740 34 0 0 0 IV-III a. C. Bucolico Theocritus Idyllia 3

THEOCRITUS - Idyllia VIII - ΒΟΥΚΟΛΙΑΣΤΑΙ ‹β΄›

ΔΑΦΝΙΣ ΚΑΙ ΜΕΝΑΛΚΑΣ

Δάφνιδι τῷ χαρίεντι συνάντετο βουκολέοντι

μῆλα νέμων, ὡς φαντί, κατ' ὤρεα μακρὰ Μενάλκας.

ἄμφω τώγ' ἤστην πυρροτρίχω, ἄμφω ἀνάβω,

ἄμφω συρίσδεν δεδαημένω, ἄμφω ἀείδεν.

πρᾶτος δ' ὦν ποτὶ Δάφνιν ἰδὼν ἀγόρευε Μενάλκας·

'μυκητᾶν ἐπίουρε βοῶν Δάφνι, λῇς μοι ἀεῖσαι;

φαμί τυ νικασεῖν, ὅσσον θέλω αὐτὸς ἀείδων.'

τὸν δ' ἄρα χὠ Δάφνις τοιῷδ' ἀπαμείβετο μύθῳ·

'ποιμὴν εἰροπόκων ὀίων, συρικτὰ Μενάλκα,

οὔποκα νικασεῖς μ', οὐδ' εἴ τι πάθοις τύγ' ἀείδων.'

ΜΕΝΑΛΚΑΣ

χρῄσδεις ὦν ἐσιδεῖν; χρῄσδεις καταθεῖναι ἄεθλον;

ΔΑΦΝΙΣ

χρῄσδω τοῦτ' ἐσιδεῖν, χρῄσδω καταθεῖναι ἄεθλον.

ΜΕ. καὶ τί νυ θησεύμεσθ' ὅ κεν ἁμῖν ἄρκιον εἴη;

ΔΑ. μόσχον ἐγὼ θησῶ, τὺ δὲ θὲς ἰσομάτορα ἀμνόν.

ΜΕ. οὐ θησῶ ποκα ἀμνόν, ἐπεὶ χαλεπὸς ὁ πατήρ μευ

χἀ μάτηρ, τὰ δὲ μῆλα ποθέσπερα πάντ' ἀριθμεῦντι.

ΔΑ. ἀλλὰ τί μὰν θησεῖς; τί δὲ τὸ πλέον ἑξεῖ ὁ νικῶν;

ΜΕ. σύριγγ' ἃν ἐπόησα καλὰν ἔχω ἐννεάφωνον,

λευκὸν κηρὸν ἔχοισαν ἴσον κάτω ἶσον ἄνωθεν·

ταύταν κατθείην, τὰ δὲ τῶ πατρὸς οὐ καταθησῶ.

ΔΑ. ἦ μάν τοι κἠγὼ σύριγγ' ἔχω ἐννεάφωνον,

λευκὸν κηρὸν ἔχοισαν ἴσον κάτω ἶσον ἄνωθεν.

πρώαν νιν συνέπαξ'· ἔτι καὶ τὸν δάκτυλον ἀλγῶ

τοῦτον, ἐπεὶ κάλαμός με διασχισθεὶς διέτμαξεν.

ΜΕ. ἀλλὰ τίς ἄμμε κρινεῖ; τίς ἐπάκοος ἔσσεται ἁμέων;

ΔΑ. τῆνόν πως ἐνταῦθα τὸν αἰπόλον, ἤν, καλέσωμες,

ᾧ ποτὶ ταῖς ἐρίφοις ὁ κύων ὁ φάλαρος ὑλακτεῖ.

 

Χοἰ μὲν παῖδες ἄυσαν, ὁ δ' αἰπόλος ἦνθ' ὑπακούσας·

χοἰ μὲν παῖδες ἀείδεν, ὁ δ' αἰπόλος ἤθελε κρίνειν.

πρᾶτος δ' ὦν ἄειδε λαχὼν ἰυκτὰ Μενάλκας,

εἶτα δ' ἀμοιβαίαν ὑπελάμβανε Δάφνις ἀοιδάν

βουκολικάν· οὕτω δὲ Μενάλκας ἄρξατο πρᾶτος.

 

ΜΕ. ἄγκεα καὶ ποταμοί, θεῖον γένος, αἴ τι Μενάλκας

πήποχ' ὁ συρικτὰς ‖ προσφιλὲς ᾆσε μέλος,

βόσκοιτ' ἐκ ψυχᾶς τὰς ἀμνάδας· ἢν δέ ποκ' ἔνθῃ

Δάφνις ἔχων δαμάλας, ‖ μηδὲν ἔλασσον ἔχοι.

ΔΑ. κρᾶναι καὶ βοτάναι, γλυκερὸν φυτόν, αἴπερ ὁμοῖον

μουσίσδει Δάφνις ‖ ταῖσιν ἀηδονίσι,

τοῦτο τὸ βουκόλιον πιαίνετε· κἤν τι Μενάλκας

τεῖδ' ἀγάγῃ, χαίρων ‖ ἄφθονα πάντα νέμοι.

ΜΕ. ἔνθ' ὄις, ἔνθ' αἶγες διδυματόκοι, ἔνθα μέλισσαι

σμήνεα πληροῦσιν, ‖ καὶ δρύες ὑψίτεραι,

ἔνθ' ὁ καλὸς Μίλων βαίνει ποσίν· αἰ δ' ἂν ἀφέρπῃ,

χὠ ποιμὴν ξηρὸς ‖ τηνόθι χαἰ βοτάναι.

ΔΑ. παντᾷ ἔαρ, παντᾷ δὲ νομοί, παντᾷ δὲ γάλακτος

οὔθατα πιδῶσιν, ‖ καὶ τὰ νέα τράφεται,

ἔνθα καλὰ Ναῒς ἐπινίσσεται· αἰ δ' ἂν ἀφέρπῃ,

χὠ τὰς βῶς βόσκων ‖ χαἰ βόες αὐότεραι.

ΜΕ. ὦ τράγε, τᾶν λευκᾶν αἰγῶν ἄνερ, ἐς βάθος ὕλας

μυρίον ‑ αἱ σιμαὶ ‖ δεῦτ' ἐφ' ὕδωρ ἔριφοι ‑

ἐν τήνῳ γὰρ τῆνος· ἴθ', ὦ κόλε, καὶ λέγε, 'Μίλων,

ὁ Πρωτεὺς φώκας ‖ καὶ θεὸς ὢν ἔνεμεν.'

ΔΑ. μή μοι γᾶν Πέλοπος, μή μοι Κροίσεια τάλαντα

εἴη ἔχειν, μηδὲ ‖ πρόσθε θέειν ἀνέμων·

ἀλλ' ὑπὸ τᾷ πέτρᾳ τᾷδ' ᾄσομαι ἀγκὰς ἔχων τυ,

σύννομα μῆλ' ἐσορῶν ‖ Σικελικάν τ' ἐς ἅλα.

ΔΑ. δένδρεσι μὲν χειμὼν φοβερὸν κακόν, ὕδασι δ' αὐχμός,

ὄρνισιν δ' ὕσπλαγξ, ‖ ἀγροτέροις δὲ λίνα,

ἀνδρὶ δὲ παρθενικᾶς ἁπαλᾶς πόθος. ὦ πάτερ, ὦ Ζεῦ,

οὐ μόνος ἠράσθην· ‖ καὶ τὺ γυναικοφίλας.

 

Ταῦτα μὲν ὦν δι' ἀμοιβαίων οἱ παῖδες ἄεισαν,

τὰν πυμάταν δ' ᾠδὰν οὕτως ἐξᾶρχε Μενάλκας·

 

ΜΕ. φείδευ τᾶν ἐρίφων, φείδευ, λύκε, τᾶν τοκάδων μευ,

μηδ' ἀδίκει μ', ὅτι μικκὸς ἐὼν πολλαῖσιν ὁμαρτέω.

ὦ Λάμπουρε κύον, οὕτω βαθὺς ὕπνος ἔχει τυ;

οὐ χρὴ κοιμᾶσθαι βαθέως σὺν παιδὶ νέμοντα.

ταὶ δ' ὄιες, μηδ' ὔμμες ὀκνεῖθ' ἁπαλᾶς κορέσασθαι

ποίας· οὔτι καμεῖσθ' ὅκκα πάλιν ἅδε φύηται.

σίττα νέμεσθε νέμεσθε, τὰ δ' οὔθατα πλήσατε πᾶσαι,

ὡς τὸ μὲν ὧρνες ἔχωντι, τὸ δ' ἐς ταλάρως ἀποθῶμαι.

 

Δεύτερος αὖ Δάφνις λιγυρῶς ἀνεβάλλετ' ἀείδεν·

 

ΔΑ. κἤμ' ἐκ τῶ ἄντρω σύνοφρυς κόρα ἐχθὲς ἰδοῖσα

τὰς δαμάλας παρελᾶντα καλὸν καλὸν ἦμεν ἔφασκεν·

οὐ μὰν οὐδὲ λόγον ἐκρίθην ἄπο τὸν πικρὸν αὐτᾷ,

ἀλλὰ κάτω βλέψας τὰν ἁμετέραν ὁδὸν εἷρπον.

ἁδεῖ' ἁ φωνὰ τᾶς πόρτιος, ἁδὺ τὸ πνεῦμα,

ἁδὺ δὲ χὠ μόσχος γαρύεται, ἁδὺ δὲ χἀ βῶς,

ἁδὺ δὲ τῶ θέρεος παρ' ὕδωρ ῥέον αἰθριοκοιτεῖν.

τᾷ δρυῒ ταὶ βάλανοι κόσμος, τᾷ μαλίδι μᾶλα,

τᾷ βοῒ δ' ἁ μόσχος, τῷ βουκόλῳ αἱ βόες αὐταί.

 

Ὣς οἱ παῖδες ἄεισαν, ὁ δ' αἰπόλος ὧδ' ἀγόρευεν·

'ἁδύ τι τὸ στόμα τοι καὶ ἐφίμερος, ὦ Δάφνι, φωνά·

κρέσσον μελπομένω τευ ἀκουέμεν ἢ μέλι λείχειν.

λάσδεο τὰς σύριγγας, ἐνίκασας γὰρ ἀείδων.

αἰ δέ τι λῇς με καὶ αὐτὸν ἅμ' αἰπολέοντα διδάξαι,

τήναν τὰν μιτύλαν δωσῶ τὰ δίδακτρά τοι αἶγα,

ἅτις ὑπὲρ κεφαλᾶς αἰεὶ τὸν ἀμολγέα πληροῖ.'

ὡς μὲν ὁ παῖς ἐχάρη καὶ ἀνάλατο καὶ πλατάγησε

νικάσας, οὕτως ἐπὶ ματέρι νεβρὸς ἅλοιτο.

ὡς δὲ κατεσμύχθη καὶ ἀνετράπετο φρένα λύπᾳ

ὥτερος, οὕτω καὶ νύμφα δμαθεῖσ' ἀκάχοιτο.

κἠκ τούτω πρᾶτος παρὰ ποιμέσι Δάφνις ἔγεντο,

καὶ νύμφαν ἄκραβος ἐὼν ἔτι Ναΐδα γᾶμεν.