- Ῥείη δ' ὠκυπέδιλος, ὀρεσσαύλῳ παρὰ φάτνῃ
αὐχένα λαχνήεντα περισφίγξασα λεόντων,
σύνδρομον ᾐώρησεν ὑπηνέμιον σφυρὸν αὔραις
ἠερίους κενεῶνας ἐρετμώσασα πεδίλῳ·
θεσπεσίας δὲ φάλαγγας ἀολλίζουσα Λυαίῳ
ὡς πτερὸν ἠὲ νόημα διέστιχεν ἕδρανα κόσμου
εἰς Νότον, εἰς Βορέην, εἰς Ἕσπερον, εἰς κλίσιν Ἠοῦς·
καὶ δρυσὶ καὶ ποταμοῖσι μίαν ξυνώσατο φωνὴν
Νηιάδας καλέουσα καὶ ἀγριάδος στίχας ὕλης.
δαιμονίη δ' ἀίουσα γονὴ Κυβεληΐδος ἠχοῦς,
πάντοθεν ἠγερέθοντο. καὶ ὑψόθεν εἰς χθόνα Λυδῶν
ἀπλανὲς ἴχνος ἄγουσα μετάρσιος ἵκετο Ῥείη·
καὶ νυχίην παλίνορσος ἐκούφισε μύστιδα πεύκην
Μυγδόνι θερμαίνουσα τὸ δεύτερον ἠέρα πυρσῷ.
- ἀλλὰ μετὰ βροτέην προμάχων ἡρωίδα φύτλην
καὶ στρατιὴν ζαθέην με διδάξατε, Φοιβάδες αὖραι.
- πρῶτα μὲν ἐκ Λήμνοιο πυριγλώχινος ἐρίπνης
φήμη ἀελλήεσσα Σάμου παρὰ μύστιδι πεύκῃ
υἱέας Ἡφαίστοιο δύω θώρηξε Καβείρους,
οὔνομα μητρὸς ἔχοντας ὁμόγνιον, οὓς πάρος ἄμφω
οὐρανίῳ χαλκῆι τέκε Θρήισσα Καβειρώ·
Ἄλκων Εὐρυμέδων τε, δαήμονες ἐσχαρεῶνος.
- καὶ βλοσυροὶ Κρήτηθεν ἀολλίζοντο μαχηταὶ
Δάκτυλοι Ἰδαῖοι, κραναῆς ναετῆρες ἐρίπνης,
Γηγενέες Κορύβαντες ὁμήλυδες, ὧν ποτε Ῥείη
ἐκ χθονὸς αὐτοτέλεστον ἀνεβλάστησε γενέθλην·
οἳ βρέφος ἀρτιλόχευτον ἀεξιτόκῳ παρὰ πέτρῃ
Ζῆνα φερεσσακέεσσιν ἐμιτρώσαντο χορείαις,
κῶμον ἀνακρούοντες ὀρίκτυπον ἠπεροπῆα,
ἠέρα βακχεύοντες· ἀρασσομένοιο δὲ χαλκοῦ
ἀγχινεφὴς Κρονίοισιν ἐπέβρεμεν οὔασιν ἠχὼ
κουροσύνην Κρονίωνος ὑποκλέπτουσα βοείαις·
καὶ πρόμος ἡγεμόνευε χοροπλεκέων Κορυβάντων
Πύρριχος Ἰδαῖός τε σακεσπάλος, οἷς ἅμα βαίνων
Κνώσσιος αἰόλα φῦλα παρώνυμος ὥπλισε Κύρβας.
- καὶ φθονεροὶ Τελχῖνες ἐπήλυδες ἐς μόθον Ἰνδῶν
ἐκ βυθίου κενεῶνος ἀολλίζοντο θαλάσσης·
καὶ δολιχῇ παλάμῃ δονέων περιμήκετον αἰχμὴν
ἦλθε Λύκος, καὶ Σκέλμις ἐφέσπετο Δαμναμενῆι
πάτριον ἰθύνων Ποσιδήιον ἅρμα θαλάσσης,
Τληπολέμου μετὰ γαῖαν ἁλιπλανέες μετανάσται,
δαίμονες ὑγρονόμοι μανιώδεες, οὓς πάρος αὐτοὶ
πατρῴης ἀέκοντας ἀποτμήξαντες ἀρούρης
Θρῖναξ σὺν Μακαρῆι καὶ ἀγλαὸς ἤλασεν Αὔγης,
υἱέες Ἠελίοιο· διωκόμενοι δὲ τιθήνης
χερσὶ βαρυζήλοισιν ἀρυόμενοι Στυγὸς ὕδωρ
ἄσπορον εὐκάρποιο Ῥόδου ποίησαν ἀλωήν,
ὕδασι Ταρταρίοισι περιρραίνοντες ἀρούρας.
- τοῖς ἔπι Κενταύρων διφυὴς πρηεῖα γενέθλη ...
ἵππιον εἶδος ἔχοντι Φόλῳ συνομάρτεε Χείρων
ἀλλοφυής, ἀδάμαστος, ἔχων ἀχάλινον ὑπήνην.
- Κυκλώπων δὲ φάλαγγες ἐπέρρεον· ὧν ἐνὶ χάρμῃ
χερσὶν ἀθωρήκτοισιν ἀκοντίζοντο κολῶναι
ἔγχεα πετρήεντα, καὶ ἀσπίδες ἦσαν ἐρίπναι,
καὶ σκοπιὴ λοφόεσσα χαραδραίη πέλε πήληξ,
καὶ Σικελοὶ σπινθῆρες ἔσαν φλογόεντες ὀιστοί·
καὶ σέλας αἰθύσσοντες ἐθήμονος ἐσχαρεῶνος
πυρσοφόροις παλάμῃσιν ἐθωρήσσοντο μαχηταί,
Βρόντης τε Στερόπης τε καὶ Εὐρύαλος καὶ Ἐλατρεὺς
Ἄργης τε Τραχίος τε καὶ αὐχήεις Ἁλιμήδης.
ἀλλὰ τόσος καὶ τοῖος ἐλείπετο μοῦνος ἐνυοῦς
ἀγχινεφὴς Πολύφημος, ἀπόσπορος ἐννοσιγαίου,
ὅττι μιν ὑγροκέλευθος ἐρήτυεν αὐτόθι μίμνειν
ἄλλος Ἔρως πολέμοιο φιλαίτερος· εἰσορόων γὰρ
ἡμιφανῆ Γαλάτειαν ἐπέκτυπε γείτονι πόντῳ,
νυμφιδίῃ σύριγγι χέων φιλοπάρθενον ἠχώ.
- καὶ σκοπέλων ναετῆρες ἀπ' αὐτορόφοιο μελάθρου,
οὔνομα Πανὸς ἔχοντες, ἐρημονόμου γενετῆρος,
Πᾶνες ἐθωρήχθησαν ὁμήλυδες, ὧν ἐπὶ μορφῇ
ἀνδρομέῃ κεκέραστο δασύτριχος αἰγὸς ὀπωπή·
καὶ νόθον εἶδος ἔχοντες ἐυκραίροιο καρήνου
δώδεκα Πᾶνες ἔσαν κεραελκέες, ἀρχεγόνου δὲ
Πανὸς ἑνὸς γεγάασιν ὀρεσσαύλοιο τοκῆος.
τὸν μὲν ἐφημίξαντο Κελαινέα μάρτυρι μορφῇ,
τὸν δὲ φυῆς Ἀργεννὸν ὁμώνυμον· Αἰγοκόρῳ δὲ
ἅρμενον οὔνομα θῆκαν, ἐπεὶ νομίῃ παρὰ ποίμνῃ
αἰγείων κεκόρητο περιθλίβων γάλα μαζῶν·
ἄλλος δ' Ἠυγένειος ἀκούετο θεσπέσιος Πὰν
ἀμφιλαφῆ πλοκάμοισιν ἔχων λειμῶνα γενείου·
καὶ νομίῳ κεκόρυστο σὺν Ὠμηστῆρι Δαφοινεύς·
καὶ Φόβος ὡμάρτησε δασυκνήμιδι Φιλάμνῳ·
Ξάνθῳ Γλαῦκος ἵκανεν ὁμόστολος· ἀντιτύποις γὰρ
Γλαῦκος ἑοῖς μελέεσσιν ὁμόχροος ἔσκε θαλάσσῃ
γλαυκιόων, καὶ Ξάνθος ἔχων ξανθόχροα χαίτην
οὔνομα τοῖον ἔδεκτο κερασφόρος ἀστὸς ἐρίπνης·
καὶ θρασὺς Ἄργος ἵκανε φέρων χιονώδεα χαίτην.
τοῖσιν ἔσαν δύο Πᾶνες ὁμήλυδες, οὓς τέκεν Ἑρμῆς
κεκριμένῃ φιλότητι μιγεὶς διδυμάοσι Νύμφαις·
τὸν μὲν ὀρεστιάδος †Σώσης μετανεύμενος εὐνὴν
μαντιπόλου σπέρμηνε θεηγόρον ἔμπλεον ὀμφῆς,
Ἀγρέα θηροφόνου μελέτῃ πεπυκασμένον ἄγρης·
τὸν δὲ νομαῖς ὀίων Νόμιον φίλον, ὁππότε Νύμφης
δέμνιον ἀγραύλοιο διέστιχε Πηνελοπείης,
ποιμενίῃ σύριγγι μεμηλότα. τοῖς ἅμα Φόρβας
ὠμηστὴς ἀκόρητος ὁμόστολον εἶχε πορείην.
- καὶ παλάμην νάρθηκι γέρων Σιληνὸς ἐρείσας
δισσοφυὴς κεκόρυστο κερασφόρος υἱὸς ἀρούρης,
τρισσοὺς παῖδας ἄγων θιασώδεας· εἰς ἐνοπὴν γὰρ
Ἀστραῖος κεκόρυστο, Μάρων κίεν, ἕσπετο Ληνεύς,
χεῖρας ἐλαφρίζοντες ὀριπλανέος γενετῆρος
γηροκόμοις ῥοπάλοισι· λιποσθενέων δὲ γερόντων
νωχελὲς ἀμπελόεντι δέμας κουφίζετο βάκτρῳ,
ὧν μάλα πουλυέτηρος ἔην χρόνος, ὧν ἄπο θερμὴ
πουλυγάμων Σατύρων διφυὴς ἀνέτελλε γενέθλη.
- καὶ Σατύρους κερόεντας ἐκόσμεον ἡγεμονῆες
Ποιμένιος Θίασός τε καὶ Ὑψίκερως καὶ Ὀρέστης,
καὶ κεραῷ Φλεγραῖος ἐφωμάρτησε Ναπαίῳ·
ἦλθε Γέμων, κεκόρυστο Λύκων θρασύς· ἀκροπότῃ δὲ
Πετραίῳ γελόωντι φιλέψιος ἕσπετο Φηρεύς,
καὶ Λάμις οὐρεσίφοιτος ὁμόστολον εἶχε πορείην
Ληνοβίῳ, καὶ Σκιρτὸς ἐκώμασε σύνδρομος Οἴστρῳ,
σὺν δὲ Φερεσπόνδῳ Λύκος ἤιεν, ἠχέτα κῆρυξ,
καὶ Πρόνομος πραπίδεσσι κεκασμένος, οὓς τέκεν Ἑρμῆς
Ἰφθίμην κρυφίοισιν ὑποζεύξας ὑμεναίοις,
τήν ποτε Δῶρος ἔτικτε, Διὸς βλάστημα γενέθλης,
ῥίζα γονῆς Ἕλληνος, ἀπ' ἀρχεγόνοιο δὲ Δώρου
Δωρίδος ἐβλάστησεν Ἀχαιικὸν αἷμα γενέθλης·
τοῖσι γέρας καὶ σκῆπτρον ἐπέτρεπεν Εἰραφιώτης
οὐρανίου κήρυκος, ἀεξινόοιο τοκῆος.
αἰεὶ μὲν μεθύουσα φιλακρήτοισι κυπέλλοις
πᾶσα γονὴ Σατύρων θρασυκάρδιος, ἐν δὲ κυδοιμῷ
μοῦνον ἀπειλητῆρες, ἀεὶ φεύγοντες ἐνυώ,
νόσφι μόθοιο λέοντες, ἐνὶ πτολέμοις δὲ λαγωοί,
ἴδμονες ὀρχηστῆρες, ἐπιστάμενοι πλέον ἄλλων
οἰνοδόκου μέθυ λαρὸν ἀπὸ κρητῆρος ἀφύσσειν·
τῶν ὀλίγοι γεγάασι μαχήμονες, οὓς θρασὺς Ἄρης
παντοίην ἐδίδαξε μεληδόνα δηϊοτῆτος ...
κοσμῆσαί τε φάλαγγα· κορυσσομένου δὲ Λυαίου
οἱ μὲν ἀδεψήτοισι δέμας κρύψαντο βοείαις,
οἱ δὲ δοραῖς λασίῃσιν ἐκαρτύνοντο λεόντων,
ἄλλοι πορδαλίων βλοσυρὰς δύσαντο καλύπτρας,
οἱ δὲ τανυπτόρθοισιν ἐθωρήσσοντο κορύμβοις,
οἱ δὲ τανυκραίρων ἐλάφων ἀντίρροπον ἄστρων
ποικίλον ἐν στέρνοισιν ἀνεζώννυντο χιτῶνα.
τοῖς μὲν ἐπὶ κροτάφοις διδυμάονες ἀμφὶ μετώπῳ
ὀξυτενεῖς γλωχῖνες ἐμηκύνοντο κεραίης,
ψεδνὴ δ' ὀξυόεντι καρήατι φύετο χαίτη
ἀκροφανὴς σκολιοῖσιν †ἐπ' ἀνδράσιν, οὔατα δ' ἄμφω
νισομένων πτερόεντες ἀνερρίπιζον ἀῆται
ἰθυτενῆ, λασίοισιν ἐπικτυπέοντα γενείοις
ἐκταδόν, ἱππείη δὲ τιταινομένη διὰ νώτου
ὄρθιος ἀμφιέλικτος ἀπ' ἰξύος ἔρρεεν οὐρή.
- ἀνδροφυὴς δ' ἑτέρη Κενταυριὰς ἵκετο φύτλη,
Φηρῶν εὐκεράων λάσιον γένος, οἷς πόρεν Ἥρη
ἀλλοφυὲς δέμας ἄλλο κερασφόρον· ὑγρογόνων γὰρ
Νηιάδων ποτὲ παῖδες ἔσαν βροτοειδέι μορφῇ,
ἃς Ὑάδας καλέουσι, Λάμου ποταμηίδα φύτλην,
καὶ Διὸς εὐώδινα τιθηνήσαντο γενέθλην,
Βάκχον ἔτι πνείοντα πολυρραφέος τοκετοῖο,
παιδοκόμοι ῥυτῆρες ἀθηήτου Διονύσου,
οὐ ξένον εἶδος ἔχοντες· ἐνὶ σκοτίῳ δὲ μελάθρῳ
πολλάκι πηχύναντο κεκυφότι κοῦρον ἀγοστῷ,
αἰθέρα παππάζοντα, Διὸς πατρώιον ἕδρην,
εἰσέτι κουρίζοντα, σοφὸν βρέφος. ἀρτιτόκῳ δὲ
πῇ μὲν ἔην ἐρίφῳ πανομοίιος, ἔνδοθι μάνδρης
κρυπτόμενος, δολιχῇ δὲ δέμας πυκνώσατο χαίτῃ
ἀλλοφανής, δολίων δὲ χέων βληχηθμὸν ὀδόντων
ἴχνεσιν αἰγείοισι νόθην μιμήσατο χηλήν·
πῇ δὲ γυναικείην φορέων ψευδήμονα μορφὴν
μιμηλὴ κροκόπεπλος ἐν εἵμασι φαίνετο κούρη
ἀρτιθαλής, φθονερῆς δὲ παραπλάζων νόον Ἥρης
χείλεσιν ἀντιτύποισιν ἀνήρυγε θῆλυν ἰωήν,
καὶ πλοκάμοις εὔοδμον ἐπεσφήκωσε καλύπτρην
θήλεα πέπλα φέρων πολυδαίδαλα· μεσσατίῳ δὲ
στήθεϊ δεσμὸν ἔβαλλε καὶ ὄρθιον ἄντυγα μαζοῦ ...
παρθενίῳ ζωστῆρι, καὶ οἷά περ ἅμμα κορείης
πορφυρέην λαγόνεσσι συνήρμοσε κυκλάδα μίτρην.
καὶ δόλος ἦν ἀνόνητος, ἐπεὶ μάθεν ὑψόθεν Ἥρη
πάντοθι δινεύουσα πανόψιον ὄμμα προσώπου,
μορφὴν ἀλλοπρόσαλλον ὀπιπεύουσα Λυαίου·
καὶ Βρομίου φυλάκεσσιν ἐχώσατο· δεξαμένη δὲ
Θεσσαλίδος δολόεντα †παρ' ἀχλύος ἄνθεα ποίης
ὕπνον θελγομένων φυλάκων ἐπέχευε καρήνῳ,
μάγγανα φαρμακόεντα κατασταλάουσα κομάων·
καὶ μάγον ἁβρὸν ἄλειφα περιχρίσασα προσώπῳ
ἀνδρομέης ἤμειψε παλαίτερον εἶδος ὀπωπῆς.
τοῖσι μὲν οὐατόεσσα φυῆς ἰνδάλλετο μορφή,
ἱππείη δ' ἀνέτελλε δι' ἰξύος ὄρθιος οὐρὴ
ἰσχία μαστίζουσα δασυστέρνοιο φορῆος,
καὶ βοέη βλάστησε κατὰ κροτάφοιο κεραίη,
ὄμματα δ' εὐρύνοντο τανυκραίροιο μετώπου,
καὶ σκολιαὶ πλοκαμῖδες ἀνηέξηντο καρήνων,
γναθμοὶ δ' ἀργιόδοντες ἐμηκύνοντο γενείων,
ξείνη δ' αὐτοτέλεστος ἀπ' ἰξύος εἰς πόδας ἄκρους
ἀμφιλαφὴς λασίοιο κατ' αὐχένος ἔρρεε χαίτη.
δώδεκα δὲ ξύμπαντας ἐκόσμεον ἡγεμονῆες,
Σπαργεύς τε Γληνεύς τε χοροίτυπος, ἀλλοφυὴς δὲ
σύνδρομος Εὐρυβίῳ σταφυληκόμος ἵκετο Κητεύς,
καὶ Ῥιφόνῳ Πετραῖος ὁμάρτεεν, ἀκροπότης δὲ
Αἴσακος Ὀρθάων τε συνέστιχον, οἷς μίαν ἄμφω
Ἀμφίθεμις καὶ Φαῦνος ἐποιήσαντο πορείην,
εὐκεράῳ δὲ Φάνητι συνέμπορος ἦλθε Νομείων.
- Κενταύρων δ' ἑτέρη διφυὴς κεκόρυστο γενέθλη,
Κυπριάς, ὁππότε Κύπρις ἐπέτρεχεν εἴκελος αὔραις
ἴχνιον ἱμείροντος ἀλυσκάζουσα τοκῆος,
μὴ γενέτην ἀθέμιστον ἐσαθρήσειεν ἀκοίτην,
Ζεὺς δὲ πατὴρ ὑπόειξε γάμων ἄψαυστον ἐάσσας
ὠκυτέρην ἀκίχητον ἀναινομένην Ἀφροδίτην·
ἀντὶ δὲ Κυπριδίων λεχέων ἔσπειρεν ἀρούρῃ
παιδογόνων προχέων φιλοτήσιον ὄμβρον Ἐρώτων·
γαῖα δὲ δεξαμένη γαμίην Κρονίωνος ἐέρσην
ἀλλοφυῆ κερόεσσαν ἀνηκόντιζε γενέθλην.
- τοῖσι κορυσσομένοισι συνέδραμον εἰν ἑνὶ Βάκχαι,
αἱ μὲν Μῃονίης ἀπὸ ῥωγάδος, αἱ δὲ κολώνης
ἠλιβάτων ἤιξαν ὑπὲρ Σιπύλοιο καρήνων.
Νύμφαι δ' ἑλκεχίτωνες Ὀρειάδες ἄρσενι θυμῷ
λυσσάδες ἐρρώοντο σὺν εὐθύρσοισι μαχηταῖς,
αἵ τε παλιννόστων ἐτέων πολυδινέι νύσσῃ
μηκεδανὸν ζώεσκον ἐπὶ χρόνον, αἱ μὲν ἐρίπνας
γείτονες οἰονόμων ἐπιμηλίδες, αἱ δὲ λιποῦσαι
ἄλσεα δενδρήεντα καὶ ἀγριάδος ῥάχιν ὕλης,
συμφυέες Μελίαι δρυὸς ἥλικος· αἳ τότε πᾶσαι
ἐς μόθον ἠπείγοντο συνήλυδες, αἱ μὲν ἑλοῦσαι
τύμπανα χαλκεόνωτα, Κυβηλίδος ὄργανα Ῥείης,
αἱ δὲ κατηρεφέες πλοκάμους ἑλικώδεϊ κισσῷ,
ἄλλαι ἐμιτρώθησαν ἐχιδναίοισι κορύμβοις·
χειρὶ δὲ θύρσον ἄειρον ἀκαχμένον, αἷς τότε Λυδαὶ
Μαινάδες ὡμάρτησαν ἀταρβέες ἐς μόθον Ἰνδῶν·
ὧν τότε Βασσαρίδες θιασώδεες ἴδμονι τέχνῃ
κρείσσονες ἠπείγοντο Διωνύσοιο τιθῆναι,
Αἴγλη Καλλιχόρη τε καὶ Εὐπετάλη καὶ Ἰώνη
καὶ Καλύκη γελόωσα Βρύουσά τε, σύννομος Ὥραις,
Σιλήνη τε Ῥόδη τε καὶ Ὠκυνόη καὶ Ἐρευθὼ
Ἀκρήτη τε Μέθη τε, καὶ ἕσπετο σύννομος Ἅρπῃ
Οἰνάνθη ῥοδόεσσα καὶ ἀργυρόπεζα Λυκάστη,
Στησιχόρη Προθόη τε· φιλομμειδὴς δὲ γεραιὴ
οἰνοβαρὴς Τρυγίη πυμάτη κεκόρυστο καὶ αὐτή.
- κεκριμένον μὲν ἕκαστος ἑὸν στρατὸν ἤγαγε Βάκχῳ,
πάντων δ' ἡγεμόνευε πυρίβρομος Εἰραφιώτης
ἀστράπτων ἀρίδηλος· ἐς ὑσμίνην δὲ χορεύων
οὐ σάκος, οὐ δόρυ θοῦρον ἐκούφισεν, οὐ ξίφος ὤμῳ,
οὐ κυνέην ἐπέθηκεν ἀκερσικόμοισιν ἐθείραις,
χάλκεον ἀρραγέος κεφαλῆς σκέπας, ἀλλὰ καρήνου
ἄπλοκον ἐσφήκωσε δρακοντείῳ τρίχα δεσμῷ,
κράασι κυκλώσας βλοσυρὸν στέφος· ἀντὶ δὲ τυκτῆς
δαιδαλέης κνημῖδος ἕως ἐπιγουνίδος ἄκρης
ἄργυφα πορφυρέοις ἐνεθήκατο ταρσὰ κοθόρνοις,
νεβρίδα λαχνήεσσαν ἐπὶ στέρνοιο καθάψας,
στικτὸν ἔχων θώρηκα, τύπον κεχαραγμένον ἄστρων·
λαιῇ μὲν κέρας εἶχε βεβυσμένον ἡδέος οἴνου,
χρύσεον εὐποίητον, ἀπ' οἰνοχύτου δὲ κεραίης
ὄρθιος ἡδυπότοιο κατέρρεεν ὁλκὸς ἐέρσης·
χειρὶ δὲ κέντορα θύρσον, ἐελμένον οἴνοπι κισσῷ,
δεξιτερῇ κούφιζεν, ἐπ' ἀκροτάτῳ δὲ κορύμβῳ
χαλκοβαρὴς πετάλοισι κατάσκιος ἦεν ἀκωκή.
καὶ χρυσέην λαγόνεσσι περίτροχον ἥρμοσε μίτρην.
- ἀλλ' ὅτε δὴ Διόνυσος ἔσω Κορυβαντίδος αὐλῆς
χρύσεον εὐποίητον ἐδύσατο κόσμον ἐνυοῦς,
εὔια καλλείψας χοροτερπέος ἔνδια Ῥείης
Μῃονίην παράμειβεν· ὀρεσσιπόλοις δ' ἅμα Βάκχαις
δαίμονι βοτρυόεντι συνεσσεύοντο μαχηταί·
οἱ μὲν ἐυτροχάλοιο κυβερνητῆρες ἀπήνης
φυταλιῆς κομίσαντο νέης μοσχεύματα Βάκχου,
πολλαὶ δ' ἡμιόνων στίχες ἤιον, ἀμφὶ δὲ νώτῳ
νέκταρος ἀμπελόεντος ἐκούφισαν ἀμφιφορῆας·
καὶ βραδέων ἐπέθηκαν ὄνων τετληότι νώτῳ
ῥήγεα φοινικόεντα καὶ αἰόλα δέρματα νεβρῶν·
ἄλλοι δ' οἰνοποτῆρες ἅμα χρυσέοισι κυπέλλοις
ἀργυρέους κρητῆρας ἀγίνεον, ὅπλα τραπέζης.
καὶ χαροπῆς Κορύβαντες ἐποίπνυον ἀγχόθι φάτνης
αὐχένα πορδαλίων ζυγίῳ δήσαντες ἱμάντι,
κισσοδέτοις δὲ λέοντας ἐπιστώσαντο λεπάδνοις
χεῖλος ἐπισφίγξαντες ἀπειλητῆρι χαλινῷ·
καὶ λασίην Κένταυρος ἔχων φρίσσουσαν ὑπήνην
εἰς ζυγὸν αὐτοκέλευστος ἑκούσιον αὐχένα τείνας ...
καὶ Σατύρων πολὺ μᾶλλον ἔχων πόθον ἡδέος οἴνου
ἡμιτελὴς χρεμέτιζεν ἀνὴρ κεκερασμένος ἵππῳ,
ἱέμενος Διόνυσον ἑοῖς ὤμοισιν ἀείρειν.
- καὶ θεὸς εὐόρπηκος ἐφήμενος ἄντυγι δίφρου
Σαγγαρίου παρὰ χεῦμα, περὶ Φρύγα κόλπον ἀρούρης,
λαϊνέης Νιόβης παρεμέτρεε πενθάδα πέτρην·
καὶ λίθος Ἰνδὸν ὅμιλον ἐριδμαίνοντα Λυαίῳ
δακρυόεις ὁρόων βροτέην πάλιν ἴαχε φωνήν·
- μὴ μόθον ἐντύνητε θεημάχον, ἄφρονες Ἰνδοί,
παιδὶ Διός, μὴ Βάκχος ἀπειλείοντας ἐνυὼ
λαϊνέους τελέσειε καὶ ὑμέας, ὥς περ Ἀπόλλων,
μυρομένους τύπον ἶσον ἐμῇ πετρώδεϊ μορφῇ,
μὴ ποταμοῦ παρὰ χεῦμα φερώνυμον Ἰνδὸν Ὀρόντην
γαμβρὸν ἐσαθρήσητε δεδουπότα Δηριαδῆος.
Ῥείη χωομένη δύναται πλέον Ἰοχεαίρης·
Φοίβου φεύγετε Βάκχον ἀδελφεόν· αἰδέομαι γὰρ
Ἰνδῶν κτεινομένων ἀλλότρια δάκρυα λείβειν.
- τοῖα λίθον βοόωντα πάλιν σφρηγίσσατο σιγή.
- καὶ θεὸς ἀμπελόεις Φρυγίην μετὰ πέζαν ἐρίπνης
Ἀσκανίης ἐπέβαινεν. ὁμηγερέες δὲ πολῖται
πάντες, ὅσοις Ἰόβακχος ἑὴν ὤρεξεν ὀπώρην,
καὶ τελετὰς ἐδέχοντο καὶ ἠσπάζοντο χορείας,
αὐχένα δοχμώσαντες ἀνικήτῳ Διονύσῳ,
εἰρήνης ἐθέλοντες ἀναιμάκτοιο γαλήνην.
- Βάκχων τοῖος ἔην κερόεις στρατός, οἷς ἅμα Βάκχαι
εἰς μόθον ὡπλίζοντο. φιλαγρύπνῳ δὲ Λυαίῳ
πάννυχος ἀστερόεντα πυρίτροχον ὁλκὸν ὑφαίνων
οὐρανὸς ἐβρόντησεν, ἐπεὶ τότε μάρτυρι πυρσῷ
νίκης Ἰνδοφόνοιο τέλος μαντεύσατο Ῥείη.
- εἰς ἐνοπὴν δ' ἠῷος ἔβη θεὸς ὕβριν ἐλαύνων
ἀνδρῶν κυανέων, ἵνα δούλιον αὐχένα Λυδῶν
καὶ Φρυγίης ναετῆρα καὶ Ἀσκανίης πολιήτην
κοιρανίης δασπλῆτος ἀποζεύξειε λεπάδνων.
τοῖς τότε Βάκχος ἔπεμπε δύω κήρυκας ἐνυοῦς
ἀγγελίην ἐνέπειν, ἢ φευγέμεν ἢ πολεμίζειν·
καί σφισι νισομένοισι συνέστιχεν αἰγίβοτος Πάν,
στῆθος ὅλον σκιόωντα φέρων πώγωνα κομήτην.
- Ἥρη δ' ὠκυπέδιλος, ἐειδομένη δέμας Ἰνδῷ,
οὐλοκόμῳ Μελανῆι, μὴ οἴνοπα θύρσον ἀείρειν
Ἀστράεντα κέλευε, δορυσσόον ὄρχαμον ἀνδρῶν,
μηδὲ φιλακρήτων Σατύρων ἀλάλαγμα γεραίρειν,
ἀλλὰ μάχην ἄσπονδον ἀναστῆσαι Διονύσῳ·
καί τινα μῦθον ἔειπε παραιφαμένη πρόμον Ἰνδῶν·
- ἡδὺς ὁ δειμαίνων ἁπαλὴν στίχα θηλυτεράων.
Ἀστράεις, πολέμιζε· κορύσσεο καὶ σύ, Κελαινεῦ,
χαλκὸν ἔχων τμητῆρα κορυμβοφόρου Διονύσου·
ἔγχεϊ δ' οὐ πέλε θύρσος ὁμοίιος. ἀλλά, Κελαινεῦ,
Δηριάδην πεφύλαξο μεμηνότα, μή σε δαμάσσῃ
οὐτιδανὴν ἀσίδηρον ἀλυσκάζοντα γυναῖκα.
- ὣς φαμένη παρέπεισε, καὶ ἠέρα δύσατο δαίμων,
μητρυιὴ κοτέουσα μενεπτολέμῳ Διονύσῳ.
- καὶ Βρομίου κήρυκες ἐπήλυθον· ἀγχιφανὴς δὲ
Ἀστράεις ὑπέροπλος, ἔχων ἄστοργον ἀπειλήν,
μαίνετο βουκεράους Σατύρους καὶ Πᾶνα διώκων,
μειλιχίου κήρυκας ἀτιμάζων Διονύσου.
οἱ δὲ παλιννόστοιο ποδὸς δειδήμονι ταρσῷ
φύξιμον ἴχνος ἔκαμψαν ἐγερσιμόθῳ Διονύσῳ.
- καὶ στρατὸν ὥπλισε Βάκχος ἐς ἀντιπόρων στίχας Ἰνδῶν.
οὐδὲ λάθε ζοφόεντα Κελαινέα θῆλυς ἐνυώ,
ἀλλὰ θορὼν ἀκίχητος ὅλον στρατὸν ὥπλισεν Ἰνδῶν·
καὶ θρασὺς Ἀστράεις, μενεδήιον οἶστρον ἀέξων,
Ἀστακίδος κελάδοντα περὶ ῥόον ἵστατο λίμνης,
δέγμενος ἀμπελόεντος ἐπηλυσίην Διονύσου.
- ἀλλ' ὅτε δὴ διδύμης στρατιῆς ἑτερόζυγι λαῷ
ἀμφοτέρων στίχα πᾶσαν ἐκόσμεον ἡγεμονῆες,
κλαγγῇ μὲν ζοφόεντες ἐπὶ κλόνον ἤιον Ἰνδοί,
Θρηικίοις γεράνοισιν ἐοικότες, εὖτε φυγοῦσαι
χειμερίην μάστιγα καὶ ἠερίου χύσιν ὄμβρου
Πυγμαίων ἀγεληδὸν ἐπαΐσσουσι καρήνοις
Τηθύος ἀμφὶ ῥέεθρα, καὶ ὀξυόεντι γενείῳ
οὐτιδανῆς ὀλέκουσι λιποσθενὲς αἷμα γενέθλης,
ἱπτάμεναι νεφεληδὸν ὑπὲρ κέρας Ὠκεανοῖο·
εἰς ἐνοπὴν δ' ἑτέρωθεν ἐβακχεύοντο μαχηταί,
ἀκλινέες θεράποντες ἐγερσιμόθου Διονύσου.
Βασσαρίδων δὲ φάλαγγες ἐπέρρεον· ἀγρομένων δὲ
ἡ μὲν ἐχιδναίῳ κεφαλὴν ἐζώσατο δεσμῷ,
ἡ δὲ διεσφήκωσε κόμην εὐώδεϊ κισσῷ,
ἄλλη χαλκοφόρῳ παλάμην ἐκορύσσατο θύρσῳ
οἰστρομανής, ἑτέρη δὲ κατ' αὐχένος ἄμμορα δεσμῶν
μηκεδανῆς μεθέηκε καθειμένα βόστρυχα χαίτης,
Μαιναλὶς ἀκρήδεμνος, ἐπ' ἀμφοτέρων δέ οἱ ὤμων
ἀπλεκέας πλοκαμῖδας ἀνερρίπιζεν ἀήτης·
ἄλλη ῥόπτρα τίνασσε συνήορα δίζυγι χαλκῷ
πλοχμοὺς εἱλικόεντας ἐπαιθύσσουσα καρήνῳ·
ἄλλη δ' εὐπαλάμοιο κατάσχετος ἅλματι λύσσης,
χερσὶ περικροτέουσα βαρύβρομα νῶτα βοείης,
ὄρθιον ἐσμαράγησε μόθων ἀντίκτυπον ἠχώ·
καὶ πέλεν ἔγχεα θύρσα, καλυπτομένη δὲ πετήλοις
δούρατος ἀμπελόεντος ἔην χαλκήλατος αἰχμή·
ἡ δὲ δαφοινήεντος ἐφιμείρουσα κυδοιμοῦ
ὠμοβόρων ἔζευξεν ἐπ' αὐχένι δεσμὰ δρακόντων·
ἄλλη ποικιλόνωτον ἐπὶ στέρνοιο καλύπτρην
πορδαλίων, ἑτέρη δὲ κατὰ χροὸς οἷα χιτῶνα
στικτὰ φιλοσκοπέλων ἐνεδύσατο δέρματα νεβρῶν,
δαιδαλέης ἐλάφοιο περισφίγξασα καλύπτρην·
ἄλλη σκύμνον ἔχουσα δασυστέρνοιο λεαίνης
ἀνδρομέῳ γλαγόεντι νόθῳ πιστώσατο μαζῷ·
καί τις ὄφιν τριέλικτον ἀπήμονι δήσατο κόλπῳ,
ἐνδόμυχον ζωστῆρα, κεχηνότα γείτονι μηρῷ,
μείλιχα συρίζοντα φιλακρήτοιό τε κούρης
ὑπναλέης ἄγρυπνον ὀπιπευτῆρα κορείης·
ἄλλη ταρσὰ φέρουσα κατ' οὔρεα γυμνὰ πεδίλων,
ποσσὶ βάτους πατέουσα καὶ ὀξυέθειρας ἀκάνθας,
θηγαλέῃ στατὸν ἴχνος ἐπεστήριξεν ἀχέρδῳ·
καί τις ἐπαΐξασα τανυκνήμιδι καμήλῳ
καμπύλον ἀμητῆρι διέθρισεν αὐχένα θύρσῳ,
καὶ τυφλοῖσι πόδεσσι περιπταίουσα κελεύθῳ
ἡμιφανὴς πεφόρητο, πολυγνάμπτῳ δὲ πορείῃ
φοιταλέης ἀκάρηνον ἐπείγετο σῶμα καμήλου,
καὶ σφαλερῇ πλήσσουσα βαθυνομένην χθόνα χηλῇ
ὕπτιος αὐτοκύλιστος ἐπωλίσθησε κονίῃ·
ἄλλη δ' ἴχνος ἄγουσα βοοτρόφον εἰς ῥάχιν ὕλης
ἄσχετα μαινομένοιο δορῆς ἐδράξατο ταύρου,
καὶ βλοσυροῖς ὀνύχεσσι χαρασσομένης ἀπὸ δειρῆς
ταυρείην ἀτόρητον ἀπεφλοίωσε καλύπτρην·
ἄλλη δ' ἔγκατα πάντα διήφυσεν· ἦν δὲ νοῆσαι
παρθένον ἀκρήδεμνον ἀσάμβαλον ὑψόθι πέτρης
τρηχαλέῳ πρηῶνι περισκαίρουσαν ἐρίπνης·
οὐ σκοπιὴν δ' ἔφριξε δυσέμβατον, οὐ πόδα κούρης
ὀξυπαγὴς ἀπέδιλον ὄνυξ ἐχάραξε κολώνης.
- πολλὴ δ' ἔνθα καὶ ἔνθα παρ' Ἀστακίδος στόμα λίμνης
Ἰνδῴη δεδάικτο γονὴ Κουρῆτι σιδήρῳ.
δυσμενέων δὲ φάλαγγας ἐκυκλώσαντο μαχηταὶ
τεύχεσιν ἀντιτύποισι, φερεσσακέος δὲ χορείης
ῥυθμὸν ἐμιμήσαντο ποδῶν ἑλικώδεϊ παλμῷ·
καὶ λασίῃ παλάμῃ σκοπιὴν λοφόεσσαν ἀείρων,
οὔρεος ἄκρα κάρηνα ταμών, ἐκορύσσετο Ληνεύς,
πέμπων ὀκριόεσσαν ἐπ' ἀντιβ̣ίοισιν ἀκω̣κήν·
Βάκχη δ' ἀμφαλάλαζε, καὶ ἀμπελόεσσαν ἀκωκὴν
Βασσαρὶς ἠκόντιζε, μελαρρίνου δὲ γενέθλης
ἄρσενα πολλὰ κάρηνα δαΐζετο θήλεϊ θύρσῳ.
καὶ φονίῳ θρασὺν ἄνδρα διατμήγουσα κορύμβῳ
Εὐπετάλη κεκόρυστο, φι̣λοσταφύλῳ δὲ πετήλῳ
κέντορα κισσὸν ἔπεμπεν ἀλοιητῆρα σιδήρου·
Στησιχόρη δ' εὔβοτρυς ἐπεσκίρτησε κυδοιμῷ,
καὶ δηίων ἔσσευε γένος ῥηξήνορι ῥόμβῳ
κύμβαλα δινεύουσα βαρύβρομα δίζυγι χαλκῷ.
- καὶ πολὺς ἀμφοτέροισιν ἔην μόθος· ἔβρεμε σύριγξ,
σύριγξ ἐγρεκύδοιμος, ἐπέκτυπε δ' αὐλὸς ἐνυοῦσ̣,
Βασσαρίδες δ' ὀλόλυξαν· ἐγειρομένου δὲ κυδοιμοῦ
βρονταίοις πατάγοισι μέλας μυκώμενος ἀὴρ
ἐκ Διὸς ἐσσομένην Βρομίῳ μαντεύσατο νίκην.
καὶ πολὺς ἐσμὸς ἔπιπτεν· ὅλη δ' ἐρυθαίνετο λύθρῳ
ὑγρῷ διψὰς ἄρουρα, καὶ Ἀστακίδος στόμα λίμνης
αἱμοβαφὲς κελάρυζε, φόνῳ κεκερασμένον Ἰνδῶν.
- ἀντιβίους δ' ᾤκτειρε θεὸς φιλοπαίγμονι θυμῷ
καὶ προχοαῖς κατέχευε μέθης γέρας· ἐκ δὲ ῥοάων
χιονέην ἤμειψε φυὴν ξανθόχροον ὕδωρ,
καὶ ποταμὸς κελάρυζε μελίρρυτα χεύματα σύρων,
καὶ προχοὰς ἐμέθυσσεν· ἀμειβομένων δὲ ῥοάων
ἔπνεον ἀρτιχύτοιο μέθης εὐώδεες αὖραι· ...
ὄχθαι ἐφο̣ι̣νίσσοντο· πιὼν δέ τις Ἰνδὸς ἀγήνωρ
τοίην ἐκ στομάτων πολυθαμβέα ῥήξατο φωνήν·
- ξεῖνον ἴδον καὶ ἄπιστον ἐγὼ ποτόν· ὡς γλάγος αἰγῶν
ἄργυφον οὐ πέλε τοῦτο, καὶ οὐ μέλαν οἷά περ ὕδωρ,
οὐδέ μιν οἷον ὄπωπα πολυτρήτοις ἐνὶ σίμβλοις
βομβήεσσα μέλισσα λοχεύεται ἡδέι κηρῷ·
ἀλλὰ νόον τέρπουσαν ἔχει καλλίπνοον ὀδμήν.
ἀνὴρ διψαλέος πολυθαλπέι καύματος ἀτμῷ·
βαιὸν ἑαῖς παλάμῃσιν ἀφυσσάμενος χυτὸν ὕδωρ
λαίλαπα καρχαλέης ἀποσείεται αὐτίκα δίψης·
καὶ μέλι μᾶλλον ἔχει ταχινὸν κόρον· ἆ μέγα θαῦμα,
τοῦτο πιὼν ἐθέλω πιέειν πάλιν· ἀμφότερον γὰρ
καὶ γλυκερὸν τόδε χεῦμα καὶ οὐ κόρον ἀνδράσι τίκτει.
Ἥβη, κάλπιν ἄειρε καὶ ἔρχεο δεῦρο λαβοῦσα
Τρώιον οἰνοχόον, ζαθέων δρηστῆρα κυπέλλων,
ὄφρα μελιρραθάμιγγος ἀφυσσάμενος ποταμοῖο
Ζηνὸς ὅλους κρητῆρας ἀναπλήσῃ Γανυμήδης.
δεῦτε, φίλοι, γεύσασθε μελισταγέος ποταμοῖο.
ἐνθάδε παπταίνω τύπον αἰθέρος· αὐτόχυτον γ̣ὰ̣ρ̣
κεῖνο, τό περ καλέουσι Διὸς πόμα, νέκταρ Ὀλύμπου
Νηιάδες χθονίοισιν ἀναβλύζουσι ῥεέθροις.