4404 518 11 16 2 249 427 a. C. ? Dramma satiresco Euripides Cyclops Diggle, J., Oxford, Clarendon Press, 1984. 108

EURIPIDES - Cyclops - ΚΥΚΛΩΨ

ΣΙΛΗΝΟΣ

Ὦ Βρόμιε, διὰ σὲ μυρίους ἔχω πόνους

νῦν χὤτ' ἐν ἥβηι τοὐμὸν εὐσθένει δέμας·

πρῶτον μὲν ἡνίκ' ἐμμανὴς Ἥρας ὕπο

Νύμφας ὀρείας ἐκλιπὼν ὤιχου τροφούς·

   5ἔπειτά γ' ἀμφὶ γηγενῆ μάχην δορὸς

ἐνδέξιος σῶι ποδὶ παρασπιστὴς βεβὼς

Ἐγκέλαδον ἰτέαν ἐς μέσην θενὼν δορὶ

ἔκτεινα ‑ φέρ' ἴδω, τοῦτ' ἰδὼν ὄναρ λέγω;

οὐ μὰ Δί', ἐπεὶ καὶ σκῦλ' ἔδειξα Βακχίωι.

  10καὶ νῦν ἐκείνων μείζον' ἐξαντλῶ πόνον.

ἐπεὶ γὰρ Ἥρα σοι γένος Τυρσηνικὸν

ληιστῶν ἐπῶρσεν, ὡς ὁδηθείης μακράν,

‹ἐγὼ› πυθόμενος σὺν τέκνοισι ναυστολῶ

σέθεν κατὰ ζήτησιν. ἐν πρύμνηι δ' ἄκραι

  15αὐτὸς λαβὼν ηὔθυνον ἀμφῆρες δόρυ,

παῖδες δ' ‹ἐπ'› ἐρετμοῖς ἥμενοι γλαυκὴν ἅλα

ῥοθίοισι λευκαίνοντες ἐζήτουν σ', ἄναξ.

ἤδη δὲ Μαλέας πλησίον πεπλευκότας

ἀπηλιώτης ἄνεμος ἐμπνεύσας δορὶ

  20ἐξέβαλεν ἡμᾶς τήνδ' ἐς Αἰτναίαν πέτραν,

ἵν' οἱ μονῶπες ποντίου παῖδες θεοῦ

Κύκλωπες οἰκοῦσ' ἄντρ' ἔρημ' ἀνδροκτόνοι.

τούτων ἑνὸς ληφθέντες ἐσμὲν ἐν δόμοις

δοῦλοι· καλοῦσι δ' αὐτὸν ὧι λατρεύομεν

  25Πολύφημον· ἀντὶ δ' εὐίων βακχευμάτων

ποίμνας Κύκλωπος ἀνοσίου ποιμαίνομεν.

παῖδες μὲν οὖν μοι κλειτύων ἐν ἐσχάτοις

νέμουσι μῆλα νέα νέοι πεφυκότες,

ἐγὼ δὲ πληροῦν πίστρα καὶ σαίρειν στέγας

  30μένων τέταγμαι τάσδε, τῶιδε δυσσεβεῖ

Κύκλωπι δείπνων ἀνοσίων διάκονος.

καὶ νῦν, τὰ προσταχθέντ', ἀναγκαίως ἔχει

σαίρειν σιδηρᾶι τῆιδέ μ' ἁρπάγηι δόμους,

ὡς τόν τ' ἀπόντα δεσπότην Κύκλωπ' ἐμὸν

  35καθαροῖσιν ἄντροις μῆλά τ' ἐσδεχώμεθα.

ἤδη δὲ παῖδας προσνέμοντας εἰσορῶ

ποίμνας. τί ταῦτα; μῶν κρότος σικινίδων

ὁμοῖος ὑμῖν νῦν τε χὤτε Βακχίωι

κῶμος συνασπίζοντες Ἀλθαίας δόμους

  40προσῆιτ' ἀοιδαῖς βαρβίτων σαυλούμενοι;

ΧΟΡΟΣ

παῖ γενναίων μὲν πατέρων

γενναίων δ' ἐκ τοκάδων,

πᾶι δή μοι νίσηι σκοπέλους;

οὐ τᾶιδ' ὑπήνεμος αὔ-

  45ρα καὶ ποιηρὰ βοτάνα,

δινᾶέν θ' ὕδωρ ποταμῶν

ἐν πίστραις κεῖται πέλας ἄν-

τρων, οὗ σοι βλαχαὶ τεκέων;

ψύττ'· οὐ τᾶιδ', οὔ;

  50οὐ τᾶιδε νεμῆι κλειτὺν δροσεράν;

ὠή, ῥίψω πέτρον τάχα σου·

ὕπαγ' ὦ ὕπαγ' ὦ κεράστα

‹πρὸς› μηλοβότα στασιωρὸν

Κύκλωπος ἀγροβάτα.

  55σπαργῶντας μαστοὺς χάλασον·

δέξαι θηλὰς πορίσασ'

οὓς λείπεις ἀρνῶν θαλάμοις.

ποθοῦσί σ' ἁμερόκοι-

τοι βλαχαὶ σμικρῶν τεκέων.

  60εἰς αὐλὰν πότ' ἀμφιβαίνεις†

ποιηροὺς λιποῦσα νομοὺς

Αἰτναίων εἴσω σκοπελῶν;

οὐ τάδε Βρόμιος, οὐ τάδε χοροὶ

Βάκχαι τε θυρσοφόροι,

  65οὐ τυμπάνων ἀλαλαγμοί,

οὐκ οἴνου χλωραὶ σταγόνες

κρήναις παρ' ὑδροχύτοις·

οὐδ' ἐν Νύσαι μετὰ Νυμ-

φᾶν ἴακχον ἴακχον ὠι-

  70δὰν μέλπω πρὸς τὰν Ἀφροδί-

ταν, ἃν θηρεύων πετόμαν

Βάκχαις σὺν λευκόποσιν.

ὦ φίλος ὦ φίλε Βακχεῖε

ποῖ οἰοπολεῖς

  75ξανθὰν χαίταν σείεις;†

ἐγὼ δ' ὁ σὸς πρόπολος

Κύκλωπι θητεύω

τῶι μονοδέρκται δοῦλος ἀλαίνων

  80σὺν τᾶιδε τράγου χλαίναι μελέαι

σᾶς χωρὶς φιλίας.

Σι. σιγήσατ', ὦ τέκν', ἄντρα δ' ἐς πετρηρεφῆ

ποίμνας ἀθροῖσαι προσπόλους κελεύσατε.

Χο. χωρεῖτ'· ἀτὰρ δὴ τίνα, πάτερ, σπουδὴν ἔχεις;

  85Σι.   ὁρῶ πρὸς ἀκταῖς ναὸς Ἑλλάδος σκάφος

κώπης τ' ἄνακτας σὺν στρατηλάτηι τινὶ

στείχοντας ἐς τόδ' ἄντρον· ἀμφὶ δ' αὐχέσιν

τεύχη φέρονται κενά, βορᾶς κεχρημένοι,

κρωσσούς θ' ὑδρηλούς. ὦ ταλαίπωροι ξένοι·

  90τίνες ποτ' εἰσίν; οὐκ ἴσασι δεσπότην

Πολύφημον οἷός ἐστιν ἄξενόν τε γῆν

τήνδ' ἐμβεβῶτες καὶ Κυκλωπίαν γνάθον

τὴν ἀνδροβρῶτα δυστυχῶς ἀφιγμένοι.

ἀλλ' ἥσυχοι γίγνεσθ', ἵν' ἐκπυθώμεθα

  95πόθεν πάρεισι Σικελὸν Αἰτναῖον πάγον.

ΟΔΥΣΣΕΥΣ

ξένοι, φράσαιτ' ἂν νᾶμα ποτάμιον πόθεν

δίψης ἄκος λάβοιμεν εἴ τέ τις θέλει

βορὰν ὁδῆσαι ναυτίλοις κεχρημένοις;

‹ἔα·›

τί χρῆμα; Βρομίου πόλιν ἔοιγμεν ἐσβαλεῖν·

 100Σατύρων πρὸς ἄντροις τόνδ' ὅμιλον εἰσορῶ.

χαίρειν προσεῖπα πρῶτα τὸν γεραίτατον.

Σι. χαῖρ', ὦ ξέν', ὅστις δ' εἶ φράσον πάτραν τε σήν.

Οδ. Ἴθακος Ὀδυσσεύς, γῆς Κεφαλλήνων ἄναξ.

Σι. οἶδ' ἄνδρα, κρόταλον δριμύ, Σισύφου γένος.

 105Οδ. ἐκεῖνος αὐτός εἰμι· λοιδόρει δὲ μή.

Σι. πόθεν Σικελίαν τήνδε ναυστολῶν πάρει;

Οδ. ἐξ Ἰλίου γε κἀπὸ Τρωϊκῶν πόνων.

Σι. πῶς; πορθμὸν οὐκ ἤιδησθα πατρώιας χθονός;

Οδ. ἀνέμων θύελλαι δεῦρό μ' ἥρπασαν βίαι.

 110Σι. παπαῖ· τὸν αὐτὸν δαίμον' ἐξαντλεῖς ἐμοί.

Οδ. ἦ καὶ σὺ δεῦρο πρὸς βίαν ἀπεστάλης;

Σι. ληιστὰς διώκων οἳ Βρόμιον ἀνήρπασαν.

Οδ. τίς δ' ἥδε χώρα καὶ τίνες ναίουσί νιν;

Σι. Αἰτναῖος ὄχθος Σικελίας ὑπέρτατος.

 115Οδ. τείχη δὲ ποῦ 'στι καὶ πόλεως πυργώματα;

Σι. οὐκ ἔστ'· ἔρημοι πρῶνες ἀνθρώπων, ξένε.

Οδ. τίνες δ' ἔχουσι γαῖαν; ἦ θηρῶν γένος;

Σι. Κύκλωπες, ἄντρ' ἔχοντες, οὐ στέγας δόμων.

Οδ. τίνος κλύοντες; ἢ δεδήμευται κράτος;

 120Σι. μονάδες· ἀκούει δ' οὐδὲν οὐδεὶς οὐδενός.

Οδ. σπείρουσι δ' ‑ ἢ τῶι ζῶσι; ‑ Δήμητρος στάχυν;

Σι. γάλακτι καὶ τυροῖσι καὶ μήλων βορᾶι.

Οδ. Βρομίου δὲ πῶμ' ἔχουσιν, ἀμπέλου ῥοάς;

Σι. ἥκιστα· τοιγὰρ ἄχορον οἰκοῦσι χθόνα.

 125Οδ. φιλόξενοι δὲ χὤσιοι περὶ ξένους;

Σι. γλυκύτατά φασι τὰ κρέα τοὺς ξένους φορεῖν.

Οδ. τί φήις; βορᾶι χαίρουσιν ἀνθρωποκτόνωι;

Σι. οὐδεὶς μολὼν δεῦρ' ὅστις οὐ κατεσφάγη.

Οδ. αὐτὸς δὲ Κύκλωψ ποῦ 'στιν; ἦ δόμων ἔσω;

 130Σι. φροῦδος, πρὸς Αἴτνηι θῆρας ἰχνεύων κυσίν.

Οδ. οἶσθ' οὖν ὃ δρᾶσον, ὡς ἀπαίρωμεν χθονός.

Σι. οὐκ οἶδ', Ὀδυσσεῦ· πᾶν δέ σοι δρώιημεν ἄν.

Οδ. ὅδησον ἡμῖν σῖτον, οὖ σπανίζομεν.

Σι. οὐκ ἔστιν, ὥσπερ εἶπον, ἄλλο πλὴν κρέας.

 135Οδ. ἀλλ' ἡδὺ λιμοῦ καὶ τόδε σχετήριον.

Σι. καὶ τυρὸς ὀπίας ἔστι καὶ βοὸς γάλα.

Οδ. ἐκφέρετε· φῶς γὰρ ἐμπολήμασιν πρέπει.

Σι. σὺ δ' ἀντιδώσεις, εἰπέ μοι, χρυσὸν πόσον;

Οδ. οὐ χρυσὸν ἀλλὰ πῶμα Διονύσου φέρω.

 140Σι. ὦ φίλτατ' εἰπών, οὖ σπανίζομεν πάλαι.

Οδ. καὶ μὴν Μάρων μοι πῶμ' ἔδωκε, παῖς θεοῦ.

Σι. ὃν ἐξέθρεψα ταῖσδ' ἐγώ ποτ' ἀγκάλαις;

Οδ. ὁ Βακχίου παῖς, ὡς σαφέστερον μάθηις.

Σι. ἐν σέλμασιν νεώς ἐστιν ἢ φέρεις σύ νιν;

 145Οδ. ὅδ' ἁσκὸς ὃς κεύθει νιν, ὡς ὁρᾶις, γέρον.

Σι. οὗτος μὲν οὐδ' ἂν τὴν γνάθον πλήσειέ μου.

‹Οδ.                                   ›

‹Σι.                                   ›

Οδ. ναί· δὶς τόσον πῶμ' ὅσον ἂν ἐξ ἀσκοῦ ῥυῆι.

Σι. καλήν γε κρήνην εἶπας ἡδεῖάν τ' ἐμοί.

Οδ. βούληι σε γεύσω πρῶτον ἄκρατον μέθυ;

 150Σι. δίκαιον· ἦ γὰρ γεῦμα τὴν ὠνὴν καλεῖ.

Οδ. καὶ μὴν ἐφέλκω καὶ ποτῆρ' ἀσκοῦ μέτα.

Σι. φέρ' ἐγκάναξον, ὡς ἀναμνησθῶ πιών.

Οδ. ἰδού. Σι. παπαιάξ, ὡς καλὴν ὀσμὴν ἔχει.

Οδ. εἶδες γὰρ αὐτήν; Σι. οὐ μὰ Δί', ἀλλ' ὀσφραίνομαι.

 155Οδ. γεῦσαί νυν, ὡς ἂν μὴ λόγωι 'παινῆις μόνον.

Σι. βαβαί· χορεῦσαι παρακαλεῖ μ' ὁ Βάκχιος.

ἆ ἆ ἆ.

Οδ. μῶν τὸν λάρυγγα διεκάναξέ σου καλῶς;

Σι. ὥστ' εἰς ἄκρους γε τοὺς ὄνυχας ἀφίκετο.

 160Οδ. πρὸς τῶιδε μέντοι καὶ νόμισμα δώσομεν.

Σι. χάλα τὸν ἀσκὸν μόνον· ἔα τὸ χρυσίον.

Οδ. ἐκφέρετέ νυν τυρεύματ' ἢ μήλων τόκον.

Σι. δράσω τάδ', ὀλίγον φροντίσας γε δεσποτῶν.

ὡς ἐκπιών γ' ἂν κύλικα μαινοίμην μίαν,

 165πάντων Κυκλώπων ἀντιδοὺς βοσκήματα

ῥίψας τ' ἐς ἅλμην Λευκάδος πέτρας ἄπο

ἅπαξ μεθυσθεὶς καταβαλών τε τὰς ὀφρῦς.

ὡς ὅς γε πίνων μὴ γέγηθε μαίνεται·

ἵν' ἔστι τουτί τ' ὀρθὸν ἐξανιστάναι

 170μαστοῦ τε δραγμὸς καὶ παρεσκευασμένου†

ψαῦσαι χεροῖν λειμῶνος ὀρχηστύς θ' ἅμα

κακῶν τε λῆστις. εἶτ' ἐγὼ ‹οὐ› κυνήσομαι

τοιόνδε πῶμα, τὴν Κύκλωπος ἀμαθίαν

κλαίειν κελεύων καὶ τὸν ὀφθαλμὸν μέσον;

 175Χο. ἄκου', Ὀδυσσεῦ· διαλαλήσωμέν τί σοι.

Οδ. καὶ μὴν φίλοι γε προσφέρεσθε πρὸς φίλον.

Χο. ἐλάβετε Τροίαν τὴν Ἑλένην τε χειρίαν;

Οδ. καὶ πάντα γ' οἶκον Πριαμιδῶν ἐπέρσαμεν.

Χο. οὔκουν, ἐπειδὴ τὴν νεᾶνιν εἵλετε,

 180ἅπαντες αὐτὴν διεκροτήσατ' ἐν μέρει,

ἐπεί γε πολλοῖς ἥδεται γαμουμένη,

τὴν προδότιν, ἣ τοὺς θυλάκους τοὺς ποικίλους

περὶ τοῖν σκελοῖν ἰδοῦσα καὶ τὸν χρύσεον

κλωιὸν φοροῦντα περὶ μέσον τὸν αὐχένα

 185ἐξεπτοήθη, Μενέλεων ἀνθρώπιον

λῶιστον λιποῦσα; μηδαμοῦ γένος ποτὲ

φῦναι γυναικῶν ὤφελ', εἰ μὴ 'μοὶ μόνωι.

Σι. ἰδού· τάδ' ὑμῖν ποιμνίων βοσκήματα,

ἄναξ Ὀδυσσεῦ, μηκάδων ἀρνῶν τροφαί,

 190πηκτοῦ γάλακτός τ' οὐ σπάνια τυρεύματα.

φέρεσθε· χωρεῖθ' ὡς τάχιστ' ἄντρων ἄπο,

βότρυος ἐμοὶ πῶμ' ἀντιδόντες εὐίου.

οἴμοι· Κύκλωψ ὅδ' ἔρχεται· τί δράσομεν;

Οδ. ἀπολώλαμέν τἄρ', ὦ γέρον· ποῖ χρὴ φυγεῖν;

 195Σι. ἔσω πέτρας τῆσδ', οὗπερ ἂν λάθοιτέ γε.

Οδ. δεινὸν τόδ' εἶπας, ἀρκύων μολεῖν ἔσω.

Σι. οὐ δεινόν· εἰσὶ καταφυγαὶ πολλαὶ πέτρας.

Οδ. οὐ δῆτ'· ἐπεί τἂν μεγάλα γ' ἡ Τροία στένοι,

εἰ φευξόμεσθ' ἕν' ἄνδρα, μυρίον δ' ὄχλον

 200Φρυγῶν ὑπέστην πολλάκις σὺν ἀσπίδι.

ἀλλ', εἰ θανεῖν δεῖ, κατθανούμεθ' εὐγενῶς

ἢ ζῶντες αἶνον τὸν πάρος συσσώσομεν.

ΚΥΚΛΩΨ

ἄνεχε πάρεχε· τί τάδε; τίς ἡ ῥαιθυμία;

τί βακχιάζετ'; οὐχὶ Διόνυσος τάδε,

 205οὐ κρόταλα χαλκοῦ τυμπάνων τ' ἀράγματα.

πῶς μοι κατ' ἄντρα νεόγονα βλαστήματα;

ἦ πρός τε μαστοῖς εἰσι χὐπὸ μητέρων

πλευρὰς τρέχουσι, σχοινίνοις τ' ἐν τεύχεσιν

πλήρωμα τυρῶν ἐστιν ἐξημελγμένον;

 210τί φάτε, τί λέγετε; τάχα τις ὑμῶν τῶι ξύλωι

δάκρυα μεθήσει. βλέπετ' ἄνω καὶ μὴ κάτω.

Χο. ἰδού· πρὸς αὐτὸν τὸν Δί' ἀνακεκύφαμεν

καὶ τἄστρα καὶ τὸν Ὠρίωνα δέρκομαι.

Κυ. ἄριστόν ἐστιν εὖ παρεσκευασμένον;

 215Χο. πάρεστιν· ὁ φάρυγξ εὐτρεπὴς ἔστω μόνον.

Κυ. ἦ καὶ γάλακτός εἰσι κρατῆρες πλέωι;

Χο. ὥστ' ἐκπιεῖν γέ σ', ἢν θέληις, ὅλον πίθον.

Κυ. μήλειον ἢ βόειον ἢ μεμειγμένον;

Χο. ὃν ἂν θέληις σύ· μὴ 'μὲ καταπίηις μόνον.

 220Κυ. ἥκιστ'· ἐπεί μ' ἂν ἐν μέσηι τῆι γαστέρι

πηδῶντες ἀπολέσαιτ' ἂν ὑπὸ τῶν σχημάτων.

ἔα· τίν' ὄχλον τόνδ' ὁρῶ πρὸς αὐλίοις;

ληισταί τινες κατέσχον ἢ κλῶπες χθόνα;

ὁρῶ γέ τοι τούσδ' ἄρνας ἐξ ἄντρων ἐμῶν

 225στρεπταῖς λύγοισι σῶμα συμπεπλεγμένους

τεύχη τε τυρῶν συμμιγῆ γέροντά τε

πληγαῖς μέτωπον φαλακρὸν ἐξωιδηκότα.

Σι. ὤμοι, πυρέσσω συγκεκομμένος τάλας.

Κυ. ὑπὸ τοῦ; τίς ἐς σὸν κρᾶτ' ἐπύκτευσεν, γέρον;

 230Σι. ὑπὸ τῶνδε, Κύκλωψ, ὅτι τὰ σ' οὐκ εἴων φέρειν.

Κυ. οὐκ ἦισαν ὄντα θεόν με καὶ θεῶν ἄπο;

Σι. ἔλεγον ἐγὼ τάδ'· οἱ δ' ἐφόρουν τὰ χρήματα,

καὶ τόν γε τυρὸν οὐκ ἐῶντος ἤσθιον

τούς τ' ἄρνας ἐξεφοροῦντο· δήσαντες δὲ σὲ

 235κλωιῶι τριπήχει, κατὰ τὸν ὀφθαλμὸν μέσον

τὰ σπλάγχν' ἔφασκον ἐξαμήσεσθαι βίαι,

μάστιγί τ' εὖ τὸ νῶτον ἀπολέψειν σέθεν,

κἄπειτα συνδήσαντες ἐς θἀδώλια

τῆς ναὸς ἐμβαλόντες ἀποδώσειν τινὶ

 240πέτρους μοχλεύειν, ἢ 'ς μυλῶνα καταβαλεῖν.

Κυ. ἄληθες; οὔκουν κοπίδας ὡς τάχιστ' ἰὼν

θήξεις μαχαίρας καὶ μέγαν φάκελον ξύλων

ἐπιθεὶς ἀνάψεις; ὡς σφαγέντες αὐτίκα

πλήσουσι νηδὺν τὴν ἐμὴν ἀπ' ἄνθρακος

 245θερμὴν διδόντες δαῖτα τῶι κρεανόμωι,

τὰ δ' ἐκ λέβητος ἑφθὰ καὶ τετηκότα.

ὡς ἔκπλεώς γε δαιτός εἰμ' ὀρεσκόου·

ἅλις λεόντων ἐστί μοι θοινωμένωι

ἐλάφων τε, χρόνιος δ' εἴμ' ἀπ' ἀνθρώπων βορᾶς.

 250Σι. τὰ καινά γ' ἐκ τῶν ἠθάδων, ὦ δέσποτα,

ἡδίον' ἐστίν. οὐ γὰρ οὖν νεωστί γε

ἄλλοι πρὸς ἄντρα σοὐσαφίκοντο ξένοι.

Οδ. Κύκλωψ, ἄκουσον ἐν μέρει καὶ τῶν ξένων.

ἡμεῖς βορᾶς χρήιζοντες ἐμπολὴν λαβεῖν

 255σῶν ἆσσον ἄντρων ἤλθομεν νεὼς ἄπο.

τοὺς δ' ἄρνας ἡμῖν οὖτος ἀντ' οἴνου σκύφου

ἀπημπόλα τε κἀδίδου πιεῖν λαβὼν

ἑκὼν ἑκοῦσι, κοὐδὲν ἦν τούτων βίαι.

ἀλλ' οὗτος ὑγιὲς οὐδὲν ὧν φησιν λέγει,

 260ἐπεὶ κατελήφθη σοῦ λάθραι πωλῶν τὰ σά.

Σι. ἐγώ; κακῶς γ' ἄρ' ἐξόλοι'. Οδ. εἰ ψεύδομαι.

Σι. μὰ τὸν Ποσειδῶ τὸν τεκόντα σ', ὦ Κύκλωψ,

μὰ τὸν μέγαν Τρίτωνα καὶ τὸν Νηρέα,

μὰ τὴν Καλυψὼ τάς τε Νηρέως κόρας,

 265μὰ θαἰερὰ κύματ' ἰχθύων τε πᾶν γένος,

ἀπώμοσ', ὦ κάλλιστον ὦ Κυκλώπιον,

ὦ δεσποτίσκε, μὴ τὰ σ' ἐξοδᾶν ἐγὼ

ξένοισι χρήματ'. ἢ κακῶς οὗτοι κακοὶ

οἱ παῖδες ἀπόλοινθ', οὓς μάλιστ' ἐγὼ φιλῶ.

 270Χο. αὐτὸς ἔχ'. ἔγωγε τοῖς ξένοις τὰ χρήματα

περνάντα σ' εἶδον· εἰ δ' ἐγὼ ψευδῆ λέγω,

ἀπόλοιθ' ὁ πατήρ μου· τοὺς ξένους δὲ μὴ ἀδίκει.

Κυ. ψεύδεσθ'· ἔγωγε τῶιδε τοῦ Ῥαδαμάνθυος

μᾶλλον πέποιθα καὶ δικαιότερον λέγω.

 275θέλω δ' ἐρέσθαι· πόθεν ἐπλεύσατ', ὦ ξένοι;

ποδαποί; τίς ὑμᾶς ἐξεπαίδευσεν πόλις;

Οδ. Ἰθακήσιοι μὲν τὸ γένος, Ἰλίου δ' ἄπο,

πέρσαντες ἄστυ, πνεύμασιν θαλασσίοις

σὴν γαῖαν ἐξωσθέντες ἥκομεν, Κύκλωψ.

 280Κυ. ἦ τῆς κακίστης οἳ μετήλθεθ' ἁρπαγὰς

Ἑλένης Σκαμάνδρου γείτον' Ἰλίου πόλιν;

Οδ. οὗτοι, πόνον τὸν δεινὸν ἐξηντληκότες.

Κυ. αἰσχρὸν στράτευμά γ', οἵτινες μιᾶς χάριν

γυναικὸς ἐξεπλεύσατ' ἐς γαῖαν Φρυγῶν.

 285Οδ. θεοῦ τὸ πρᾶγμα· μηδέν' αἰτιῶ βροτῶν.

ἡμεῖς δέ σ', ὦ θεοῦ ποντίου γενναῖε παῖ,

ἱκετεύομέν τε καὶ λέγομεν ἐλευθέρως·

μὴ τλῆις πρὸς ἄντρα σοὐσαφιγμένους φίλους

κτανεῖν βοράν τε δυσσεβῆ θέσθαι γνάθοις·

 290οἳ τὸν σόν, ὦναξ, πατέρ' ἔχειν ναῶν ἕδρας

ἐρρυσάμεσθα γῆς ἐν Ἑλλάδος μυχοῖς·

ἱερᾶς τ' ἄθραυστος Ταινάρου μένει λιμὴν

Μαλέας τ' ἄκρας κευθμῶνες ἥ τε Σουνίου

δίας Ἀθάνας σῶς ὑπάργυρος πέτρα

 295Γεραίστιοί τε καταφυγαί· τά θ' Ἑλλάδος

δύσφρον' ὀνείδη†Φρυξὶν οὐκ ἐδώκαμεν.

ὧν καὶ σὺ κοινοῖ· γῆς γὰρ Ἑλλάδος μυχοὺς

οἰκεῖς ὑπ' Αἴτνηι, τῆι πυριστάκτωι πέτραι.

νόμος δὲ θνητοῖς, εἰ λόγους ἀποστρέφηι,

 300ἱκέτας δέχεσθαι ποντίους ἐφθαρμένους

ξένιά τε δοῦναι καὶ πέπλους ἐπαρκέσαι,

οὐκ ἀμφὶ βουπόροισι πηχθέντας μέλη

ὀβελοῖσι νηδὺν καὶ γνάθον πλῆσαι σέθεν.

ἅλις δὲ Πριάμου γαῖ' ἐχήρωσ' Ἑλλάδα

 305πολλῶν νεκρῶν πιοῦσα δοριπετῆ φόνον

ἀλόχους τ' ἀνάνδρους γραῦς τ' ἄπαιδας ὤλεσεν

πολιούς τε πατέρας. εἰ δὲ τοὺς λελειμμένους

σὺ συμπυρώσας δαῖτ' ἀναλώσεις πικράν,

ποῖ τρέψεταί τις; ἀλλ' ἐμοὶ πιθοῦ, Κύκλωψ·

 310πάρες τὸ μάργον σῆς γνάθου, τὸ δ' εὐσεβὲς

τῆς δυσσεβείας ἀνθελοῦ· πολλοῖσι γὰρ

κέρδη πονηρὰ ζημίαν ἠμείψατο.

Σι. παραινέσαι σοι βούλομαι· τῶν γὰρ κρεῶν

μηδὲν λίπηις τοῦδ'· ἢν δὲ τὴν γλῶσσαν δάκηις,

 315κομψὸς γενήσηι καὶ λαλίστατος, Κύκλωψ.

Κυ. ὁ πλοῦτος, ἀνθρωπίσκε, τοῖς σοφοῖς θεός,

τὰ δ' ἄλλα κόμποι καὶ λόγων εὐμορφία.

ἄκρας δ' ἐναλίας αἷς καθίδρυται πατὴρ

χαίρειν κελεύω· τί τάδε προυστήσω λόγωι;

 320Ζηνὸς δ' ἐγὼ κεραυνὸν οὐ φρίσσω, ξένε,

οὐδ' οἶδ' ὅτι Ζεύς ἐστ' ἐμοῦ κρείσσων θεός.

οὔ μοι μέλει τὸ λοιπόν· ὡς δ' οὔ μοι μέλει

ἄκουσον· ὅταν ἄνωθεν ὄμβρον ἐκχέηι,

ἐν τῆιδε πέτραι στέγν' ἔχων σκηνώματα,

 325ἢ μόσχον ὀπτὸν ἤ τι θήρειον δάκος

δαινύμενος, εὖ τέγγων τε γαστέρ' ὑπτίαν,

ἐπεκπιὼν γάλακτος ἀμφορέα, πέπλον

κρούω, Διὸς βρονταῖσιν εἰς ἔριν κτυπῶν.

ὅταν δὲ βορέας χιόνα Θρήικιος χέηι,

 330δοραῖσι θηρῶν σῶμα περιβαλὼν ἐμὸν

καὶ πῦρ ἀναίθων, χιόνος οὐδέν μοι μέλει.

ἡ γῆ δ' ἀνάγκηι, κἂν θέληι κἂν μὴ θέληι,

τίκτουσα ποίαν τἀμὰ πιαίνει βοτά.

ἁγὼ οὔτινι θύω πλὴν ἐμοί, θεοῖσι δ' οὔ,

 335καὶ τῆι μεγίστηι, γαστρὶ τῆιδε, δαιμόνων.

ὡς τοὐμπιεῖν γε καὶ φαγεῖν τοὐφ' ἡμέραν,

Ζεὺς οὖτος ἀνθρώποισι τοῖσι σώφροσιν,

λυπεῖν δὲ μηδὲν αὑτόν. οἳ δὲ τοὺς νόμους

ἔθεντο ποικίλλοντες ἀνθρώπων βίον,

 340κλαίειν ἄνωγα· τὴν ‹δ'› ἐμὴν ψυχὴν ἐγὼ

οὐ παύσομαι δρῶν εὖ, κατεσθίων γε σέ.

ξένια δὲ λήψηι τοιάδ', ὡς ἄμεμπτος ὦ,

πῦρ καὶ πατρῶιον τόνδε χαλκόν, ὃς ζέσας

σὴν σάρκα διαφόρητον ἀμφέξει καλῶς.

 345ἀλλ' ἕρπετ' εἴσω, τοῦ κατ' αὔλιον θεοῦ

ἵν' ἀμφὶ βωμὸν στάντες εὐωχῆτέ με.

Οδ. αἰαῖ, πόνους μὲν Τρωϊκοὺς ὑπεξέδυν

θαλασσίους τε, νῦν δ' ἐς ἀνδρὸς ἀνοσίου

ὠμὴν κατέσχον ἀλίμενόν τε καρδίαν.

 350ὦ Παλλάς, ὦ δέσποινα Διογενὲς θεά,

νῦν νῦν ἄρηξον· κρείσσονας γὰρ Ἰλίου

πόνους ἀφῖγμαι κἀπὶ κινδύνου βάθρα.

σύ τ', ὦ φαεννὰς ἀστέρων οἰκῶν ἕδρας

Ζεῦ ξένι', ὅρα τάδ'· εἰ γὰρ αὐτὰ μὴ βλέπεις,

 355ἄλλως νομίζηι Ζεὺς τὸ μηδὲν ὢν θεός.

Χο. Εὐρείας φάρυγος, ὦ Κύκλωψ,

ἀναστόμου τὸ χεῖλος· ὡς ἕτοιμά σοι

ἑφθὰ καὶ ὀπτὰ καὶ ἀνθρακιᾶς ἄπο ‹θερμὰ›

χναύειν βρύκειν

κρεοκοπεῖν μέλη ξένων

 360δασυμάλλωι ἐν αἰγίδι κλινομένωι.

μὴ 'μοὶ μὴ προσδίδου·

μόνος μόνωι γέμιζε πορθμίδος σκάφος.

χαιρέτω μὲν αὖλις ἅδε,

χαιρέτω δὲ θυμάτων

 365ἀποβώμιος ἃν ἔχει θυσίαν†

Κύκλωψ Αἰτναῖος ξενικῶν

κρεῶν κεχαρμένος βορᾶι.

νηλὴς ὦ τλᾶμον ὅστις δωμάτων†

ἐφεστίους ἱκτῆρας ἐκθύει δόμων,

ἑφθά τε δαινύμενος μυσαροῖσί τ' ὀδοῦσιν

κόπτων βρύκων

θέρμ' ἀπ' ἀνθράκων κρέα

‹                                          ›

 375Οδ. ὦ Ζεῦ, τί λέξω, δείν' ἰδὼν ἄντρων ἔσω

κοὐ πιστά, μύθοις εἰκότ' οὐδ' ἔργοις βροτῶν;

Χο. τί δ' ἔστ', Ὀδυσσεῦ; μῶν τεθοίναται σέθεν

φίλους ἑταίρους ἀνοσιώτατος Κύκλωψ;

Οδ. δισσούς γ' ἀθρήσας κἀπιβαστάσας χεροῖν,

 380οἳ σαρκὸς εἶχον εὐτραφέστατον πάχος.

Χο. πῶς, ὦ ταλαίπωρ', ἦτε πάσχοντες τάδε;

Οδ. ἐπεὶ πετραίαν τήνδ' ἐσήλθομεν χθόνα,

ἀνέκαυσε μὲν πῦρ πρῶτον, ὑψηλῆς δρυὸς

κορμοὺς πλατείας ἐσχάρας βαλὼν ἔπι,

 385τρισσῶν ἁμαξῶν ὡς ἀγώγιμον βάρος,

καὶ χάλκεον λέβητ' ἐπέζεσεν πυρί.

ἔπειτα φύλλων ἐλατίνων χαμαιπετῆ

ἔστρωσεν εὐνὴν πλησίον πυρὸς φλογί.

κρατῆρα δ' ἐξέπλησεν ὡς δεκάμφορον,

μόσχους ἀμέλξας, λευκὸν ἐσχέας γάλα,

 390σκύφος τε κισσοῦ παρέθετ' εἰς εὖρος τριῶν

πήχεων, βάθος δὲ τεσσάρων ἐφαίνετο,

ὀβελούς τ', ἄκρους μὲν ἐγκεκαυμένους πυρί,

ξεστοὺς δὲ δρεπάνωι τἄλλα, παλιούρου κλάδων,

 395Αἰτναῖά τε σφαγεῖα πελέκεων γνάθοις.

ὡς δ' ἦν ἕτοιμα πάντα τῶι θεοστυγεῖ

Ἅιδου μαγείρωι, φῶτε συμμάρψας δύο

ἔσφαζ' ἑταίρων τῶν ἐμῶν, ῥυθμῶι θ' ἑνὶ

τὸν μὲν λέβητος ἐς κύτος χαλκήλατον

‹                                           ›

 400τὸν δ' αὖ, τένοντος ἁρπάσας ἄκρου ποδός,

παίων πρὸς ὀξὺν στόνυχα πετραίου λίθου

ἐγκέφαλον ἐξέρρανε· καὶ καθαρπάσας†

λάβρωι μαχαίραι σάρκας ἐξώπτα πυρί,

τὰ δ' ἐς λέβητ' ἐφῆκεν ἕψεσθαι μέλη.

 405ἐγὼ δ' ὁ τλήμων δάκρυ' ἀπ' ὀφθαλμῶν χέων

ἐχριμπτόμην Κύκλωπι κἀδιακόνουν·

ἅλλοι δ' ὅπως ὄρνιθες ἐν μυχοῖς πέτρας

πτήξαντες εἶχον, αἷμα δ' οὐκ ἐνῆν χροΐ.

ἐπεὶ δ' ἑταίρων τῶν ἐμῶν πλησθεὶς βορᾶς

 410ἀνέπεσε, φάρυγος αἰθέρ' ἐξανεὶς βαρύν,

ἐσῆλθέ μοί τι θεῖον· ἐμπλήσας σκύφος

Μάρωνος αὐτῶι τοῦδε προσφέρω πιεῖν,

λέγων τάδ'· Ὦ τοῦ ποντίου θεοῦ Κύκλωψ,

σκέψαι τόδ' οἷον Ἑλλὰς ἀμπέλων ἄπο

 415θεῖον κομίζει πῶμα, Διονύσου γάνος.

ὁ δ' ἔκπλεως ὢν τῆς ἀναισχύντου βορᾶς

ἐδέξατ' ἔσπασέν ‹τ'› ἄμυστιν ἑλκύσας

κἀπήινεσ' ἄρας χεῖρα· Φίλτατε ξένων,

καλὸν τὸ πῶμα δαιτὶ πρὸς καλῆι δίδως.

 420ἡσθέντα δ' αὐτὸν ὡς ἐπηισθόμην ἐγώ,

ἄλλην ἔδωκα κύλικα, γιγνώσκων ὅτι

τρώσει νιν οἶνος καὶ δίκην δώσει τάχα.

καὶ δὴ πρὸς ὠιδὰς εἷρπ'· ἐγὼ δ' ἐπεγχέων

ἄλλην ἐπ' ἄλληι σπλάγχν' ἐθέρμαινον ποτῶι.

 425ἄιδει δὲ παρὰ κλαίουσι συνναύταις ἐμοῖς

ἄμουσ', ἐπηχεῖ δ' ἄντρον. ἐξελθὼν δ' ἐγὼ

σιγῆι σὲ σῶσαι κἄμ', ἐὰν βούληι, θέλω.

ἀλλ' εἴπατ' εἴτε χρήιζετ' εἴτ' οὐ χρήιζετε

φεύγειν ἄμεικτον ἄνδρα καὶ τὰ Βακχίου

 430ναίειν μέλαθρα Ναΐδων νυμφῶν μέτα.

ὁ μὲν γὰρ ἔνδον σὸς πατὴρ τάδ' ἤινεσεν·

ἀλλ' ἀσθενὴς γὰρ κἀποκερδαίνων ποτοῦ

ὥσπερ πρὸς ἰξῶι τῆι κύλικι λελημμένος

πτέρυγας ἀλύει· σὺ δέ (νεανίας γὰρ εἶ)

 435σώθητι μετ' ἐμοῦ καὶ τὸν ἀρχαῖον φίλον

Διόνυσον ἀνάλαβ', οὐ Κύκλωπι προσφερῆ.

Χο. ὦ φίλτατ', εἰ γὰρ τήνδ' ἴδοιμεν ἡμέραν

Κύκλωπος ἐκφυγόντες ἀνόσιον κάρα.

ὡς διὰ μακροῦ γε τὸν σίφωνα τὸν φίλον

 440χηρεύομεν τόνδ' οὐκ ἔχομεν καταφαγεῖν.†

Οδ. ἄκουε δή νυν ἣν ἔχω τιμωρίαν

θηρὸς πανούργου σῆς τε δουλείας φυγήν.

Χο. λέγ', ὡς Ἀσιάδος οὐκ ἂν ἥδιον ψόφον

κιθάρας κλύοιμεν ἢ Κύκλωπ' ὀλωλότα.

 445Οδ. ἐπὶ κῶμον ἕρπειν πρὸς κασιγνήτους θέλει

Κύκλωπας ἡσθεὶς τῶιδε Βακχίου ποτῶι.

Χο. ξυνῆκ'· ἔρημον ξυλλαβὼν δρυμοῖσί νιν

σφάξαι μενοινᾶις ἢ πετρῶν ὦσαι κάτα.

Οδ. οὐδὲν τοιοῦτον· δόλιος ἡ προθυμία.

 450Χο. πῶς δαί; σοφόν τοί σ' ὄντ' ἀκούομεν πάλαι.

Οδ. κώμου μὲν αὐτὸν τοῦδ' ἀπαλλάξαι, λέγων

ὡς οὐ Κύκλωψι πῶμα χρὴ δοῦναι τόδε,

μόνον δ' ἔχοντα βίοτον ἡδέως ἄγειν.

ὅταν δ' ὑπνώσσηι Βακχίου νικώμενος,

 455ἀκρεμὼν ἐλαίας ἔστιν ἐν δόμοισί τις,

ὃν φασγάνωι τῶιδ' ἐξαποξύνας ἄκρον

ἐς πῦρ καθήσω· κἆιθ' ὅταν κεκαυμένον

ἴδω νιν, ἄρας θερμὸν ἐς μέσην βαλῶ

Κύκλωπος ὄψιν ὄμμα τ' ἐκτήξω πυρί.

 460ναυπηγίαν δ' ὡσεί τις ἁρμόζων ἀνὴρ

διπλοῖν χαλινοῖν τρύπανον κωπηλατεῖ,

οὕτω κυκλώσω δαλὸν ἐν φαεσφόρωι

Κύκλωπος ὄψει καὶ συναυανῶ κόρας.

Χο. ἰοὺ ἰού·

 465γέγηθα μαινόμεσθα τοῖς εὑρήμασιν.

Οδ. κἄπειτα καὶ σὲ καὶ φίλους γέροντά τε

νεὼς μελαίνης κοῖλον ἐμβήσας σκάφος

διπλαῖσι κώπαις τῆσδ' ἀποστελῶ χθονός.

Χο. ἔστ' οὖν ὅπως ἂν ὡσπερεὶ σπονδῆς θεοῦ

 470κἀγὼ λαβοίμην τοῦ τυφλοῦντος ὄμματα

δαλοῦ; πόνου γὰρ τοῦδε κοινωνεῖν θέλω.

Οδ. δεῖ γοῦν· μέγας γὰρ δαλός, οὗ ξυλληπτέον.

Χο. ὡς κἂν ἁμαξῶν ἑκατὸν ἀραίμην βάρος,

εἰ τοῦ Κύκλωπος τοῦ κακῶς ὀλουμένου

 475ὀφθαλμὸν ὥσπερ σφηκιὰν ἐκθύψομεν.

Οδ. σιγᾶτέ νυν· δόλον γὰρ ἐξεπίστασαι·

χὤταν κελεύω, τοῖσιν ἀρχιτέκτοσιν

πείθεσθ'. ἐγὼ γὰρ ἄνδρας ἀπολιπὼν φίλους

τοὺς ἔνδον ὄντας οὐ μόνος σωθήσομαι.

 480[καίτοι φύγοιμ' ἂν κἀκβέβηκ' ἄντρου μυχῶν·

ἀλλ' οὐ δίκαιον ἀπολιπόντ' ἐμοὺς φίλους

ξὺν οἷσπερ ἦλθον δεῦρο σωθῆναι μόνον.]

Χο. ἄγε, τίς πρῶτος, τίς δ' ἐπὶ πρώτωι

ταχθεὶς δαλοῦ κώπην ὀχμάσαι.

 485Κύκλωπος ἔσω βλεφάρων ὤσας

λαμπρὰν ὄψιν διακναίσει;

[ὠιδὴ ἔνδοθεν.]

σίγα σίγα. καὶ δὴ μεθύων

ἄχαριν κέλαδον μουσιζόμενος

 490σκαιὸς ἀπωιδὸς καὶ κλαυσόμενος

χωρεῖ πετρίνων ἔξω μελάθρων.

φέρε νιν κώμοις παιδεύσωμεν

τὸν ἀπαίδευτον·

πάντως μέλλει τυφλὸς εἶναι.

 495μάκαρ ὅστις εὐιάζει

βοτρύων φίλαισι πηγαῖς

ἐπὶ κῶμον ἐκπετασθεὶς

φίλον ἄνδρ' ὑπαγκαλίζων,

ἐπὶ δεμνίοις τε ξανθὸν†

 500χλιδανᾶς ἔχων ἑταίρας

μυρόχριστος λιπαρὸν βό-

στρυχον, αὐδᾶι δέ· Θύραν τίς οἴξει μοι;

Κυ. παπαπαῖ· πλέως μὲν οἴνου,

γάνυμαι ‹δὲ› δαιτὸς ἥβαι,

 505σκάφος ὁλκὰς ὣς γεμισθεὶς

ποτὶ σέλμα γαστρὸς ἄκρας.

ὑπάγει μ' ὁ φόρτος εὔφρων

ἐπὶ κῶμον ἦρος ὥραις

ἐπὶ Κύκλωπας ἀδελφούς.

 510φέρε μοι, ξεῖνε, φέρ', ἀσκὸν ἔνδος μοι.

Χο. καλὸν ὄμμασιν δεδορκὼς

καλὸς ἐκπερᾶι μελάθρων.

‹        › φιλεῖ τίς ἡμᾶς;

λύχνα δ' ἀμμένει δαΐα σὸν

 515χρόα χὡς†τέρεινα νύμφα

δροσερῶν ἔσωθεν ἄντρων.

στεφάνων δ' οὐ μία χροιὰ

περὶ σὸν κρᾶτα τάχ' ἐξομιλήσει.

Οδ. Κύκλωψ, ἄκουσον· ὡς ἐγὼ τοῦ Βακχίου

 520τούτου τρίβων εἴμ', ὃν πιεῖν ἔδωκά σοι.

Κυ. ὁ Βάκχιος δὲ τίς; θεὸς νομίζεται;

Οδ. μέγιστος ἀνθρώποισιν ἐς τέρψιν βίου.

Κυ. ἐρυγγάνω γοῦν αὐτὸν ἡδέως ἐγώ.

Οδ. τοιόσδ' ὁ δαίμων· οὐδένα βλάπτει βροτῶν.

 525Κυ. θεὸς δ' ἐν ἀσκῶι πῶς γέγηθ' οἴκους ἔχων;

Οδ. ὅπου τιθῆι τις, ἐνθάδ' ἐστὶν εὐπετής.

Κυ. οὐ τοὺς θεοὺς χρὴ σῶμ' ἔχειν ἐν δέρμασιν.

Οδ. τί δ', εἴ σε τέρπει γ'; ἢ τὸ δέρμα σοι πικρόν;

Κυ. μισῶ τὸν ἀσκόν· τὸ δὲ ποτὸν φιλῶ τόδε.

 530Οδ. μένων νυν αὐτοῦ πῖνε κεὐθύμει, Κύκλωψ.

Κυ. οὐ χρή μ' ἀδελφοῖς τοῦδε προσδοῦναι ποτοῦ;

Οδ. ἔχων γὰρ αὐτὸς τιμιώτερος φανῆι.

Κυ. διδοὺς δὲ τοῖς φίλοισι χρησιμώτερος.

Οδ. πυγμὰς ὁ κῶμος λοίδορόν τ' ἔριν φιλεῖ.

 535Κυ. μεθύω μέν, ἔμπας δ' οὔτις ἂν ψαύσειέ μου.

Οδ. ὦ τᾶν, πεπωκότ' ἐν δόμοισι χρὴ μένειν.

Κυ. ἠλίθιος ὅστις μὴ πιὼν κῶμον φιλεῖ.

Οδ. ὃς δ' ἂν μεθυσθείς γ' ἐν δόμοις μείνηι σοφός.

Κυ. τί δρῶμεν, ὦ Σιληνέ; σοὶ μένειν δοκεῖ;

 540Σι. δοκεῖ· τί γὰρ δεῖ συμποτῶν ἄλλων, Κύκλωψ;

Οδ. καὶ μὴν λαχνῶδές γ' οὖδας ἀνθηρᾶς χλόης.

Σι. καὶ πρός γε θάλπος ἡλίου πίνειν καλόν.

κλίθητί νύν μοι πλευρὰ θεὶς ἐπὶ χθονός.

Κυ. ἰδού.

 545τί δῆτα τὸν κρατῆρ' ὄπισθ' ἐμοῦ τίθης;

Σι. ὡς μὴ παριών τις καταβάληι. Κυ. πίνειν μὲν οὖν

κλέπτων σὺ βούληι· κάτθες αὐτὸν ἐς μέσον.

σὺ δ', ὦ ξέν', εἰπὲ τοὔνομ' ὅτι σε χρὴ καλεῖν.

Οδ. Οὖτιν· χάριν δὲ τίνα λαβών σ' ἐπαινέσω;

 550Κυ. πάντων σ' ἑταίρων ὕστερον θοινάσομαι.

Σι. καλόν γε τὸ γέρας τῶι ξένωι δίδως, Κύκλωψ.

Κυ. οὗτος, τί δρᾶις; τὸν οἶνον ἐκπίνεις λάθραι;

Σι. οὔκ, ἀλλ' ἔμ' οὗτος ἔκυσεν ὅτι καλὸν βλέπω.

Κυ. κλαύσηι, φιλῶν τὸν οἶνον οὐ φιλοῦντα σέ.

 555Σι. οὐ μὰ Δί', ἐπεί μού φησ' ἐρᾶν ὄντος καλοῦ.

Κυ. ἔγχει, πλέων δὲ τὸν σκύφον δίδου μόνον.

Σι. πῶς οὖν κέκραται; φέρε διασκεψώμεθα.

Κυ. ἀπολεῖς· δὸς οὕτως. Σι. οὐ μὰ δί', οὐ πρὶν ἄν γέ σε

στέφανον ἴδω λαβόντα γεύσωμαί τ' ἔτι.

 560Κυ. οἱνοχόος ἄδικος. Σι. ‹οὐ› μὰ δί', ἀλλ' οἷνος

γλυκύς.

ἀπομακτέον δέ σοὐστὶν ὡς λήψηι πιεῖν.

Κυ. ἰδού, καθαρὸν τὸ χεῖλος αἱ τρίχες τέ μου.

Σι. θές νυν τὸν ἀγκῶν' εὐρύθμως κἆιτ' ἔκπιε,

ὥσπερ μ' ὁρᾶις πίνοντα χὤσπερ οὐκ ἐμέ.

 565Κυ. ἆ ἆ, τί δράσεις; Σι. ἡδέως ἠμύστισα.

Κυ. λάβ', ὦ ξέν', αὐτὸς οἰνοχόος τέ μοι γενοῦ.

Οδ. γιγνώσκεται γοῦν ἅμπελος τἠμῆι χερί.

Κυ. φέρ' ἔγχεόν νυν. Οδ. ἐγχέω, σίγα μόνον.

Κυ. χαλεπὸν τόδ' εἶπας, ὅστις ἂν πίνηι πολύν.

 570Οδ. ἰδού, λαβὼν ἔκπιθι καὶ μηδὲν λίπηις·

συνεκθανεῖν δὲ σπῶντα χρὴ τῶι πώματι.

Κυ. παπαῖ, σοφόν γε τὸ ξύλον τῆς ἀμπέλου.

Οδ. κἂν μὲν σπάσηις γε δαιτὶ πρὸς πολλῆι πολύν,

τέγξας ἄδιψον νηδύν, εἰς ὕπνον βαλεῖ,

 575ἢν δ' ἐλλίπηις τι, ξηρανεῖ σ' ὁ Βάκχιος.

Κυ. ἰοὺ ἰού·

ὡς ἐξένευσα μόγις· ἄκρατος ἡ χάρις.

ὁ δ' οὐρανός μοι συμμεμειγμένος δοκεῖ

τῆι γῆι φέρεσθαι, τοῦ Διός τε τὸν θρόνον

 580λεύσσω τὸ πᾶν τε δαιμόνων ἁγνὸν σέβας.

οὐκ ἂν φιλήσαιμ'; αἱ Χάριτες πειρῶσί με.

ἅλις· Γανυμήδη τόνδ' ἔχων ἀναπαύσομαι

κάλλιον ἢ τὰς Χάριτας. ἥδομαι δέ πως

τοῖς παιδικοῖσι μᾶλλον ἢ τοῖς θήλεσιν.

 585Σι. ἐγὼ γὰρ ὁ Διός εἰμι Γανυμήδης, Κύκλωψ;

Κυ. ναὶ μὰ Δί', ὃν ἁρπάζω γ' ἐγὼ 'κ τῆς Δαρδάνου.

Σι. ἀπόλωλα, παῖδες· σχέτλια πείσομαι κακά.

Κυ. μέμφηι τὸν ἐραστὴν κἀντρυφᾶις πεπωκότι;

Σι. οἴμοι· πικρότατον οἶνον ὄψομαι τάχα.

 590Οδ. ἄγε δή, Διονύσου παῖδες, εὐγενῆ τέκνα,

ἔνδον μὲν ἁνήρ· τῶι δ' ὕπνωι παρειμένος

τάχ' ἐξ ἀναιδοῦς φάρυγος ὠθήσει κρέα.

δαλὸς δ' ἔσωθεν αὐλίων ὠθεῖ†καπνὸν

παρευτρέπισται, κοὐδὲν ἄλλο πλὴν πυροῦν

 595Κύκλωπος ὄψιν· ἀλλ' ὅπως ἀνὴρ ἔσηι.

Χο. πέτρας τὸ λῆμα κἀδάμαντος ἕξομεν.

χώρει δ' ἐς οἴκους πρίν τι τὸν πατέρα παθεῖν

ἀπάλαμνον· ὥς σοι τἀνθάδ' ἐστὶν εὐτρεπῆ.

Οδ. Ἥφαιστ', ἄναξ Αἰτναῖε, γείτονος κακοῦ

 600λαμπρὸν πυρώσας ὄμμ' ἀπαλλάχθηθ' ἅπαξ,

σύ τ', ὦ μελαίνης Νυκτὸς ἐκπαίδευμ', Ὕπνε,

ἄκρατος ἐλθὲ θηρὶ τῶι θεοστυγεῖ,

καὶ μὴ 'πὶ καλλίστοισι Τρωϊκοῖς πόνοις

αὐτόν τε ναύτας τ' ἀπολέσητ' Ὀδυσσέα

 605ὑπ' ἀνδρὸς ὧι θεῶν οὐδὲν ἢ βροτῶν μέλει.

ἢ τὴν τύχην μὲν δαίμον' ἡγεῖσθαι χρεών,

τὰ δαιμόνων δὲ τῆς τύχης ἐλάσσονα.

Χο. λήψεται τὸν τράχηλον

ἐντόνως ὁ καρκίνος

 610τοῦ ξενοδαιτυμόνος· πυρὶ γὰρ τάχα

φωσφόρους ὀλεῖ κόρας.

ἤδη δαλὸς ἠνθρακωμένος

 615κρύπτεται ἐς σποδιάν, δρυὸς ἄσπετον

ἔρνος. ἀλλ' ἴτω Μάρων, πρασσέτω,

μαινομένου 'ξελέτω βλέφαρον

Κύκλωπος, ὡς πίηι κακῶς.

 620κἀγὼ τὸν φιλοκισσοφόρον Βρόμιον

ποθεινὸν εἰσιδεῖν θέλω,

Κύκλωπος λιπὼν ἐρημίαν·

ἆρ' ἐς τοσόνδ' ἀφίξομαι;

Οδ. σιγᾶτε πρὸς θεῶν, θῆρες, ἡσυχάζετε,

 625συνθέντες ἄρθρα στόματος· οὐδὲ πνεῖν ἐῶ,

οὐ σκαρδαμύσσειν οὐδὲ χρέμπτεσθαί τινα,

ὡς μὴ 'ξεγερθῆι τὸ κακόν, ἔστ' ἂν ὄμματος

ὄψις Κύκλωπος ἐξαμιλληθῆι πυρί.

Χο. σιγῶμεν ἐγκάψαντες αἰθέρα γνάθοις.

 630Οδ. ἄγε νυν ὅπως ἅψεσθε τοῦ δαλοῦ χεροῖν

ἔσω μολόντες· διάπυρος δ' ἐστὶν καλῶς.

Χο. οὔκουν σὺ τάξεις οὕστινας πρώτους χρεὼν

καυτὸν μοχλὸν λαβόντας ἐκκαίειν τὸ φῶς

Κύκλωπος, ὡς ἂν τῆς τύχης κοινώμεθα;

 635Χο.α ἡμεῖς μέν ἐσμεν μακροτέρω πρὸ τῶν θυρῶν

ἑστῶτες ὠθεῖν ἐς τὸν ὀφθαλμὸν τὸ πῦρ.

Χο.β ἡμεῖς δὲ χωλοί γ' ἀρτίως γεγενήμεθα.

Χο.α ταὐτὸν πεπόνθατ' ἆρ' ἐμοί· τοὺς γὰρ πόδας

ἑστῶτες ἐσπάσθημεν οὐκ οἶδ' ἐξ ὅτου.

 640Οδ. ἑστῶτες ἐσπάσθητε; Χο.α καὶ τά γ' ὄμματα

μέστ' ἐστὶν ἡμῖν κόνεος ἢ τέφρας ποθέν.

Οδ. ἄνδρες πονηροὶ κοὐδὲν οἵδε σύμμαχοι.

Χο. ὁτιὴ τὸ νῶτον τὴν ῥάχιν τ' οἰκτίρομεν

καὶ τοὺς ὀδόντας ἐκβαλεῖν οὐ βούλομαι

 645τυπτόμενος, αὕτη γίγνεται πονηρία;

ἀλλ' οἶδ' ἐπωιδὴν Ὀρφέως ἀγαθὴν πάνυ,

ὥστ' αὐτόματον τὸν δαλὸν ἐς τὸ κρανίον

στείχονθ' ὑφάπτειν τὸν μονῶπα παῖδα γῆς.

Οδ. πάλαι μὲν ἤιδη σ' ὄντα τοιοῦτον φύσει,

 650νῦν δ' οἶδ' ἄμεινον. τοῖσι δ' οἰκείοις φίλοις

χρῆσθαί μ' ἀνάγκη. χειρὶ δ' εἰ μηδὲν σθένεις,

ἀλλ' οὖν ἐπεγκέλευέ γ', ὡς εὐψυχίαν

φίλων κελευσμοῖς τοῖσι σοῖς κτησώμεθα.

Χο. δράσω τάδ'· ἐν τῶι Καρὶ κινδυνεύσομεν.

 655κελευσμάτων δ' ἕκατι τυφέσθω Κύκλωψ.

ἰὼ ἰώ· γενναιότατ' ὠ-

θεῖτε σπεύδετ', ἐκκαίετε τὰν ὀφρὺν

θηρὸς τοῦ ξενοδαίτα.

τύφετ' ὦ, καίετ' ὦ

 660τὸν Αἴτνας μηλονόμον.

τόρνευ' ἕλκε, μή σ' ἐξοδυνηθεὶς

δράσηι τι μάταιον.

Κυ. ὤμοι, κατηνθρακώμεθ' ὀφθαλμοῦ σέλας.

Χο. καλός γ' ὁ παιάν· μέλπε μοι τόνδ' αὖ, Κύκλωψ.

 665Κυ. ὤμοι μάλ', ὡς ὑβρίσμεθ', ὡς ὀλώλαμεν.

ἀλλ' οὔτι μὴ φύγητε τῆσδ' ἔξω πέτρας

χαίροντες, οὐδὲν ὄντες· ἐν πύλαισι γὰρ

σταθεὶς φάραγγος τῆσδ' ἐναρμόσω χέρας.

Χο. τί χρῆμ' ἀυτεῖς, ὦ Κύκλωψ; Κυ. ἀπωλόμην.

 670Χο. αἰσχρός γε φαίνηι. Κυ. κἀπὶ τοῖσδέ γ' ἄθλιος.

Χο. μεθύων κατέπεσες ἐς μέσους τοὺς ἄνθρακας;

Κυ. Οὖτίς μ' ἀπώλεσ'. Χο. οὐκ ἄρ' οὐδείς ‹σ'› ἠδίκει.

Κυ. Οὖτίς με τυφλοῖ βλέφαρον. Χο. οὐκ ἄρ' εἶ τυφλός.

Κυ. ὣς δὴ σύ. Χο. καὶ πῶς σ' οὔτις ἂν θείη τυφλόν;

 675Κυ. σκώπτεις. ὁ δ' Οὖτις ποῦ 'στιν; Χο. οὐδαμοῦ,

Κύκλωψ.

Κυ. ὁ ξένος ἵν' ὀρθῶς ἐκμάθηις μ' ἀπώλεσεν,

ὁ μιαρός, ὅς μοι δοὺς τὸ πῶμα κατέκλυσεν.

Χο. δεινὸς γὰρ οἷνος καὶ παλαίεσθαι βαρύς.

Κυ. πρὸς θεῶν, πεφεύγασ' ἢ μένουσ' ἔσω δόμων;

 680Χο. οὗτοι σιωπῆι τὴν πέτραν ἐπήλυγα

λαβόντες ἑστήκασι. Κυ. ποτέρας τῆς χερός;

Χο. ἐν δεξιᾶι σου. Κυ. ποῦ; Χο. πρὸς αὐτῆι τῆι

πέτραι.

ἔχεις; Κυ. κακόν γε πρὸς κακῶι· τὸ κρανίον

παίσας κατέαγα. Χο. καί σε διαφεύγουσί γε.

 685Κυ. οὐ τῆιδέ πηι, τῆιδ' εἶπας; Χο. οὔ· ταύτηι λέγω.

Κυ. πῆι γάρ; Χο. περιάγου κεῖσε, πρὸς τἀριστερά.

Κυ. οἴμοι γελῶμαι· κερτομεῖτέ μ' ἐν κακοῖς.

Χο. ἀλλ' οὐκέτ', ἀλλὰ πρόσθεν οὗτός ἐστι σοῦ.

Κυ. ὦ παγκάκιστε, ποῦ ποτ' εἶ; Οδ. τηλοῦ σέθεν

 690φυλακαῖσι φρουρῶ σῶμ' Ὀδυσσέως τόδε.

Κυ. πῶς εἶπας; ὄνομα μεταβαλὼν καινὸν λέγεις.

Οδ. ὅπερ μ' ὁ φύσας ὠνόμαζ' Ὀδυσσέα.

δώσειν δ' ἔμελλες ἀνοσίου δαιτὸς δίκας·

καλῶς γὰρ ἂν Τροίαν γε διεπυρώσαμεν

 695εἰ μή σ' ἑταίρων φόνον ἐτιμωρησάμην.

Κυ. αἰαῖ· παλαιὸς χρησμὸς ἐκπεραίνεται·

τυφλὴν γὰρ ὄψιν ἐκ σέθεν σχήσειν μ' ἔφη

Τροίας ἀφορμηθέντος. ἀλλὰ καὶ σέ τοι

δίκας ὑφέξειν ἀντὶ τῶνδ' ἐθέσπισεν,

 700πολὺν θαλάσσηι χρόνον ἐναιωρούμενον.

Οδ. κλαίειν σ' ἄνωγα· καὶ δέδραχ' ὅπερ λέγω.

ἐγὼ δ' ἐπ' ἀκτὰς εἶμι καὶ νεὼς σκάφος

ἥσω 'πὶ πόντον Σικελὸν ἔς τ' ἐμὴν πάτραν.

Κυ. οὐ δῆτ', ἐπεί σε τῆσδ' ἀπορρήξας πέτρας

 705αὐτοῖσι συνναύταισι συντρίψω βαλών.

ἄνω δ' ἐπ' ὄχθον εἶμι, καίπερ ὢν τυφλός,

δι' ἀμφιτρῆτος τῆσδε προσβαίνων ποδί.

Χο. ἡμεῖς δὲ συνναῦταί γε τοῦδ' Ὀδυσσέως

ὄντες τὸ λοιπὸν Βακχίωι δουλεύσομεν.