1861 133 0 0 0 0 IV-III a. C. Inno Callimachus In Dianam (hymn. 3) Pfeiffer, R., Oxford, Clarendon Press, 1953. 6

CALLIMACHUS - Hymnus III - In Dianam - ΕΙΣ ΑΡΤΕΜΙΝ

Ἄρτεμιν (οὐ γὰρ ἐλαφρὸν ἀειδόντεσσι λαθέσθαι)

ὑμνέομεν, τῇ τόξα λαγωβολίαι τε μέλονται

καὶ χορὸς ἀμφιλαφὴς καὶ ἐν οὔρεσιν ἑψιάασθαι,

ἄρχμενοι ὡς ὅτε πατρὸς ἐφεζομένη γονάτεσσι

παῖς ἔτι κουρίζουσα τάδε προσέειπε γονῆα·

'δός μοι παρθενίην αἰώνιον, ἄππα, φυλάσσειν,

καὶ πολυωνυμίην, ἵνα μή μοι Φοῖβος ἐρίζῃ,

δὸς δ' ἰοὺς καὶ τόξα ‑ ἔα πάτερ, οὔ σε φαρέτρην

οὐδ' αἰτέω μέγα τόξον· ἐμοὶ Κύκλωπες ὀϊστούς

αὐτίκα τεχνήσονται, ἐμοὶ δ' εὐκαμπὲς ἄεμμα·

ἀλλὰ φαεσφορίην τε καὶ ἐς γόνυ μέχρι χιτῶνα

ζώννυσθαι λεγνωτόν, ἵν' ἄγρια θηρία καίνω.

δὸς δέ μοι ἑξήκοντα χορίτιδας Ὠκεανίνας,

πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους.

δὸς δέ μοι ἀμφιπόλους Ἀμνισίδας εἴκοσι νύμφας,

αἵ τε μοι ἐνδρομίδας τε καὶ ὁππότε μηκέτι λύγκας

μήτ' ἐλάφους βάλλοιμι, θοοὺς κύνας εὖ κομέοιεν.

δὸς δέ μοι οὔρεα πάντα· πόλιν δέ μοι ἥντινα νεῖμον

ἥντινα λῇς· σπαρνὸν γὰρ ὅτ' Ἄρτεμις ἄστυ κάτεισιν·

οὔρεσιν οἰκήσω, πόλεσιν δ' ἐπιμείξομαι ἀνδρῶν

μοῦνον ὅτ' ὀξείῃσιν ὑπ' ὠδίνεσσι γυναῖκες

τειρόμεναι καλέωσι βοηθόον, ᾗσί με Μοῖραι

γεινομένην τὸ πρῶτον ἐπεκλήρωσαν ἀρήγειν,

ὅττι με καὶ τίκτουσα καὶ οὐκ ἤλγησε φέρουσα

μήτηρ, ἀλλ' ἀμογητὶ φίλων ἀπεθήκατο γυίων.'

ὣς ἡ παῖς εἰποῦσα γενειάδος ἤθελε πατρός

ἅψασθαι, πολλὰς δὲ μάτην ἐτανύσσατο χεῖρας

μέχρις ἵνα ψαύσειε. πατὴρ δ' ἐπένευσε γελάσσας,

φῆ δὲ καταρρέζων· 'ὅτε μοι τοιαῦτα θέαιναι

τίκτοιεν, τυτθόν κεν ἐγὼ ζηλήμονος Ἥρης

χωομένης ἀλέγοιμι. φέρευ, τέκος, ὅσσ' ἐθελημός

αἰτίζεις, καὶ δ' ἄλλα πατὴρ ἔτι μείζονα δώσει.

τρὶς δέκα τοι πτολίεθρα καὶ οὐχ ἕνα πύργον ὀπάσσω,

τρὶς δέκα τοι πτολίεθρα, τὰ μὴ θεὸν ἄλλον ἀέξειν

εἴσεται, ἀλλὰ μόνην σὲ καὶ Ἀρτέμιδος καλέεσθαι·

πολλὰς δὲ ξυνῇ πόλιας διαμετρήσασθαι

μεσσόγεως νήσους τε· καὶ ἐν πάσῃσιν ἔσονται

Ἀρτέμιδος βωμοί τε καὶ ἄλσεα. καὶ μὲν ἀγυιαῖς

ἔσσῃ καὶ λιμένεσσιν ἐπίσκοπος.' ὣς ὁ μὲν εἰπών

μῦθον ἐπεκρήηνε καρήατι. βαῖνε δὲ κούρη

Λευκὸν ἔπι Κρηταῖον ὄρος κεκομημένον ὕλῃ,

ἔνθεν ἐπ' Ὠκεανόν· πολέας δ' ἐπελέξατο νύμφας,

πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους·

χαῖρε δὲ Καίρατος ποταμὸς μέγα, χαῖρε δὲ Τηθύς,

οὕνεκα θυγατέρας Λητωΐδι πέμπον ἀμορβούς.

αὖθι δὲ Κύκλωπας μετεκίαθε· τοὺς μὲν ἔτετμε

νήσῳ ἐνὶ Λιπάρῃ (Λιπάρη νέον, ἀλλὰ τότ' ἔσκεν

οὔνομά οἱ Μελιγουνίς) ἐπ' ἄκμοσιν Ἡφαίστοιο

ἑσταότας περὶ μύδρον· ἐπείγετο γὰρ μέγα ἔργον·

ἱππείην τετύκοντο Ποσειδάωνι ποτίστρην.

αἱ νύμφαι δ' ἔδδεισαν, ὅπως ἴδον αἰνὰ πέλωρα

πρηόσιν Ὀσσαίοισιν ἐοικότα (πᾶσι δ' ὑπ' ὀφρύν

φάεα μουνόγληνα σάκει ἴσα τετραβοείῳ

δεινὸν ὑπογλαύσσοντα) καὶ ὁππότε δοῦπον ἄκουσαν

ἄκμονος ἠχήσαντος ἐπὶ μέγα πουλύ τ' ἄημα

φυσάων αὐτῶν τε βαρὺν στόνον· αὖε γὰρ Αἴτνη,

αὖε δὲ Τρινακρίη Σικανῶν ἕδος, αὖε δὲ γείτων

Ἰταλίη, μεγάλην δὲ βοὴν ἐπὶ Κύρνος ἀΰτει,

εὖθ' οἵγε ῥαιστῆρας ἀειράμενοι ὑπὲρ ὤμων

ἢ χαλκὸν ζείοντα καμινόθεν ἠὲ σίδηρον

ἀμβολαδὶς τετύποντες ἐπὶ μέγα μυχθίσσειαν.

τῷ σφέας οὐκ ἐτάλασσαν ἀκηδέες Ὠκεανῖναι

οὔτ' ἄντην ἰδέειν οὔτε κτύπον οὔασι δέχθαι.

οὐ νέμεσις· κείνους γε καὶ αἱ μάλα μηκέτι τυτθαί

οὐδέποτ' ἀφρικτὶ μακάρων ὁρόωσι θύγατρες.

ἀλλ' ὅτε κουράων τις ἀπειθέα μητέρι τεύχοι,

μήτηρ μὲν Κύκλωπας ἑῇ ἐπὶ παιδὶ καλιστρεῖ,

Ἄργην ἢ Στερόπην· ὁ δὲ δώματος ἐκ μυχάτοιο

ἔρχεται Ἑρμείης σποδιῇ κεχριμένος αἰθῇ·

αὐτίκα τὴν κούρην μορμύσσεται, ἡ δὲ τεκούσης

δύνει ἔσω κόλπους θεμένη ἐπὶ φάεσι χεῖρας.

κοῦρα, σὺ δὲ προτέρω περ, ἔτι τριέτηρος ἐοῦσα,

εὖτ' ἔμολεν Λητώ σε μετ' ἀγκαλίδεσσι φέρουσα,

Ἡφαίστου καλέοντος ὅπως ὀπτήρια δοίη,

Βρόντεώ σε στιβαροῖσιν ἐφεσσαμένου γονάτεσσι,

στήθεος ἐκ μεγάλου λασίης ἐδράξαο χαίτης,

ὤλοψας δὲ βίηφι· τὸ δ' ἄτριχον εἰσέτι καὶ νῦν

μεσσάτιον στέρνοιο μένει μέρος, ὡς ὅτε κόρσῃ

φωτὸς ἐνιδρυθεῖσα κόμην ἐπενείματ' ἀλώπηξ.

τῷ μάλα θαρσαλέη σφε τάδε προσελέξαο τῆμος·

'Κύκλωπες, κἠμοί τι Κυδώνιον εἰ δ' ἄγε τόξον

ἠδ' ἰοὺς κοίλην τε κατακληῗδα βελέμνων

τεύξατε· καὶ γὰρ ἐγὼ Λητωιὰς ὥσπερ Ἀπόλλων.

αἰ δέ κ' ἐγὼ τόξοις μονιὸν δάκος ἤ τι πέλωρον

θηρίον ἀγρεύσω, τὸ δέ κεν Κύκλωπες ἔδοιεν.'

ἔννεπες· οἱ δ' ἐτέλεσσαν· ἄφαρ δ' ὡπλίσσαο, δαῖμον.

αἶψα δ' ἐπὶ σκύλακας πάλιν ἤιες· ἵκεο δ' αὖλιν

Ἀρκαδικὴν ἔπι Πανός. ὁ δὲ κρέα λυγκὸς ἔταμνε

Μαιναλίης, ἵνα οἱ τοκάδες κύνες εἶδαρ ἔδοιεν.

τὶν δ' ὁ γενειήτης δύο μὲν κύνας ἥμισυ πηγούς,

τρεῖς δὲ παρουαίους, ἕνα δ' αἰόλον, οἵ ῥα λέοντας

αὐτοὺς αὖ ἐρύοντες, ὅτε δράξαιντο δεράων,

εἷλκον ἔτι ζώοντας ἐπ' αὐλίον, ἑπτὰ δ' ἔδωκε

θάσσονας αὐράων Κυνοσουρίδας, αἵ ῥα διῶξαι

ὤκισται νεβρούς τε καὶ οὐ μύοντα λαγωόν

καὶ κοίτην ἐλάφοιο καὶ ὕστριχος ἔνθα καλιαί

σημῆναι καὶ ζορκὸς ἐπ' ἴχνιον ἡγήσασθαι.

ἔνθεν ἀπερχομένη (μετὰ καὶ κύνες ἐσσεύοντο)

εὗρες ἐπὶ προμολῇσ' ὄρεος τοῦ Παρρασίοιο

σκαιρούσας ἐλάφους, μέγα τι χρέος· αἱ μὲν ἐπ' ὄχθῃς

αἰὲν ἐβουκολέοντο μελαμψήφιδος Ἀναύρου,

μάσσονες ἢ ταῦροι, κεράων δ' ἀπελάμπετο χρυσός·

ἐξαπίνης δ' ἔταφές τε καὶ ὃν ποτὶ θυμὸν ἔειπες·

'τοῦτό κεν Ἀρτέμιδος πρωτάγριον ἄξιον εἴη.'

πέντ' ἔσαν αἱ πᾶσαι· πίσυρας δ' ἕλες ὦκα θέουσα

νόσφι κυνοδρομίης, ἵνα τοι θοὸν ἅρμα φέρωσι.

τὴν δὲ μίαν Κελάδοντος ὑπὲρ ποταμοῖο φυγοῦσαν

Ἥρης ἐννεσίῃσιν, ἀέθλιον Ἡρακλῆι

ὕστερον ὄφρα γένοιτο, πάγος Κερύνειος ἔδεκτο.

Ἄρτεμι Παρθενίη Τιτυοκτόνε, χρύσεα μέν τοι

ἔντεα καὶ ζώνη, χρύσεον δ' ἐζεύξαο δίφρον,

ἐν δ' ἐβάλευ χρύσεια, θεή, κεμάδεσσι χαλινά.

ποῦ δέ σε τὸ πρῶτον κερόεις ὄχος ἤρξατ' ἀείρειν;

Αἵμῳ ἐπὶ Θρήικι, τόθεν βορέαο κατᾶιξ

ἔρχεται ἀχλαίνοισι δυσαέα κρυμὸν ἄγουσα.

ποῦ δ' ἔταμες πεύκην, ἀπὸ δὲ φλογὸς ἥψαο ποίης;

Μυσῷ ἐν Οὐλύμπῳ, φάεος δ' ἐνέηκας ἀυτμήν

ἀσβέστου, τό ῥα πατρὸς ἀποστάζουσι κεραυνοί.

ποσσάκι δ' ἀργυρέοιο, θεή, πειρήσαο τόξου;

πρῶτον ἐπὶ πτελέην, τὸ δὲ δεύτερον ἧκας ἐπὶ δρῦν,

τὸ τρίτον αὖτ' ἐπὶ θῆρα. τὸ τέτρατον οὐκέτ' ἐπὶ δρῦν,

ἀλλά μιν εἰς ἀδίκων ἔβαλες πόλιν, οἵ τε περὶ σφέας

οἵ τε περὶ ξείνους ἀλιτήμονα πολλὰ τέλεσκον.

σχέτλιοι, οἷς τύνη χαλεπὴν ἐμμάξεαι ὀργήν·

κτήνεά φιν λοιμὸς καταβόσκεται, ἔργα δὲ πάχνη,

κείρονται δὲ γέροντες ἐφ' υἱάσιν, αἱ δὲ γυναῖκες

ἢ βληταὶ θνῄσκουσι λεχωΐδες ἠὲ φυγοῦσαι

τίκτουσιν τῶν οὐδὲν ἐπὶ σφυρὸν ὀρθὸν ἀνέστη.

οἷς δέ κεν εὐμειδής τε καὶ ἵλαος αὐγάσσηαι,

κείνοις εὖ μὲν ἄρουρα φέρει στάχυν, εὖ δὲ γενέθλη

τετραπόδων, εὖ δ' οἶκος ἀέξεται· οὐδ' ἐπὶ σῆμα

ἔρχονται πλὴν εὖτε πολυχρόνιόν τι φέρωσιν·

οὐδὲ διχοστασίη τρώει γένος, ἥ τε καὶ εὖ περ

οἴκους ἑστηῶτας ἐσίνατο· ταὶ δὲ θυωρόν

εἰνάτερες γαλόῳ τε μίαν πέρι δίφρα τίθενται.

πότνια, τῶν εἴη μὲν ἐμοὶ φίλος ὅστις ἀληθής,

εἴην δ' αὐτός, ἄνασσα, μέλοι δέ μοι αἰὲν ἀοιδή·

τῇ ἔνι μὲν Λητοῦς γάμος ἔσσεται, ἐν δὲ σὺ πολλή,

ἐν δὲ καὶ Ἀπόλλων, ἐν δ' οἵ σεο πάντες ἄεθλοι,

ἐν δὲ κύνες καὶ τόξα καὶ ἄντυγες, αἵ τε σε ῥεῖα

θηητὴν φορέουσιν ὅτ' ἐς Διὸς οἶκον ἐλαύνεις.

ἔνθα τοι ἀντιόωντες ἐνὶ προμολῇσι δέχονται

ὅπλα μὲν Ἑρμείης Ἀκακήσιος, αὐτὰρ Ἀπόλλων

θηρίον ὅττι φέρῃσθα ‑ πάροιθέ γε, πρίν περ ἱκέσθαι

καρτερὸν Ἀλκεΐδην· νῦν δ' οὐκέτι Φοῖβος ἄεθλον

τοῦτον ἔχει, τοῖος γὰρ ἀεὶ Τιρύνθιος ἄκμων

ἕστηκε πρὸ πυλέων ποτιδέγμενος, εἴ τι φέρουσα

νεῖαι πῖον ἔδεσμα· θεοὶ δ' ἐπὶ πάντες ἐκείνῳ

ἄλληκτον γελόωσι, μάλιστα δὲ πενθερὴ αὐτή,

ταῦρον ὅτ' ἐκ δίφροιο μάλα μέγαν ἢ ὅγε χλούνην

κάπρον ὀπισθιδίοιο φέροι ποδὸς ἀσπαίροντα·

κερδαλέῳ μύθῳ σε, θεή, μάλα τῷδε πινύσκει·

'βάλλε κακοὺς ἐπὶ θῆρας, ἵνα θνητοί σε βοηθόν

ὡς ἐμὲ κικλήσκωσιν. ἔα πρόκας ἠδὲ λαγωούς

οὔρεα βόσκεσθαι· τί δέ κεν πρόκες ἠδὲ λαγωοί

ῥέξειαν; σύες ἔργα, σύες φυτὰ λυμαίνονται.

καὶ βόες ἀνθρώποισι κακὸν μέγα· βάλλ' ἐπὶ καὶ τούς.'

ὣς ἔνεπεν, ταχινὸς δὲ μέγαν περὶ θῆρα πονεῖτο.

οὐ γὰρ ὅγε Φρυγίῃ περ ὑπὸ δρυὶ γυῖα θεωθείς

παύσατ' ἀδηφαγίης· ἔτι οἱ πάρα νηδὺς ἐκείνη,

τῇ ποτ' ἀροτριόωντι συνήντετο Θειοδάμαντι.

σοὶ δ' Ἀμνισιάδες μὲν ὑπὸ ζεύγληφι λυθείσας

ψήχουσιν κεμάδας, παρὰ δέ σφισι πουλὺ νέμεσθαι

Ἥρης ἐκ λειμῶνος ἀμησάμεναι φορέουσιν

ὠκύθοον τριπέτηλον, ὃ καὶ Διὸς ἵπποι ἔδουσιν·

ἐν καὶ χρυσείας ὑποληνίδας ἐπλήσαντο

ὕδατος, ὄφρ' ἐλάφοισι ποτὸν θυμάρμενον εἴη.

αὐτὴ δ' ἐς πατρὸς δόμον ἔρχεαι· οἱ δέ σ' ἐφ' ἕδρην

πάντες ὁμῶς καλέουσι· σὺ δ' Ἀπόλλωνι παρίζεις.

ἡνίκα δ' αἱ νύμφαι σε χορῷ ἔνι κυκλώσονται

ἀγχόθι πηγάων Αἰγυπτίου Ἰνωποῖο

ἢ Πιτάνῃ (καὶ γὰρ Πιτάνη σέθεν) ἢ ἐνὶ Λίμναις,

ἢ ἵνα, δαῖμον, Ἀλὰς Ἀραφηνίδας οἰκήσουσα

ἦλθες ἀπὸ Σκυθίης, ἀπὸ δ' εἴπαο τέθμια Ταύρων,

μὴ νειὸν τημοῦτος ἐμαὶ βόες εἵνεκα μισθοῦ

τετράγυον τέμνοιεν ὑπ' ἀλλοτρίῳ ἀροτῆρι·

ἦ γάρ κεν γυιαί τε καὶ αὐχένα κεκμηυῖαι

κόπρον ἔπι προγένοιντο, καὶ εἰ Στυμφαιίδες εἶεν

εἰναετιζόμεναι κεραελκέες, αἳ μέγ' ἄρισται

τέμνειν ὦλκα βαθεῖαν· ἐπεὶ θεὸς οὔποτ' ἐκεῖνον

ἦλθε παρ' Ἠέλιος καλὸν χορόν, ἀλλὰ θεῆται

δίφρον ἐπιστήσας, τὰ δὲ φάεα μηκύνονται.

τίς δέ νύ τοι νήσων, ποῖον δ' ὄρος εὔαδε πλεῖστον,

τίς δὲ λιμήν, ποίη δὲ πόλις; τίνα δ' ἔξοχα νυμφέων

φίλαο καὶ ποίας ἡρωίδας ἔσχες ἑταίρας;

εἰπέ, θεή, σὺ μὲν ἄμμιν, ἐγὼ δ' ἑτέροισιν ἀείσω.

νήσων μὲν Δολίχη, πολίων δέ τοι εὔαδε Πέργη,

Τηΰγετον δ' ὀρέων, λιμένες γε μὲν Εὐρίποιο.

ἔξοχα δ' ἀλλάων Γορτυνίδα φίλαο νύμφην,

ἐλλοφόνον Βριτόμαρτιν ἐύσκοπον· ἧς ποτε Μίνως

πτοιηθεὶς ὑπ' ἔρωτι κατέδραμεν οὔρεα Κρήτης.

ἡ δ' ὁτὲ μὲν λασίῃσιν ὑπὸ δρυσὶ κρύπτετο νύμφη,

ἄλλοτε δ' εἱαμενῇσιν· ὁ δ' ἐννέα μῆνας ἐφοίτα

παίπαλά τε κρημνούς τε καὶ οὐκ ἀνέπαυσε διωκτύν,

μέσφ' ὅτε μαρπτομένη καὶ δὴ σχεδὸν ἥλατο πόντον

πρηόνος ἐξ ὑπάτοιο καὶ ἔνθορεν εἰς ἁλιήων

δίκτυα, τά σφ' ἐσάωσαν· ὅθεν μετέπειτα Κύδωνες

νύμφην μὲν Δίκτυναν, ὄρος δ' ὅθεν ἥλατο νύμφη

Δικταῖον καλέουσιν, ἀνεστήσαντο δὲ βωμούς

ἱερά τε ῥέζουσι· τὸ δὲ στέφος ἤματι κείνῳ

ἢ πίτυς ἢ σχῖνος, μύρτοιο δὲ χεῖρες ἄθικτοι·

δὴ τότε γὰρ πέπλοισιν ἐνέσχετο μύρσινος ὄζος

τῆς κούρης, ὅτ' ἔφευγεν· ὅθεν μέγα χώσατο μύρτῳ.

Οὖπι ἄνασσ' εὐῶπι φαεσφόρε, καὶ δέ σε κείνης

Κρηταέες καλέουσιν ἐπωνυμίην ἀπὸ νύμφης.

καὶ μὴν Κυρήνην ἑταρίσσαο, τῇ ποτ' ἔδωκας

αὐτὴ θηρητῆρε δύω κύνε, τοῖς ἔνι κούρη

Ὑψηὶς παρὰ τύμβον Ἰώλκιον ἔμμορ' ἀέθλου.

καὶ Κεφάλου ξανθὴν ἄλοχον Δηϊονίδαο,

πότνια, σὴν ὁμόθηρον ἐθήκαο· καὶ δέ σέ φασι

καλὴν Ἀντίκλειαν ἴσον φαέεσσι φιλῆσαι.

αἱ πρῶται θοὰ τόξα καὶ ἀμφ' ὤμοισι φαρέτρας

ἰοδόκους ἐφόρησαν· ἀσύλλωτοι δέ φιν ὦμοι

δεξιτεροὶ καὶ γυμνὸς ἀεὶ παρεφαίνετο μαζός.

ᾔνησας δ' ἔτι πάγχυ ποδορρώρην Ἀταλάντην

κούρην Ἰασίοιο συοκτόνον Ἀρκασίδαο,

καί ἑ κυνηλασίην τε καὶ εὐστοχίην ἐδίδαξας.

οὔ μιν ἐπίκλητοι Καλυδωνίου ἀγρευτῆρες

μέμφονται κάπροιο· τὰ γὰρ σημήια νίκης

Ἀρκαδίην εἰσῆλθεν, ἔχει δ' ἔτι θηρὸς ὀδόντας·

οὐδὲ μὲν Ὑλαῖόν τε καὶ ἄφρονα Ῥοῖκον ἔολπα

οὐδέ περ ἐχθαίροντας ἐν Ἄϊδι μωμήσασθαι

τοξότιν· οὐ γάρ σφιν λαγόνες συνεπιψεύσονται,

τάων Μαιναλίη νᾶεν φόνῳ ἀκρώρεια.

πότνια πουλυμέλαθρε, πολύπτολι, χαῖρε, Χιτώνη

Μιλήτῳ ἐπίδημε· σὲ γὰρ ποιήσατο Νηλεύς

ἡγεμόνην, ὅτε νηυσὶν ἀνήγετο Κεκροπίηθεν.

Χησιὰς Ἰμβρασίη πρωτόθρονε, σοὶ δ' Ἀγαμέμνων

πηδάλιον νηὸς σφετέρης ἐγκάτθετο νηῷ

μείλιον ἀπλοΐης, ὅτε οἱ κατέδησας ἀήτας,

Τευκρῶν ἡνίκα νῆες Ἀχαιίδες ἄστεα κήδειν

ἔπλεον ἀμφ' Ἑλένῃ Ῥαμνουσίδι θυμωθεῖσαι.

ἦ μέν τοι Προῖτός γε δύω ἐκαθίσσατο νηούς,

ἄλλον μὲν Κορίης, ὅτι οἱ συνελέξαο κούρας

οὔρεα πλαζομένας Ἀζήνια, τὸν δ' ἐνὶ Λούσοις

Ἡμέρῃ, οὕνεκα θυμὸν ἀπ' ἄγριον εἵλεο παίδων.

σοὶ καὶ Ἀμαζονίδες πολέμου ἐπιθυμήτειραι

ἔν κοτε παρραλίῃ Ἐφέσῳ βρέτας ἱδρύσαντο

φηγῷ ὑπὸ πρέμνῳ, τέλεσεν δέ τοι ἱερὸν Ἱππώ·

αὐταὶ δ', Οὖπι ἄνασσα, περὶ πρύλιν ὠρχήσαντο

πρῶτα μὲν ἐν σακέεσσιν ἐνόπλιον, αὖθι δὲ κύκλῳ

στησάμεναι χορὸν εὐρύν· ὑπήεισαν δὲ λίγειαι

λεπταλέον σύριγγες, ἵνα ῥήσσωσιν ὁμαρτῇ

(οὐ γάρ πω νέβρεια δι' ὀστέα τετρήναντο,

ἔργον Ἀθηναίης ἐλάφῳ κακόν)· ἔδραμε δ' ἠχώ

Σάρδιας ἔς τε νομὸν Βερεκύνθιον. αἱ δὲ πόδεσσιν

οὖλα κατεκροτάλιζον, ἐπεψόφεον δὲ φαρέτραι.

κεῖνο δέ τοι μετέπειτα περὶ βρέτας εὐρὺ θέμειλον

δωμήθη, τοῦ δ' οὔτι θεώτερον ὄψεται ἠώς

οὐδ' ἀφνειότερον· ῥέα κεν Πυθῶνα παρέλθοι.

τῷ ῥα καὶ ἠλαίνων ἀλαπαξέμεν ἠπείλησε

Λύγδαμις ὑβριστής· ἐπὶ δὲ στρατὸν ἱππημολγῶν

ἤγαγε Κιμμερίων ψαμάθῳ ἴσον, οἵ ῥα παρ' αὐτόν

κεκλιμένοι ναίουσι βοὸς πόρον Ἰναχιώνης.

ἆ δειλὸς βασιλέων, ὅσον ἤλιτεν· οὐ γὰρ ἔμελλεν

οὔτ' αὐτὸς Σκυθίηνδε παλιμπετὲς οὔτε τις ἄλλος

ὅσσων ἐν λειμῶνι Καϋστρίῳ ἔσταν ἅμαξαι

νοστήσειν· Ἐφέσου γὰρ ἀεὶ τεὰ τόξα πρόκειται.

πότνια Μουνιχίη λιμενοσκόπε, χαῖρε, Φεραίη.

μή τις ἀτιμήσῃ τὴν Ἄρτεμιν (οὐδὲ γὰρ Οἰνεῖ

βωμὸν ἀτιμάσσαντι καλοὶ πόλιν ἦλθον ἀγῶνες),

μηδ' ἐλαφηβολίην μηδ' εὐστοχίην ἐριδαίνειν

(οὐδὲ γὰρ Ἀτρεΐδης ὀλίγῳ ἐπὶ κόμπασε μισθῷ),

μηδέ τινα μνᾶσθαι τὴν παρθένον (οὐδὲ γὰρ Ὦτος,

οὐδὲ μὲν Ὠαρίων ἀγαθὸν γάμον ἐμνήστευσαν),

μηδὲ χορὸν φεύγειν ἐνιαύσιον (οὐδὲ γὰρ Ἱππώ

ἀκλαυτὶ περὶ βωμὸν ἀπείπατο κυκλώσασθαι)·

χαῖρε μέγα, κρείουσα, καὶ εὐάντησον ἀοιδῇ.