Νύμφαι Τρωϊάδες, ποταμοῦ Ξάνθοιο γενέθλη,
αἳ πλοκάμων κρήδεμνα καὶ ἱερὰ παίγνια χειρῶν
πολλάκι πατρῳῃσιν ἐπὶ ψαμάθοισι λιποῦσαι
ἐς χορὸν Ἰδαίῃσιν ἐπεντύνασθε χορείαις,
δεῦτε, θεμιστοπόλοιο νοήματα μηλοβοτῆρος
εἴπατέ μοι, κελάδοντος ἀπορνύμεναι ποταμοῖο,
ἐξ ὀρέων πόθεν ἦλθεν ἀήθεα πόντον ἐλαύνων
ἀγνώσσων ἁλὸς ἔργα; τί δὲ χρέος ἔπλετο νηῶν
ἀρχεκάκων, ἵνα πόντον ὁμοῦ καὶ γαῖαν ὀρίνῃ
βουκόλος; ὠγυγίη δὲ τίς ἔπλετο νείκεος ἀρχή,
ὄφρα καὶ ἀθανάτοισι θεμιστεύσωσι νομῆες;
τίς δὲ δικασπολίη; πόθεν ἔκλυεν οὔνομα νύμφης
Ἀργείης; αὐταὶ γὰρ ἐθηήσασθε μολοῦσαι
Ἰδαίης τρικάρηνον ὑπὸ πρηῶνα Φαλάκρης
καὶ Πάριν οἰοπόλοισιν ἐφεδριόωντα θοώκοις
καὶ Χαρίτων βασίλειαν ἀγαλλομένην Ἀφροδίτην.
- ὣς ὁ μὲν ὑψιλόφοισιν ἐν οὔρεσιν Αἱμονιήων
νυμφιδίων Πηλῆος ἀειδομένων ὑμεναίων
Ζηνὸς ἐφημοσύνῃσιν ἐῳνοχόει Γανυμήδης·
πᾶσα δὲ κυδαίνουσα θεῶν ἔσπευσε γενέθλη
αὐτοκασιγνήτην λευκώλενον Ἀμφιτρίτης,
Ζεὺς μὲν ἀπ' Οὐλύμποιο, Ποσειδάων δὲ θαλάσσης·
ἐκ δὲ Μελισσήεντος ἀπ' εὐόδμου Ἑλικῶνος
Μουσάων λιγύφωνον ἄγων χορὸν ἦλθεν Ἀπόλλων·
χρυσείοις δ' ἑκάτερθε τινασσόμενος πλοκάμοισι
βότρυς ἀκερσεκόμης ζεφύρῳ στυφελίζετο χαίτης.
τὸν δὲ μεθ' ὡμάρτησε κασιγνήτη Διὸς Ἥρη.
οὐδ' αὐτὴ βασίλεια καὶ ἁρμονίης Ἀφροδίτη
ἐρχομένη δήθυνεν ἐς ἄλσεα Κενταύροιο.
καὶ στέφος ἀσκήσασα γαμήλιον ἤλυθε Πειθώ,
τοξευτῆρος Ἔρωτος ἐλαφρίζουσα φαρέτρην.
καὶ βριαρὴν τρυφάλειαν ἀπὸ κροτάφοιο μεθεῖσα
ἐς γάμον ὡμάρτησε γάμων ἀδίδακτος Ἀθήνη.
οὐδὲ κασιγνήτη Λητωιὰς Ἀπόλλωνος
Ἄρτεμις ἠτίμησε καὶ ἀγροτέρη περ ἐοῦσα.
οἷος δ' οὐ κυνέην, οὐ δήιον ἔγχος ἀείρων
ἐς δόμον Ἡφαίστοιο σιδήρεος ἔρχεται Ἄρης,
τοῖος ἄτερ θώρηκος, ἄτερ θηκτοῖο σιδήρου
μειδιόων ἐχόρευεν. Ἔριν δ' ἀγέραστον ἐάσας
οὐ Χείρων ἀλέγιζε καὶ οὐκ ἐμπάζετο Πηλεύς.
- ἡ δ' ἅτε βησσήεντος ἀποπλαγχθεῖσα νομοῖο
πόρτις ἐρημαίῃσιν ἐνὶ ξυλόχοισιν ἀλᾶται
φοινήεντι μύωπι, βοῶν ἐλατῆρι, τυπεῖσα·
τοῖα βαρυζήλοισιν Ἔρις πληγῃσι δαμεῖσα
πλάζετο μαστεύουσα, θεῶν πῶς δαῖτας ὀρίνοι.
πολλάκι δ' εὐλάιγγος ἀπὸ κλισμοῖο θοροῦσα
ἵστατο καὶ παλίνορσος ἐφέζετο· χειρὶ δὲ γαίης
οὔδεϊ κόλπον ἄραξε καὶ οὐκ ἐφράσσατο πέτρην·
ἤθελεν ὀρφναίων γυάλων κληῗδας ἀνεῖσα,
ἐκ χθονίων Τιτῆνας ἀναστήσασα βερέθρων
οὐρανὸν ὑψιμέδοντος ἀιστῶσαι Διὸς ἕδρην.
ἤθελεν ἠχήεντα πυρὸς πρηστῆρα τινάσσειν,
Ἡφαίστῳ δ' ὑπόεικεν ἀμαιμακέτη περ ἐοῦσα,
καὶ πυρὸς ἀσβέστοιο καὶ ὀπτευτῆρι σιδήρου.
καὶ σακέων βαρύδουπον ἐμήσατο κόμπον ἀράσσειν,
εἴ ποτε δειμαίνοντες ἀναθρῳσκοιεν ἰωήν·
ἀλλὰ καὶ ὁπλοτέρης δολίης ἀνεχάσσατο βουλῆς
Ἄρεα δειμαίνουσα, σιδήρεον ἀσπιδιώτην.
- ἤδη δ' Ἑσπερίδων χρυσέων ἐμνήσατο μήλων·
ἔνθεν Ἔρις, πολέμοιο προάγγελον ἔρνος ἑλοῦσα
μῆλον, ἀριζήλων ἐφράσσατο δήνεα μόχθων.
χειρὶ δὲ δινήσασα μόθου πρωτόσπορον ἀρχὴν
ἐς θαλίην ἔρριψε, χορὸν δ' ὤρινε θεάων.
Ἥρη μὲν παράκοιτις ἀγαλλομένη Διὸς εὐνῃ
ἵστατο θαμβήσασα καὶ ἤθελε ληΐζεσθαι·
πασάων δ' ἅτε Κύπρις ἀρειοτέρη γεγαυῖα
μῆλον ἔχειν ἐπόθησεν, ὅτι κτέρας ἐστὶν Ἐρώτων·
Ἥρη δ' οὐ μεθέηκε καὶ οὐχ ὑπόεικεν Ἀθήνη.
Ζεὺς δὲ θεῶν καὶ νεῖκος ἰδὼν καὶ παῖδα καλέσσας
τοῖον ὑφεδρήσσοντα προσέννεπεν Ἑρμάωνα·
- εἴ τινά που Ξάνθοιο παρ' Ἰδαίοιο ῥεέθροις
παῖδα Πάριν Πριάμοιο, τὸν ἀγλαὸν ἡβητῆρα,
Τροίης βουκολέοντα κατ' οὔρεα, τέκνον, ἀκούεις,
κείνῳ μῆλον ὄπαζε· διακρίνειν δὲ θεάων
κέκλεο καὶ βλεφάρων ξυνοχὴν καὶ κύκλα προσώπων.
ἡ δὲ διακρινθεῖσα φέρειν περίπυστον ὀπώρην
κάρτος ἀρειοτέρης ἐχέτω καὶ κόσμον Ἐρώτων.
- ὣς ὁ μὲν Ἑρμάωνι πατὴρ ἐπέτελλε Κρονίων·
αὐτὰρ ὁ πατρῳῃσιν ἐφημοσύνῃσι πιθήσας
εἰς ὁδὸν ἡγεμόνευε καὶ οὐκ ἀμέλησε θεάων.
πᾶσα δὲ λωϊτέρην καὶ ἀμείνονα δίζετο μορφήν.
Κύπρις μὲν δολόμητις ἀναπτύξασα καλύπτρην
καὶ περόνην θυόεντα διαστήσασα κομάων
χρυσῳ μὲν πλοκάμους, χρυσῳ δ' ἐστέψατο χαίτην.
τοῖα δὲ παῖδας Ἔρωτας ἀνηϋτησεν ἰδοῦσα·
- ἐγγὺς ἀγών, φίλα τέκνα· περιπτύξασθε τιθήνην.
σήμερον ἀγλαΐαι με διακρίνουσι προσώπων·
δειμαίνω, τίνι μῆλον ὁ βουκόλος οὗτος ὀπάσσει.
Ἥρην μὲν Χαρίτων ἱερὴν ἐνέπουσι τιθήνην,
φασὶ δὲ κοιρανίην μεθέπειν καὶ σκῆπτρα φυλάσσειν·
καὶ πολέμων βασίλειαν ἀεὶ καλέουσιν Ἀθήνην·
μούνη Κύπρις ἄναλκις ἔην θεός. οὐ βασιλήων
κοιρανίην, οὐκ ἔγχος ἀρήιον, οὐ βέλος ἕλκω.
ἀλλὰ τί δειμαίνω περιώσιον ἀντὶ μὲν αἰχμῆς
ὡς θοὸν ἔγχος ἔχουσα μελίφρονα δεσμὸν ἐρώτων;
κεστὸν ἔχω καὶ κέντρον ἄγω καὶ τόξον ἀείρω,
κεστόν, ὅθεν φιλότητος ἐμῆς ἐμὸν οἶστρον ἑλοῦσαι
πολλάκις ὠδίνουσι καὶ οὐ θνῃσκουσι γυναῖκες.
- τοῖον ἐφεσπομένη ῥοδοδάκτυλος ἔννεπε Κύπρις.
οἱ δ' ἄρα μητρῳης ἐρατῆς ἀίοντες ἐφετμῆς
φοιτητῆρες Ἔρωτες ἐπερρώοντο τιθήνῃ.
- ἄρτι μὲν Ἰδαίην ὑπερέδραμον οὔρεος ἄκρην,
ἔνθα λιθοκρήδεμνον ὑπὸ πρηῶνος ἐρίπνην
κουρίζων ἐνόμευε Πάρις πατρώια μῆλα.
ποιμαίνων δ' ἑκάτερθεν ἐπὶ προχοῃσιν ἀναύρου
νόσφι μὲν ἀγρομένων ἀγέλην πεμπάζετο ταύρων,
νόσφι δὲ βοσκομένων διεμέτρεε πώεα μήλων·
καί τις ὀρεσσαύλοιο δορὴ μετόπισθε χιμαίρης
ἐκκρεμὲς ᾐώρητο καὶ αὐτῶν ἥπτετο μηρῶν,
ποιμενίη δ' ἀπέκειτο, βοῶν ἐλάτειρα, καλαῦροψ,
τοῖος ἐπεὶ σύριγγος, ἐς ἤθεα βαιὸν ὁδεύων,
ἀγροτέρων καλάμων λιγυρὴν ἐδίωκεν ἀοιδήν·
πολλάκι δ' οἰοπόλοισιν ἐνὶ σταθμοῖσιν ἀείδων
καὶ ταύρων ἀμέλησε καὶ οὐκ ἐμπάζετο μήλων·
ἔνθεν ἔχων σύριγγα κατ' ἤθεα καλὰ νομήων
Πανὶ καὶ Ἑρμάωνι φίλην ἀνεβάλλετο μολπήν·
οὐ κύνες ὠρύοντο καὶ οὐ μυκήσατο ταῦρος,
μούνη δ' ἠνεμόεσσα, βοῆς ἀδίδακτος ἐοῦσα,
Ἰδαίων ὀρέων ἀντίθροος ἴαχεν Ἠχώ.
ταῦροι δὲ χλοερῆς κεκορηότες ὑψόθι ποίης,
κεκλιμένοι βαρύγουνον ἐπ' ἰσχίον εὐνάζοντο.
- ὣς ὁ μὲν ὑψορόφοιο φυτῶν ὑπένερθε καλύπτρης
τηλόθεν Ἑρμάωνα διάκτορον εἶδε λιγαίνων.
δειμαίνων δ' ἀνόρουσε, θεῶν δ' ἀλέεινεν ὀπωπήν·
καὶ χορὸν εὐκελάδων δονάκων ἐπὶ φηγὸν ἐρείσας
μήπω πολλὰ καμοῦσαν ἑὴν ἀνέκοπτεν ἀοιδήν.
τοῖα δὲ δειμαίνοντα προσέννεπε θέσκελος Ἑρμῆς·
- γαῦλον ἀπορρίψας καὶ πώεα καλὰ μεθήσας
δεῦρο θεμιστεύσειας ἐπουνανίῃσι δικάζων·
δεῦρο διακρίνων προφερέστερον εἶδος ὀπωπῆς
φαιδροτέρῃ τόδε μῆλον, ἐπήρατον ἔρνος, ὀπάσσαις.
- τοῖον ἀνηϋτησεν· ὁ δ' ἤπιον ὄμμα τανύσσας
ἦκα διακρίνειν πειρήσατο κάλλος ἑκάστης.
δέρκετο μὲν γλαυκῶν βλεφάρων σέλας, ἔδρακε δειρὴν
χρυσῳ δαιδαλέην, ἐφράσσατο κόσμον ἑκάστης
καὶ πτέρνης μετόπισθε καὶ αὐτῶν ἴχνια ταρσῶν.
χειρῶν μειδιόωντα δίκης προπάροιθεν ἑλοῦσα
τοῖον Ἀλεξάνδρῳ μυθήσατο μῦθον Ἀθήνη·
- δεῦρο, τέκος Πριάμοιο, Διὸς παράκοιτιν ἐάσας
καὶ θαλάμων βασίλειαν ἀτιμήσας Ἀφροδίτην
ἠνορέης ἐπίκουρον ἐπαινήσειας Ἀθήνην.
φασί σε κοιρανέειν καὶ Τρώιον ἄστυ φυλάσσειν·
δεῦρό σε τειρομένοισι σαόπτολιν ἀνδράσι θήσω,
μή ποτέ σοι βαρύμηνις ἐπιβρίσειεν Ἐνυώ.
πείθεο, καὶ πολέμους τε καὶ ἠνορέην σε διδάξω.
- ὣς ἡ μὲν πολύμητις ἀνηϋτησεν Ἀθήνη.
τοῖα δ' ὑποβλήδην λευκώλενος ἔννεπεν Ἥρη·
- εἴ με διακρίνων προφερέστερον ἔρνος ὀπάσσῃς,
πάσης ἡμετέρης Ἀσίης ἡγήτορα θήσω.
ἔργα μόθων ἀθέριζε· τί γὰρ πολέμων βασιλῆι;
κοίρανος ἰφθίμοισι καὶ ἀπτολέμοισι κελεύει.
οὐκ αἰεὶ θεράποντες ἀριστεύουσιν Ἀθήνης·
ὠκύμοροι θνῄσκουσιν ὑποδρηστῆρες Ἐνυοῦς.
- τοίην κοιρανίην πρωτόθρονος ὤπασεν Ἥρη.
ἡ δ' ἑανὸν βαθύκολπον, ἐς ἠέρα γυμνώσασα
κόλπον, ἀνῃώρησε καὶ οὐκ ῃδέσσατο Κύπρις.
χειρὶ δ' ἐλαφρίζουσα μελίφρονα δεσμὸν ἐρώτων
στῆθος ἅπαν γύμνωσε καὶ οὐκ ἐμνήσατο μαζῶν.
τοῖα δὲ μειδιόωσα προσέννεπε μηλοβοτῆρα·
- δέξο με καὶ πολέμων ἐπιλήθεο, δέχνυσο μορφὴν
ἡμετέρην καὶ σκῆπτρα καὶ Ἀσίδα κάλλιπε γαῖαν.
ἔργα μόθων οὐκ οἶδα· τί γὰρ σακέων Ἀφροδίτῃ;
ἀγλαϊῃ πολὺ μᾶλλον ἀριστεύουσι γυναῖκες.
ἀντὶ μὲν ἠνορέης ἐρατὴν παράκοιτιν ὀπάσσω,
ἀντὶ δὲ κοιρανίης Ἑλένης ἐπιβήσεο λέκτρων·
νυμφίον ἀθρήσει σε μετὰ Τροίην Λακεδαίμων.
- οὔπω μῦθος ἔληγεν, ὁ δ' ἀγλαὸν ὤπασε μῆλον,
ἀγλαϊης ἀνάθημα, μέγα κτέρας Ἀφρογενείῃ,
φυταλιὴν πολέμοιο, κακὴν πολέμοιο γενέθλην.
χειρὶ δὲ μῆλον ἔχουσα τόσην ἀνενείκατο φωνὴν
Ἥρην κερτομέουσα καὶ ἀντιάνειραν Ἀθήνην·
- εἴξατέ μοι πολέμοιο συνήθεες, εἴξατε νίκης.
ἀγλαϊην ἐφίλησα, καὶ ἀγλαϊη με διώκει.
φασί σε, μῆτερ Ἄρηος, ὑπ' ὠδίνεσσιν ἀέξειν
ἠυκόμων Χαρίτων ἱερὸν χορόν· ἀλλά σε πᾶσαι
σήμερον ἠρνήσαντο, καὶ οὐ μίαν εὗρες ἀρωγόν.
οὐ σακέων βασίλεια καὶ οὐ πυρός ἐσσι τιθήνη·
οὔ σοι Ἄρης ἐπάρηξε, καὶ εἰ δορὶ μαίνεται Ἄρης,
οὐ φλόγες Ἡφαίστοιο, καὶ εἰ φλογὸς ἆσθμα λοχεύει.
οἷα δὲ κυδιάεις ἀνεμώλιος, Ἀτρυτώνη,
ἣν γάμος οὐκ ἔσπειρε καὶ οὐ μαιώσατο μήτηρ,
ἀλλὰ σιδηρείη σε τομὴ καὶ ῥίζα σιδήρου
πατρῳων ἀλόχευτον ἀνεβλάστησε καρήνων.
οἷα δὲ χαλκείοισι καλυψαμένη χρόα πέπλοις
καὶ φεύγεις φιλότητα καὶ Ἄρεος ἔργα διώκεις,
ἁρμονίης ἀδίδακτος, ὁμοφροσύνης ἀδαήμων.
ἀγνώσσεις, ὅτι μᾶλλον ἀνάλκιδές εἰσιν Ἀθῆναι
τοῖαι, κυδαλίμοισιν ἀγαλλόμεναι πολέμοισι,
κεκριμένων μελέων οὔτ' ἄρσενες οὔτε γυναῖκες;
- τοῖον ἐφυβρίζουσα προσέννεπε Κύπρις Ἀθήνην.
ὣς ἡ μὲν πτολίπορθον ἀέθλιον ἔλλαχε μορφῆς
Ἥρην ἐξελάσασα καὶ ἀσχαλόωσαν Ἀθήνην·
ἱμείρων δ' ὑπ' ἔρωτι καὶ ἣν οὐκ εἶδε διώκων,
Δύσπαρις ἀθροίσας ἐπὶ δάσκιον ἤγαγεν ὕλην
ἀνέρας ἐργοπόνοιο δαήμονας Ἀτρυτώνης.
ἔνθα πολυπρέμνοιο δαϊζόμεναι δρύες Ἴδης
ἤριπον ἀρχεκάκοιο περιφροσύνῃσι Φερέκλου,
ὃς τότε μαργαίνοντι χαριζόμενος βασιλῆι
νῆας Ἀλεξάνδρῳ δρυτόμῳ τεκτήνατο χαλκῳ.
αὐτῆμαρ προβέβουλε καὶ αὐτῆμαρ κάμε νῆας,
νῆας δ' οὐκ ἐνόησε καὶ οὐκ ἤσκησεν Ἀθήνη.
- ἄρτι μὲν Ἰδαίων ὀρέων ἠλλάξατο πόντον
καὶ λεχέων ἐπίκουρον ἐφεσπομένην Ἀφροδίτην
πολλάκις ἀκταίοισιν ἱλασσάμενος θυέεσσιν
ἔπλεεν Ἑλλήσποντον ἐπ' εὐρέα νῶτα θαλάσσης,
τῳ δὲ πολυτλήτων σημήια φαίνετο μόχθων.
κυανέη μὲν ὕπερθεν ἀναθρῳσκουσα θάλασσα
οὐρανὸν ὀρφναίων ἑλίκων ἐζώσατο δεσμῳ
εἶθαρ ἀμιχθαλόεντος ἀπ' ἠέρος ὄμβρον ἱεῖσα,
ἐκλύσθη δέ τε πόντος ἐρεσσομένων ἐρετάων.
τόφρα δὲ Δαρδανίην καὶ Τρώιον οὖδας ἀμείψας
Ἰσμαρίδος μεθέηκε παραπλώων στόμα λίμνης,
αἶψα δὲ Θρηικίοιο μετ' οὔρεα Παγγαίοιο
Φυλλίδις ἀντέλλοντα φιλήνορος ἔδρακε τύμβον
καὶ δρόμον ἐννεάκυκλον ἀλήμονος εἶδε κελεύθου,
ἔνθα διαστείχουσα κινύρεο, Φυλλίς, ἀκοίτην
δεχνυμένη παλίνορσον ἀπήμονα Δημοφόωντα,
ὁππότε νοστήσειεν Ἀθηναίης ἀπὸ δήμων.
τῳ δὲ βαθυκλήροιο διὰ χθονὸς Αἱμονιήων
ἐξαπίνης ἀνέτελλεν Ἀχαιίδος ἄνθεα γαίης,
Φθίη βωτιάνειρα καὶ εὐρυάγυια Μυκήνη.
ἔνθεν ἀνερχομένοιο παρ' εἰαμενὰς Ἐρυμάνθου
Σπάρτην καλλιγύναικα, φίλην πόλιν Ἀτρείωνος,
κεκλιμένην ἐνόησεν ἐπ' Εὐρώταο ῥεέθροις.
ἄγχι δὲ ναιομένην ὑπὸ δάσκιον οὔρεος ὕλην
γείτονα παπταίνων ἐρατὴν θηεῖτο Θεράπνην.
οὔπω κεῖθεν ἔην δολιχὸς πλόος, οὐδὲ γαλήνης
δηρὸν ἐρεσσομένων ἠκούετο δοῦπος ἐρετμῶν,
καὶ χθονὸς εὐκόλποισιν ἐπ' ἠιόνεσσι βαλόντες
πείσματα νηὸς ἔδησαν, ὅσοις ἁλὸς ἔργα μεμήλει.
- αὐτὰρ ὁ χιονέοιο λοεσσάμενος ποταμοῖο
ῳχετο φειδομένοισιν ἐπ' ἴχνεσιν ἴχνος ἐρείδων,
μὴ πόδες ἱμερόεντες ὑποχραίνοιντο κονίης,
μὴ πλοκάμων κυνέῃσιν ἐπιβρίσαντες ἐθείρας
ὀξύτερον σπεύδοντος ἀναστέλλοιεν ἀῆται.
- ἄρτι μὲν αἰπύδμητα φιλοξείνων ναετήρων
δώματα παπταίνων καὶ γείτονας ἐγγύθι νηοὺς
ἄστεος ἀγλαϊην διεμέτρεεν, ἔνθα μὲν αὐτῆς
χρύσεον ἐνδαπίης θηεύμενος εἶδος Ἀθήνης,
ἔνθα δὲ Καρνείοιο φίλον κτέρας Ἀπόλλωνος
οἶκον Ἀμυκλαίοιο παραγνάμψας Ὑακίνθου,
ὅν ποτε κουρίζοντα σὺν Ἀπόλλωνι νοήσας
δῆμος Ἀμυκλαίων ἠγάσσατο, μὴ Διὶ Λητὼ
κυσαμένη καὶ τοῦτον ἀνήγαγεν· αὐτὰρ Ἀπόλλων
οὐκ ἐδάη Ζεφύρῳ ζηλήμονι παῖδα φυλάσσων.
γαῖα δὲ δακρύσαντι χαριζομένη βασιλῆι
ἄνθος ἀνηέξησε, παραίφασιν Ἀπόλλωνος,
ἄνθος ἀριζήλοιο φερώνυμον ἡβητῆρος.
- ἤδη δ' ἀγχιδόμοισιν ἐπ' Ἀτρείδαο μελάθροις
ἵστατο θεσπεσίῃσιν ἀγαλλόμενος χαρίτεσσιν.
οὐ Διὶ τοῖον ἔτικτεν ἐπήρατον υἷα Θυώνη·
ἱλήκοις, Διόνυσε· καὶ εἰ Διός ἐσσι γενέθλης,
καλὸς ἔην καὶ κεῖνος ἐπ' ἀγλαϊῃσι προσώπων.
ἡ δὲ φιλοξείνων θαλάμων κληῗδας ἀνεῖσα
ἐξαπίνης Ἑλένη μετεκίαθε δώματος αὐλὴν
καὶ θαλερῶν προπάροιθεν ὀπιπεύουσα θυράων
ὡς ἴδεν, ὣς ἐκάλεσσε καὶ ἐς μυχὸν ἤγαγεν οἴκου
καί μιν ἐφεδρήσσειν νεοπηγέος ὑψόθεν ἕδρης
ἀργυρέης ἐπέτελλε· κόρον δ' οὐκ εἶχεν ὀπωπῆς
ἄλλοτε δὴ χρύσειον ὀισαμένη Κυθερείης
κοῦρον ὀπιπεύειν θαλαμηπόλον ‑ ὀψὲ δ' ἀνέγνω,
ὡς οὐκ ἔστιν Ἔρως· βελέων δ' οὐκ εἶδε φαρέτρην ‑
πολλάκι δ' ἀγλαϊῃσιν ἐυγλήνοισι προσώπων
παπταίνειν ἐδόκευε τὸν ἡμερίδων βασιλῆα·
ἀλλ' οὐχ ἡμερίδων θαλερὴν ἐδόκευεν ὀπώρην
πεπταμένην χαρίεντος ἐπὶ ξυνοχῃσι καρήνου.
ὀψὲ δὲ θαμβήσασα τόσην ἀνενείκατο φωνήν·
- ξεῖνε, πόθεν τελέθεις; ἐρατὸν γένος εἰπὲ καὶ ἡμῖν.
ἀγλαϊην μὲν ἔοικας ἀριζήλῳ βασιλῆι,
ἀλλὰ τεὴν οὐκ οἶδα παρ' Ἀργείοισι γενέθλην.
πᾶσαν Δευκαλίωνος ἀμύμονος οἶδα γενέθλην·
οὐ Πύλον ἠμαθόεσσαν ἔχεις, Νηλήιον οὖδας,
‑ Ἀντίλοχον δεδάηκα, τεὴν δ' οὐκ εἶδον ὀπωπὴν
οὐ Φθίην χαρίεσσαν, ἀριστήων τροφὸν ἀνδρῶν·
οἶδα περικλήιστον ὅλον γένος Αἰακιδάων,
ἀγλαϊην Πηλῆος, ἐυκλείην Τελαμῶνος,
ἤθεα Πατρόκλοιο καὶ ἠνορέην Ἀχιλῆος.
- τοῖα Πάριν ποθέουσα λιγύθροος ἔννεπε νύμφη·
αὐτὰρ ὁ μειλιχίην ἠμείβετο γῆρυν ἀνοίξας·
- εἴ τινά που Φρυγίης ἐνὶ πείρασι γαῖαν ἀκούεις,
Ἴλιον, ἣν πύργωσε Ποσειδάων καὶ Ἀπόλλων·
εἴ τινά που πολύολβον ἐνὶ Τροίῃ βασιλῆα
ἔκλυες εὐώδινος ἀπὸ Κρονίδαο γενέθλης·
ἔνθεν ἀριστεύων ἐμφύλια πάντα διώκω.
εἰμί, γύναι, Πριάμοιο πολυχρύσου φίλος υἱός,
εἰμὶ δὲ Δαρδανίδης· ὁ δὲ Δάρδανος ἐκ Διὸς ἦεν,
ῳ καὶ ἀπ' Οὐλύμποιο θεοὶ ξυνήονες ἀνδρῶν
πολλάκι θητεύουσι καὶ ἀθάνατοί περ ἐόντες·
ὧν ὁ μὲν ἡμετέρης δωμήσατο τείχεα πάτρης,
τείχεα μαρμαίροντα, Ποσειδάων καὶ Ἀπόλλων.
αὐτὰρ ἐγώ, βασίλεια, δικασπόλος εἰμὶ θεάων·
καὶ γὰρ ἀκηχεμένῃσιν ἐπουρανίῃσι δικάζων
Κύπριδος ἀγλαϊην καὶ ἐπήρατον ῃνεσα μορφήν,
ἡ δὲ περικλήιστον, ἐμῶν ἀντάξιον ἔργων,
νύμφην ἱμερόεσσαν ἐμοὶ κατένευσεν ὀπάσσαι,
ἣν Ἑλένην ἐνέπουσι, κασιγνήτην Ἀφροδίτης,
ἧς ἕνεκεν τέτληκα καὶ οἴδματα τόσσα περῆσαι.
δεῦρο γάμον κεράσωμεν, ἐπεὶ Κυθέρεια κελεύει·
μή με καταισχύνειας, ἐμὴν ‹μὴ› Κύπριν ἐλέγξῃς.
οὐκ ἐρέω· τί δὲ τόσσον ἐπισταμένην σε διδάξω;
οἶσθα γάρ, ὡς Μενέλαος ἀνάλκιδός ἐστι γενέθλης·
οὐ τοῖαι γεγάασιν ἐν Ἀργείοισι γυναῖκες,
καὶ γὰρ ἀκιδνοτέροισιν ἀεξόμεναι μελέεσσιν
ἀνδρῶν εἶδος ἔχουσι, νόθοι δ' ἐγένοντο γυναῖκες.
- ἔννεπεν· ἡ δ' ἐρόεσσαν ἐπὶ χθονὶ πῆξεν ὀπωπὴν
δηρὸν ἀμηχανέουσα καὶ οὐκ ἠμείβετο νύμφη.
ὀψὲ δὲ θαμβήσασα τόσην ἀνενείκατο φωνήν·
- ἀτρεκέως, ὦ ξεῖνε, τεῆς ποτε πυθμένα πάτρης
τὸ πρὶν ἐδωμήσαντο Ποσειδάων καὶ Ἀπόλλων;
ἤθελον ἀθανάτων δαιδάλματα κεῖνα νοῆσαι
καὶ νομὸν οἰοπόλοιο λιγύπνοον Ἀπόλλωνος,
ἔνθα θεοδμήτοισι παρὰ προθύροισι πυλάων
πολλάκις εἰλιπόδεσσιν ἐφέσπετο βουσὶν Ἀπόλλων.
ἀγρέο νῦν Σπάρτηθεν ἐπὶ Τροίην με κομίζων.
ἕψομαι, ὡς Κυθέρεια γάμων βασίλεια κελεύει.
οὐ τρομέω Μενέλαον, ὅταν Τροίη με νοήσῃ.
- τοίην συνθείην καλλίσφυρος ἔννεπε νύμφη.
νὺξ δέ, πόνων ἄμπαυμα μετ' ἠελίοιο κελεύθους,
ὕπνον ἐλαφρίζουσα, παρήορον ὤπασεν ἠῶ
ἀρχομένην· δοιὰς δὲ πύλας ὤιξεν ὀνείρων,
τὴν μὲν ἀληθείης ‑ κεράων ἀπελάμπετο κόσμος ‑
ἔνθεν ἀναθρῳσκουσι θεῶν νημερτέες ὀμφαί,
τὴν δὲ δολοφροσύνης, κενεῶν θρέπτειραν ὀνείρων.
αὐτὰρ ὁ ποντοπόρων Ἑλένην ἐπὶ σέλματα νηῶν
ἐκ θαλάμων ἐκόμισε φιλοξείνου Μενελάου,
κυδιόων δ' ὑπέροπλον ὑποσχεσίῃ Κυθερείης
φόρτον ἄγων ἔσπευδεν ἐς Ἴλιον ἰωχμοῖο.
- Ἑρμιόνη δ' ἀνέμοισιν ἀπορρίψασα καλύπτρην
ἱσταμένης πολύδακρυς ἀνέστενεν ἠριγενείης,
πολλάκι δ' ἀμφιπόλους θαλάμων ἔκτοσθε λαβοῦσα,
ὀξύτατον βοόωσα τόσην ἀνενείκατο φωνήν·
- παῖδες, πῆ με λιποῦσα πολύστονον ῳχετο μήτηρ,
ἣ χθιζὸν σὺν ἐμοὶ θαλάμων κληῖδας ἑλοῦσα
ἔδραθεν ὑπνώουσα καὶ ἐς μίαν ἤλυθεν εὐνήν;
- ἔννεπε δακρυχέουσα, συνωδύροντο δὲ παῖδες.
ἀγρόμεναι δ' ἑκάτερθεν ἐπὶ προθύροισιν ἐρύκειν
Ἑρμιόνην στενάχουσαν ἐπειρήσαντο γυναῖκες·
- τέκνον ὀδυρομένη, γόον εὔνασον. ῳχετο μήτηρ,
νοστήσει παλίνορσος· ἔτι κλαίουσα νοήσεις.
οὐχ ὁράᾳς; γοεραὶ μὲν ἐπιμύουσιν ὀπωπαί,
πυκνὰ δὲ μυρομένης θαλεραὶ μινύθουσι παρειαί.
ἦ τάχα νυμφάων ἐς ὁμήγυριν ἀγρομενάων
ἤλυθεν, ἰθείης δὲ παραπλάζουσα κελεύθου
ἵσταται ἀσχαλόωσα, καὶ ἐς λειμῶνα μολοῦσα
Ὡράων δροσόεντος ὑπὲρ πεδίοιο θαάσσει,
ἢ χρόα πατρῳοιο λοεσσομένη ποταμοῖο
ῳχετο καὶ δήθυνεν ἐπ' Εὐρώταο ῥεέθροις.
- τοῖα δὲ δακρύσασα πολύστονος ἔννεπε κούρη·
οἶδεν ὄρος, ποταμῶν ἐδάη ῥόον, οἶδε κελεύθους
ἐς ῥόδον, ἐς λειμῶνα· τί μοι φθέγγεσθε, γυναῖκες;
ἀστέρες ὑπνώουσι, καὶ ἐν σκοπέλοισιν ἰαύει·
ἀστέρες ἀντέλλουσι, καὶ οὐ παλίνορσος ἱκάνει.
μῆτερ ἐμή, τίνα χῶρον ἔχεις; τίνα δ' οὔρεα ναίεις;
πλαζομένην θῆρές σε κατέκτανον; ἀλλὰ καὶ αὐτοὶ
θῆρες ἀριζήλοιο Διὸς τρομέουσι γενέθλην.
ἤριπες ἐξ ὀχέων χθαμαλῆς ἐπὶ νῶτα κονίης
σὸν δέμας οἰοπόλοισιν ἐνὶ δρυμοῖσι λιποῦσα;
ἀλλὰ πολυπρέμνων ξυλόχων ὑπὸ δάσκιον ὕλην
δένδρεα παπτήνασα καὶ αὐτῶν μέχρι πετήλων
σὸν δέμας οὐκ ἐνόησα· καὶ οὐ νεμεσίζομαι ὕλῃ.
μὴ διεροῖς στονόεντος ἐπ' Εὐρώταο ῥεέθροις
νηχομένην ἐκάλυψεν ὑποβρυχίην σε γαλήνη;
ἀλλὰ καὶ ἐν ποταμοῖσι καὶ ἐν πελάγεσσι θαλάσσης
Νηιάδες ζώουσι καὶ οὐ κτείνουσι γυναῖκας.
- ὣς ἡ μὲν στενάχιζεν· ἀνακλίνουσα δὲ δειρὴν
ὕπνον ἔπνει, θανάτοιο συνέμπορον· ἦ γὰρ ἐτύχθη
ἄμφω ἀναγκαίη ξυνήια πάντα λαχόντε
ἔργα παλαιοτέροιο κασιγνήτοιο διώκειν.
ἔνθεν ἀκηχεμένοισι βαρυνόμεναι βλεφάροισι
πολλάκις ὑπνώουσιν, ὅτε κλαίουσι, γυναῖκες.
ἡ μὲν ἀλητεύουσα δολοφροσύνῃσιν ὀνείρων
μητέρα παπταίνειν ὠίσατο, τοῖα δὲ κούρη
ἴαχε θαμβήσασα καὶ ἀχνυμένη περ ἐοῦσα·
- χθιζὸν ὀδυρομένην με δόμων ἔκτοσθε φυγοῦσα
κάλλιπες ὑπνώουσαν ὑπὲρ λεχέων γενετῆρος.
ποῖον ὄρος μεθέηκα; τίνας προλέλοιπα κολώνας;
οὕτω καλλικόμοιο μεθ' ἁρμονίην Ἀφροδίτης;
- τοῖα δὲ φωνήσασα προσέννεπε Τυνδαρεώνη·
τέκνον ἀκηχεμένη, μὴ μέμφεο δεινὰ παθούσῃ·
ὁ χθιζός με μολὼν ἀπατήλιος ἥρπασεν ἀνήρ.
- ἔννεπεν. ἡ δ' ἀνόρουσε καὶ οὐχ ὁρόωσα τιθήνην
ὀξυτέρῃ πολὺ μᾶλλον ἀνεβρυχήσατο φωνῃ·
- ἠερίης, ὄρνιθες, ἐύπτερα τέκνα γενέθλης,
εἴπατε νοστήσαντες ἐπὶ Κρήτην Μενελάῳ·
χθιζὸν ἐπὶ Σπάρτην τις ἀνὴρ ἀθεμίστιος ἐλθὼν
ἀγλαϊην ξύμπασαν ἑῶν ἀλάπαξε μελάθρων.
- Ὣς ἡ μὲν πολύδακρυς ἐς ἠέρα φωνήσασα,
μητέρα μαστεύουσα, μάτην ἐπλάζετο κούρη.
καὶ Κικόνων πτολίεθρα καὶ Αἰολίδος πόρον Ἕλλης
Δαρδανίης λιμένεσσιν ὁ νυμφίος ἤγαγε νύμφην.
πυκνὰ δὲ τίλλε κόμην, χρυσέην δ' ἔρριψε καλύπτρην
Κασσάνδρη νεόφοιτον ἀπ' ἀκροπόληος ἰδοῦσα.
Τροίη δ' ὑψιδόμων πυλέων κληῖδας ἀνεῖσα
δέξατο νοστήσαντα τὸν ἀρχέκακον πολιήτην.