- Δηριάδῃ δ' εὕδοντι κατηφέος ὑψόθεν εὐνῆς
Βάκχῳ πιστὰ φέρουσα παρίστατο θοῦρις Ἀθήνη,
γνωτῷ δ' ἐσσομένην ἑτέρην μνηστεύετο νίκην·
καὶ δέμας ἀλλάξασα μετάτροπον ἶσον Ὀρόντῃ
γαμβρὸν ἀερσιλόφου μιμήσατο Δηριαδῆος·
καί μιν ἀπορρίψαντα μιαιφόνον οἶστρον Ἐνυοῦς
μιμηλὴ δολίοιο παρήπαφεν ὄψις ὀνείρου,
τοῖον ἔπος βοόωσα, καὶ ὀλλυμένων ἐπὶ πότμῳ
ταρβαλέον θάρσυνεν ἐς ὑσμίνην Διονύσου·
- εὕδεις, Δηριάδη· σὲ δὲ μέμφομαι· ἀστυόχων γὰρ
πάννυχον ὕπνον ἔχειν ἀλλότριόν ἐστιν ἀνάκτων·
ὕπνου μέτρον ἔχει βουληφόρος. ἀμφὶ δὲ πύργους
δυσμενέες κλονέουσι, καὶ οὐ δόρυ θοῦρον ἀείρεις,
οὐκ ἀίεις τυπάνων ῥόθιον κτύπον, οὐ μέλος αὐλῶν,
οὐ φονίης σάλπιγγος ἀγέστρατον ἦχον ἀκούεις.
ὑμετέρην δὲ θύγατρα νεήνιδα πενθάδα χήρην
Πρωτονόην ἐλέαιρε, κινυρομένην παρακοίτην,
μηδὲ λίπῃς, σκηπτοῦχε, τεὸν νήποινον Ὀρόντην.
κτεῖνον ἐμοὺς ὀλετῆρας ἀτευχέας· ὠκυμόρου γὰρ
γαμβροῦ σεῖο θανόντος ἔτι ζώουσι φονῆες·
στῆθος ἐμὸν σκοπίαζε τετυμμένον ὀξέι θύρσῳ.
ὤμοι, ὅτ' οὐ Λυκόοργος Ἀρήιος ἐνθάδε ναίει,
ὤμοι, ὅτ' οὐκ Ἀράβεσσιν ὑπερφιάλοισιν ἀνάσσεις·
οὐ θεὸς ἦν Διόνυσος, ὃν εἰς ἁλὸς οἶδμα διώκων
θνητὸς ἀνὴρ ποίησεν ὑποβρύχιον μετανάστην.
Δηριάδην δ' ἐνόησα πεφυζότα θῆλυν ἐνυώ.
ἄτρομος ἔσσο λέων, ὅτι χάλκεον ἀνέρα φεύγων
νεβροχίτων Διόνυσος ὁμοίιος ἔπλετο νεβρῷ.
οὐ ξεῖνος κατέπεφνεν ἀρειμανέων γένος Ἰνδῶν,
ἀλλά μιν αὐτὸς ἔπεφνε πατὴρ τεός· ἐν πολέμοις γὰρ
σοὺς προμάχους φεύγοντας ἰδὼν ἐδάμασσεν Ὑδάσπης.
οὐ σὺ πέλεις ἑτέροισιν ὁμοίιος· οὐράνιον γὰρ
θυγατέρος Φαέθοντος ἐριφλεγέος σέο πάππου
αἷμα φέρεις· οὐ θνητὸν ἔχεις δέμας· οὔ σε δαμάσσει
ἢ ξίφος ἠὲ βέλεμνον ἐπιβρίζοντα Λυαίῳ.
- ὣς φαμένη πρὸς Ὄλυμπον ἔβη πολύμητις Ἀθήνη,
εἶδος ὀνειρείοιο μεταλλάξασα προσώπου.
- Δηριάδης δ' ἠῷος ἀπὸ πτολίων, ἀπὸ νήσων
κέκλετο κηρύκεσσι πολυσπερὲς ἔθνος ἀγείρειν·
καὶ πολὺς ἔνθα καὶ ἔνθα θυελλήεντι πεδίλῳ
λαὸν ἀολλίζων ἑτερόπτολιν ἤιε κῆρυξ
Ἠῴην παρὰ πέζαν· ἀρειμανέες δὲ μαχηταὶ
πάντοθεν ἠγερέθοντο καλεσσαμένου βασιλῆος.
- πρῶτα μὲν ὡπλίζοντο κυβερνητῆρες ἐνυοῦς,
Ἀγραῖος Φλογίος τε, συνήλυδες ἡγεμονῆες,
ἀρτιτελὲς μετὰ σῆμα νεοφθιμένοιο τοκῆος,
Εὐλαίου δύο τέκνα· συνεστρατόωντο δὲ λαοί,
ὅσσοι Κῦρα νέμοντο καὶ Ἰνδῴου ποταμοῖο
Βαίδιον Ὀμβηλοῖο παρὰ πλατὺ βάρβαρον ὕδωρ,
καὶ Ῥοδόην εὔπυργον, ἀρειμανέων πέδον Ἰνδῶν,
καὶ κραναὸν Προπάνισον, ὅσοι τ' ἔχον ἄντυγα νήσου
Γραιάων, ὅθι παῖδες ἐθήμονος ἀντὶ τεκούσης
ἄρσενα μαζὸν ἔχουσι γαλακτοφόρου γενετῆρος,
χείλεσιν ἀκροτάτοισιν ὑποκλέπτοντες ἐέρσην·
οἵ τε Σεσίνδιον αἰπύ, καὶ οἳ λινοερκέι κύκλῳ
Γάζον ἐπυργώσαντο λινοπλέκτοισι δομαίοις,
ἀρραγές, εὐποίητον ἐυκλώστοισι θεμέθλοις,
ἄρεος ἀκλινὲς ἕρμα, καὶ οὔ ποτε δήιος ἀνὴρ
χαλκὸν ἔχων ἔρρηξε λινοχλαίνων στίχα πύργων.
- τοῖς δ' ἐπὶ θαρσήεντες ἐπεστρατόωντο μαχηταί,
Δάρδαι καὶ Πρασίων στρατιαί, καὶ φῦλα Σαλαγγῶν
χρυσοφόρων, οἷς πλοῦτος ὁμέστιος, οἷς θέμις αἰεὶ
χέδροπα καρπὸν ἔδειν βιοτήσιον· ἀντὶ δὲ σίτου
κεῖνον ἀλετρεύουσι μύλης τροχοειδέι κύκλῳ·
καὶ σκολιοπλοκάμων Ζαβίων στίχες, οἷσιν ἐχέφρων
Παλθάνωρ πρόμος ἦεν, ὃς ἔστυγε Δηριαδῆα
ἤθεσιν εὐσεβέεσσιν ὁμοφρονέων Διονύσῳ·
τὸν μὲν ἄναξ Διόνυσος ἄγων μετὰ φύλοπιν Ἰνδῶν
ἀλλοδαπὸν ναετῆρα λυροδμήτῳ πόρε Θήβῃ·
καὶ Δίρκῃ παρέμιμνε λιπὼν πατρῷον Ὑδάσπην,
Ἀονίου ποταμοῖο πιὼν Ἰσμήνιον ὕδωρ.
- τοῖς δ' ἐπὶ κυδιόων στρατὸν ἄσπετον ὥπλισε Μορρεὺς
Τιδνασίδης, γενετῆρι συνέμπορος, ὃς τότε λυγρῷ
γήραϊ πένθος ἔχων κεκερασμένον ἥψατο χάρμης,
γηραλέῃ παλάμῃ πολυδαίδαλον ἀσπίδα πάλλων
καὶ πολιῷ λειμῶνι κατάσκιον ἀνθερεῶνα
αὐτόματον κήρυκα χρόνου δολιχοῖο τινάσσων,
υἱὸν ἔτι στενάχων μινυώριον, Ἰνδὸν Ὀρόντην,
Τίδνασος αἰολόδακρυς· ἄναξ δέ οἱ ἕσπετο Μορρεὺς
ὄρθιον ἔγχος ἔχων τιμήορον, ὄφρα δαμάσσῃ
λαὸν ὅλον Βρομίοιο, καὶ ἤθελε μοῦνος ἐρίζειν
Βάκχῳ γνωτοφόνῳ, καὶ ἀνούτατον υἷα Θυώνης
οὐτῆσαι μενέαινε κασιγνήτοιο φονῆα.
καί σφισιν ὡμάρτησε πολυγλώσσων γένος Ἰνδῶν,
οἵ τ' ἔχον Ἠελίοιο πόλιν, καλλίκτιτον Αἴθρην,
ἀννεφέλου δαπέδοιο θεμείλιον, οἵ τ' ἔχον ἄμφω,
Ἀνθηνῆς λασιῶνα καὶ Ὠρυκίης δονακῆα,
καὶ φλογερὴν Νήσαιαν ἀχειμάντους τε Μελαίνας,
καὶ πέδον εὐδίνητον ἁλιστεφάνου Παταληνῆς·
τοῖς ἔπι Δυσσαίων πυκιναὶ στίχες, οἷσι καὶ αὐτῶν
φρικτὰ δασυστέρνων ἐκορύσσετο φῦλα Σαβείρων,
τοῖσιν ἐπὶ κραδίῃ λάσιαι τρίχες, ὧν χάριν αἰεὶ
ψυχῆς θάρσος ἔχουσι καὶ οὐ πτώσσουσιν ἐνυώ.
- τοῖσι συνεστρατόωντο καὶ ἀνέρες Οὐατοκοῖται,
οἷσι θέμις δολιχοῖσιν ἐπ' οὔασιν ὕπνον ἰαύειν·
τοὺς μὲν Φρίγγος ἵκανε καὶ Ἄσπετος εἰς μόθον ἕλκων
αὐχήεις τε Δάνυκλος ὁμόστολος, οἷς ἅμα βαίνων
Ἱππουρῷ συνάεθλος ἑκηβόλος ἔστιχε †Μορρεύς·
καὶ νόον ἶσον ἔχοντες ὅλον στρατὸν Οὐατοκοίτην
πέντε δαφοινήεντες ἐκόσμεον ἡγεμονῆες.
- Τέκταφος εἰς μόθον ἦλθεν ἑκηβόλος, ὅς ποτε κούρης
χείλεσι πειναλέοισιν ἀλεξητήρια πότμου
πατροκόμου δολόεντος ἀμέλγετο χεύματα μαζοῦ,
Τέκταφος, αὐαλέος ψαφαρῷ χροΐ, νεκρὸς ἐχέφρων,
ὁππότε μιν σκηπτοῦχος ἔχων ἄστοργον ἀπειλὴν
Δηριάδης, σειρῇσι πολυπλέκτοισι πιέζων,
δέσμιον εὐρώεντι κατεκλήισε βερέθρῳ,
ἄτροφον, αὐχμώοντα, δέμας κεκαφηότα λιμῷ,
ἄμμορον ἠελίοιο καὶ εὐκύκλοιο σελήνης.
καὶ χθονίῳ κεκάλυπτο βυθῷ πεπεδημένος ἀνήρ,
οὐ ποτόν, οὔ τινα δαῖτα φέρων, οὐ φῶτα δοκεύων,
ἀλλὰ πεδοσκαφέων λαγόνων ὑπὸ κοιλάδι πέτρῃ
κεῖτο δυηπαθέων· χρονίῳ δ' ἐστρεύγετο λιμῷ
πειναλέων στομάτων ὀλιγοδρανὲς ἄσθμα τιταίνων,
ἔμπνοος ἀπνεύστοισιν ὁμοίιος· οἷα δὲ νεκροῦ
ἐκ χροὸς ἀζαλέοιο δυσώδεες ἔπνεον αὖραι.
καὶ φυλάκων στρατὸς ἦεν ἐελμένον ἄνδρα φυλάσσων,
ὃν τότε κερδαλέη θυγάτηρ ἀπατήνορι μύθῳ
ἤπαφεν· ἱκεσίη δὲ βαρύστονον ἴαχε φωνὴν
σεισαμένη δολόεντα νεητόκος εἵματα νύμφη·
- μή με κατακτείνητε, φυλάκτορες· οὐδὲν ἀείρω,
οὐ ποτὸν ἦλθον ἄγουσα καὶ οὔ τινα δαῖτα τοκῆι·
δάκρυα, δάκρυα μοῦνον ἐμῷ γενετῆρι κομίζω· ...
χεῖρες ἀπαγγέλλουσιν ἐλεύθεροι· εἰ νόος ὑμῖν,
εἰ νόος ἐστὶν ἄπιστος, ἀμεμφέα λύσατε μίτρην,
ῥίψατέ μοι κρήδεμνα, τινάξατε χερσὶ χιτῶνα·
οὐ ποτὸν ἦλθον ἄγουσα φερέσβιον. ἀλλὰ καὶ αὐτὴν
κρύψατε σὺν γενετῆρι καταχθονίῳ με βερέθρῳ·
οὐ φόβος, οὐ φόβος εἰμί, καὶ ἢν σκηπτοῦχος ἀκούσῃ·
τίς νέκυν οἰκτείροντι χολώεται; αἰνομόρῳ δὲ
τίς κοτέει θνήσκοντι; τίς ἄπνοον οὐκ ἐλεαίρει;
ὄμματα δ' οὐ μύοντα κατακλείσω γενετῆρος·
κρύψατε· τίς θανάτοιο πέλει φθόνος; ὀλλυμένους δὲ
εἷς τάφος ἀμφοτέρους, γενέτην καὶ παῖδα, δεχέσθω.
- ὣς φαμένη παρέπεισε. καὶ εἰς μυχὸν ἔδραμε κούρη,
ὀρφναίῳ γενετῆρι φαεσφόρος· ἐν δὲ βερέθρῳ
εἰς στόμα πατρὸς ἔχευεν ἀλεξικάκων γάλα μαζῶν
ἄτρομος. Ἠερίης δὲ θεουδέος ἔργον ἀκούων
Δηριάδης θάμβησε· περισσονόοιο δὲ κούρης
εἴκελον εἰδώλῳ γενέτην ἀνελύσατο δεσμῶν·
φήμη δ' ἀμφιβόητος ἀκούετο, καὶ στρατὸς Ἰνδῶν
μαζὸν ἀλεξικάκοιο δολοπλόκον ᾔνεσε νύμφης.
ὃς τότε Βωλίγγεσσι μετέπρεπεν, ὡς μέσος ἄστρων
αἰθέρα φαιδρύνων ἀμαρύσσεται Ἕσπερος ἀστήρ,
Ἕσπερος, ἑσπομένης λιποφεγγέος ἄγγελος ὄρφνης.
- Γίγγλων δ' ὑψικάρηνος ἀερσιπόδης τε Θυραιεὺς
ὑψινεφής θ' Ἵππαλμος ὑπὲρ πυμάτης κλίμα γαίης
ὥπλισαν αἰόλα φῦλα δοριθρασέων Ἀραχωτῶν
Δερσαίων τε φάλαγγας ὁμήλυδας, οἵ τε σιδήρῳ
κτεινομένους κατ' ἄρηα χυτῇ κρύπτουσι κονίῃ.
- καὶ στρατὸν ἀγκυλότοξον ἀολλίσσας ἐπικούρων
Ἁβράθοος βραδὺς ἦλθε· νεοτμήτων δὲ κομάων
αἰδόμενος κεκόρυστο, χόλον καὶ πένθος ἀέξων
βουκεράου βασιλῆος, ἐπεί νύ οἱ ἄφρονι λύσσῃ
Δηριάδης ὑπέροπλος ὅλην ἀπεκείρατο χαίτην,
Ἰνδοῖς πικρὸν ὄνειδος. ἀναγκαῖος δὲ μαχητὴς
εἰς ἐνοπὴν μόγις ἦλθε, καὶ αἰπυλόφῳ τρυφαλείῃ
λωβητὴν ἐκάλυπτε λιπότριχος ἄντυγα κόρσης,
κρυπτὸν ἐνὶ κραδίῃ μεθέπων κότον· ἐν δὲ κυδοιμοῖς
ἤματι μὲν πολέμιζεν, ἀεὶ δ' ὑπὸ πάννυχον ὥρην
ἄγγελον ἀγγέλλοντα νοήματα Δηριαδῆος
Βάκχῳ πιστὸν ἔπεμπεν ὀπάονα· λαθριδίως δὲ
Δηριάδῃ κεκόρυστο καὶ ἀμφαδίην Διονύσῳ.
Ξούθων δ' ἄγρια φῦλα καὶ ἐγρεμόθων Ἀριηνῶν
καὶ Ζοάρων ἐκόρυσσε γονὴν καὶ φῦλον Ἐάρων
Κασπείρων τε γένεθλα καὶ Ἄρβιας, οἵ τ' ἔχον αὐτὸν
Ὕσπορον αἰγλήεντι διαστίλβοντα ῥεέθρῳ,
ἠλέκτρου κομόωντα βαθυπλούτοισι μετάλλοις,
οἵ τ' ἔχον Ἀρσανίην εὐδείελον, ἧχι γυναῖκες
εἰς μίαν ἠριγένειαν ἐθήμονι Παλλάδος ἱστῷ
ὀξείαις παλάμῃσιν ὅλον τελέουσι χιτῶνα.
- τοῖς δ' ἐπὶ θωρήσσοντο κυβερνητῆρι κυδοιμῷ
Κυραῖοι, δεδαῶτες ἁλίκτυπον ἄντυγα νήσων,
ἄρεος εἰναλίοιο δαήμονες· ὑγροπόρους δὲ
ὁλκάδας οὐ δεδάασιν, ἀδεψήτῳ δὲ βοείῃ
δουρατέων πλώουσι τύπῳ τεχνήμονι νηῶν·
δέρμασι δ' ἰθύνουσι νόθον πλόον, οἷς ἔνι ναύτης
ἕζεται ἀκλύστοισιν ἐν οἴδμασι ποντοπορεύων,
ὁλκάσι μιμηλῇσι θαλάσσια νῶτα χαράσσων.
τοὺς Θύαμις κόσμησε καὶ Ὅλκασος, ὄρχαμος ἀνδρῶν,
Ταρβήλου δύο παῖδες ἀκοντοφόροιο τοκῆος.
- καὶ πολὺς ἐσμὸς ἵκανεν Ἀρειζάντειαν ἐάσσας
ξείνου δουρατέου μέλιτος τροφόν, ἧχι πιόντα
ἠερίης ζείδωρον ἑώιον ἀρδμὸν ἐέρσης
δένδρεα χαιτήεντα μελίρρυτον, ὡς ἀπὸ σίμβλων,
δαιδαλέην ὠδῖνα σοφῆς τίκτουσι μελίσσης,
αὐτοτόκων πετάλων χλοερὸν ποτόν· εἰς πεδίον γὰρ
ἀρτιφανὴς Φαέθων, ὅτε λούεται Ὠκεανοῖο,
ὄμπνιον ἠῴης ἀποσείεται ἰκμάδα χαίτης,
ῥαίνων ζωοτόκοιο φυτηκόμον αὔλακα γαίης.
τοῖον Ἀρειζάντεια φέρει μέλι, τῷ ἔπι χαίρων
νηχομέναις πτερύγεσσιν ὑπὲρ †ποταμοῖο χορεύων
ἵπταται ἄσπετος ὄρνις· ὄφις δέ τις ἀγκύλος ἕρπων,
μιτρώσας ἑλικηδόν, ὁμόπλοκον ἡδέι δένδρῳ ...
ἰκμάδα λειριόεσσαν ἀμέλγεται ἅρπαγι λαιμῷ,
χείλεσι λιχμώων γλυκερὴν ὠδῖνα κορύμβων·
δενδραίην δὲ δράκοντες ἀναβλύζοντες ἐέρσην
ἡδὺ μέλι προχέουσι, καὶ οὐ τόσον ἰὸν ἀλήτην
πικρὸν ἀποπτύουσιν, ὅσον γλυκὺ χεῦμα μελίσσης·
ἧχι μελισταγέεσσιν ἐπ' ἀκρεμόνεσσιν ἀείδει
ὠρίων, γλυκὺς ὄρνις, ὁμοίιος ἔμφρονι κύκνῳ·
οὐ μὲν ἀνακρούει Ζεφυρηΐδι σύνθροος αὔρῃ
ὑμνοτόκων πτερύγων ἀνεμώδεα ῥοῖζον ἰάλλων,
ἀλλὰ σοφοῖς στομάτεσσι μελίζεται, οἷά τις ἀνὴρ
πηκτίδι νυμφοκόμῳ θαλαμηπόλον ὕμνον ἀράσσων.
κατρεὺς δ' ἐσσομένοιο προθεσπίζει χύσιν ὄμβρου,
ξανθοφυής, λιγύφωνος· ἀπὸ βλεφάρων δέ οἱ αἴγλη
πέμπεται ὀρθρινῇσι βολαῖς ἀντίρροπος Ἠοῦς·
πολλάκι δ' ἠνεμόεντος ὑπὲρ δένδροιο λιγαίνων
σύνθροος ὠρίωνος ἀνέπλεκε γείτονα μολπήν,
φοινικέαις πτερύγεσσι κεκασμένος· ἦ τάχα φαίης,
μελπομένου κατρῆος ἑώιον ὕμνον ἀκούων,
ὄρθριον αἰολόδειρον ἀηδόνα κῶμον ὑφαίνειν.
κεῖθι καὶ ἐγρεμόθων μερόπων στρατός, οὓς ἐπὶ χάρμην
ἄτρομος Ἱππάλμοιο πάις θώρηξε Πυλοίτης,
γνωτὸν ἔχων Βιλλαῖον, ὁμόστολον ἡγεμονῆα.
- τοῖς ἔπι θωρήσσοντο Σίβαι καὶ λαὸς Ὑδάρκης,
καὶ στρατὸς ἄλλος ἵκανε πόλιν Καρμῖναν ἐάσσας·
τῶν ἅμα Κύλλαρος ἦρχε καὶ Ἀστράεις, πρόμος Ἰνδῶν,
Βρόγγου δίζυγα τέκνα τετιμένα Δηριαδῆι.
- καὶ στόλος ἄλλος ἵκανε τριηκοσίων ἀπὸ νήσων,
αἵ τε περιστιχόωσιν ἀμοιβάδες ἄλλυδις ἄλλαι
γείτονες ἀλλήλῃσιν, ὅπῃ περιμήκεϊ πορθμῷ
δίστομος Ἰνδὸς ἄγων μετανάστιον ἀγκύλον ὕδωρ,
ἑρπύζων κατὰ βαιὸν ἀπ' Ἰνδῴου δονακῆος
λοξὸς ὑπὲρ δαπέδοιο παρ' Ἠῴου στόμα πόντου,
ἔρχεται αὐτοκύλιστος ὑπὲρ λόφον Αἰθιοπῆα·
ἧχι θερειγενέων ὑδάτων ὑψούμενος ὁλκῷ
χεύμασιν αὐτογόνοις ἐπὶ πήχεϊ πῆχυν ἀέξει·
καὶ χθόνα πιαλέην ἀγκάζεται ὑγρὸς ἀκοίτης,
τέρπων ἰκμαλέοισι φιλήμασι διψάδα νύμφην,
οἶστρον ἔχων πολύπηχυν ἀμαλλοτόκων ὑμεναίων,
μέτρῳ ἀμοιβαίῳ παλιναυξέα χεύματα τίκτων
Νεῖλος ἐν Αἰγύπτῳ καὶ ἑώιος Ἰνδὸς ἀκούων.
κεῖθι μελαμψήφιδα διαξύων ῥόον ὁπλῇ
νήχεται ὑδατόεις ποταμήιος ἵππος ἀλήτης,
οἷος ἐμοῦ Νείλοιο θερειγενὲς οἶδμα χαράσσων
ναιετάει, βυθίοιο δι' ὕδατος ὑγρὸς ὁδίτης
μηκεδαναῖς γενύεσσιν· ἐπ' αἰγιαλοῖο δὲ βαίνει
αἰχμῇ καρχαρόδοντι διασχίζων ῥάχιν ὕλης,
καὶ διερὴν ἀχάρακτον ἔχων γένυν ἅρπαγα καρπῶν
μιμηλῇ δρεπάνῃ σταχυηφόρα λήια τέμνει,
ἀμητὴρ ἀσίδηρος ἀμαλλοφόρου τοκετοῖο.
τοῖα μὲν ἑπταπόροιο φατίζεται εἵνεκα Νείλου,
Ἰνδῴου ποταμοῖο φέρειν γένος. οἱ δὲ λιπόντες
νήσων ἀγκύλα κύκλα καὶ ἕδρανα γείτονος Ἰνδοῦ
ἄνδρες ἐθωρήσσοντο μαχήμονες, ὧν πρόμος ἀνὴρ
Ῥίγβασος ἡγεμόνευεν, ἔχων ἴνδαλμα Γιγάντων.
- οὐδὲ γέρων Ἄρητος ἐλείπετο Δηριαδῆος
εἰς ἐνοπὴν καλέοντος †ἀτὰρ βαρύς· ἀλλὰ καθάψας
χαλκοβαρῆ λασίοιο κατὰ στέρνοιο χιτῶνα
γηραλέου κούφιζεν ὑπὲρ νώτοιο βοείην,
αὐχένι κυρτωθέντι περικρεμάσας τελαμῶνα.
καὶ στρατιὴν θώρηξεν ἀναγκαῖος πολεμιστὴς
πέντε σὺν υἱήεσσι, Λύκῳ καὶ ὁμήλυδι Μύρσῳ,
Γλαύκῳ καὶ Περίφαντι καὶ ὀψιγόνῳ Μελανῆι.
καὶ πολιὴν πλοκαμῖδα περισφίγξας τρυφαλείῃ
λαιὸν ἐυτροχάλοιο μετέστιχε δηϊοτῆτος,
δεξιτερὸν πολέμοιο κέρας τεκέεσσιν ἐάσσας,
οὓς φύσις ἀφθόγγων στομάτων σφρηγίσσατο δεσμῷ,
γλῶσσαν ὑποσφίγξασα σοφῆς ὀχετηγὸν ἰωῆς·
ὁππότε γὰρ θαλάμοιο παρὰ φλιῇσι χορεύων
Λαοβίην ζυγίοιο γάμου πιστώσατο θεσμῷ
παιδογόνοις Ἄρητος ὁμιλήσας ὑμεναίοις,
ἔνθεον ἔπλετο θάμβος, ἐπεὶ γαμίῳ παρὰ βωμῷ
νυμφοκόμῳ πεπόνητο θυηπολέων Ἀφροδίτῃ
νυμφίος ἀρτιχόρευτος, ἐν εὐύμνῳ δὲ μελάθρῳ
δοῦπον ἀνακλάγξασα λεχώιον ἀνθερεῶνος
μάντις ἐπεσσομένων ἐβαρύνετο πουλυτόκος σῦς,
ἀλλοίην καὶ ἄπιστον ἐλαφρίζουσα λοχείην,
καὶ νεπόδων ὤδινε νόθον γένος, ἐκ λαγόνων δὲ
ὑγρὴν ἰχθυόεσσαν ἀνηκόντιζε γενέθλην,
ἀντὶ τόκου χθονίοιο λοχευσαμένη τόκον ἅλμης.
καὶ συὸς ἰχθυγόνοιο πολύστομος ἵπτατο Φήμη
λαὸν ἀολλίζουσα· πολυσπερέες δὲ πολῖται
χερσαίην πολύτεκνον ἐθηήσαντο γενέθλην,
ἰσοφυὲς μίμημα θαλασσοτόκοιο λοχείης.
μαντιπόλον δ' ἐρέεινε θεηγόρον· εἰρομένῳ δὲ
ἐσσομένων θέσπιζεν ἀφωνήτων στίχα παίδων,
εἰναλίης ἴνδαλμα λιπογλώσσοιο γενέθλης.
καὶ τότε μάντις ἔλεξε προάγγελα θέσφατα κεύθων,
ὄφρα κεν ἱλάσκοιτο τανύπτερον υἱέα Μαίης,
γλώσσης ἡγεμονῆα, σοφῆς ἰθύντορα φωνῆς.
Λαοβίη δ' ὤδινεν, ἀμοιβαίῃ δὲ λοχείῃ
τίκτε συὸς βρεφέεσσιν ἰσηρίθμων στίχα παίδων,
ἰχθύσιν ἀφθόγγοισιν ἐοικότας, οὓς μετὰ νίκην
Βάκχος ἄναξ ἐλέαιρε, λιποφθόγγων δ' ἀπὸ λαιμῶν
γλώσσης δεσμὸν ἔλυσε, καὶ ἤλασεν ἥλικα σιγήν,
φωνὴν δ' ὀψιτέλεστον ἐπεξύνωσεν ἑκάστῳ.
τοῖσι συνεστρατόωντο φερεσσακέες πολεμισταί,
οἵ τε Πύλας ἐνέμοντο καὶ οἳ λάχον ἐγγύθεν Εὔρου
ναιομένην Εὔκολλαν, ἀχείμονος ἔνδιον Ἠοῦς,
καὶ ζαθέην Γορύανδιν ἐύσπορον αὔλακα γαίης.
- τοῖς ἔπι θωρήχθησαν, ὅσοι λάχον ἄντυγα †σοιτης,
μητέρα δενδρήεσσαν ἀμετροβίων ἐλεφάντων,
οἷς φύσις ὤπασε κύκλα διηκοσίων ἐνιαυτῶν
ζώειν ἀενάοιο χρόνου πολυκαμπέι νύσσῃ,
ἠὲ τριηκοσίων· καὶ βόσκεται ἄλλος ἐπ' ἄλλῳ,
ἐκ ποδὸς ἀκροτάτου μελανόχροος ἄχρι καρήνου,
γναθμοῖς μηκεδανοῖσιν ἔχων προβλῆτας ὀδόντας
δίζυγας, ἀμητῆρι τύπῳ γαμψώνυχος ἅρπης,
θηγαλέῳ τμητῆρι, διαστείχων στίχα δένδρων
ποσσὶ τανυκνήμοισιν, ἔχων ἴνδαλμα καμήλων ...
καὶ λοφιὴν ἐπίκυρτον, ἑῷ πολυχανδέι νώτῳ
ἐσμὸν ἄγων νήριθμον ἐπασσυτέρων ἐλατήρων,
δινεύων στατὸν ἴχνος ἀκαμπέι γούνατος ὁλκῷ,
καὶ τύπον εὐρυμέτωπον ἐχιδναίοιο καρήνου,
αὐχένα βαιὸν ἔχων κυρτούμενον· εἶχε δὲ λεπτὸν
ὄμμασιν ἰσοτύποισι συῶν ἴνδαλμα προσώπου,
ὑψιφανής, περίμετρος· ἑλισσομένου δὲ πορείῃ
οὔατα μὲν λιπόσαρκα, παρήορα γείτονι κόρσῃ,
λεπταλέων ἀνέμων ὀλίγῃ ῥιπίζεται αὔρῃ·
πυκνὰ δὲ μαστίζουσα δέμας νωμήτορι παλμῷ
λεπτοφυὴς ἐλάχεια τινάσσεται ἄστατος οὐρή.
πολλάκι δ' ἐν πολέμοισι γένυν προβλῆτα τινάσσων
ἀνέρι ταυροκάρηνος ἐπέχραεν ἠλίβατος θήρ,
ξείνην καρχαρόδοντα φέρων ἑτερόστομον ἅρπην,
δινεύων ἑκάτερθε γενειάδος ἔμφυτον αἰχμήν·
πολλάκι δ' εὐθώρηκα μετάρσιον ἀσπιδιώτην
ὄρθιον ἠέρταζε πεπαρμένον ἅρπαγι λαιμῷ,
ἄνδρα δὲ καρχαρόδοντι κατεπρήνιξεν ἀκωκῇ
καὶ νέκυν αὐτοκύλιστον ἐπὶ στροφάλιγγι κονίης
ὑψόθεν ἠκόντιζε παλινδίνητον ἀλήτην,
αἰθύσσων ἑλικηδὸν ἴτυν σκολιοῖο γενείου
κάρχαρον ἔνθα καὶ ἔνθα παρὰ προβολῇσιν ὀδόντων
ἀντίτυπον σπειρηδὸν ἐχιδνήεσσιν ἀκάνθαις,
ἄχρι ποδῶν τανύων κεχαραγμένον ἆορ ὀδόντων.
τοὺς μὲν ἄναξ Διόνυσος ἄγων μετὰ φύλοπιν Ἰνδῶν
Καυκασίην παρὰ πέζαν Ἀμαζονίου ποταμοῖο
εἰς φόβον εὐπήληκας ἀνεπτοίησε γυναῖκας,
ἠλιβάτων λοφιῇσιν ἐφεδρήσσων ἐλεφάντων.
ἀλλὰ τὰ μὲν μετὰ δῆριν. ἐς ὑσμίνην δὲ Λυαίου
Δηριάδῃ καλέοντι τότε πρόμος ἦλθε Πυλοίτης,
ὀρθοπόδην ἐλέφαντα κατὰ κλόνον ἡνιοχεύων,
καλλιτόκου Μαραθῶνος ἀρειμανὲς αἷμα γενέθλης·
καί οἱ ἐς ὑσμίνην ἑτερόθροος ἕσπετο γείτων
λαὸς ἐυκρήδεμνον Ἐριστοβάρειαν ἐάσσας.
- Δερβίκων δὲ γένεθλα συνέσπετο Δηριαδῆι
Αἰθίοπές τε Σάκαι τε καὶ ἔθνεα ποικίλα Βάκτρων,
καὶ πολὺς οὐλοκόμων Βλεμύων στρατός. ἀλλοφανῆ δὲ
Αἰθίοπες μεθέπουσι τύπον τεχνήμονα χάρμης·
ἵππου γὰρ φορέοντες ὀλωλότος ἄντυγα κόρσης
ψευδόμενοι κρύπτουσιν ἀληθέα κύκλον ὀπωπῆς,
καὶ κεφαλὴν βροτέην ἑτέρῳ σφίγγουσι προσώπῳ,
ἄπνοον ἀσκήσαντες ἐς ἔμπνοον, ἐν δὲ κυδοιμοῖς
δήιον ἀγνώσσοντα νόθῳ κλονέουσι καρήνῳ·
καὶ πρόμος ἐκ στομάτων ἀπατήλιον ἦχον ἰάλλει,
ἵππιον ἀνδρομέῃ προχέων χρεμετισμὸν ἰωῇ.
- οἱ μὲν ἀολλίζοντο καλεσσαμένου βασιλῆος.
πάντων δ' ἡγεμόνευεν ἐς ἄρεα κοίρανος Ἰνδῶν,
ὃν διερῇ φιλότητι πατὴρ ἔσπειρεν Ὑδάσπης,
Ἀστρίδος εὐώδινος ὁμιλήσας ὑμεναίοις,
κούρης Ἠελίοιο. φάτις δέ τις, ὅττι ἑ μήτηρ
Νηιὰς Ὠκεανοῖο γένος τεκνώσατο Κητώ,
ἥν ποτε παφλάζοντι διερπύζων παρὰ παστῷ
νυμφίος ὑδατόεντι γάμῳ πήχυνεν Ὑδάσπης
γνήσιον αἷμα φέρων Τιτήνιον· ἀρχεγόνων γὰρ
ἐκ λεχέων Θαύμαντος ἐγείνατο δίζυγα φύτλην
Ἠλέκτρη ῥοδόπηχυς ὁμευνέτις, ἧς ἀπὸ λέκτρων
καὶ ποταμὸς βλάστησε καὶ ἄγγελος Οὐρανιώνων,
Ἶρις ἀελλήεσσα καὶ ὠκυρέεθρος Ὑδάσπης,
ἡ μὲν ἐπεντύνουσα ποδῶν δρόμον, ὃς δὲ ῥοάων·
ἄμφω δ' ἀντικέλευθον ἴσην μεθέπουσι πορείην,
Ἶρις ἐν ἀθανάτοισι καὶ ἐν ποταμοῖσιν Ὑδάσπης.
- τόσσος ἄρα στρατὸς ἦλθε· πόλις δ' ἐστείνετο λαῷ·
καὶ στίχες εὐπήληκες ἐμιτρώθησαν ἀήταις,
τετραπόρων πλήσαντες ἐν ἄστεϊ κύκλα κελεύθων·
οἱ μὲν ἐνὶ τριόδοισιν ἐπήτριμοι, οἱ δ' ἐπὶ βάθροις
ἄλλοι δ' ἠλιβάτοιο πρὸ τείχεος, οἱ δ' ἐπὶ πύργων
νήδυμον ὕπνον ἴαυον ἀκοντοφόρων ἐπὶ λέκτρων.
ἡγεμόνων δὲ φάλαγγας ἑῷ ξείνισσε μελάθρῳ
Δηριάδης, καὶ πάντες ἀμοιβαίων ἐπὶ θώκων
ξεινοδόκῳ βασιλῆι μιῆς ἥπτοντο τραπέζης.
τοῖσι μὲν ἕσπερα δεῖπνα καὶ ἐννυχίου πτερὸν Ὕπνου
μέμβλετο, καὶ στρατὸς εὗδεν ἐνόπλιος ἄρεϊ γείτων·
ἐγρεμόθῳ δ' εὕδοντες ἐφωμίλησαν ὀνείρῳ,
μιμηλὴν Σατύροισιν ἀναστήσαντες ἐνυώ.