοῦτο δὲ κερδαίνει θνητὸς ἀπολλύμενος.

μὴ τοίνυν κλαύσῃς τὸν ἀπερχόμενον βιότοιο·

   οὐδὲν γὰρ θανάτου δεύτερόν ἐστι πάθος.

ΤΟΥ ΑΥΤΟΥ

Πλουτεῖς. καὶ τί τὸ λοιπόν; ἀπερχόμενος μετὰ σαυτοῦ

   τὸν πλοῦτον σύρεις εἰς σορὸν ἑλκόμενος;

τὸν πλοῦτον συνάγεις δαπανῶν χρόνον· οὐ δύνασαι δὲ

   ζωῆς σωρεῦσαι μέτρα περισσότερα.

ΤΟΥ ΑΥΤΟΥ

Φεύγετε τοὺς πλουτοῦντας, ἀναιδέας, οἰκοτυράννους,

   μισοῦντας πενίην, μητέρα σωφροσύνας.

ΤΟΥ ΑΥΤΟΥ

Οὐ λόγον, οὐ νόμον οἶδε Τύχη, μερόπων δὲ τυραννεῖ,

   τοῖς ἰδίοις ἀλόγως ῥεύμασι συρομένη.

μᾶλλον τοῖς ἀδίκοισι ῥέπει, μισεῖ δὲ δικαίους,

   ὡς ἐπιδεικνυμένη τὴν ἄλογον δύναμιν.

ΤΟΥ ΑΥΤΟΥ

Μηδέποτε ζήσας ὁ πένης βροτὸς οὐδ' ἀποθνῄσκει·

   καὶ γὰρ ζῆν δοκέων ὡς νέκυς ἦν ὁ τάλας.

οἱ δὲ τύχας μεγάλας καὶ χρήματα πολλὰ λαχόντες,

   οὗτοι τὸν θάνατον πτῶσιν ἔχουσι βίου.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Ἦ ῥά γε ποῦ τὸ φρύαγμα τὸ τηλίκον; οἱ δὲ περισσοὶ

   πῇ ἔβαν ἐξαίφνης ἀγχίποροι κόλακες;

νῦν γὰρ ἑκὰς πτόλιος φυγὰς ᾤχεο· τοῖς πρότερον δὲ

   οἰκτροῖς τὴν κατὰ σοῦ ψῆφον ἔδωκε Τύχη.

πολλὴ σοί, κλυτοεργὲ Τύχη, χάρις, οὕνεχ' ὁμοίως

   πάντας ἀεὶ παίζεις κεἰσέτι τερπόμεθα.

ΠΑΛΛΑΔΑ

Πλοῦς σφαλερὸς τὸ ζῆν· χειμαζόμενοι γὰρ ἐν αὐτῷ

   πολλάκι ναυηγῶν πταίομεν οἰκτρότερα·

τὴν δὲ Τύχην βιότοιο κυβερνήτειραν ἔχοντες

   ὡς ἐπὶ τοῦ πελάγους ἀμφίβολοι πλέομεν,

οἱ μὲν ἐπ' εὐπλοΐην, οἱ δ' ἔμπαλιν· ἀλλ' ἅμα πάντες

   εἰς ἕνα τὸν κατὰ γῆς ὅρμον ἀπερχόμεθα.

ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ

Εὖτέ τις ἐκ πενίης πλούτου τύχῃ ἠδὲ καὶ ἀρχῆς,

   οὐκέτι γινώσκει, τίς πέλε τὸ πρότερον·

τήν ποτε γὰρ φιλίην ἀπαναίνεται· ἀφρονέων δὲ

   τέρψιν ὀλισθηρῆς οὐ δεδάηκε Τύχης.

ἦς ποτε γὰρ πτωχὸς ταλαπείριος· οὐκ ἐθέλεις δὲ

   αἰτίζων ἀκόλους νῦν ἑτέροις παρέχειν.

πάντα, φίλος, μερόπεσσι παρέρχεται· εἰ δ' ἀπιθήσῃς,

   ἔμπαλιν αἰτίζων μάρτυρα σαυτὸν ἔχοις.

ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΟΥ

Μνήμη καὶ Λήθη, μέγα χαίρετον· ἡ μὲν ἐπ' ἔργοις

   Μνήμη τοῖς ἀγαθοῖς, ἡ δ' ἐπὶ λευγαλέοις.

ΑΓΑΘΙΟΥ

Καλὸν μὲν στυγόδεμνον ἔχειν νόον· εἰ δ' ἄρ' ἀνάγκη,

   ἀρσενικὴ φιλότης μή ποτέ σε κλονέοι.

θηλυτέρας φιλέειν ὀλίγον κακόν, οὕνεκα κείναις

   Κυπριδίους ὀάρους πότνα δέδωκε φύσις.

δέρκεο τῶν ἀλόγων ζῴων γένος· ἦ γὰρ ἐκείνων

   οὐδὲν ἀτιμάζει θέσμια συζυγίης·

ἄρσενι γὰρ θήλεια συνάπτεται· οἱ δ' ἀλεγεινοὶ

   ἄνδρες ἐς ἀλλήλους ξεῖνον ἄγουσι γάμον.

ΤΟΥ ΑΥΤΟΥ

Τὸν θάνατον τί φοβεῖσθε, τὸν ἡσυχίης γενετῆρα,

   τὸν παύοντα νόσους καὶ πενίης ὀδύνας;

μοῦνον ἅπαξ θνητοῖς παραγίνεται, οὐδέ ποτ' αὐτὸν

   εἶδέν τις θνητῶν δεύτερον ἐρχόμενον·

αἱ δὲ νόσοι πολλαὶ καὶ ποικίλαι ἄλλοτ' ἐπ' ἄλλον

   ἐρχόμεναι θνητῶν καὶ μεταβαλλόμεναι.

ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΟΥ

Εἰ βίον ἐν μερόπεσσι Τύχης παίζουσιν ἑταῖραι

   Ἐλπίδες ἀμβολάδην πάντα χαριζόμεναι,

παίζομαι, εἰ βροτός εἰμι· βροτὸς δ' εὖ οἶδα καὶ αὐτὸς

   θνητὸς ἐών. δολιχαῖς δ' ἐλπίσι παιζόμενος

αὐτὸς ἑκοντὶ γέγηθα πλανώμενος οὐδὲ γενοίμην

   ἐς κρίσιν ἡμετέρην πικρὸς Ἀριστοτέλης.

τὴν γὰρ Ἀνακρείοντος ἐνὶ πραπίδεσσι φυλάσσω

   παρφασίην, ὅτι δεῖ φροντίδα μὴ κατέχειν.

ΤΟΥ ΑΥΤΟΥ

Πανδώρης ὁρόων γελόω πίθον οὐδὲ γυναῖκα

   μέμφομαι, ἀλλ' αὐτῶν τὰ πτερὰ τῶν ἀγαθῶν.

ὡς γὰρ ἐπ' Οὐλύμποιο μετὰ χθονὸς ἤθεα πάσης

   πωτῶνται, πίπτειν καὶ κατὰ γῆν ὄφελον.

ἡ δὲ γυνὴ μετὰ πῶμα κατωχρήσασα παρειὰς

   ὤλεσεν ἀγλαΐην, ὧν ἔφερεν, χαρίτων.

ἀμφοτέρων δ' ἥμαρτεν ὁ νῦν βίος, ὅττι καὶ αὐτὴν

   γηράσκουσαν ἔχει καὶ πίθος οὐδὲν ἔχει.

ΠΑΛΛΑΔΑ

Σκηνὴ πᾶς ὁ βίος καὶ παίγνιον· ἢ μάθε παίζειν

   τὴν σπουδὴν μεταθεὶς ἢ φέρε τὰς ὀδύνας.

ΤΟΥ ΑΥΤΟΥ

Εἰ τὸ φέρον σε φέρει, φέρε καὶ φέρου· εἰ δ' ἀγανακτεῖς,

   καὶ σαυτὸν λυπεῖς καὶ τὸ φέρον σε φέρει.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Μήτε βαθυκτεάνοιο τύχης κουφίζεο ῥοίζῳ,

   μήτε σέο γνάμψῃ φροντὶς ἐλευθερίην.

πᾶς γὰρ ὑπ' ἀσταθέεσσι βίος πελεμίζεται αὔραις

   τῇ καὶ τῇ θαμινῶς ἀντιμεθελκόμενος.

ἡ δ' ἀρετὴ σταθερόν τι καὶ ἄτροπον, ἧς ἔπι μούνης

   κύματα θαρσαλέως ποντοπόρει βιότου.

ΠΑΛΛΑΔΑ

Ἠέρα λεπταλέον μυκτηρόθεν ἀμπνείοντες

   ζώομεν ἠελίου λαμπάδα δερκόμενοι

πάντες, ὅσοι ζῶμεν κατὰ τὸν βίον· ὄργανα δ' ἐσμὲν

   αὔραις ζῳογόνοις πνεύματα δεχνύμενοι.

εἰ δέ τις οὖν ὀλίγην παλάμῃ σφίγξειεν ἀυτμήν,

   ψυχὴν συλήσας εἰς Ἀίδην κατάγει.

οὕτως οὐδὲν ἐόντες ἀγηνορίῃ τρεφόμεσθα,

   πνοιῆς ἐξ ὀλίγης ἠέρα βοσκόμενοι.

ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ

Οὐ τὸ ζῆν χαρίεσσαν ἔχει φύσιν, ἀλλὰ τὸ ῥῖψαι

   φροντίδας ἐκ στέρνων τὰς πολιοκροτάφους.

πλοῦτον ἔχειν ἐθέλω τὸν ἐπάρκιον· ἡ δὲ περισσὴ

   θυμὸν ἀεὶ κατέδει χρυσομανὴς μελέτη.

ἔνθεν ἐν ἀνθρώποισιν ἀρείονα πολλάκι δήεις

   καὶ πενίην πλούτου καὶ βιότου θάνατον.

ταῦτα σὺ γινώσκων κραδίης ἴθυνε κελεύθους

   εἰς μίαν εἰσορόων ἐλπίδα, τὴν σοφίην.

ΠΑΛΛΑΔΑ

Τίπτε μάτην, ἄνθρωπε, πονεῖς καὶ πάντα ταράσσεις

   κλήρῳ δουλεύων τῷ κατὰ τὴν γένεσιν;

τούτῳ σαυτὸν ἄφες, τῷ δαίμονι μὴ φιλονείκει·

   σὴν δὲ τύχην στέργων ἡσυχίην ἀγάπα·

μᾶλλον ἐπ' εὐφροσύνην δὲ βιάζεο καὶ παρὰ μοίρην,

   εἰ δυνατόν, ψυχὴν τερπομένην μετάγειν.

ΤΟΥ ΑΥΤΟΥ

Ῥῖπτε γόους, μὴ κάμνε, πόσον χρόνον ἐνθάδε μίμνων,

   ὡς πρὸς ἐκεῖνον ὅλον τὸν μετὰ ταῦτα βίον.

πρὶν τοίνυν σκώληκα λαβεῖν τύμβοις τε ῥιφῆναι,

   μὴ δαμάσῃς ψυχὴν ζῶν ἔτι κρινομένην.

ΤΟΥ ΑΥΤΟΥ

Νυκτὸς ἀπερχομένης γεννώμεθα ἦμαρ ἐπ' ἦμαρ

   τοῦ προτέρου βιότου μηδὲν ἔχοντες ἔτι,

ἀλλοτριωθέντες τῆς ἐχθεσινῆς διαγωγῆς,

   τοῦ λοιποῦ δὲ βίου σήμερον ἀρχόμενοι,

μὴ τοίνυν λέγε σαυτὸν ἐτῶν, πρεσβῦτα, περισσῶν·

   τῶν γὰρ ἀπελθόντων σήμερον οὐ μετέχεις.

ΤΟΥ ΑΥΤΟΥ

Παίγνιόν ἐστι Τύχης μερόπων βίος, οἰκτρός, ἀλήτης,

   πλούτου καὶ πενίης μεσσόθι ῥεμβόμενος.

καὶ τοὺς μὲν κατάγουσα πάλιν σφαιρηδὸν ἀείρει,

   τοὺς δ' ἀπὸ τῶν νεφελῶν εἰς Ἀίδην κατάγει.

ΤΟΥ ΑΥΤΟΥ

Ὢ τῆς βραχείας ἡδονῆς τῆς τοῦ βίου·

τὴν ὀξύτητα τοῦ χρόνου πενθήσατε.

ἡμεῖς καθεζόμεσθα καὶ κοιμώμεθα

μοχθοῦντες ἢ τρυφῶντες· ὁ δὲ χρόνος τρέχει,

τρέχει καθ' ἡμῶν τῶν ταλαιπώρων βροτῶν

φέρων ἑκάστου τῷ βίῳ καταστροφήν.

ΤΟΥ ΑΥΤΟΥ

Ἄρα μὴ θανόντες τῷ δοκεῖν ζῶμεν μόνον,

Ἕλληνες ἄνδρες, συμφορᾷ πεπτωκότες,

ὄνειρον εἰκάζοντες εἶναι τὸν βίον;

ἢ ζῶμεν ἡμεῖς τοῦ βίου τεθνηκότος;

ΤΟΥ ΑΥΤΟΥ

Καὶ τὸ φρονεῖν πλουτεῦντι περίστασις, ὄχλος, ἀνάγκη,

   †ζώνη ποικίλη καὶ κολάκων ἀνάγκη.

ΤΟΥ ΑΥΤΟΥ

Δακρυχέων γενόμην καὶ δακρύσας ἀποθνῄσκω·

   δάκρυσι δ' ἐν πολλοῖς τὸν βίον εὗρον ὅλον.

ὦ γένος ἀνθρώπων πολυδάκρυτον, ἀσθενές, οἰκτρόν,

   συρόμενον κατὰ γῆς καὶ διαλυόμενον.

ΤΟΥ ΑΥΤΟΥ

Πάντες τῷ θανάτῳ τηρούμεθα καὶ τρεφόμεσθα

   ὡς ἀγέλη χοίρων σφαζομένων ἀλόγως.

ΤΟΥ ΑΥΤΟΥ

Οὐ δαψιλῶς μέν, ἀλλ' ὅμως κἀγὼ τρέφω

παῖδας, γυναῖκα, δοῦλον, ὄρνιθας, κύνα·

κόλαξ γὰρ οὐδεὶς τοὺς ἐμοὺς πατεῖ δόμους.

ΤΟΥ ΑΥΤΟΥ

Ἂν μὴ γελῶμεν τὸν βίον τὸν δραπέτην

Τύχην τε πόρνης ῥεύμασιν κινουμένην,

ὀδύνην ἑαυτοῖς προξενοῦμεν πάντοτε

ἀναξίους ὁρῶντες εὐτυχεστέρους.

ΤΟΥ ΑΥΤΟΥ

Σῶμα πάθος ψυχῆς, ᾅδης, μοῖρ', ἄχθος, ἀνάγκη

   καὶ δεσμὸς κρατερὸς καὶ κόλασις βασάνων.

ἀλλ' ὅταν ἐξέλθῃ τοῦ σώματος ὡς ἀπὸ δεσμῶν

   τοῦ θανάτου, φεύγει πρὸς θεὸν ἀθάνατον.

ΤΟΥ ΑΥΤΟΥ

Εἰ θεὸς ἡ Φήμη, κεχολωμένη ἐστὶ καὶ αὐτὴ

   Ἕλλησι, σφαλεροῖς ἐξαπατῶσα λόγοις.

Φήμη δ', ἄν τι πάθῃς, ἀναφαίνεται εὐθὺς ἀληθής·

   πολλάκι καὶ Φήμην ἔφθασεν ἡ ταχυτής.

ΤΟΥ ΑΥΤΟΥ

Ὢ τῆς μεγίστης τοῦ φθόνου πονηρίας·

τὸν εὐτυχῆ μισεῖ τις, ὃν θεὸς φιλεῖ.

οὕτως ἀνόητοι τῷ φθόνῳ πλανώμεθα,

οὕτως ἑτοίμως μωρίᾳ δουλεύομεν.

Ἕλληνές ἐσμεν ἄνδρες ἐσποδωμένοι

νεκρῶν ἔχοντες ἐλπίδας τεθαμμένας·

ἀνεστράφη γὰρ πάντα νῦν τὰ πράγματα.

ΤΟΥ ΑΥΤΟΥ

Ὅταν στυγῇ τις ἄνδρα, τὸν θεὸς φιλεῖ,

οὗτος μεγίστην μωρίαν κατεισάγει·

φανερῶς γὰρ αὐτῷ τῷ θεῷ κορύσσεται

χόλον μέγιστον ἐκ φθόνου δεδεγμένος,

δεῖ γὰρ φιλεῖν ἐκεῖνον, ὃν θεὸς φιλεῖ.

ΤΟΥ ΑΥΤΟΥ

Ἐπεὶ δικάζεις καὶ σοφιστεύεις λόγοις,

κἀγὼ φέρω σοι τῆς ἐμῆς ἀηδόνος

ἐπίγραμμα σεμνόν, ἄξιον παρρησίας·

ὁ γὰρ σὲ μέλπων τῆς Δίκης ὕμνους χέει.

‹ΤΟΥ ΑΥΤΟΥ›

Βέλτερόν ἐστι Τύχης καὶ θλιβομένοις ἀνέχεσθαι

   ἢ τῶν πλουτούντων τῆς ὑπερηφανίης.

ΤΟΥ ΑΥΤΟΥ

Εἶναι νομίζω φιλόσοφον καὶ τὸν θεὸν

βλασφημίαις τὸν εὐθὺς οὐ θυμούμενον,

χρόνῳ δ' ἐπαυξάνοντα τὰς τιμωρίας

τὰς τῶν πονηρῶν καὶ ταλαιπώρων βροτῶν.

ΤΟΥ ΑΥΤΟΥ

Μισῶ τὸν ἄνδρα τὸν διπλοῦν πεφυκότα,

χρηστὸν λόγοισι, πολέμιον δὲ τοῖς τρόποις.

ΤΟΥ ΑΥΤΟΥ

Ὅταν λογισμοῖς καταμάθω τὰ πράγματα

καὶ τὰς ἀκαίρους μεταβολὰς τὰς τοῦ βίου

καὶ ῥεῦμ' ἄπιστον τῆς ἀνωμάλου Τύχης,

πῶς τοὺς πένητας πλουσίους ἐργάζεται

καὶ τοὺς ἔχοντας χρημάτων ἀποστερεῖ,

τότε κατ' ἐμαυτὸν τῇ πλάνῃ σκοτούμενος

μισῶ τὰ πάντα τῆς ἀδηλίας χάριν.

ποίῳ τρόπῳ γὰρ περιγένωμαι τῆς Τύχης

τῆς ἐξ ἀδήλου φαινομένης ἐν τῷ βίῳ,

πόρνης γυναικὸς τοὺς τρόπους κεκτημένης;

ΤΟΥ ΑΥΤΟΥ

Λίτραν ἐτῶν ζήσας μετὰ γραμματικῆς βαρυμόχθου.

   βουλευτὴς νεκύων πέμπομαι εἰς Ἀίδην.

‹ΤΟΥ ΑΥΤΟΥ›

Πᾶς τις ἀπαίδευτος φρονιμώτατός ἐστι σιωπῶν,

   τὸν λόγον ἐγκρύπτων ὡς πάθος αἰσχρότατον.

ΤΟΥ ΑΥΤΟΥ

Πολλάκι, Σέξστ', ἔστησα τεὴν φιλότητα καὶ ὕβριν·

   καὶ πολὺ κουφοτέρην σὴν φιλότητα μαθών,

λοιδορίην δὲ ῥέπουσαν, ἐχωρίσθην φιλότητος

   μηκέτι βαστάζων ὕβριν ἀτιμοτάτην.

ΑΝΤΙΦΑΝΟΥΣ

Ἀνθρώποις ὀλίγος μὲν ὁ πᾶς χρόνος, ὅν ποτε δειλοὶ

   ζῶμεν, κἢν πολιὸν γῆρας ἅπασι μένῃ·

τῆς δ' ἀκμῆς καὶ μᾶλλον. ὅτ' οὖν χρόνος ὥριος ἡμῖν,

   πάντα χύδην ἔστω, ψαλμός, ἔρως, προπόσεις.

χειμὼν τοὐντεῦθεν γήρως βαρύς· οὐδὲ δέκα μνῶν

   στύσεις· τοιαύτη σ' ἐκδέχετ' ὀρχιπέδη.

ΒΙΑΝΟΡΟΣ

Ἠνίδε καὶ χέρσου τὸ γεωτόμον ὅπλον ἐρέσσει

   καὶ τὸν ὑπουθατίαν μόσχον ἄγει δάμαλις,

βούταν μὲν τρομέουσα διάκτορα, τὸν δὲ μένουσα

   νήπιον, ἀμφοτέρων εὔστοχα φειδομένη·

ἴσχες, ἀροτροδίαυλε, πεδώρυχε, μηδὲ διώξῃς

   τὰν διπλοῖς ἔργοις διπλὰ βαρυνομέναν.

ΒΑΣΣΟΥ

Μήτε με χείματι πόντος ἄγοι θρασύς, οὐδὲ γαλήνης

   ἀργῆς ἠσπασάμην τὴν πάλι νηνεμίην.

αἱ μεσότητες ἄρισται· ὅπῃ δέ γε πρήξιες ἀνδρῶν,

   καὶ πάλι μέτρον ἐγὼ τἄρκιον ἠσπασάμην.

τοῦτ' ἀγάπα, φίλε Λάμπι, κακὰς δ' ἔχθαιρε θυέλλας·

   εἰσί τινες πρηεῖς καὶ βιότου ζέφυροι.

ΦΙΛΟΔΗΜΟΥ

Τὴν πρότερον θυμέλην μήτ' ἔμβλεπε μήτε παρέλθῃς,

   ἀλλ' ἄπαγε δραχμῆς εἰς κολοκορδόκολα.

νῦν σῦκον δραχμῆς ἓν γίνεται· ἢν δ' ἀναμείνῃς,

   χίλια. τοῖς πτωχοῖς ὁ χρόνος ἐστὶ θεός.

ΚΡΑΤΗΤΟΣ ΦΙΛΟΣΟΦΟΥ

Χαῖρε, θεὰ δέσποιν', ἀνδρῶν ἀγαθῶν ἀγάπημα,

   Εὐτελίη, κλεινῆς ἔγγονε Σωφροσύνης·

σὴν ἀρετὴν τιμῶσιν, ὅσοι τὰ δίκαι' ἀσκοῦσιν ...

ΣΙΜΩΝΙΔΟΥ

Χαίρει τις, Θεόδωρος ἐπεὶ θάνον· ἄλλος ἐπ' αὐτῷ

   χαιρήσει. θανάτῳ πάντες ὀφειλόμεθα.

Πολλοί τοι ναρθηκοφόροι, παῦροι δέ τε βάκχοι.

ΕΥΡΙΠΙΔΟΥ

Θεοῦ μὲν οὐδεὶς ἐκτὸς εὐτυχεῖ βροτός.

‹ΕΥΡΙΠΙΔΟΥ›

Φεῦ τῶν βροτείων ὡς ἀνώμαλοι τύχαι·

οἱ μὲν γὰρ εὖ πράσσουσι, τοῖς δὲ συμφοραὶ

σκληραὶ πάρεισιν εὐσεβοῦσι πρὸς θεούς.

ΑΔΗΛΟΝ

Ζεῦ βασιλεῦ, τὰ μὲν ἐσθλὰ καὶ εὐχομένοις καὶ ἀνεύκτοις

ἄμμι δίδου· τὰ δὲ λυγρὰ καὶ εὐχομένων ἀπερύκοις.

ΑΔΗΛΟΝ

Πᾶς λόγος ἐστὶ μάταιος ὁ μὴ τετελεσμένος ἔργῳ·

   καὶ πᾶσα πρᾶξις τὸν λόγον ἔργον ἔχει.

ΑΙΣΧΥΛΟΥ

Οὐ χρὴ λέοντος σκύμνον ἐν πόλει τρέφειν·

μάλιστα μὲν λέοντα μὴ πόλει τρέφειν·

ἢν δ' ἐκτραφῇ τις, τοῖς τρόποις ὑπηρετεῖν.

ΑΔΗΛΟΝ

Ὁ φθόνος αὐτὸς ἑαυτὸν ἑοῖς βελέεσσι δαμάζει.

ΑΔΕΣΠΟΤΟΝ

Οἶνος καὶ τὰ λοετρὰ καὶ ἡ περὶ Κύπριν ἐρωὴ

   ὀξυτέρην πέμπει τὴν ὁδὸν εἰς Ἀίδην.

‹ΘΕΟΓΝΙΔΟΣ›

Οὐκ ἐθέλω πλουτεῖν, οὐκ εὔχομαι· ἀλλά μοι εἴη

   ζῆν ἐκ τῶν ὀλίγων μηδὲν ἔχοντα κακόν.

ΑΔΗΛΟΝ

Ἦ κρίσις ἐστὶ κάτω καὶ Τάνταλος· οὐδὲν ἀπιστῶ

   τῇ πενίῃ μελετῶν τὴν ὑπὸ γῆν κόλασιν.

ΑΔΕΣΠΟΤΟΝ

Ζῆσον λογισμῷ, καὶ μένεις ἀνενδεής.

ΑΔΗΛΟΝ

Οὐκ ἔστι γήμας, ὅστις οὐ χειμάζεται,

λέγουσι πάντες καὶ γαμοῦσιν εἰδότες.

ΦΩΚΥΛΙΔΟΥ

Γνήσιός εἰμι φίλος καὶ τὸν φίλον ὡς φίλον οἶδα,

   τοὺς δὲ κακοὺς διόλου πάντας ἀποστρέφομαι·

οὐδένα θωπεύω πρὸς ὑπόκρισιν· οὓς δ' ἄρα τιμῶ,

   τούτους ἐξ ἀρχῆς μέχρι τέλους ἀγαπῶ.

ΑΔΗΛΟΝ

Πῶς γενόμην; πόθεν εἰμί; τίνος χάριν ἦλθον; ἀπελθεῖν;

   πῶς δύναμαί τι μαθεῖν μηδὲν ἐπιστάμενος;

οὐδὲν ἐὼν γενόμην· πάλιν ἔσσομαι, ὡς πάρος ἦα·

   οὐδὲν καὶ μηδὲν τῶν μερόπων τὸ γένος.

ἀλλ' ἄγε μοι Βάκχοιο φιλήδονον ἔντυε νᾶμα·

   τοῦτο γάρ ἐστι κακῶν φάρμακον ἀντίδοτον.

ΑΔΗΛΟΝ

Σώματα πολλὰ τρέφειν καὶ δώματα πόλλ' ἀνεγείρειν

   ἀτραπὸς εἰς πενίην ἐστὶν ἑτοιμοτάτη.

‹ΝΟΝΝΟΥ›

Πᾶσα γυνὴ φιλέει πλέον ἀνέρος, αἰδομένη δὲ

κεύθει κέντρον ἔρωτος ἐρωμανέουσα καὶ αὐτή.

ΡΑΡΟΥ

Οὐχ οὕτω βλάπτει μισεῖν ὁ λέγων ἀναφανδόν,

   ὥσπερ ὁ τὴν καθαρὰν ψευδόμενος φιλίαν.

τὸν μὲν γὰρ μισοῦντα προειδότες ἐκτρεπόμεσθα,

   τὸν δὲ λέγοντα φιλεῖν οὐ προφυλασσόμεθα.

ἐχθρὸν ἐγὼ κρίνω κεῖνον βαρύν, ὅς ποτε λάθρῃ

   τὴν ἀπὸ τῆς φιλίας πίστιν ἔχων ἀδικεῖ.

ΛΟΥΚΙΑΝΟΥ

Πολλὰ τὸ δαιμόνιον δύναται, κἂν ᾖ παράδοξα·

   τοὺς μικροὺς ἀνάγει, τοὺς μεγάλους κατάγει·

καὶ σοῦ τὴν ὀφρὺν καὶ τὸν τῦφον καταπαύσει,

   κἂν ποταμὸς χρυσοῦ νάματά σοι παρέχῃ.

οὐ θρύον, οὐ μαλάχην ἄνεμός ποτε, τὰς δὲ μεγίστας

   ἢ δρύας ἢ πλατάνους οἶδε χαμαὶ κατάγειν.

[ΑΙΣΩΠΟΥ]

Πῶς τις ἄνευ θανάτου σε φύγοι, βίε; μυρία γάρ σευ

   λυγρά, καὶ οὔτε φυγεῖν εὐμαρὲς οὔτε φέρειν.

ἡδέα μὲν γάρ σευ τὰ φύσει καλά, γαῖα, θάλασσα,

   ἄστρα, σεληναίης κύκλα καὶ ἠελίου·

τἆλλα δὲ πάντα φόβοι τε καὶ ἄλγεα· κἤν τι πάθῃ τις

   ἐσθλόν, ἀμοιβαίην ἐκδέχεται νέμεσιν.

ΓΛΥΚΩΝΟΣ

Πάντα γέλως καὶ πάντα κόνις καὶ πάντα τὸ μηδέν·

   πάντα γὰρ ἐξ ἀλόγων ἐστὶ τὰ γινόμενα.

124b

ΑΔΗΛΟΝ

Φροντίδες οἱ παῖδες· μέγα μὲν κακόν, εἴ τι πάθοιεν·

   εἰσὶ δὲ καὶ ζῶντες φροντίδες οὐκ ὀλίγαι.

ἡ γαμετὴ χρηστὴ μὲν ἔχει τινὰ τέρψιν ἐν αὐτῇ,

   ἡ δὲ κακὴ πικρὸν τὸν βίον ἀνδρὶ φέρει.

ΑΔΗΛΟΝ

Πρᾶγμα μέν ἐσθ' ὁ φίλος πάνυ δύσκολον· εἰσὶ δὲ πολλοὶ

   καὶ σχεδὸν οἱ πάντες μέχρι προσηγορίας.

ΑΔΗΛΟΝ

Χρησαμένῳ θεράπων ὁ χρήσιμός ἐστ' ἀγαθόν τι·

   αὐτάρκης δὲ κακῶν ἐστιν ἀπειρότερος.