˘ˉ˘ˉˉ˘ˉ
˘ˉ˘ˉˉ˘˘ˉ˘ˉ˘ˉ˘˘ˉ
˘ˉ˘˘˘ˉ˘ˉ˘˘ˉ˘ˉ˘˘˘ˉ
˘˘˘˘˘˘ˉ
ˉ˘ˉˉ˘˘ˉ˘˘ˉ
˘ˉˉ˘ˉ
ˉˉ˘ˉˉ˘˘ˉ˘ˉ
˘ˉˉ˘ˉ˘˘ˉ˘ˉ
˘ˉ˘ˉˉ˘ˉˉ˘ˉ
ˉ˘ˉˉ˘˘ˉ˘˘˘ˉˉ˘ˉ
˘ˉˉˉ˘˘ˉ˘ˉ˘ˉ
˘ˉˉ˘˘˘ˉ˘ˉ˘ˉ˘˘ˉ
˘ˉˉ˘˘ˉ˘ˉ˘ˉ˘ˉˉ˘ˉ˘˘ˉ
ˉ˘ˉ˘˘ˉ˘˘˘ˉ˘˘ˉ
˘ˉ˘ˉˉ˘ˉ˘˘ˉˉ
˘ˉˉ˘˘ˉ˘˘˘ˉ
ˉ˘˘ˉ˘˘˘ˉ˘˘ˉˉ˘ˉ
˘ˉˉˉ˘˘˘ˉ˘ˉ˘ˉˉ
ˉ˘ˉˉ˘ˉ
ˉˉ˘˘ˉ˘ˉ˘˘ˉ˘ˉˉ˘˘ˉ˘ˉˉ˘˘˘ˉˉ˘ˉ
Α΄ (/³µ8ºὉ πλοῦτος εὐρυσθενής,
(ª.13µ8»?¿EGÇὅταν τις ἀρετᾷ κεκραμένον καθαρᾷ
*¬./2´8¼ACÃHÊNQSÓβροτήσιος ἀνὴρ πότμου παραδόντος αὐτὸν ἀνάγῃ
)+-/24¶πολύφιλον ἑπέταν.
5¨+,.²57¹ὦ θεόμορ' Ἀρκεσίλα,
)°5·σύ τοί νιν κλυτᾶς
©ª,¯²69»@Àαἰῶνος ἀκρᾶν βαθμίδων ἄπο
)¯1²57¹;½σὺν εὐδοξίᾳ μετανίσεαι
(ª,°²5¸»@Àἕκατι χρυσαρμάτου Κάστορος·
10©+¬¯35¹;?@ÁÅKÊεὐδίαν ὃς μετὰ χειμέριον ὄμβρον τεάν
)¬®²5¸:½BÁκαταιθύσσει μάκαιραν ἑστίαν.
)¬/³¶9ºσοφοὶ δέ τοι κάλλιον
)«.²µ9º?¿EGÇφέροντι καὶ τὰν θεόσδοτον δύναμιν.
)®135¸=¾CEÆKÌQSUÖσὲ δ' ἐρχόμενον ἐν δίκᾳ πολὺς ὄλβος ἀμφινέμεται·
15),0257ºτὸ μέν, ὅτι βασιλεύς
¨+/1³79ºἐσσί· μεγαλᾶν πολίων
(«®1³ἔχει συγγενής
¨«.²µ68º@Àὀφθαλμὸς αἰδοιότατον γέρας
)ª®0´79»BÂτεᾷ τοῦτο μειγνύμενον φρενί·
20)«/³¶=½ÀEÅμάκαρ δὲ καὶ νῦν, κλεεννᾶς ὅτι
©+®°35¸:;?ÀÄIÉεὖχος ἤδη παρὰ Πυθιάδος ἵπποις ἑλών
)«®±4·9¼@Àδέδεξαι τόνδε κῶμον ἀνέρων,
(ª/03µ8¼AÂGIÉἈπολλώνιον ἄθυρμα· τῶ σε μὴ λαθέτω,
)«13¶9¼@ÁFÆÈMÍQSÓΚυράνᾳ γλυκὺν ἀμφὶ κᾶπον Ἀφροδίτας ἀειδόμενον,
25©,¯34¸:;@ÀEGÇπαντὶ μὲν θεὸν αἴτιον ὑπερτιθέμεν,
)¬0³¶8»?CÄÆφιλεῖν δὲ Κάρρωτον ἔξοχ' ἑταίρων·
(¬¯24¶89=¾ὃς οὐ τὰν Ἐπιμαθέος ἄγων
¨*,®135·;?¿ÃHÈὀψινόου θυγατέρα Πρόφασιν Βαττιδᾶν
(ª,.1´8º@¿Âἀφίκετο δόμους θεμισκρεόντων·
30¨-¯²5·ἀλλ' ἀρισθάρματον
(*,¯24µ9»¾DFÇLNPSÓÕ[Üὕδατι Κασταλίας ξενωθεὶς γέρας ἀμφέβαλε τεαῖσιν κόμαις,
Β΄ (ª,¯²4¶ἀκηράτοις ἁνίαις
)«.¯³5¹@ÀFHÈποδαρκέων δώδεκ' ἂν δρόμων τέμενος.
)«.03¶9ºACÅIËPTV×κατέκλασε γὰρ ἐντέων σθένος οὐδέν· ἀλλὰ κρέμαται
35(*,/12´ὁπόσα χεριαρᾶν
©,®³59»τεκτόνων δαίδαλ' ἄγων
*®2´Κρισαῖον λόφον
¨«-°µ79»AÁἄμειψεν ἐν κοιλόπεδον νάπος
)«¯5¸;?¿DÄθεοῦ· τό σφ' ἔχει κυπαρίσσινον
40)«.±¶:»¾DÄμέλαθρον ἀμφ' ἀνδριάντι σχεδόν,
ª,¯³57º?ABÃÆKÊΚρῆτες ὃν τοξοφόροι τέγεϊ Παρνασσίῳ
)«®±4¶9»AÁ)«®14¶9»AÁκαθέσσαντο μονόδροπον φυτόν.
(ª-±³8»ἑκόντι τοίνυν πρέπει
)ª-±²5·:¼ABÂνόῳ τὸν εὐεργέταν ὑπαντιάσι.
45(ª,./±5º;?ÀFÆKNPÐἈλεξιβιάδα, σὲ δ' ἠΰκομοι φλέγοντι Χάριτες.
)+-.25¸μακάριος, ὃς ἔχεις
ª-/2´8:¼καὶ πεδὰ μέγαν κάματον
)«¯2´λόγων φερτάτων
ª¬-±µ8:¼AÂμναμήϊ'· ἐν τεσσαράκοντα γάρ
50)«®1´67º?¿πετόντεσσιν ἁνιόχοις ὅλον
)¬0²µ8º¾DÄδίφρον κομίξαις ἀταρβεῖ φρενί,
¨+®°35¶:=?ÀÃHÇἦλθες ἤδη Λιβύας πεδίον ἐξ ἀγλαῶν
(©¬±4·8¹?¿ἀέθλων καὶ πατρωΐαν πόλιν.
)«²58:½AÂGÉOQÒπόνων δ' οὔ τις ἀπόκλαρός ἐστιν οὔτ' ἔσεται·
55(«¯46¹=¿BÃHÉÌRÔY]Üὁ Βάττου δ' ἕπεται παλαιὸς ὄλβος ἔμπαν τὰ καὶ τὰ νέμων,
©,¯23¶9=AÀEGÇπύργος ἄστεος ὄμμα τε φαεννότατον
)¬.³µ9½BDÄÈξένοισι. κεῖνόν γε καὶ βαρύκομποι
)ª13·9;@Àλέοντες περὶ δείματι φύγον,
ª-0³7:=¿CFÆÉNÍγλῶσσαν ἐπεί σφιν ἀπένεικεν ὑπερποντίαν·
60(°2´7¹?¿Âὁ δ' ἀρχαγέτας ἔδωκ' Ἀπόλλων
©+¯±4¶θῆρας αἰνῷ φόβῳ,
¨+®13´7¹»@BÂHKÌÐTÔὄφρα μὴ ταμίᾳ Κυράνας ἀτελὴς γένοιτο μαντεύμασιν.
Γ΄ (¬/²³7¹ὃ καὶ βαρειᾶν νόσων
(ª-´7»@ÁEHÉἀκέσματ' ἄνδρεσσι καὶ γυναιξὶ νέμει,
65)«/24¶;½ADÆJÌQTVÖπόρεν τε κίθαριν, δίδωσί τε Μοῖσαν οἷς ἂν ἐθέλῃ,
(*,.13µἀπόλεμον ἀγαγών
¨-/1µ79ºἐς πραπίδας εὐνομίαν,
)«±4·μυχόν τ' ἀμφέπει
©¬-®³=@ÁEÅμαντήϊον· τῷ [καὶ] Λακεδαίμονι
70(«¯2¶9;¼AÁἐν Ἄργει τε καὶ ζαθέᾳ Πύλῳ
(ª-°´7º¼AÀἔνασσεν ἀλκάεντας Ἡρακλέος
¨+®²46¸;AFÆÊNÎἐκγόνους Αἰγιμιοῦ τε. τὸ δ' ἐμὸν γαρύει
(ª®±4¶8ºAÀἀπὸ Σπάρτας ἐπήρατον κλέος,
(ª.°³5¸ὅθεν γεγενναμένοι
75(ª-±4·9½ABÃἵκοντο Θήρανδε φῶτες Αἰγεΐδαι,
(«.02·:»@BÄIËORUÕἐμοὶ πατέρες, οὐ θεῶν ἄτερ, ἀλλὰ Μοῖρά τις ἄγεν·
)+-/24¶πολύθυτον ἔρανον
¨+.0²46¹ἔνθεν ἀναδεξάμενοι,
(ª2³Ἄπολλον, τεᾷ,
80©¬-±¶8;½AÁΚαρνήϊ', ἐν δαιτὶ σεβίζομεν
)«0²57¹?¿Κυράνας ἀγακτιμέναν πόλιν·
(ª-°´7¹½BÃἔχοντι τὰν χαλκοχάρμαι ξένοι
ª+®±35¸=ACÃÆLÌΤρῶες Ἀντανορίδαι· σὺν Ἑλένᾳ γὰρ μόλον,
)¬¯±5¸;¾BÂκαπνωθεῖσαν πάτραν ἐπεὶ ἴδον
85(«®279»@ÁFÇLNÍἐν Ἄρει· τὸ δ' ἐλάσιππον ἔθνος ἐνδυκέως
)«¯24¶8»AÃHÇÊQÒVXÙδέκονται θυσίαισιν ἄνδρες οἰχνέοντές σφε δωροφόροι,
ª-¯24¶9;?ÁEHÈτοὺς Ἀριστοτέλης ἄγαγε ναυσὶ θοαῖς
(ª.±²6¹;@ÁÃἁλὸς βαθεῖαν κέλευθον ἀνοίγων.
*¬²56º=@CÂκτίσεν δ' ἄλσεα μείζονα θεῶν,
90©+-¯368º=AÁÄHÈεὐθύτομόν τε κατέθηκεν Ἀπολλωνίαις
(ª¬0³7º=¿Ãἀλεξιμβρότοις πεδιάδα πομπαῖς
¨+®±4¶ἔμμεν ἱππόκροτον
ª¬®13·:¾ÂGIÉNPSU×Úaßσκυρωτὰν ὁδόν, ἔνθα πρυμνοῖς ἀγορᾶς ἔπι δίχα κεῖται θανών·
Δ΄ )«/²¶:¼μάκαρ μὲν ἀνδρῶν μέτα
95(«,±7º=¿BDÄἔναιεν, ἥρως δ' ἔπειτα λαοσεβής.
(ª-04·9»@BÃHÈMPQÑἄτερθε δὲ πρὸ δωμάτων ἕτεροι λαχόντες Ἀΐδαν
)+-.12µβασιλέες ἱεροί
¨+/1³9;½ἐντί· μεγαλᾶν δ' ἀρετᾶν
*¬¯2´δρόσῳ μαλθακᾷ
100©/²µ8:¾BÂῥανθεῖσαν ὕμνων ὑπὸ χεύμασιν,
(«¬/³79º@Àἀκούοντί ποι χθονίᾳ φρενί,
*0´µ8¼¾DÄσφὸν ὄλβον υἱῷ τε κοινὰν χάριν
¨+³68º@CFÆÈMÌἔνδικόν τ' Ἀρκεσίλᾳ· τὸν ἐν ἀοιδᾷ νέων
*±´6º=¿CÃπρέπει χρυσάορα Φοῖβον ἀπύειν,
105(ª-°²4¶ἔχοντα Πυθωνόθεν
)¬/²6¸:»ACÃτὸ καλλίνικον λυτήριον δαπανᾶν
)«/12¶:¾BEÆJÉNQSÔμέλος χαρίεν. ἄνδρα κεῖνον ἐπαινέοντι συνετοί·
)+-/24µλεγόμενον ἐρέω·
ª-/2µ79ºκρέσσονα μὲν ἁλικίας
110)ª®1´νόον φέρβεται
ª1µ¸=AÁFÆγλῶσσάν τε· θάρσος δὲ τανύπτερος
(«®0´57º?¿ἐν ὄρνιξιν αἰετὸς ἔπλετο·
(ª,´7»¼DÄἀγωνίας δ', ἕρκος οἷον, σθένος·
¨,°³58º=ACÄÇMÍἔν τε Μοίσαισι ποτανὸς ἀπὸ ματρὸς φίλας,
115)«¯´7¹;½CÃπέφανταί θ' ἁρματηλάτας σοφός·
(«±368º=½CÃHJËὅσαι τ' εἰσὶν ἐπιχωρίων καλῶν ἔσοδοι,
)«®04µ9¼AÂHÊÍSÔY[Ûτετόλμακε. θεός τέ οἱ τὸ νῦν τε πρόφρων τελεῖ δύνασιν,
ª-±36¹:ACÄIKËκαὶ τὸ λοιπὸν ὁμοῖα, Κρονίδαι μάκαρες,
)¬0´¸:½BEÇÊδιδοῖτ' ἐπ' ἔργοισιν ἀμφί τε βουλαῖς
120(«°46¸:?AÁἔχειν, μὴ φθινοπωρὶς ἀνέμων
ª,.¯248¹=@ÀÃIÉχειμερία κατὰ πνοὰ δαμαλίζοι χρόνον.
)ª¯2³7¹?¿ÂΔιός τοι νόος μέγας κυβερνᾷ
ª,°´8ºδαίμον' ἀνδρῶν φίλων.
©+®14¶9º¾BEÅKMPRÓ×]Ýεὔχομαί νιν Ὀλυμπίᾳ τοῦτο δόμεν γέρας ἔπι Βάττου γένει.