ΑΥΤΟΥΡΓΟΣ
Ὦ γῆς παλαιὸν Ἄργος, Ἰνάχου ῥοαί,
ὅθεν ποτ' ἄρας ναυσὶ χιλίαις Ἄρη
ἐς γῆν ἔπλευσε Τρωιάδ' Ἀγαμέμνων ἄναξ.
κτείνας δὲ τὸν κρατοῦντ' ἐν Ἰλιάδι χθονὶ
5Πρίαμον ἑλών τε Δαρδάνου κλεινὴν πόλιν
ἀφίκετ' ἐς τόδ' Ἄργος, ὑψηλῶν δ' ἐπὶ
ναῶν ἔθηκε σκῦλα πλεῖστα βαρβάρων.
κἀκεῖ μὲν εὐτύχησεν· ἐν δὲ δώμασιν
θνήισκει γυναικὸς πρὸς Κλυταιμήστρας δόλωι
10καὶ τοῦ Θυέστου παιδὸς Αἰγίσθου χερί.
χὠ μὲν παλαιὰ σκῆπτρα Ταντάλου λιπὼν
ὄλωλεν, Αἴγισθος δὲ βασιλεύει χθονός,
ἄλοχον ἐκείνου Τυνδαρίδα κόρην ἔχων.
οὓς δ' ἐν δόμοισιν ἔλιφ' ὅτ' ἐς Τροίαν ἔπλει,
15ἄρσενά τ' Ὀρέστην θῆλύ τ' Ἠλέκτρας θάλος,
τὸν μὲν πατρὸς γεραιὸς ἐκκλέπτει τροφεὺς
μέλλοντ' Ὀρέστην χερὸς ὕπ' Αἰγίσθου θανεῖν
Στροφίωι τ' ἔδωκε Φωκέων ἐς γῆν τρέφειν·
ἢ δ' ἐν δόμοις ἔμεινεν Ἠλέκτρα πατρός,
20ταύτην ἐπειδὴ θαλερὸς εἶχ' ἥβης χρόνος
μνηστῆρες ἤιτουν Ἑλλάδος πρῶτοι χθονός.
δείσας δὲ μή τωι παῖδ' ἀριστέων τέκοι
Ἀγαμέμνονος ποινάτορ', εἶχεν ἐν δόμοις
Αἴγισθος οὐδ' ἥρμοζε νυμφίωι τινί.
25ἐπεὶ δὲ καὶ τοῦτ' ἦν φόβου πολλοῦ πλέων,
μή τωι λαθραίως τέκνα γενναίωι τέκοι,
κτανεῖν σφε βουλεύσαντος ὠμόφρων ὅμως
μήτηρ νιν ἐξέσωσεν Αἰγίσθου χερός.
ἐς μὲν γὰρ ἄνδρα σκῆψιν εἶχ' ὀλωλότα,
30παίδων δ' ἔδεισε μὴ φθονηθείη φόνωι.
ἐκ τῶνδε δὴ τοιόνδ' ἐμηχανήσατο
Αἴγισθος· ὃς μὲν γῆς ἀπηλλάχθη φυγὰς
Ἀγαμέμνονος παῖς, χρυσὸν εἶφ' ὃς ἂν κτάνηι,
ἡμῖν δὲ δὴ δίδωσιν Ἠλέκτραν ἔχειν
35δάμαρτα, πατέρων μὲν Μυκηναίων ἄπο
γεγῶσιν (οὐ δὴ τοῦτό γ' ἐξελέγχομαι·
λαμπροὶ γὰρ ἐς γένος γε, χρημάτων δὲ δὴ
πένητες, ἔνθεν ηὑγένει' ἀπόλλυται),
ὡς ἀσθενεῖ δοὺς ἀσθενῆ λάβοι φόβον.
40εἰ γάρ νιν ἔσχεν ἀξίωμ' ἔχων ἀνήρ,
εὕδοντ' ἂν ἐξήγειρε τὸν Ἀγαμέμνονος
φόνον δίκη τ' ἂν ἦλθεν Αἰγίσθωι τότε.
ἣν οὔποθ' ἁνὴρ ὅδε (σύνοιδέ μοι Κύπρις)
ἤισχυν' ἐν εὐνῆι· παρθένος δ' ἔτ' ἐστὶ δή.
45αἰσχύνομαι γὰρ ὀλβίων ἀνδρῶν τέκνα
λαβὼν ὑβρίζειν, οὐ κατάξιος γεγώς.
στένω δὲ τὸν λόγοισι κηδεύοντ' ἐμοὶ
ἄθλιον Ὀρέστην, εἴ ποτ' εἰς Ἄργος μολὼν
γάμους ἀδελφῆς δυστυχεῖς ἐσόψεται.
50ὅστις δέ μ' εἶναί φησι μῶρον, εἰ λαβὼν
νέαν ἐς οἴκους παρθένον μὴ θιγγάνω,
γνώμης πονηροῖς κανόσιν ἀναμετρούμενος
τὸ σῶφρον ἴστω καὐτὸς αὖ τοιοῦτος ὤν.
ΗΛΕΚΤΡΑ
ὦ νὺξ μέλαινα, χρυσέων ἄστρων τροφέ,
55ἐν ἧι τόδ' ἄγγος τῶιδ' ἐφεδρεῦον κάραι
φέρουσα πηγὰς ποταμίας μετέρχομαι
γόους τ' ἀφίημ' αἰθέρ' ἐς μέγαν πατρί,
οὐ δή τι χρείας ἐς τοσόνδ' ἀφιγμένη
ἀλλ' ὡς ὕβριν δείξωμεν Αἰγίσθου θεοῖς.
60ἡ γὰρ πανώλης Τυνδαρίς, μήτηρ ἐμή,
ἐξέβαλέ μ' οἴκων, χάριτα τιθεμένη πόσει·
τεκοῦσα δ' ἄλλους παῖδας Αἰγίσθωι πάρα
πάρεργ' Ὀρέστην κἀμὲ ποιεῖται δόμων.
Αυ. τί γὰρ τάδ', ὦ δύστην', ἐμὴν μοχθεῖς χάριν
65πόνους ἔχουσα, πρόσθεν εὖ τεθραμμένη,
καὶ ταῦτ' ἐμοῦ λέγοντος οὐκ ἀφίστασαι;
Ηλ. ἐγώ σ' ἴσον θεοῖσιν ἡγοῦμαι φίλον·
ἐν τοῖς ἐμοῖς γὰρ οὐκ ἐνύβρισας κακοῖς.
μεγάλη δὲ θνητοῖς μοῖρα συμφορᾶς κακῆς
70ἰατρὸν εὑρεῖν, ὡς ἐγὼ σὲ λαμβάνω.
δεῖ δή με κἀκέλευστον εἰς ὅσον σθένω
μόχθου 'πικουφίζουσαν, ὡς ῥᾶιον φέρηις,
συνεκκομίζειν σοι πόνους. ἅλις δ' ἔχεις
τἄξωθεν ἔργα· τἀν δόμοις δ' ἡμᾶς χρεὼν
75ἐξευτρεπίζειν. εἰσιόντι δ' ἐργάτηι
θύραθεν ἡδὺ τἄνδον εὑρίσκειν καλῶς.
Αυ. εἴ τοι δοκεῖ σοι, στεῖχε· καὶ γὰρ οὐ πρόσω
πηγαὶ μελάθρων τῶνδ'. ἐγὼ δ' ἅμ' ἡμέραι
βοῦς εἰς ἀρούρας ἐσβαλὼν σπερῶ γύας.
80ἀργὸς γὰρ οὐδεὶς θεοὺς ἔχων ἀνὰ στόμα
βίον δύναιτ' ἂν ξυλλέγειν ἄνευ πόνου.
ΟΡΕΣΤΗΣ
Πυλάδη, σὲ γὰρ δὴ πρῶτον ἀνθρώπων ἐγὼ
πιστὸν νομίζω καὶ φίλον ξένον τ' ἐμοί·
μόνος δ' Ὀρέστην τόνδ' ἐθαύμαζες φίλων,
85πράσσονθ' ἃ πράσσω δείν' ὑπ' Αἰγίσθου παθών,
ὅς μου κατέκτα πατέρα χἠ πανώλεθρος
μήτηρ. ἀφῖγμαι δ' ἐκ θεοῦ μυστηρίων
Ἀργεῖον οὖδας οὐδενὸς ξυνειδότος,
φόνον φονεῦσι πατρὸς ἀλλάξων ἐμοῦ.
90νυκτὸς δὲ τῆσδε πρὸς τάφον μολὼν πατρὸς
δάκρυά τ' ἔδωκα καὶ κόμης ἀπηρξάμην
πυρᾶι τ' ἐπέσφαξ' αἶμα μηλείου φόνου,
λαθὼν τυράννους οἳ κρατοῦσι τῆσδε γῆς.
καὶ τειχέων μὲν ἐντὸς οὐ βαίνω πόδα,
95δυοῖν δ' ἅμιλλαν ξυντιθεὶς ἀφικόμην
πρὸς τέρμονας γῆς τῆσδ', ἵν' ἐκβάλω πόδα
ἄλλην ἐπ' αἶαν εἴ μέ τις γνοίη σκοπῶν,
ζητῶν τ' ἀδελφήν (φασὶ γάρ νιν ἐν γάμοις
ζευχθεῖσαν οἰκεῖν οὐδὲ παρθένον μένειν),
100ὡς συγγένωμαι καὶ φόνου συνεργάτιν
λαβὼν τά γ' εἴσω τειχέων σαφῶς μάθω.
νῦν οὖν (ἕω γὰρ λευκὸν ὄμμ' ἀναίρεται)
ἔξω τρίβου τοῦδ' ἴχνος ἀλλαξώμεθα.
ἢ γάρ τις ἀροτὴρ ἤ τις οἰκέτις γυνὴ
105φανήσεται νῶιν, ἥντιν' ἱστορήσομεν
εἰ τούσδε ναίει σύγγονος τόπους ἐμή.
ἀλλ' εἰσορῶ γὰρ τήνδε πρόσπολόν τινα
πηγαῖον ἄχθος ἐν κεκαρμένωι κάραι
φέρουσαν, ἑζώμεσθα κἀκπυθώμεθα
110δούλης γυναικός, ἤν τι δεξώμεσθ' ἔπος
ἐφ' οἷσι, Πυλάδη, τήνδ' ἀφίγμεθα χθόνα.
Ηλ. σύντειν' (ὥρα) ποδὸς ὁρμάν· ὤ,
ἔμβα ἔμβα κατακλαίουσα.
ἰώ μοί μοι.
115ἐγενόμαν Ἀγαμέμνονος
καί μ' ἔτικτε Κλυταιμήστρα
στυγνὰ Τυνδάρεω κόρα,
κικλήσκουσι δέ μ' ἀθλίαν
Ἠλέκτραν πολιῆται.
120φεῦ φεῦ σχετλίων πόνων
καὶ στυγερᾶς ζόας.
ὦ πάτερ, σὺ δ' ἐν Ἀίδα
κεῖσαι σᾶς ἀλόχου σφαγαῖς
Αἰγίσθου τ', Ἀγάμεμνον.
125ἴθι τὸν αὐτὸν ἔγειρε γόον,
ἄναγε πολύδακρυν ἁδονάν.
σύντειν' (ὥρα) ποδὸς ὁρμάν· ὤ,
ἔμβα ἔμβα κατακλαίουσα.
ἰώ μοί μοι.
130τίνα πόλιν, τίνα δ' οἶκον, ὦ
τλᾶμον σύγγον', ἀλατεύεις
οἰκτρὰν ἐν θαλάμοις λιπὼν
πατρώιοις ἐπὶ συμφοραῖς
ἀλγίσταισιν ἀδελφάν;
135ἔλθοις δὲ πόνων ἐμοὶ
τᾶι μελέαι λυτήρ,
ὦ Ζεῦ Ζεῦ, πατρί θ' αἱμάτων
αἰσχίστων ἐπίκουρος, Ἄρ-
γει κέλσας πόδ' ἀλάταν.
140θὲς τόδε τεῦχος ἐμᾶς ἀπὸ κρατὸς ἑ-
λοῦσ', ἵνα πατρὶ γόους νυχίους
ἐπορθοβοάσω·
ἰαχὰν ἀοιδὰν μέλος
Ἀίδα, πάτερ, σοὶ†
κατὰ γᾶς ἐνέπω γόους
145οἷς ἀεὶ τὸ κατ' ἦμαρ
λείβομαι, κατὰ μὲν φίλαν
ὄνυχι τεμνομένα δέραν
χέρα τε κρᾶτ' ἔπι κούριμον
τιθεμένα θανάτωι σῶι.
150ἒ ἔ, δρύπτε κάρα·
οἷα δέ τις κύκνος ἀχέτας
ποταμίοις παρὰ χεύμασιν
πατέρα φίλτατον καλεῖ,
ὀλόμενον δολίοις βρόχων
155ἕρκεσιν, ὣς σὲ τὸν ἄθλιον,
πάτερ, ἐγὼ κατακλαίομαι,
λουτρὰ πανύσταθ' ὑδρανάμενον χροῒ
κοίται ἐν οἰκτροτάται θανάτου.
ἰώ μοι ‹ἰώ› μοι
160πικρᾶς μὲν πελέκεως τομᾶς
σᾶς, πάτερ, πικρᾶς δ' ἐκ
Τροίας ὅδου βουλᾶς.
οὐ μίτραισι γυνά σε
δέξατ' οὐδ' ἐπὶ στεφάνοις,
ξίφεσι δ' ἀμφιτόμοις λυγρὰν
165Αἰγίσθου λώβαν θεμένα
δόλιον ἔσχεν ἀκοίταν.
ΧΟΡΟΣ
Ἀγαμέμνονος ὦ κόρα, ἤλυθον, Ἠλέκτρα,
ποτὶ σὰν ἀγρότειραν αὐλάν.
ἔμολέ τις ἔμολεν γαλακτοπότας ἀνὴρ
170Μυκηναῖος οὐριβάτας·
ἀγγέλλει δ' ὅτι νῦν τριταί-
αν καρύσσουσιν θυσίαν
Ἀργεῖοι, πᾶσαι δὲ παρ' Ἥ-
ραν μέλλουσιν παρθενικαὶ στείχειν.
175Ηλ. οὐκ ἐπ' ἀγλαΐαις, φίλαι,
θυμὸν οὐδ' ἐπὶ χρυσέοις
ὅρμοις ἐκπεπόταμαι
τάλαιν', οὐδ' ἱστᾶσα χοροὺς
Ἀργείαις ἅμα νύμφαις
180εἱλικτὸν κρούσω πόδ' ἐμόν.
δάκρυσι νυχεύω, δακρύων δέ μοι μέλει
δειλαίαι τὸ κατ' ἦμαρ.
σκέψαι μου πιναρὰν κόμαν
185καὶ τρύχη τάδ' ἐμῶν πέπλων,
εἰ πρέποντ' Ἀγαμέμνονος
κούραι τᾶι βασιλείαι
τᾶι Τροίαι θ', ἃ 'μοῦ πατέρος
μέμναταί ποθ' ἁλοῦσα.
190Χο. μεγάλα θεός· ἀλλ' ἴθι καὶ παρ' ἐμοῦ χρῆσαι
πολύπηνα φάρεα δῦναι
χρύσεά τε χάρισιν προσθήματ' ἀγλαΐας.
δοκεῖς τοῖσι σοῖς δακρύοις
μὴ τιμῶσα θεοὺς κρατή-
195σειν ἐχθρῶν; οὔτοι στοναχαῖς
ἀλλ' εὐχαῖσι θεοὺς σεβί-
ζουσ' ἕξεις εὐαμερίαν, ὦ παῖ.
Ηλ. οὐδεὶς θεῶν ἐνοπᾶς κλύει
τᾶς δυσδαίμονος, οὐ παλαι-
200ῶν πατρὸς σφαγιασμῶν.
οἴμοι τοῦ καταφθιμένου
τοῦ τε ζῶντος ἀλάτα,
ὅς που γᾶν ἄλλαν κατέχει
205μέλεος ἀλαίνων ποτὶ θῆσσαν ἑστίαν,
τοῦ κλεινοῦ πατρὸς ἐκφύς.
αὐτὰ δ' ἐν χερνῆσι δόμοις
ναίω ψυχὰν τακομένα
δωμάτων φυγὰς πατρίων
210οὐρείας ἀν' ἐρίπνας.
μάτηρ δ' ἐν λέκτροις φονίοις
ἄλλωι σύγγαμος οἰκεῖ.
Χο. πολλῶν κακῶν Ἕλλησιν αἰτίαν ἔχει
σῆς μητρὸς Ἑλένη σύγγονος δόμοις τε σοῖς.
215Ηλ. οἴμοι· γυναῖκες, ἐξέβην θρηνημάτων.
ξένοι τινὲς παρ' οἶκον οἵδ' ἐφεστίους
εὐνὰς ἔχοντες ἐξανίστανται λόχου·
φυγῆι σὺ μὲν κατ' οἶμον, ἐς δόμους δ' ἐγὼ
φῶτας κακούργους ἐξαλύξωμεν ποδί.
220Ορ. μέν', ὦ τάλαινα· μὴ τρέσηις ἐμὴν χέρα.
Ηλ. ὦ Φοῖβ' Ἄπολλον, προσπίτνω σε μὴ θανεῖν.
Ορ. ἄλλους κτάνοιμι μᾶλλον ἐχθίους σέθεν.
Ηλ. ἄπελθε, μὴ ψαῦ' ὧν σε μὴ ψαύειν χρεών.
Ορ. οὐκ ἔσθ' ὅτου θίγοιμ' ἂν ἐνδικώτερον.
225Ηλ. καὶ πῶς ξιφήρης πρὸς δόμοις λοχᾶις ἐμοῖς;
Ορ. μείνασ' ἄκουσον, καὶ τάχ' οὐκ ἄλλως ἐρεῖς.
Ηλ. ἕστηκα· πάντως δ' εἰμὶ σή· κρείσσων γὰρ εἶ.
Ορ. ἥκω φέρων σοι σοῦ κασιγνήτου λόγους.
Ηλ. ὦ φίλτατ', ἆρα ζῶντος ἢ τεθνηκότος;
230Ορ. ζῆι· πρῶτα γάρ σοι τἀγάθ' ἀγγέλλειν θέλω.
Ηλ. εὐδαιμονοίης μισθὸν ἡδίστων λόγων.
Ορ. κοινῆι δίδωμι τοῦτο νῶιν ἀμφοῖν ἔχειν.
Ηλ. ποῦ γῆς ὁ τλήμων τλήμονας φυγὰς ἔχων;
Ορ. οὐχ ἕνα νομίζων φθείρεται πόλεως νόμον.
235Ηλ. οὔ που σπανίζων τοῦ καθ' ἡμέραν βίου;
Ορ. ἔχει μέν, ἀσθενὴς δὲ δὴ φεύγων ἀνήρ.
Ηλ. λόγον δὲ δὴ τίν' ἦλθες ἐκ κείνου φέρων;
Ορ. εἰ ζῆις, ὅπως τε ζῶσα συμφορᾶς ἔχεις.
Ηλ. οὔκουν ὁρᾶις μου πρῶτον ὡς ξηρὸν δέμας;
240Ορ. λύπαις γε συντετηκός, ὥστε με στένειν.
Ηλ. καὶ κρᾶτα πλόκαμόν τ' ἐσκυθισμένον ξυρῶι.
Ορ. δάκνει σ' ἀδελφὸς ὅ τε θανὼν ἴσως πατήρ.
Ηλ. οἴμοι· τί γάρ μοι τῶνδέ γ' ἐστὶ φίλτερον;
Ορ. φεῦ φεῦ· τί δ' αὖ σοῦ σῶι κασιγνήτωι δοκεῖς;
245Ηλ. ἀπὼν ἐκεῖνος, οὐ παρὼν ἡμῖν φίλος.
Ορ. ἐκ τοῦ δὲ ναίεις ἐνθάδ' ἄστεως ἑκάς;
Ηλ. ἐγημάμεσθ', ὦ ξεῖνε, θανάσιμον γάμον.
Ορ. ὤιμωξ' ἀδελφὸν σόν. Μυκηναίων τίνι;
Ηλ. οὐχ ὧι πατήρ μ' ἤλπιζεν ἐκδώσειν ποτέ.
250Ορ. εἴφ', ὡς ἀκούσας σῶι κασιγνήτωι λέγω.
Ηλ. ἐν τοῖσδ' ἐκείνου τηλορὸς ναίω δόμοις.
Ορ. σκαφεύς τις ἢ βουφορβὸς ἄξιος δόμων.
Ηλ. πένης ἀνὴρ γενναῖος ἔς τ' ἔμ' εὐσεβής.
Ορ. ἡ δ' εὐσέβεια τίς πρόσεστι σῶι πόσει;
255Ηλ. οὐπώποτ' εὐνῆς τῆς ἐμῆς ἔτλη θιγεῖν.
Ορ. ἅγνευμ' ἔχων τι θεῖον ἤ σ' ἀπαξιῶν;
Ηλ. γονέας ὑβρίζειν τοὺς ἐμοὺς οὐκ ἠξίου.
Ορ. καὶ πῶς γάμον τοιοῦτον οὐχ ἥσθη λαβών;
Ηλ. οὐ κύριον τὸν δόντα μ' ἡγεῖται, ξένε.
260Ορ. ξυνῆκ'· Ὀρέστηι μή ποτ' ἐκτείσηι δίκην.
Ηλ. τοῦτ' αὐτὸ ταρβῶν· πρὸς δὲ καὶ σώφρων ἔφυ.
Ορ. φεῦ·
γενναῖον ἄνδρ' ἔλεξας, εὖ τε δραστέον.
Ηλ. εἰ δή ποθ' ἥξει γ' ἐς δόμους ὁ νῦν ἀπών.
Ορ. μήτηρ δέ σ' ἡ τεκοῦσα ταῦτ' ἠνέσχετο;
265Ηλ. γυναῖκες ἀνδρῶν, ὦ ξέν', οὐ παίδων φίλαι.
Ορ. τίνος δέ σ' οὕνεχ' ὕβρισ' Αἴγισθος τάδε;
Ηλ. τεκεῖν μ' ἐβούλετ' ἀσθενῆ, τοιῶιδε δούς.
Ορ. ὡς δῆθε παῖδας μὴ τέκοις ποινάτορας;
Ηλ. τοιαῦτ' ἐβούλευσ'· ὧν ἐμοὶ δοίη δίκην.
270Ορ. οἶδεν δέ σ' οὖσαν παρθένον μητρὸς πόσις;
Ηλ. οὐκ οἶδε· σιγῆι τοῦθ' ὑφαιρούμεσθά νιν.
Ορ. αἵδ' οὖν φίλαι σοι τούσδ' ἀκούουσιν λόγους;
Ηλ. ὥστε στέγειν γε τἀμὰ καὶ σ' ἔπη καλῶς.
Ορ. τί δῆτ' Ὀρέστης πρὸς τάδ', Ἄργος ἢν μόληι;
275Ηλ. ἤρου τόδ'; αἰσχρόν γ' εἶπας· οὐ γὰρ νῦν ἀκμή;
Ορ. ἐλθὼν δὲ δὴ πῶς φονέας ἂν κτάνοι πατρός;
Ηλ. τολμῶν ὑπ' ἐχθρῶν οἷ' ἐτολμήθη πατήρ.
Ορ. ἦ καὶ μετ' αὐτοῦ μητέρ' ἂν τλαίης κτανεῖν;
Ηλ. ταὐτῶι γε πελέκει τῶι πατὴρ ἀπώλετο.
280Ορ. λέγω τάδ' αὐτῶι, καὶ βέβαια τἀπὸ σοῦ;
Ηλ. θάνοιμι μητρὸς αἷμ' ἐπισφάξασ' ἐμῆς.
Ορ. φεῦ·
εἴθ' ἦν Ὀρέστης πλησίον κλύων τάδε.
Ηλ. ἀλλ', ὦ ξέν', οὐ γνοίην ἂν εἰσιδοῦσά νιν.
Ορ. νέα γάρ, οὐδὲν θαῦμ', ἀπεζεύχθης νέου.
285Ηλ. εἷς ἂν μόνος νιν τῶν ἐμῶν γνοίη φίλων.
Ορ. ἆρ' ὃν λέγουσιν αὐτὸν ἐκκλέψαι φόνου;
Ηλ. πατρός γε παιδαγωγὸς ἀρχαῖος γέρων.
Ορ. ὁ κατθανὼν δὲ σὸς πατὴρ τύμβου κυρεῖ;
Ηλ. ἔκυρσεν ὡς ἔκυρσεν, ἐκβληθεὶς δόμων.
290Ορ. οἴμοι, τόδ' οἷον εἶπας· αἴσθησις γὰρ οὖν
καὶ τῶν θυραίων πημάτων δάκνει βροτούς.
λέξον δ', ἵν' εἰδὼς σῶι κασιγνήτωι φέρω
λόγους ἀτερπεῖς ἀλλ' ἀναγκαίους κλύειν.
ἔνεστι δ' οἶκτος ἀμαθίαι μὲν οὐδαμοῦ,
295σοφοῖσι δ' ἀνδρῶν· καὶ γὰρ οὐδ' ἀζήμιον
γνώμην ἐνεῖναι τοῖς σοφοῖς λίαν σοφήν.
Χο. κἀγὼ τὸν αὐτὸν τῶιδ' ἔρον ψυχῆς ἔχω.
πρόσω γὰρ ἄστεως οὖσα τἀν πόλει κακὰ
οὐκ οἶδα, νῦν δὲ βούλομαι κἀγὼ μαθεῖν.
300Ηλ. λέγοιμ' ἄν, εἰ χρή (χρὴ δὲ πρὸς φίλον λέγειν),
τύχας βαρείας τὰς ἐμὰς κἀμοῦ πατρός.
ἐπεὶ δὲ κινεῖς μῦθον, ἱκετεύω, ξένε,
ἄγγελλ' Ὀρέστηι τἀμὰ κἀκείνου κακά,
πρῶτον μὲν οἵοις ἐν πέπλοις αὐλίζομαι,
305πίνωι θ' ὅσωι βέβριθ', ὑπὸ στέγαισί τε
οἵαισι ναίω βασιλικῶν ἐκ δωμάτων,
αὐτὴ μὲν ἐκμοχθοῦσα κερκίσιν πέπλους
ἢ γυμνὸν ἕξω σῶμα καὶ στερήσομαι
‹ ›,
αὐτὴ δὲ πηγὰς ποταμίους φορουμένη.
310ἀνέορτος ἱερῶν καὶ χορῶν τητωμένη
ἀναίνομαι γυναῖκας οὖσα παρθένος,
αἰσχύνομαι δὲ Κάστορ', ὃς πρὶν ἐς θεοὺς
ἐλθεῖν ἔμ' ἐμνήστευεν, οὖσαν ἐγγενῆ.
μήτηρ δ' ἐμὴ Φρυγίοισιν ἐν σκυλεύμασιν
315θρόνωι κάθηται, πρὸς δ' ἕδραισιν Ἀσίδες
δμωαὶ στατίζουσ', ἃς ἔπερσ' ἐμὸς πατήρ,
Ἰδαῖα φάρη χρυσέαις ἐζευγμέναι
πόρπαισιν. αἷμα δ' ἔτι πατρὸς κατὰ στέγας
μέλαν σέσηπεν, ὃς δ' ἐκεῖνον ἔκτανεν
320ἐς ταὐτὰ βαίνων ἅρματ' ἐκφοιτᾶι πατρί,
καὶ σκῆπτρ' ἐν οἷς Ἕλλησιν ἐστρατηλάτει
μιαιφόνοισι χερσὶ γαυροῦται λαβών.
Ἀγαμέμνονος δὲ τύμβος ἠτιμασμένος
οὔπω χοάς ποτ' οὐδὲ κλῶνα μυρσίνης
325ἔλαβε, πυρὰ δὲ χέρσος ἀγλαϊσμάτων.
μέθηι δὲ βρεχθεὶς τῆς ἐμῆς μητρὸς πόσις
ὁ κλεινός, ὡς λέγουσιν, ἐνθρώισκει τάφωι
πέτροις τε λεύει μνῆμα λάινον πατρός,
καὶ τοῦτο τολμᾶι τοὔπος εἰς ἡμᾶς λέγειν·
330Ποῦ παῖς Ὀρέστης; ἆρά σοι τύμβωι καλῶς
παρὼν ἀμύνει; ταῦτ' ἀπὼν ὑβρίζεται.
ἀλλ', ὦ ξέν', ἱκετεύω σ', ἀπάγγειλον τάδε.
πολλοὶ δ' ἐπιστέλλουσιν, ἑρμηνεὺς δ' ἐγώ,
αἱ χεῖρες ἡ γλῶσσ' ἡ ταλαίπωρός τε φρὴν
335κάρα τ' ἐμὸν ξυρῆκες ὅ τ' ἐκεῖνον τεκών.
αἰσχρὸν γάρ, εἰ πατὴρ μὲν ἐξεῖλεν Φρύγας,
ὁ δ' ἄνδρ' ἕν' εἷς ὢν οὐ δυνήσεται κτανεῖν,
νέος πεφυκὼς κἀξ ἀμείνονος πατρός.
Χο. καὶ μὴν δέδορκα τόνδε, σὸν λέγω πόσιν,
340λήξαντα μόχθου πρὸς δόμους ὁρμώμενον.
Αυ. ἔα· τίνας τούσδ' ἐν πύλαις ὁρῶ ξένους;
τίνος δ' ἕκατι τάσδ' ἐπ' ἀγραύλους πύλας
προσῆλθον; ἦ 'μοῦ δεόμενοι; γυναικί τοι
αἰσχρὸν μετ' ἀνδρῶν ἑστάναι νεανιῶν.
345Ηλ. ὦ φίλτατ', εἰς ὕποπτα μὴ μόληις ἐμοί·
τὸν ὄντα δ' εἴσηι μῦθον· οἵδε γὰρ ξένοι
ἥκουσ' Ὀρέστου πρὸς ἐμὲ κήρυκες λόγων.
ἀλλ', ὦ ξένοι, σύγγνωτε τοῖς εἰρημένοις.
Αυ. τί φασίν; ἁνὴρ ἔστι καὶ λεύσσει φάος;
350Ηλ. ἔστιν λόγωι γοῦν, φασὶ δ' οὐκ ἄπιστ' ἐμοί.
Αυ. ἦ καί τι πατρὸς σῶν τε μέμνηται κακῶν;
Ηλ. ἐν ἐλπίσιν ταῦτ'· ἀσθενὴς φεύγων ἀνήρ.
Αυ. ἦλθον δ' Ὀρέστου τίνα πορεύοντες λόγον;
Ηλ. σκοποὺς ἔπεμψε τούσδε τῶν ἐμῶν κακῶν.
355Αυ. οὔκουν τὰ μὲν λεύσσουσι, τὰ δὲ σύ που λέγεις;
Ηλ. ἴσασιν, οὐδὲν τῶνδ' ἔχουσιν ἐνδεές.
Αυ. οὔκουν πάλαι χρῆν τοῖσδ' ἀνεπτύχθαι πύλας;
χωρεῖτ' ἐς οἴκους· ἀντὶ γὰρ χρηστῶν λόγων
ξενίων κυρήσεθ', οἷ' ἐμὸς κεύθει δόμος.
360[αἴρεσθ', ὀπαδοί, τῶνδ' ἔσω τεύχη δόμων.]
καὶ μηδὲν ἀντείπητε, παρὰ φίλου φίλοι
μολόντες ἀνδρός· καὶ γὰρ εἰ πένης ἔφυν,
οὔτοι τό γ' ἦθος δυσγενὲς παρέξομαι.
Ορ. πρὸς θεῶν, ὅδ' ἁνὴρ ὃς συνεκκλέπτει γάμους
365τοὺς σούς, Ὀρέστην οὐ καταισχύνειν θέλων;
Ηλ. οὗτος κέκληται πόσις ἐμὸς τῆς ἀθλίας.
Ορ. φεῦ·
οὐκ ἔστ' ἀκριβὲς οὐδὲν εἰς εὐανδρίαν·
ἔχουσι γὰρ ταραγμὸν αἱ φύσεις βροτῶν.
ἤδη γὰρ εἶδον ἄνδρα γενναίου πατρὸς
370τὸ μηδὲν ὄντα, χρηστὰ δ' ἐκ κακῶν τέκνα,
λιμόν τ' ἐν ἀνδρὸς πλουσίου φρονήματι,
γνώμην δὲ μεγάλην ἐν πένητι σώματι.
[πῶς οὖν τις αὐτὰ διαλαβὼν ὀρθῶς κρινεῖ;
πλούτωι; πονηρῶι τἄρα χρήσεται κριτῆι.
375ἢ τοῖς ἔχουσι μηδέν; ἀλλ' ἔχει νόσον
πενία, διδάσκει δ' ἄνδρα τῆι χρείαι κακόν.
ἀλλ' εἰς ὅπλ' ἐλθών; τίς δὲ πρὸς λόγχην βλέπων
μάρτυς γένοιτ' ἂν ὅστις ἐστὶν ἁγαθός;
κράτιστον εἰκῆι ταῦτ' ἐᾶν ἀφειμένα.]
380οὗτος γὰρ ἁνὴρ οὔτ' ἐν Ἀργείοις μέγας
οὔτ' αὖ δοκήσει δωμάτων ὠγκωμένος,
ἐν τοῖς δὲ πολλοῖς ὤν, ἄριστος ηὑρέθη.
οὐ μὴ ἀφρονήσεθ', οἳ κενῶν δοξασμάτων
πλήρεις πλανᾶσθε, τῆι δ' ὁμιλίαι βροτῶν
385κρινεῖτε καὶ τοῖς ἤθεσιν τοὺς εὐγενεῖς;
[οἱ γὰρ τοιοῦτοι τὰς πόλεις οἰκοῦσιν εὖ
καὶ δώμαθ'· αἱ δὲ σάρκες αἱ κεναὶ φρενῶν
ἀγάλματ' ἀγορᾶς εἰσιν. οὐδὲ γὰρ δόρυ
μᾶλλον βραχίων σθεναρὸς ἀσθενοῦς μένει·
390ἐν τῆι φύσει δὲ τοῦτο κἀν εὐψυχίαι.]
ἀλλ' ἄξιος γὰρ ὅ τε παρὼν ὅ τ' οὐ παρὼν
Ἀγαμέμνονος παῖς, οὗπερ οὕνεχ' ἥκομεν,
δεξώμεθ' οἴκων καταλύσεις. χωρεῖν χρεών,
δμῶες, δόμων τῶνδ' ἐντός. ὡς ἐμοὶ πένης
395εἴη πρόθυμος πλουσίου μᾶλλον ξένος.
αἰνῶ μὲν οὖν τοῦδ' ἀνδρὸς ἐσδοχὰς δόμων,
ἐβουλόμην δ' ἂν εἰ κασίγνητός με σὸς
ἐς εὐτυχοῦντας ἦγεν εὐτυχῶν δόμους.
ἴσως δ' ἂν ἔλθοι· Λοξίου γὰρ ἔμπεδοι
400χρησμοί, βροτῶν δὲ μαντικὴν χαίρειν ἐῶ.
Χο. νῦν ἢ πάροιθε μᾶλλον, Ἠλέκτρα, χαρᾶι
θερμαινόμεσθα καρδίαν· ἴσως γὰρ ἂν
μόλις προβαίνουσ' ἡ τύχη σταίη καλῶς.
Ηλ. ὦ τλῆμον, εἰδὼς δωμάτων χρείαν σέθεν
405τί τούσδ' ἐδέξω μείζονας σαυτοῦ ξένους;
Αυ. τί δ'; εἴπερ εἰσὶν ὡς δοκοῦσιν εὐγενεῖς,
οὐκ ἔν τε μικροῖς ἔν τε μὴ στέρξουσ' ὁμῶς;
Ηλ. ἐπεί νυν ἐξήμαρτες ἐν σμικροῖσιν ὤν,
ἔλθ' ὡς παλαιὸν τροφέ' ἐμοῦ φίλον πατρός,
410ὃς ἀμφὶ ποταμὸν Τάναον Ἀργείας ὅρους
τέμνοντα γαίας Σπαρτιάτιδός τε γῆς
ποίμναις ὁμαρτεῖ πόλεος ἐκβεβλημένος·
κέλευε δ' αὐτὸν τόνδ' ἐς δόμους ἀφιγμένον†
ἐλθεῖν ξένιά τ' ἐς δαῖτα πορσῦναί τινα.
415ἡσθήσεταί τοι καὶ προσεύξεται θεοῖς,
ζῶντ' εἰσακούσας παῖδ' ὃν ἐκσώιζει ποτέ.
οὐ γὰρ πατρώιων ἐκ δόμων μητρὸς πάρα
λάβοιμεν ἄν τι· πικρὰ δ' ἀγγείλαιμεν ἄν,
εἰ ζῶντ' Ὀρέστην ἡ τάλαιν' αἴσθοιτ' ἔτι.
420Αυ. ἀλλ', εἰ δοκεῖ σοι, τούσδ' ἀπαγγελῶ λόγους
γέροντι· χώρει δ' ἐς δόμους ὅσον τάχος
καὶ τἄνδον ἐξάρτυε. πολλά τοι γυνὴ
χρήιζουσ' ἂν εὕροι δαιτὶ προσφορήματα.
ἔστιν δὲ δὴ τοσαῦτά γ' ἐν δόμοις ἔτι
425ὥσθ' ἕν γ' ἐπ' ἦμαρ τούσδε πληρῶσαι βορᾶς.
ἐν τοῖς τοιούτοις δ' ἡνίκ' ἂν γνώμη πέσηι,
σκοπῶ τὰ χρήμαθ' ὡς ἔχει μέγα σθένος
ξένοις τε δοῦναι σῶμά τ' ἐς νόσους πεσὸν
δαπάναισι σῶσαι· τῆς δ' ἐφ' ἡμέραν βορᾶς
430ἐς σμικρὸν ἥκει· πᾶς γὰρ ἐμπλησθεὶς ἀνὴρ
ὁ πλούσιός τε χὠ πένης ἴσον φέρει.
Χο. κλειναὶ νᾶες, αἵ ποτ' ἔβατε Τροίαν
τοῖς ἀμετρήτοις ἐρετμοῖς
πέμπουσαι χορεύματα Νηρήιδων,
435ἵν' ὁ φίλαυλος ἔπαλλε δελ-
φὶς πρώιραις κυανεμβόλοι-
σιν εἱλισσόμενος,
πορεύων τὸν τᾶς Θέτιδος
κοῦφον ἅλμα ποδῶν Ἀχιλῆ
440σὺν Ἀγαμέμνονι Τρωίας
ἐπὶ Σιμουντίδας ἀκτάς.
Νηρῆιδες δ' Εὐβοῖδας ἄκρας λιποῦσαι
μόχθους ἀσπιστὰς ἀκμόνων
Ἡφαίστου χρυσέων ἔφερον τευχέων,
445ἀνά τε Πήλιον ἀνά τ' ἐρυ-
μνᾶς Ὄσσας ἱερὰς νάπας
Νυμφαίας σκοπιὰς
κόρας μάτευσ'†ἔνθα πατὴρ
ἱππότας τρέφεν Ἑλλάδι φῶς
450Θέτιδος εἰναλίας γόνον
ταχύπορον πόδ' Ἀτρείδαις.
Ἰλιόθεν δ' ἔκλυόν τινος ἐν λιμέσιν
Ναυπλίοις βεβῶτος
τᾶς σᾶς, ὦ Θέτιδος παῖ,
455κλεινᾶς ἀσπίδος ἐν κύκλωι
τοιάδε σήματα δείματα
Φρύγια†τετύχθαι·
περιδρόμωι μὲν ἴτυος ἕδραι
Περσέα λαιμοτόμαν ὑπὲρ ἁλὸς
460ποτανοῖσι πεδίλοις κορυφὰν Γοργόνος ἴσχειν,
Διὸς ἀγγέλωι σὺν Ἑρμᾶι,
τῶι Μαίας ἀγροτῆρι κούρωι
ἐν δὲ μέσωι κατέλαμπε σάκει φαέθων
465κύκλος ἁλίοιο
ἵπποις ἂμ πτεροέσσαις
ἄστρων τ' αἰθέριοι χοροί,
Πλειάδες Ὑάδες, Ἕκτορος
ὄμμασι†τροπαῖοι·
470ἐπὶ δὲ χρυσοτύπωι κράνει
Σφίγγες ὄνυξιν ἀοίδιμον ἄγραν
φέρουσαι· περιπλεύρωι δὲ κύτει πύρπνοος ἔσπευ-
δε δρόμωι λέαινα χαλαῖς
475Πειρηναῖον ὁρῶσα πῶλον.
ἄορι δ' ἐν φονίωι τετραβάμονες ἵπποι ἔπαλλον,
κελαινὰ δ' ἀμφὶ νῶθ' ἵετο κόνις.
τοιῶνδ' ἄνακτα δοριπόνων
480ἔκανεν ἀνδρῶν, Τυνδαρί,
σὰ λέχεα, κακόφρον κόρα.
τοιγάρ σοί ποτ' οὐρανίδαι
πέμψουσιν θανάτου δίκαν.
485ἔτ' ἔτι φόνιον ὑπὸ δέραν
ὄψομαι αἷμα χυθὲν σιδάρωι.
ΠΡΕΣΒΥΣ
ποῦ ποῦ νεᾶνις πότνι' ἐμὴ δέσποινά τε,
Ἀγαμέμνονος παῖς, ὅν ποτ' ἐξέθρεψ' ἐγώ;
ὡς πρόσβασιν τῶνδ' ὀρθίαν οἴκων ἔχει
490ῥυσῶι γέροντι τῶιδε προσβῆναι ποδί.
ὅμως δὲ πρός γε τοὺς φίλους ἐξελκτέον
διπλῆν ἄκανθαν καὶ παλίρροπον γόνυ.
ὦ θύγατερ (ἄρτι γάρ σε πρὸς δόμοις ὁρῶ),
ἥκω φέρων σοι τῶν ἐμῶν βοσκημάτων
495ποίμνης νεογνὸν θρέμμ' ὑποσπάσας τόδε
στεφάνους τε τευχέων τ' ἐξελὼν τυρεύματα,
πολιόν τε θησαύρισμα Διονύσου τόδε
ὀσμῆι κατῆρες, σμικρὸν ἀλλ' ἐπεσβαλεῖν
ἡδὺ σκύφον τοῦδ' ἀσθενεστέρωι ποτῶι.
500ἴτω φέρων τις τοῖς ξένοις τάδ' ἐς δόμους.
ἐγὼ δὲ τρύχει τῶιδ' ἐμῶν πέπλων κόρας
δακρύοισι τέγξας ἐξομόρξασθαι θέλω.
Ηλ. τί δ', ὦ γεραιέ, διάβροχον τόδ' ὄμμ' ἔχεις;
μῶν τἀμὰ διὰ χρόνου σ' ἀνέμνησεν κακῶν;
505ἢ τὰς Ὀρέστου τλήμονας φυγὰς στένεις
καὶ πατέρα τὸν ἐμόν, ὅν ποτ' ἐν χεροῖν ἔχων
ἀνόνητ' ἔθρεψάς σοί τε καὶ τοῖς σοῖς φίλοις;
Πρ. ἀνόνηθ'· ὅμως δ' οὖν τοῦτό γ' οὐκ ἠνεσχόμην·
ἦλθον γὰρ αὐτοῦ πρὸς τάφον πάρεργ' ὁδοῦ
510καὶ προσπεσὼν ἔκλαυσ' ἐρημίας τυχών,
σπονδάς τε, λύσας ἀσκὸν ὃν φέρω ξένοις,
ἔσπεισα, τύμβωι δ' ἀμφέθηκα μυρσίνας.
πυρᾶς δ' ἔπ' αὐτῆς οἶν μελάγχιμον πόκωι
σφάγιον ἐσεῖδον αἷμά τ' οὐ πάλαι χυθὲν
515ξανθῆς τε χαίτης βοστρύχους κεκαρμένους.
κἀθαύμασ', ὦ παῖ, τίς ποτ' ἀνθρώπων ἔτλη
πρὸς τύμβον ἐλθεῖν· οὐ γὰρ Ἀργείων γέ τις.
ἀλλ' ἦλθ' ἴσως που σὸς κασίγνητος λάθραι,
μολὼν δ' ἐθαύμασ' ἄθλιον τύμβον πατρός.
520σκέψαι δὲ χαίτην προστιθεῖσα σῆι κόμηι,
εἰ χρῶμα ταὐτὸν κουρίμης ἔσται τριχός·
φιλεῖ γάρ, αἷμα ταὐτὸν οἷς ἂν ἦι πατρός,
τὰ πόλλ' ὅμοια σώματος πεφυκέναι.
Ηλ. οὐκ ἄξι' ἀνδρός, ὦ γέρον, σοφοῦ λέγεις,
525εἰ κρυπτὸν ἐς γῆν τήνδ' ἂν Αἰγίσθου φόβωι
δοκεῖς ἀδελφὸν τὸν ἐμὸν εὐθαρσῆ μολεῖν.
ἔπειτα χαίτης πῶς συνοίσεται πλόκος,
ὁ μὲν παλαίστραις ἀνδρὸς εὐγενοῦς τραφείς,
ὁ δὲ κτενισμοῖς θῆλυς; ἀλλ' ἀμήχανον.
530πολλοῖς δ' ἂν εὕροις βοστρύχους ὁμοπτέρους
καὶ μὴ γεγῶσιν αἵματος ταὐτοῦ, γέρον.
Πρ. σὺ δ' εἰς ἴχνος βᾶσ' ἀρβύλης σκέψαι βάσιν
εἰ σύμμετρος σῶι ποδὶ γενήσεται, τέκνον.
Ηλ. πῶς δ' ἂν γένοιτ' ἂν ἐν κραταιλέωι πέδωι
535γαίας ποδῶν ἔκμακτρον; εἰ δ' ἔστιν τόδε,
δυοῖν ἀδελφοῖν ποὺς ἂν οὐ γένοιτ' ἴσος
ἀνδρός τε καὶ γυναικός, ἀλλ' ἅρσην κρατεῖ.
Πρ. οὐκ ἔστιν, εἰ καὶ γῆν κασίγνητος μολὼν
‹ ›
κερκίδος ὅτωι γνοίης ἂν ἐξύφασμα σῆς,
540ἐν ὧι ποτ' αὐτὸν ἐξέκλεψα μὴ θανεῖν;
Ηλ. οὐκ οἶσθ', Ὀρέστης ἡνίκ' ἐκπίπτει χθονός,
νέαν μ' ἔτ' οὖσαν; εἰ δὲ κἄκρεκον πέπλους,
πῶς ἂν τότ' ὢν παῖς ταὐτὰ νῦν ἔχοι φάρη,
εἰ μὴ ξυναύξοινθ' οἱ πέπλοι τῶι σώματι;
545ἀλλ' ἤ τις αὐτοῦ τάφον ἐποικτίρας ξένος
ἐκείρατ' ἢ τῆσδε σκοποὺς λαβὼν χθονός.
Πρ. οἱ δὲ ξένοι ποῦ; βούλομαι γὰρ εἰσιδὼν
αὐτοὺς ἐρέσθαι σοῦ κασιγνήτου πέρι.
Ηλ. οἵδ' ἐκ δόμων βαίνουσι λαιψηρῶι ποδί.
550Πρ. ἀλλ' εὐγενεῖς μέν, ἐν δὲ κιβδήλωι τόδε·
πολλοὶ γὰρ ὄντες εὐγενεῖς εἰσιν κακοί.
ὅμως δὲ χαίρειν τοὺς ξένους προσεννέπω.
Ορ. χαῖρ', ὦ γεραιέ. τοῦ ποτ', Ἠλέκτρα, τόδε
παλαιὸν ἀνδρὸς λείψανον φίλων κυρεῖ;
555Ηλ. οὗτος τὸν ἁμὸν πατέρ' ἔθρεψεν, ὦ ξένε.
Ορ. τί φήις; ὅδ' ὃς σὸν ἐξέκλεψε σύγγονον;
Ηλ. ὅδ' ἔσθ' ὁ σώσας κεῖνον, εἴπερ ἔστ' ἔτι.
Ορ. ἔα·
τί μ' ἐσδέδορκεν ὥσπερ ἀργύρου σκοπῶν
λαμπρὸν χαρακτῆρ'; ἦ προσεικάζει μέ τωι;
560Ηλ. ἴσως Ὀρέστου σ' ἥλιχ' ἥδεται βλέπων.
Ορ. φίλου γε φωτός. τί δὲ κυκλεῖ πέριξ πόδα;
Ηλ. καὐτὴ τόδ' εἰσορῶσα θαυμάζω, ξένε.
Πρ. ὦ πότνι', εὔχου, θύγατερ Ἠλέκτρα, θεοῖς.
Ηλ. τί τῶν ἀπόντων ἢ τί τῶν ὄντων πέρι;
565Πρ. λαβεῖν φίλον θησαυρόν, ὃν φαίνει θεός.
Ηλ. ἰδού· καλῶ θεούς. ἢ τί δὴ λέγεις, γέρον;
Πρ. βλέψον νυν ἐς τόνδ', ὦ τέκνον, τὸν φίλτατον.
Ηλ. πάλαι δέδορκα· μὴ σύ γ' οὐκέτ' εὖ φρονεῖς;
Πρ. οὐκ εὖ φρονῶ 'γὼ σὸν κασίγνητον βλέπων;
570Ηλ. πῶς εἶπας, ὦ γεραί', ἀνέλπιστον λόγον;
Πρ. ὁρᾶν Ὀρέστην τόνδε τὸν Ἀγαμέμνονος.
Ηλ. ποῖον χαρακτῆρ' εἰσιδών, ὧι πείσομαι;
Πρ. οὐλὴν παρ' ὀφρύν, ἥν ποτ' ἐν πατρὸς δόμοις
νεβρὸν διώκων σοῦ μέθ' ἡιμάχθη πεσών.
575Ηλ. πῶς φήις; ὁρῶ μὲν πτώματος τεκμήριον.
Πρ. ἔπειτα μέλλεις προσπίτνειν τοῖς φιλτάτοις;
Ηλ. ἀλλ' οὐκέτ', ὦ γεραιέ· συμβόλοισι γὰρ
τοῖς σοῖς πέπεισμαι θυμόν. ὦ χρόνωι φανείς,
ἔχω σ' ἀέλπτως Ορ. κἀξ ἐμοῦ γ' ἔχηι χρόνωι.
580Ηλ. οὐδέποτε δόξασ'. Ορ. οὐδ' ἐγὼ γὰρ ἤλπισα.
Ηλ. ἐκεῖνος εἶ σύ; Ορ. σύμμαχός γέ σοι μόνος.
ἢν δ' ἀνσπάσωμαί γ' ὃν μετέρχομαι βόλον
‹ ›
πέποιθα δ'· ἢ χρὴ μηκέθ' ἡγεῖσθαι θεούς,
εἰ τἄδικ' ἔσται τῆς δίκης ὑπέρτερα.
585Χο. ἔμολες ἔμολες, ὤ, χρόνιος ἁμέρα,
κατέλαμψας, ἔδειξας ἐμφανῆ
πόλει πυρσόν, ὃς παλαιᾶι φυγᾶι
πατρίων ἀπὸ δωμάτων τάλας
ἀλαίνων ἔβα.
590θεὸς αὖ θεὸς ἁμετέραν τις ἄγει
νίκαν, ὦ φίλα.
ἄνεχε χέρας, ἄνεχε λόγον, ἵει λιτὰς
ἐς θεούς, τύχαι σοι τύχαι
595κασίγνητον ἐμβατεῦσαι πόλιν.
Ορ. εἶἑν· φίλας μὲν ἡδονὰς ἀσπασμάτων
ἔχω, χρόνωι δὲ καὖθις αὐτὰ δώσομεν.
σὺ δ', ὦ γεραιέ, καίριος γὰρ ἤλυθες,
λέξον, τί δρῶν ἂν φονέα τεισαίμην πατρὸς
600μητέρα τε ‹τὴν› κοινωνὸν ἀνοσίων γάμων;
ἔστιν τί μοι κατ' Ἄργος εὐμενὲς φίλων;
ἢ πάντ' ἀνεσκευάσμεθ', ὥσπερ αἱ τύχαι;
τῶι ξυγγένωμαι; νύχιος ἢ καθ' ἡμέραν;
ποίαν ὁδὸν τραπώμεθ' εἰς ἐχθροὺς ἐμούς;
605Πρ. ὦ τέκνον, οὐδεὶς δυστυχοῦντί σοι φίλος.
εὕρημα γάρ τοι χρῆμα γίγνεται τόδε,
κοινῆι μετασχεῖν τἀγαθοῦ καὶ τοῦ κακοῦ.
σὺ δ' (ἐκ βάθρων γὰρ πᾶς ἀνήιρησαι φίλοις
οὐδ' ἐλλέλοιπας ἐλπίδ') ἴσθι μου κλύων·
610ἐν χειρὶ τῆι σῆι πάντ' ἔχεις καὶ τῆι τύχηι,
πατρῶιον οἶκον καὶ πόλιν λαβεῖν σέθεν.
Ορ. τί δῆτα δρῶντες τοῦδ' ἂν ἐξικοίμεθα;
Πρ. κτανὼν Θυέστου παῖδα σήν τε μητέρα.
Ορ. ἥκω 'πὶ τόνδε στέφανον· ἀλλὰ πῶς λάβω;
615Πρ. τειχέων μὲν ἐλθὼν ἐντὸς οὐδ' ἂν εἰ θέλοις.
Ορ. φρουραῖς κέκασται δεξιαῖς τε δορυφόρων;
Πρ. ἔγνως· φοβεῖται γάρ σε κοὐχ εὕδει σαφῶς.
Ορ. εἶἑν· σὺ δὴ τοὐνθένδε βούλευσον, γέρον.
Πρ. τἄμ' οὖν ἄκουσον· ἄρτι γάρ μ' ἐσῆλθέ τι.
620Ορ. ἐσθλόν τι μηνύσειας, αἰσθοίμην δ' ἐγώ.
Πρ. Αἴγισθον εἶδον, ἡνίχ' εἷρπον ἐνθάδε.
Ορ. προσηκάμην τὸ ῥηθέν. ἐν ποίοις τόποις;
Πρ. ἀγρῶν πέλας τῶνδ', ἱπποφορβίων ἔπι.
Ορ. τί δρῶνθ'; ὁρῶ γὰρ ἐλπίδ' ἐξ ἀμηχάνων.
625Πρ. Νύμφαις ἐπόρσυν' ἔροτιν, ὡς ἔδοξέ μοι.
Ορ. τροφεῖα παίδων ἢ πρὸ μέλλοντος τόκου;
Πρ. οὐκ οἶδα πλὴν ἕν· βουσφαγεῖν ὡπλίζετο.
Ορ. πόσων μετ' ἀνδρῶν; ἢ μόνος δμώων μέτα;
Πρ. οὐδεὶς παρῆν Ἀργεῖος, οἰκεία δὲ χείρ.
630Ορ. οὔ πού τις ὅστις γνωριεῖ μ' ἰδών, γέρον;
Πρ. δμῶες μέν εἰσιν, οἳ σέ γ' οὐκ εἶδόν ποτε.
Ορ. ἡμῖν ἂν εἶεν, εἰ κρατοῖμεν, εὐμενεῖς;
Πρ. δούλων γὰρ ἴδιον τοῦτο, σοὶ δὲ σύμφορον.
Ορ. πῶς οὖν ἂν αὐτῶι πλησιασθείην ποτέ;
635Πρ. στείχων ὅθεν σε βουθυτῶν ἐσόψεται.
Ορ. ὁδὸν παρ' αὐτήν, ὡς ἔοικ', ἀγροὺς ἔχει.
Πρ. ὅθεν ‹γ'› ἰδών σε δαιτὶ κοινωνὸν καλεῖ.
Ορ. πικρόν γε συνθοινάτορ', ἢν θεὸς θέληι.
Πρ. τοὐνθένδε πρὸς τὸ πῖπτον αὐτὸς ἐννόει.
640Ορ. καλῶς ἔλεξας. ἡ τεκοῦσα δ' ἐστὶ ποῦ;
Πρ. Ἄργει· παρέσται δ' οὖν πόσει θοίνην ἔπι.
Ορ. τί δ' οὐχ ἅμ' ἐξωρμᾶτ' ἐμὴ μήτηρ πόσει;
Πρ. ψόγον τρέμουσα δημοτῶν ἐλείπετο.
Ορ. ξυνῆχ'· ὕποπτος οὖσα γιγνώσκει πόλει.
645Πρ. τοιαῦτα· μισεῖται γὰρ ἀνόσιος γυνή.
Ορ. πῶς οὖν; ἐκείνην τόνδε τ' ἐν ταὐτῶι κτενῶ;
Ηλ. ἐγὼ φόνον γε μητρὸς ἐξαρτύσομαι.
Ορ. καὶ μὴν ἐκεῖνά γ' ἡ τύχη θήσει καλῶς.
Ηλ. ὑπηρετείτω μὲν δυοῖν ὄντοιν ὅδε.
650Ορ. ἔσται τάδ'· εὑρίσκεις δὲ μητρὶ πῶς φόνον;
Ηλ. λέγ', ὦ γεραιέ, τάδε Κλυταιμήστραι μολών.
‹Πρ. ›
‹Ηλ.› λεχώ μ' ἀπάγγελλ' οὖσαν ἄρσενος τόκωι.
Πρ. πότερα πάλαι τεκοῦσαν ἢ νεωστὶ δή;
Ηλ. δέχ' ἡλίους, ἐν οἷσιν ἁγνεύει λεχώ.
655Πρ. καὶ δὴ τί τοῦτο μητρὶ προσβάλλει φόνον;
Ηλ. ἥξει κλύουσα λόχιά μου νοσήματα.
Πρ. πόθεν; τί δ'†αὐτῆι σοῦ μέλειν δοκεῖς, τέκνον;
Ηλ. ναί· καὶ δακρύσει γ' ἀξίωμ' ἐμῶν τόκων.
Πρ. ἴσως· πάλιν μοι μῦθον ἐς καμπὴν ἄγε.
660Ηλ. ἐλθοῦσα μέντοι δῆλον ὡς ἀπόλλυται.
Πρ. καὶ μὴν ἐπ' αὐτάς γ' εἶσι σῶν δόμων πύλας.
Ηλ. οὔκουν τραπέσθαι σμικρὸν εἰς Ἅιδου τότε;
Πρ. εἰ γὰρ θάνοιμι τοῦτ' ἰδὼν ἐγώ ποτε.
Ηλ. πρώτιστα μέν νυν τῶιδ' ὑφήγησαι, γέρον.
665Πρ. Αἴγισθος ἔνθα νῦν θυηπολεῖ θεοῖς;
Ηλ. ἔπειτ' ἀπαντῶν μητρὶ τἀπ' ἐμοῦ φράσον.
Πρ. ὥστ' αὐτά γ' ἐκ σοῦ στόματος εἰρῆσθαι δοκεῖν.
Ηλ. σὸν ἔργον ἤδη· πρόσθεν εἴληχας φόνου.
Ορ. στείχοιμ' ἄν, εἴ τις ἡγεμὼν γίγνοιθ' ὁδοῦ.
670Πρ. καὶ μὴν ἐγὼ πέμποιμ' ἂν οὐκ ἀκουσίως.
Ορ. ὦ Ζεῦ πατρῶιε καὶ τροπαῖ' ἐχθρῶν ἐμῶν
‹Ηλ.› οἴκτιρέ γ' ἡμᾶς· οἰκτρὰ γὰρ πεπόνθαμεν.
Πρ. οἴκτιρε δῆτα σοῦ γε φύντας ἐκγόνους.
Ορ. Ἥρα τε βωμῶν ἣ Μυκηναίων κρατεῖς
675‹Ηλ.› νίκην δὸς ἡμῖν, εἰ δίκαι' αἰτούμεθα.
Πρ. δὸς δῆτα πατρὸς τοῖσδε τιμωρὸν δίκην.
Ορ. σύ τ' ὦ κάτω γῆς ἀνοσίως οἰκῶν πάτερ
‹Ηλ.› καὶ Γαῖ' ἄνασσα, χεῖρας ἧι δίδωμ' ἐμάς
‹Πρ.› ἄμυν' ἄμυνε τοῖσδε φιλτάτοις τέκνοις.
680‹Ορ.› νῦν πάντα νεκρὸν ἐλθὲ σύμμαχον λαβών
‹Ηλ.› οἵπερ γε σὺν σοὶ Φρύγας ἀνήλωσαν δορί
‹Πρ.› χὤσοι στυγοῦσιν ἀνοσίους μιάστορας.
‹Ορ.› ἤκουσας, ὦ δείν' ἐξ ἐμῆς μητρὸς παθών;
Πρ. πάντ', οἶδ', ἀκούει τάδε πατήρ· στείχειν δ' ἀκμή.
Ηλ. πάντ', οἶδα· πρὸς τάδ' ἄνδρα γίγνεσθαί σε χρή.
685[καί σοι προφωνῶ πρὸς τάδ' Αἴγισθον θανεῖν·
ὡς εἰ παλαισθεὶς πτῶμα θανάσιμον πεσῆι,
τέθνηκα κἀγὼ μηδέ με ζῶσαν λέγε·
παίσω κάρα γὰρ τοὐμὸν ἀμφήκει ξίφει.
δόμων ἔσω βᾶσ' εὐτρεπὲς ποιήσομαι.]
690ὡς ἢν μὲν ἔλθηι πύστις εὐτυχὴς σέθεν,
ὀλολύξεται πᾶν δῶμα· θνήισκοντος δέ σου
τἀναντί' ἔσται τῶνδε· ταῦτα σοὶ λέγω.
ὑμεῖς δέ μοι, γυναῖκες, εὖ πυρσεύετε
695κραυγὴν ἀγῶνος τοῦδε· φρουρήσω δ' ἐγὼ
πρόχειρον ἔγχος χειρὶ βαστάζουσ' ἐμῆι.
οὐ γάρ ποτ' ἐχθροῖς τοῖς ἐμοῖς νικωμένη
δίκην ὑφέξω, σῶμ' ἐμὸν καθυβρίσαι.
Χο. ἀταλᾶς ὑπὸ ματέρος Ἀργείων†
700ὀρέων ποτὲ κληδὼν
ἐν πολιαῖσι μένει φήμαις
εὐαρμόστοις ἐν καλάμοις
Πᾶνα μοῦσαν ἡδύθροον
πνέοντ', ἀγρῶν ταμίαν,
705χρυσέαν ἄρνα καλλίποκον
πορεῦσαι. πετρίνοις δ' ἐπι-
στὰς κᾶρυξ ἰαχεῖ βάθροις·
Ἀγορὰν ἀγοράν, Μυκη-
ναῖοι, στείχετε μακαρίων
710ὀψόμενοι τυράννων
φάσματα δείματα.
χοροὶ δ'†Ἀτρειδῶν ἐγέραιρον οἴκους.
θυμέλαι δ' ἐπίτναντο χρυσήλατοι,
σελαγεῖτο δ' ἀν' ἄστυ
715πῦρ ἐπιβώμιον Ἀργείων·
λωτὸς δὲ φθόγγον κελάδει
κάλλιστον, Μουσᾶν θεράπων,
μολπαὶ δ' ηὔξοντ' ἐραταὶ
χρυσέας ἀρνὸς ἐπίλογοι†
720Θυέστου· κρυφίαις γὰρ εὐ-
ναῖς πείσας ἄλοχον φίλαν
Ἀτρέως, τέρας ἐκκομί-
ζει πρὸς δώματα· νεόμενος δ'
εἰς ἀγόρους ἀυτεῖ
725τὰν κερόεσσαν ἔχειν
χρυσεόμαλλον κατὰ δῶμα ποίμναν.
τότε δὴ τότε ‹δὴ› φαεν-
νὰς ἄστρων μετέβασ' ὁδοὺς
Ζεὺς καὶ φέγγος ἀελίου
730λευκόν τε πρόσωπον ἀοῦς,
τὰ δ' ἕσπερα νῶτ' ἐλαύνει
θερμᾶι φλογὶ θεοπύρωι,
νεφέλαι δ' ἔνυδροι πρὸς ἄρκτον,
ξηραί τ' Ἀμμωνίδες ἕδραι
735φθίνουσ' ἀπειρόδροσοι,
καλλίστων ὄμβρων Διόθεν στερεῖσαι.
λέγεται ‹τάδε›, τὰν δὲ πί-
στιν σμικρὰν παρ' ἔμοιγ' ἔχει,
στρέψαι θερμὰν ἀέλιον
740χρυσωπὸν ἕδραν ἀλλάξαν-
τα δυστυχίαι βροτείωι
θνατᾶς ἕνεκεν δίκας.
φοβεροὶ δὲ βροτοῖσι μῦθοι
κέρδος πρὸς θεῶν θεραπείαν.
745ὧν οὐ μνασθεῖσα πόσιν
κτείνεις, κλεινῶν συγγενέτειρ' ἀδελφῶν.
ἔα ἔα·
φίλαι, βοῆς ἠκούσατ', ἢ δοκὼ κενὴ
ὑπῆλθέ μ', ὥστε νερτέρας βροντῆς Διός;
ἰδού, τάδ' οὐκ ἄσημα πνεύματ' αἴρεται.
750δέσποιν', ἄμειψον δώματ', Ἠλέκτρα, τάδε.
Ηλ. φίλαι, τί χρῆμα; πῶς ἀγῶνος ἥκομεν;
Χο. οὐκ οἶδα πλὴν ἕν· φόνιον οἰμωγὴν κλύω.
Ηλ. ἤκουσα κἀγώ, τηλόθεν μὲν ἀλλ' ὅμως.
Χο. μακρὰν γὰρ ἕρπει γῆρυς, ἐμφανής γε μήν.
755Ηλ. Ἀργεῖος ὁ στεναγμὸς ἢ φίλων ἐμῶν;
Χο. οὐκ οἶδα· πᾶν γὰρ μείγνυται μέλος βοῆς.
Ηλ. σφαγὴν ἀυτεῖς τῆιδέ μοι· τί μέλλομεν;
Χο. ἔπισχε, τρανῶς ὡς μάθηις τύχας σέθεν.
Ηλ. οὐκ ἔστι· νικώμεσθα· ποῦ γὰρ ἄγγελοι;
760Χο. ἥξουσιν· οὔτοι βασιλέα φαῦλον κτανεῖν.
ΑΓΓΕΛΟΣ
ὦ καλλίνικοι παρθένοι Μυκηνίδες,
νικῶντ' Ὀρέστην πᾶσιν ἀγγέλλω φίλοις,
Ἀγαμέμνονος δὲ φονέα κείμενον πέδωι
Αἴγισθον· ἀλλὰ θεοῖσιν εὔχεσθαι χρεών.
765Ηλ. τίς δ' εἶ σύ; πῶς μοι πιστὰ σημαίνεις τάδε;
Αγ. οὐκ οἶσθ' ἀδελφοῦ μ' εἰσορῶσα πρόσπολον;
Ηλ. ὦ φίλτατ', ἔκ τοι δείματος δυσγνωσίαν
εἶχον προσώπου· νῦν δὲ γιγνώσκω σε δή.
τί φήις; τέθνηκε πατρὸς ἐμοῦ στυγνὸς φονεύς;
770Αγ. τέθνηκε· δίς σοι ταὔθ', ἃ γοῦν βούληι, λέγω.
Ηλ. ὦ θεοί, Δίκη τε πάνθ' ὁρῶσ', ἦλθές ποτε.
ποίωι τρόπωι δὲ καὶ τίνι ῥυθμῶι φόνου
κτείνει Θυέστου παῖδα; βούλομαι μαθεῖν.
Αγ. ἐπεὶ μελάθρων τῶνδ' ἀπήραμεν πόδα,
775ἐσβάντες ἦιμεν δίκροτον εἰς ἁμαξιτὸν
ἔνθ' ἦν ὁ καινὸς τῶν Μυκηναίων· ἄναξ.
κυρεῖ δὲ κήποις ἐν καταρρύτοις βεβώς,
δρέπων τερείνης μυρσίνης κάραι πλόκους·
ἰδὼν δ' ἀυτεῖ· Χαίρετ', ὦ ξένοι· τίνες
780πόθεν πορεύεσθ' ἔστε τ' ἐκ ποίας χθονός;
ὁ δ' εἶπ' Ὀρέστης· Θεσσαλοί· πρὸς δ' Ἀλφεὸν
θύσοντες ἐρχόμεσθ' Ὀλυμπίωι Διί.
κλύων δὲ ταῦτ' Αἴγισθος ἐννέπει τάδε·
Νῦν μὲν παρ' ἡμῖν χρὴ συνεστίους ὁμοῦ
785θοίνης γενέσθαι· τυγχάνω δὲ βουθυτῶν
Νύμφαις· ἑῶιοι δ' ἐξαναστάντες λέχους
ἐς ταὐτὸν ἥξετ'. ἀλλ' ἴωμεν ἐς δόμους ‑
καὶ ταῦθ' ἅμ' ἠγόρευε καὶ χερὸς λαβὼν
παρῆγεν ἡμᾶς ‑ οὐδ' ἀπαρνεῖσθαι χρεών.
790ἐπεὶ δ' ἐν οἴκοις ἦμεν, ἐννέπει τάδε·
λούτρ' ὡς τάχιστα τοῖς ξένοις τις αἰρέτω,
ὡς ἀμφὶ βωμὸν στῶσι χερνίβων πέλας.
ἀλλ' εἶπ' Ὀρέστης· Ἀρτίως ἡγνίσμεθα
λουτροῖσι καθαροῖς ποταμίων ῥείθρων ἄπο.
795εἰ δὲ ξένους ἀστοῖσι συνθύειν χρεών,
Αἴγισθ', ἕτοιμοι κοὐκ ἀπαρνούμεσθ', ἄναξ.
τοῦτον μὲν οὖν μεθεῖσαν ἐκ μέσου λόγον·
λόγχας δὲ θέντες δεσπότου φρουρήματα
δμῶες πρὸς ἔργον πάντες ἵεσαν χέρας·
800οἱ μὲν σφαγεῖον ἔφερον, οἱ δ' ἦιρον κανᾶ,
ἄλλοι δὲ πῦρ ἀνῆπτον ἀμφί τ' ἐσχάραις
λέβητας ὤρθουν· πᾶσα δ' ἐκτύπει στέγη.
λαβὼν δὲ προχύτας μητρὸς εὐνέτης σέθεν
ἔβαλλε βωμούς, τοιάδ' ἐννέπων ἔπη·
805Νύμφαι πετραῖαι, πολλάκις με βουθυτεῖν
καὶ τὴν κατ' οἴκους Τυνδαρίδα δάμαρτ' ἐμὴν
πράσσοντας ὡς νῦν, τοὺς δ' ἐμοὺς ἐχθροὺς κακῶς ‑
λέγων Ὀρέστην καὶ σέ. δεσπότης δ' ἐμὸς
τἀναντί' ηὔχετ', οὐ γεγωνίσκων λόγους,
810λαβεῖν πατρῶια δώματ'. ἐκ κανοῦ δ' ἑλὼν
Αἴγισθος ὀρθὴν σφαγίδα, μοσχείαν τρίχα
τεμὼν ἐφ' ἁγνὸν πῦρ ἔθηκε δεξιᾶι,
κἄσφαξ' ἐπ' ὤμων μόσχον ὡς ἦραν χεροῖν
δμῶες, λέγει δὲ σῶι κασιγνήτωι τάδε·
815Ἓν τῶν καλῶν κομποῦσι τοῖσι Θεσσαλοῖς
εἶναι τόδ', ὅστις ταῦρον ἀρταμεῖ καλῶς
ἵππους τ' ὀχμάζει· λαβὲ σίδηρον, ὦ ξένε,
δεῖξόν τε φήμην ἔτυμον ἀμφὶ Θεσσαλῶν.
ὁ δ' εὐκρότητον Δωρίδ' ἁρπάσας χεροῖν,
820ῥίψας ἀπ' ὤμων εὐπρεπῆ πορπάματα,
Πυλάδην μὲν εἵλετ' ἐν πόνοις ὑπηρέτην,
δμῶας δ' ἀπωθεῖ· καὶ λαβὼν μόσχου πόδα
λευκὰς ἐγύμνου σάρκας ἐκτείνων χέρα·
θᾶσσον δὲ βύρσαν ἐξέδειρεν ἢ δρομεὺς
825δισσοὺς διαύλους ἱππίους διήνυσεν,
κἀνεῖτο λαγόνας. ἱερὰ δ' ἐς χεῖρας λαβὼν
Αἴγισθος ἤθρει. καὶ λοβὸς μὲν οὐ προσῆν
σπλάγχνοις, πύλαι δὲ καὶ δοχαὶ χολῆς πέλας
κακὰς ἔφαινον τῶι σκοποῦντι προσβολάς.
830χὠ μὲν σκυθράζει, δεσπότης δ' ἀνιστορεῖ·
Τί χρῆμ' ἀθυμεῖς; Ὦ ξέν', ὀρρωδῶ τινα
δόλον θυραῖον. ἔστι δ' ἔχθιστος βροτῶν
Ἀγαμέμνονος παῖς πολέμιός τ' ἐμοῖς δόμοις.
ὁ δ' εἶπε· Φυγάδος δῆτα δειμαίνεις δόλον,
835πόλεως ἀνάσσων; οὐχ, ὅπως παστήρια
θοινασόμεσθα, Φθιάδ' ἀντὶ Δωρικῆς
οἴσει τις ἡμῖν κοπίδ' ἀναρρῆξαι χέλυν;
λαβὼν δὲ κόπτει. σπλάγχνα δ' Αἴγισθος λαβὼν
ἤθρει διαιρῶν. τοῦ δὲ νεύοντος κάτω
840ὄνυχας ἔπ' ἄκρους στὰς κασίγνητος σέθεν
ἐς σφονδύλους ἔπαισε, νωτιαῖα δὲ
ἔρρηξεν ἄρθρα· πᾶν δὲ σῶμ' ἄνω κάτω
ἤσπαιρεν ἠλέλιζε δυσθνήισκων φόνωι.
δμῶες δ' ἰδόντες εὐθὺς ἦιξαν ἐς δόρυ,
845πολλοὶ μάχεσθαι πρὸς δύ'· ἀνδρείας δ' ὕπο
ἔστησαν ἀντίπρωιρα σείοντες βέλη
Πυλάδης Ὀρέστης τ'. εἶπε δ'· Οὐχὶ δυσμενὴς
ἥκω πόλει τῆιδ' οὐδ' ἐμοῖς ὀπάοσιν,
φονέα δὲ πατρὸς ἀντετιμωρησάμην
850τλήμων Ὀρέστης· ἀλλὰ μή με καίνετε,
πατρὸς παλαιοὶ δμῶες. οἱ δ', ἐπεὶ λόγων
ἤκουσαν, ἔσχον κάμακας· ἐγνώσθη δ' ὑπὸ
γέροντος ἐν δόμοισιν ἀρχαίου τινός.
στέφουσι δ' εὐθὺς σοῦ κασιγνήτου κάρα
855χαίροντες ἀλαλάζοντες. ἔρχεται δὲ σοὶ
κάρα 'πιδείξων, οὐχὶ Γοργόνος φέρων
ἀλλ' ὃν στυγεῖς Αἴγισθον. αἷμα δ' αἵματος
πικρὸς δανεισμὸς ἦλθε τῶι θανόντι νῦν.
Χο. θὲς ἐς χορόν, ὦ φίλα, ἴχνος, ὡς νεβρὸς οὐράνιον
πήδημα κουφίζουσα σὺν ἀγλαΐαι.
νικᾶι στεφαναφόρα κρείσσω τῶν παρ' Ἀλφειοῦ
ῥεέθροις τελέσας
κασίγνητος σέθεν· ἀλλ' ὑπάειδε
865καλλίνικον ὠιδὰν ἐμῶι χορῶι.
Ηλ. ὦ φέγγος, ὦ τέθριππον ἡλίου σέλας,
ὦ γαῖα καὶ νὺξ ἣν ἐδερκόμην πάρος,
νῦν ὄμμα τοὐμὸν ἀμπτυχαί τ' ἐλεύθεροι,
ἐπεὶ πατρὸς πέπτωκεν Αἴγισθος φονεύς.
870φέρ', οἷα δὴ 'χω καὶ δόμοι κεύθουσί μου
κόμης ἀγάλματ' ἐξενέγκωμεν, φίλαι,
στέψω τ' ἀδελφοῦ κρᾶτα τοῦ νικηφόρου.
Χο. σὺ μέν νυν ἀγάλματ' ἄειρε κρατί· τὸ δ' ἁμέτερον
875χωρήσεται Μούσαισι χόρευμα φίλον.
νῦν οἱ πάρος ἁμετέρας γαίας τυραννεύσουσι φίλοι βασιλῆς
δικαίως, τοὺς ἀδίκους καθελόντες.
ἀλλ' ἴτω ξύναυλος βοὰ χαρᾶι.
880Ηλ. ὦ καλλίνικε, πατρὸς ἐκ νικηφόρου
γεγώς, Ὀρέστα, τῆς ὑπ' Ἰλίωι μάχης,
δέξαι κόμης σῆς βοστρύχων ἀνδήματα.
ἥκεις γὰρ οὐκ ἀχρεῖον ἕκπλεθρον δραμὼν
ἀγῶν' ἐς οἴκους ἀλλὰ πολέμιον κτανὼν
885Αἴγισθον, ὃς σὸν πατέρα κἀμὸν ὤλεσεν.
σύ τ', ὦ παρασπίστ', ἀνδρὸς εὐσεβεστάτου
παίδευμα, Πυλάδη, στέφανον ἐξ ἐμῆς χερὸς
δέχου· φέρηι γὰρ καὶ σὺ τῶιδ' ἴσον μέρος
ἀγῶνος. αἰεὶ δ' εὐτυχεῖς φαίνοισθέ μοι.
890Ορ. θεοὺς μὲν ἡγοῦ πρῶτον, Ἠλέκτρα, τύχης
ἀρχηγέτας τῆσδ', εἶτα κἄμ' ἐπαίνεσον
τὸν τῶν θεῶν τε τῆς τύχης θ' ὑπηρέτην.
ἥκω γὰρ οὐ λόγοισιν ἀλλ' ἔργοις κτανὼν
Αἴγισθον· ὡς δὲ τῶι σάφ' εἰδέναι τάδε
895προσθῶμεν, αὐτὸν τὸν θανόντα σοι φέρω,
ὃν εἴτε χρήιζεις θηρσὶν ἁρπαγὴν πρόθες,
ἢ σκῦλον οἰωνοῖσιν, αἰθέρος τέκνοις,
πήξασ' ἔρεισον σκόλοπι· σὸς γάρ ἐστι νῦν
δοῦλος, πάροιθε δεσπότης κεκλημένος.
900Ηλ. αἰσχύνομαι μέν, βούλομαι δ' εἰπεῖν ὅμως.
Ορ. τί χρῆμα; λέξον· ὡς φόβου γ' ἔξωθεν εἶ.
Ηλ. νεκροὺς ὑβρίζειν, μή μέ τις φθόνωι βάληι.
Ορ. οὐκ ἔστιν οὐδεὶς ὅστις ἂν μέμψαιτό σε.
Ηλ. δυσάρεστος ἡμῶν καὶ φιλόψογος πόλις.
905Ορ. λέγ' εἴ τι χρήιζεις, σύγγον'· ἀσπόνδοισι γὰρ
νόμοισιν ἔχθραν τῶιδε συμβεβλήκαμεν.
Ηλ. εἶἑν· τίν' ἀρχὴν πρῶτά σ' ἐξείπω κακῶν,
ποίας τελευτάς; τίνα μέσον τάξω λόγον;
καὶ μὴν δι' ὄρθρων γ' οὔποτ' ἐξελίμπανον
910θρυλοῦσ' ἅ γ' εἰπεῖν ἤθελον κατ' ὄμμα σόν,
εἰ δὴ γενοίμην δειμάτων ἐλευθέρα
τῶν πρόσθε. νῦν οὖν ἔσμεν· ἀποδώσω δέ σοι
ἐκεῖν' ἅ σε ζῶντ' ἤθελον λέξαι κακά.
ἀπώλεσάς με κὠρφανὴν φίλου πατρὸς
915καὶ τόνδ' ἔθηκας, οὐδὲν ἠδικημένος,
κἄγημας αἰσχρῶς μητέρ' ἄνδρα τ' ἔκτανες
στρατηλατοῦνθ' Ἕλλησιν, οὐκ ἐλθὼν Φρύγας.
ἐς τοῦτο δ' ἦλθες ἀμαθίας ὥστ' ἤλπισας
ὡς ἐς σὲ μὲν δὴ μητέρ' οὐχ ἕξεις κακὴν
920γήμας, ἐμοῦ δὲ πατρὸς ἠδίκει λέχη.
ἴστω δ', ὅταν τις διολέσας δάμαρτά του
κρυπταῖσιν εὐναῖς εἶτ' ἀναγκασθῆι λαβεῖν,
δύστηνός ἐστιν, εἰ δοκεῖ τὸ σωφρονεῖν
ἐκεῖ μὲν αὐτὴν οὐκ ἔχειν, παρ' οἷ δ' ἔχειν.
925ἄλγιστα δ' ὤικεις, οὐ δοκῶν οἰκεῖν κακῶς·
ἤιδησθα γὰρ δῆτ' ἀνόσιον γήμας γάμον,
μήτηρ δὲ σ' ἄνδρα δυσσεβῆ κεκτημένη.
ἄμφω πονηρὼ δ' ὄντ' ἀνηιρεῖσθον τύχην
κείνη τε τὴν σὴν καὶ σὺ τοὐκείνης κακόν.
930πᾶσιν δ' ἐν Ἀργείοισιν ἤκουες τάδε·
Ὁ τῆς γυναικός, οὐχὶ τἀνδρὸς ἡ γυνή.
καίτοι τόδ' αἰσχρόν, προστατεῖν γε δωμάτων
γυναῖκα, μὴ τὸν ἄνδρα· κἀκείνους στυγῶ
τοὺς παῖδας, ὅστις τοῦ μὲν ἄρσενος πατρὸς
935οὐκ ὠνόμασται, τῆς δὲ μητρὸς ἐν πόλει.
ἐπίσημα γὰρ γήμαντι καὶ μείζω λέχη
τἀνδρὸς μὲν οὐδείς, τῶν δὲ θηλειῶν λόγος.
ὃ δ' ἠπάτα σε πλεῖστον οὐκ ἐγνωκότα,
ηὔχεις τις εἶναι τοῖσι χρήμασι σθένων·
940τὰ δ' οὐδὲν εἰ μὴ βραχὺν ὁμιλῆσαι χρόνον.
ἡ γὰρ φύσις βέβαιος, οὐ τὰ χρήματα.
ἡ μὲν γὰρ αἰεὶ παραμένουσ' αἴρει κακά·
ὁ δ' ὄλβος ἀδίκως καὶ μετὰ σκαιῶν ξυνὼν
ἐξέπτατ' οἴκων, σμικρὸν ἀνθήσας χρόνον.
945ἃ δ' ἐς γυναῖκας (παρθένωι γὰρ οὐ καλὸν
λέγειν) σιωπῶ, γνωρίμως δ' αἰνίξομαι.
ὕβριζες, ὡς δὴ βασιλικοὺς ἔχων δόμους
κάλλει τ' ἀραρώς. ἀλλ' ἔμοιγ' εἴη πόσις
μὴ παρθενωπὸς ἀλλὰ τἀνδρείου τρόπου.
950τὰ γὰρ τέκν' αὐτῶν Ἄρεος ἐκκρεμάννυται,
τὰ δ' εὐπρεπῆ δὴ κόσμος ἐν χοροῖς μόνον.
ἔρρ', οὐδὲν εἰδὼς ὧν ἐφευρεθεὶς χρόνωι
δίκην δέδωκας. ὧδέ τις κακοῦργος ὢν
μή μοι τὸ πρῶτον βῆμ' ἐὰν δράμηι καλῶς
955νικᾶν δοκείτω τὴν Δίκην, πρὶν ἂν πέρας
γραμμῆς ἵκηται καὶ τέλος κάμψηι βίου.
Χο. ἔπραξε δεινά, δεινὰ δ' ἀντέδωκέ σοι
καὶ τῶιδ'· ἔχει γὰρ ἡ Δίκη μέγα σθένος.
Ηλ. εἶἑν· κομίζειν τοῦδε σῶμ' ἔσω χρεὼν
960σκότωι τε δοῦναι, δμῶες, ὡς, ὅταν μόληι
μήτηρ, σφαγῆς πάροιθε μὴ 'σίδηι νεκρόν.
Ορ. ἐπίσχες· ἐμβάλωμεν εἰς ἄλλον λόγον.
Ηλ. τί δ'; ἐκ Μυκηνῶν μῶν βοηδρόμους ὁρᾶις;
Ορ. οὔκ, ἀλλὰ τὴν τεκοῦσαν ἥ μ' ἐγείνατο.
965Ηλ. καλῶς ἄρ' ἄρκυν ἐς μέσην πορεύεται.
‹Ορ. ›
Ηλ. καὶ μὴν ὄχοις γε καὶ στολῆι λαμπρύνεται.
Ορ. τί δῆτα δρῶμεν; μητέρ' ἦ φονεύσομεν;
Ηλ. μῶν σ' οἶκτος εἷλε, μητρὸς ὡς εἶδες δέμας;
Ορ. φεῦ·
πῶς γὰρ κτάνω νιν, ἥ μ' ἔθρεψε κἄτεκεν;
970Ηλ. ὥσπερ πατέρα σὸν ἥδε κἀμὸν ὤλεσεν.
Ορ. ὦ Φοῖβε, πολλήν γ' ἀμαθίαν ἐθέσπισας.
Ηλ. ὅπου δ' Ἀπόλλων σκαιὸς ἦι, τίνες σοφοί;
Ορ. ὅστις μ' ἔχρησας μητέρ', ἣν οὐ χρῆν, κτανεῖν.
Ηλ. βλάπτηι δὲ δὴ τί πατρὶ τιμωρῶν σέθεν;
975Ορ. μητροκτόνος νῦν φεύξομαι, τόθ' ἁγνὸς ὤν.
Ηλ. καὶ μή γ' ἀμύνων πατρὶ δυσσεβὴς ἔσηι.
Ορ. ἐγὦιδα· μητρὸς δ' οὐ φόνου δώσω δίκας;
Ηλ. τί δ' ἢν πατρώιαν διαμεθῆις τιμωρίαν;
Ορ. ἆρ' αὔτ' ἀλάστωρ εἶπ' ἀπεικασθεὶς θεῶι;
980Ηλ. ἱερὸν καθίζων τρίποδ'; ἐγὼ μὲν οὐ δοκῶ.
Ορ. οὔ τἂν πιθοίμην εὖ μεμαντεῦσθαι τάδε.
Ηλ. οὐ μὴ κακισθεὶς εἰς ἀνανδρίαν πεσῆι,
ἀλλ' εἶ τὸν αὐτὸν τῆιδ' ὑποστήσων δόλον
ὧι καὶ πόσιν καθεῖλεν Αἴγισθον κτανών;
985Ορ. ἔσειμι· δεινοῦ δ' ἄρχομαι προβήματος,
καὶ δεινὰ δράσω γ'. εἰ θεοῖς δοκεῖ τάδε,
ἔστω· πικρὸν δ' οὐχ ἡδὺ τἀγώνισμά μοι.
Χο. ἰώ,
βασίλεια γύναι χθονὸς Ἀργείας,
παῖ Τυνδάρεω,
990καὶ τοῖν ἀγαθοῖν ξύγγονε κούροιν
Διός, οἳ φλογερὰν αἰθέρ' ἐν ἄστροις
ναίουσι, βροτῶν ἐν ἁλὸς ῥοθίοις
τιμὰς σωτῆρας ἔχοντες·
χαῖρε, σεβίζω σ' ἴσα καὶ μάκαρας
995πλούτου μεγάλης τ' εὐδαιμονίας.
τὰς σὰς δὲ τύχας θεραπεύεσθαι
καιρός, ὦ βασίλεια.
ΚΛΥΤΑΙΜΗΣΤΡΑ
ἔκβητ' ἀπήνης, Τρωιάδες, χειρὸς δ' ἐμῆς
λάβεσθ', ἵν' ἔξω τοῦδ' ὄχου στήσω πόδα.
1000σκύλοισι μὲν γὰρ θεῶν κεκόσμηνται δόμοι
Φρυγίοις, ἐγὼ δὲ τάσδε, Τρωιάδος χθονὸς
ἐξαίρετ', ἀντὶ παιδὸς ἣν ἀπώλεσα
σμικρὸν γέρας, καλὸν δὲ κέκτημαι δόμοις.
Ηλ. οὔκουν ἐγώ (δούλη γὰρ ἐκβεβλημένη
1005δόμων πατρώιων δυστυχεῖς οἰκῶ δόμους),
μῆτερ, λάβωμαι μακαρίας τῆς σῆς χερός;
Κλ. δοῦλαι πάρεισιν αἵδε· μὴ σύ μοι πόνει.
Ηλ. τί δ'; αἰχμάλωτόν τοί μ' ἀπώικισας δόμων,
ἡιρημένων δὲ δωμάτων ἡιρήμεθα,
1010ὡς αἵδε, πατρὸς ὀρφανοὶ λελειμμένοι.
Κλ. τοιαῦτα μέντοι σὸς πατὴρ βουλεύματα
ἐς οὓς ἐχρῆν ἥκιστ' ἐβούλευσεν φίλων.
λέξω δέ· καίτοι δόξ' ὅταν λάβηι κακὴ
γυναῖκα, γλώσσηι πικρότης ἔνεστί τις·
1015ὡς μὲν παρ' ἡμῖν, οὐ κακῶς· τὸ πρᾶγμα δὲ
μαθόντας, ἢν μὲν ἀξίως μισεῖν ἔχηι,
στυγεῖν δίκαιον· εἰ δὲ μή, τί δεῖ στυγεῖν;
ἡμᾶς δ' ἔδωκε Τυνδάρεως τῶι σῶι πατρὶ
οὐχ ὥστε θνήισκειν οὐδ' ἃ γειναίμην ἐγώ.
1020κεῖνος δὲ παῖδα τὴν ἐμὴν Ἀχιλλέως
λέκτροισι πείσας ὤιχετ' ἐκ δόμων ἄγων
πρυμνοῦχον Αὖλιν, ἔνθ' ὑπερτείνας πυρᾶς
λευκὴν διήμησ' Ἰφιγόνης παρηίδα.
κεἰ μὲν πόλεως ἅλωσιν ἐξιώμενος
1025ἢ δῶμ' ὀνήσων τἄλλα τ' ἐκσώιζων τέκνα
ἔκτεινε πολλῶν μίαν ὕπερ, συγγνώστ' ἂν ἦν.
νῦν δ' οὕνεχ' Ἑλένη μάργος ἦν ὅ τ' αὖ λαβὼν
ἄλοχον κολάζειν προδότιν οὐκ ἠπίστατο,
τούτων ἕκατι παῖδ' ἐμὴν διώλεσεν.
1030ἐπὶ τοῖσδε τοίνυν καίπερ ἠδικημένη
οὐκ ἠγριώμην οὐδ' ἂν ἔκτανον πόσιν.
ἀλλ' ἦλθ' ἔχων μοι μαινάδ' ἔνθεον κόρην
λέκτροις τ' ἐπεισέφρηκε, καὶ νύμφα δύο
ἐν τοῖσιν αὐτοῖς δώμασιν κατεῖχ' ὁμοῦ.
1035μῶρον μὲν οὖν γυναῖκες, οὐκ ἄλλως λέγω·
ὅταν δ', ὑπόντος τοῦδ', ἁμαρτάνηι πόσις
τἄνδον παρώσας λέκτρα, μιμεῖσθαι θέλει
γυνὴ τὸν ἄνδρα χἄτερον κτᾶσθαι φίλον.
κἄπειτ' ἐν ἡμῖν ὁ ψόγος λαμπρύνεται,
1040οἱ δ' αἴτιοι τῶνδ' οὐ κλύουσ' ἄνδρες κακῶς.
εἰ δ' ἐκ δόμων ἥρπαστο Μενέλεως λάθραι,
κτανεῖν μ' Ὀρέστην χρῆν, κασιγνήτης πόσιν
Μενέλαον ὡς σώσαιμι; σὸς δὲ πῶς πατὴρ
ἠνέσχετ' ἂν ταῦτ'; εἶτα τὸν μὲν οὐ θανεῖν
1045κτείνοντα χρῆν τἄμ', ἐμὲ δὲ πρὸς κείνου παθεῖν
‹ ›;
ἔκτειν', ἐτρέφθην ἧιπερ ἦν πορεύσιμον
πρὸς τοὺς ἐκείνωι πολεμίους. φίλων γὰρ ἂν
τίς ἂν φόνου σοῦ πατρὸς ἐκοινώνησέ μοι;
λέγ' εἴ τι χρήιζεις κἀντίθες παρρησίαι,
1050ὅπως τέθνηκε σὸς πατὴρ οὐκ ἐνδίκως.
Χο. δίκαι' ἔλεξας, ἡ δίκη δ' αἰσχρῶς ἔχει.
γυναῖκα γὰρ χρὴ πάντα συγχωρεῖν πόσει,
ἥτις φρενήρης· ἧι δὲ μὴ δοκεῖ τάδε,
οὐδ' εἰς ἀριθμὸν τῶν ἐμῶν ἥκει λόγων.
1055Ηλ. μέμνησο, μῆτερ, οὓς ἔλεξας ὑστάτους
λόγους, διδοῦσα πρὸς σέ μοι παρρησίαν.
Κλ. καὶ νῦν γέ φημι κοὐκ ἀπαρνοῦμαι, τέκνον.
Ηλ. ἆρ' ἂν κλύουσα, μῆτερ, εἶτ' ἔρξαις κακῶς;
Κλ. οὐκ ἔστι, τῆι σῆι δ' ἡδὺ προσθήσω φρενί.
1060Ηλ. λέγοιμ' ἄν· ἀρχὴ δ' ἥδε μοι προοιμίου·
εἶθ' εἶχες, ὦ τεκοῦσα, βελτίους φρένας.
τὸ μὲν γὰρ εἶδος αἶνον ἄξιον φέρειν
Ἑλένης τε καὶ σοῦ, δύο δ' ἔφυτε συγγόνω,
ἄμφω ματαίω Κάστορός τ' οὐκ ἀξίω.
1065ἡ μὲν γὰρ ἁρπασθεῖσ' ἑκοῦσ' ἀπώλετο,
σὺ δ' ἄνδρ' ἄριστον Ἑλλάδος διώλεσας,
σκῆψιν προτείνουσ' ὡς ὑπὲρ τέκνου πόσιν
ἔκτεινας· οὐ γάρ ‹σ'› ὡς ἔγωγ' ἴσασιν εὖ.
ἥτις, θυγατρὸς πρὶν κεκυρῶσθαι σφαγάς,
1070νέον τ' ἀπ' οἴκων ἀνδρὸς ἐξωρμημένου,
ξανθὸν κατόπτρωι πλόκαμον ἐξήσκεις κόμης.
γυνὴ δ' ἀπόντος ἀνδρὸς ἥτις ἐκ δόμων
ἐς κάλλος ἀσκεῖ, διάγραφ' ὡς οὖσαν κακήν.
οὐδὲν γὰρ αὐτὴν δεῖ θύρασιν εὐπρεπὲς
1075φαίνειν πρόσωπον, ἤν τι μὴ ζητῆι κακόν.
μόνην δὲ πασῶν οἶδ' ἐγὼ σ' Ἑλληνίδων,
εἰ μὲν τὰ Τρώων εὐτυχοῖ, κεχαρμένην,
εἰ δ' ἥσσον' εἴη, συννέφουσαν ὄμματα,
Ἀγαμέμνον' οὐ χρήιζουσαν ἐκ Τροίας μολεῖν.
1080καίτοι καλῶς γε σωφρονεῖν παρεῖχέ σοι·
ἄνδρ' εἶχες οὐ κακίον' Αἰγίσθου πόσιν,
ὃν Ἑλλὰς αὑτῆς εἵλετο στρατηλάτην·
Ἑλένης δ' ἀδελφῆς τοιάδ' ἐξειργασμένης
ἐξῆν κλέος σοι μέγα λαβεῖν· τὰ γὰρ κακὰ
1085παράδειγμα τοῖς ἐσθλοῖσιν εἴσοψίν τ' ἔχει.
εἰ δ', ὡς λέγεις, σὴν θυγατέρ' ἔκτεινεν πατήρ,
ἐγὼ τί σ' ἠδίκησ' ἐμός τε σύγγονος;
πῶς οὐ πόσιν κτείνασα πατρώιους δόμους
ἡμῖν προσῆψας, ἀλλ' ἐπηνέγκω λέχει
1090τἀλλότρια, μισθοῦ τοὺς γάμους ὠνουμένη,
κοὔτ' ἀντιφεύγει παιδὸς ἀντὶ σοῦ πόσις
οὔτ' ἀντ' ἐμοῦ τέθνηκε, δὶς τόσως ἐμὲ
κτείνας ἀδελφῆς ζῶσαν; εἰ δ' ἀμείψεται
φόνον δικάζων φόνος, ἀποκτενῶ σ' ἐγὼ
1095καὶ παῖς Ὀρέστης πατρὶ τιμωρούμενοι.
εἰ γὰρ δίκαι' ἐκεῖνα, καὶ τάδ' ἔνδικα.
[ὅστις δὲ πλοῦτον ἢ εὐγένειαν εἰσιδὼν
γαμεῖ πονηρὰν μῶρός ἐστι· μικρὰ γὰρ
μεγάλων ἀμείνω σώφρον' ἐν δόμοις λέχη.
1100Χο. τύχη γυναικῶν ἐς γάμους. τὰ μὲν γὰρ εὖ,
τὰ δ' οὐ καλῶς πίπτοντα δέρκομαι βροτῶν.]
Κλ. ὦ παῖ, πέφυκας πατέρα σὸν στέργειν ἀεί.
ἔστιν δὲ καὶ τόδ'· οἱ μέν εἰσιν ἀρσένων,
οἱ δ' αὖ φιλοῦσι μητέρας μᾶλλον πατρός.
1105συγγνώσομαί σοι· καὶ γὰρ οὐχ οὕτως ἄγαν
χαίρω τι, τέκνον, τοῖς δεδραμένοις ἐμοί.
οἴμοι τάλαινα τῶν ἐμῶν βουλευμάτων·
1110ὡς μᾶλλον ἢ χρῆν ἤλασ' εἰς ὀργὴν πόσει.
Ηλ. ὀψὲ στενάζεις, ἡνίκ' οὐκ ἔχεις ἄκη.
πατὴρ μὲν οὖν τέθνηκε· τὸν δ' ἔξω χθονὸς
πῶς οὐ κομίζηι παῖδ' ἀλητεύοντα σόν;
Κλ. δέδοικα· τοὐμὸν δ', οὐχὶ τοὐκείνου σκοπῶ.
1115πατρὸς γάρ, ὡς λέγουσι, θυμοῦται φόνωι.
Ηλ. τί δ' αὖ πόσιν σὸν ἄγριον εἰς ἡμᾶς ἔχεις;
Κλ. τρόποι τοιοῦτοι· καὶ σὺ δ' αὐθάδης ἔφυς.
Ηλ. ἀλγῶ γάρ· ἀλλὰ παύσομαι θυμουμένη.
Κλ. καὶ μὴν ἐκεῖνος οὐκέτ' ἔσται σοι βαρύς.
1120Ηλ. φρονεῖ μέγ'· ἐν γὰρ τοῖς ἐμοῖς ναίει δόμοις.
Κλ. ὁρᾶις; ἀν' αὖ σὺ ζωπυρεῖς νείκη νέα.
Ηλ. σιγῶ· δέδοικα γάρ νιν ὡς δέδοικ' ἐγώ.
Κλ. παῦσαι λόγων τῶνδ'. ἀλλὰ τί μ' ἐκάλεις, τέκνον;
Ηλ. ἤκουσας, οἶμαι, τῶν ἐμῶν λοχευμάτων·
1125τούτων ὕπερ μοι θῦσον (οὐ γὰρ οἶδ' ἐγώ)
δεκάτην σελήνην παιδὸς ὡς νομίζεται.
τρίβων γὰρ οὐκ εἴμ', ἄτοκος οὖσ' ἐν τῶι πάρος.
Κλ. ἄλλης τόδ' ἔργον, ἥ σ' ἔλυσεν ἐκ τόκων.
Ηλ. αὐτὴ 'λόχευον κἄτεκον μόνη βρέφος.
1130Κλ. οὕτως ἀγείτων οἶκος ἵδρυται φίλων;
Ηλ. πένητας οὐδεὶς βούλεται κτᾶσθαι φίλους.
Κλ. σὺ δ' ὧδ' ἄλουτος καὶ δυσείματος χρόα
λεχὼ νεογνῶν ἐκ τόκων πεπαυμένη;
ἀλλ' εἶμι, παιδὸς ἀριθμὸν ὡς τελεσφόρον
θύσω θεοῖσι. σοὶ δ' ὅταν πράξω χάριν
τήνδ', εἶμ' ἐπ' ἀγρὸν οὗ πόσις θυηπολεῖ
1135Νύμφαισιν. ἀλλὰ τούσδ' ὄχους, ὀπάονες,
φάτναις ἄγοντες πρόσθεθ'· ἡνίκ' ἂν δέ με
δοκῆτε θυσίας τῆσδ' ἀπηλλάχθαι θεοῖς,
πάρεστε· δεῖ γὰρ καὶ πόσει δοῦναι χάριν.
Ηλ. χώρει πένητας ἐς δόμους· φρούρει δέ μοι
1140μή σ' αἰθαλώσηι πολύκαπνον στέγος πέπλους.
θύσεις γὰρ οἷα χρή σε δαίμοσιν θύη.
κανοῦν δ' ἐνῆρκται καὶ τεθηγμένη σφαγίς,
ἥπερ καθεῖλε ταῦρον, οὗ πέλας πεσῆι
πληγεῖσα· νυμφεύσηι δὲ κἀν Ἅιδου δόμοις
1145ὧιπερ ξυνηῦδες ἐν φάει. τοσήνδ' ἐγὼ
δώσω χάριν σοι, σὺ δὲ δίκην ἐμοὶ πατρός.
Χο. ἀμοιβαὶ κακῶν· μετάτροποι πνέου-
σιν αὖραι δόμων. τότε μὲν ‹ἐν› λουτροῖς
ἔπεσεν ἐμὸς ἐμὸς ἀρχέτας,
1150ἰάχησε δὲ στέγα λάινοί
τε θριγκοὶ δόμων, τάδ' ἐνέποντος· Ὦ
σχέτλιε, τί με, γύναι, φονεύσεις φίλαν
πατρίδα δεκέτεσι
σποραῖσιν ἐλθόντ' ἐμάν;
‹
›.
1155παλίρρους δὲ τάνδ' ὑπάγεται δίκα
διαδρόμου λέχους, μέλεον ἃ πόσιν
χρόνιον ἱκόμενον εἰς οἴκους
Κυκλώπειά τ' οὐράνια τείχε' ὀ-
ξυθήκτωι βέλους ἔκανεν†αὐτόχειρ,
1160πέλεκυν ἐν χεροῖν λαβοῦσ'. ὦ τλάμων
πόσις, ὅτι ποτὲ τὰν
τάλαιναν ἔσχεν κακόν.
ὀρεία τις ὡς λέαιν' ὀργάδων
δρύοχα νεμομένα τάδε κατήνυσεν.
1165Κλ. (ἔσωθεν)
ὦ τέκνα, πρὸς θεῶν, μὴ κτάνητε μητέρα.
Χο. κλύεις ὑπώροφον βοάν;
Κλ. ἰώ μοί μοι.
Χο. ὤιμωξα κἀγὼ πρὸς τέκνων χειρουμένης.
νέμει τοι δίκαν θεός, ὅταν τύχηι.
1170σχέτλια μὲν ἔπαθες, ἀνόσια δ' εἰργάσω,
τάλαιν', εὐνέταν.
ἀλλ' οἵδε μητρὸς νεοφόνοις ἐν αἵμασιν
πεφυρμένοι βαίνουσιν ἐξ οἴκων πόδα
‹ ›
τροπαῖα, δείγματ' ἀθλίων προσφαγμάτων.
1175οὐκ ἔστιν οὐδεὶς οἶκος ἀθλιώτερος
τῶν Τανταλείων οὐδ' ἔφυ ποτ' ἐκγόνων.
Ορ. ἰὼ Γᾶ καὶ Ζεῦ πανδερκέτα
βροτῶν, ἴδετε τάδ' ἔργα φόνι-
α μυσαρά, δίγονα σώματ' ἐν
1180χθονὶ κείμενα πλαγᾶι†
χερὸς ὕπ' ἐμᾶς, ἄποιν' ἐμῶν
πημάτων ‹
›.
Ηλ. δακρύτ' ἄγαν, ὦ σύγγον', αἰτία δ' ἐγώ.
διὰ πυρὸς ἔμολον ἁ τάλαινα ματρὶ τᾶιδ',
ἅ μ' ἔτικτε κούραν.
1185‹Χο.› ἰὼ τύχας σᾶς τύχας
μᾶτερ τεκοῦσ'†
ἄλαστα μέλεα καὶ πέρα
παθοῦσα σῶν τέκνων ὑπαί.
πατρὸς δ' ἔτεισας φόνον δικαίως.
1190Ορ. ἰὼ Φοῖβ', ἀνύμνησας δίκαι'
ἄφαντα, φανερὰ δ' ἐξέπρα-
ξας ἄχεα, φόνια δ' ὤπασας
λάχε' ἀπὸ γᾶς Ἑλλανίδος.
τίνα δ' ἑτέραν μόλω πόλιν;
1195τίς ξένος, τίς εὐσεβὴς
ἐμὸν κάρα προσόψεται
ματέρα κτανόντος;
Ηλ. ἰὼ ἰώ μοι. ποῖ δ' ἐγώ, τίν' ἐς χορόν,
τίνα γάμον εἶμι; τίς πόσις με δέξεται
1200νυμφικὰς ἐς εὐνάς;
Χο. πάλιν πάλιν φρόνημα σὸν
μετεστάθη πρὸς αὔραν·
φρονεῖς γὰρ ὅσια νῦν, τότ' οὐ
φρονοῦσα, δεινὰ δ' εἰργάσω,
1205φίλα, κασίγνητον οὐ θέλοντα.
‹Ορ.› κατεῖδες οἷον ἁ τάλαιν' ἔξω πέπλων
ἔβαλεν ἔδειξε μαστὸν ἐν φοναῖσιν,
ἰώ μοι, πρὸς πέδωι
τιθεῖσα γόνιμα μέλεα; τακόμαν δ' ἐγώ.
1210Χο. σάφ' οἶδα· δι' ὀδύνας ἔβας,
ἰήιον κλύων γόον
ματρὸς ἅ σ' ἔτικτεν.
Ορ. βοὰν δ' ἔλασκε τάνδε, πρὸς γένυν ἐμὰν
1215τιθεῖσα χεῖρα· Τέκος ἐμόν, λιταίνω.
παρήιδων τ' ἐξ ἐμᾶν
ἐκρίμναθ', ὥστε χέρας ἐμὰς λιπεῖν βέλος.
Χο. τάλαινα. πῶς ‹δ'› ἔτλας φόνον
δι' ὀμμάτων ἰδεῖν σέθεν
1220ματρὸς ἐκπνεούσας;
Ορ. ἐγὼ μὲν ἐπιβαλὼν φάρη κόραις ἐμαῖς
φασγάνωι κατηρξάμαν
ματέρος ἔσω δέρας μεθείς.
Ηλ. ἐγὼ δέ ‹γ'› ἐπεκέλευσά σοι
1225ξίφους τ' ἐφηψάμαν ἅμα.
δεινότατον παθέων ἔρεξα.
‹Ορ.› λαβοῦ, κάλυπτε μέλεα ματέρος πέπλοις
‹καὶ› καθάρμοσον σφαγάς.
φονέας ἔτικτες ἆρά σοι.
1230Ηλ. ἰδού, φίλαι τε κοὐ φίλαι
φάρεα τάδ' ἀμφιβάλλομεν,
τέρμα κακῶν μεγάλων δόμοισιν.
Χο. ἀλλ' οἵδε δόμων ὕπερ ἀκροτάτων
βαίνουσί τινες δαίμονες ἢ θεῶν
1235τῶν οὐρανίων· οὐ γὰρ θνητῶν γ'
ἥδε κέλευθος. τί ποτ' ἐς φανερὰν
ὄψιν βαίνουσι βροτοῖσιν;
ΚΑΣΤΩΡ
Ἀγαμέμνονος παῖ, κλῦθι· δίπτυχοι δέ σε
καλοῦσι μητρὸς σύγγονοι Διόσκοροι,
1240Κάστωρ κασίγνητός τε Πολυδεύκης ὅδε.
δεινὸν δὲ ναυσὶν ἀρτίως πόντου σάλον
παύσαντ' ἀφίγμεθ' Ἄργος, ὡς ἐσείδομεν
σφαγὰς ἀδελφῆς τῆσδε, μητέρος δὲ σῆς.
δίκαια μέν νυν ἥδ' ἔχει, σὺ δ' οὐχὶ δρᾶις.
1245Φοῖβος δέ, Φοῖβος ‑ ἀλλ' ἄναξ γάρ ἐστ' ἐμός,
σιγῶ· σοφὸς δ' ὢν οὐκ ἔχρησέ σοι σοφά.
αἰνεῖν δ' ἀνάγκη ταῦτα· τἀντεῦθεν δὲ χρὴ
πράσσειν ἃ Μοῖρα Ζεύς τ' ἔκρανε σοῦ πέρι.
Πυλάδηι μὲν Ἠλέκτραν δὸς ἄλοχον ἐς δόμους,
1250σὺ δ' Ἄργος ἔκλιπ'· οὐ γὰρ ἔστι σοὶ πόλιν
τήνδ' ἐμβατεύειν, μητέρα κτείναντα σήν.
δειναὶ δὲ Κῆρές ‹σ'› αἱ κυνώπιδες θεαὶ
τροχηλατήσουσ' ἐμμανῆ πλανώμενον.
ἐλθὼν δ' Ἀθήνας Παλλάδος σεμνὸν βρέτας
1255πρόσπτυξον· εἴρξει γάρ νιν ἐπτοημένας
δεινοῖς δράκουσιν ὥστε μὴ ψαύειν σέθεν,
γοργῶφ' ὑπερτείνουσα σῶι κάραι κύκλον.
ἔστιν δ' Ἄρεώς τις ὄχθος, οὗ πρῶτον θεοὶ
ἕζοντ' ἐπὶ ψήφοισιν αἵματος πέρι,
1260Ἁλιρρόθιον ὅτ' ἔκταν' ὠμόφρων Ἄρης,
μῆνιν θυγατρὸς ἀνοσίων νυμφευμάτων,
πόντου κρέοντος παῖδ', ἵν' εὐσεβεστάτη
ψήφου βεβαία τ' ἐστὶν ἐκ τούτου θέσις.
ἐνταῦθα καὶ σὲ δεῖ δραμεῖν φόνου πέρι.
1265ἴσαι δέ σ' ἐκσώσουσι μὴ θανεῖν δίκηι
ψῆφοι τεθεῖσαι· Λοξίας γὰρ αἰτίαν
ἐς αὑτὸν οἴσει, μητέρος χρήσας φόνον.
καὶ τοῖσι λοιποῖς ὅδε νόμος τεθήσεται,
νικᾶν ἴσαις ψήφοισι τὸν φεύγοντ' ἀεί.
1270δειναὶ μὲν οὖν θεαὶ τῶιδ' ἄχει πεπληγμέναι
πάγον παρ' αὐτὸν χάσμα δύσονται χθονός,
σεμνὸν βροτοῖσιν εὐσεβέσι χρηστήριον.
σὲ δ' Ἀρκάδων χρὴ πόλιν ἐπ' Ἀλφειοῦ ῥοαῖς
οἰκεῖν Λυκαίου πλησίον σηκώματος·
1275ἐπώνυμος δὲ σοῦ πόλις κεκλήσεται.
σοὶ μὲν τάδ' εἶπον. τόνδε δ' Αἰγίσθου νέκυν
Ἄργους πολῖται γῆς καλύψουσιν τάφωι.
μητέρα δὲ τὴν σὴν ἄρτι Ναυπλίαν παρὼν
Μενέλαος, ἐξ οὗ Τρωϊκὴν εἷλε χθόνα,
1280Ἑλένη τε θάψει· Πρωτέως γὰρ ἐκ δόμων
ἥκει λιποῦσ' Αἴγυπτον οὐδ' ἦλθεν Φρύγας·
Ζεὺς δ', ὡς ἔρις γένοιτο καὶ φόνος βροτῶν,
εἴδωλον Ἑλένης ἐξέπεμψ' ἐς Ἴλιον.
Πυλάδης μὲν οὖν κόρην τε καὶ δάμαρτ' ἔχων
1285Ἀχαιίδος γῆς οἴκαδ' ἐκπορευέτω,
καὶ τὸν λόγωι σὸν πενθερὸν κομιζέτω
Φωκέων ἐς αἶαν καὶ δότω πλούτου βάθος.
σὺ δ' Ἰσθμίας γῆς αὐχέν' ἐμβαίνων ποδὶ
χώρει πρὸς ὄχθον Κεκροπίας εὐδαίμονα.
1290πεπρωμένην γὰρ μοῖραν ἐκπλήσας φόνου
εὐδαιμονήσεις τῶνδ' ἀπαλλαχθεὶς πόνων.
Χο. ὦ παῖδε Διός, θέμις ἐς φθογγὰς
τὰς ὑμετέρας ἡμῖν πελάθειν;
Κα. θέμις, οὐ μυσαραῖς τοῖσδε σφαγίοις.
Χο. πῶς ὄντε θεὼ τῆσδέ τ' ἀδελφὼ
τῆς καπφθιμένης οὐκ ἠρκέσατον
1300Κῆρας μελάθροις;
Κα. μοῖρά τ' ἀνάγκη τ' ἦγ' ἐς τὸ χρεὼν
Φοίβου τ' ἄσοφοι γλώσσης ἐνοπαί.
1295Ηλ. κἀμοὶ μύθου μέτα, Τυνδαρίδαι;
Κα. καὶ σοί· Φοίβωι τήνδ' ἀναθήσω
πρᾶξιν φονίαν.
‹Ηλ.› τίς δ' ἔμ' Ἀπόλλων, ποῖοι χρησμοὶ
φονίαν ἔδοσαν μητρὶ γενέσθαι;
1305Κα. κοιναὶ πράξεις, κοινοὶ δὲ πότμοι,
μία δ' ἀμφοτέρους
ἄτη πατέρων διέκναισεν.
Ορ. ὦ σύγγονέ μοι, χρονίαν σ' ἐσιδὼν
τῶν σῶν εὐθὺς φίλτρων στέρομαι
1310καὶ σ' ἀπολείψω σοῦ λειπόμενος.
Κα. πόσις ἔστ' αὐτῆι καὶ δόμος· οὐχ ἥδ'
οἰκτρὰ πέπονθεν, πλὴν ὅτι λείπει
πόλιν Ἀργείων.
Ηλ. καὶ τίνες ἄλλαι στοναχαὶ μείζους
1315ἢ γῆς πατρίας ὅρον ἐκλείπειν;
‹Ορ.› ἀλλ' ἐγὼ οἴκων ἔξειμι πατρὸς
καὶ ἐπ' ἀλλοτρίαις ψήφοισι φόνον
μητρὸς ὑφέξω.
Κα. ὁσίαν, θάρσει, Παλλάδος ἥξεις
1320πόλιν· ἀλλ' ἀνέχου.
Ηλ. περί μοι στέρνοις στέρνα πρόσαψον,
σύγγονε φίλτατε·
διὰ γὰρ ζευγνῦσ' ἡμᾶς πατρίων
μελάθρων μητρὸς φόνιοι κατάραι.
1325Ορ. βάλε, πρόσπτυξον σῶμα· θανόντος δ'
ὡς ἐπὶ τύμβωι καταθρήνησον.
Κα. φεῦ φεῦ· δεινὸν τόδ' ἐγηρύσω
καὶ θεοῖσι κλύειν.
ἔνι γὰρ κἀμοὶ τοῖς τ' οὐρανίδαις
1330οἶκτος θνητῶν πολυμόχθων.
‹Ορ.› οὐκέτι σ' ὄψομαι.
Ηλ. οὐδ' ἐγὼ ἐς σὸν βλέφαρον πελάσω.
Ορ. τάδε λοίσθιά μοι προσφθέγματά σου.
Ηλ. ὦ χαῖρε, πόλις·
1335χαίρετε δ' ὑμεῖς πολλά, πολίτιδες.
Ορ. ὦ πιστοτάτη, στείχεις ἤδη;
Ηλ. στείχω βλέφαρον τέγγουσ' ἁπαλόν.
1340Ορ. Πυλάδη, χαίρων ἴθι, νυμφεύου
δέμας Ἠλέκτρας.
‹Κα.› τοῖσδε μελήσει γάμος. ἀλλὰ κύνας
τάσδ' ὑποφεύγων στεῖχ' ἐπ' Ἀθηνῶν·
δεινὸν γὰρ ἴχνος βάλλουσ' ἐπὶ σοὶ
1345χειροδράκοντες χρῶτα κελαιναί,
δεινῶν ὀδυνῶν καρπὸν ἔχουσαι·
νὼ δ' ἐπὶ πόντον Σικελὸν σπουδῆι
σώσοντε νεῶν πρώιρας ἐνάλους.
διὰ δ' αἰθερίας στείχοντε πλακὸς
1350τοῖς μὲν μυσαροῖς οὐκ ἐπαρήγομεν,
οἷσιν δ' ὅσιον καὶ τὸ δίκαιον
φίλον ἐν βιότωι, τούτους χαλεπῶν
ἐκλύοντες μόχθων σώιζομεν.
οὕτως ἀδικεῖν μηδεὶς θελέτω
1355μηδ' ἐπιόρκων μέτα συμπλείτω·
θεὸς ὢν θνητοῖς ἀγορεύω.
Χο. χαίρετε· χαίρειν δ' ὅστις δύναται
καὶ ξυντυχίαι μή τινι κάμνει
θνητῶν εὐδαίμονα πράσσει.