512 26 0 2 0 0 480 a. C. Epinicio Pindarus VI Isthmia Bowra, C. M., Oxford, 1946. 0 3 triadi stesicoree

ˉˉ˘ˉˉˉ˘˘ˉ˘˘ˉ

ˉ˘ˉˉˉ˘ˉˉˉ˘˘ˉ

ˉ˘ˉˉˉ˘ˉˉˉ˘˘ˉ˘˘ˉ˘˘ˉˉˉ˘ˉˉ

ˉ˘ˉˉˉ˘˘ˉ˘˘ˉ

ˉˉ˘ˉˉˉ˘ˉ

ˉ˘˘ˉ˘˘ˉˉˉ˘ˉˉˉ˘˘ˉ

ˉ˘˘˘ˉˉ˘ˉ˘ˉˉˉˉ˘˘˘ˉ

ˉˉ˘ˉˉˉ˘˘ˉ˘˘ˉˉˉ˘ˉ

ˉˉ˘ˉˉˉ˘ˉˉ

ˉ˘ˉˉˉ˘˘ˉ˘˘ˉ

ˉ˘ˉˉˉ˘˘ˉ˘˘ˉˉ

ˉ˘ˉˉˉ˘ˉˉˉ˘˘ˉ˘˘ˉ

ˉ˘ˉˉˉ˘ˉˉˉ˘˘ˉ˘˘ˉˉ˘ˉ˘ˉˉ

ˉ˘ˉˉ˘ˉ˘ˉˉˉ˘˘ˉ˘˘ˉ

ˉˉ˘ˉˉˉ˘˘ˉ˘˘ˉˉˉ˘ˉ

ˉ˘ˉˉˉ˘˘ˉ˘˘ˉˉ˘ˉˉ˘ˉˉˉ˘ˉ

PINDARUS - Isthmia VI - ΦΥΛΑΚΙΔΑΙ ΑΙΓΙΝΗΤΗΙ ΠΑΙΔΙ ΠΑΓΚΡΑΤΙΩΙ

Α΄ ©¬/²¶¹=@ÁFHÈΘάλλοντος ἀνδρῶν ὡς ὅτε συμποσίου

ª,®³µ7»¾¿EGÆδεύτερον κρατῆρα Μοισαίων μελέων

©,®²µ7»½ÁFHÇLNÐVX×Úßeåéκίρναμεν Λάμπωνος εὐαέθλου γενεᾶς ὕπερ, ἐν Νεμέᾳ μὲν πρῶτον, ὦ Ζεῦ,

©,­¯³57º@BÂτὶν ἄωτον δεξάμενοι στεφάνων,

   5©­/±¶¹=¾νῦν αὖτε Ἰσθμοῦ δεσπότᾳ

©+,®14·º¼AÃÅÈMOÐΝηρεΐδεσσί τε πεντήκοντα παίδων ὁπλοτάτου

)+-¯²´7¼½ÀFÆΦυλακίδα νικῶντος. εἴη δὲ τρίτον

©«-°´¶9=¾CDÅÇÉOÏσωτῆρι πορσαίνοντας Ὀλυμπίῳ Αἴγιναν κάτα

ª®2´·»@ÀÃσπένδειν μελιφθόγγοις ἀοιδαῖς.


  10©¬0³·¹?AÁFIÊεἰ γάρ τις ἀνθρώπων δαπάνᾳ τε χαρείς

ª-¯³·:»¾ÁFHÈκαὶ πόνῳ πράσσει θεοδμάτους ἀρετάς

©-°´¶:½¿ÂFIÉMOÑVXØÛÝeäèσύν τέ οἱ δαίμων φυτεύει δόξαν ἐπήρατον, ἐσχατιαῖς ἤδη πρὸς ὄλβου

©,°³µ9:¼@CÂβάλλετ' ἄγκυραν θεότιμος ἐών.

ª¬.±µ¹;¾τοίαισιν ὀργαῖς εὔχεται

  15¨+,¯23µ¹»AÂÄÈMOÎἀντιάσαις Ἀΐδαν γῆράς τε δέξασθαι πολιόν

(,-¯²¶:¼ÁÃHÈὁ Κλεονίκου παῖς· ἐγὼ δ' ὑψίθρονον

ª¬/±´¶:@ÀEGÇÊÎTÕΚλωθὼ κασιγνήτας τε προσεννέπω ἑσπέσθαι κλυταῖς

¨¬0³·¹=¾Âἀνδρὸς φίλου Μοίρας ἐφετμαῖς.


¨+±µ·:?ÀCEÆὔμμε τ', ὦ χρυσάρματοι Αἰακίδαι,

  20©,­²µ7:¼ACÄÇτέθμιόν μοι φαμὶ σαφέστατον ἔμμεν

©.°´¶9¼¾ÃGIËOQÑτάνδ' ἐπιστείχοντα νᾶσον ῥαινέμεν εὐλογίαις.

©+­²µ9»¿ÂIKËPSÓZÚaàãμυρίαι δ' ἔργων καλῶν τέτμανθ' ἑκατόμπεδοι ἐν σχερῷ κέλευθοι

ª-¯´·8»½ÂGJÊOQÑκαὶ πέραν Νείλοιο παγᾶν καὶ δι' Ὑπερβορέους·

©­0´¶¹=@ÂFIÉÍÐVÖοὐδ' ἔστιν οὕτω βάρβαρος οὔτε παλίγγλωσσος πόλις,

  25¨*®±´78º@AÂÄGÊÍQÑÕÚaÞἅτις οὐ Πηλέος ἀΐει κλέος ἥρωος, εὐδαίμονος γαμβροῦ θεῶν,


Β΄ ©­/³´·;?¿CDÄοὐδ' ἅτις Αἴαντος Τελαμωνιάδα

ª-°µ¹=¾ÁÄJLÌκαὶ πατρός· τὸν χαλκοχάρμαν ἐς πόλεμον

¨*­±³6¸º¿DFÇLNÏVWÖÚÜbáäἆγε σὺν Τιρυνθίοισιν πρόφρονα σύμμαχον ἐς Τροΐαν, ἥρωσι μόχθον,

ª,®1²57º@BÁΛαομεδοντιᾶν ὑπὲρ ἀμπλακιᾶν

  30¨­/²¶¸=¾ἐν ναυσὶν Ἀλκμήνας τέκος.

©+.±46·¼¿EÆËÍRTÔεἷλε δὲ Περγαμίαν, πέφνεν δὲ σὺν κείνῳ Μερόπων

(+,°³¸:¼ÀDEGÇἔθνεα καὶ τὸν βουβόταν οὔρεϊ ἴσον

ª®0´¶¹=?¿FHÈÏÓW×Φλέγραισιν εὑρὼν Ἀλκυονῆ, σφετέρας δ' οὐ φείσατο

©¬0²µ¹:¾Àχερσὶν βαρυφθόγγοιο νευρᾶς


  35¨ª-®²¸9;½CEÄἩρακλέης. ἀλλ' Αἰακίδαν καλέων

¨-®´¶;½¿ÄHJÊἐς πλόον ‹κούρων› κύρησεν δαινυμένων.

©-°´¶9º½ÂGJÊNPÑVXØÝágæêτὸν μὲν ἐν ῥινῷ λέοντος στάντα κελήσατο νεκταρέαις σπονδαῖσιν ἄρξαι

©,¯²µ8;¼@AÁκαρτεραίχμαν Ἀμφιτρυωνιάδαν,

¨«-³µ¸;½ἄνδωκε δ' αὐτῷ φέρτατος

  40©+-¯34¶»½BÃÆÇMOÏοἰνοδόκον φιάλαν χρυσῷ πεφρικυῖαν Τελαμών,

(-/²µ¹;½ÁEHJËὁ δ' ἀνατείναις οὐρανῷ χεῖρας ἀμάχους

©«-±³µ8:ÀEIÉÍÑVÖαὔδασε τοιοῦτον ἔπος· 'Εἴ ποτ' ἐμᾶν, ὦ Ζεῦ πάτερ,

©«.°³µ8»½θυμῷ θέλων ἀρᾶν ἄκουσας,


©-±µ¸;?ÀEGÇνῦν σε, νῦν εὐχαῖς ὑπὸ θεσπεσίαις

  45©,¯³µ9;¾CEÆÇλίσσομαι παῖδα θρασὺν ἐξ Ἐριβοίας

¨,¯±µ7º¼ÁEGÆLNÏἀνδρὶ τῷδε ξεῖνον ἁμὸν μοιρίδιον τελέσαι·

©-°³¶:»¿ÂHJËPSÔZÚaßâτὸν μὲν ἄρρηκτον φυάν, ὥσπερ τόδε δέρμα με νῦν περιπλανᾶται

©+¯³·9½ÀÆJMÏUWÖθηρός, ὃν πάμπρωτον ἀέθλων κτεῖνά ποτ' ἐν Νεμέᾳ

©«1³¶¼BDÅJLÌÏÒX×θυμὸς δ' ἑπέσθω.' ταῦτ' ἄρα οἱ φαμένῳ πέμψεν θεός

  50¨+¯°²68¼?AÃÆIÌÏUÖÙÛcáἀρχὸν οἰωνῶν μέγαν αἰετόν· ἁδεῖα δ' ἔνδον νιν ἔκνιξεν χάρις,


Γ΄ ©«/²´·:=¿DGÇεἶπέν τε φωνήσαις ἅτε μάντις ἀνήρ

©,¯³·;¿ÂÆKMÍ'Ἔσσεταί τοι παῖς, ὃν αἰτεῖς, ὦ Τελαμών·

ª-°³µ9»¾ÂHJÊNPÒVX×ÛÜcãäκαί νιν ὄρνιχος φανέντος κέκλευ ἐπώνυμον εὐρυβίαν Αἴαντα, λαῶν

¨,¯²µ8;½@BÂἐν πόνοις ἔκπαγλον Ἐνυαλίου.'

  55¨«-°²¶8ºὣς ἦρα εἰπὼν αὐτίκα

¨*/²58»¿ÁGÈÊÌSUÕἕζετ'. ἐμοὶ δὲ μακρὸν πάσας ‹ἀν›αγήσασθ' ἀρετάς·

©+-¯2µ8¼ÀDHJÉΦυλακίδᾳ γὰρ ἦλθον, ὦ Μοῖσα, ταμίας

©¬/²´¸:=¿DHÉÍÎUÕΠυθέᾳ τε κώμων Εὐθυμένει τε· τὸν Ἀργείων τρόπον

©«-°´·=¾Âεἰρήσεταί που κἀν βραχίστοις.


  60¨ª-°´¶9;¾DFÆἄραντο γὰρ νίκας ἀπὸ παγκρατίου

«.²·»CÆÈÌQSÒτρεῖς ἀπ' Ἰσθμοῦ, τὰς δ' ἀπ' εὐφύλλου Νεμέας,

¨+­±³7»¾ÁGIÌPRÓYZÜÝâhçêἀγλαοὶ παῖδές τε καὶ μάτρως. ἀνὰ δ' ἄγαγον ἐς φάος οἵαν μοῖραν ὕμνων

©-¯²´8;¾DFÆτὰν Ψαλυχιαδᾶν δὲ πάτραν Χαρίτων

¨«.±´·;½ἄρδοντι καλλίστᾳ δρόσῳ,

  65©-0²57¹¼¾CÅÇËPSÓτόν τε Θεμιστίου ὀρθώσαντες οἶκον τάνδε πόλιν

)*,®²´6º½CFHÈθεοφιλῆ ναίοισι· Λάμπων δὲ μελέταν

¨¬/±³¶89¼ACÄÆÊPÐἔργοις ὀπάζων Ἡσιόδου μάλα τιμᾷ τοῦτ' ἔπος,

©«-°´¶:½Àυἱοῖσί τε φράζων παραινεῖ,


©+®²µ8;¼BDÄξυνὸν ἄστει κόσμον ἑῷ προσάγων·

  70ª-¯³´79»@BÂÅκαὶ ξένων εὐεργεσίαις ἀγαπᾶται,

©,¯´¶9º¼ÁFIËPRÒμέτρα μὲν γνώμᾳ διώκων, μέτρα δὲ καὶ κατέχων

ª-³¶¸=¾ÃÄJMÎVYØÛÞdãæγλῶσσα δ' οὐκ ἔξω φρενῶν φαίης κέ νιν ἄνδρ' ἐν ἀεθληταῖσιν ἔμμεν

©+¬0´7º¾ÂGIÉPRÒΝαξίαν πέτραις ἐν ἄλλαις χαλκοδάμαντ' ἀκόναν.

©«/²µ¸;@ÀGJÊÌÏTÕπίσω σφε Δίρκας ἁγνὸν ὕδωρ, τὸ βαθύζωνοι κόραι

  75ª,®²¶8:¼ACÄÆLÏÒVÖÚÞeäχρυσοπέπλου Μναμοσύνας ἀνέτειλαν παρ' εὐτειχέσιν Κάδμου πύλαις.