Fr. 1
ὦ μακάριόν με· γυναῖκα οὐ λαμβάνω.
Fr. 3
εἰ δ' ἔστιν οὗτος τὴν κόρην ὁ διεφθορώς.
Fr. 4
ἔργον εὑρεῖν συγγενῆ
πένητός ἐστιν· οὐδὲ εἷς γὰρ ὁμολογεῖ
αὐτῷ προσήκειν τὸν βοηθείας τινὸς
δεόμενον· αἰτεῖσθαι γὰρ ἅμα τι προσδοκᾷ.
Fr. 5
οὐ παντελῶς δεῖ τοῖς πονηροῖς ἐπιτρέπειν,
ἀλλ' ἀντιτάττεσθ'· εἰ δὲ μή, τἄνω κάτω
ἡμῶν ὁ βίος λήσει μεταστραφεὶς ὅλος.
Fr. 6
πρὸς ἅπαντα δειλὸν ὁ πένης ἐστὶ γὰρ
καὶ πάντας αὑτοῦ καταφρονεῖν ὑπολαμβάνει.
ὁ γὰρ μετρίως πράττων περισκελέστερον
ἅπαντα τἀνιαρά, Λαμπρία, φέρει.
Fr. 8
ὀκτώ τις ὑποχεῖν ἀνεβόα καὶ δώδεκα
κυάθους, ἕως κατέσεισε φιλοτιμούμενος.
Fr. 9
κοινὰ τὰ τῶν φίλων.
Fr. 10
ἐγὼ δ' ἀγροῖκος, ἐργάτης, σκυθρός, πικρός,
φειδωλός.
Fr. 11
θεός ἐστι τοῖς χρηστοῖς ἀεὶ
ὁ νοῦς γάρ, ὡς ἔοικεν, ὦ σοφώτατοι.
Fr. 12
τί πολλὰ τηρεῖν πολλὰ δεῖ δεδοικότα;
Fr. 13
χαῖρ', ὦ φίλη γῆ, διὰ χρόνου πολλοῦ σ' ἰδὼν
ἀσπάζομαι· τουτὶ γὰρ οὐ πᾶσαν ποιῶ
τὴν γῆν, ὅταν δὲ τοὐμὸν ἐσίδω χωρίον·
τὸ γὰρ τρέφον με τοῦτ' ἐγὼ κρίνω θεόν.
Fr. 14
ὁ πρῶτος εὑρὼν διατροφὴν πτωχῷ τέχνην
πολλοὺς ἐποίησεν ἀθλίους· ἁπλοῦν γὰρ ἦν
τὸν μὴ δυνάμενον ζῆν ἀλύπως ἀποθανεῖν.
Fr. 15
ὡς δὲ τὴν ἄκραν
κάμπτοντας ἡμᾶς εἶδον, ἐμβάντες ταχὺ
ἀνηγάγοντο.
Fr. 16
ἐκλελάκτικεν
ὁ χρηστὸς ἡμῖν μοιχός, ἀλλ' ἀντάλλαγος ‑
Fr. 17
δύ' οἰκίας
φηλοῦν γερόντων, ὡς λέγεις, ἀβελτέρων.
Fr. 18
χαλεπόν γε θυγάτηρ κτῆμα καὶ δυσδιάθετον.
Fr. 19
δύναται τὸ πλουτεῖν καὶ φιλανθρώπους ποιεῖν.
Fr. 20
καὶ χρυσολαβὲς καλὸν πάνυ
ἐγχειρίδιον.
Frr. 21-22-23
παχὺς γὰρ ὗς ἔκειτ' ἐπὶ στόμα.
. . . . . . . . . . . .
ἐτρύφησεν ὥστε μὴ πολὺν τρυφᾶν χρόνον.
. . . . . . . . . . . . . .
ἴδιον ἐπιθυμῶν μόνος μοι θάνατος οὗτος φαίνεται
εὐθάνατος, ἔχοντα πολλὰς χολλάδας κεῖσθαι παχύν,
ὕπτιον, μόλις λαλοῦντα καὶ τὸ πνεῦμ' ἔχοντ' ἄνω,
ἐσθίοντα καὶ λέγοντα 'σήπομ' ὑπὸ τῆς ἡδονῆς.'
Fr. 24
εὐποροῦμεν, οὐδὲ μετρίως· ἐκ Κυΐνδων χρυσίον,
Περσικαὶ στολαὶ δὲ κεῖνται πορφυραῖ, τορεύματα
ἔνδον ἔστ', ἄνδρες, ποτηρίδια, τορεύματα,
κἀκτυπωμάτων πρόσωπα, τραγέλαφοι, λαβρώνια.
Fr. 25
καὶ θάλαττα βορβορώδης, ἣ τρέφει θύννον μέγαν.
Fr. 26
ἀναπετῶ τουτὶ προσελθὼν κοὐκ ἀνέξομ' οὐκέτι.
Fr. 27
ἀμφιβλήστρῳ περιβάλλεται
Fr. 28
ἡδυλίζειν
Fr. 29
ἡ λαμπήνη
Fr. 30
οἱ δ' ἁρπάσαντες τοὺς κάδους τοὺς στρογγύλους
ὕδρευον ἀνδρειότατα κηπουροὶ πάλιν.
Β. 'ἤντλουν' λέγειν δεῖ καὶ 'κάδους' οὐ δεῖ λέγειν,
ἀλλ' 'ἀντλιαντλητῆρας'.
Fr. 31
τίθημ' ἔχειν χολήν σε καλλιωνύμου
πλείω.
Fr. 32
Ἀράβιον ἆρ' ἐγὼ κεκίνηκ' ἄγγελον.
Fr. 33
ἡγεῖταί μ' ὅλως
ἐπικόπανόν τι.
Fr. 36
ἴσσα
Fr. 39
εὑρετικὸν εἶναί φασι τὴν ἐρημίαν
οἱ τὰς ὀφρῦς αἴροντες.
Fr. 41
λούσατ' αὐτὴν αὐτίκα.
Fr. 42
καὶ τεττάρων ᾠῶν μετὰ τοῦτο, φιλτάτη,
τὸ νεοττίον.
Fr. 48
τὸ δ' ἐρᾶν ἐπισκοτεῖ
ἅπασιν, ὡς ἔοικε, καὶ τοῖς εὐλόγως
καὶ τοῖς κακῶς ἔχουσιν.
Fr. 50
ζῶμεν γὰρ οὐχ ὡς θέλομεν, ἀλλ' ὡς δυνάμεθα.
Fr. 51
τὰ προσπεσόντα προσδοκᾶν ἅπαντα δεῖ
ἄνθρωπον ὄντα· παραμένει γὰρ οὐδὲ ἕν.
Fr. 52
πλήσας γὰρ ἔφερεν ἐκ παρατάξεώς ποθεν
τὰς ἐν Λαμίᾳ πάσας.
Fr. 53
τὸ γὰρ σύνηθες οὐδαμοῦ παροπτέον.
Fr. 54
μαρτύρομαι τὸν φίλιον, ὦ Κράτων, Δία.
Fr. 55
Μυσῶν ἔσχατος πολέμιος
Fr. 59
φύσει γάρ ἐστ' ἔρως
τοῦ νουθετοῦντος κωφόν· ἅμα δ' οὐ ῥᾴδιον
νεότητα νικᾶν ἐστι καὶ θεὸν λόγῳ.
Fr. 60
εὐδαιμονία τοῦτ' ἐστὶν υἱὸς νοῦν ἔχων·
ἀλλὰ θυγάτηρ κτῆμ' ἐστὶν ἐργῶδες πατρί.
Fr. 61
ὁ φανός ἐστι μεστὸς ὕδατος οὑτοσί,
δεῖ τ' οὐχὶ σείειν, ἀλλ' ἀποσείειν αὐτόθεν.
Fr. 62
οἶσ' εἰσιὼν
πανόν, λύχνον, λυχνοῦχον, ὅ τι πάρεστι· φῶς
μόνον πολὺ ποίει.
Fr. 63
τὰ κακῶς τρέφοντα χωρί' ἀνδρείους ποιεῖ.
Fr. 64
ᾤμην, εἰ τὸ χρυσίον λάβοι
ὁ γέρων, θεράπαιναν εὐθὺς ἠγορασμένην
ἅβραν ἔσεσθαι.
Fr. 65
οὐ γαμεῖς, ἂν νοῦν ἔχῃς,
τοῦτον καταλιπὼν τὸν βίον· γεγάμηκα γὰρ
αὐτός· διὰ τοῦτο σοὶ παραινῶ μὴ γαμεῖν.
Β. δεδογμένον τὸ πρᾶγμ'· ἀνερρίφθω κύβος.
Α. πέραινε. σωθείης δὲ νῦν. ἀληθινὸν
εἰς πέλαγος αὑτὸν ἐμβαλεῖς γὰρ πραγμάτων,
οὐ Λιβυκόν, οὐδ' Αἰγαῖον . . . . .
οὗ τῶν τριάκοντ' οὐκ ἀπόλλυται τρία
πλοιάρια· γήμας δ' οὐδὲ εἷς σέσῳσθ' ὅλως.
Fr. 66
ἐὰν δὲ κινήσῃ μόνον τὴν Μυρτίλην
ταύτην τις ἢ τίτθην καλῇ, πέρας ποιεῖ
λαλιᾶς· τὸ Δωδωναῖον ἄν τις χαλκίον,
ὃ λέγουσιν ἠχεῖν, ἢν παράψηθ' ὁ παριών,
5τὴν ἡμέραν ὅλην, καταπαύσαι θᾶττον ἢ
ταύτην λαλοῦσαν· νύκτα γὰρ προσλαμβάνει.
Fr. 67
πάντας μεθύσους τοὺς ἐμπόρους
ποιεῖ τὸ Βυζάντιον· ὅλην ἐπίνομεν
τὴν νύκτα διὰ σὲ καὶ σφόδρ' ἄκρατόν μοι δοκῶ.
ἀνίσταμαι γοῦν τέτταρας κεφαλὰς ἔχων.
Fr. 68
τὰ πατρῷα μὲν ποιεῖ καιρός ποτε
ἀλλότρια, σῴζει δ' αὐτά που τὰ σώματα·
βίου δ' ἔνεστιν ἀσφάλει' ἐν ταῖς τέχναις.
Fr. 69
ἐλλέβορον ἤδη πώποτ' ἔπιες, Σωσία;
Β. ἅπαξ. Α. πάλιν νῦν πῖθι· μαίνει γὰρ κακῶς.
Fr. 70
πάντ' ἐστὶ τῷ καλῷ λόγῳ
ἱερόν· ὁ νοῦς γάρ ἐστιν ὁ λαλήσων θεός.
Fr. 71
ὦ τρισκατάρατε, ζωπύρει τοὺς ἄνθρακας.
Fr. 72
ἀνδρὸς χαρακτὴρ ἐκ λόγου γνωρίζεται.
Fr. 73
ἢ χαλκοῦν μέγα
ὁλκεῖον
Fr. 74
ὦ τρισάθλιοι
τί πλέον ἔχουσι τῶν ἄλλων; βίον
ὡς οἰκτρὸν ἐξαντλοῦσιν οἱ τὰ φρούρια
τηροῦντες, οἱ τὰς ἀκροπόλεις κεκτημένοι·
εἰ πάντας ὑπονοοῦσιν οὕτω ῥᾳδίως
ἐγχειρίδιον ἔχοντας αὐτοῖς προσιέναι,
οἵαν δίκην διδόασιν.
Fr. 75
ὃ βούλεται γὰρ μόνον ὁρῶν καὶ προσδοκῶν
ἀλόγιστος ἔσται τῆς ἀληθείας κριτής.
Fr. 76ab
στρατιώτην, Σμικρίνη, σωτηρίας
ἔστ' ἔργον εὑρεῖν πρόφασιν, ὀλέθρου δ' εὔπορον.
Fr. 77
πολλοὶ γὰρ ἐκλελοιπότες
τὸν χάρακα τὰς κώμας ἐπόρθουν.
Fr. 78
ἔχων τὴν ἀσπίδα
ἔκειτο συντετριμμένην.
Fr. 79
Ἑλληνίς, οὐκ Ἰβηρίς
Fr. 80
βρύειν
Fr. 81
ἔμυξεν
Fr. 82
κανδύταλις
Fr. 83
τυφλὸν ὁ πλοῦτος, καὶ τυφλοὺς
τοὺς ἐμβλέποντας εἰς ἑαυτὸν δεικνύει.
Fr. 84
τὸ στεφανοῦν
Fr. 85
ἀλλ' ὅταν ἐρῶντα νοῦν ἔχειν τις ἀξιοῖ,
παρὰ τίνι τἀνόητον οὗτος ὄψεται;
Fr. 86
ἐκφυγοῦσα δ' ἣν εἶχεν νόσον
οὐκ ἔσχε τοὺς ῥηθέντας ἀναθέσθαι λόγους.
Fr. 87
εἰ τὰς ἀληθείας ἁπλῶς τίς σοι λέγει ‑
Fr. 88
οὐ δεῖ διαβολῆς καταφρονεῖν, οὐδ' ἂν σφόδρ' ᾖ
ψευδής· ἐπίσταντ' αὐξάνειν αὐτήν τινες,
δι' οὓς φυλάττεσθαι τὰ τοιαῦτ' ὀρθῶς ἔχει.
Fr. 89
πολλὰ δύσκολα
εὕροις ἂν ἐν τοῖς πᾶσιν· ἀλλ' εἰ πλείονα
τὰ συμφέροντ' ἔνεστι, τοῦτο δεῖ σκοπεῖν.
Fr. 90
πλοῦτος δὲ πολλῶν ἐπικάλυμμ' ἐστὶν κακῶν.
Fr. 91
οὐκ ἔστιν ἑκτεὺς τοῦτο, μὰ τὸν Ἀσκληπιόν.
Fr. 92
πεντεκτένους μὲν καὶ περίνησα πορφυρᾶ
Fr. 93
εὐκαταφρόνητόν ἐστι, Γοργία, πένης,
κἂν πάνυ λέγῃ δίκαια· τούτου γὰρ λέγειν
ἕνεκα μόνου νομίζεθ' οὗτος, τοῦ λαβεῖν.
καὶ συκοφάντης εὐθὺς ὁ τὸ τριβώνιον
5ἔχων καλεῖται, κἂν ἀδικούμενος τύχῃ.
Fr. 94
ὁ δ' ἠδικηκὼς ὅστις ἔσθ' οὗτός ποτε
τὴν ὑμετέραν πενίαν, κακοδαίμων ἔσθ', ὅτι
τοῦτ' ἠδίκηκεν, οὗ τυχὸν μεταλήψεται.
εἰ καὶ σφόδρ' εὐπορεῖ γάρ, ἀβεβαίως τρυφᾷ·
τὸ τῆς τύχης γὰρ ῥεῦμα μεταπίπτει ταχύ.
Fr. 95
οὗτος κράτιστός ἐστ' ἀνήρ, ὦ Γοργία,
ὅστις ἀδικεῖσθαι πλεῖστ' ἐπίστατ' ἐγκρατῶς·
τὸ δ' ὀξύθυμον τοῦτο καὶ λίαν πικρὸν
δεῖγμ' ἐστὶν εὐθὺς πᾶσι μικροψυχίας.
Fr. 96
ἀγρὸν εὐσεβέστερον γεωργεῖν οὐδένα
οἶμαι· φέρει γὰρ ὅσα θεοῖς ἄνθη καλά,
κιττόν, δάφνην· κριθὰς δ' ἐὰν σπείρω, πάνυ
δίκαιος ὢν ἀπέδωχ' ὅσας ἂν καταβάλω.
Fr. 97
εἰμὶ μὲν ἄγροικος, καὐτὸς οὐκ ἄλλως ἐρῶ,
καὶ τῶν κατ' ἄστυ πραγμάτων οὐ παντελῶς
ἔμπειρος, ὁ δὲ χρόνος τί μ' εἰδέναι ποιεῖ
πλέον.
Fr. 98
βουβὼν ἐπήρθη τῷ γέροντι, θέρμα τε
ἐπέλαβεν αὐτόν.
Fr. 99
ἦν δ' οὐ πονηρὸς οὐδ' ἐδόκουν.
Fr. 100
ἐμβεβρόντησαι; γελοῖον, ὃς κόρης ἐλευθέρας
εἰς ἔρωθ' ἥκων σιωπᾷς καὶ μάτην ποθουμένους
περιορᾷς γάμους σεαυτῷ.
Fr. 102
τίς γὰρ οὑτοσὶ κακοδαίμων ἔφυ,
ὃς οὐκ ἂν ἐκδοίη θυγατέρας ἄσμενος,
καὶ ταῦτα πεντήκοντα παιδίσκας ἔχων.
Fr. 103
οἰκόσιτον νυμφίον
οὐδὲν δεόμενον προικὸς ἐξευρήκαμεν.
Fr. 104
ἀνεμιαῖον ἐγένετο
Fr. 105
αὐτολήκυθοι
Fr. 106
καὶ λαιμὰ βακχεύει λαβὼν τὰ χρήματα.
Fr. 107
Δρία παῖ, δειπνοποιεῖσθαι τί δεῖ;
Fr. 109
ἀγαθόν τί μοι γένοιτο, πολύτιμοι θεοί·
ὑποδούμενος τὸν ἱμάντα γὰρ τῆς δεξιᾶς
ἐμβάδος ἀπέρρηξ'. Β. εἰκότως, ὦ φλήναφε·
σαπρὸς γὰρ ἦν, σὺ δὲ μικρολόγος ἄρ' οὐ θέλων
καινὰς πρίασθαι.
Fr. 110
οὐ δεῖ γὰρ ἀδικεῖν οἰκέτας, ἄλλως τε καὶ
ὅταν μετ' εὐνοίας τι μὴ πονηρίᾳ
πταίσωσιν· αἰσχρόν ἐστι τοῦτο γὰρ πάνυ.
Fr. 111
καὶ τυφλῷ δῆλον
Fr. 112
ὀλόλους
Fr. 113
τί τοῦτο, παῖ; διακονικῶς γὰρ νὴ Δία
προελήλυθας. Β. ναί· πλάττομεν γὰρ πλάσματα,
τὴν νύκτα τ' ἠγρυπνήκαμεν· καὶ νῦν ἔτι
ἀποίητα πάμπολλ' ἐστὶν ἡμῖν.
Fr. 114
μακάριος ὅστις οὐσίαν καὶ νοῦν ἔχει·
χρῆται γὰρ οὗτος εἰς ἃ δεῖ ταύτῃ καλῶς.
Fr. 115
βίος
Fr. 116
ληνόν
Frr. 117-118
συμπεριπατήσεις γὰρ τρίβων' ἔχουσ' ἐμοί,
ὥσπερ Κράτητι τῷ κυνικῷ ποθ' ἡ γυνή.
. . . . . . . . . . . . . . .
καὶ θυγατέρ' ἐξέδωκ' ἐκεῖνος, ὡς ἔφη
αὐτός, ἐπὶ πείρᾳ δοὺς τριάκονθ' ἡμέρας.
Frr. 119-120
ὄρνεις φέρων ἐλήλυθα.
ὄρνιθας ἀποστέλλει.
Fr. 123
βουληφόρως
τὴν ἡμετέραν, ὦ Δημέα, προκατέλαβες
ὅρασιν.
Fr. 124
ἐμοὶ παράστα· τὴν θύραν κόψας ἐγὼ
καλῶ τιν' αὐτῶν.
Fr. 125
ὃν οἱ θεοὶ φιλοῦσιν ἀποθνῄσκει νέος.
Fr. 126
οὐ Μεγάβυζος ἦν,
ὅστις γένοιτο ζάκορος.
Fr. 127
τῆς Ἀττικῆς νομίζετ' εἶναι τὸν τόπον
Φυλήν, τὸ Νυμφαῖον δ' ὅθεν προέρχομαι
Φυλασίων.
Fr. 128
περὶ χρημάτων λαλεῖς, ἀβεβαίου πράγματος·
εἰ μὲν γὰρ οἶσθα ταῦτα παραμενοῦντά σοι
εἰς πάντα τὸν χρόνον, φύλαττε μηδενὶ
ἄλλῳ μεταδιδούς, αὐτὸς ὢν δὲ κύριος·
εἰ μὴ δὲ σαυτοῦ, τῆς τύχης δὲ πάντ' ἔχεις,
τί ἂν φθονοίης, ὦ πάτερ, τούτων τινί;
αὐτὴ γὰρ ἄλλῳ τυχὸν ἀναξίῳ τινὶ
παρελομένη σου πάντα προσθήσει πάλιν.
διόπερ ἔγωγέ φημι δεῖν, ὅσον χρόνον
10εἶ κύριος, χρῆσθαί σε γενναίως, πάτερ,
αὐτόν, ἐπικουρεῖν πᾶσιν, εὐπόρους ποιεῖν
οὓς ἂν δύνῃ πλείστους διὰ σαυτοῦ· τοῦτο γὰρ
ἀθάνατόν ἐστι, κἄν ποτε πταίσας τύχῃς,
ἐκεῖθεν ἔσται ταὐτὸ τοῦτό σοι πάλιν.
15πολλῷ δὲ κρεῖττόν ἐστιν ἐμφανὴς φίλος
ἢ πλοῦτος ἀφανής, ὃν σὺ κατορύξας ἔχεις.
Fr. 129
ὡς θύουσι δ' οἱ τοιχωρύχοι,
κίστας φέροντες, σταμνί', οὐχὶ τῶν θεῶν
ἕνεκ', ἀλλ' ἑαυτῶν· ὁ λιβανωτὸς εὐσεβές,
καὶ τὸ πόπανον τοῦτ' ἔλαβεν ὁ θεὸς ἐπὶ τὸ πῦρ
5ἅπαν ἐπιτεθέν· οἱ δὲ τὴν ὀσφὺν ἄκραν
καὶ τὴν χολὴν ὀστᾶ τ' ἄβρωτα τοῖς θεοῖς
ἐπιθέντες αὐτοὶ τἄλλα καταπίνουσ' ἀεί.
Fr. 130
οὐδὲ εἷς
μάγειρον ἀδικήσας ἀθῷος διέφυγεν·
ἱεροπρεπής πώς ἐστιν ἡμῶν ἡ τέχνη.
Fr. 131-132
οὐδενὸς χρὴ πράγματος
τὸν εὖ πονοῦνθ' ὅλως ἀπογνῶναί ποτε.
. . . . . . . . . . . .
ἁλωτὰ γίνετ' ἐπιμελείᾳ καὶ πόνῳ
ἅπαντα.
Fr. 134
σιωπῇ φασι τούτῳ τῷ θεῷ
οὐ δεῖν προσιέναι.
Fr. 135
οὐκ ἔνεστί σοι φυγεῖν
οἰκειότητα, δᾶερ.
Fr. 136
οὐ πῦρ γὰρ αἰτῶν, οὐδὲ λοπάδ' αἰτούμενος
Fr. 137
ὦ δυστυχής, τί οὐ καθεύδεις;
Fr. 138
εὑρηκὼς κἀγὼ τούτου τέχνην
Fr. 139
ἀνδριάς
Fr. 140
πρὸς τῆς Ἀθηνᾶς, δαιμονᾷς, γεγονὼς ἔτη
τοσαῦθ'; ὁμοῦ γάρ ἐστιν ἑξήκοντά σοι.
Fr. 141
λουτρόν, θεραπαίνας, ἀργυρώματα.
Fr. 142
ἐξ ἱσταρίου δ' ἐκρέματο φιλοπόνως πάνυ.
. . . . . καὶ θεραπαινὶς ἦν μία·
αὕτη συνύφαινεν ῥυπαρῶς διακειμένη.
Fr. 143
ἀνδρὸς χαρακτὴρ ἐκ λόγου γνωρίζεται.
Fr. 144
πᾶς πατὴρ μωρός.
Fr. 145
οἴκοι μένειν χρὴ καὶ μένειν ἐλεύθερον
ἢ μηκέτ' εἶναι τὸν καλῶς εὐδαίμονα.
Fr. 146
μετ' ἄριστον γὰρ ὡς ἀμυγδαλὰς [ἐγὼ]
παρέθηκα, καὶ τῶν ῥοιδίων ἐτρώγομεν.
Fr. 147
ταῦτά σοι καὶ Πύθια
καὶ Δήλια.
Fr. 148
ἀλλ' ἢν χιτών σοι
Fr. 149
οὐχ ὅθεν ἂν ᾤμην ἠτύχηκα· πάντα δὲ
τὰ μηδὲ προσδοκώμεν' ἔκστασιν φέρει.
Fr. 150
τοῦ δ' ἆρα Κωρυκαῖος ἠκροάσατο.
Fr. 151
πίε. Β. πιεῖν ἀναγκάσω
τὴν ἱερόσυλον πρῶτα.
Fr. 153
ὑπὲρ ὄνου σκιᾶς
Fr. 154
. . . ἐξώλης ἀπόλοιθ' ὅστις ποτὲ
ὁ πρῶτος ἦν γήμας, ἔπειθ' ὁ δεύτερος,
εἶθ' ὁ τρίτος, εἶθ' ὁ τέταρτος, εἶθ' ὁ μεταγενής.
Fr. 155
τρία γάρ ἐστι, δέσποτα,
δι' ὧν ἅπαντα γίνετ', ἢ κατὰ τοὺς νόμους,
ἢ ταῖς ἀνάγκαις, ἢ τὸ τρίτον ἔθει τινί.
Fr. 156
ἐφ' ᾧ φρονεῖς μέγιστον ἀπολεῖ τοῦτό σε,
τὸ δοκεῖν τιν' εἶναι· καὶ γὰρ ἄλλους μυρίους.
Fr. 157
ὡς ἀγαθόν ἐστι πρᾶγμα τὸ γενέσθαι τινὸς
πατέρα.
Frr. 158-159
καὶ νῦν ὑπὲρ τούτων συνάγουσι κατὰ μόνας.
ἐπλήρωσέν τε τὸ συναγώγιον.
Fr. 160
τὸ σὸν ταπεινὸν ἂν σὺ σεμνύνῃς, καλὸν
ἔξω φανεῖται, φίλ' ἄνερ· ἂν δ' αὐτὸς ποιῇς
ταπεινὸν αὐτὸ καὶ τιθῇς ἐν μηδενί,
οἰκεῖος οὗτος κατάγελως νομίζεται.
Fr. 161
τὰ γὰρ τολμηρὰ τῶν ὄχλων ἔχει
ἐν τοῖς λογισμοῖς τὰς ἐπιδείξεις δυσκόλους,
ἐν τῷ δὲ πράττειν, ἂν λάβῃ τὸν καιρὸν εὖ,
ἀπροσδόκητον τὴν τέχνην ἐξηύρετο.
Fr. 162
τοῖς ἀναιδέσιν βοηθεῖ γὰρ λόγοις τοῦθ' ἓν μόνον,
ἂν βραχεῖς αὐτοὺς ποιῇ τις τόν τε καιρὸν εὖ λάβῃ.
Fr. 164
ἆρ' ἐστὶ πάντων ἀγρυπνία λαλίστατον.
ἐμὲ γοῦν ἀναστήσασα δευρὶ προάγεται
λαλεῖν ἀπ' ἀρχῆς πάντα τὸν ἐμαυτοῦ βίον.
Fr. 165
ὥσπερ τῶν χορῶν
οὐ πάντες ᾄδουσ', ἀλλ' ἄφωνοι δύο τινὲς
ἢ τρεῖς παρεστήκασι πάντων ἔσχατοι
εἰς τὸν ἀριθμόν, καὶ τοῦθ' ὁμοίως πως ἔχει·
χώραν κατέχουσι, ζῶσι δ' οἷς ἐστιν βίος.
Fr. 166
ἢ δεῖ μόνον
ζῆν ἢ γενόμενον πατέρα παίδων ἀποθανεῖν·
οὕτω τὸ μετὰ ταῦτ' ἐστὶ τοῦ βίου πικρόν.
Frr. 167-168
ἀλεκτρυών τις ἐκεκράγει μέγα.
. . . οὐ σοβήσετ' ἔξω, φησί, τὰς
ὄρνιθας ἀφ' ἡμῶν;
αὕτη ποτ' ἐξεσόβησε τὰς ὄρνεις μόλις.
Fr. 169
τί δ' ἂν ἔχοι νεκρὸς
ἀγαθόν, ὅπου γ' οἱ ζῶντες ἔχομεν οὐδὲ ἕν;
Fr. 170
ὅρα σὺ καὶ φρόντιζε κἀπόστα βραχύ.
Fr. 171
οὔπω σοι πεπίστευμαι;
Fr. 173
μὴ καταφρονήσῃς τῶν θεῶν· ἐν παντὶ δεῖ
καιρῷ τὸ δίκαιον ἐπικρατεῖν ἁπανταχοῦ,
καὶ τὸν παρατυγχάνοντα τούτου τοῦ μέρους
ἔχειν πρόνοιαν κοινόν ἐστι τῷ βίῳ.
Fr. 174
οἴει τοσαύτην τοὺς θεοὺς ἄγειν σχολήν,
ὥστε τὸ κακὸν καὶ τἀγαθὸν καθ' ἡμέραν
νέμειν ἑκάστῳ, Σμικρίνη;
Fr. 175
ἀργὸς δ' ὑγιαίνων τοῦ πυρέττοντος πολὺ
ἀθλιώτερος, διπλάσια γοῦν ἐσθίει μάτην.
Fr. 176
ἐλευθέρῳ τὸ καταγελᾶσθαι μὲν πολὺ
αἴσχιστόν ἐστι, τὸ δ' ὀδυνᾶσθ' ἀνθρώπινον.
Fr. 177
οὐκ οἰμώξεται
καταφθαρεὶς ἐν ματρυλείῳ τὸν βίον;
Fr. 178
ἐπέπασα
ἐπὶ τὸ τάριχος ἅλας, ἐὰν οὕτω τύχῃ.
Fr. 179
οὐδὲν πέπονθας δεινόν, ἂν μὴ προσποιῇ.
Fr. 180
οὐχ εὕρεσις τοῦτ' ἐστίν, ἀλλ' ἀφαίρεσις.
Fr. 181
οἱ τηλικοῦτοι καὶ τοιοῦτοι τῷ γένει
Fr. 183
ἐπιτρεπτέον τινὶ
ἔστιν περὶ τούτων.
Fr. 184
ἐξετύφην μὲν οὖν
κλάουσα.
Fr. 185
ἐχῖνος
Fr. 187
μὴ θεομάχει, μηδὲ προσάγου τῷ πράγματι
χειμῶνας ἑτέρους, τοὺς δ' ἀναγκαίους φέρε.
Fr. 188
οὗτός ἐστι γαλεώτης γέρων.
Fr. 189
πάντα τὰ ζητούμενα
δεῖσθαι μερίμνης φασὶν οἱ σοφώτεροι.
Fr. 191
συστομώτερος σκάφης
Fr. 192
λύκου πτερά
Fr. 193
σιτοβόλια
Fr. 194
τρόφιμον
Fr. 195
ἐγὼ μὲν ἤδη μοι δοκῶ, νὴ τοὺς θεούς,
ἐν τοῖς κύκλοις ἐμαυτὸν ἐκδεδυκότα
ὁρᾶν κύκλῳ τρέχοντα καὶ πωλούμενον.
Frr. 196-197
ἐπ' ἀρίστῳ λαβὼν
ὀψάριον
. . . . . . . . . . . .
τῶν ἰχθυοπωλῶν ἀρτίως τις τεττάρων
δραχμῶν ἐπώλει κωβιούς. Β. πολλοῦ σφόδρα.
Fr. 198
παρέσομαι γὰρ ἓν δύο.
Fr. 199
ἔσχατος Μυσῶν
Fr. 200
Τενέδιος ἄνθρωπος
Fr. 201
ἀλλὰ θεὸς οὐδεὶς εἰς τὸ προκόλπιον φέρει
ἀργύριον, ἀλλ' ἔδωκεν εὔνους γενόμενος
πόρον, εἰσβολήν τ' ἔδειξεν εὐπορίας τινός,
ἣν ἂν παρῇς σύ, μηκέτ' αἰτιῶ θεόν,
5ἤδη δὲ τῇ σαυτοῦ ζυγομάχει μαλακίᾳ.
Fr. 202
οὐδείς μ' ἀρέσκει περιπατῶν ἔξω θεὸς
μετὰ γραός, οὐδ' εἰς οἰκίαν παρεισιὼν
ἐπὶ τοῦ σανιδίου. τὸν δίκαιον δεῖ θεὸν
οἴκοι μένειν σῴζοντα τοὺς ἱδρυμένους.
Fr. 203abc
ἐλεεῖν δ' ἐκεῖνος ἔμαθεν εὐτυχῶν μόνος.
. . . . . . . . . . . .
ὁ χρηστός, ὡς ἔοικε, καὶ χρηστοὺς ποιεῖ.
. . . . . . . . . . . .
μί' ἐστὶν ἀρετὴ τὸν ἄτοπον φεύγειν ἀεί.
Fr. 204
τὸν δὲ παῖδ' οὐδ' εἴδομεν,
ἀλλ' ἁρπαγὴν αὐτῷ κατασκευάζομεν.
Fr. 205
ὧν δὲ μὴ αἴτιος τρόπος,
τά γ' ἀπὸ τῆς τύχης φέρειν δεῖ γνησίως τὸν εὐγενῆ.
Fr. 206
αὐτολήκυθοι
Fr. 207
παρῶμμαι
Fr. 208
χειμάζειν
Fr. 209
δέσποιν', Ἔρωτος οὐδὲν ἰσχύει πλέον,
οὐδ' αὐτὸς ὁ κρατῶν τῶν ἐν οὐρανῷ θεῶν
Ζεύς, ἀλλ' ἐκείνῳ πάντ' ἀναγκασθεὶς ποιεῖ.
Fr. 210
ἐχρῆν γὰρ εἶναι τὸ καλὸν εὐγενέστατον,
τοὐλεύθερον δὲ πανταχοῦ φρονεῖν μέγα.
Fr. 211
ὡς οἰκτρόν, ἣ [τὰ] τοιαῦτα δυστυχῶ μόνη,
ἃ μηδὲ πιθανὰς τὰς ὑπερβολὰς ἔχει.
Fr. 212
χοῦς κεκραμένου
οἴνου· λαβὼν ἔκπιθι τοῦτον.
Fr. 213
πεφαρμάκευσαι, γλυκύτατ', ἀναλυθεὶς μόλις.
Fr. 214
εὖ ἴσθι, κἀγὼ τοῦτο συγχωρήσομαι.
Fr. 216
ὦ δυστυχής, εἰ μὴ βαδιεῖ
Fr. 217
ἐμοὶ μὲν οὖν ἄειδε τοιαύτην, θεά,
θρασεῖαν, ὡραίαν δὲ καὶ πιθανὴν ἅμα,
ἀδικοῦσαν, ἀποκλῄουσαν, αἰτοῦσαν πυκνά,
μηδενὸς ἐρῶσαν, προσποιουμένην δ' ἀεί.
Fr. 218
φθείρουσιν ἤθη χρήσθ' ὁμιλίαι κακαί.
Fr. 219
κατὰ μυὸς ὄλεθρον
Fr. 220
Ἄρης τύραννος
Fr. 221
πτωχότερος κίγκλου
Fr. 222
μέταυλος
Fr. 223
εἴ τις προσελθών μοι θεῶν λέγοι 'Κράτων,
ἐπὰν ἀποθάνῃς, αὖθις ἐξ ἀρχῆς ἔσει·
ἔσει δ' ὅ τι ἂν βούλῃ, κύων, πρόβατον, τράγος,
ἄνθρωπος, ἵππος· δὶς βιῶναι γάρ σε δεῖ·
εἱμαρμένον τοῦτ' ἐστίν, ὅ τι βούλει δ' ἑλοῦ·'
ἅπαντα μᾶλλον, εὐθὺς εἰπεῖν ἂν δοκῶ,
ποίει με πλὴν ἄνθρωπον· ἀδίκως εὐτυχεῖ
κακῶς τε πράττει τοῦτο τὸ ζῷον μόνον.
ὁ κράτιστος ἵππος ἐπιμελεστέραν ἔχει
10ἑτέρου θεραπείαν· ἀγαθὸς ἂν γένῃ κύων,
ἐντιμότερος εἶ τοῦ κακοῦ κυνὸς πολύ.
ἀλεκτρυὼν γενναῖος ἐν ἑτέρᾳ τροφῇ
ἔστιν, ὁ δ' ἀγεννὴς καὶ δέδιε τὸν κρείττονα·
ἄνθρωπος ἂν ᾖ χρηστός, εὐγενής, σφόδρα
15γενναῖος, οὐδὲν ὄφελος ἐν τῷ νῦν γένει.
πράττει δ' ὁ κόλαξ ἄριστα πάντων, δεύτερα
ὁ συκοφάντης, ὁ κακοήθης τρίτα λέγει.
ὄνον γενέσθαι κρεῖττον ἢ τοὺς χείρονας
ὁρᾶν ἑαυτοῦ ζῶντας ἐπιφανέστερον.
Fr. 224
καὶ ταχὺ
πάλιν τὸ πρῶτον περισοβεῖ ποτήριον
αὐτοῖς ἀκράτου.
Fr. 225
ὁ πλεῖστον νοῦν ἔχων
μάντις τ' ἄριστός ἐστι σύμβουλός θ' ἅμα.
Fr. 226
μέσως μεθύων τὴν Θηρίκλειον ἔσπασεν.
Fr. 227
ἀπὸ μηχανῆς θεὸς ἐπεφάνης.
Fr. 228
δεύτερος πλοῦς
Fr. 229
καὶ τὸ κεράμιον
ἀνέῳχας· ὄζεις, ἱερόσυλ', οἴνου πολύ.
Fr. 230
μικρά γε πρόφασίς ἐστι τοῦ πρᾶξαι κακῶς.
Fr. 231
εὐθυμία βίε τὸν δοῦλον τρέφει.
Fr. 232
ἔλυσ' ἐμαυτόν, εἶτ' ἀπέδραν μόνος.
Fr. 233
ὁλόκληρος οὗτός σοι, ξένε.
Fr. 234
λυχνοκαΐαν
Fr. 235
εἶτ' οὐ μέγιστός ἐστι τῶν θεῶν Ἔρως
καὶ τιμιώτατός γε τῶν πάντων πολύ;
οὐδεὶς γὰρ οὕτως ἐστὶ φειδωλὸς σφόδρα
ἄνθρωπος οὐδ' οὕτως ἀκριβὴς τοὺς τρόπους,
5ὃς οὐχὶ τούτῳ μερίδα τῷ θεῷ νέμει
τῆς οὐσίας· ὅσοις μὲν οὖν πρᾴως ἔχει,
νέοις ἔτ' οὖσι τοῦτο προστάττει ποιεῖν·
οἱ δ' εἰς τὸ γῆρας ἀναβολὰς ποιούμενοι,
οὗτοι προσαποτίνουσι τοῦ χρόνου τόκους.
Fr. 236
ὅταν δ' ἐρῶντος τόλμαν ἀφέλῃς οἴχεται,
εἰς τοὺς ἰαλέμους τε τοῦτον ἔγγραφε.
Fr. 237
πολλοῖς ὑπέκκαυμ' ἔστ' ἔρωτος μουσική.
Fr. 238
ἄσιτος ἑπτὰ μῆνας, ὕδατος στράγγ' ἔχων
Fr. 239
κανθάρου μελάντερος
Fr. 240
κατὰ πόλλ' ἄρ' ἐστὶν οὐ καλῶς εἰρημένον
τὸ γνῶθι σαυτόν· χρησιμώτερον γὰρ ἦν
τὸ γνῶθι τοὺς ἄλλους.
Fr. 241
ὁ δεύτερος πλοῦς ἐστι δήπου λεγόμενος,
ἂν ἀποτύχῃ τις οὐρίου, κώπαισι πλεῖν.
Fr. 242
φιλοσοφεῖ δὲ τοῦθ' ὅπως
καταπράξεται τὸν γάμον.
Fr. 243
ἡ δ' ἀνέῳγε τὴν θύραν.
Fr. 244
ὡς ὀκνηρός, πάντα μέλλων, σιτόκουρος ὁμολογῶν
παρατρέφεσθαι.
Fr. 245
οὐδεὶς δι' ἀνθρώπου θεὸς σῴζει, γύναι,
ἑτέρου τὸν ἕτερον· εἰ γὰρ ἕλκει τὸν θεὸν
τοῖς κυμβάλοις ἄνθρωπος εἰς ὃ βούλεται,
ὁ τοῦτο ποιῶν ἐστι μείζων τοῦ θεοῦ.
ἀλλ' ἔστι τόλμης καὶ βίου ταῦτ' ὄργανα
εὑρημέν' ἀνθρώποις ἀναιδέσιν, Ῥόδη,
εἰς καταγέλωτα τῷ βίῳ πεπλασμένα.
Fr. 246
ὄνου παρακύψεως
Frr. 247-248
οὐκ ἔστιν οὐδέν, πάτερ, ἐν ἀνθρώπου φύσει
μεῖζον λογισμοῦ τῷ διαθέσθαι πράγματα.
ἕκαστός ἐστι καὶ λογίσασθαι κατὰ τρόπον
ἄρχων, στρατηγός, ἡγεμὼν δήμου, πάλιν
σύμβουλος· ὁ λογισμῷ διαφέρων πάντ' ἔχει.
Fr. 249
Μόνιμός τις ἦν ἄνθρωπος, ὦ Φίλων, σοφός,
ἀδοξότερος μικρῷ δ'. Β. ὁ τὴν πήραν ἔχων;
Α. πήρας μὲν οὖν τρεῖς· ἀλλ' ἐκεῖνος ῥῆμά τι
ἐφθέγξατ' οὐδὲν ἐμφερὲς μὰ τὸν Δία
τῷ γνῶθι σαυτόν, οὐδὲ τοῖς βοωμένοις
τούτοις· ὑπὲρ δὲ ταῦθ' ὁ προσαιτῶν καὶ ῥυπῶν·
τὸ γὰρ ὑποληφθὲν τῦφον εἶναι πᾶν ἔφη.
Fr. 250
τὰ δ' ἐκ μέσου τριπόδια καὶ τραγήματα
Fr. 251
τηγανισμοί
Fr. 252
τὸ γὰρ προθύμως μὴ πονήσαντας τυχεῖν
εὐδαιμονίας εἴωθ' ὑπερηφανίας ποιεῖν.
Fr. 253
ἀλογίστου τρόπου
ἀτύχημα φεύγειν ἐστὶν οὐκ αὐθαίρετον.
Fr. 254
ἐδεῖτο χρῆσαι τὴν σεαυτῆς θυγατέρα
ἀντάλλαγον.
Fr. 255
ὃ δ' ἀποκρινεῖται, κἂν ἐγὼ λέγοιμί σοι.
Fr. 256
γραῦς τις κακολόγος ἐκ δυοῖν Αἰξωνέοιν
Fr. 257
ὦ μεγίστη τῶν θεῶν
νῦν οὖσ' ἀναίδει', εἰ θεὸν καλεῖν σε δεῖ.
δεῖ δέ· τὸ κρατοῦν γὰρ νῦν νομίζεται θεός.
ἐφ' ὅσον βαδίζεις, ἐφ' ὅσον ἥξειν μοι δοκεῖς.
Fr. 258
περὶ τὸν τράχηλον ἁλύσιόν τί σοι δότω.
Fr. 260
ἐπιθυμίσας τῷ Βορέᾳ ἴδιον
ὀψάριον οὐδὲν ἔλαβον, ἑψήσω φακῆν.
Fr. 261
αὑτὸν γὰρ οὐδεὶς οἶδε τοῦ ποτ' ἐγένετο,
ἀλλ' ὑπονοοῦμεν πάντες ἢ πιστεύομεν.
Fr. 262
ἔργον ἐκ πολλοῦ χρόνου
ἄνοιαν ἡμέρᾳ μεταστῆσαι μιᾷ.
Fr. 263
χρεία διδάσκει, κἂν ἄμουσος ᾖ, σοφὸν
Καρχηδόνιον.
Fr. 264
ᾄδοντα λιτυέρσην ἀπ' ἀρίστου τέως
Fr. 265
τὸ καλῶς ἔχον που κρεῖττόν ἐστι καὶ νόμου.
Fr. 266
ἀσκοπυτίνη
Fr. 267
μέσατος
Fr. 268
ἱππεῖς προκαλεῖσθαι εἰς πεδίον
Fr. 269
τὸν ἀφ' ἱερᾶς
Fr. 270
ἐπεπτώκειμεν
Fr. 271
Μυλασεύς
Fr. 272
παρὰ τοῖς γυναικονόμοις δὲ τοὺς ἐν τοῖς γάμοις
διακονοῦντας ἀπογεγράφθαι πυθόμενος
πάντας μαγείρους κατὰ νόμον καινόν τινα,
ἵνα πυνθάνωνται τοὺς κεκλημένους, ἐὰν
5πλείους τις ὧν ἔξεστιν ἑστιῶν τύχῃ,
ἐλθών ‑
Fr. 273
εἶτ' εὐθὺς οὕτω τὰς τραπέζας αἴρετε,
μύρα, στεφάνους ἑτοίμασον, σπονδὰς ποίει.
Fr. 274
ἡδὺ τὸ μύρον, παιδίον. Β. ἡδύ· πῶς γὰρ οὔ;
νάρδινον.
Fr. 275
ταὐτόματον ἡμῖν ἀφανὲς ὂν συλλαμβάνει.
Fr. 278
ἀπὸ μηχανῆς θεὸς ἐπεφάνης.
Fr. 279
δεύτερος πλοῦς
Fr. 280
ἀβυρτάκη
Fr. 281
ᾤμην ἐγὼ τοὺς πλουσίους, ὦ Φανία,
οἷς μὴ τὸ δανείζεσθαι πρόσεστιν, οὐ στένειν
τὰς νύκτας οὐδὲ στρεφομένους ἄνω κάτω
οἴμοι λέγειν, ἡδὺν δὲ καὶ πρᾷόν τινα
ὕπνον καθεύδειν [ἀλλὰ τῶν πτωχῶν τινα].
νυνὶ δὲ καὶ τοὺς μακαρίους καλουμένους
ὑμᾶς ὁρῶ πονοῦντας ἡμῖν ἐμφερῆ.
ἆρ' ἐστὶ συγγενές τι λύπη καὶ βίος·
τρυφερῷ βίῳ σύνεστιν, ἐνδόξῳ βίῳ
10πάρεστιν, ἀπόρῳ συγκαταγηράσκει βίῳ.
Fr. 282
τὸ κουφότατόν σε τῶν κακῶν πάντων δάκνει,
πενία· τί γὰρ τοῦτ' ἐστίν; ἧς γένοιτ' ἂν εἷς
φίλος βοηθήσας ἰατρὸς ῥᾳδίως.
Fr. 283
εἰ τοὺς ἀδικηθέντας, πάτερ, φευξούμεθα,
τίσιν ἂν βοηθήσαιμεν ἄλλοις ῥᾳδίως;
Fr. 284
τὸ μηδὲν ἀδικεῖν ἐκμαθεῖν γάρ, ὦ Λάχης,
ἀστεῖον ἐπιτήδευμα κρίνω τῷ βίῳ.
Fr. 285
φιλόμουσον εἶν' αὐτὸν πάνυ,
ἀκούσματ' εἰς τρυφήν τε παιδεύεσθ' ἀεί.
Fr. 286
οὐκ οἰκοσίτους τοὺς ἀκροατὰς λαμβάνεις.
Fr. 287
οὕτω τι πρᾶγμ' ἔστ' ἐπίπονον τὸ προσδοκᾶν.
Fr. 288
ὡς ποικίλον πρᾶγμ' ἐστὶ καὶ πλάνον τύχη.
Fr. 289
σκοῖδον Διόνυσον
Fr. 290
οὐδὲν γένους γένος γὰρ οἶμαι διαφέρειν,
ἀλλ' εἰ δικαίως ἐξετάσεις, καὶ γνήσιος
ὁ χρηστός ἐστιν, ὁ δὲ πονηρὸς καὶ νόθος.
Fr. 291
ταὐτόματόν ἐστιν ὡς ἔοικέ που θεός,
σῴζει τε πολλὰ τῶν ἀοράτων πραγμάτων.
Fr. 292
σπονδή· δίδου σὺ σπλάγχν' ἀκολουθῶν· ποῖ βλέπεις;
σπονδή· φέρ' ὦ παῖ Σωσία· σπονδή· καλῶς.
ἔγχει. θεοῖς Ὀλυμπίοις εὐχώμεθα
5Ὀλυμπίαισι πᾶσι πάσαις (λάμβανε
τὴν γλῶτταν ἐν τούτῳ) διδόναι σωτηρίαν,
ὑγίειαν, ἀγαθὰ πολλά, τῶν ὄντων τε νῦν
ἀγαθῶν ὄνησιν πᾶσι· ταῦτ' εὐχώμεθα.
Fr. 293
ΒΙΑΣ. κοτύλας χωροῦν δέκα
ἐν Καππαδοκίᾳ κόνδυ χρυσοῦν, Στρουθία,
τρὶς ἐξέπιον μεστόν γ'. ΣΤ. Ἀλεξάνδρου πλέον
τοῦ βασιλέως πέπωκας. Β. οὐκ ἔλαττον, οὔ,
μὰ τὴν Ἀθηνᾶν. ΣΤ. μέγα γε.
Fr. 294
οὐδεὶς ἐπλούτησεν ταχέως δίκαιος ὤν·
ὁ μὲν γὰρ αὑτῷ συλλέγει καὶ φείδεται,
ὁ δὲ τὸν πάλαι τηροῦντ' ἐνεδρεύσας πάντ' ἔχει.
Fr. 295
Χρυσίδα, Κορώνην, Ἀντίκυραν, Ἰσχάδα,
καὶ Ναννάριον ἔσχηκας ὡραίαν σφόδρα.
Fr. 296
ἀλλ' οὐδὲ γεννήτην δύναμ' εὑρεῖν οὐδένα
ὄντων τοσούτων, ἀλλ' ἀπείλημμαι μόνος.
Fr. 297
γελῶ τὸ πρὸς τὸν Κύπριον ἐννοούμενος.
Fr. 298
πρόσεισιν οἷον ἀψοφητὶ θρέμματος
(ἁπτόμενος).
Fr. 299
κωβιός, ἠλακατῆνες,
κυνὸς οὐραῖον
Fr. 300
βοῦς Κύπριος
Fr. 301
τἀργύριον εἶναι μειράκιόν σοι φαίνεται
οὐ τῶν ἀναγκαίων καθ' ἡμέραν μόνον
τιμὴν παρασχεῖν δυνατόν, ἄρτων, ἀλφίτων,
ὄξους, ἐλαίου, μείζονος δ' ἄλλου τινός;
ἀθανασίας δ' οὐκ ἔστιν, οὐδ' ἂν συναγάγῃς
τὰ Ταντάλου τάλαντ' ἐκεῖνα λεγόμενα·
ἀλλ' ἀποθανεῖ καὶ ταῦτα καταλείψεις τισίν.
τί οὖν λέγω; μηδ' αὐτὸς εἰ σφόδρ' εὐπορεῖς
πίστευε τούτῳ, μήτε τῶν πτωχῶν πάλιν
10ἡμῶν καταφρόνει, τοῦ δέ γ' εὐτυχεῖν ἀεὶ
πάρεχε σεαυτὸν τοῖς ὁρῶσιν ἄξιον.
Fr. 302
οἷοι λαλοῦμεν ὄντες οἱ τρισάθλιοι
ἅπαντες οἱ φυσῶντες ἐφ' ἑαυτοῖς μέγα·
αὐτοὶ γὰρ οὐκ ἴσασιν ἀνθρώπων φύσιν.
οὗτος μακάριος ἐν ἀγορᾷ νομίζεται·
5ἐπὰν δ' ἀνοίξῃ τὰς θύρας, τρισάθλιος,
γυνὴ κρατεῖ πάντων, ἐπιτάττει, μάχετ' ἀεί,
ἀπὸ πλειόνων ὀδυνᾶτ', ἐγὼ δ' ἀπ' οὐδενός.
Fr. 303
τί λέγων ἀποτρώγειν ἀξιώσει νῦν ἐμοῦ
τὸ μισθάριον; μένω γὰρ ἐξ ἐχθιζινοῦ.
Fr. 304
εἰς τὴν πονηρίαν ἀτυφίαν νομίσαντές ποτε ἀξιοῦσι πέρας.
Fr. 305
ἐπελάθεθ' αὑτὸν ὅστις εἴη.
Fr. 306
ὥστε μηδεὶς πρὸς θεῶν
πράττων κακῶς λίαν ἀθυμήσῃ ποτέ·
ἴσως γὰρ ἀγαθοῦ τοῦτο πρόφασις γίνεται.
Fr. 307
τὸ γνῶθι σαυτὸν ἔστιν, ἂν τὰ πράγματα
εἰδῇς τὰ σαυτοῦ καὶ τί σοι ποιητέον.
Fr. 309
ὅστις ὑπέχει χρυσίῳ
τὴν χεῖρα, κἂν μὴ φῇ, πονηρὰ βούλεται.
Fr. 310
ἀεὶ νομίζονθ' οἱ πένητες τῶν θεῶν.
Fr. 311
ἐπίθες τὸ πῦρ ἡ ζάκορος· οὑτωσὶ καλῶς.
Fr. 312
οὗ δὴ λέγεται πρώτη Σαπφὼ
τὸν ὑπέρκομπον θηρῶσα Φάων'
οἰστρῶντι πόθῳ ῥῖψαι πέτρας
ἀπὸ τηλεφανοῦς ἅλμα κατ' εὐχὴν
σήν, δέσποτ' ἄναξ . . . .
Fr. 313
εὐφημείσθω
τέμενος πέρι Λευκάδος ἀκτῆς.
Fr. 314
πάφωνε οὐρεία χέλυς
Fr. 316
ὀνόματα
Fr. 317
συντρίβειν
Fr. 318
ὑγιέστερος κροτῶνος
Fr. 319
εἶτ' οὐχ ὅμοια πράττομεν καὶ θύομεν;
ὅπου γε τοῖς θεοῖς μὲν ἠγορασμένον
δραχμῶν ἄγω προβάτιον ἀγαπητὸν δέκα,
αὐλητρίδας δὲ καὶ μύρον καὶ ψαλτρίας,
Μενδαῖον, Θάσιον, ἐγχέλεις, τυρόν, μέλι,
μικροῦ τάλαντον, γίνεταί τε κατὰ λόγον
δραχμῶν μὲν ἀγαθὸν ἄξιον λαβεῖν δέκα
ἡμᾶς, ἐὰν καὶ καλλιερηθῇ τοῖς θεοῖς,
τούτων δὲ πρὸς ταῦτ' ἀνελεῖν τὴν ζημίαν,
10πῶς οὐχὶ τὸ κακὸν τῶν ἱερῶν διπλάζεται;
ἐγὼ μὲν οὖν ὤν γ' ὁ θεὸς οὐκ εἴασα τὴν
ὀσφὺν ἂν ἐπὶ τὸν βωμὸν ἐπιθεῖναί ποτε,
εἰ μὴ καθήγιζέν τις ἅμα τὴν ἔγχελυν,
ἵνα Καλλιμέδων ἀπέθανεν εἷς τῶν συγγενῶν.
Fr. 320
ἐμὲ γὰρ διέτριψεν ὁ
κομψότατος ἀνδρῶν Χαιρεφῶν, ἱερὸν γάμον
φάσκων ποιήσειν δευτέραν μετ' εἰκάδα
καθ' αὑτόν, ἵνα τῇ τετράδι δειπνῇ παρ' ἑτέροις·
5τὰ τῆς θεοῦ γὰρ πανταχῶς ἔχειν καλῶς.
Fr. 321
. . . . . . . Ἀδράστεια καὶ
θεὰ σκυθρωπὲ Νέμεσι, συγγινώσκετε.
Fr. 322
. . . εἶτ' οὐκ εἶχεν οὐ πῦρ, οὐ λίθον,
οὐκ ἄλλο τοιοῦθ' ἕτερον.
Fr. 323
οὕτω μαθεῖν δεῖ πάντα καὶ πλοῦτον φέρειν·
ἀσχημοσύνης γὰρ γίνετ' ἐνίοις αἴτιος.
Fr. 324
προπίνων Θηρικλείαν τρικότυλον
Fr. 325
πρὸς τὸ πρᾶγμ' ἔχω
κακῶς. Β. ἐπαριστέρως γὰρ αὐτὸ λαμβάνεις·
τὰ δυσχερῆ γὰρ καὶ τὰ λυπήσαντά σε
ὁρᾷς ἐν αὐτῷ, τὰ δ' ἀγάθ' οὐκέτι βλέπεις.
εὕροις δ' ἂν οὐδὲν τῶν ἁπάντων, Σιμύλε,
ἀγαθὸν ὅτῳ τι μὴ πρόσεστι καὶ κακόν.
γυνὴ πολυτελής ἐστ' ὀχληρόν, οὐδ' ἐᾷ
ζῆν τὸν λαβόνθ' ὡς βούλετ'· ἀλλ' ἔνεστί τι
ἀγαθὸν ἀπ' αὐτῆς, παῖδες· ἐλθόντ' εἰς νόσον
10τὸν ἔχοντα ταύτην ἐθεράπευσεν ἐπιμελῶς,
ἀτυχοῦντι συμπαρέμεινεν, ἀποθανόντα τε
ἔθαψε, περιέστειλεν οἰκείως· ὅρα
εἰς ταῦθ', ὅταν λυπῇ τι τῶν καθ' ἡμέραν.
οὕτω γὰρ οἴσεις πᾶν τὸ πρᾶγμ'· ἂν δ' ἐκλέγῃ
15ἀεὶ τὸ λυποῦν, μηδὲν ἀντιπαρατιθεὶς
τῶν προσδοκωμένων, ὀδυνήσει διὰ τέλους.
Fr. 326
ἐθύομεν δὲ πεντάκις τῆς ἡμέρας,
ἐκυμβάλιζον δ' ἑπτὰ θεράπαιναι κύκλῳ·
αἱ δ' ὠλόλυζον.
Fr. 327
ἕλκει δὲ γραμματείδιον
ἐκεῖσε δίθυρον καὶ παράστασις, μία
δραχμή.
Fr. 328
ὄμνυμί σοι τὸν ἥλιον,
ἦ μὴν ἀποίσειν σοι γραφὴν κακώσεως.
Fr. 329
χαῖρ', ὦ Γλυκέριον. ΓΛ. καὶ σύ. Α. πολλοστῷ χρόνῳ
ὁρῶ σε.
Fr. 330
ἀλλ' οὐ τὰ βίου νῷν ἴσως δεῖ φροντίσαι.
Fr. 331
χλαμύδα, καυσίαν,
λόγχην, ἀορτήν, ἱμάτια.
Fr. 332
ἐπιχρύσους σανδαλοθήκας
Fr. 335
εἰ γὰρ ἐπίδοιμι τοῦτο, καὶ ψυχὴν πάλιν
λάβοιμ' ἐγώ· νυνὶ γάρ ‑ ἀλλὰ ποῦ θεοὺς
οὕτως δικαίους ἔστιν εὑρεῖν, ὦ Γέτα;
Fr. 336
παρ' ἐμοὶ γάρ ἐστιν ἔνδον, ἔξεστιν δέ μοι
καὶ βούλομαι τοῦθ', ὡς ἂν ἐμμανέστατα
ἐρῶν τις, οὐ ποιῶ δέ.
Fr. 337
Ἄπολλον, ἀνθρώπων τιν' ἀθλιώτερον
ἑόρακας; ἆρ' ἐρῶντα δυσποτμώτερον;
Fr. 338
παιδισκάριόν με καταδεδούλωκ' εὐτελές,
ὃν οὐδεὶς τῶν πολεμίων πώποτε.
Fr. 339
ἀπαμφιεῖ γὰρ τὸ κατάπλαστον τοῦτό σου
καὶ λανθάνειν βουλόμενον ἡ μέθη ποτέ.
Fr. 340
ἐκ Κύπρου λαμπρῶς πάνυ
πράττων· ἐκεῖ γὰρ ὑπό τιν' ἦν τῶν βασιλέων.
Fr. 341
ὦ δυστυχής,
τί οὐ καθεύδεις; σύ μ' ἀποκναίεις περιπατῶν.
Fr. 342
εἴσελθε κἂν νῦν, ὦ μακάριε.
Fr. 343
Λακωνικὴ
κλείς ἐστιν ὡς ἔοικέ μοι περιοιστέα.
Fr. 344
ὦ πάτερ,
μισοῦσι μὲν Θράσων', ἀπεκτάγκασι δ' οὔ.
Fr. 345
ΘΡ. οὐπώποτ' ἠράσθης, Γέτα;
Γ. οὐ γὰρ ἐνεπλήσθην.
Fr. 346
ἀφανεῖς γεγόνασιν αἱ σπάθαι.
Fr. 347
σπαθᾶν
Fr. 348
ἥκει λιπὼν Αἰγαῖον ἁλμυρὸν βάθος
Θεόφιλος ἡμῖν, ὦ Στράτων. ὡς εἰς καλὸν
τὸν υἱὸν εὐτυχοῦντα καὶ σεσῳσμένον
πρῶτος λέγω σοι τόν τε χρυσοῦν κάνθαρον.
5ΣΤΡ. ποῖον; Α. τὸ πλοῖον· οὐδὲν οἶσθας, ἄθλιε.
ΣΤΡ. τὴν ναῦν σεσῷσθαί μοι λέγεις; Α. ἔγωγε μὴν
τὴν ναῦν ἐκείνην ἣν ἐποίησε Καλλικλῆς
ὁ Καλύμνιος, Εὐφράνωρ δ' ἐκυβέρνα Θούριος.
Fr. 349
ὦ φιλτάτη γῆ μῆτερ, ὡς σεμνὸν σφόδρ' εἶ
τοῖς νοῦν ἔχουσι κτῆμα πολλοῦ τ' ἄξιον.
ὡς δῆτ' ἐχρῆν, εἴ τις πατρῴαν παραλαβὼν
γῆν καταφάγοι, πλεῖν τοῦτον ἤδη διὰ τέλους,
καὶ μηδ' ἐπιβαίνειν γῆς, ἵν' οὕτως ᾔσθετο,
οἷον παραλαβὼν ἀγαθὸν οὐκ ἐφείσατο.
Fr. 350
ὅ τε Πολυνείκης πῶς ἀπώλετ' οὐχ ὁρᾷς;
Fr. 351
ὦ Ζεῦ πολυτίμηθ', οἷόν ἐστ' ἐλπὶς κακόν.
Fr. 352
καὶ φύσει πως εὐάγωγόν ἐστι πᾶς ἀνὴρ ἐρῶν.
Fr. 353
ἑτέρου λυχνοῦχος, ἑτέρου λήκυθος
Fr. 354
ἀνδρὸς πένητος υἱός, ἐκτεθραμμένος
οὐκ ἐξ ὑπαρχόντων, ὁρῶν ᾐσχύνετο
τὸν πατέρα μίκρ' ἔχοντα· παιδευθεὶς γὰρ εὖ
τὸν καρπὸν εὐθὺς ἀπεδίδου χάριτος καλόν.
Fr. 355
οὕτως ἀσυλλόγιστον ἡ τύχη ποιεῖ,
τὸ συμφέρον τί ποτ' ἐστὶν ἀνθρώπου βίῳ,
οὐ χρῆται νόμοις, καθ' οὓς κρίνει τὰ πράγματα,
οὐδ' ἔστιν εἰπεῖν ζῶντα 'ταῦτ' οὐ πείσομαι'.
Fr. 356
ὡς ἄδικον, ὅταν ἡ μὲν φύσις
ἀποδῷ τι σεμνόν, τοῦτο δ' ἡ τύχη κακοῖ.
Fr. 357
μετ' Ἀριστοτέλους γὰρ τέτταρας τῆς ἡμέρας
ὀβολοὺς φέρων
Fr. 358
ὡς οὐχ ὑπάρχων, ἀλλὰ τιμωρούμενος
Fr. 359
περιθέτην (κόμην)
Fr. 360
χρηστοὺς νομιζομένους ἐφόδιον ἀσφαλὲς
εἰς πάντα καιρὸν καὶ τύχης πᾶσαν ῥοπήν.
Fr. 361
πᾶς ἐρυθριῶν χρηστὸς εἶναί μοι δοκεῖ.
Fr. 362
ἦν δῆλον οὔ τι νυμφίος τε ἀλφάνει.
Fr. 363
καίτοι νέος ποτ' ἐγενόμην κἀγώ, γύναι,
ἀλλ' οὐκ ἐλούμην πεντάκις τῆς ἡμέρας
τότ'· ἀλλὰ νῦν. οὐδὲ χλανίδ' εἶχον· ἀλλὰ νῦν.
οὐδὲ μύρον εἶχον· ἀλλὰ νῦν. καὶ βάψομαι,
καὶ παρατιλοῦμαι νὴ Δία καὶ γενήσομαι
Κτήσιππος, οὐκ ἄνθρωπος ἐν ὀλίγῳ χρόνῳ·
κᾆθ' ὡς ἐκεῖνος κατέδομαι καὶ τοὺς λίθους
ἁπαξάπαντας, οὐ γὰρ οὖν τὴν γῆν μόνην.
Fr. 364
διαφέρει Χαιρεφῶντος οὐδὲ γρῦ
ἅνθρωπος ὅστις ἐστίν, ὃς κληθείς ποτε
εἰς ἑστίασιν δωδεκάποδος, ὄρθριος
πρὸς τὴν σελήνην ἔτρεχε τὴν σκιὰν ἰδὼν
ὡς ὑστερίζων, καὶ παρῆν ἅμ' ἡμέρᾳ.
Fr. 365
ὁ λιμὸς ὑμῶν τὸν καλὸν τοῦτον δακὼν
Φιλιππίδου λεπτότερον ἀποδείξει [νεκρόν].
Fr. 366
οὐκ ἔστι μοιχοῦ πρᾶγμα τιμιώτερον·
θανάτου γάρ ἐστιν ὤνιον.
Fr. 367
τοῦθ' ἑταῖρός ἐστιν ὄντως. οὐκ ἐρωτᾷ, πηνίκα
δεῖπνόν ἐστιν, ὥσπερ ἕτεροι, καὶ τί δειπνεῖν κωλύει
τοὺς παρόντας, εἶτα δεῖπνον ἕτερον εἰς τρίτην βλέπει,
. . . . . . . . εἶτα περίδειπνον πάλιν.
Fr. 368
ἄδειπνον
Fr. 369
οὐ μάτην
Fr. 370
ἂν πάντα δουλεύειν ὁ δοῦλος μανθάνῃ,
πονηρὸς ἔσται· μεταδίδου παρρησίας,
βελτίον' αὐτὸν τοῦτο ποιήσει πολύ.
Fr. 371
Ἐφέσια τοῖς γαμοῦσιν οὗτος περιπατεῖ
λέγων ἀλεξιφάρμακα.
Fr. 372
ἁλύσιον
χρυσοῦν ἐπόρισας. εἴθε λιθοκόλλητον ἦν·
καλὸν ἦν ἂν οὕτως.
Fr. 373
μάραγδον εἶναι ταῦτ' ἔδει καὶ σάρδια.
Fr. 374
εἴ τις δικαστὴς ἢ διαιτητὴς θεῶν ‑
Fr. 375
ἐνταῦθ' ἀπόστα μικρόν.
Fr. 376
μικρὸν ἐπιμείνας προστρέχει,
'ἠγόρακά σοι περιστέρια' λέγων.
Fr. 377
νῦν πῖθι, νῦν ἀφύβρισον. Β. ἢν ἀφύβρικα.
Fr. 378
πολλοὺς λογισμοὺς ἡ πονηρία κυκλοῖ.
Fr. 379
ἀλλὰ τῶν χρηστῶν ἔχει τιν' ἐπιμέλειαν καὶ θεός.
Fr. 380
εὔπιστον ἀτυχῶν ἐστιν ἄνθρωπος φύσει·
τὸν πλησίον γὰρ οἴεται μᾶλλον φρονεῖν
ὁ τοῖς λογισμοῖς τοῖς ἰδίοις πταίων ἀεί.
Fr. 381
πεποιήκατ' ἔργον οὐχ ἑταίρων . . .
. . . . . ταὐτὰ δ' ὄντα γράμματα
τὴν προσαγόρευσιν οὐ σφόδρ' εὔσημον ποιεῖ.
Fr. 382
στρατεία δ' οὐ φέρει περιουσίαν
οὐδεμί', ἐφήμερον δὲ καὶ προπετῆ βίον,
οὗ πεῖραν ἔχομεν ὄντος οὐ σωτηρίου.
Frr. 383-380
ὁλκὴν ταλάντου χρυσίου σοι, παιδίον,
ἕστηκα τηρῶν.
μακάριος ἐκεῖνος δέκα τάλαντα καταφαγών.
Fr. 385
αἰσχρὸν γενέσθαι πτωχὸν ἀσθενῆ θ' ἅμα.
Fr. 386
ἔστι κρίσις ἄδικος, ὡς ἔοικε, κἀν θεοῖς.
Fr. 387
τοὺς ὄφεις καλῶς γέ μοι
ἠγόρασας.
Fr. 388
συνακολούθει μεθ' ἡμῶν.
Fr. 389
θύραν ἔξελε
Fr. 391
οὕτω ποθεινόν ἐστιν ὁμότροπος φίλος.
Fr. 392
ὅμως δ' ἀπόδειξον ταῦτα τῇ γυναικί.
Fr. 393
ὅστις παραλαβὼν δεσπότην ἀπράγμονα
καὶ κοῦφον ἐξαπατᾷ θεράπων, οὐκ οἶδ' ὅ τι
οὗτος μεγαλεῖόν ἐστι διαπεπραγμένος,
ἐπαβελτερώσας τὸν πρότερον ἀβέλτερον.
Fr. 394
οὐπώποτ' ἐζήλωσα πολυτελῆ νεκρόν·
εἰς τὸν ἴσον ὄγκον τῷ σφόδρ' ἔρχετ' εὐτελεῖ.
Fr. 395
ὅσ' ἔστι μαλακὰ συλλαβὼν
ἐκ τῆς πόλεως τὸ σύνολον ἐκπήδα, φίλος.
Fr. 396
ἐπὶ τῶν ἁμαξῶν εἰσι πομπεῖαί τινες
σφόδρα λοίδοροι.
Fr. 397
οὐδεμίαν ἡ γραῦς ὅλως
κύλικα παρῆκεν, ἀλλὰ πίνει τὴν κύκλῳ.
Fr. 398
τὸ παιδίον δ' εἰσῆλθεν ἑψητοὺς φέρον.
Fr. 399
οὐδ' αὐτός εἰμι σὺν θεοῖς ὑπόξυλος.
Fr. 400
τὰ δ' ἄλλ' ἀνέπαφα σώματ' οὐδ' ἕλῃ.
Fr. 401
Αἰάντειος γέλως
Fr. 402
ἐπ' ἀμφότερον οὖς ἡπίκληρος ἡ καλὴ
μέλλει καθευδήσειν· κατείργασται μέγα
καὶ περιβόητον ἔργον· ἐκ τῆς οἰκίας
ἐξέβαλε τὴν λυποῦσαν ὡς ἐβούλετο,
ἵν' ἀποβλέπωσι πάντες εἰς τὸ Κρωβύλης
πρόσωπον ᾖ τ' εὔγνωστος οὖσ' ἐμὴ γυνὴ
δέσποινα· καὶ τὴν ὄψιν ἣν ἐκτήσατο
ὄνος ἐν πιθήκοις τοῦτο δὴ τὸ λεγόμενον
ἔστιν. σιωπᾶν βούλομαι τὴν νύκτα τὴν
10πολλῶν κακῶν ἀρχηγόν. οἴμοι Κρωβύλην
λαβεῖν ἔμ', ἑκκαίδεκα τάλαντα . . .
τὴν ῥῖν' ἔχουσαν πήχεως. εἶτ' ἐστὶ τὸ
φρύαγμά πως ὑποστατόν; μὰ τὸν Δία
τὸν Ὀλύμπιον καὶ τὴν Ἀθηνᾶν, οὐδαμῶς.
15παιδισκάριον θεραπευτικὸν δὲ καὶ λόγου
τάχιον ἀπαγέσθω δέ τις ἢ ἄρ' ἀντεισαγάγοι.
Fr. 403
ἔχω δ' ἐπίκληρον Λάμιαν· οὐκ εἴρηκά σοι
τοῦτ'; εἶτ' ἄρ' οὐχί; κυρίαν τῆς οἰκίας
καὶ τῶν ἀγρῶν καὶ τῶν πατρῴων ἄντικρυς
ἔχομεν, Ἄπολλον, ὡς χαλεπῶν χαλεπώτατον.
5ἅπασι δ' ἀργαλέα 'στίν, οὐκ ἐμοὶ μόνῳ,
υἱῷ πολὺ μᾶλλον, θυγατρί. Β. πρᾶγμ' ἄμαχον λέγεις.
Α. εὖ οἶδα.
Fr. 404
ὦ τρὶς κακοδαίμων, ὅστις ὢν πένης γαμεῖ
καὶ παιδοποιεῖθ'. ὡς ἀλόγιστός ἐστ' ἀνήρ,
ὃς μήτε φυλακὴν τῶν ἀναγκαίων ἔχει,
μήτ' ἂν ἀτυχήσας εἰς τὰ κοινὰ τοῦ βίου
ἐπαμφιέσαι δύναιτο τοῦτο χρήμασιν,
ἀλλ' ἐν ἀκαλύπτῳ καὶ ταλαιπώρῳ βίῳ
χειμαζόμενος ζῇ, τῶν μὲν ἀνιαρῶν ἔχων
τὸ μέρος ἁπάντων, τῶν δ' ἀγαθῶν οὐδὲν μέρος·
ὑπὲρ γὰρ ἑνὸς ἀλγῶν ἅπαντας νουθετῶ.
Frr. 405-406
ὅστις πένης ὢν ζῆν ἐν ἄστει βούλεται,
ἀθυμότερον ἑαυτὸν ἐπιθυμεῖ ποιεῖν·
ὅταν γὰρ εἰς τρυφῶντα καὶ σχολὴν ἄγειν
δυνάμενον ἐμβλέψῃ, τότ' αὐτὸν ἔστ' ἰδεῖν
5ὡς ἄθλιον ζῇ καὶ ταλαίπωρον βίον.
. . . . . . . . . . . .
κακῶς ὁ δεσπότης βεβούλευται πάνυ·
ἐν ἀγρῷ γὰρ οἰκῶν οὐ σφόδρ' ἐξηλέγχετο
τῆς μερίδος ὢν τῆς οὐδαμοῦ τεταγμένος,
εἶχεν δὲ παραπέτασμα τὴν ἐρημίαν.
Fr. 407
ὦ Παρμένων, οὐκ ἔστιν ἀγαθὸν τῷ βίῳ
φυόμενον ὥσπερ δένδρον ἐκ ῥίζης μιᾶς,
ἀλλ' ἐγγὺς ἀγαθοῦ παραπέφυκε καὶ κακόν,
ἐκ τοῦ κακοῦ τ' ἤνεγκεν ἀγαθὸν ἡ φύσις.
Fr. 408
ἆρ' ἐστὶν ἀρετῆς καὶ βίου διδάσκαλος
ἐλευθέρου τοῖς πᾶσιν ἀνθρώποις ἀγρός.
Fr. 409
μεστὰς τρίχας φθειρῶν τε καὶ ῥύπου, διδοὺς
πιεῖν, ἀνηδαξᾶτ' ἄν, ὥστε μὴ πιεῖν.
Fr. 410
ἀεὶ τὸ λυποῦν ἀποδίωκε τοῦ βίου·
μικρόν τι τὸ βίου καὶ στενὸν ζῶμεν χρόνον.
Fr. 411
οὐκ ἔστιν εὑρεῖν βίον ἄλυπον οὐδενός.
Fr. 413
γυνὴ κυεῖ δέκα μῆνας;
Fr. 415
δεύτερος πλοῦς
Fr. 416
τρυγόνος λαλίστερον
Fr. 417ab
τὸ τῆς τύχης τοι μεταβολὰς πολλὰς ἔχει.
. . . . . . . . . . . .
τυφλόν γε καὶ δύστηνόν ἐστιν ἡ τύχη.
Fr. 418
οἷον τὸ γενέσθαι πατέρα παίδων ἦν . .
λύπη, φόβος, φροντίς, πέρας ἐστὶν οὐδὲ ἕν.
Fr. 419
τὸ δ' εὖ
κελευόμενον μέν ἐστιν ἀσφαλέστατον
δούλῳ ποιεῖν, ὥς φασιν.
Fr. 420
(οἴμοι) τάλας, ἕστηκας ἔτι πρὸς ταῖς θύραις
τὸ φορτίον θείς; σιτόκουρον ἄθλιον,
ἄχρηστον εἰς τὴν οἰκίαν εἰλήφαμεν.
Fr. 421
οὐ πανταχοῦ τὸ φρόνιμον ἁρμόττει παρόν,
καὶ συμμανῆναι δ' ἔνια δεῖ.
Fr. 422
γραμματικός
Fr. 423
διασείστους (ἀστραγάλους)
Fr. 424
καταφαγᾶς
Fr. 425
ὁ μὴ δεχόμενος τῶν θεῶν τὸ σύμφορον
αὐτῷ διδόντων ἕνεκα τοῦ ζῆν, οὐ βούλεται
. . . τὸ δ' ἀτυχεῖν ἢ τὸ μὴ
θεὸς δίδωσιν, οὐ τρόπου δ' ἔσθ' ἁμαρτία.
Fr. 426
ἀτύχημα κἀδίκημα διαφορὰν ἔχει·
τὸ μὲν διὰ τύχην γίνεται, τὸ δ' αἱρέσει.
Fr. 427
ἆρ' ἐστὶν ἀγαθῶν πᾶσι πλείστων ἀξία
ἡ σύνεσις, ἂν ᾖ πρὸς τὰ βελτίω σοφή.
Fr. 428
τοὐμὸν θυγάτριον· πάνυ γάρ ἐστι τῇ φύσει
. . φιλάνθρωπον τὸ παιδάριον σφόδρα.
Fr. 429
πόθεν γάρ, ὦ φίλοι θεοί,
τούτους ἀνεσπάκασιν οὗτοι τοὺς λόγους;
Fr. 430
ὁ μυόχοδος γέρων
λεληθέναι σφόδρ' οἰόμενος
Fr. 431
εἶτ' ἀμφορεαφόρος τις ἀποφορὰν φέρων
Fr. 432
οὐχ ὁρᾶτε τὴν τροφὸν
ζῶμ' ἐνδεδυμένην;
Fr. 433
ἔρχεται τἀληθὲς εἰς φῶς ἐνίοτ' οὐ ζητούμενον.
Fr. 434
καὶ τυφλῷ δῆλον
Fr. 435
ἀνηνέχθη
Fr. 436
ἀπελευθέραν
Fr. 437
φέρε τὴν λιβανωτόν· σὺ δ' ἐπίθες τὸ πῦρ, Τρύφη.
Fr. 438
ἅβραν γὰρ ἀντωνούμενος
ἐρωμένην αὐτῇ μὲν οὐ παρέδωκ' ἔχειν,
τρέφει δὲ χωρίς, ὡς ἐλευθέραν πρέπει.
Fr. 439
εὐλοιδόρητον, ὡς ἔοικε, φαίνεται
τὸ τοῦ στρατιώτου σχῆμα καὶ τὸ τοῦ ξένου.
Fr. 440
ὁ πλέων κατήχθη, κρίνεθ' οὗτος πολέμιος·
ἐὰν δ' ἔχῃ τι μαλακόν, ἀγγαρεύεται.
Fr. 441
κακὴ μὲν ὄψις, ἐν δὲ δείλαιαι φρένες.
Fr. 442
Στρατοφάνη, λιτόν ποτ' εἶχες χλαμύδιον καὶ παῖδ' ἕνα.
Fr. 443
ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον.
Fr. 445
παλίμβολος τρίπρατος
Fr. 446
ἀναίνεσθαι
Fr. 447
ἀπορῶν τι βούλευσαι κατὰ σαυτὸν γενόμενος·
τὸ συμφέρον γὰρ οὐχ ὁρᾶται τῷ βοᾶν,
ἐν τῷ πρὸς αὑτὸν δ' ἀναλογισμῷ φαίνεται.
Fr. 448
οὐδεὶς ξύνοιδεν ἐξαμαρτάνων πόσον
ἁμαρτάνει τὸ μέγεθος, ὕστερον δ' ὁρᾷ.
Fr. 449
Ἔρως δὲ τῶν θεῶν
ἰσχὺν ἔχων πλείστην ἐπὶ τούτου δείκνυται·
διὰ τοῦτον ἐπιορκοῦσι τοὺς ἄλλους θεούς.
Fr. 450
ἀστεῖον τὸ μὴ
συνάγειν γυναῖκας μηδὲ δειπνίζειν ὄχλον,
ἀλλ' οἰκοσίτους τοὺς γάμους πεποιηκέναι.
Fr. 451
ἂν ἔτι πιεῖν μοι δῷ τις. Β. ἀλλ' ἡ βάρβαρος
ἅμα τῇ τραπέζῃ καὶ τὸν οἶνον ᾤχετο
ἄρασ' ἀφ' ἡμῶν.
Fr. 452
τρισάθλιόν γε καὶ ταλαίπωρον φύσει
πολλῶν τε μεστόν ἐστι τὸ ζῆν φροντίδων.
Fr. 453
καὶ τὸν ἐπὶ κακῷ
γινόμενον ἀλλήλων ἀγαπησμόν, οἷος ἦν.
Fr. 454
πατὴρ δ' ἀπειλῶν οὐκ ἔχει μέγαν φόβον.
Fr. 456
γυναικείαν ἀγοράν
Fr. 457
ἄφες τὸν ἄνθρωπον. τί κόπτεις, ὦ μέλε;
Fr. 458
ἀναπετῶ
Fr. 460
οἱ τὰς ὀφρῦς αἴροντες ὡς ἀβέλτεροι
καὶ 'σκέψομαι' λέγοντες· ἄνθρωπος γὰρ ὢν
σκέψει σύ; περὶ τοῦ; δυστυχεῖς ὅταν τύχῃ·
αὐτόματα γὰρ τὰ πράγματ' ἐπὶ τὸ συμφέρον
ῥεῖ κἂν καθεύδῃς ἢ πάλιν τοὐναντίον.
Fr. 461
ἢν ἄν τις ὑμῶν παιδίον
ᾐτήσατ' ἢ κέχρηκεν, ἄνδρες γλυκύτατοι.
Fr. 462
ξένου τὸ δεῖπνόν ἐστιν ὑποδοχῆς. Β. τίνος;
ποδαποῦ; διαφέρει τῷ μαγείρῳ τοῦτο γάρ·
οἷον τὰ νησιωτικὰ ταυτὶ ξενύδρια
ἐν προσφάτοις ἰχθυδίοις τεθραμμένα
καὶ παντοδαποῖς, τοῖς ἁλμίοις μὲν οὐ πάνυ
ἁλίσκετ', ἀλλ' οὕτω παρέργως ἅπτεται·
τὰς δ' ὀνθυλεύσεις καὶ τὰ κεκαρυκευμένα
μᾶλλον προσεδέξατ'· Ἀρκαδικὸς τοὐναντίον
10ἀθάλαττος ἐν τοῖς λοπαδίοις ἁλίσκεται·
Ἰωνικὸς πλούταξ· ὑποστάσεις ποιῶ,
κάνδαυλον, ὑποβινητιῶντα βρώματα.
Fr. 463
τὸ μηδὲν ἀδικεῖν καὶ φιλανθρώπους ποιεῖ.
Fr. 465
χορτασθείς
Fr. 466
ὡς ἡδὺ τῷ μισοῦντι τοὺς φαύλους τρόπους
ἐρημία, καὶ τῷ μελετῶντι μηδὲ ἓν
πονηρὸν ἱκανὸν κτῆμ' ἀγρὸς τρέφων καλῶς.
ἐκ τῶν ὄχλων δὲ ζῆλος, ἥ τε κατὰ πόλιν
5αὕτη τρυφὴ λάμπει μέν, ἐς δ' ὀλίγον χρόνον.
Fr. 467
γέροντα δυστυχοῦντα τῶν θ' αὑτοῦ κακῶν
ἐπαγόμενον λήθην ἀνέμνησας πάλιν
ἐπὶ τἀτυχεῖν τ' ἤγειρας.
Fr. 468
εὐθὺς καταχρήσεσθ' αὑτὸν ἀνορωρυγμένην
ταύτην ἰδόντα.
Fr. 469
οἱ Θρᾷκες, Λίβυ,
Τρῶες καλοῦνται· πάντα νῦν ἤδη 'σθ' ὁμοῦ.
Fr. 470
οἱ δὲ κατὰ χειρῶν λαβόντες περιμένουσι φίλτατοι.
Fr. 471
παρουσία
Fr. 472
νὴ τὴν Ἀθηνᾶν, μακάριόν γ' ἡ χρηστότης
πρὸς πάντα καὶ θαυμαστὸν ἐφόδιον βίῳ.
τούτῳ λαλήσας ἡμέρας σμικρὸν μέρος
εὔνους ἐγὼ νῦν εἰμι. 'πειστικὸν λόγος'
πρὸς τοῦτ' ἂν εἴποι τις μάλιστα τῶν σοφῶν.
τί οὖν ἑτέρους λαλοῦντας εὖ βδελύττομαι;
τρόπος ἔσθ' ὁ πείθων τοῦ λέγοντος, οὐ λόγος.
τὸ γὰρ λέγειν εὖ δεινόν ἐστιν εἰ φέροι
βλάβην τινά.
Fr. 473
οὐ πάνυ τι γηράσκουσιν αἱ τέχναι καλῶς,
ἂν μὴ λάβωσι προστάτην φιλάργυρον.
Fr. 474
νῦν δὲ κατὰ πόλιν
εὕρηκε τὸν ἕτερον, τὸν σέ, τὸν ἐμὲ τουτονί.
Fr. 475
ἀλλὰ τἀργυρώματα
ἥκω λαβεῖν βουλόμενος.
Fr. 476
οὐ πῦρ γὰρ αἰτῶν, οὐδὲ λοπάδ' αἰτούμενος
Fr. 477
βάκηλος εἶ
Fr. 478
κιγκλισμός
Fr. 479
παρυφές
Fr. 480
πόσθων
Fr. 481
τοῦτον εὐτυχέστατον λέγω,
ὅστις θεωρήσας ἀλύπως, Παρμένων,
τὰ σεμνὰ ταῦτ' ἀπῆλθεν, ὅθεν ἦλθεν, ταχύ,
τὸν ἥλιον τὸν κοινόν, ἄστρ', ὕδωρ, νέφη,
πῦρ· ταῦτα, κἂν ἑκατὸν ἔτη βιῷς, ἀεὶ
ὄψει παρόντα, κἂν ἐνιαυτοὺς σφόδρ' ὀλίγους,
σεμνότερα τούτων ἕτερα δ' οὐκ ὄψει ποτέ.
πανήγυριν νόμισόν τιν' εἶναι τὸν χρόνον,
ὅν φημι, τοῦτον ἢ 'πιδημίαν, ἐν ᾧ
10ὄχλος, ἀγορά, κλέπται, κυβεῖαι, διατριβαί·
ἂν πρῶτον ἀπίῃς καταλύσεις, βελτίονα
ἐφόδι' ἔχων ἀπῆλθες, ἐχθρὸς οὐδενί·
ὁ προσδιατρίβων δὲ σκοπιάσας ἀπώλεσε,
κακῶς τε γηρῶν ἐνδεής που γίνεται,
15ῥεμβόμενος ἐχθροὺς ηὗρ', ἐπεβουλεύθη ποθέν,
οὐκ εὐθανάτως ἀπῆλθεν ἐλθὼν εἰς χρόνον.
Frr. 482-483
παύσασθε νοῦν λέγοντες· οὐδὲν γὰρ πλέον
ἁνθρώπινος νοῦς ἐστιν, ἀλλ' ὁ τῆς τύχης
(εἴτ' ἐστὶ τοῦτο πνεῦμα θεῖον εἴτε νοῦς)
τοῦτ' ἔστι τὸ κυβερνῶν ἅπαντα καὶ στρέφον
5καὶ σῷζον, ἡ πρόνοια δ' ἡ θνητὴ καπνὸς
καὶ φλήναφος. πείσθητε κοὐ μέμψεσθέ με·
πάνθ' ὅσα νοοῦμεν ἢ λέγομεν ἢ πράττομεν
τύχη 'στίν, ἡμεῖς δ' ἐσμὲν ἐπιγεγραμμένοι.
. . . . . . . . . . . .
τύχη κυβερνᾷ πάντα· ταύτην καὶ φρένας
10δεῖ καὶ πρόνοιαν τὴν θεὸν καλεῖν μόνην,
εἰ μή τις ἄλλως ὀνόμασιν χαίρει κενοῖς.
Fr. 484
τὰ δεύτερ' ἀεὶ τὴν γυναῖκα δεῖ λέγειν,
τὴν δ' ἡγεμονίαν τῶν ὅλων τὸν ἄνδρ' ἔχειν.
οἶκος δ' ἐν ᾧ τὰ πάντα πρωτεύει γυνή,
οὐκ ἔστιν ὅστις πώποτ' οὐκ ἀπώλετο.
Fr. 485
τοῦτο μόνον ἐπισκοτεῖ
καὶ δυσγενείᾳ καὶ τρόπου πονηρίᾳ
καὶ πᾶσιν οἷς ἔσχηκεν ἄνθρωπος κακοῖς,
τὸ πολλὰ κεκτῆσθαι· τὰ δ' ἄλλ' ἐλέγχεται.
Fr. 486
οὐ παντὸς ἀγαθοῦ τὴν πρόνοιαν αἰτίαν
κρίνων ἂν ὀρθῶς ὑπολαβεῖν τίς μοι δοκεῖ,
ἀλλ' ἔστι καὶ ταὐτόματον ἔνια χρήσιμον.
Fr. 487
ἀεὶ κράτιστόν ἐστι τἀληθῆ λέγειν.
ἐν παντὶ καιρῷ τοῦτ' ἐγὼ παρεγγυῶ
εἰς ἀσφάλειαν τῷ βίῳ πλεῖστον μέρος.
Fr. 488
πολλῶν κατὰ γῆν καὶ κατὰ θάλατταν θηρίων
ὄντων, μέγιστόν ἐστι θηρίον γυνή.
Fr. 489
Ἄπολλον, ἀλλὰ σκαιὸν οὐ μετρίως λέγεις,
μετὰ μαρτύρων ἀτυχεῖν, παρὸν λεληθέναι.
Fr. 490
δυσπαρακολούθητόν τι πρᾶγμ' ἐστὶν τύχη.
Fr. 491
τὸν ἄμητα, Χαίριππ', οὐκ ἐᾷς πέττειν τινά.
Fr. 492
ὡς μηδὲν ἀποκρινουμένου δ' οὕτω λάλει.
Fr. 493
γέρων ἀπεμέμυκτ' ἄθλιος λέμφος.
Fr. 494
μικρὰ Παναθήναι' ἐπειδὴ δι' ἀγορᾶς πέμποντά σε,
Μοσχίων, μήτηρ ἑώρα τῆς κόρης ἐφ' ἅρματος.
Fr. 497
οἷα δὴ φιλοῦσιν ἰατροὶ λέγειν
τὰ φαῦλα μείζω καὶ τὰ δείν' ὑπέρφοβα,
πυργοῦντες αὑτούς.
Fr. 498
ὑπελήλυθέν τέ μου
νάρκα τις ὅλον τὸ δέρμα.
Fr. 499
ἄνθρωπος ὢν ἥμαρτον· οὐ θαυμαστέον.
Fr. 500
φειδωλὸς ἦν καὶ μέτριος ἀγοραστής.
Fr. 501
ἐπισημαίνεσθ', ἐὰν
ἡ σκευασία καθάρειος ᾖ καὶ ποικίλη.
Fr. 502
ἔμβαρος
Fr. 503
ἤδη δ' ἐπιχύσεις διάλιθοι, λαβρώνιοι,
Πέρσαι δ' ἔχοντες μυιοσόβας ἑστήκεσαν.
Fr. 504
οὐ ῥᾴδιον
ἄνοιαν ἐν μικρῷ μεταστῆσαι χρόνῳ.
Fr. 505
νὴ τὸν Δία τὸν μέγιστον ἐκτυφήσομαι.
Frr. 506-507
ὡς ἡδὺ τὸ ζῆν, εἰ μεθ' ὧν κρίνῃ τις ἄν.
. . . . . . . . . . . . .
τοῦτ' ἔστι τὸ ζῆν, οὐχ ἑαυτῷ ζῆν μόνον.
Fr. 508
ὥστ' ἔγωγ' ἂν εἱλόμην που σαυνίῳ πεπληγμένος ‑
Fr. 509
οὐκ ἂν γένοιτ' ἐρῶντος ἀθλιώτερον
οὐδὲν γέροντος πλὴν ἕτερος γέρων ἐρῶν·
ὃς γὰρ ἀπολαύειν βούλεθ' ὧν ἀπολείπεται
διὰ τὸν χρόνον, πῶς οὗτος οὐκ ἔστ' ἄθλιος;
Fr. 510
τοῦτο δὴ τὸ νῦν ἔθος,
'ἄκρατον' ἐβόων 'τὴν μεγάλην'. ψυκτῆρά τις
προὔπινεν αὐτοῖς ἀθλίους ἀπολλύων.
Fr. 511
ἀντήλιος
Fr. 513
ἑκοῦσα δ' ἁδελφὴ ποιήσει τοῦτό σοι
ἀντάλλαγόν γ' ἕξουσα τούτῳ διδομένη.
Fr. 514
τὸ λεγόμενον τοῦτ' ἔστι νῦν,
τἄνω κάτω, φασίν, τὰ κάτω δ' ἄνω.
Fr. 515
βοῶν ποιείτω τὴν πόλιν διάστατον.
Fr. 516
πρὸς τὴν ἀδελφὴν ἀνάδοχον τῶν χρημάτων
Fr. 517
δὶς παῖδες οἱ γέροντες
Fr. 518
μάγειρ', ἀηδής μοι δοκεῖς εἶναι σφόδρα·
πόσας τραπέζας μέλλομεν ποιεῖν, τρίτον
ἤδη μ' ἐρωτᾷς· χοιρίδιον ἓν θύομεν,
ὀκτὼ ποιήσοντες τραπέζας δ' ἢ μίαν,
τί σοὶ διαφέρει τοῦτο; παράθες σημίαν.
οὐκ ἔστι κανδύλους ποιεῖν, οὐδ' οἷα σὺ
εἴωθας εἰς ταὐτὸν καρυκεύειν, μέλι,
σεμίδαλιν, ᾠά. πάντα γὰρ τἀναντία
νῦν ἐστιν· ὁ μάγειρος γὰρ ἐγχύτους ποιεῖ,
10πλακοῦντας ὀπτᾷ, χόνδρον ἕψει καὶ φέρει
μετὰ τὸ τάριχος, εἶτα θρῖον καὶ βότρυς.
ἡ δημιουργὸς δ' ἀντιπαρατεταγμένη
κρεάδι' ὀπτᾷ καὶ κίχλας τραγήματα.
ἔπειθ' ὁ δειπνῶν μὲν τραγηματίζεται,
15μυρισάμενος δὲ καὶ στεφανωσάμενος πάλιν
δειπνεῖ μελίπηκτα τὰς κίχλας.
Fr. 519
νῦν δ' εἰς γυναικωνῖτιν εἰσιόνθ' ὅταν
ἴδω παράσιτον, τὸν δὲ Δία τὸν κτήσιον
ἔχοντα τὸ ταμιεῖον οὐ κεκλεισμένον,
ἀλλ' εἰστρέχοντα πορνίδια ‑
Fr. 520
μήτηρ τέθνηκε ταῖν ἀδελφαῖν ταῖν δυοῖν
ταύταιν· τρέφει δὲ παλλακή τις τοῦ πατρὸς
αὐτάς, ἅβρα τῆς μητρὸς αὐτῶν γενομένη.
Fr. 521
ὑπὲρ μὲν οἴνου μηδὲ γρῦ, τίτθη, λέγε·
ἂν τἄλλα δ' ᾖς ἄμεμπτος, ἕκτην ἐπὶ δέκα
Βοηδρομιῶνος ἐνδελεχῶς ἄξεις ἀεί.
Fr. 522
ἀστοργίαν ἔχει τιν' ὁ σκληρὸς βίος.
Fr. 523
χαῦνόν τι πλάσμα καὶ διάκενον
Fr. 524
οὐκ ἐπείρα Νάννιον;
Fr. 525
Καρκίνου ποιήματα
Fr. 526
ἐπίσημον οὖν τὴν ἀσπίδ' εἰς τὴν τοῦ Διὸς
στοὰν ἀνέθηκαν.
Fr. 527
ὄνος λύρας
Fr. 528
Νοῦθος
Fr. 529
Πάνακτος
Fr. 530
ὅταν δ' ἀγρυπνεῖν εἴπῃς τισε . . . . .
τὴν αἰτίαν γνώσει περιπατεισ . . .
εἰσῆλθες εὐθύς, ἂν κοπιάση . . .
μαλακῶς ἐλούσω· πάλιν ἀνασ . . . .
5πρὸς ἡδονὴν ὕπνος αὐτοσοβ . . . .
τὸ πέρας· κακὸν ἔχεις οὐδὲν η . . . .
ἔστι ην διῆλθες· φορτικωτερ . . .
ἐπέρχεταί μοι, τρόφιμε, συγγν . . . .
τὸ δὴ λεγόμενον, οὐκ ἔχεις ον . . .
10ὑπὸ τῶν ἀγαθῶν, εὖ ἴσθι· μη . . . .
ικοιταληθῆ λέγω, νὴ τοὺς θε .
τοῦτ' ἔστι τἀρρώστημα καὶ μὴ . . .
ἀτόπως ἐμαυτοῦ καὶ βαρέως . . . .
.... νικόν ἐστι τἀνόητο . . .
15.. ν πάνυ γὰρ ταυτειλελ . . . . .
.. παραινεῖς ὅτι πα . . . . .
εἰ μέν τι κακὸν ἀληθὲς εἶχες, Φειδία,
ζητεῖν ἀληθὲς φάρμακον τούτου σ' ἔδει·
νῦν δ' οὐκ ἔχεις· κενὸν εὕρηκα τὸ φάρμακον
20πρὸς τὸ κενόν· οἰήθητι δ' ὠφελεῖν τί σε.
περιμαξάτωσάν σ' αἱ γυναῖκες ἐν κύκλῳ
καὶ περιθεωσάτωσαν· ἀπὸ κρουνῶν τριῶν
ὕδατι περίρραν' ἐμβαλὼν ἅλας, φακούς.
Fr. 531
εἰ γὰρ ἐγένου σύ, Τρόφιμε, τῶν πάντων μόνος,
ὅτ' ἔτικτεν ἡ μήτηρ σ', ἐφ' ᾧ τε διατελεῖν
πράττων ἃ βούλει καὶ διευτυχεῖν ἀεί,
καὶ τοῦτο τῶν θεῶν τις ὡμολόγησέ σοι,
5ὀρθῶς ἀγανακτεῖς· ἔστι γάρ σ' ἐψευσμένος
ἄτοπόν τε πεποίηκ'. εἰ δ' ἐπὶ τοῖς αὐτοῖς νόμοις
ἐφ' οἷσπερ ἡμεῖς ἔσπασας τὸν ἀέρα
τὸν κοινόν, ἵνα σοι καὶ τραγικώτερον λαλῶ,
οἰστέον ἄμεινον ταῦτα καὶ λογιστέον.
10τὸ δὲ κεφάλαιον τῶν λόγων, ἄνθρωπος εἶ,
οὗ μεταβολὴν θᾶττον πρὸς ὕψος καὶ πάλιν
ταπεινότητα ζῷον οὐδὲν λαμβάνει.
καὶ μάλα δικαίως· ἀσθενέστατον γὰρ ὂν
φύσει μεγίστοις οἰκονομεῖται πράγμασιν,
15ὅταν πέσῃ δέ, πλεῖστα συντρίβει καλά.
σὺ δ' οὔθ' ὑπερβάλλοντα, Τρόφιμ', ἀπώλεσας
ἀγαθά, τὰ νυνί τ' ἔστι μέτριά σοι κακά.
ὥστ' ἀνὰ μέσον που καὶ τὸ λοιπὸν [δὴ] φέρε.
Fr. 532
καὶ τοῦτον ἡμᾶς τὸν τρόπον γαμεῖν ἔδει
ἅπαντας, ὦ Ζεῦ σῶτερ, ὡς ὠνούμεθα·
οὐκ ἐξετάζειν μὲν τὰ μηδὲν χρήσιμα,
τίς ἦν ὁ πάππος ἧς γαμεῖ, τήθη δὲ τίς,
5τὸν δὲ τρόπον αὐτῆς τῆς γαμουμένης, μεθ' ἧς
βιώσεται, μήτ' ἐξετάσαι μήτ' ἰδεῖν·
οὐδ' ἐπὶ τράπεζαν μὲν φέρειν τὴν προῖχ', ἵνα
εἰ τἀργύριον καλόν ἐστι δοκιμαστὴς ἴδῃ,
ὃ πέντε μῆνας ἔνδον οὐ γενήσεται,
10τῆς διὰ βίου δ' ἔνδον καθεδουμένης ἀεὶ
μὴ δοκιμάσαντα μηδέν, ἀλλ' εἰκῆ λαβεῖν
ἀγνώμον', ὀργίλην, χαλεπήν, ἐὰν τύχῃ,
λάλον. περιάξω τὴν ἐμαυτοῦ θυγατέρα
τὴν πόλιν ὅλην· οἱ βουλόμενοι ταύτην λαβεῖν,
15λαλεῖτε, προσκοπεῖσθε πηλίκον κακὸν
λήψεσθ'· ἀνάγκη γὰρ γυναῖκ' εἶναι κακόν,
ἀλλ' εὐτυχής ἐσθ' ὁ μετριώτατον λαβών.
Fr. 533
ἀπολεῖ με τὸ γένος. μὴ λέγ', εἰ φιλεῖς ἐμέ,
μῆτερ, ἐφ' ἑκάστῳ τὸ γένος. οἷς ἂν τῇ φύσει
ἀγαθὸν ὑπάρχῃ μηδὲν οἰκεῖον προσόν,
ἐκεῖσε καταφεύγουσιν, εἰς τὰ μνήματα
5καὶ τὸ γένος, ἀριθμοῦσίν τε τοὺς πάππους ὅσοι·
οὐδὲν δ' ἔχουσι πλεῖον, οὐδ' ἐρεῖς ὅτῳ
οὐκ εἰσὶ πάπποι· πῶς γὰρ ἐγένοντ' ἄν ποτε;
οἳ μὴ λέγειν δ' ἔχουσι τούτους διά τινα
τόπου μεταβολὴν ἢ φίλων ἐρημίαν,
10τί τῶν λεγόντων εἰσὶ δυσγενέστεροι;
ὃς ἂν εὖ γεγονὼς ᾖ τῇ φύσει πρὸς τἀγαθά,
κἂν Αἰθίοψ ᾖ, μῆτερ, ἐστὶν εὐγενής.
Σκύθης τις· ὄλεθρος· ὁ δ' Ἀνάχαρσις οὐ Σκύθης;
Fr. 534
ἅπαντα τὰ ζῷ' ἐστὶ μακαριώτατα
καὶ νοῦν ἔχοντα μᾶλλον ἀνθρώπου πολύ.
τὸν ὄνον ὁρᾶν ἔξεστι πρῶτα τουτονί,
οὗτος κακοδαίμων ἐστὶν ὁμολογουμένως·
5τούτῳ κακὸν δι' αὑτὸν οὐδὲν γίνεται,
ἃ δ' ἡ φύσις δέδωκεν αὐτῷ ταῦτ' ἔχει.
ἡμεῖς δὲ χωρὶς τῶν ἀναγκαίων κακῶν
αὐτοὶ παρ' αὑτῶν ἕτερα προσπορίζομεν.
[λυπούμεθ' ἂν πτάρῃ τις, ἂν εἴπῃ κακῶς
10ὀργιζόμεθ', ἂν ἴδῃ τις ἐνύπνιον σφόδρα
φοβούμεθ', ἂν γλαὺξ ἀνακράγῃ δεδοίκαμεν.]
ἀγωνίαι, δόξαι, φιλοτιμίαι, νόμοι,
ἅπαντα ταῦτ' ἐπίθετα τῇ φύσει κακά.
Fr. 535
εἶτ' οὐ δικαίως προσπεπατταλευμένον
γράφουσι τὸν Προμηθέα πρὸς ταῖς πέτραις,
καὶ γίνετ' αὐτῷ λαμπάς, ἄλλο δ' οὐδὲ ἓν
ἀγαθόν; ὃ μισεῖν οἶμ' ἅπαντας τοὺς θεούς,
5γυναῖκας ἔπλασεν, ὦ πολυτίμητοι θεοί,
ἔθνος μιαρόν. γαμεῖ τις ἀνθρώπων, γαμεῖ;
λάθριοι τὸ λοιπὸν ἄρ' ἐπιθυμίαι κακαί,
γαμηλίῳ λέχει τε μοιχὸς ἐντρυφῶν,
καὶ φαρμακεῖαι, καὶ νόσων χαλεπώτατος
10φθόνος, μεθ' οὗ ζῇ πάντα τὸν βίον γυνή.
Fr. 536
μὰ τὴν Ἀθηνᾶν, ἄνδρες, εἰκόν' οὐκ ἔχω
εὑρεῖν ὁμοίαν τῷ γεγονότι πράγματι,
ζητῶν πρὸς ἐμαυτὸν τί ταχέως ἀπολλύει.
στρόβιλος ἐν ὅσῳ συστρέφεται, προσέρχεται,
5προσέβαλεν, ἐξέρριψεν, αἰὼν γίνεται.
ἀλλ' ἐν πελάγει συγκλυσμός· ἀναπνοὴν ἔχει
'Ζεῦ σῶτερ' εἰπεῖν 'ἀντέχου τῶν σχοινίων',
ἑτέραν περιμεῖναι χἀτέραν τρικυμίαν,
ναυαγίου τ' ἂν ἐπιλάβοι'· ἐγὼ δ' ἅπαξ
10ἁψάμενός εἰμι καὶ φιλήσας ἐν βυθῷ.
Fr. 537
ὁ μὲν Ἐπίχαρμος τοὺς θεοὺς εἶναι λέγει
ἀνέμους, ὕδωρ, γῆν, ἥλιον, πῦρ, ἀστέρας.
ἐγὼ δ' ὑπέλαβον χρησίμους εἶναι θεοὺς
τἀργύριον ἡμῖν καὶ τὸ χρυσίον.
5ἱδρυσάμενος τούτους γὰρ εἰς τὴν οἰκίαν
εὖξαι· τί βούλει; πάντα σοι γενήσεται,
ἀγρός, οἰκίαι, θεράποντες, ἀργυρώματα,
φίλοι, δικασταί, μάρτυρες. μόνον δίδου·
αὐτοὺς γὰρ ἕξεις τοὺς θεοὺς ὑπηρέτας.
Fr. 538
ὅταν εἰδέναι θέλῃς σεαυτὸν ὅστις εἶ,
ἔμβλεψον εἰς τὰ μνήμαθ' ὡς ὁδοιπορεῖς.
ἐνταῦθ' ἔνεστ' ὀστᾶ τε καὶ κούφη κόνις
ἀνδρῶν βασιλέων καὶ τυράννων καὶ σοφῶν
καὶ μέγα φρονούντων ἐπὶ γένει καὶ χρήμασιν
αὑτῶν τε δόξῃ κἀπὶ κάλλει σωμάτων.
κᾆτ' οὐδὲν αὐτοῖς τῶνδ' ἐπήρκεσεν χρόνος.
κοινὸν τὸν ᾅδην ἔσχον οἱ πάντες βροτοί.
πρὸς ταῦθ' ὁρῶν γίνωσκε σαυτὸν ὅστις εἶ.
Fr. 539
ὁ πάντα βουληθεὶς ἂν ἄνθρωπος πονεῖν
πᾶν ἂν γένοιτο· πλούσιος τρόπον τινά·
πάλιν φιλόσοφός τινι μαθήσει χρώμενος·
τὸ σῶμ' ὑγιαίνει τινὰ δίαιταν προσφέρων.
πλὴν ἕν τι τῶν πάντων ἀδύνατον ἦν ἄρα
εὑρεῖν, δι' οὗ τρόπου τις οὐ λυπήσεται.
οὐ γὰρ τὸ μὴ πράττειν κατὰ νοῦν ἔχει μόνον
λύπην, παρέχει δὲ φροντίδας καὶ τἀγαθά.
Fr. 540
μειράκιον, οὔ μοι κατανοεῖν δοκεῖς ὅτι
ὑπὸ τῆς ἰδίας ἕκαστα κακίας σήπεται,
καὶ πᾶν τὸ λυμαινόμενόν ἐστιν ἔνδοθεν.
οἷον ὁ μὲν ἰός, ἂν σκοπῇς, τὸ σιδήριον,
τὸ δ' ἱμάτιον οἱ σῆτες, ὁ δὲ θρὶψ τὸ ξύλον.
σὲ δὲ τὸ κάκιστον τῶν κακῶν πάντων, φθόνος
φθισικὸν πεποίηκε καὶ ποιήσει καὶ ποιεῖ,
ψυχῆς πονηρᾶς δυσσεβὴς παράστασις.
Fr. 541
τίνι δεδούλωνταί ποτε;
ὄψει· φλύαρος· τῆς γὰρ αὐτῆς πάντες ἂν
ἤρων· κρίσιν γὰρ τὸ βλέπειν ἴσην ἔχει.
ἀλλ' ἡδονή τις τοὺς ἐρῶντας ἐπάγεται
συνουσίας· πῶς οὖν ἕτερος ταύτην ἔχων
οὐδὲν πέπονθεν, ἀλλ' ἀπῆλθε καταγελῶν,
ἕτερος δ' ἀπόλωλε; καιρός ἐστιν ἡ νόσος
ψυχῆς, ὁ πληγεὶς δ' εἴσω δὴ τιτρώσκεται.
Fr. 542
εἴπερ τὸν ἀδικοῦντα μὲν ὡς ἠμύνετο
ἕκαστος ἡμῶν καὶ συνηγωνίζετο,
ἴσως νομίζων ἴδιον εἶναι τὸ γεγονὸς
ἀδίκημα, καὶ συνέπραττον ἀλλήλοις πικρῶς,
οὐκ ἂν ἐπὶ πλεῖον τὸ κακὸν ἡμῖν ηὔξετο
τὸ τῶν πονηρῶν, ἀλλὰ παρατηρούμενοι
καὶ τυγχάνοντες ἧς ἔδει τιμωρίας
ἤτοι σπάνιοι σφόδρ' ἂν ἦσαν ἢ πεπαυμένοι.
Fr. 543
Δέρκιππε καὶ Μνήσιππε, τοῖς εἰρημένοις
ἡμῶν ὑπό τινος ἢ πεπονθόσιν κακῶς
ἔστιν καταφυγὴ πᾶσιν, οἱ χρηστοὶ φίλοι.
καὶ γὰρ ἀποδύρασθ' ἔστι μὴ γελώμενον,
καὶ συναγανακτοῦνθ' ὁπόταν οἰκείως ὁρᾷ
ἕκαστος αὑτῷ τὸν παρόντα, παύεται
τοῦτον μάλιστα τὸν χρόνον τοῦ δυσφορεῖν.
Fr. 544
παράδειγμα τοὺς Σύρους λαβέ·
ὅταν φάγωσ' ἰχθὺν ἐκεῖνοι, διά τινα
αὐτῶν ἀκρασίαν τοὺς πόδας καὶ γαστέρα
οἰδοῦσιν, ἔλαβον σακίον, εἶτ' εἰς τὴν ὁδὸν
ἐκάθισαν αὑτοὺς ἐπὶ κόπρου, καὶ τὴν θεὸν
ἐξιλάσαντο τῷ ταπεινοῦσθαι σφόδρα.
Fr. 546
τοὺς τῆς γαμετῆς ὅρους ὑπερβαίνεις, γύναι,
τὴν αὐλίαν· πέρας γὰρ αὔλειος θύρα
ἐλευθέρᾳ γυναικὶ νενόμιστ' οἰκίας·
τὸ δ' ἐπιδιώκειν εἴς τε τὴν ὁδὸν τρέχειν,
5ἔτι λοιδορουμένην, κυνός ἐστ' ἔργον, Ῥόδη.
Frr. 547-548
πάντες μὲν οἱ Θρᾷκες, μάλιστα δ' οἱ Γέται
ἡμεῖς ἁπάντων (καὶ γὰρ αὐτὸς εὔχομαι
ἐκεῖθεν εἶναι τὸ γένος), οὐ σφόδρ' ἐγκρατεῖς
ἐσμέν.
γαμεῖ γὰρ ἡμῶν οὐδὲ εἷς εἰ μὴ δέκ' ἢ
ἕνδεκα γυναῖκας, δώδεκ' ἢ πλείους τινές.
ἂν τέτταρας δ' ἢ πέντε γεγαμηκώς τις ᾖ,
καταστροφὴ γῆς, ἀνυμέναιος ἄθλιος,
ἄνυμφος οὗτος ἐπικαλεῖτ' ἐν τοῖς ἐκεῖ.
Fr. 549
ἄνθρωπος ὢν μηδέποτε τὴν ἀλυπίαν
αἰτοῦ παρὰ θεῶν, ἀλλὰ τὴν μακροθυμίαν.
ὅταν γὰρ ἄλυπος διὰ τέλους εἶναι θέλῃς,
ἢ δεῖ θεόν σ' εἶναί τιν' ἢ τάχα δὴ νεκρόν.
παρηγόρει δὲ τὰ κακὰ δι' ἑτέρων κακῶν.
Frr. 550-551
ἅπαντι δαίμων ἀνδρὶ συμπαρίσταται
εὐθὺς γενομένῳ, μυσταγωγὸς τοῦ βίου
ἀγαθός· κακὸν γὰρ δαίμον' οὐ νομιστέον
εἶναι βίον βλάπτοντα χρηστόν . . .
. . . . . . . . . . . .
5ἅπαντα δ' ἀγαθὸν εἶναι τὸν θεόν . .
Fr. 552
ὦ γῆρας ἐχθρὸν σωμάτων ἀνθρωπίνων,
ἅπαντα συλῶν τὰ καλὰ τῆς εὐμορφίας,
καὶ μεταχαράττον τὴν μὲν ἀνδρίαν μελῶν
εἰς τἀπρεπές, τὸ δὲ τάχος εἰς ὄκνον πολύν.
Fr. 553
ἐὰν πονηροῦ γείτονος γείτων ἔσῃ,
πάντως παθεῖν πονηρὸν ἢ μαθεῖν σε δεῖ·
ἐὰν ἀγαθοῦ γείτονος γείτων ἔσῃ,
ὡς προσδιδάσκεις ἀγαθὰ καὶ προσμανθάνεις.
Fr. 554
οὐκ ἐκ πότων καὶ τῆς καθ' ἡμέραν τρυφῆς
ζητοῦμεν ᾧ πιστεύσομεν τὰ τοῦ βίου,
πάτερ; οὐ περιττὸν οἴετ' ἐξευρηκέναι
ἀγαθὸν ἕκαστος, ἂν ἔχῃ φίλου σκιάν;
Fr. 555
ὀχληρὸν ὁ χρόνος ὁ πολύς. ὦ γῆρας βαρύ,
ὡς οὐδὲν ἀγαθόν, δυσχερῆ δὲ πόλλ' ἔχεις
τοῖς ζῶσι καὶ λυπηρά. πάντες εἰς σὲ δὲ
ἐλθεῖν ὅμως εὐχόμεθα καὶ σπουδάζομεν.
Fr. 556
ἔνεγκ' ἀτυχίαν καὶ βλάβην εὐσχημόνως.
τοῦτ' ἔστιν ἀνδρὸς νοῦν ἔχοντος, οὐκ ἐὰν
ἀνασπάσας τις τὰς ὀφρῦς οἴμοι λαλῇ,
ἀλλ' ὃς τά γ' αὑτοῦ πράγματ' ἐγκρατῶς φέρει.
Fr. 557
πλεονεξία μέγιστον ἀνθρώποις κακόν·
οἱ γὰρ θέλοντες προσλαβεῖν τὰ τῶν πέλας
ἀποτυγχάνουσι πολλάκις νικώμενοι,
τὰ δ' ἴδια προστιθέασι τοῖς ἀλλοτρίοις.
Fr. 558
Διονυσίων μὲν ἦν
πομπή . . . . . . . . . .
ὁ δέ μ' ἠκολούθησεν μέχρι τοῦ πρὸς τὴν θύραν·
ἔπειτα φοιτῶν καὶ κολακεύων ἐμέ τε καὶ
τὴν μητέρ' ἔγνω μ'.
Fr. 559
λύπης ἰατρός ἐστιν ἀνθρώποις λόγος·
ψυχῆς γὰρ οὗτος μόνος ἔχει θελκτήρια·
λέγουσι δ' αὐτὸν οἱ πάλαι σοφώτατοι
ἀστεῖον εἶναι φάρμακον.
Fr. 560
θύων οὐδεπώποτ' ηὐξάμην
ἐγὼ τὸ σῷζον τὴν ἐμὴν συνοικίαν,
ἀλλὰ παρέλιπον οἰκετῶν εἶναι στάσιν
ἔνδον παρ' αὑτῶν, πρᾶγμα χρησιμώτατον.
Fr. 561
τῆς σκιᾶς τὴν πορφύραν
πρῶτον ἐνυφαίνουσ'· εἶτα μετὰ τὴν πορφύραν
τοῦτ' ἔστιν οὔτε λευκὸν οὔτε πορφύρα,
ἀλλ' ὥσπερ αὐγὴ τῆς κρόκης κεκραμένη.
Fr. 562
πῶς δὴ τὸ τραῦμα τοῦτ' ἔχεις;
'μεσαγκύλῳ.' πῶς πρὸς θεῶν; 'ἐπὶ κλίμακα
πρὸς τεῖχος ἀναβαίνων.' ἐγὼ μὲν δεικνύω
ἐσπουδακώς, οἱ δὲ πάλιν ἐπεμυκτήρισαν.
Fr. 563
ταύτας μεγίστας ἀποτίνω 'γὼ συμβολάς.
σφάττει με, λεπτὸς γίνομ' εὐωχούμενος
τὰ σκώμμαθ' οἷα τὰ σοφά τε καὶ στρατηγικά.
οἷος δ' ἀλαζών ἐστιν ἁλιτήριος.
Frr. 564-565
καίτοι τί λογίζομ' ὁ κακοδαίμων προσδοκῶν
χάριν παρὰ γυναικὸς κομιεῖσθαι; μὴ μόνον
κακόν τι προσλάβοιμι, καὶ κάλλιστ' ἔχει.
οὐκ ἐν γυναικὶ φύεται πιστὴ χάρις.
Fr. 566
χαλεπόν, Παμφίλη,
ἐλευθέρᾳ γυναικὶ πρὸς πόρνην μάχη.
πλείονα κακουργεῖ, πλείον' οἶδ', αἰσχύνεται
οὐδέν, κολακεύει μᾶλλον.
Fr. 567
οἴμοι τάλας ἔγωγε. ποῦ ποθ' αἱ φρένες
ἡμῶν ἐκεῖνον ἦσαν ἐν τῷ σώματι
τὸν χρόνον, ὅτ' οὐ ταῦτ', ἀλλ' ἐκεῖν' ᾑρούμεθα;
Fr. 568
οἷος δὲ καὶ τὴν ὄψιν εἶναι φαίνεται,
ἀφ' οὗ τοιοῦτος γέγονεν, οἷον θηρίον.
τὸ μηδὲν ἀδικεῖν καὶ καλοὺς ἡμᾶς ποιεῖ.
Fr. 569
Γλυκέρα, τί κλάεις; ὀμνύω σοι τὸν Δία
τὸν Ὀλύμπιον καὶ τὴν Ἀθηνᾶν, φιλτάτη,
ὀμωμοκὼς καὶ πρότερον ἤδη πολλάκις.
Fr. 570
κἂν σφόδρα σαφῶς εἰδῇς τι, τὸν κρύπτοντά σε
μηδέποτ' ἐλέγξῃς· δύσκολον πρᾶγμ' ἐστὶ γὰρ
ἃ λανθάνειν τις βούλεται ταῦτ' εἰδέναι.
Fr. 571
ὅταν ἕτερός σοι μηδὲ ἓν τέλεον διδῷ,
δέξαι τὸ μόριον· τοῦ λαβεῖν γὰρ μηδὲ ἓν
τὸ λαβεῖν ἔλαττον πλεῖον ἔσται σοι πολύ.
Fr. 572
ὅταν τι πράττῃς ὅσιον, ἀγαθὴν ἐλπίδα
πρόβαλλε σαυτῷ, τοῦτο γινώσκων ὅτι
τόλμῃ δικαίᾳ καὶ θεὸς συλλαμβάνει.
Fr. 573
ὀργῇ παραλογισμός ποτ' οὐδεὶς φύεται.
αὕτη κρατεῖ νῦν· ἂν δὲ μικρὸν παρακμάσῃ,
κατόψεται τί μᾶλλόν ἐστι συμφέρον.
Fr. 574
εἰ καὶ σφόδρ' ἀλγεῖς, μηδὲν ἠρεθισμένος
πράξῃς προπετῶς· ὀργῆς γὰρ ἀλογίστου κρατεῖν
ἐν ταῖς ταραχαῖς μάλιστα τὸν φρονοῦντα δεῖ.
Fr. 575
σὺ μὲν παραινεῖς ταῦτα ὅσα σοι πρέπει,
ἐμὲ δὲ ποιεῖν τὸ καθῆκον οὐχ ὁ σὸς λόγος,
εὖ ἴσθ' ἀκριβῶς, ὁ δ' ἴδιος πείθει τρόπος.
Fr. 576
οὐδὲν διαβολῆς ἐστιν ἐπιπονώτερον·
τὴν ἐν ἑτέρῳ γὰρ κειμένην ἁμαρτίαν
εἰς μέμψιν ἰδίαν αὐτὸν ἐπάναγκες λαβεῖν.
Fr. 577
ὅστις δὲ διαβολαῖσι πείθεται ταχύ,
ἤτοι πονηρὸς αὐτός ἐστι τοὺς τρόπους,
ἢ παντάπασι παιδαρίου γνώμην ἔχει.
Fr. 578
δεῖ τὸν πολιτῶν προστατεῖν αἱρούμενον
τὴν τοῦ λόγου μὲν δύναμιν οὐκ ἐπίφθονον,
ἤθει δὲ χρηστῷ συγκεκραμένην ἔχειν.
Fr. 579
ἡ νῦν ὑπό τινων χρηστότης καλουμένη
μεθῆκε τὸν ὅλον εἰς πονηρίαν βίον·
οὐδεὶς γὰρ ἀδικῶν τυγχάνει τιμωρίας.
Fr. 580
τί διακενῆς εἶ χρηστός; ὁ δεσπότης
αὐτὸς ἀπολλύει πάντα, σὺ δὲ μὴ λαμβάνεις,
σαυτὸν ἐπιτρίβεις, οὐκ ἐκεῖνον ὠφελεῖς.
Fr. 581
ἐμοὶ πόλις ἐστὶ καὶ καταφυγὴ καὶ νόμος
καὶ τοῦ δικαίου τοῦ τ' ἀδίκου παντὸς κριτὴς
ὁ δεσπότης. πρὸς τοῦτον ἕνα δεῖ ζῆν ἐμέ.
Fr. 582
πατρῷ' ἔχειν δεῖ τὸν καλῶς εὐδαίμονα·
τὰ μετὰ γυναικὸς δ' εἰσιόντ' εἰς οἰκίαν
οὔτ' ἀσφαλῆ τὴν κτῆσιν οὔθ' ἱλαρὰν ἔχει.
Fr. 583
ὅταν πένης ὢν καὶ γαμεῖν τις ἑλόμενος
τὰ μετὰ γυναικὸς ἐπιδέχηται χρήματα,
αὑτὸν δίδωσιν, οὐκ ἐκείνην λαμβάνει.
Fr. 584
δύ' ἔσθ' ἃ κρῖναι τὸν γαμεῖν μέλλοντα δεῖ,
ἤτοι προσηνῆ γ' ὄψιν ἢ χρηστὸν τρόπον·
τὴν γὰρ ὁμόνοιαν τὴν πρὸς ἀλλήλους ποιεῖ.
Fr. 585
ὅστις γυναῖκ' ἐπίκληρον ἐπιθυμεῖ λαβεῖν
πλουτοῦσαν, ἤτοι μῆνιν ἐκτίνει θεῶν,
ἢ βούλετ' ἀτυχεῖν μακάριος καλούμενος.
Fr. 586
αἰσχύνομαι τὸν πατέρα, Κλειτοφῶν, μόνον.
ἀντιβλέπειν ἐκεῖνον οὐ δυνήσομαι
ἀδικῶν, τὰ δ' ἄλλα ῥᾳδίως χειρώσομαι.
Fr. 587
ὑπερήφανόν που γίνεθ' ἡ λίαν τρυφή,
ὅ τε πλοῦτος ἐξώκειλε τὸν κεκτημένον
εἰς ἕτερον ἦθος, οὐκ ἐν ᾧ τὸ πρόσθεν ἦν.
Fr. 588
κρεῖττον γάρ ἐστιν, ἂν σκοπῇ τις κατὰ λόγον,
μὴ πόλλ' ἀηδῶς, ὀλίγα δ' ἡδέως ἔχειν,
πενίαν τ' ἄλυπον μᾶλλον ἢ πλοῦτον πικρόν.
Fr. 589
ἄνευ κακῶν γὰρ οἰκίαν οἰκουμένην
οὐκ ἔστιν εὑρεῖν, ἀλλὰ τοῖς μὲν ἡ τύχη
τούτων δίδωσιν ἀφθονίαν, τοῖς δ' οἱ τρόποι.
Fr. 590
ὦ μεταβολαῖς χαίρουσα παντοίαις τύχη,
σόν ἐστ' ὄνειδος τοῦθ', ὅταν τις ὢν ἀνὴρ
δίκαιος ἀδίκοις περιπέσῃ συμπτώμασιν.
Fr. 591
τῷ μὲν τὸ σῶμα διατεθειμένῳ κακῶς
χρεία 'στ' ἰατροῦ, τῷ δὲ τὴν ψυχὴν φίλου·
λύπην γὰρ εὔνους οἶδε θεραπεύειν λόγος.
Fr. 592
ὅταν ᾖ γέρων τις ἐνδεής τε τὸν βίον,
οὐδ' αὖ τὸ θνῄσκειν δεινόν, ἀλλ' ἐν τῷ καλῶς
ἑκάτερον αὐτῶν τὴν διάγνωσιν φέρει.
Fr. 593
οὐκ ἔστ' ἄπιστον οὐδὲν ἐν θνητῷ βίῳ,
οὐδ' ἂν γένοιτο. πολλὰ ποικίλλει χρόνος
παράδοξα καὶ θαυμαστὰ καὶ ζώντων τρόποι.
Fr. 594
ἀδύνατον ὡς ἔστιν τι σῶμα τῆς τύχης·
ὁ μὴ φέρων δὲ κατὰ φύσιν τὰ πράγματα
τύχην προσηγόρευσε τὸν ἑαυτοῦ τρόπον.
Fr. 595
ἀεὶ δ' ὁ σωθείς ἐστιν ἀχάριστον φύσει.
ἅμ' ἠλέηται καὶ τέθνηκεν ἡ χάρις,
ἣν δεόμενος τότ' ἀθάνατον ἕξειν ἔφη.
Fr. 596
ἐὰν ἐγὼ φῶ νῦν ἔχειν βακτηρίαν
χρυσῆν, τί μοι σεμνότερον ἔσται τὸ ξύλον;
ἀληθὲς εἶναι δεῖ τὸ σεμνόν, οὐ κενόν.
Fr. 597
πένητος οὐδέν ἐστι δυστυχέστερον
ἅπαντα μοχθεῖ κἀγρυπνεῖ κἀργάζεται,
ἵν' ἄλλος ἐλθὼν μεταλάβῃ καὶ κτήσηται.
Fr. 598
ἄνθρωπε, μὴ στέναζε, μὴ λυποῦ μάτην·
χρήματα, γυναῖκα καὶ τέκνων πολλῶν σποράν,
ἅ σοι τύχη κέχρηκε, ταῦτ' ἀφείλετο.
Fr. 599
ὀκνεῖ δὲ νοῦν ἔχουσ' ἴσως·
ἀεὶ δὲ τοῖς παροῦσι δακρύοις ἐμποιεῖ
τὸ θῆλυ τῆς ψυχῆς ἀναβολὴν τῷ πάθει.
Fr. 600
οὐχ ὁ τρόφιμός σου πρὸς θεῶν, Ὀνήσιμε,
ὁ νῦν ἔχων Ἁβροτόνιον τὴν ψάλτριαν,
ἔγημ' ἔναγχος; ΟΝΗΣ. πάνυ μὲν οὖν.
Fr. 601
. . . ἐπιτρίβουσιν ἡμᾶς οἱ θεοὶ
μάλιστα τοὺς γήμαντας· ἀεὶ γάρ τινα
ἄγειν ἑορτήν ἐστ' ἀνάγκη.
Fr. 602
. . . . . . . οὐδείς ἐστί μοι
ἀλλότριος, ἂν ᾖ χρηστός· ἡ φύσις μία
πάντων, τὸ δ' οἰκεῖον συνίστησιν τρόπος.
Fr. 603
οὐκ ἔστι μείζων ἡδονὴ ταύτης πατρί,
ἢ σωφρονοῦντα καὶ φρονοῦντ' ἰδεῖν τινα
τῶν ἐξ ἑαυτοῦ.
Fr. 604
πολλοὺς δι' ἀνάγκην γὰρ πονηροὺς οἶδ' ἐγὼ
ὅταν ἀτυχήσωσιν γεγονότας, οὐ φύσει
ὄντας τοιούτους.
Fr. 605
τὸ δ' εὖ φέρειν
ἔστιν τοιοῦτον, ἂν δύνῃ μόνος φέρειν,
καὶ μὴ 'πίδηλον τὴν τύχην πολλοῖς ποιῇς.
Fr. 606
μανθάνειν·
ὅτου δ' ἂν ἔργου τυγχάνῃς ἄπειρος ὤν,
τὸ πυνθάνεσθαι τῶν κατειδότων καλόν.
Fr. 607
ἕκαστος . . .
κύψας καθ' ἑαυτὸν τῶν τραγημάτων ἔφλα
φυλαττόμενός τε κἀμβλέπειν φοβούμενος.
Fr. 608
ἐὰν κακῶς μου τὴν γυναῖχ' οὕτω λέγῃς,
τὸν πατέρα καὶ σὲ τούς τε σοὺς ἐγὼ πλυνῶ.
Fr. 609
Ἥλιε, σὲ γὰρ δεῖ προσκυνεῖν πρῶτον θεῶν,
δι' ὃν θεωρεῖν ἔστι τοὺς ἄλλους θεούς.
Fr. 610
νῦν δ' ἕρπ' ἀπ' οἴκων τῶνδε· τὴν γυναῖκα γὰρ
τὴν σώφρον' οὐ δεῖ τὰς τρίχας ξανθὰς ποιεῖν.
Fr. 611
ἅπανθ' ὅσα ζῇ καὶ τὸν ἥλιον βλέπει
τὸν κοινὸν ἡμῖν, δοῦλα ταῦτ' ἔσθ' ἡδονῆς.
Fr. 612
ἔχω δὲ πολλὴν οὐσίαν καὶ πλούσιος
καλοῦμ' ὑπὸ πάντων, μακάριος δ' ὑπ' οὐδενός.
Fr. 613
καλὸν τὸ Κείων νόμιμόν ἐστι, Φανία·
ὁ μὴ δυνάμενος ζῆν καλῶς οὐ ζῇ κακῶς.
Fr. 614
κακῶς ἀκούων ὅστις οὐκ ὀργίζεται,
πονηρίας πλείστης τεκμήριον φέρει.
Fr. 615
ἐγὼ δ' ἀνόητος, εὐτελὴς ὑπερβολῇ,
ὁ δ' ἄσωτός ἐστι, πολυτελής, θρασὺς σφόδρα.
Fr. 616
ἡ δ' εὐπατέρεια φιλόγελώς τε παρθένος
Νίκη μεθ' ἡμῶν εὐμενὴς ἕποιτ' ἀεί.
Fr. 617
Ἕλληνές εἰσιν ἄνδρες, οὐκ ἀγνώμονες,
καὶ μετὰ λογισμοῦ πάντα πράττουσίν τινος.
Fr. 618
ἄνοια θνητοῖς δυστύχημ' αὐθαίρετον.
τί σαυτὸν ἀδικῶν τὴν τύχην καταιτιᾷ;
Fr. 619
χαλεπόν γε τοιαῦτ' ἐστὶν ἐξαμαρτάνειν,
ἃ καὶ λέγειν ὀκνοῦμεν οἱ πεπραχότες.
Fr. 620
εὐηθία μοι φαίνεται, Φιλουμένη,
τὸ νοεῖν μὲν ὅσα δεῖ, μὴ φυλάττεσθαι δ' ἃ δεῖ.
Fr. 621
ὁ μὴ φέρων γὰρ εὖ τι τῶν ἐν τῷ βίῳ
ἀγαθῶν ἀλόγιστός ἐστιν, οὐχὶ μακάριος.
Fr. 622
τἀπίθανον ἰσχὺν τῆς ἀληθείας ἔχει
ἐνίοτε μείζω καὶ πιθανωτέραν ὄχλῳ.
Fr. 623
τοὺς τὸν ἴδιον δαπανῶντας ἀλογίστως βίον
τὸ καλῶς ἀκούειν ταχὺ ποιεῖ πᾶσιν κακῶς.
Fr. 624
οὐπώποτ' ἐζήλωσα πλουτοῦντα σφόδρα
ἄνθρωπον, ἀπολαύοντα μηδὲν ὧν ἔχει.
Frr. 625-626
μὴ πάντοθεν κέρδαιν', ἐπαισχύνου δέ μοι·
τὸ μὴ δικαίως εὐτυχεῖν ἔχει φόβον.
. . . . . . . . . . . .
ὦ τρὶς κακοδαίμων, ὅστις ἐκ φειδωλίας
κατέθετο μῖσος διπλάσιον τῆς οὐσίας.
Fr. 627
οὐ γὰρ τὸ πλῆθος, ἂν σκοπῇ τις, τοῦ ποτοῦ
ποιεῖ παροινεῖν, τοῦ πιόντος δ' ἡ φύσις.
Fr. 628
χαλεπὸν ὅταν τις ὧν πίῃ πλέον λαλῇ,
μηδὲν κατειδώς, ἀλλὰ προσποιούμενος.
Fr. 629
ἐπίσχες ὀργιζόμενος. Β. ἀλλὰ βούλομαι.
Α. οὐδεὶς γὰρ ὀργῆς χάριν ἀπείληφεν, πάτερ.
Fr. 630
οὐκ ἔστιν ὀργῆς, ὡς ἔοικε, φάρμακον
ἀλλ' ἢ λόγος σπουδαῖος ἀνθρώπου φίλου.
Fr. 631
οὐδεὶς ἐφ' αὑτοῦ τὰ κακὰ συνορᾷ, Πάμφιλε,
σαφῶς, ἑτέρου δ' ἀσχημονοῦντος ὄψεται.
Fr. 632
ὁ συνιστορῶν αὑτῷ τι, κἂν ᾖ θρασύτατος,
ἡ σύνεσις αὐτὸν δειλότατον εἶναι ποιεῖ.
Fr. 633
δεῖ τοὺς πενομένους μέχρι ἂν ζῶσιν πονεῖν·
ἀπραξία γὰρ λιτὸν οὐ τρέφει βίον.
Fr. 634
ὁ φθονερὸς αὑτῷ πολέμιος καθίσταται·
αὐθαιρέτοις γὰρ συνέχεται λύπαις ἀεί.
Fr. 635
καλὸν οἱ νόμοι σφόδρ' εἰσίν· ὁ δ' ὁρῶν τοὺς νόμους
λίαν ἀκριβῶς συκοφάντης φαίνεται.
Fr. 636
ὁ προκαταγινώσκων δὲ πρὶν ἀκοῦσαι σαφῶς
αὐτὸς πονηρός ἐστι πιστεύσας κακῶς.
Fr. 637
καλόν γε βασιλεὺς τῇ μὲν ἀνδρείᾳ κρατῶν,
τὰ δὲ τοῦ βίου δίκαια διατηρῶν κρίσει.
Fr. 638
μὴ τοῦτο βλέψῃς εἰ νεώτερος λέγω,
ἀλλ' εἰ φρονοῦντος τοὺς λόγους ἀνδρὸς ἐρῶ.
Fr. 639
οὐχ αἱ τρίχες ποιοῦσιν αἱ λευκαὶ φρονεῖν,
ἀλλ' ὁ τρόπος ἐνίων ἐστὶ τῇ φύσει γέρων.
Fr. 640
ὅστις στρατηγεῖ μὴ στρατιώτης γενόμενος,
οὗτος ἑκατόμβην ἐξάγει τοῖς πολεμίοις.
Fr. 641
ὁ τῶν γεωργῶν ἡδονὴν ἔχει βίος,
ταῖς ἐλπίσιν τἀλγεινὰ παραμυθούμενος.
Fr. 642
ἐν τοῖς πολεμίοις ὑπερέχειν τὸν ἄνδρα δεῖ·
τὸ γὰρ γεωργεῖν ἔργον ἐστὶν οἰκέτου.
Fr. 643
τὰ μεγάλα κέρδη ῥᾳδίως ἢ πλουσίους
τοὺς παραβόλως πλέοντας ἢ νεκροὺς ποιεῖ.
Fr. 644
ὅταν ἀτυχῇ τις, εὐνοοῦντος οἰκέτου
οὐκ ἔστιν οὐδὲν κτῆμα κάλλιον βίῳ.
Fr. 645
ὅταν φύσει τὸ κάλλος ἐπικοσμῇ τρόπος
χρηστός, διπλασίως ὁ προσιὼν ἁλίσκεται.
Fr. 646
ἕν ἐστ' ἀληθὲς φίλτρον, εὐγνώμων τρόπος.
τούτῳ κατακρατεῖν ἀνδρὸς εἴωθεν γυνή.
Fr. 647
οἰκεῖον οὕτως οὐδέν ἐστιν, ὦ Λάχης,
ἐὰν σκοπῇ τις, ὡς ἀνήρ τε καὶ γυνή.
Fr. 648
γαμεῖν κεκρικότα δεῖ σε γινώσκειν, ὅτι
ἀγαθὸν μέγ' ἕξεις, ἂν λάβῃς μικρὸν κακόν.
Fr. 649
τὸ γυναῖκ' ἔχειν εἶναί τε παίδων, Παρμένων,
πατέρα μερίμνας τῷ βίῳ πολλὰς φέρει.
Fr. 650
ὅστις πενόμενος βούλεται ζῆν ἡδέως,
ἑτέρων γαμούντων αὐτὸς ἀπεχέσθω γάμου.
Fr. 651
τὸ γαμεῖν, ἐάν τις τὴν ἀλήθειαν σκοπῇ,
κακὸν μέν ἐστιν, ἀλλ' ἀναγκαῖον κακόν.
Fr. 652
τότε τὰς γυναῖκας δεδιέναι μάλιστα δεῖ,
ὅταν τι περιπλάττωσι τοῖς χρηστοῖς λόγοις.
Fr. 653
οὐδέποθ' ἑταίρα τοῦ καλῶς πεφρόντικεν,
ἣ τὸ κακόηθες πρόσοδον εἴωθεν ποιεῖν.
Fr. 654
ἢ μὴ γαμεῖν γάρ, ἂν δ' ἅπαξ λάβῃς, φέρειν
μύσαντα πολλὴν προῖκα καὶ γυναῖκα δεῖ.
Fr. 655
ὀδυνηρόν ἐστιν εὐτυχοῦντα τῷ βίῳ
ἔχειν ἔρημον διαδόχου τὴν οἰκίαν.
Fr. 656
οὐκ ἔστιν οὐδὲν ἀθλιώτερον πατρός,
πλὴν ἕτερος ἂν ᾖ πλειόνων παίδων πατήρ.
Fr. 657
ἔστιν δὲ μήτηρ φιλότεκνος μᾶλλον πατρός·
ἡ μὲν γὰρ αὑτῆς οἶδεν ὄνθ', ὁ δ' οἴεται.
Fr. 658
θυγάτηρ ἐπίγαμος, κἂν ὅλως μηδὲν λαλῇ,
διὰ τοῦ σιωπᾶν πλεῖστα περὶ αὑτῆς λέγει.
Fr. 659
μηδὲν ὀδύνα τὸν πατέρα γινώσκων ὅτι
ὁ μέγιστον ἀγαπῶν δι' ἐλάχιστ' ὀργίζεται.
Fr. 660
οὐκ ἔστ' ἄκουσμ' ἥδιον ἢ ῥηθεὶς λόγος
πατρὸς πρὸς υἱὸν περιέχων ἐγκώμιον.
Fr. 661
οὐδέποτ' ἀληθὲς οὐδὲν οὔθ' υἱῷ πατὴρ
εἴωθ' ἀπειλεῖν οὔτ' ἐρῶν ἐρωμένῃ.
Fr. 662
ὁ σκληρότατος πρὸς υἱὸν ἐν τῷ νουθετεῖν
τοῖς μὲν λόγοις πικρός ἐστι, τοῖς δ' ἔργοις πατήρ.
Fr. 663
υἱῷ προθύμως τἀξιούμενον ποιῶν
κηδεμόν' ἀληθῶς, οὐκ ἔφεδρον ἕξεις βίου.
Fr. 664
τοὺς εὖ γεγονότας καὶ τεθραμμένους καλῶς
κἀν τοῖς κακοῖς δεῖ λόγον ἔχειν εὐφημίας.
Fr. 665
πλοῦτος ἀλόγιστος προσλαβὼν ἐξουσίαν
καὶ τοὺς φρονεῖν δοκοῦντας ἀνοήτους ποιεῖ.
Fr. 666
κρεῖττον ὀλίγ' ἐστὶ χρήματ' ἀνυπόπτως ἔχειν,
ἢ πολλὰ φανερῶς, ἃ δεῖ μετ' ὀνείδους λαβεῖν.
Fr. 667
οὐκ ἔστι λύπης, ἄν περ ὀρθῶς τις σκοπῇ,
ἄλγημα μεῖζον τῶν ἐν ἀνθρώπου φύσει.
Fr. 668
πολλῶν φύσει τοῖς πᾶσιν ἀνθρώποις κακῶν
ὄντων μέγιστόν ἐστιν ἡ λύπη κακόν.
Fr. 669
ἔξωθέν εἰσιν οἱ δοκοῦντες εὐτυχεῖν
λαμπροί, τὰ δ' ἔνδον πᾶσιν ἀνθρώποις ἴσοι.
Fr. 670
οὐδέν με λυπεῖ μᾶλλον ἢ χρηστὸς τρόπος
εἰς χαλεπὸν ὅταν ᾖ συγκεκλῃμένος βίον.
Fr. 671
οἰκτρότατόν ἐστι πεῖραν ἐπὶ γήρως ὀδῷ
ἀδίκου τύχης δίκαιος εἰληφὼς τρόπος.
Fr. 672
ἄνδρα τὸν ἀληθῶς εὐγενῆ καὶ τἀγαθὰ
καὶ τὰ κακὰ δεῖ πταίοντα γενναίως φέρειν.
Fr. 673
ταῖς ἀτυχίαισι μὴ 'πίχαιρε τῶν πέλας·
πρὸς τὴν τύχην γὰρ ζυγομαχεῖν οὐ ῥᾴδιον.
Fr. 674
οὐκ ἐμὸν ἀνοίγειν λανθάνουσαν ἀτυχίαν
ἔστ', ἀλλὰ μᾶλλον κατακαλύπτειν φημὶ δεῖν.
Fr. 675
μέγιστόν ἐστιν ἆρα τοῖς ἐπταικόσιν
τὸ παρόντας ἐγγὺς τοὺς συναλγοῦντας βλέπειν.
Fr. 676
εἰ τἄλλ' ἀφαιρεῖν ὁ πολὺς εἴωθεν χρόνος
ἡμῶν, τό γε φρονεῖν ἀσφαλέστερον ποιεῖ.
Fr. 677
πάντων ἰατρὸς τῶν ἀναγκαίων κακῶν
χρόνος ἐστίν· οὗτος καὶ σὲ νῦν ἰάσεται.
Fr. 678
ὦ δέσποτ' ἄναξ, ἔστι τοῖς σοφοῖς βροτῶν
χρόνῳ σκοπεῖσθαι τῆς ἀληθείας πέρι.
Fr. 679
εἰ πάντες ἐβοηθοῦμεν ἀλλήλοις ἀεί,
οὐδεὶς ἂν ὢν ἄνθρωπος ἐδεήθη τύχης.
Fr. 680
ὁ μὲν λόγος σου συνέσεως πολλῆς γέμει,
τὰ δ' ἔργα σύνεσιν οὐκ ἔχοντα φαίνεται.
Fr. 681
ὁ μὲν λόγος σου, παῖ, κατ' ὀρθὸν εὐδρομεῖ,
τὸ δ' ἔργον ἄλλην οἶμον ἐκπορεύεται.
Fr. 682
ὁ μὴ φρονῶν μέν, πολλὰ δ' ἐφ' ἑκάστου λαλῶν
δείκνυσιν αὑτοῦ τὸν τρόπον τοῖς ῥήμασιν.
Fr. 683
πολὺ κρεῖττόν ἐστιν ἓν καλῶς μεμαθηκέναι
ἢ πολλὰ φαύλως περιβεβλῆσθαι πράγματα.
Fr. 684
ὅταν λέγῃς μὲν πολλά, μανθάνῃς δὲ μή,
τὸ σὸν διδάξας τοὐμὸν οὐ μαθὼν ἔσει.
Fr. 685
ἡ τῶν ὁμοίων αἵρεσις μάλιστά πως
τὴν τοῦ βίου σύγκρασιν ὁμόνοιαν ποιεῖ.
Fr. 686
ἀνὴρ ἀχάριστος μὴ νομιζέσθω φίλος,
μήθ' ὁ πονηρὸς κατεχέτω χρηστοῦ τόπον.
Fr. 687
γυναικὶ δ' ὅστις ὅρκον ὀμνύων ἀνὴρ
μηδὲν ποιεῖ δίκαιον, οὗτος εὐσεβής.
Fr. 688
ἐμὲ δ' ἀδικείτω πλούσιος καὶ μὴ πένης·
ῥᾷον φέρειν γὰρ κρειττόνων τυραννίδα.
Fr. 689
πρᾷον κακοῦργος σχῆμ' ὑπεισελθὼν ἀνὴρ
κεκρυμμένη κεῖται παγὶς τοῖς πλησίον.
Fr. 690
μισῶ πένητα πλουσίῳ δωρούμενον·
ἔλεγχός ἐστι τῆς ἀχορτάστου τύχης.
Fr. 691
χρυσὸς μὲν οἶδεν ἐξελέγχεσθαι πυρί,
ἡ δ' ἐν φίλοις εὔνοια καιρῷ κρίνεται.
Fr. 692
καιρῷ τὸν εὐτυχοῦντα κολακεύων φίλος
καιροῦ φίλος πέφυκεν, οὐχὶ τοῦ φίλου.
Fr. 693
ἀπόντι μᾶλλον εὐχαριστίαν ποίει·
τῷ γὰρ παρόντι γίνετ' εὐτονώτερον.
Fr. 694
φρόνησιν ἀσκῶν ἄφροσιν μὴ χρῶ φίλοις,
ἐπεὶ κεκλήσει καὶ σὺ παντελῶς ἄφρων.
Fr. 695
μυστήριόν σου μὴ κατείπῃς τῷ φίλῳ,
κοὐ μὴ φοβηθῇς αὐτὸν ἐχθρὸν γενόμενον.
Fr. 696
ὁ γὰρ ἀδίκως τι καθ' ἑτέρου ζητῶν κακὸν
αὐτὸς προπάσχει τοῦ κακοῦ τὴν ἔκβασιν.
Fr. 697
ὅταν ἐκ πονηροῦ πράγματος κέρδος λάβῃς,
τοῦ δυστυχεῖν νόμιζέ σ' ἀρραβῶν' ἔχειν.
Fr. 698
δούλῳ γενομένῳ, δοῦλε, δουλεύων φοβοῦ·
ἀμνημονεῖ γὰρ ταῦρος ἀργήσας ζυγοῦ.
Fr. 699
ἐλεύθερος πᾶς ἑνὶ δεδούλωται, νόμῳ,
δυοῖν δὲ δοῦλος, καὶ νόμῳ καὶ δεσπότῃ.
Fr. 700
νόμος φυλαχθεὶς οὐδέν ἐστιν ἢ νόμος,
ὁ μὴ φυλαχθεὶς καὶ νόμος καὶ δήμιος.
Fr. 701
μὴ πάσχε πρῶτον τὸν νόμον καὶ μάνθανε.
πρὸ τοῦ παθεῖν δὲ τῷ φόβῳ προλαμβάνου.
Fr. 702
γυναῖχ' ὁ διδάσκων γράμματα καλῶς
ἀσπίδι δὲ φοβερᾷ προσπορίζει φάρμακον.
Fr. 703
καλὴν γυναῖκ' ἐὰν ἴδῃς μὴ θαυμάσῃς·
τὸ γὰρ πολὺ κάλλος καὶ ψόγων πολλῶν γέμει.
Fr. 704
γνώμην ἀρίστην τῇ γυναικὶ μὴ λέγε·
γνώμῃ γὰρ ἰδίᾳ τὸ κακὸν ἡδέως ποιεῖ.
Fr. 705
μὴ κλᾶε τοὺς θανόντας· οὐ γὰρ ὠφελεῖ
τὰ δάκρυ' ἀναισθήτῳ γεγονότι καὶ νεκρῷ.
Fr. 706
τί τῷ θανόντι δῶρα λαμπρὰ προσφέρεις,
ἃ μετ' ὀδύνης εἴασε κοὐκ ἐχρήσατο;
Fr. 707
πράττων καλῶς μέμνησο τῆς δυσπραξίας·
ὡς γὰρ τὸ πράττειν οὕτω καὶ σκόπει.
Fr. 708
ἐὰν τροφὴν δοὺς τὸν λαβόντ' ὀνειδίσῃς,
ἀψινθίῳ κατέπασας Ἀττικὸν μέλι.
Fr. 709
εἰ γάμος ἦν ὁ σῴζων τὴν ἄλλου νόσον
νόσον σῴζων αὐτὸς ἀποθνῄσκει νοσῶν.
Fr. 710
ὅταν τι μέλλῃς τὸν πέλας κακηγορεῖν,
αὐτὸς τὰ σαυτοῦ πρῶτον ἐπισκέπτου κακά.
Fr. 711
μηδέποτε πειρῶ στρεβλὸν ὀρθῶσαι κλάδον,
οὐκ ἦν ἐνεγκεῖν ὅπου φύσις βιάζεται.
Fr. 712
ἐπὰν ἐκ μεταβολῆς ἐπὶ κρεῖττον γένῃ,
ὅτ' εὐτυχεῖς μέμνησο τῆς προτέρας τύχης.
Fr. 713
μάτην ἄρ' οἱ γέροντες εὔχονται θανεῖν,
γῆρας ψέγοντες καὶ πολὺν χρόνον βίου.
Fr. 714
ὅταν γέρων γέροντι γνώμην διδοῖ,
θησαυρὸς ἐπὶ θησαυρὸν ἐκπορίζεται.
Fr. 715
ὁ λοιδορῶν τὸν πατέρα δυσφήμῳ λόγῳ
τὴν εἰς τὸ θεῖον ἐκμελετᾷ βλασφημίαν.
Fr. 716
ὁ μὴ τρέφων τεκοῦσαν ἐκ τέχνης νέος
ἄκαρπος οὗτός ἐστ' ἀπὸ ῥίζης κλάδος.
Fr. 717
ὁ προσιὼν
γέρων ἁλιεύς, παρ' οὗ τὸ φέρνιον τρίτην
ταύτην ἐπριάμεθ' ἡμέραν.
Fr. 718
εἰ μὲν δή τινα
. . πόρον ἔχεις· εἰ δὲ μή, νενόηκ' ἐγώ,
μισῶμεν ἀλλήλους.
Fr. 719
. . . εἰρήνη γεωργὸν κἀν πέτραις
τρέφει καλῶς, πόλεμος δὲ κἀν πεδίῳ κακῶς.
Fr. 720
παίδων ἐπ' ἀρότῳ γνησίων
δίδωμί σοὐγὼ τὴν ἐμαυτοῦ θυγατέρα.
Fr. 722
ἐλεύθερόν τι τολμήσει πονεῖν,
θηρᾶν λέοντας, ῥόπαλα βαστάζειν.
Fr. 723
θυγάτριον, ἡ νῦν ἡμέρα δίδωσί μοι
ἢ δόξαν ἤτοι διαβολήν.
Fr. 724
ἀρχὴ μεγίστη τῶν ἐν ἀνθρώποις κακῶν
ἀγαθά, τὰ λίαν ἀγαθά.
Fr. 725
μέμφομαί σοι τοῦθ' ὅτι
χρηστά με λέγοντ' οὐκ εὖ ποιήσειν προσδοκᾷς.
Fr. 726
ἔργον ἐστί, Φανία,
μακρὰν συνήθειαν βραχεῖ λῦσαι χρόνῳ.
Fr. 727
λελουμένη γὰρ ἡτέρα καὶ διαφανὲς
χιτωνάριον ἔχουσα.
Fr. 728
. . . . . οὐκ ἐλευθέρου φέρειν
νενόμικα κοινωνοῦσαν ἡδονὴν ὕβρει.
Fr. 729
. . . . . οὐχὶ τὴν αὐτὴν ἔχει
διάνοιαν αἰτῶν εἷς ἕκαστος καὶ λαβών.
Fr. 730
. . . . . . . οὐ λυποῦντα δεῖ
παιδάριον ὀρθοῦν, ἀλλὰ καὶ πείθοντά τι.
Fr. 731
ἄνθρωπε, πέρυσι πτωχὸς ἦσθα καὶ νεκρός,
νυνὶ δὲ πλουτεῖς.
Fr. 732
κομψὸς στρατιώτης οὐδ' ἂν εἰ πλάττοι θεὸς
οὐδεὶς γένοιτ' ἄν.
Fr. 733
ἐν νυκτὶ βουλάς, ὅπερ ἅπασι γίνεται,
διδοὺς ἐμαυτῷ.
Fr. 734
ἃ γὰρ μεθ' ἡμέραν τις ἐσπούδασε,
ταῦτ' εἶδε νύκτωρ.
Fr. 736
. . . . εὐκαταφρόνητος τῇ στολῇ
εἴσειμι, καὶ ταῦτ' εἰς γυναῖκας.
Fr. 737
πᾶς ὁ μὴ φρονῶν
ἀλαζονείᾳ καὶ ψόφοις ἁλίσκεται.
Fr. 738
οὐκ ἔστ' ἀνοίας οὐδέν, ὡς ἐμοὶ δοκεῖ,
τολμηρότερον.
Fr. 739
ὦ νύξ, σὺ γὰρ δὴ πλεῖστον Ἀφροδίτης θεῶν
μετέχεις μέρος.
Fr. 740
μαρτύρομαι, ναὶ μὰ τὸν Ἀπόλλω τουτονὶ
καὶ τὰς θύρας.
Fr. 741
δεδράμηκά σοι
δρόμον τοιοῦτον οἷον οὐδεὶς πώποτε.
Fr. 742
τὸν τῇ φύσει
οἰκεῖον οὐδεὶς καιρὸς ἀλλότριον ποιεῖ.
Fr. 743
μικροῦ μὲν ἀρραβῶνά με
ἔπεισεν εὐθὺς καταβαλεῖν.
Fr. 744
πάντα γὰρ
ταῖς ἐνδελεχείαις καταπονεῖται πράγματα.
Fr. 745
ἔστι δὲ
γυνὴ λέγουσα χρήσθ' ὑπερβάλλων φόβος.
Fr. 746
οὐ πάνυ
εἴωθ' ἀληθὲς οὐδὲ ἓν λέγειν γυνή.
Fr. 747
ἄνθρωπον ἐξαλλάξομεν κακόν τί σοι
δώσοντα.
Fr. 748
καθεδοῦμαι δ' ἐνθαδὶ τὸν Λοξίαν
αὐτὸν καταλαβών.
Fr. 749
ὡς ἡδὺ πρᾷος καὶ νεάζων τῷ τρόπῳ
πατήρ.
Fr. 751
εἰ μὴ γαμεῖς γάρ, ἔσχατον νόμιζέ με
Μυσῶν.
Fr. 752
οὐκ ἆρα φροντίζει τις ἡμῶν ἢ μόνος
θεός.
Fr. 753
. . . . τὸν νοῦν ἔχων ὑποχείριον
εἰς τὸν πίθον δέδωκα.
Fr. 754
. . φιλόνικος δ' ἐστὶ καὶ μία γυνὴ
εἰς μῆνιν.
Fr. 755
μικρὰς τίθημι συμβολὰς ἀκροώμενος.
Fr. 756
ὄνειδος αἰσχρὸς βίος ὅμως κἂν ἡδὺς ᾖ.
Fr. 757
οὐδεὶς γὰρ ἀγαπῶν αὐτὸς ἀμελεῖθ' ἡδέως.
Fr. 758
ὦ παῖ, σιώπα· πόλλ' ἔχει σιγὴ καλά.
Fr. 759
ἔθυον οὐ προσέχουσιν οὐδέν μοι θεοῖς.
Fr. 760
εἷς ἐστι δοῦλος οἰκίας ὁ δεσπότης.
Fr. 761
ὡς χαρίεν ἔστ' ἄνθρωπος, ὅταν ἄνθρωπος ᾖ.
Fr. 762
ὁ νοῦς γὰρ ἡμῶν ἐστιν ἐν ἑκάστῳ θεός.
Fr. 763
ὑπεδεξάμην, ἔτικτον, ἐκτρέφω, φιλῶ.
Fr. 764
Κορινθίῳ πίστευε καὶ μὴ χρῶ φίλῳ.
Fr. 765
ἀσπίδιον ἐπριάμην τι καὶ μαχαίριον.
Fr. 766
φοβούμενοι τὸ θεῖον ἐπὶ τοῦ σοῦ πάθους ‑
Fr. 767
μισῶ πονηρόν, χρηστὸν ὅταν εἴπῃ λόγον.
Fr. 768
ἀσυλλόγιστόν ἐστιν ἡ πονηρία.
Fr. 769
ἅπαντα δοῦλα τοῦ φρονεῖν καθίσταται.
Fr. 770
τυφλόν τι τἀνόητον εἶναί μοι δοκεῖ.
Fr. 771
ἀνδρὸς τὰ προσπίπτοντα γενναίως φέρειν.
Frr. 772-773-774
δίκαιος ἂν ᾖς, τῷ τρόπῳ χρήσει νόμῳ.
χρηστοῦ πρὸς ἀνδρὸς μηδὲν ἐννοεῖν κακόν.
δίκαιος ἀδικεῖν οὐκ ἐπίσταται τρόπος.
Fr. 775
τὸ μηδὲν ἀδικεῖν πᾶσιν ἀνθρώποις πρέπει.
Fr. 776
λέγεις, ἃ δὲ λέγεις ἕνεκα τοῦ λαβεῖν λέγεις.
Fr. 777
κρεῖττον δ' ἑλέσθαι ψεῦδος ἢ ἀληθὲς κακόν.
Fr. 778
ἦ πού τι χαλεπόν ἐστι τὸ ψευδῆ λέγειν.
Fr. 779
ὁ πολὺς ἄκρατος ὀλίγ' ἀναγκάζει φρονεῖν.
Fr. 780
ὅσος τὸ κατέχειν ἐστὶ τὴν ὀργὴν πόνος.
Fr. 781
συγκέχυκε νῦν τὴν πίστιν ὁ καθ' ἡμᾶς βίος.
Fr. 782
ἀπερυθριᾷ πᾶς, ἐρυθριᾷ δ' οὐδεὶς ἔτι.
Fr. 783
οὐδὲν σιωπῆς ἐστι χρησιμώτερον.
Fr. 784
οὐδεὶς πονηρὸν πρᾶγμα χρηστὸς ὢν ποιεῖ.
Fr. 785
ὡς ἡδὺ συνέσει χρηστότης κεκραμένη.
Frr. 786-787-788
ὁ χρηστός ἐστι πολλαχοῦ σωτήριος.
τὸ χρηστὰ πράττειν ἔργον ἔστ' ἐλευθέρου.
μέγιστον ἀγαθόν ἐστι μετὰ νοῦ χρηστότης.
Fr. 789
κἀν ταῖς ἀπορίαις ἔσθ' ὁ χρηστὸς χρήσιμος.
Fr. 790
τὸ δοκεῖν διαβολὴν ἔσχε μείζω τοῦ ποιεῖν.
Fr. 791
κοινὸν ἀγαθὸν τοῦτ' ἐστί, χρηστὸς εὐτυχῶν.
Fr. 792
οὐκ ἔστι τόλμης ἐφόδιον μεῖζον βίου.
Fr. 793
οὐκ ἔστι τόλμης ἐπιφανεστέρα θεός.
Fr. 794
ἀγροῖκος εἶναι προσποιεῖ πονηρὸς ὤν.
Fr. 795
ἔχει τι τὸ πικρὸν τῆς γεωργίας γλυκύ.
Fr. 796
λυπεῖ με δοῦλος μεῖζον οἰκέτου φρονῶν.
Fr. 797
ὀργὴ φιλούντων ὀλίγον ἰσχύει χρόνον.
Fr. 798
μόνος ἔστ' ἀπαρηγόρητον ἀνθρώποις ἔρως.
Fr. 799
μηδέποτε γήμῃ μηδὲ εἷς εὔνους ἐμοί.
Fr. 800
ἔργον γυναικὸς ἐκ λόγου πίστιν λαβεῖν.
Fr. 801
ὡς ἔστ' ἄπιστον ἡ γυναικεία φύσις.
Fr. 802
πολὺ χεῖρόν ἐστιν ἐρεθίσαι γραῦν ἢ κύνα.
Fr. 803
φύσει γυνὴ δυσάνιόν ἐστι καὶ πικρόν.
Fr. 804
ὅπου γυναῖκές εἰσι, πάντ' ἐκεῖ κακά.
Fr. 805
νόμος γονεῦσιν ἰσοθέους τιμὰς νέμειν.
Fr. 806
δίκας γραφόμενος πρὸς γονεῖς μαίνει, τάλαν.
Fr. 807
ἡδὺς πατὴρ φρόνησιν ἀντ' ὀργῆς ἔχων.
Fr. 808
υἱὸς δ' ἀμείνων ἐστὶν εὐνοίᾳ πατρός.
Fr. 809
ἡδύ γ' ἐν ἀδελφοῖς ἐστιν ὁμονοίας ἔρως.
Fr. 810
αἰσχυνόμενος αἴσχιστα πενίαν ἂν φέροις.
Fr. 811
ἄνθρωπος· ἱκανὴ πρόφασις εἰς τὸ δυστυχεῖν.
Fr. 812
πειρῶ τύχης ἄνοιαν ἀνδρείως φέρειν.
Fr. 813
ἄνθρωπος ἀτυχῶν σῴζεθ' ὑπὸ τῆς ἐλπίδος.
Fr. 814
ἡδύ γε φίλου λόγος ἐστὶ τοῖς λυπουμένοις.
Frr. 815-816-817
ἐπὶ τοῦτ' ἐγένοντο πάντες, ἐνθάδ' ἥξομεν.
ἀνθρωπίνως χρὴ τὰς τύχας φέρειν, ξένε.
τὰ κοινὰ κοινῶς δεῖ φέρειν συμπτώματα.
Fr. 818
ἅπαντα σιγῶν ὁ θεὸς ἐξεργάζεται.
Fr. 819
οὐδὲν κατὰ λόγον γίνεθ' ὧν ποιεῖ τύχη.
Fr. 820
πᾶν τοὔργον ὀρθῶς ἐκμαθεῖν χρόνου μέτα.
Fr. 821
τί δ' ὄφελος εὖ λαλοῦντος, ἂν κακῶς φρονῇ;
Frr. 822-23
οὐδὲν γὰρ αἰσχρόν ἐστι τἀληθῆ λέγειν.
ἀδύνατον ὡς ἔοικε τἀληθὲς λαθεῖν.
Fr. 824
παρ' αὐτὸν ἴσα βαίνουσ' ἑταίρα πολυτελής ‑
Fr. 825
ἀλλὰ σκατοφάγος ἐστὶ καὶ λίαν πικρός.
Fr. 826
ἓν γάρ τι τούτων τῶν τριῶν ἔχει κακόν.
Fr. 827
ἔγημε θαυμαστῶς γυναῖχ' ὡς σώφρονα.
Fr. 828
Θρᾷξ εὐγενὴς εἶ, πρὸς ἅλας ἠγορασμένος.
Fr. 829
ποτήριον, τράπεζαν, ἁρπάγην, κάδον
Fr. 830
πρὸς ταῖς ἐμαυτοῦ νῦν θύραις ἕστηκ' ἐγώ.
Fr. 831
οὐχ οὗτος ἱππόκαμπος ἦν ἐν αἰθέρι;
Fr. 832
ἤδη ἀλεαίνῃ πρὸς τὸ πῦρ καθημένη.
Fr. 833
λυκοφίλιοι μέν εἰσιν αἱ διαλλαγαί.
Fr. 834
στυππεῖον, ἐλέφαντ', οἶνον, αὐλαίαν, μύρον
Fr. 835
ὁρᾷς; ἀκαρὴς παραπόλωλας ἀρτίως.
Fr. 836
οὐδὲ λόγον ὑμῶν οὐδ' ἐπιστροφὴν ἔχω.
Fr. 837
τὸ δὴ λεγόμενον τοῦτο θᾶττον ἢ βάδην
Fr. 838
οἶμαί σε τὸν ἐπ' ἀριστέρ' ἐμπερονώμενον
Fr. 839
ἀπασκαριῶ δ' ἐγὼ γέλωτι τήμερον.
Fr. 840
οὐχ ὅθεν ἀπωλλύμεσθα σωθείημεν ἄν;
Fr. 841
εἰς τὰ καθάρεια λιμὸς εἰσοικίζεται.
Fr. 842
πύλη τίς ἐστι Ταινάρου πρὸς ἐσχάτοις.
Fr. 843
πικροῦ γέροντος, αὐθεκάστου τὸν τρόπον
Fr. 844
ἐλεεῖθ' ὁ ποιμὴν καὶ καλεῖται γλυκύτατος.
Fr. 845
ὁ μηδὲν ἀδικῶν οὐδενὸς δεῖται νόμου.
Fr. 846
ὁ θάτερος μὲν τοῖν δυοῖν Διοσκόροιν
Fr. 847
καθιζάνει μὲν ἐνίοτ' εἰς τὰ σήσαμα.
Fr. 848
ὦ Ζεῦ πολυτίμηθ', ὡς καλαὶ νῷν αἱ γυναί.
Frr. 849-850
φιλῶ σ', Ὀνήσιμε, καὶ σὺ περίεργος εἶ.
οὐδὲν γὰρ γλυκύτερον ἢ πάντ' εἰδέναι.
Fr. 851
ὁμοῦ δὲ τῷ τίκτειν παρεγένεθ' ἡ κόρη.
Fr. 852
μάντις δ' ἄριστος ὅστις εἰκάζει καλῶς.
Fr. 853
ἐν γειτόνων οἰκῶ γάρ, ὦ τοιχωρύχε.
Fr. 854
βέλτιστε, μὴ τὸ κέρδος ἐν πᾶσιν σκόπει.
Fr. 855
ὡς ὡραΐζεθ' ἡ τύχη πρὸς τοὺς βίους.
Fr. 856
πένης λέγων τἀληθὲς οὐ πιστεύεται.
Fr. 857
ἐλευθέρως δούλευε· δοῦλος οὐκ ἔσει.
Fr. 858
νόμον φοβηθεὶς οὐ ταραχθήσει νόμῳ.
Fr. 859
ἤρων γάρ, ἤρων, ὁμολογῶ. καὶ νῦν δ' ἐρῶ.
Frr. 860-861
κόψω τὴν θύραν.
ἀλλ' ἐψόφηκεν ἡ θύρα. τίς οὑξιών;
Fr. 862
. . . . . . . ὁ δ' ἀλάστωρ ἐγὼ
καὶ ζηλότυπος ἄνθρωπος
Frr. 863-864
ἐξακεῖσθαί μοι δοκῶ τὸ δίκτυον.
ἱμάτιον ἀκούμεθα.
Fr. 866
. . ἵν' οὐχ αὑτῷ παρετράφην, ἀλλὰ σοί.
Fr. 867
. . παραιτοῦμαί σε συγγνώμην ἔχειν.
Fr. 868
. . προποιήσεις ἀστικὸν σαυτὸν πάλιν.
Fr. 869
πυθοῦ παρ' αὐτῆς διὰ τίν' αἰτίαν . .
Fr. 870
. . ἀπῄειν τῶν τόκων ἔχων τόκους.
Fr. 871
Ἀράβιον ἐξεύρηκα σύμβουλον . .
Fr. 872
. . φορὰ γὰρ γέγονε νῦν τούτου καλή.
Fr. 873
. . τραγῳδὸς ἦν ἀγὼν Διονύσια.
Fr. 874
πικρόν ἐστι θρέμμ' ἐν οἰκίᾳ γέρων.
Fr. 875
. ἀλλ' ἀλαζὼν καὶ θεοῖσιν ἐχθρός
Fr. 876
νεώτερόν τι συμβέβηκέ σοι;
Fr. 877
ἐκάθηντ' ἐπὶ δίφρου μήτηρ τε καὶ
παρθένος.
Fr. 878
οὐκ ἔστιν οὔτε διάβολος
γραῦς ἔνδον
Fr. 879
ἀλλὰ καὶ χαμαιτύπη
κρίζει τις.
Fr. 880
τηρῶ τὸν Δία
ὕοντα πολλῷ.
Fr. 881
ἡμέραν τρίτην
ἐπεκώμασ' ἡμῖν.
Fr. 882
ἡ πόλις
ὅλη γὰρ ᾄδει τὸ κακόν.
Fr. 883
διεμέριζε γὰρ
ὁ Βορυσθενίτης.
Fr. 884
ταῦτά σ' ἀπολώλεκ', ὦ πονηρέ.
Fr. 885
ἐγάμησεν ἣν ἐβουλόμην ἐγώ.
Fr. 886
οὐκ ἠρκέσαμεν .. ἑαυτοῖς.
Fr. 887
. . . ἐξάραντες ἐπικροτήσατε.
Fr. 888
. . . ἀπεκήρυξεν αὐτὴν ἀγαγών.
Fr. 889
τὴν ἀλεκτρυόνα μοι δοὺς ᾤχετο.
Fr. 890
κρίσιμος γὰρ αὕτη γίνεται.
Fr. 891
εἶπον δὲ τί ποιεῖν μέλλετε.
Fr. 892
κρόκην δὲ νήσεις ... καὶ στήμονα.
Fr. 893
ἀλλ' Ἡρακλεῖδαι καὶ θεοί.
Fr. 894
ἦσαν περινομαὶ τῇ θεῷ.
Fr. 895
ἔγωγ' ἐπίσταμαι
ῥινᾶν.
Fr. 897
αὐλὰς θεραπεύειν καὶ σατράπας
Fr. 898
βούλει τι, Κνήμων; εἰπέ μοι.
Fr. 899
τἄλλα δ' ἄν τις καταβάλῃ
Fr. 900
τί γὰρ ἐγὼ κατελειπόμην;
Fr. 901
ὕδατος αὐτοῖς οὐ μετόν
Fr. 902
ἔνδοθεν δὲ πρίεται
Fr. 903
ἐκκορηθείης σύ γε.
Fr. 904
ἀρτικροτοῦνθ' οἱ γάμοι.
Fr. 905
κριὸς τὰ τροφεῖα
Fr. 906
ἔστιν δ' ὁμοῦ τὸ χρῆμα.
Fr. 907
Τρικορυσία βασίλιννα
Fr. 912
φοβοῦμαί σ' ἐσχάτως.
Fr. 913
οἷον πατάγημ' ἥκεις.
Fr. 914
πότοι συνεχεῖς, κύβοι
Fr. 915
τὸν χόα
ἐκκέχυκας.
Fr. 916
οἶσθ' ὅ τι ποίησον;
Fr. 917
καπρᾷς, κακόδαιμον.
Fr. 918
οὐθὲν μέλει σοι.
Fr. 919
ᾤδουν τ' ἐν ἐμαυτῷ.
Fr. 920
ἁγνὴ γάρ εἰμι.
Fr. 921
ὦ Λάχης Λάχης
Fr. 922
κεφάλαιόν ἐστι
Fr. 923
ἔργον ἐστὶν εἰς τρίκλινον συγγενείας εἰσπεσεῖν,
οὗ λαβὼν τὴν κύλικα πρῶτος ἄρχεται λόγου πατὴρ
καὶ παραίνεσις πέπαικεν, εἶτα μήτηρ δευτέρα,
εἶτα τήθη παραλαλεῖ τις, εἶτα βαρύφωνος γέρων,
5τηθίδος πατήρ, ἔπειτα γραῦς καλοῦσα φίλτατον.
ὁ δ' ἐπινεύει πᾶσι τούτοις.
Fr. 924
ὡς Ἀλεξανδρῶδες ἤδη τοῦτο· κἂν ζητῶ τινα,
αὐτόματος οὗτος παρέσται· κἂν διελθεῖν δηλαδὴ
διὰ θαλάττης δέῃ τόπον τιν', οὗτος ἔσται μοι βατός.
Fr. 925
λανθάνει τὰ πράγματα
τοὺς λέγειν ἡμῶν ὀκνοῦντας τὰς ἀληθείας ἀεὶ
τοῖς ἀναγκαίοις.
Fr. 926
ἀλλὰ προσέδωκας τάλαντον, ἵνα παρ' ἡμῶν ...
καὶ τὸν ἴκτινον λάβῃς.
Fr. 927
οὐχὶ παρακληθέντας ὑμᾶς δεῖ γὰρ ἡμῖν εὐνοεῖν,
ἀλλ' ὑπάρχειν τοῦτο.
Fr. 928
δεῖ γὰρ ἢ πλουτεῖν ... ὅπως μὴ μάρτυρας πολλοὺς ἔχειν
τοὺς ὁρῶντας.
Fr. 929
Κρωβύλῃ τῇ μητρὶ πείθου καὶ γάμει τὴν συγγενῆ.
Fr. 930
ἡδύ γ' ἀποθνῄσκειν ὅτῳ ζῆν μὴ πάρεσθ' ὡς βούλεται.
Fr. 962
εἰς ἀγορὰν ὑφαίνειν
Fr. 963
σύνταγμα τῆς ἀρχῆς
Fr. 965
ἄγριον κυβευτήν
Fr. 966
ἀκούσας ἥκειν
Fr. 967
Ἀλέας Ἀθηνᾶς
Fr. 968
ἄστικτον χωρίον
Fr. 969
δικάσιμοι ἡμέραι
Fr. 970
ἐπιχειμάζεις σεαυτόν
Fr. 971
ἐς κόρακας
Fr. 972
καυνάκας πορφυροῦς
Fr. 973
μᾶλλον μᾶλλον
Fr. 974
μελαγχρὲς μειράκιον
Fr. 975
οὐ μηκέτι
Fr. 976
παλαιὸν ἐντραγεῖν
Fr. 977
ποτήριον τορνευτόν καὶ τορευτά
Fr. 978
πρός με
Fr. 979
σπαρτοπόλιος ὠμόγραυς
Fr. 980
Ταναγρικὴ γυνή
Fr. 981
φίλη πειθοῖ
Fr. 982
ἄγγαρος
Fr. 983
ἀγυιεῖς
Fr. 984
ἀδιάφθορον
Fr. 985
ἄθαπτος
Fr. 986
αἰτιώτατος
Fr. 988
ἀκουστής
Fr. 989
ἀκρατεύεσθαι
Fr. 990
ἀλάβαστον
Fr. 991
ἀναπετῶ
Fr. 992
ἀνάριστον
Fr. 993
ἀνατρέχω
Fr. 994
ἀπέλιπε, ἀπέπεμψε
Fr. 995
ἀπέφησεν
Fr. 996
ἀπονυχίζειν
Fr. 997
ἀποσοβῶμεν
Fr. 998
ἀριστόδειπνον
Fr. 999
ἀσχολοῦμαι, καὶ ἀσχολεῖ(ται) καὶ ἀσχολεῖσθαι
Fr. 1000
ἀττικουργές (ἀττικουργῆ)
Fr. 1001
βαθύς
Fr. 1002
βοίδης
Fr. 1003
βουκόρυζαν
Fr. 1004
βρυχᾶται
Fr. 1005
δεδείπνηκας
Fr. 1006
διήρτησεν
Fr. 1007
δύσριγος
Fr. 1008
Ἐλευθέριος
Fr. 1009
ἔμπυος
Fr. 1010
ἐξανέψιοι, ἐξανέψιαι
Fr. 1011
ἐπισημαίνειν
Fr. 1012
ἔσχεν
Fr. 1013
ἠγρηγόρειν καὶ ἐγρηγόρειν
Fr. 1014
ἡμίγραφον, ἡμιλάσταυρον, ἡμιφυές
Fr. 1015
ἡμιώριον
Fr. 1016
Ἰκόνιον
Fr. 1017
κάθου
Fr. 1018
καλαθίσκος
Fr. 1019
κατάστικτον
Fr. 1020
κατεγνυπωμένως
Fr. 1021
κνύειν
Fr. 1022
κοιτών
Fr. 1023
κολλυβιστής
Fr. 1024
κουρίδα
Fr. 1025
κύμινον
Fr. 1026
Κυραννή
Fr. 1027
λεβήτιον
Fr. 1028
λῄδιον
Fr. 1029
λήθαργος
Fr. 1030
λῃστοσαλπιγκτάς
Fr. 1031
μάγαρον
Fr. 1032
μακαρίτας
Fr. 1033
Μαρμάριον
Fr. 1034
τὸν μάρτυν καὶ τὸν μάρτυρα
Fr. 1035
μεγιστᾶνες
Fr. 1036
μεσοπορεῖν
Fr. 1037
μετριάζειν
Fr. 1038
μονοπείρας
Fr. 1039
μυκτηρισμόν
Fr. 1040
νεαλής
Fr. 1041
νηττάριον
Fr. 1042
νουθετησμός
Fr. 1043
νουνεχόντως
Fr. 1044
οἴκει
Fr. 1045
οἰκείαν, οἰκείους
Fr. 1046
ὄλολυν
Fr. 1047
ὀλολύττουσιν
Fr. 1048
ὀξύχειρ
Fr. 1049
ὀψιπέδων
Fr. 1050
ὀψωνιασμός
Fr. 1051
ὀψώνιον
Fr. 1052
πεντηκοστολόγοι
Fr. 1053
πέπλεκται
Fr. 1054
περισκελίδας
Fr. 1055
πέφηνας
Fr. 1056
πλοκαμῖδα
Fr. 1057
πορνοκόπος
Fr. 1058
προτέλεια
Fr. 1059
ῥυτίσματα
Fr. 1060
σάββους
Fr. 1061
σάγη
Fr. 1062
σανδάλιον
Fr. 1063
σημαίνειν
Fr. 1064
σκάφας
Fr. 1065
σκηνή
Fr. 1066
στασιασμόν
Fr. 1067
στιγμήν
Fr. 1068
στλεγγίδα
Fr. 1069
στραγγαλᾶν
Fr. 1070
σύγκλινον
Fr. 1071
συκοφαντεῖν
Fr. 1072
συμβόλαια
Fr. 1073
σύσσημον
Fr. 1074
Τεμβρίειον
Fr. 1075
Τίβιον
Fr. 1076
τρίγωνον
Fr. 1077
τρόπαιον
Fr. 1078
τύντλος
Fr. 1079
ὑπόθεσιν
Fr. 1080
φερνήν
Fr. 1081
φρυάττεσθαι
Fr. 1082
χλωρόν
Fr. 1083
ὅταν τις ἡμῶν ἀμέριμνον ἔχῃ βίον,
οὐκ ἐπικαλεῖται τὴν τύχην εὐδαιμονῶν·
ὅταν δὲ λύπαις περιπέσῃ καὶ πράγμασιν,
εὐθὺς προσάπτει τῇ τύχῃ τὴν αἰτίαν.
Fr. 1084
μὴ οὖν θέλε λυπεῖν σαυτὸν εἰδὼς ὅτι
πολλοῖς τὸ λυποῦν ὕστερον χαρὰν ἄγει
καὶ τὸ κακὸν ἀγαθοῦ γίνεται παραίτιον.
Fr. 1085
ἄνευ δὲ πατρὸς τέκνον οὐκ εἴη ποτ' ἄν,
ἄνευ δὲ μητρὸς οὐδὲ συλλαβὴ τέκνου,
πατέρα δὲ ποιεῖ τέκνα, μητέρ' ὡς ἀνήρ.
Fr. 1086
γαστὴρ ὅλον τὸ σῶμα, πανταχῆ βλέπων
ὀφθαλμός, ἕρπον τοῖς ὀδοῦσι θηρίον.
Fr. 1087
ἐπὰν ἐν ἀγαθοῖς εὐνοούμενός τις ὢν
ζητῇ τι κρεῖττον ὧν ἔχει, ζητεῖ κακά.
Fr. 1088
λαμπρῶς ἐνίοτε ζῶσιν, οἷς χαλεπώτερον
τοῦ περιποιήσασθαί τι τὸ φυλάξαι βίον.
Fr. 1089
ἅπανθ' ὅσ' ὀργιζόμενος ἄνθρωπος ποιεῖ,
ταῦθ' ὕστερον λάβοις ἂν ἡμαρτημένα.
Fr. 1090
ὃς δ' οὔτ' ἐρυθριᾶν οἶδεν οὔτε δεδιέναι,
τὰ πρῶτα πάσης τῆς ἀναιδείας ἔχει.
Fr. 1091
αἰσχρόν γ' ὅταν τις ἐπὶ γλώσσῃ φυεὶς
γλώσσῃ ματαίους ἐξακοντίζῃ λόγους.
Fr. 1092
οὔτ' ἐκ χερὸς μεθέντα καρτερὸν λίθον
ῥᾷον κατασχεῖν, οὔτ' ἀπὸ γλώσσης λόγον.
Fr. 1093
ὡς κρεῖττόν ἐστι δεσπότου χρηστοῦ τυχεῖν
ἢ ζῆν ταπεινῶς καὶ κακῶς ἐλεύθερον.
Fr. 1094
ψυχὴν ἔχειν δεῖ πλουσίαν· τὰ δὲ χρήματα
ταῦτ' ἐστὶν ὄψις, παραπέτασμα τοῦ βίου.
Fr. 1095
οὐχ ὁ λόγος αὔξει τὴν τέχνην περισσὸς ὤν,
ἀλλ' αὐτὰ κοσμεῖ τὴν τέχνην τὰ πράγματα.
Fr. 1096
αἰσχύνομαι πλουτοῦντι δωρεῖσθαι φίλῳ,
μή μ' ἄφρονα κρίνῃ καὶ διδοὺς αἰτεῖν δοκῶ.
Fr. 1097
ἂν ἀγνοῶν τι παρά τινος θέλῃς μαθεῖν,
τὸ τοῦ μαθητοῦ πρῶτον, ἔχε τὴν σιγήν.
Fr. 1098
ὁ μὴ γέλωτος ἄξιος ἂν ᾖ γέλως,
αὐτὸς πέφυκε τοῦ γέλωτος κατάγελως.
Fr. 1099
κἂν μυρίων γῆς κυριεύῃς πήχεων,
θανὼν γενήσει τάχα τριῶν ἢ τεττάρων.
Fr. 1100
ἂν καλὸν ἔχῃ τις σῶμα καὶ ψυχὴν κακήν,
καλὴν ἔχει ναῦν καὶ κυβερνήτην κακόν.
Fr. 1101
τύχην ἔχεις, ἄνθρωπε, μὴ μάτην τρέχε.
εἰ δ' οὐκ ἔχεις, κάθευδε, μὴ κενῶς πόνει.
Fr. 1102
ἆρ' ἐστὶν ἀνοητότατον αἰσχροκερδία·
πρὸς τῷ λαβεῖν γὰρ ὢν ὁ νοῦς τἄλλ' οὐχ ὁρᾷ.
Fr. 1103-1104-1105
μέλλων τι πράττειν μὴ προείπῃς μηδενί.
ἅπαντα μεταμέλειαν ἀνθρώποις φέρει.
μόνη σιωπὴ μεταμέλειαν οὐ φέρει.
Fr. 1106
φόβος τὰ θεῖα τοῖσι σώφροσιν βροτῶν.
Fr. 1107
γυναικὶ δ' ὄλβος, ἂν πόσιν στέργοντ' ἔχῃ.
Fr. 1108
γῆρας λέοντος κρεῖσσον ἀκμαίων νεβρῶν.
Fr. 1109
ταμιεῖον ἀρετῆς ἐστιν ἡ σώφρων γυνή.
Fr. 1110
θεὸς δὲ τοῖς ἀργοῦσιν οὐ παρίσταται.
Fr. 1111
ἡ δ' εὐλάβεια καλὸν ἔθος τοῖς χρωμένοις.
Fr. 1112
πολλῶν ἰατρῶν εἴσοδοί μ' ἀπώλεσαν.
Fr. 1113
μὴ 'πὶ μικροῖς αὐτὸς αὑτὸν ὀξύθυμον δείκνυε.
Fr. 1114
θανόντων δὲ καὶ λόγοι φίλοι προδόται.
Fr. 1115
ἰσχὺς νοῦν οὐκ ἔχουσα τάφῳ τοὺς ἐμπίπτοντας παραδίδωσιν.
Fr. 1116
καὶ φιλεῖν δεῖ ὡς μισήσοντας καὶ μισέειν (sic) ὡς φιλήσοντας.
Fr. 1121
ὁρῶ τιν' ἐπὶ τοῦ βήματος καθεδούμενον
Fr. 1127
Θρᾷκες ὅρκι' οὐκ ἐπίστανται.