˘˘ˉˉˉ˘ˉˉˉ˘˘ˉ˘˘ˉ
ˉ˘ˉˉ˘ˉ˘ˉˉˉ˘ˉ
ˉˉ˘ˉ
ˉ˘ˉ˘ˉˉˉ˘ˉˉˉ˘˘ˉ˘˘ˉˉˉ˘˘ˉ˘˘ˉ
ˉ˘˘ˉ˘˘ˉˉˉ˘ˉˉˉ˘˘ˉ˘˘ˉ
˘˘ˉˉˉ˘ˉˉˉ˘˘ˉ˘˘ˉˉ
ˉ˘˘ˉ˘˘ˉˉˉ˘˘ˉ˘˘ˉˉˉ˘ˉ
ˉ˘ˉˉˉ˘ˉˉ˘˘˘ˉ˘˘ˉˉ˘ˉ
ˉ˘˘ˉ˘˘˘ˉ˘˘ˉ˘˘ˉˉ˘ˉ˘˘ˉ˘˘ˉ
ˉ˘ˉˉˉ˘ˉˉ
ˉ˘˘ˉ˘˘ˉ˘˘˘˘ˉ˘ˉ˘˘ˉ˘˘ˉ
˘˘ˉˉ˘˘ˉ˘˘ˉˉˉ˘ˉ
ˉ˘ˉˉˉ˘ˉˉˉ˘ˉˉ
Α΄ )*¬¯³6¹½¾CEÇKNÎΦιάλαν ὡς εἴ τις ἀφνειᾶς ἀπὸ χειρὸς ἑλών
¨+®1´7º½¿FÆἔνδον ἀμπέλου καχλάζοισαν δρόσῳ
©«-°δωρήσεται
)ª,°´8º¼ÀDFÈLNÐÔÖ^aßhiçνεανίᾳ γαμβρῷ προπίνων οἴκοθεν οἴκαδε, πάγχρυσον, κορυφὰν κτεάνων,
5©,.°36¸¼¾DÅÇÊRSÕ[_Þσυμποσίου τε χάριν κᾶδός τε τιμάσαις ‹ν›έον, ἐν δὲ φίλων
)+¬¯³5¸¼¾BEÅJLÎÐπαρεόντων θῆκέ νιν ζαλωτὸν ὁμόφρονος εὐνᾶς·
*,®±´8ºÀÂHJÌTV×καὶ ἐγὼ νέκταρ χυτόν, Μοισᾶν δόσιν, ἀ[έ]θλοφόροις
¨,®²µ;½ÁÄKËἀνδράσιν πέμπων, γλυκὺν καρπὸν φρενός,
¨ª-°ἱλάσκομαι,
10(ª-®±´7º¼¿DHËPQÓ×ÚacájlëὈλυμπίᾳ Πυθοῖ τε νικώντεσσιν· ὁ δ' ὄλβιος, ὃν φᾶμαι κατέχωντ' ἀγαθαί·
¨+-²58º¾ÀEÅÉËPQÒVXÙἄλλοτε δ' ἄλλον ἐποπτεύει Χάρις ζωθάλμιος ἁδυμελεῖ
)+®²µ8»¾ÁEJËPRÔÖθαμὰ μὲν φόρμιγγι παμφώνοισί τ' ἐν ἔντεσιν αὐλῶν.
ª-0´79»¿ÃFHÈMOÏÔØ^Üκαί νυν ὑπ' ἀμφοτέρων σὺν Διαγόρᾳ κατέβαν, τὰν ποντίαν
¨+¬²¶9»½BCEÅHKÌÏVÖὑμνέων, παῖδ' Ἀφροδίτας Ἀελίοιό τε νύμφαν, Ῥόδον,
15©+-¯258º=?ÀFIËQÐVXØ]_Þεὐθυμάχαν ὄφρα πελώριον ἄνδρα παρ' Ἀλφειῷ στεφανωσάμενον
©+°³6¹»αἰνέσω πυγμᾶς ἄποινα
ª-/²57¸=@BEÆJÊNQÑVYÙκαὶ παρὰ Κασταλίᾳ, πατέρα τε Δαμάγητον ἁδόντα Δίκᾳ,
(*«¯13¶:=¾ÂÄJÊἈσίας εὐρυχόρου τρίπολιν νᾶσον πέλας
¨+±²5¸¼½BÄÇἐμβόλῳ ναίοντας Ἀργείᾳ σὺν αἰχμᾷ.
Β΄ (*¬®²4·º½BDÆJLÍἐθελήσω τοῖσιν ἐξ ἀρχᾶς ἀπὸ Τλαπολέμου
21©+®±´8¹¼¿DÄξυνὸν ἀγγέλλων διορθῶσαι λόγον,
¨ª-®Ἡρακλέος
©«.±´·;¾ÂÆKMÎTU×ÙÝejèoqðεὐρυσθενεῖ γέννᾳ. τὸ μὲν γὰρ πατρόθεν ἐκ Διὸς εὔχονται· τὸ δ' Ἀμυντορίδαι
©,.±46¹º¾CÆÊÌSUÖ]_Þματρόθεν Ἀστυδαμείας. ἀμφὶ δ' ἀνθρώπων φρασὶν ἀμπλακίαι
25(*¬¯²6¸¼ÁEJÊNPÒÕἀναρίθμητοι κρέμανται· τοῦτο δ' ἀμάχανον εὑρεῖν,
(*°µ8»½ÀEGÈNQÒὅτι νῦν ἐν καὶ τελευτᾷ φέρτατον ἀνδρὶ τυχεῖν.
ª-°´¶:¼¿ÁGÇκαὶ γὰρ Ἀλκμήνας κασίγνητον νόθον
ª0²σκάπτῳ θενών
«0³´·:¼ÀÂGJÊOPÑÔÙacáikèσκληρᾶς ἐλαίας ἔκτανεν Τίρυνθι Λικύμνιον ἐλθόντ' ἐκ θαλάμων Μιδέας
30©,/±57»½ÀFÆÉÎSW×^aàτᾶσδέ ποτε χθονὸς οἰκιστὴρ χολωθείς. αἱ δὲ φρενῶν ταραχαί
)+®±¶9»ÀÄHJÍSTÕØπαρέπλαγξαν καὶ σοφόν. μαντεύσατο δ' ἐς θεὸν ἐλθών.
©,/³57¹½¾BCÄIKÌÏÐWÖτῷ μὲν ὁ χρυσοκόμας εὐώδεος ἐξ ἀδύτου ναῶν πλόον
©+®²³6º½CEHÉNPÐÓYÙεἶπε Λερναίας ἀπ' ἀκτᾶς εὐθὺν ἐς ἀμφιθάλασσον νομόν,
¨+.°469º@BÃHKËÐÔZ]Ücfäἔνθα ποτὲ βρέχε θεῶν βασιλεὺς ὁ μέγας χρυσέαις νιφάδεσσι πόλιν,
35¨*®±µ8¼¾ἁνίχ' Ἁφαίστου τέχναισιν
©,.°35¸;?ADÄIÈMOÏUYÚχαλκελάτῳ πελέκει πατέρος Ἀθαναία κορυφὰν κατ' ἄκραν
(*°46¸:?¿ÂÅJÉἀνορούσαισ' ἀλάλαξεν ὑπερμάκει βοᾷ.
©+³¶8»ÀÄGÈÊΟὐρανὸς δ' ἔφριξέ νιν καὶ Γαῖα μάτηρ.
Γ΄ )+¯³µ9»ÀÂGIÉLNÎτότε καὶ φαυσίμβροτος δαίμων Ὑπεριονίδας
40©,¯³µ9»½ÁGÆμέλλον ἔντειλεν φυλάξασθαι χρέος
ª¬0³παισὶν φίλοις,
¨«/°´·;¾¿ÃGJÊOPÓÖÙacàhjéὡς ἂν θεᾷ πρῶτοι κτίσαιεν βωμὸν ἐναργέα, καὶ σεμνὰν θυσίαν θέμενοι
©,/²47¸»¼BÂÇËPRÓ[^Ýπατρί τε θυμὸν ἰάναιεν κόρᾳ τ' ἐγχειβρόμῳ. ἐν δ' ἀρετάν
(*¬±´7»¿ÂFJÊNOÑÓἔβαλεν καὶ χάρματ' ἀνθρώποισι προμαθέος αἰδώς·
45(*²µ8¼¿ÁFHÉNQÑἐπὶ μὰν βαίνει τι καὶ λάθας ἀτέκμαρτα νέφος,
ª-¯³·:¼¿ÂGÇκαὶ παρέλκει πραγμάτων ὀρθὰν ὁδόν
¨ª.°ἔξω φρενῶν.
ª®1µ¸º?¿ÂÇNPÐWYÛàâlnítuôκαὶ τοὶ γὰρ αἰθοίσας ἔχοντες σπέρμ' ἀνέβαν φλογὸς οὔ. τεῦξαν δ' ἀπύροις ἱεροῖς
¨+.±46¹¾ÁEÆÊÍRTÔZ]Üἄλσος ἐν ἀκροπόλει. κείνοισι μὲν ξανθὰν ἀγαγὼν νεφέλαν [Ζεύς]
50)+®°´6»½ÀFHÉMOÐÓπολὺν ὗσε χρυσόν· αὐτὰ δέ σφισιν ὤπασε τέχναν
©+.°35¶¼¾BEÅJLÍÑÔZÛπᾶσαν ἐπιχθονίων Γλαυκῶπις ἀριστοπόνοις χερσὶ κρατεῖν.
¨+®±³5¸»@CHÉLOÐÓXØἔργα δὲ ζωοῖσιν ἑρπόντεσσί θ' ὁμοῖα κέλευθοι φέρον·
¨,0±57;¼ADÆKMÌÐÒWYÙacâἦν δὲ κλέος βαθύ. δαέντι δὲ καὶ σοφία μείζων ἄδολος τελέθει.
©,±µ·;¾Àφαντὶ δ' ἀνθρώπων παλαιαί
55©+,±36¸=@CEÄIËQUÕY[Üῥήσιες, οὔπω, ὅτε χθόνα δατέοντο Ζεύς τε καὶ ἀθάνατοι,
)+°46¹=@ÁÄÈMÌφανερὰν ἐν πελάγει Ῥόδον ἔμμεν ποντίῳ,
¨+®´¸;½ÁÃIÊÎἁλμυροῖς δ' ἐν βένθεσιν νᾶσον κεκρύφθαι.
Δ΄ (*«®µ7º¾ÀFHÉLNÎἀπεόντος δ' οὔτις ἔνδειξεν λάχος Ἀελίου·
ª-°´¶9¼¾ÀFÆκαί ῥά νιν χώρας ἀκλάρωτον λίπον,
60¨«/°ἁγνὸν θεόν.
ª0³·º?¿ÃÆLNÐUXÚÞßeièoqîμνασθέντι δὲ Ζεὺς ἄμπαλον μέλλεν θέμεν. ἀλλά νιν οὐκ εἴασεν· ἐπεὶ πολιᾶς
©+.³58º½ÀFÆÉÍQSÓY[Ûεἶπέ τιν' αὐτὸς ὁρᾶν ἔνδον θαλάσσας αὐξομέναν πεδόθεν
)+°µ6¹½ÀDHÉNPÑÔπολύβοσκον γαῖαν ἀνθρώποισι καὶ εὔφρονα μήλοις.
(*¯¶8º¾ÀEGÈNPÐἐκέλευσεν δ' αὐτίκα χρυσάμπυκα μὲν Λάχεσιν
65ª,¯³¶:»ÁÄJÊχεῖρας ἀντεῖναι, θεῶν δ' ὅρκον μέγαν
©¬/±μὴ παρφάμεν,
¨«/²µº=ÀÃÈMPÒVXÙÝâhkèoqïἀλλὰ Κρόνου σὺν παιδὶ νεῦσαι, φαεννὸν ἐς αἰθέρα μιν πεμφθεῖσαν ἑᾷ κεφαλᾷ
¨*,®13¶¹½CÄÆÈNQÑWYÚἐξοπίσω γέρας ἔσσεσθαι. τελεύταθεν δὲ λόγων κορυφαί
(+°±4·º¿DGÈMOÐÓἐν ἀλαθείᾳ πετοῖσαι· βλάστε μὲν ἐξ ἁλὸς ὑγρᾶς
70©+/²58»¾¿DGÇLMÎÑÓYÙνᾶσος, ἔχει τέ μιν ὀξειᾶν ὁ γενέθλιος ἀκτίνων πατήρ,
©.¯²µ8»¾DGJÊOQÒÖ]Üπῦρ πνεόντων ἀρχὸς ἵππων· ἔνθα Ῥόδῳ ποτὲ μιχθεὶς τέκεν
¨+.°247¸:@ÀFHÈËÏUW×[^Þἑπτὰ σοφώτατα νοήματ' ἐπὶ προτέρων ἀνδρῶν παραδεξαμένους
ª,°´¸=¾Àπαῖδας, ὧν εἷς μὲν Κάμιρον
ª-/±57¸:=ACÃIÊSUÕZaßπρεσβύτατόν τε Ἰάλυσον ἔτεκεν Λίνδον τ'· ἀπάτερθε δ' ἔχον
75)*®¯46¹=@ÁÄÇJÉδιὰ γαῖαν τρίχα δασσάμενοι πατρωΐαν
¨+¬±³8»¿ÂHÉÍἀστέων μοίρας, κέκληνται δέ σφιν ἕδραι.
Ε΄ )+®±µ8º¾ÂIKÍQSÓτόθι λύτρον συμφορᾶς οἰκτρᾶς γλυκὺ Τλαπολέμῳ
¨+®1³6·º½AÁἵσταται Τιρυνθίων ἀρχαγέτᾳ,
¨«/°ὥσπερ θεῷ,
80©«/³µ¶9¼¿ÃIKÌSTÖÛÞegækmëμήλων τε κνισάεσσα πομπὰ καὶ κρίσις ἀμφ' ἀέθλοις. τῶν ἄνθεσι Διαγόρας
¨+-¯13¶½¿FÇËÎSU×[^Üἐστεφανώσατο δίς, κλεινᾷ τ' ἐν Ἰσθμῷ τετράκις εὐτυχέων,
)+¬±´7»¾ÃIKËPSÓÖΝεμέᾳ τ' ἄλλαν ἐπ' ἄλλᾳ, καὶ κρανααῖς ἐν Ἀθάναις.
(-°´·:½ÀÃJOÐUWÖὅ τ' ἐν Ἄργει χαλκὸς ἔγνω νιν, τά τ' ἐν Ἀρκαδίᾳ
¨+¯²µ9»½ÃHÉἔργα καὶ Θήβαις, ἀγῶνές τ' ἔννομοι
85ª«-®Βοιωτίων,
©¬.µ·¹=¿ÁÆJLÎTV×ÙàgiçoqïΠέλλανά τ'· Αἰγίνᾳ τε νικῶνθ' ἑξάκις· ἐν Μεγάροισίν τ' οὐχ ἕτερον λιθίνα
©+.±46º¿ÃHÈÍÐTW×[^Ýψᾶφος ἔχει λόγον. ἀλλ' ὦ Ζεῦ πάτερ, νώτοισιν Ἀταβυρίου
)+¬±³6¹½ÀEHÈMNÎÐμεδέων, τίμα μὲν ὕμνου τεθμὸν Ὀλυμπιονίκαν,
¨,/²57¹½¿DHÉNQÒÕÖ]Üἄνδρα τε πὺξ ἀρετὰν εὑρόντα. δίδοι τέ οἱ αἰδοίαν χάριν
90ª-±´¹=¾ÂFJMÍRSÔØ^Ýκαὶ ποτ' ἀστῶν καὶ ποτὶ ξείνων. ἐπεὶ ὕβριος ἐχθρὰν ὁδόν
©+-°469»@CÄIKËÎÒXZÛbdâεὐθυπορεῖ, σάφα δαεὶς ἅ τε οἱ πατέρων ὀρθαὶ φρένες ἐξ ἀγαθῶν
¨+¬±µ8¼¾ἔχρεον. μὴ κρύπτε κοινόν
ª/1´78º?CEGÇNÏUW×]aàσπέρμ' ἀπὸ Καλλιάνακτος· Ἐρατιδᾶν τοι σὺν χαρίτεσσιν ἔχει
)+¬±46º@CÂÆÈNÏθαλίας καὶ πόλις· ἐν δὲ μιᾷ μοίρᾳ χρόνου
95¨+¯³µ8º¼ÀDÆÉἄλλοτ' ἀλλοῖαι διαιθύσσοισιν αὖραι.