A. P. V 159
Βοίδιον ηὑλητρὶς καὶ Πυθιάς, αἵ ποτ' ἐρασταί,
σοί, Κύπρι, τὰς ζώνας τάς τε γραφὰς ἔθεσαν.
ἔμπορε καὶ φορτηγέ, τὸ σὸν βαλλάντιον οἶδεν,
καὶ πόθεν αἱ ζῶναι καὶ πόθεν οἱ πίνακες.
A. P. VI 2
Τόξα τάδε πτολέμοιο πεπαυμένα δακρυόεντος
νηῷ Ἀθηναίης κεῖται ὑπωρόφια,
πολλάκι δὴ στονόεντα κατὰ κλόνον ἐν δαῒ φωτῶν
Περσῶν ἱππομάχων αἵματι λουσάμενα.
A. P. VI 50
Τόνδε ποθ' Ἕλληνες ῥώμῃ χερὸς ἔργῳ Ἄρηος,
εὐτόλμῳ ψυχῆς λήματι πειθόμενοι,
Πέρσας ἐξελάσαντες, ἐλεύθερον Ἑλλάδι κόσμον
ἱδρύσαντο Διὸς βωμὸν Ἐλευθερίου.
A. P. VI 52
Οὕτω τοι, μελία ταναά, ποτὶ κίονα μακρὸν
ἧσο, Πανομφαίῳ Ζηνὶ μένουσ' ἱερά·
ἤδη γὰρ χαλκός τε γέρων αὐτά τε τέτρυσαι
πυκνὰ κραδαινομένα δαΐῳ ἐν πολέμῳ.
A. P. VI 197
Ἑλλάνων ἀρχαγὸς ἐπεὶ στρατὸν ὤλεσα Μήδων
Παυσανίας, Φοίβῳ μνᾶμ' ἀνέθηκα τόδε.
A. P. VI 212
Εὔχεό τοι δώροισι, Κύτων, θεὸν ὧδε χαρῆναι
Λητοΐδην ἀγορῆς καλλιχόρου πρύτανιν,
ὥσπερ ὑπὸ ξείνων τε καὶ οἳ ναίουσι Κόρινθον
αἶνον ἔχεις χαρίτων, δέσποτα, τοῖς στεφάνοις.
A. P. VI 213
Ἓξ ἐπὶ πεντήκοντα, Σιμωνίδη, ἤραο ταύρους
καὶ τρίποδας, πρὶν τόνδ' ἀνθέμεναι πίνακα.
τοσσάκι δ' ἱμερόεντα διδαξάμενος χορὸν ἀνδρῶν
εὐδόξου Νίκας ἀγλαὸν ἅρμ' ἐπέβης.
A. P. VI 214
Φημὶ Γέλων', Ἱέρωνα, Πολύζηλον, Θρασύβουλον,
παῖδας Δεινομένευς, τοὺς τρίποδας θέμεναι
ἐξ ἑκατὸν λιτρῶν καὶ πεντήκοντα ταλάντων
δαρεικοῦ χρυσοῦ, τᾶς δεκάτας δεκάταν.
A. P. VI 215
Ταῦτ' ἀπὸ δυσμενέων Μήδων ναῦται Διοδώρου
ὅπλ' ἀνέθεν Λατοῖ μνάματα ναυμαχίας.
A. P. VI 216
Σῶσος καὶ Σωσώ, σῶτερ, σοὶ τόνδ' ἀνέθηκαν·
Σῶσος μὲν σωθείς, Σωσὼ δ', ὅτι Σῶσος ἐσώθη.
A. P. VI 217
Χειμερίην νιφετοῖο κατήλυσιν ἡνίκ' ἀλύξας
Γάλλος ἐρημαίην ἤλυθ' ὑπὸ σπιλάδα,
ὑετὸν ἄρτι κόμης ἀπομόρξατο, τοῦ δὲ κατ' ἴχνος
βουφάγος εἰς κοίλην ἀτραπὸν ἷκτο λέων·
5αὐτὰρ ὁ πεπταμένῃ μέγα τύμπανον, ὃ σχέθε, χειρὶ
ἤραξεν, καναχῇ δ' ἴαχεν ἄντρον ἅπαν·
οὐδ' ἔτλη Κυβέλης ἱερὸν βρόμον ὑλονόμος θὴρ
μεῖναι, ἀν' ὑλῆεν δ' ὠκὺς ἔθυνεν ὄρος,
δείσας ἡμιγύναικα θεῆς λάτριν, ὃς τάδε Ῥείᾳ
10 ἐνδυτὰ καὶ ξανθοὺς ἐκρέμασε πλοκάμους.
A. P. VII 20
Ἐσβέσθης, γηραιὲ Σοφόκλεες, ἄνθος ἀοιδῶν,
οἰνωπὸν Βάκχου βότρυν ἐρεπτόμενος.
A. P. VII 24
Ἡμερὶ πανθέλκτειρα, μεθυτρόφε μῆτερ ὀπώρας,
οὔλης ἣ σκολιὸν πλέγμα φύεις ἕλικος,
Τηίου ἡβήσειας Ἀνακρείοντος ἐπ' ἄκρῃ
στήλῃ καὶ λεπτῷ χώματι τοῦδε τάφου,
5ὡς ὁ φιλάκρητός τε καὶ οἰνοβαρὴς φιλόκωμος
παννύχιος κρούων τὴν φιλόπαιδα χέλυν
κἠν χθονὶ πεπτηὼς κεφαλῆς ἐφύπερθε φέροιτο
ἀγλαὸν ὡραίων βότρυν ἀπ' ἀκρεμόνων
καί μιν ἀεὶ τέγγοι νοτερὴ δρόσος, ἧς ὁ γεραιὸς
10 λαρότερον μαλακῶν ἔπνεεν ἐκ στομάτων.
A. P. VII 25
Οὗτος Ἀνακρείοντα, τὸν ἄφθιτον εἵνεκα Μουσέων
ὑμνοπόλον, πάτρης τύμβος ἔδεκτο Τέω,
ὃς Χαρίτων πνείοντα μέλη, πνείοντα δ' Ἐρώτων
τὸν γλυκὺν ἐς παίδων ἵμερον ἡρμόσατο.
5μοῦνον δ' εἰν Ἀχέροντι βαρύνεται, οὐχ ὅτι λείπων
ἠέλιον Λήθης ἐνθάδ' ἔκυρσε δόμων,
ἀλλ' ὅτι τὸν χαρίεντα μετ' ἠιθέοισι Μεγιστέα
καὶ τὸν Σμερδίεω Θρῇκα λέλοιπε πόθον.
μολπῆς δ' οὐ λήγει μελιτερπέος, ἀλλ' ἔτ' ἐκεῖνον
10 βάρβιτον οὐδὲ θανὼν εὔνασεν εἰν Ἀίδῃ.
A. P. VII 77
Οὗτος ὁ τοῦ Κείοιο Σιμωνίδου ἐστὶ σαωτήρ,
ὃς καὶ τεθνηὼς ζῶντ' ἀπέδωκε χάριν.
A. P. VII 177
Σᾶμα τόδε Σπίνθηρι πατὴρ ἐπέθηκε θανόντι.
A. P. VII 248
Μυριάσιν ποτὲ τῇδε τριηκοσίαις ἐμάχοντο
ἐκ Πελοποννάσου χιλιάδες τέτορες.
A. P. VII 249
Ὦ ξεῖν', ἀγγέλλειν Λακεδαιμονίοις, ὅτι τῇδε
κείμεθα τοῖς κείνων ῥήμασι πειθόμενοι.
A. P. VII 250
Ἀκμᾶς ἑστακυῖαν ἐπὶ ξυροῦ Ἑλλάδα πᾶσαν
ταῖς αὑτῶν ψυχαῖς κείμεθα ῥυσάμενοι
[δουλοσύνης· Πέρσαις δὲ περὶ φρεσὶ πήματα πάντα
ἥψαμεν ἀργαλέης μνήματα ναυμαχίης.
5ὀστέα δ' ἧμιν ἔχει Σαλαμίς· πατρὶς δὲ Κόρινθος
ἀντ' εὐεργεσίης μνῆμ' ἐπέθηκε τόδε].
A. P. VII 251
Ἄσβεστον κλέος οἵδε φίλῃ περὶ πατρίδι θέντες
κυάνεον θανάτου ἀμφεβάλοντο νέφος·
οὐδὲ τεθνᾶσι θανόντες, ἐπεί σφ' ἀρετὴ καθύπερθε
κυδαίνουσ' ἀνάγει δώματος ἐξ Ἀίδεω.
A. P. VII 253
Εἰ τὸ καλῶς θνῄσκειν ἀρετῆς μέρος ἐστὶ μέγιστον,
ἡμῖν ἐκ πάντων τοῦτ' ἀπένειμε τύχη·
Ἑλλάδι γὰρ σπεύδοντες ἐλευθερίην περιθεῖναι
κείμεθ' ἀγηράτῳ χρώμενοι εὐλογίῃ.
A. P. VII 254
Χαίρετ', ἀριστῆες πολέμου μέγα κῦδος ἔχοντες,
κοῦροι Ἀθηναίων ἔξοχοι ἱπποσύνᾳ,
οἵ ποτε καλλιχόρου περὶ πατρίδος ὠλέσαθ' ἥβην
πλείστοις Ἑλλάνων ἀντία μαρνάμενοι.
A. P. VII 254b
Κρὴς γενεὰν Βρόταχος Γορτύνιος ἐνθάδε κεῖμαι
οὐ κατὰ τοῦτ' ἐλθών, ἀλλὰ κατ' ἐμπορίαν.
A. P. VII 258
Οἵδε παρ' Εὐρυμέδοντά ποτ' ἀγλαὸν ὤλεσαν ἥβην
μαρνάμενοι Μήδων τοξοφόρων προμάχοις
αἰχμηταί, πεζοί τε καὶ ὠκυπόρων ἐπὶ νηῶν·
κάλλιστον δ' ἀρετῆς μνῆμ' ἔλιπον φθίμενοι.
A. P. VII 270
Τούσδε ποτ' ἐκ Σπάρτας ἀκροθίνια Φοίβῳ ἄγοντας
ἓν πέλαγος, μία νύξ, ἓν σκάφος ἐκτέρισεν.
A. P. VII 296
Ἐξ οὗ γ' Εὐρώπην Ἀσίας δίχα πόντος ἔνειμε
καὶ πόλεμον λαῶν θοῦρος Ἄρης ἐφέπει,
οὐδαμά πω κάλλιον ἐπιχθονίων γένετ' ἀνδρῶν
ἔργον ἐν ἠπείρῳ καὶ κατὰ πόντον ἅμα.
5οἵδε γὰρ ἐν Κύπρῳ Μήδων πολλοὺς ὀλέσαντες
Φοινίκων ἑκατὸν ναῦς ἕλον ἐν πελάγει
ἀνδρῶν πληθούσας· μέγα δ' ἔστεν‹εν Ἀσὶς ὑπ' αὐτῶν›
πληγεῖσ' ἀμφοτέραις χερσὶ κράτει πολέμου.
A. P. VII 300
Ἐνθάδε Πυθώνακτα κασίγνητόν τε κέκευθε
γαῖ', ἐρατῆς ἥβης πρὶν τέλος ἄκρον ἰδεῖν.
μνῆμα δ' ἀποφθιμένοισι πατὴρ Μεγάριστος ἔθηκεν
ἀθάνατον θνητοῖς παισὶ χαριζόμενος.
A. P. VII 301
Εὐκλέας αἶα κέκευθε, Λεωνίδα, οἳ μετὰ σεῖο
τῇδ' ἔθανον, Σπάρτης εὐρυχόρου βασιλεῦ,
πλείστων δὴ τόξων τε καὶ ὠκυπόδων σθένος ἵππων
Μηδείων τ' ἀνδρῶν δεξάμενοι πολέμῳ.
A. P. VII 302
Τῶν αὐτοῦ τις ἕκαστος ἀπολλυμένων ἀνιᾶται·
Νικόδικον δὲ φίλοι καὶ πόλις ἥδε ποθεῖ.
A. P. VII 344
Θηρῶν μὲν κάρτιστος ἐγώ, θνατῶν δ' ὃν ἐγὼ νῦν
φρουρῶ τῷδε τάφῳ λαΐνῳ ἐμβεβαώς.
A. P. VII 348
Πολλὰ πιὼν καὶ πολλὰ φαγὼν καὶ πολλὰ κάκ' εἰπὼν
ἀνθρώπους κεῖμαι Τιμοκρέων Ῥόδιος.
A. P. VII 349
Βαιὰ φαγὼν καὶ βαιὰ πιὼν καὶ πολλὰ νοσήσας
ὀψὲ μέν, ἀλλ' ἔθανον. ἔρρετε πάντες ὁμοῦ.
A. P. VII 431
Οἵδε τριηκόσιοι, Σπάρτα πατρί, τοῖς συναρίθμοις
Ἰναχίδαις Θυρέαν ἀμφὶ μαχεσσάμενοι,
αὐχένας οὐ στρέψαντες, ὅπᾳ ποδὸς ἴχνια πρᾶτον
ἁρμόσαμεν, ταύτᾳ καὶ λίπομεν βιοτάν.
ἄρσενι δ' Ὀθρυάδαο φόνῳ κεκαλυμμένον ὅπλον
καρύσσει· Θυρέα, Ζεῦ, Λακεδαιμονίων.
αἰ δέ τις Ἀργείων ἔφυγεν μόρον, ἦς ἀπ' Ἀδράστου·
Σπάρτᾳ δ' οὐ τὸ θανεῖν, ἀλλὰ φυγεῖν θάνατος.
A. P. VII 442
Εὐθυμάχων ἀνδρῶν μνησώμεθα, τῶν ὅδε τύμβος,
οἳ θάνον εὔμηλον ῥυόμενοι Τεγέαν
αἰχμηταὶ πρὸ πόληος, ἵνα σφίσι μὴ καθέληται
Ἑλλὰς ἀποφθιμένου κρατὸς ἐλευθερίαν.
A. P. VII 443
Τῶνδέ ποτ' ἐν στέρνοισι τανυγλώχινας ὀιστοὺς
λοῦσεν φοινίσσᾳ θοῦρος Ἄρης ψακάδι.
ἀντὶ δ' ἀκοντοδόκων ἀνδρῶν μνημεῖα θανόντων
ἄψυχ' ἐμψύχων ἅδε κέκευθε κόνις.
A. P. VII 496
Ἠερίη Γεράνεια, κακὸν λέπας, ὤφελεν Ἴστρον
τῆλε καὶ ἐκ Σκυθέων μακρὸν ὁρᾶν Τάναϊν
μηδὲ πέλας ναίειν Σκειρωνικὸν οἶδμα θαλάσσης
ἄγκεα νειφομένης ἀμφὶ Μεθουριάδος.
νῦν δ' ὁ μὲν ἐν πόντῳ κρυερὸς νέκυς, οἱ δὲ βαρεῖαν
ναυτιλίην κενεοὶ τῇδε βοῶσι τάφοι.
A. P. VII 507
Ἄνθρωπ', οὐ Κροίσου λεύσσεις τάφον, ἀλλὰ γὰρ ἀνδρὸς
χερνήτεω· μικρὸς τύμβος, ἐμοὶ δ' ἱκανός.
A. P. VII 508
Παυσανίαν ἰητρὸν ἐπώνυμον, Ἀγχίτεω υἱόν,
τόνδ' Ἀσκληπιάδην πατρὶς ἔθαψε Γέλα,
ὃς πλείστους κρυεραῖσι μαραινομένους ὑπὸ νούσοις
φῶτας ἀπέστρεψεν Φερσεφόνης θαλάμων.
A. P. VII 509
Σῆμα Θεόγνιδός εἰμι Σινωπέος, ᾧ μ' ἐπέθηκεν
Γλαῦκος ἑταιρείης ἀντὶ πολυχρονίου.
A. P. VII 510
Σῶμα μὲν ἀλλοδαπὴ κεύθει κόνις, ἐν δέ σε πόντῳ,
Κλείσθενες, Εὐξείνῳ μοῖρ' ἔκιχεν θανάτου
πλαζόμενον· γλυκεροῦ δὲ μελίφρονος οἴκαδε νόστου
ἤμπλακες οὐδ' ἵκευ Χῖον ἐπ' ἀμφιρύτην.
A. P. VII 511
Σῆμα καταφθιμένοιο Μεγακλέος εὖτ' ἂν ἴδωμαι,
οἰκτείρω σε, τάλαν Καλλία, οἷ' ἔπαθες.
A. P. VII 512
Τῶνδε δι' ἀνθρώπων ἀρετὰν οὐχ ἵκετο καπνὸς
αἰθέρα δαιομένας εὐρυχόρου Τεγέας,
οἳ βούλοντο πόλιν μὲν ἐλευθερίᾳ τεθαλυῖαν
παισὶ λιπεῖν, αὐτοὶ δ' ἐν προμάχοισι θανεῖν.
A. P. VII 513
Φῆ ποτε Πρωτόμαχος, πατρὸς περὶ χεῖρας ἔχοντος,
ἡνίκ' ἀφ' ἱμερτὴν ἔπνεεν ἡλικίην·
Ὦ Τιμηνορίδη, παιδὸς φίλου οὔποτε λήσῃ
οὔτ' ἀρετὴν ποθέων οὔτε σαοφροσύνην.
A. P. VII 514
Αἰδὼς καὶ Κλεόδημον ἐπὶ προχοῇσι Θεαίρου
ἀενάου στονόεντ' ἤγαγεν εἰς θάνατον
Θρηικίῳ κύρσαντα λόχῳ· πατρὸς δὲ κλεεννὸν
Διφίλου αἰχμητὴς υἱὸς ἔθηκ' ὄνομα.
A. P. VII 515
Αἰαῖ, νοῦσε βαρεῖα, τί δὴ ψυχαῖσι μεγαίρεις
ἀνθρώπων ἐρατῇ πὰρ νεότητι μένειν;
ἣ καὶ Τίμαρχον γλυκερῆς αἰῶνος ἄμερσας
ἠίθεον, πρὶν ἰδεῖν κουριδίην ἄλοχον.
A. P. VII 516
Οἱ μὲν ἐμὲ κτείναντες ὁμοίων ἀντιτύχοιεν,
Ζεῦ Ξένι'· οἱ δ' ὑπὸ γᾶν θέντες ὄναιντο βίου.
A. P. VII 647
Ὕστατα δὴ τάδ' ἔειπε φίλαν ποτὶ ματέρα Γοργὼ
δακρυόεσσα δέρας χερσὶν ἐφαπτομένα·
Αὖθι μένοις παρὰ πατρί, τέκοις δ' ἐπὶ λῴονι μοίρᾳ
ἄλλαν σῷ πολιῷ γήραϊ καδεμόνα.
A. P. VII 650b
Τούσδ' ἀπὸ Τυρρηνῶν ἀκροθίνια Φοίβῳ ἄγοντας
ἓν πέλαγος, μία ναῦς, εἷς τάφος ἐκτέρισεν.
A. P. VII 677
Μνῆμα τόδε κλεινοῖο Μεγιστία, ὅν ποτε Μῆδοι
Σπερχειὸν ποταμὸν κτεῖναν ἀμειψάμενοι,
μάντιος, ὃς τότε κῆρας ἐπερχομένας σάφα εἰδὼς
οὐκ ἔτλη Σπάρτης ἡγεμόνας προλιπεῖν.
A. P. IX 700
Γράψε Πολύγνωτος Θάσιος γένος, Ἀγλαοφῶντος
υἱός, περθομένην Ἰλίου ἀκρόπολιν.
A. P. IX 757
Ἰφίων τόδ' ἔγραψε Κορίνθιος· οὐκ ἔνι μῶμος
χερσίν, ἐπεὶ δόξας ἔργα πολὺ προφέρει.
A. P. IX 758
Κίμων ἔγραψε τὴν θύραν τὴν δεξιάν,
τὴν δ' ἐξιόντων δεξιὰν Διονύσιος.
A. P. X 105
Χαίρει τις, Θεόδωρος ἐπεὶ θάνον· ἄλλος ἐπ' αὐτῷ
χαιρήσει. θανάτῳ πάντες ὀφειλόμεθα.
A. P. XIII 11
Τίς εἰκόνα τάνδ' ἀνέθηκεν; ‑ Δωριεὺς ὁ Θούριος. ‑
Οὐ Ῥόδιος γένος ἦν; ‑ Ναί, πρὶν φυγεῖν γε πατρίδα,
δεινᾷ γε χειρὶ πόλλ' ἔρξας ἔργα καὶ βίαια.
A. P. XIII 14
Ἀργεῖος Δάνδης σταδιοδρόμος ἐνθάδε κεῖται
νίκαις ἱππόβοτον πατρίδ' ἐπευκλεΐσας
Ὀλυμπίᾳ δίς, ἐν δὲ Πυθῶνι τρία,
δύω δ' ἐν Ἰσθμῷ, πεντεκαίδεκ' ἐν Νεμέᾳ·
τὰς δ' ἄλλας νίκας οὐκ εὐμαρές ἐστ' ἀριθμῆσαι.
A. P. XIII 19
Ἄνθηκεν τόδ' ἄγαλμα Κορίνθιος ὅσπερ ἐνίκα
ἐν Δελφοῖς ποτε Νικολᾴδας
καὶ Παναθηναίοις στεφάνους λάβε πέντ' ἐπ' ἀέθλοις
ἑξῆς ἀμφιφορεῖς ἐλαίου·
Ἰσθμῷ δ' ἐν ζαθέᾳ τρὶς ἐπισχερὼ ‑ οἶδεν ἑλόντα
ἀκτὰ Ποντομέδοντος ἆθλα ‑
καὶ Νεμέᾳ τρὶς ἐνίκησεν καὶ τετράκις ἄλλα
Πελλάνᾳ, δύο δ' ἐν Λυκαίῳ
καὶ Τεγέᾳ καὶ ἐν Αἰγίνᾳ, κρατερᾷ τ' Ἐπιδαύρῳ
10 καὶ Θήβᾳ Μεγάρων τε δάμῳ,
ἐν δὲ Φλειοῦντι σταδίῳ τά τε πέντε κρατήσας
ηὔφρανεν μεγάλαν Κόρινθον.
A. P. XIII 20
Πατρίδα κυδαίνων ἱερὴν πόλιν Ὦπις Ἀθήνης,
τέκνον μελαίνης γῆς, χαρίεντας αὐλοὺς
τούσδε σὺν Ἡφαίστῳ τελέσας ἀνέθηκ' Ἀφροδίτῃ
καλοῦ δαμασθεὶς ἱμέρῳ Βρύσωνος.
A. P. XIII 26
Μνήσομαι, οὐ γὰρ ἔοικεν ἀνώνυμον ἐνθάδ' Ἀρχεναύτεω
κεῖσθαι θανοῦσαν ἀγλαὰν ἄκοιτιν
Ξανθίππην, Περιάνδρου ἀπέκγονον, ὅς ποθ' ὑψιπύργου
σήμαινε λαοῖς τέρμ' ἔχων Κορίνθου.
A. P. XIII 28
Πολλάκι δὴ φυλῆς Ἀκαμαντίδος ἐν χοροῖσιν Ὧραι
ἀνωλόλυξαν κισσοφόροις ἐπὶ διθυράμβοις
αἱ Διονυσιάδες, μίτραισι δὲ καὶ ῥόδων ἀώτοις
σοφῶν ἀοιδῶν ἐσκίασαν λιπαρὰν ἔθειραν,
5οἳ τόνδε τρίποδά σφισι μάρτυρα Βακχίων ἀέθλων
ἔθηκαν· εὖ τούσδ' Ἀντιγένης ἐδίδασκεν ἄνδρας,
εὖ δ' ἐτιθηνεῖτο γλυκερὰν ὄπα Δωρίοις Ἀρίστων
Ἀγρεῖος ἡδὺ πνεῦμα χέων καθαροῖς ἐν αὐλοῖς,
τῶν ἐχορήγησεν κύκλον μελίγηρυν Ἱππόνικος,
10 Στρούθωνος υἱός, ἅρμασιν ἐν Χαρίτων φορηθείς,
αἵ οἱ ἐπ' ἀνθρώπους ὄνομα κλυτὸν ἀγλαάν τε νίκαν
θεοῦ θ' ἕκατι θῆκαν ἰοστεφάνων τε Μοισᾶν.
A. P. XIII 30
Μοῦσά μοι Ἀλκμήνης καλλισφύρου υἱὸν ἄειδε.
υἱὸν Ἀλκμήνης ἄειδε Μοῦσά μοι καλλισφύρου.
A. P. XVI 2
Γνῶθι Θεόγνητον προσιδὼν τὸν Ὀλυμπιονίκαν
παῖδα, παλαισμοσύνης δεξιὸν ἡνίοχον,
κάλλιστον μὲν ἰδεῖν, ἀθλεῖν δ' οὐ χείρονα μορφῆς,
ὃς πατέρων ἀγαθῶν ἐστεφάνωσε πόλιν.
A. P. XVI 3
Ἴσθμια καὶ Πυθοῖ Διοφῶν ὁ Φίλωνος ἐνίκα
ἅλμα, ποδωκείην, δίσκον, ἄκοντα, πάλην.
A. P. XVI 23
Εἶπον, τίς, τίνος ἐσσί, τίνος πατρίδος, τί δ' ἐνίκης; ‑
Κασμύλος, Εὐαγόρου, Πύθια πύξ, Ῥόδιος.
A. P. XVI 24
Μίλωνος τόδ' ἄγαλμα καλοῦ καλόν, ὅς ποτε Πίσῃ
ἑπτάκι νικήσας ἐς γόνατ' οὐκ ἔπεσεν.
A. P. XVI 26
Δίρφυος ἐδμήθημεν ὑπὸ πτυχί· σῆμα δ' ἐφ' ἡμῖν
ἐγγύθεν Εὐρίπου δημοσίᾳ κέχυται,
[οὐκ ἀδίκως· ἐρατὴν γὰρ ἀπωλέσαμεν νεότητα
τρηχεῖαν πολέμου δεξάμενοι νεφέλην.]
A. P. XVI 60
Τίς ἅδε; ‑ Βάκχα. ‑ Τίς δέ νιν ξέσε; ‑ Σκόπας. ‑
Τίς δ' ἐξέμηνε, Βάκχος ἢ Σκόπας; ‑ Σκόπας.
A. P. XVI 82
Τὸν ἐν Ῥόδῳ κολοσσὸν ὀκτάκις δέκα
Χάρης ἐποίει πήχεων ὁ Λίνδιος.
A. P. XVI 204
Πραξιτέλης, ὃν ἔπασχε, διηκρίβωσεν Ἔρωτα
ἐξ ἰδίης ἕλκων ἀρχέτυπον κραδίης,
Φρύνῃ μισθὸν ἐμεῖο διδοὺς ἐμέ. φίλτρα δὲ τίκτω
οὐκέτι τοξεύων, ἀλλ' ἀτενιζόμενος.
A. P. XVI 232
Τὸν τραγόπουν ἐμὲ Πᾶνα τὸν Ἀρκάδα, τὸν κατὰ Μήδων,
τὸν μετ' Ἀθηναίων στήσατο Μιλτιάδης.