3165 418 0 6 229 17 IV-III a. C. Commedia Menander Periciromene Sandbach, F.H., Oxford, Clarendon Press, 1972. 86

MENANDER - Periciromene - ΠΕΡΙΚΕΙΡΟΜΕΝΗ

(ΑΓΝΟΙΑ)

...

[        ] προθυμηθεῖσα θῆλυ, τὸ δ' ἕτερον

γυναικὶ] δοῦναι πλουσίαι τὴν οἰκίαν

ταύτην] κατοικούσηι, δεομένηι παιδίου.

γέγον]ε δὲ τα[ῦτ'. ἐγγενο]μένων δ' ἐτῶν τινων

 125καὶ τ]οῦ πολέμου καὶ τῶν Κορινθιακῶν κακῶν

αὐξανομένων ἡ γραῦς ἀπορουμένη σφόδρα,

τεθραμμένης τῆς παιδός, ἣν νῦν εἴδετε

ὑμεῖς, ἐραστοῦ γενομένου τε τοῦ σφοδροῦ

τούτου νεανίσκου γένει Κορινθίου

 130ὄντος, δίδωσι τὴν κόρην ὡς θυγατέρα

αὑτῆς ἔχειν· ἤδη δ' ἀπειρηκυῖα καὶ

προορωμένη τοῦ ζῆν καταστροφήν τινα

αὑτῆι παροῦσαν οὐκ ἔκρυψε τὴν τύχην,

λέγει δὲ πρὸς τὴν μείραχ' ὡς ἀνείλετο

 135αὐτήν, ἐν οἷς τε σπαργάνοις δίδωσ' ἅμα,

τὸν ἀγνοούμενόν τ' ἀδελφὸν τῆι φύσει

φράζει, προνοουμένη τι τῶν ἀνθρωπίνων,

εἴ ποτε δεηθείη βοηθείας τινός,

ὁρῶσα τοῦτον ὄντ' ἀναγκαῖον μόνον

 140αὐτῆι, φυλακήν τε λαμβάνουσα μή ποτε

δι' ἐμέ τι τὴν Ἄγνοιαν αὐτοῖς συμπέσηι

ἀκούσιον, πλουτοῦντα καὶ μεθύοντ' ἀεὶ

ὁρῶσ' ἐκεῖνον, εὐπρεπῆ δὲ καὶ νέαν

ταύτην, βέβαιον δ' οὐθὲν ὧι κατελείπετο.

 145αὕτη μὲν οὖν ἀπέθανεν, ὁ δὲ τὴν οἰκίαν

ἐπρίατο ταύτην ὁ στρατιώτης οὐ πάλαι·

ἐν γειτόνων δ' οἰκοῦσα τἀδελφοῦ τὸ μὲν

πρᾶγμ' οὐ μεμήνυκ' οὐδ' ἐκεῖνον βούλεται

εἶναι δοκοῦντα λαμπρὸν εἰς μεταλλαγὴν

 150ἀγαγεῖν, ὄνασθαι δ' ὧν δέδωκεν ἡ τύχη.

ἀπὸ ταὐτομάτου δ' ὀφθεῖσ' ὑπ' αὐτοῦ θρασυτέρου

ὥσπερ προείρηκ' ὄντος ἐπιμελῶς τ' ἀεὶ

φοιτῶντος ἐπὶ τὴν οἰκίαν, ἔτυχ' ἑσπέρας

πέμπουσά ποι θεράπαιναν, ὡς δ' ἐπὶ ταῖς θύραις

 155αὐτὴν γενομένην εἶδεν, εὐθὺ προσδραμὼν

ἐφίλει, περιέβαλλ', ἡ δὲ τῶι προειδέναι

ἀδελφὸν ὄντ' οὐκ ἔφυγε· προσιὼν δ' [ἅτερος

ὁρᾶι. τὰ λοιπὰ δ' αὐτὸς [εἴρηχ]', ὃν τ̣ρ̣[όπον

ὁ μὲν ὤιχετ', εἰπὼν ὅτι κατὰ σχολὴν ἰδεῖν

 160αὐτήν τι βούλεθ', ἡ δ' ἐδάκρυ' ἑστῶσα καὶ

ὠδύρεθ' ὅτι ταῦτ' οὐκ ἐλευθέρως ποεῖν

ἔξεστιν αὐτῆι. πάντα δ' ἐξεκάετο

ταῦθ' ἕνεκα τοῦ μέλλοντος, εἰς ὀργήν θ' ἵνα

οὗτος ἀφίκητ' ‑ ἐγὼ γὰρ ἦγον οὐ φύσει

 165τοιοῦτον ὄντα τοῦτον, ἀρχὴν δ' ἵνα λάβηι

μηνύσεως τὰ λοιπά ‑ τούς θ' αὑτῶν ποτε

εὕροιεν· ὥστ' εἰ τοῦτ' ἐδυσχέρανέ τις

ἀτιμίαν τ' ἐνόμισε, μεταθέσθω πάλιν.

διὰ γὰρ θεοῦ καὶ τὸ κακὸν εἰς ἀγαθὸν ῥέπει

 170γινόμενον. ἔρρωσθ' εὐμενεῖς τε γενόμενοι

ἡμῖν, θεαταί, καὶ τὰ λοιπὰ σώιζετε.

(ΣΩΣΙΑΣ)

ὁ σοβαρὸς ἡμῖν ἀρτίως καὶ πολεμικός,

ὁ τὰς γυναῖκας οὐκ ἐῶν ἔχειν τρίχας,

κλάει κατακλινείς. κατέλιπον ποούμενον

 175ἄριστον αὐτοῖς ἄρτι, καὶ συνηγμένοι

εἰς ταὐτόν εἰσιν οἱ συνήθεις, τοῦ φέρειν

αὐτὸν τὸ πρᾶγμα ῥᾶιον. οὐκ ἔχων δ' ὅπως

τἀνταῦθ' ἀκούσηι γινόμεν' ἐκπέπομφέ με

ἱμάτιον οἴσοντ' ἐξεπίτηδες, οὐδὲ ἓν

 180δεόμενος ἄλλ' ἢ περιπατεῖν με βούλεται.

(ΔΩΡΙΣ)

ἐγὼ προελθοῦσ' ὄψομαι, κεκτημένη.

(Σω) ἡ Δωρίς. οἵα γέγονεν, ὡς δ' ἐρρωμένη.

ζῶσιν τρόπον τιν', ὡς ἐμοὶ καταφαίνεται,

αὗται. πορεύσομαι δέ.

(Δω)    κόψω τὴν θύραν·

 185οὐδεὶς γὰρ αὐτῶν ἐστιν ἔξω. δυστυχής,

ἥτις στρατιώτην ἔλαβεν ἄνδρα. παράνομοι

ἅπαντες, οὐδὲν πιστόν. ὦ κεκτημένη,

ὡς ἄδικα πάσχεις. παῖδες. εὐφρανθήσεται

κλάουσαν αὐτὴν πυθόμενος νῦν· τοῦτο γὰρ

 190ἐβούλετ' αὐτός. παιδίον, κέλευέ μοι

(desunt uersus fere lxx)

(Δα) παῖδες· μεθύοντα μειράκια προσέρχεται

πάμπολλ'. ἐπαινῶ διαφόρως κεκτημένην·

εἴσω πρὸς ἡμᾶς εἰσάγει τὴν μείρακα.

τοῦτ' ἔστι μήτηρ. ὁ τρόφιμος ζητητέος·

 265ἥκειν γὰρ αὐτὸν τὴν ταχίστην ἐνθάδε

εὔκαιρον εἶναι φαίνεθ', ὡς ἐμοὶ δοκεῖ.

ΧΟΡΟΥ

(ΜΟΣΧΙΩΝ)

Δᾶε, πολλάκις μὲν ἤδη πρός μ' ἀπήγγελκας λ̣ό̣γ̣ο̣υ̣σ̣

οὐκ ἀληθεῖς, ἀλλ' ἀλαζὼν καὶ θεοῖσιν ἐχθρὸς εἶ.

εἰ δὲ καὶ νυνὶ πλανᾶις με ‑

(ΔΑΟΣ)    κρέμασον εὐθύς, εἰ [πλανῶ.

 270(Μο) ἥμερον λέγεις τι.

(Δα)    χρῆσαι πολεμίου τοίνυν [

ἂν δ' ἀληθὲς ἦι καταλάβηις τ' ἔνδον αὐτὴν ἐνθάδε,

ὁ δεδιωικηκ[ὼς ἐγώ] σοι ταῦτα πάντα, Μοσχίων,

καὶ πεπεικὼς τὴν μὲν ἐλθεῖν δεῦρ' ἀναλώσας λόγους

μυρίους, τὴν σὴν δὲ μητέρ' [ὑποδέχ]εσθαι καὶ ποεῖν

 275πάνθ' ἅ σοι δοκεῖ, τίς ἔσομαι;

(Μο)    τίς βίος μάλισθ', [ὅρα,

Δᾶε, τῶν πάντων ἀρέσκει; [τοῦ]τ' ἐπιβλέψ[ας λέγε.

(Δα) ἆρα τὸ μυλωθρεῖν κράτιστον;

(Μο)    εἰς μυλῶνα̣ [

οὑτοσὶ̣ φερόμενος ἡμ̣ῖ̣ν.

(Δα)    μηδα̣μ[ῶς] τέχν[ην λέγε.

(Μο) βούλομαι δὲ προστάτην σε πραγμάτων Ἑλληνικ[ῶν

 280καὶ διοικητὴν στρατοπέδων ‑

(Δα)    [...]ελ̣ε[

ο̣[ἵ μ'] ἀποσφάττουσιν εὐθύς, ἂ[ν τύ]χηι, κ̣λ̣έψα[ντά τι.

(Μο) ἀλλὰ .......... ἐκδότης εκδ̣ο̣σ̣ε̣ι̣[..]ει λαβο̣[

ἑπτὰ [......]. τάλαντα.

(Δα)    παντοπωλεῖν [βούλομαι,

Μοσχίων, ἢ [τυρ]ο̣π̣[ω]λεῖν ἐν ἀγορᾶι καθήμε[νος.

 285ὀμνύω [                          ] καθεσ[τάναι.

κατ' ἐμὲ ταῦτ', ἐ̣[μοί τ' ἀρέσκει] μᾶλλον.

(Μο)    αν̣[

[..]δεκ[.]ι...ηγενοιθ̣' ὃ μελ[ιτόπ]ωλις εὐ[

γραῦς.

(Δα)    τὸ γαστρίζεσθ' ἀρέσκε[ι, ]γ̣εγ̣[ονέναι δέ γ' ἄξιος

φήμ' ἐφ' οἷς εἴρηκα τούτοις.

(Μο)    μα[

 290ἦσθας· ἀλλὰ τυροπώλει καὶ τα̣λ̣[.]ι̣[

(Δα) ταῦτα μὲν δή, φασίν, εὔχθω· δ[

οἰκίαν ἄνοιγε τρόφιμε.

(Μο)    δεῖ μ̣[

ἐ[μὲ δὲ] παραμυθεῖσθ' [ἐκεί]ν[ην νῦν προσήκει καὶ γελᾶν

ἐπὶ θεοῖς ἐχθρῶι πτεροφόραι χιλιάρχωι.

(Δα)    καὶ μάλα.

 295(Μο) εἰσιὼν δέ μοι σύ, Δᾶε, τῶν ὅλων κατάσκοπος

πραγμάτων γενοῦ, τί ποιεῖ, ποῦ 'στιν ἡ μήτηρ, ἐμὲ

εἰς τὸ προσδοκᾶν ἔχουσι πῶς· τὸ τοιουτὶ μέρος

οὐκ ἀκριβῶς δεῖ φράσαι σοι· κομψὸς εἶ.

(Δα)    πορεύσομαι.

(Μο) περιπατῶν δὲ προσμενῶ σε, ‹Δᾶε›, πρόσθε τῶν θυρῶν.

 300ἀλλ' ἔδειξεν μέν τι τοιοῦθ' ὡς προσῆλθον ἑσπέρας·

προσδραμόντ' οὐκ ἔφυγεν, ἀλλὰ περιβαλοῦσ' ἐ[πέσπα]σ̣ε

οὐκ ἀηδὴς ὡς ἔοικεν εἴμ' ἰδεῖν οὐδ' ἐντ[υχεῖν,

οἴομαι, μὰ τὴν Ἀθηνᾶν, ἀλλ' ἑταίρ[αις

τὴν δ' Ἀδράστειαν μάλιστα νῦν ἀρ[...προσκυν]ῶ̣.

 305(Δα) Μοσχίων, ἡ μὲν λέλουται καὶ κάθηται.

(Μο)    φιλτάτη.

(Δα) ἡ δὲ μήτηρ σου διοικεῖ περιπατοῦσ' οὐκ οἶδ' ὅ τι.

εὐτρεπὲς δ' ἄριστόν ἐστιν, ἐκ δὲ τῶν ποουμένων

περιμένειν δοκοῦσί μοι σε.

(Μο)    καὶ πάλαι [........] οὐκ

εἴμ' ἀηδής. εἶπας αὐταῖς [συμπ]αρόντα μ' ἐνθάδε;

 310(Δα) μὰ Δία.

(Μο)    νῦν τοίνυν λέγ' ἐλθών.

[11]

 310(Δα)    ὡς ὁρᾶις, ἀναστρέφω.

(Μο) ἡ μὲν αἰσχυνεῖτ' ἐπειδὰν εἰσίωμεν δηλαδὴ

παρακαλύψ[εταί τ', ἔθο]ς γὰρ τ[ο]ῦτ[ο]· τὴν δὲ μητέρα

εἰσιόντ' εὐθὺς φιλῆσαι δεῖ μ', ἀνακτήσασθ' ὅλως,

εἰς τὸ κολακεύειν τρα̣πέσθαι, ζῆν τε πρὸς ταύτην ἁπλῶς·

 315ὡς γὰρ οἰκείως κέχρηται τῶι παρόντι πράγματι.

ἀλλὰ τὴν θύραν ψοφεῖ τις ἐξιών. τί τοῦτο, παῖ;

ὡς ὀκνηρῶς μοι προσέρχει, Δᾶε.

(Δα)    ναὶ μὰ τὸν Δία,

πάνυ γὰρ ἀτόπως. ὡς γὰρ ἐλθὼν εἶπα πρὸς τὴν μητέρα

ὅτι πάρει, "μηδ̣ὲν ἔ̣τι τούτων", φησ[ί, "πῶς δ' ἀ]κήκοεν;

 320ἢ σὺ λελάληκας πρὸς αὐτόν, ὅτι φοβηθεῖσ' ἐνθάδε

καταπέφευγ' αὕτη [πρὸς ἡμᾶς; πάνυ] γε. μὴ ὥρας σύ γε",

φήσ', "ἵκοι', ἀλλ' [............]ν̣ βάδιζε, παιδίον,

ἐκποδών[" .......]α̣λλ[.] πάντ' [ἀν]ήρπαστ' ἐκ μέσου.

οὐ σφό]δρ' [ἤκ]ουσεν παρόντα σ' ἡδέως.

(Μο)    μαστιγία,

 325κατακέχρη]σαί μοι.

(Δα)    γελοῖον· ἡ μὲν οὖν μήτηρ ‑

(Μο)    τί φήις;

[.......]κουσαν αὐτήν, ἢ τί πρᾶγμ'; οὐχ ἕνεκ' ἐμοῦ;

[.......]ς πέπεικας ἐλθεῖν πρός μ';

(Δα)    ἐγὼ δ' εἴρηκά σοι

ὅτι πέπει]κ' ἐλθεῖν ἐκείνην; μὰ τὸν Ἀπόλλω 'γὼ μὲν οὔ.

[........ ψε]ῦδο[ς, τρ]όφ̣[ι]μ̣έ̣ μ̣ο̣υ̣, σ̣ο̣ῦ̣ καταψεύδεσθ[

 330[Μο] [...... οὐ τὴν ]μ[ητέρ' αὐτὸ]ς ταῦτα συμπε̣[π]ε̣[ικ]έ̣ναι

ἀρτίως ἔφησθα, ταύτην ἐνθάδ' ὑποδέξασθ' ἐμοῦ

ἕνεκα;

(Δα)    τοῦθ', ὁρᾶις, ἔφην. ναί, μνημονεύω.

(Μο)    καὶ δοκεῖν

ἕνεκ' ἐμοῦ σοι τοῦτο πράττειν;

Δα    οὐκ ἔχω τουτὶ φράσαι,

ἀλλ' ἔγωγ' ἔπειθον.

Μο    εἶἑν· δεῦρο δὴ βάδιζε.

Δα    ποῖ;

 335μὴ μακράν.

(Μο)    εἴσει ‑

(Δα)    τὸ δεῖνα, Μοσχίων· ἐγὼ τότε ‑

μικρὸν ἔτι μεῖνον.

(Μο)    φλυαρεῖς πρός με.

(Δα)    μὰ τὸν Ἀσκληπιόν,

οὐκ ἔγωγ', ἐὰν ἀκούσηις. τυχὸν ἴσως οὐ βούλεται,

μανθάνεις, ἐξ ἐπιδρομῆς ταῦθ', ὡς ἔτυχεν, ἀλλ' ἀξιοῖ

π[ρὶν τάδ'] εἰδέναι σ', ἀκοῦσαι τὰ παρὰ σοῦ γε, νὴ Δία.

 340οὐ γὰρ ὡς αὐ]λ̣[ητρ]ὶς οὐδ' ὡς πορνίδιον τρισάθλιον

ἦλθε.]

(Μο)    νῦν δοκ]εῖς λέγειν μοι Δᾶέ τι πάλιν.

(Δα)    δοκ̣ί̣[μασον·

οἶσθας] οἷ[όν ἐ]στιν, οἶμαι. καταλέλοιπεν οἰκίαν,

ο̣ὐ̣ φ̣λ̣υαρ̣[ῶ, ‹τόν› τ'] ἐραστήν· εἰ σὺ τρεῖς ἢ τέτταρας

ἡμέρας βούλει, προσέξει σοί τις· ἀνεκοινοῦτό μοι

 345το]ῦτ'· ἀκοῦσαι γάρ σε δεῖ νῦν.

(Μο)    ποῦ σε δήσας κατα[λίπω,

Δᾶε; περιπατεῖν ποεῖς με περίπατον πολύν τινα.

ἀρτίως μὲν οὐ[κ ἀλ]η̣θές, νῦν δὲ λελάληκας πάλιν.

(Δα) οὐκ ἐᾶις φρονεῖ[ν μ' ἀ]θορύβ[ως· μετα]β̣αλοῦ τρόπον τινὰ

κοσμίως τ' εἴσω πάρελθε.

(Μο)    σ[ὺ δ' ἀποδ]ράσει;

(Δα)    καὶ μάλα·

 350ἐφόδι' οὐχ ὁρᾶις μ' ἔχοντα [

[Μο] εἰσιών ‹μοι› κἄ[ν] τι τούτων συνδιορθώσαις.

(Δα)    ἑκ̣[ών.

(Μο) ὁμολογῶ νικᾶν σε.

(Δα)    μικροῦ γ', Ἡράκλεις, καὶ νῦ[ν δέει

αὖός εἰμ'· οὐκ ἔστι γὰρ ταῦθ', ὡς τότ' ὤιμην, εὐκρι[νῆ.

(ΣΩΣΙΑΣ)

πάλιν πέπομφε τὴν χλαμύδα φέροντά με

 355καὶ τὴν σπάθην, ἵν' ἴδω τί ποιεῖ καὶ λέγω

ἐλθών. ἀκαρέ̣ς δέω δὲ φάσκειν καταλαβεῖν

τὸν μοιχὸν ἔνδον, ἵν' ἀναπηδήσας τρέχηι ‑

εἰ μή γε παντάπασιν αὐτὸν ἠλέουν.

κακοδαίμον' οὕτω δεσπότην οὐδ' ἐνύπνιον

 360ἰδὼν γὰρ οἶδ'. ὢ τῆς πικρᾶς ἐπιδημίας.

(Δα) ὁ ξένος ἀφῖκται. χαλεπὰ ταῦτα παντελῶς

τὰ πράγματ' ἐστί, νὴ τὸν Ἀπόλλω, ταῦτά̣ [γε.

καὶ τὸ κεφάλαιον οὐδέπω λογίζομαι,

τὸν δεσπότην, ἂν ἐξ ἀγροῦ θᾶττον π̣[άλιν

 365ἔλθηι, ταραχὴν οἵαν ποήσει παραφ[ανείς.

Σω ὑμεῖς δ' ἀφήκαθ', ἱερόσυλα θηρία,

ἀφή]κατ' ἔξω τῆς θύρας.

(Δα)    ἀναστρέφει

ἅνθρωπος ὀργιζόμενος· [ὑπα]π̣ο̣[στήσομαι.

(Σω) ἣ δ' οἴχεθ' ὡς τὸν γείτον' εὐθὺς δηλαδὴ

 370τὸν μοιχόν, οἰμώζειν φράσας ἡμῖν μακρὰ

καὶ μεγάλα.

(Δα)    μάντιν ὁ στρατιώτης [πε]ρι[άγει

τοῦτον· ἐπιτυγχάνει τι.

Σω    κόψω τὴν θύραν.

(Δα) ἄνθρωπε κακόδαιμον, τί βούλει; ποῖ φέρει;

(Σω) ἐντεῦθεν εἶ;

(Δα)    τυχόν. ἀλλὰ τί πολυπραγμονεῖς;

 375(Σω) ἀπονενόησθε, πρὸς θεῶν; ἐλευθέραν

ἔχειν γυναῖκα πρὸς βίαν τοῦ κυρίου

τολμᾶτε κατακλείσαντες;

Δα    ὡς πο̣[νηρὸς εἶ

καὶ συκοφάντης, ὃσ[

(Σω) πότερα νομίζετ' οὐκ ἔχειν ἡ[μᾶς χολὴν

 380οὐδ' ἄνδρας εἶναι;

(Δα)    ναὶ μὰ Δία, τε[τρω]β̣ό[λους.

ὅταν δὲ τετραδράχμους τοιούτ[ους] λα[μβάνηι,

ἦ ῥαιδίως μαχούμεθ' ὑμῖν.

(Σω)    [Ἡράκλ]ε[ις,

πράγματος ἀσελγοῦς. ὁμολογεῖτε δ', εἰπέ μοι,

ἔχειν;]

[Δα]    ἄπ]ελθ', ἄνθρωπε.

[Σω]    [Ἱλ]αρίων ‑ οἴχεται,

 385ὡς οὗτ]ος [ἔσται] μάρτυ[ς. ὁμο]λογεῖτ' ἔχειν;

(Δα) ου. [         ]τ̣εν[

[Σω]    ὄ]ψ̣ο̣μαί τινας

ὑμῶν [στένον]τας. πρὸς τίν' οἴεσθ', εἰπέ μοι,

παίζειν; τίς ὁ λῆρος; κατὰ κράτος τὸ δυστυχὲς

οἰκίδιον τοῦτ' αὐτίκ' ἐξαιρήσομεν.

 390ὅπλιζε τὸν μοιχόν.

(Δα)    πονηρόν, ἄθλιε·

ὥσπερ παρ' ἡμῖν οὖσαν ἐπιμένεις πάλαι.

(Σω) οἱ παῖδες οἱ τὰ πελτί' ο̣ὗ̣τ̣ο̣ι̣ πρὶν πτύσαι

διαρπάσονται πάντα, κἂν τετρωβόλους

καλῆις.

(Δα)    ἔπαιζον· σκατοφάγος γὰρ εἶ.

(Σω)    πόλιν

 395οἰκοῦντες ‑

(Δα)    ἀλλ' οὐκ ἔχομεν.

(Σω)    αἰβοῖ, λήψομαι

σάρισαν.

(Δα)    ἄπαγ' ἐς κόρακας· ὡς εἴσειμ' ἐγὼ

ἕως ἔοικας ἀ[.....]τωι.

(Δω)    Σωσία.

(Σω) σὺ μὲν εἰ πρόσει μοι, Δωρί, μέγα τί σοι κακὸν

δώσω· σὺ τούτων γέγονας αἰτιωτάτη.

 400(Δω) οὕτως ὄναιο, λέγ' ὅτι πρὸς γυναῖκά ποι

δείσασα καταπέφευγε.

(Σω)    πρὸς γυναῖκά ποι

δείσασα;

(Δω)    καὶ γὰρ οἴχεθ' ὡς τὴν Μυρρίνην,

τὴν γείτον', οὕτω μοι γένοιθ' ἃ βούλομαι.

(Σω) ὁρᾶι]ς ἵν' οἴχεθ'; οὗ τὸ μέλημ' ἐστ', ἐνθάδε.

 405(Δω) οὐ]δ̣ὲν ποεῖ νῦν ὧν σὺ βούλει, Σ[ωσία.

(Σω) ἄπ[αγ]ε σε[αυτή]ν, ἄπ̣[α]γ' [....] ψ̣ευδῆλ̣[

(desunt uersus fere lx)

[ΧΟΡΟΥ]

(Σω) ἐκεῖθεν ἥκει χρήματ' εἰληφώς, ἐμοὶ

πίστευε· προδίδωσίν σε καὶ τὸ στρατόπεδον.

(ΠΑΤΑΙΚΟΣ)

κάθευδ' ἀπελθών, ὦ μακάριε, τὰς μάχας

 470ταύτας ἐάσας· οὐχ ὑγιαίνεις. σοὶ λαλῶ,

ἧττον μεθύεις γάρ.

(ΠΟΛΕΜΩΝ)    ἧττον; ὃς πέπωκ' ἴσως

κοτύλην, προειδὼς πάντα ταῦθ' ὁ δυστυχὴς

τηρῶν τ' ἐμαυτὸν εἰς τὸ μέλλον.

(Πα)    εὖ λέγεις.

πείσθητί μοι.

Πο    τί δ' ἐστὶν ὃ κελεύεις ἐμο̣ί̣;

 475(Πα) ὀρθῶς μ' ἐρωτᾶις. νῦν ἐγὼ δὴ τἆλλ' ἐρῶ.

(Σω) Ἁβρότονον, ἐπισήμηνον.

(Πα)    εἴσω τουτονὶ

πρῶτον ἀπόπεμψον τούς τε παῖδας οὓς ἄγει.

(Σω) κακῶς διοικεῖς. τὸν πόλεμον διαλύσεται,

ἐξὸν λαβεῖν κατὰ κράτος.

(Πο)    οὑτοσί μ̣ε̣ γ̣ὰ̣ρ̣ ‑

 480‹Σω› Πάταικος; ἐξόλλυσιν. ‑ οὐκ ἔσθ' ἡγεμών.

(Πα) πρὸς τῶν θεῶν, ἄνθρωπ', ἄπελθε.

(Σω)    ἀπέρχομαι. ‑

ὤιμην σὲ ποιήσειν τι· καὶ γάρ, Ἁβρότονον,

ἔχεις τι πρὸς πολιορκίαν σὺ χρήσιμον

δύνασαί τ' ἀναβαίνειν, περικαθῆσθαι. ποῖ στρέφει,

 485λαικάστρι'; ἠισχύνθης; μέλει τούτων τί σοι;

(Πα) εἰ μέν τι τοιοῦτ' ἦν, Πολέμων, οἷόν φατε

ὑμεῖς τὸ γεγονός, καὶ γαμετὴν γυναῖκά σου ‑

(Πο) οἷον λέγεις, Πάταικε.

(Πα)    διαφέρει δέ τι.

(Πο) ἐγὼ γαμετὴν νενόμικα ταύτην.

(Πα)    μὴ βόα.

 490τίς δ' ἔσθ' ὁ δούς;

(Πο)    ἐμοὶ τίς; αὐτή.

(Πα)    πάνυ καλῶς.

ἤρεσκες αὐτῆι τυχὸν ἴσως, νῦν δ' οὐκέτι·

ἀπελήλυθεν δ' οὐ κατὰ τρόπον σου χρωμένου

αὐτῆι.

(Πο)    τί φήις; οὐ κατὰ τρόπον; τουτί με τῶν

πάντων λελύπηκας μάλιστ' εἰπών.

(Πα)    ἐρᾶις·

 495τοῦτ' οἶδ' ἀκριβῶς· ὥσθ' ὃ μὲν νυνὶ ποεῖς

ἀπόπληκτόν ἐστιν. ποῖ φέρει γάρ; ἢ τίνα

ἄξων; ἑαυτῆς ἐστ' ἐκείνη κυρία.

λοιπὸν τὸ πείθειν τῶι κακῶς διακειμένωι

ἐρῶντί τ' ἐστίν.

(Πο)    ὁ δὲ διεφθαρκὼς ἐμοῦ

 500ἀπόντος αὐτὴν οὐκ ἀδικεῖ με;

(Πα)    ὥστ' ἐγκαλεῖν

ἀδικεῖ σ' ἐκεῖνος, ἄν ποτ' ἔλθηις εἰς λόγους.

εἰ δ' ἐκβιάσει, δίκην ὀφλήσεις· οὐκ ἔχει

τιμωρίαν γὰρ τἀδίκημ', ἔγκλημα δέ.

(Πο) οὐδ' ἆρα νῦν;

(Πα)    οὐδ' ἆρα νῦν.

(Πο)    οὐκ οἶδ' ὅ τι

 505λέγω, μὰ τὴν Δήμητρα, πλὴν ἀπάγξομαι.

Γλυκέρα με καταλέλοιπε, καταλέλοιπέ με

Γλυκέρα, Πάταικ'. ἀλλ' εἴπερ οὕτω σοι δοκεῖ

πράττειν ‑ συνήθης ἦσθα γὰρ καὶ πολλάκις

λελάληκας αὐτῆι πρότερον ‑ ἐλθὼν διαλέγου,

 510πρέσβευσον, ἱκετεύω σε.

Πα    τοῦτό μοι δοκεῖ,

ὁρᾶις, ποεῖν.

Πο    δύνασαι δὲ δήπουθεν λέγειν,

Πάταικε.

(Πα)    μετρίως.

(Πο)    ἀλλὰ μήν, Πάταικε, δεῖ.

αὕτη 'στιν ἡ σωτηρία τοῦ πράγματος.

ἐγὼ γὰρ εἴ τι πώποτ' ἠδίκηχ' ὅλως ‑

 515εἰ μὴ διατελῶ πάντα φιλοτιμούμενος ‑

τὸν κόσμον αὐτῆς εἰ θεωρήσαις ‑

(Πα)    καλῶς

ἔχει.

(Πο)    θεώρησον, Πάταικε, πρὸς θεῶν·

μᾶλλόν μ' ἐλεήσεις.

(Πα)    ὦ Πόσειδον.

[Πο]    δεῦρ' ἴθι.

ἐνδύμαθ' οἷ'· οἵα δὲ φαίνεθ' ἡνικ' ἂν

 520λάβηι τι τούτων· οὐ γὰρ ἑοράκεις ἴσως.

Πα ἔγωγε.

(Πο)    καὶ γὰρ τὸ μέγεθος δήπουθεν ἦν

ἄξιον ἰδεῖν. ἀλλὰ τί φέρω νῦν εἰς μέσον

τὸ μέγεθος, ἐμβρόντητος, ὑπὲρ ἄλλων λαλῶν;

(Πα) μὰ τὸν Δία.

(Πο)    οὐ γάρ; ἀλλὰ δεῖ Πάταικέ σε

 525ἰδεῖν. βάδιζε δεῦρο.

(Πα)    πάραγ'· εἰσέρχομαι.

(Μο) οὐκ εἰσφθερεῖσθε θᾶττον ὑμεῖς ἐκποδών;

λόγχας ἔχοντες ἐκπεπηδήκασί μοι.

οὐκ ἂν δύναιντο δ' ἐξελεῖν νεοττιὰν

χελιδόνων· οἷοι γάρ εἰσ' οἱ βάσκανοι.

 530ἀλλὰ ξένους, φήσ', εἶχον· εἰσὶ δ' οἱ ξένοι

οἱ περιβόητοι Σωσίας εἷς οὑτοσί.

πολλῶν γεγονότων ἀθλίων κατὰ τὸν χρόνον

τὸν νῦν ‑ φορὰ γὰρ γέγονε τούτου νῦν καλὴ

ἐν ἅπασι τοῖς Ἕλλησι δι' ὅ τι δή ποτε ‑

 535οὐδένα νομίζω τῶν τοσούτων ἄθλιον

ἄνθρωπον οὕτως ὡς ἐμαυτὸν ζῆν ἐγώ.

ὡς γὰρ τάχιστ' εἰσῆλθον, οὐδὲν ὧν ἀεὶ

εἴωθ' ἐποίουν οὐδὲ πρὸς τὴν μητέρα

εἰσῆλθον, οὐ τῶν ἔνδον ἐκάλεσ' οὐδένα

 540πρὸς ἐμαυτόν. εἰς οἶκόν τιν' ἐλθὼν ἐκποδὼν

ἐνταῦθα κατεκείμην συνεστηκὼς πάνυ,

τὸν Δᾶον εἰσπέμπω δὲ δηλώσονθ' ὅτι

ἥκω, τοσοῦτον αὐτό, πρὸς τὴν μητέρα.

οὗτος μὲν οὖν μικρόν τι φροντίσας ἐμοῦ

 545ἄριστον αὐτοῖς καταλαβὼν προκείμενον

ἐγέμιζεν αὑτόν· ἐν δὲ τούτωι τῶι χρόνωι

κατακείμενος πρὸς ἐμαυτὸν ἔλεγον· "αὐτίκα

πρόσεισιν ἡ μήτηρ ἀπαγγελοῦσά μοι

παρὰ τῆς ἐρωμένης ἐφ' οἷς ἄν φησί μοι

 550εἰς ταὐτὸν ἐλθεῖν." αὐτὸς ἐμελέτων λόγον

(desunt uersus fere clx)

[ΧΟΡΟΥ]

[ΓΛΥΚΕΡΑ]

[         τὴν μ]ητέρ' αὐτοῦ, φί̣[λτ]α̣τ̣ε,

[    κα]ταφυγοῦσ' ἐδυνάμην; οὐ σκοπεῖς;

 710ἵνα με λάβηι γυναῖκα; κατ' ἐμὲ γὰρ πάνυ

γέγον' οὗτος. ἀλλ' οὐ τοῦθ', ἑταίραν δ' ἵνα μ' ἔχηι;

εἶτ' οὐ λαθεῖν τούτους ἂν ἔσπευδον, τάλαν,

αὐτός τ' ἐκεῖνος; ἀλλ' ἰταμῶς εἰς ταὐτό με

τῶι πατρὶ κατέστησ', εἱλόμην δ' οὕτως ἐγὼ

 715ἀφρόνως ἔχειν ἔχθραν τε πρά[ττειν

ὑμῖν θ' ὑπόνοιαν καταλιπεῖν [

ἣν ἐξαλείψετ' οὐκέτ'; οὐδ' αἰσχ[ύνομαι,

Πάταικε; καὶ σὺ ταῦτα συμπεπεισμένος

ἦλθες, τοιαύτην θ' ὑπέλαβές [με γεγονέναι;

 720(Πα) μὴ δὴ γένοιτ', ὦ Ζεῦ πολυ[τίμηθ'· ἃ δὲ λέγεις

δείξαις ἀληθῶς ὄντ'· ἐγὼ [

(Γλ) ἀλλ' ἄπιθι μηδὲν ἧττον. [εἰς ἑτέραν τινὰ

ὑβριζέτω τὸ λοιπόν.

(Πα)    οὐχ̣ [

γέγονε τὸ δεινόν.

(Γλ)    ἀνόσι[ον

 725ο[       , τά]λ̣αν̣, θεράπαινα̣ν̣ [

(desunt uersus fere xvi)

[Γλ] ἐγ̣[          ]λαμ̣β̣α̣[ν

τοὐμοῦ πατρὸς καὶ μητρός, εἰ̣[

ἀεὶ παρ' ἐμαυτῆι ταῦτα καὶ τηρ[εῖν.

[Πα]    τί οὖν

 745βούλει;

(Γλ)    κομίσασθαι ταῦτα.

[Πα]    [ἀπέγν]ωκας σ[ὺ γὰρ

κομιδῆι τὸν ἄνθρωπον; τί βούλει;

[Γλ]    φίλτατε̣,

διὰ σοῦ γενέσθω τοῦτό μοι.

(Πα)    πραχθήσεται

τοῦτο ‹τὸ› γελοῖον. ἀλλ' ὑπὲρ πάντων ἐχρῆν

ὁρᾶ]ν σε.

(Γλ)    ἐγὦιδα τἄμ' ἄριστα.

(Πα)    οὕτως ἔχεις;

 750τίς τῶν θ]εραπαινῶν οἶδε ταῦθ' ὅπου 'στί σοι;

(Γλ) ἡ Δωρὶς οἶδε.

(Πα)    καλεσάτω τὴν Δωρίδα

ἔξω τις. ἀλλ' ὅμως, Γλυκέρα, πρὸς τῶν θεῶν

[  ]ε[ς]τ̣', ἐφ' οἷς λόγοις νυνὶ λέγω

[...]

Δω    ὦ κεκτημένη.

 755(Γλ) τί ἐστίν;]

(Δω)    οἷον τὸ κακόν.

(Γλ)    ἐξένεγκέ μοι

τὴν κιστίδ'] ἔξω, Δωρί, τὴν τὰ ποικίλα

ἔχουσαν· οἶσθα ν]ὴ Δί'· ἣν δέδωκά σοι

τηρεῖν· τί κ]λάεις, ἀθλία;

(Πα)    πέπονθά τι,

νὴ τὸν Δία τὸν Σωτῆρα, [.........π]άνυ

 760[       ] πρᾶγμ' οὐδέν. ηκ[

(desunt uersus fere vii)

ὃν] καὶ τότ' εἶδον. οὐ παρ' αὐτὸν οὑτοσὶ

τράγος τις ἢ βοῦς ἢ τοιουτὶ θηρίον

ἕστηκεν;

 770(Γλ)    ἔλαφος, φίλτατ', ἐστίν, οὐ τράγος.

(Πα) κέρα]τ' ἔχει, τοῦτ' οἶδα. καὶ τουτὶ τρίτον

πετ]εινὸς ἵππος. τῆς γυναικὸς τῆς ἐμῆς

ποικίλ]ματ' ἐστὶ ταῦτα καὶ μάλ' ἀθλίας.

(Μο) οὐ τῶν] ἀδυνάτων ἐστί, τουτί μοι δοκεῖ

 775σκοποῦν]τι, τὴν ἐμὴν τεκοῦσαν μητέρα

ἅμ' ἐμοὶ προ]έσθαι θυγατέρ' αὐτῆι γενομένην·

εἰ δὲ γεγένητ]αι τοῦτ', ἀδελφὴ δ' ἔστ' ἐμὴ

αὕτη, κάκιστ'] ἔφ̣θαρμ' ὁ δυστυχὴς ἐγώ.

(Πα) ὦ Ζεῦ, τίν' ἤδη τἀπίλοιπα τῶν ἐμῶν;

 780(Γλ) πέραι]ν' ὃ βούλει τοῦτο πυνθάνου τ' ἐμοῦ.

(Πα) πόθεν λαβοῦσα ταῦτα κέκτησαι φράσον.

(Γλ) ἐν τοῖσδ' ἀνηιρέθην ποτ' οὖσα παιδίον.

(Μο) ἐπάναγε σαυτὸν μικρόν· ὡς ῥοθ[

ἥκω τύχης εἰς καιρὸν οἰκείας [ἐγώ.

 785(Πα) μόνη δ' ἔκεισο; τοῦτο γὰρ σήμαινέ μοι.

(Γλ) οὐ δῆτ', ἀδελφὸν δ' ἐξέθηκε κἀμέ τις.

(Μο) τουτὶ μὲν ἕν μοι τῶν [ἐμ]ο̣ὶ ζητουμένων.

(Πα) πῶς οὖν ἐχωρίσθητ' ἀπ' ἀλλήλων δίχα;

(Γλ) ἔχοιμ' ἂν εἰπεῖν πάντ' ἀκηκουῖά σοι·

 790τἀμὰ δέ μ' ἐρώτα, ῥητὰ γὰρ ταῦτ' ἐστί μοι·

ἐκεῖνα δ' αὐτῆι μὴ φράσειν ὀμώμοκα.

(Μο) καὶ τοῦτό μοι σύσσημον εἴρηκεν σαφές·

ὀμώμοκεν τῆι μητρί. ποῦ πότ' εἰμι γῆς;

(Πα) ὁ δὴ λαβών σε καὶ τρέφων τίς ἦν ποτε;

 795(Γλ) γυνή μ' ἔθρε[ψεν, ἣ] τότ' εἶδε κειμένην.

(Πα) τοῦ δὴ τόπου τί μνημόνευμά σοι λέγει;

(Γλ) κρήνην τιν' ε[ἶπε κ]α̣ὶ τόπον ‹γ'› ὑπόσκιον.

(Πα) τὸν αὐτὸν ὅνπερ χὠ τιθεὶς εἴρηκέ μοι.

(Γλ) τίς δ' οὗτός ἐστιν; εἰ θέμις κἀμοὶ φράσον.

 800(Πα) ὁ μὲν τιθεὶς παῖς, ὁ δὲ τρέφειν ὀκνῶν ἐγώ.

(Γλ) σὺ δ' ἐξέθηκας ὢν πατήρ; τίνος χάριν;

(Πα) πόλλ' ἐστὶν ἔργ' ἄπιστα, παιδίον, τύχης.

ἡ μὲν τεκοῦσ' ὑμᾶς γὰρ ἐκλείπει βίον

εὐθύς, μιᾶι δ' ἔμπροσθεν ἡμέραι, τ̣έ̣κ̣ν̣ο̣[ν ‑

 805(Γλ) τί γίνεται πόθ̣'; ὡς τρέμω τά̣λαι̣ν̣' [ἐγώ.

(Πα) πένης ἐγενόμην βίον ἔχειν [εἰθισμένος.

(Γλ) ἐν ἡμέραι; πῶς; ὦ θεοί, δεινοῦ πό[τμου.

(Πα) ἤκουσα τὴν ναῦν, ἣ παρεῖχ' ἡμῖν τ̣ρ̣ο̣φ̣[ήν,

ἄγρ]ιον καλύψαι πέλαγος Αἰγαίας ἁλός.

 810(Γλ) τάλαιν' ἔγωγε τῆς τύχης.

(Πα)    ἐφόλκια̣

ἡγησάμην δὴ πτωχὸν ὄντα παιδία

τρέφειν ἀβούλου παντελῶς ἀνδρὸς τρόπον.

[                    ]ατων πάντων τέκ[ν

() τὸ ποῖ[ον;

(Γλ)    ] μηνυθήσεται.

 815ἦν καὶ δέραια καὶ βραχύς τις [δι]άλιθ̣[ος

κόσμος προσὼν γνώρισμα τοῖς [ἐκκει]μένοις.

(Πα) ἐκεῖνον ἀναθεώμ[εθα.

(Γλ)    ἀλλ' οὐκ] ἔ[στ'] ἔτι.

() τί[                       ] δηλα̣δή.

(Μο) ἀλ]λ' ἐ[στὶν] οὗτ[ος, ὡς ἔοιχ', οὑ]μὸς πατήρ.

 820(Πα) ἔχοις ἂν εἰπεῖν;

(Γλ)    [πορφυρ]ᾶ ζώνη τις ἦν.

(Πα) ἦν γάρ.

(Γλ)    χορός τε παρθένων ἐνταῦθά τις.

(Μο) οὔκουν συνῆκας;

(Γλ)    δ[ιαφαν]ές τε χλ[ανί]διον

χρυσῆ τε μίτρα. πάντα [καθ' ἓ]ν εἴρηκ̣ά̣ σ̣[ο]ι̣.

(Πα) οὐκέτι καθέξω. φιλτάτ[η, χαῖρε].

Μο    εἰ δ' ἐγὼ

 825[      ]ι τι προσέχεσθεμ[

πάρειμι τοῦτον πά[       ]α[.] ἐγώ.

(Γλ) ὦ θεοί, τίς ἐστιν οὗτος;

(Μο)    ὅσ̣[τις εἴ]μ';

(desunt uersus amplius c minus cc)

[ΧΟΡΟΥ]

(Πο) ἵν' ἐμαυτὸν ἀποπνίξαιμι.

(Δω)    μὴ δὴ [

(Πο) ἀλλὰ τί ποήσω, Δωρί; πῶς βιώσομαι

ὁ τρισκακοδαίμων χωρὶς ὢ[ν

(Δω) ἄπεισιν ὡς σέ.

(Πο)    πρὸς θεῶν οι[

 980(Δω) ἐὰν προθυμηθῆις ἀκάκως [

(Πο) οὐκ ἐνλίποιμ' ἂν οὐθέν. εὖ τοῦ[τ'

ὑπέρευ λέγεις. βάδιζ'· ἐγώ σ' ἐλευθέραν

αὔριον ἀφήσω, Δωρί. ἀλλ' ὃ δε[ῖ λέγειν

ἄκουσον. εἰσελήλυθ'. οἴμοι [

 985ὡς κατὰ κράτος μ' εἴληφας. ἐ[φιλ

ἀδελφόν, οὐχὶ μοιχόν· ὁ δ' ἀλάστωρ ἐγὼ

καὶ ζηλότυπος ἄνθρωπος α̣[

εὐθὺς ἐπαρώινουν. τοιγαροῦ[ν

καλῶς ποῶν. τί ἐστι, Δωρὶ φιλτάτη;

 990(Δω) ἀγαθά· πορεύσεθ' ὡς σέ.

(Πο)    κατεγέλ[α δ' ἐμοῦ;

(Δω) μὰ τὴν Ἀφροδίτην, ἀλλ' ἐνεδύετ[ο στολήν·

ὁ πατὴρ ἐπεξ̣[ητ]αζ'. ἐχρῆν σε νῦν τ̣α̣[χύ

εὐαγγέλια τῶν γεγονότων ποθ[

θύειν] ἐκείνης εὐτυχηκυίας [

 995(Πο) νὴ τὸν Δί', ὀρθῶς γὰρ λέγεις. ὁ δ' [

μάγειρος ἔνδον ἐστί· τὴν ὗν θυέτω.

Δω κανοῦν δὲ ποῦ καὶ τἆλλ' ἃ δεῖ;

(Πο)    κα[νοῦν

ὕστερον ἐνάρξετ', ἀλλὰ ταύτην σφαττέτω·

μᾶλλον δὲ κἀγώ. στέφανον ἀπὸ βω[μοῦ

1000ἀφελὼν ἐπιθέσθαι βούλομαι.

(Δω)    πιθανώτερος

πολλῶι φανεῖ γοῦν.

(Πο)    ἄγετε [...]ξ[

(Δω) καὶ μὴν ἔμελλεν ἐξιέναι δ[

(Πο) αὐτός· τί γὰρ πάθηι τις;

(Δω)    ὦ τά[λαν

ἔ...ν̣ κακὸν το̣σ̣ο̣[ῦτο]ν ἦν θύραν [ψοφεῖν.

1005εἴσειμι καὐτὴ συμποήσουσ' [

(Πα) πάνυ σοῦ φιλῶ τὸ "νῦν διαλλαχθήσομαι"·

ὅτ' εὐτύχηκας, τότε δέχεσθαι τὴν δίκην

τεκμήριον τοῦτ' ἐστὶν Ἕλληνος τρόπου.

ἀλλ' ἐκκαλείτω τις δ̣[ραμὼ]ν αὐ[τὸν ταχύ.

1010Πο ἐ[ξέρχομ'· ἀ]λλ' ἔθυον ὑπὲρ εὐ[πραξίας

Γλυκέραν] ἀνευρηκυῖαν οὓς [

πυθόμενος.

Πα    ὀρθῶς γὰρ λέγεις α̣[

μέλλω λέγειν ἄκουε· ταύτην γνησίων

παίδων ἐπ' ἀρότωι σοι δίδωμι.

(Πο)    λαμβάνω ‑

1015(Πα) καὶ προῖκα τρία τάλαντα.

(Πο)    καὶ καλῶ[ς ποεῖς.

(Πα) τὸ λοιπὸν ἐπιλάθου στρατιώτης [ὤν, ἵνα

προπετὲς ποήσηις μηδὲ ἓν [

Πο Ἄπολλον, ὃς καὶ νῦν ἀπόλωλα πα[ρ' ὀλίγον,

πάλιν τι πράξω προπετές; οὐδὲ μ[έμψομαι

1020Γλυκέραι. διαλλάγηθι, φιλτάτη, μόνον.

(Πα) νῦν μὲν γὰρ ἡμῖν γέγονεν ἀρχὴ [πραγμάτων

ἀγαθῶν τὸ σὸν πάροινον.

(Πο)    ὀρθῶ[ς γὰρ λέγεις.

(Πα) διὰ τοῦτο συγγνώμης τετύχηκα[ς

(Πο) σύνθυε δή, Πάταικε.

(Πα)    ἑτέρους ζητητέον

1025ἐστὶν γάμους μοι· τῶι γὰρ ὑῶι λαμβάνω

τὴν τοῦ Φιλίνου θυγατέρ'· ὦ Γῆ[

...

Fragmenta aliunde nota

Fr. 1

οὕτω ποθεινόν ἐστιν ὁμότροπος φίλος.

Fr. 2

ὅμως δ' ἀπόδειξον ταῦτα τῆι γυναικὶ καί