637 66 0 1 116 0 IV-III a. C. Commedia Menander Phasma Sandbach, F.H., Oxford, Clarendon Press, 1972. 11

MENANDER - Phasma - ΦΑΣΜΑ

(ΘΕΟΣ)

[                       ]υσιων[

[              ] ἐπιτελεῖν συλλαμβάνηις

[              ]ν νυμφίον σαυτὸν φρονεῖν

[           τῆ]ς παρθένου τὴν μητέρα

   5[           ἑτ]έρωι τοῦθ' ὁμομητρίωι τινὶ

[          ] μὴ παραδῶις, πρὸς τῶν θεῶν,

[          ]α̣ σαυτοῦ μηδεμίαν. οὕτω πόει",

[         τ]οῦτο· τί γὰρ ἄν τις πάθοι;

τὸ δ' οὐχὶ φάσμ'] ἔστ', ἀλλὰ παῖς ἀληθινή,

  10ἐν οἰκίαι τα]χ̣θεῖσα τῆς γαμουμένης.

τίκτει γὰρ ἡ] μήτηρ πρὶν ἐλθεῖν ἐνθάδε

[           ] ταύτην δίδωσί τ' ἐκτρέφειν

[           ]υν ἐστὶν ἐν τῶν γειτόνων

[        τρεφομ]ένη καὶ φυλαττομένη κόρη

  15ἁνὴρ ὅταν ἔλθηι] δεῦρο· τὸν δ' ἄλλον χρόνον,

ὅτ' οἴχετ' εἰς ἀγρὸ]ν φυλακῆς τ' ἐλάττονος

χρεία 'στιν, ἣν εἴλη]χεν οἰκίαν τότε

εἴωθε καταλιπεῖν.] τίν' οὖν φαντάζεται

[              τ]ουτὶ γὰρ ἔτι ποθεῖτ' ἴσως

  20μαθεῖν σαφέστερ]ον· πεπόηκεν ἡ γυνὴ

διελοῦσα τὸν τοῖχον] διέξοδόν τινα

[            ]παντ' ἐπισκοπεῖν

[               κε]κάλυπται ταινίαις

[            μή τις πρ]οσελθὼν καταμάθηι.

  25[                 ]τις ἔνδον τῆς θεοῦ

(desunt uersus aliquot)

[ΠΑΙΔΑΓΩΓΟΣ]

πῶς εἰσιν οἱ πυροὶ [κατ' ἀγορὰν ὤνιοι;

(ΦΕΙΔΙΑΣ)

τί δ' ἐμοὶ μέλει τοῦτο;

(Πα)    οὐθέν· [ἀλλὰ τῶι λόγωι

εἰς τὴν ἀλήθειαν καταχρήσα̣[σθ' ἔστ' ἴσως.

  30ἂν τίμιοι, δακέτω σ' ὑπὲρ ἐμ̣[οῦ τοῦτο τοῦ

πένητος· αἴσθου σαυτὸν ὄντα, [Φειδία,

ἄνθρωπον, ἄνθρωπον δὲ καὶ [τὸν ἐνδεῆ,

ἵνα μὴ 'πιθυμῆις τῶν ὑπὲρ σ̣[ὲ πραγμάτων.

ὅταν δ' ἀγρυπνεῖν εἴπηις, τίς ὁ [βίος σοῦ σκοπῶν

  35τὴν αἰτίαν γνώσει· περιπατεῖς [

εἰσῆλθες εὐθύς, ἂν κοπιάσηις τ̣[ὰ σκέλη·

μαλακῶς ἐλούσω· πάλιν ἀναστ[ὰς ἐνέφαγες

πρὸς ἡδονήν· ὕπνος αὐτὸς ὁ βί[ος ἐστί σου.

τὸ πέρας· κακὸν ἔχεις οὐδέν, ἡ ν[όσος δέ σου

  40ἔσθ' ἣν διῆλθες. φορτικώτερο[ν δέ τι

ἐπέρχεταί μοι, τρόφιμε ‑ συγγνώ[μην δ' ἔχε.

τὸ δὴ λεγόμενον, οὐκ ἔχεις ὅπο[ι χέσηις

ὑπὸ τῶν ἀγαθῶν, εὖ ἴσθι.

(Φε)    μὴ ὥ[ρασι μὲν

ἵκοιο.

(Πα)    τἀληθῆ λέγω, νὴ τοὺς θεούς·

  45τοῦτ' ἐστὶ τἀρρώστημα.

(Φε)    καὶ μὴ[ν οὐ κρατῶ

ἀτόπως ἐμαυτοῦ καὶ βαρέως [ἔχω πάνυ.

[Πα] ἀ̣σ̣θ̣ε̣νικόν ἐστι τἀνόητο[ν

[Φε] εἶἑν· πάνυ γὰρ ταυτὶ λελο̣[γισμένως λέγεις.

τί μοι παραινεῖς;

(Πα)    ὅ τι παρ[αινῶ;

  50εἰ μέν τι κακὸν ἀληθὲς εἶχες, Φειδία,

ζητεῖν ἀληθὲς φάρμακον τούτου σ' ἔδει·

νῦν δ' οὐκ ἔχεις· κενὸν εὑρὲ καὶ τὸ φάρμακον

πρὸς τὸ κενόν, οἰήθητι δ' ὠφελεῖν τί σε.

περιμαξάτωσάν σ' αἱ γυναῖκες ἐν κύκλωι

  55καὶ περιθεωσάτωσαν· ἀπὸ κρουνῶν τριῶν

ὕδατι περίρραν' ἐμβαλὼν ἅλας, φακούς.

[        ]ν ὑπεμελαγχόλη[ς ˘ˉ

[        ]τα νῦν ὑγιέστερο[

[        ]καὶ γαμεῖ πάλιν

  60[        ]εται τἄνδον̣ () Σύρε,

[        ]γειν. () γαμεῖ πάλιν

[        ]ς ἀδελφήν. () οἴχομαι.

[      ὡ]σπερεὶ σὲ νῦν ὁρῶ.

[        ]ο τοῦ καπνοῦ βλέπω

  65[        ]ριον καθαρὰ μία

[        ]ἀπόλωλε. () πλησίον

[        ]. βέλτιστ', εἰπέ μοι

[        ]δετέραν. () ἀκούετε

[        ].ρα γὰρ μετέρχεται

  70[        ] αὐτόθεν κάλει

[      ἐ]ξώλης, Σύρε,

[        ]ι̣ωνε[....] ἐμοί

[        ] ἐπισημαίνεσθ' ἐὰν

ἡ σκευασία καθάρειος ἦι καὶ ποικίλη.

  75[        ] παντοδ[απ

[        ]υπερ[

[        ]εκ.ιτ.[

[ ˘ ] νῦν ὄντων[

(Α) οἴχομαι. (Β) τὸ παιδίον [

  80αὐτός· οὐκ Ἔμβαρός ἐσ[τιν οὗ]τος· ὑπενόουν [

τὸ παραχρῆμ' ὀρθῶς ε[....]α παντοδαπὰ λε[ˉ˘ˉ

οὐθὲν [...]υνθ... () κ[....]ν ἐμφρόνως ημ[ˉ˘ˉ

ἐνέτυχεν. () τὸ πρᾶγμα [....ἐ]πινοῆσαί μοι δο[κε̣]ῖ

εἶτα πάλιν ἐπῆιξε.[... (Α) ἀναφρό]διτός εἰμί τις.

  85(Β) τῶν διδόντων δ' ἐκτρ[οφήν γ' εἶ, τρό]φιμε, κατακεκληιμέν[

ἂν τὸ κακὸν αὐτῶι παρα[στῆι, τῆς] κόρης τὴν ‹ῥῖν' ἴσως›

ἀπέδεται καμών. (Α) Ἄπολλον, μηθαμῶς. (Β) νὴ τοὺς θεούς,

ἢ τὸ χεῖλος ἅμα φιλῶν τι. καὶ κράτιστα ταῦτ' ἴσως

ἔστ'· ἐρῶν παύσει γὰρ οὕτως ἂν [ἴδηις] αὐτὴν τότε.

  90(Α) καὶ παρασκώπτεις με; (Β) ἐγὼ σέ; μὰ τὸν Ἀπόλλω, 'γὼ μὲν οὔ.

(Α) εἰσιὼν πρὸς τὴν ἀδελφὴν πά[ντ' ἀκού]σομαι σαφῶς·

οἴομαι δ' αὐτὴν ἀθυμεῖν [τῶι πο]ουμένωι γάμωι.

(Γ) [     ].υ τίς ἐστί; τίς καταισχ̣[ύνει ˘;

(Δ) [     ]θεν οὐκ οἶδ'· οὖσα γὰρ [

  95[   παν]νυχίδος οὔσης καὶ χο[ρῶν

[   οὐ μ]ανθάνεις γάρ; τὴν οδ[

[     ]ελέγξεις· ἡ δ' ἐρεῖ "Βρ[αυρων

[      ]ωνίοις', σύ, 'πηνίκ'; οὐ π[

[   μόν]η πλανηθεῖσ' ἡ τάλαι̣[ν

 100[        ] ἐρωτήσεις τὰ προ[

[       πλ]εῖστον· εἶτα θαυ[μα

[       ]ον. ποῦ ποτ' ὢν λ[

ˉ˘ φίλ'] ἄνερ, γνώριμον τ[

[        ].ς γάρ ποτ' ἐν Βραυ[ρωνι

 105[        ]αιδ' ἐνθαδὶ τὰ π[˘

[        ]αντι τῶν γεγ[

[        ]τ' απαντησ[